Ἑξακόσια προγνωστικὰ προβλήματα Evagrius Ponticus edited by Charles de la Rue Charles Vincent de la Rue

Patrologia Graeca 12:1053-1686.

Transcribed February 2013 by Joel Kalvesmaki, corrected against copy secured through Religion and Technology Center, Inc., http://www.reltech.org/.

Only the main Greek text relevant to the Kephalaia gnostika has been transcribed. Footnotes, apparatus, translation, etc. have been omitted.

No corrections were found to be needed.

Transcription should reflect the original (including tics in accentuation).

Fragments of the Kephalaia gnostika preserved PG 12 tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus tag:textalign.net,2015:stylesheet:convert-tan2018-to-tan2020 Converter from TAN 2018 to TAN 2020 tag:textalign.net,2015:stylesheet:convert-tan2017-to-tan2018 Stylesheet to populate a TAN-A-div file from collections. Moved file; cleaned tags Removed extraneous TEI attributes. Adjusted <name> Commented out <desc> until TAN files for the Scholia on the Psalms can be written. Converted line-end hyphens to soft hyphens. Adapted for inclusions Revised to support compact syntax. Corrected metadata in preparation for public release. Started TAN-TEI file. TAN file updated to 2018 schemas. Converted from 2018 to 2020 schemas. Changed pb to cb, and removed 12: from @n.

Κρίσις ἐστὶ δικαίων μὲν ἡ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ ἀγγελικὰ μετάβασις·

ἀσε­βῶν δὲ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ σκοτεινὰ καὶ ζοφερὰ μετάθεσις σώματα.

Αἰών ἐστι σύστημα φυσικὸν, ἐκ σωμάτων ποικίλων λογικὰς διαφορὰς περιέχον τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν. Εἰς αἰῶνα, φησὶν, ἀγαλλιά- σονται, ὅτι καὶ αἰώνιος ἑαυτοῖς κατασκήνωσις.

Ὥσπερ ὁ παράδεισος τῶν δικαίων ἐστὶν οἰκητήριον, οὕτως ᾅδης τῶν ἁμαρτωλῶν κολαστήριον.

βέλος ἐστὶν ἐμπαθὴς λογισμὸς, φαρέτρα δὲ ἕξις χειρίστη λογισμῶν ἀκα­θάρτων πεπληρωμένη.

Στέαρ μὲν νοητὸν ἡ ἐκ τῆς κα­κίας ἐπισυμβαίνουσα τῷ ἡγεμονικῷ παχύτης.

Πύλας δὲ λέγει τὰς ἀρετάς·

Κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ κινουμένη,

ψαλτήριον δὲ νοῦς καθαρὸς ὑπὸ πνευμα­τικῆς κινούμενος γνώσεως·

Ἡ ὑποταγὴ αὕτη ἐστὶ φύσεως λογικῆς πρὸς τὴν γνῶσιν τοῦ Θεοῦ ἑκούσιος συγκατάθεσις.

Ἔμ­προσθεν ἡμῶν λέγονται εἶναι αἱ ἀρεταὶ, ὄπισθεν δὲ αἱ κακίαι· διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, τὴν δὲ φιλοξενίαν διώκειν.

Ἡ μὲν τοῦ ἀνθρώπου ζωὴ ἡ ἁγία γνῶσις ὑπάρχει· τὸ δὲ ἔλεος Κυρίου ἡ τῶν γεγονότων θεωρία ἐστί. Πολλοὶ δὲ ἡμῖν τοῦ αἰῶνος τούτου καθυπέσχοντο γνώσεις· ἀλλὰ κρεῖσσον τὸ ἔλεος Κυρίου ὑπὲρ ζωάς.

Τὴν μὲν διάθεσιν τῆς κακίας διὰ τῶν Αἰγυπτίων ᾐνίξατο·

Βέλος δὲ πεπυρωμένον ἐστὶν ὁ ἐμπα­θὴς λογισμός·

Πρόσφατός εστι Θεὸς ὁ μηδὲν οὐσιῶσαι δυνάμενος, ἢ ὁ τῇ κακίᾳ πεποιωμένος.

Ψαλτήριόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευμα­τικῆς κινούμενος γνώσεως·

Τὸ ὑποπόδιον τῶν ποδῶν εἶπόν τινες εἶναι τὴν σάρκα τὴν τοῦ Χριστοῦ, ἥτις διὰ τὸν Χριστόν ἐστι προσκυνητή· ὁ δὲ Χριστὸς προσκυνητὸς διὰ τὸν ἐν αὐτῷ Λόγον θεοῦ.

Εἰ γὰρ χαίρουσιν οἱ ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ μετανοοῦντι, πόσῳ μᾶλλον ἐπὶ τοσαύταις μυριάσιν ὁδευούσαις ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ!

καὶ ὁ Ἰσραὴλ ὁδεύει τὴν ἔρημον πε­ινῶν καὶ διψῶν, καὶ πειραζόμενος, ἥτις ἐστὶ σύμβο-λον τῆς πρακτικῆς,

Οὐ πάντων ἐστὶ τὸ λέγειν· “Ἔκβαλε ἐκ φυλα­κῆς τὴν ψυχήν μου,” εἰ μὴ τῶν δυναμένων διὰ κα­θαρότητα καὶ χωρὶς τοῦ σώματος τούτου ἐπιβαλεῖν τῇ θεωρίᾳ τῶν γεγονότων.

Μοχλοὶ μὲν τῆς Ἱερουσαλήμ εἰ­σιν αἱ πρακτικαὶ ἀρεταὶ κωλύουσαι τοὺς ἐχθροὺς παρεισδῦναι· τῆς δὲ Σιὼν τὰ οὐράνια δόγματα καὶ ἡ ὀρθὴ πίστις τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος

Ῥομφαῖα ἐστὶ νοῦς λογικὸς ἐκ-κόπτων ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας.