Ἑξακόσια προγνωστικὰ προβλήματα Evagrius Ponticus edited by Jean-Baptiste Pitra

Pitra, Jean-Baptiste. Analecta sacra spicilegio Solesmensi parata. Paris: A. Jouby et Roger, 1876.

Transcribed February 2013 by Joel Kalvesmaki, corrected against copy secured through Google Books.

Only the main Greek text relevant to the Kephalaia gnostika has been transcribed. Footnotes, apparatus, translation, etc. have been omitted.

Fragments of the Kephalaia Gnostika from Pitra's edition of the scholia on the Psalms tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus tag:textalign.net,2015:stylesheet:convert-tan2018-to-tan2020 Converter from TAN 2018 to TAN 2020 tag:textalign.net,2015:stylesheet:convert-tan2017-to-tan2018 Stylesheet to populate a TAN-A-div file from collections. Moved file; cleaned tags Removed extraneous TEI attributes. Removed reference numbers. Changed line-end hyphens to soft hyphens. Adapted for inclusions Revised to support compact syntax. Corrected metadata in preparation for public release. Started TAN-TEI file. TAN file updated to 2018 schemas. Converted from 2018 to 2020 schemas.

Ἢ πᾶσα δύναμις τῶν οὐρανῶν τῇ τῶν γεγονότων κέχρισται θεωρίᾳ. Ὁ δὲ Χρισ­τὸς παρὰ πάντας κέχρηται καὶ μετόχους αὐτοὐ, δηλονότι τῇ τῆς μονάδος κέχρισται γνώσει. Διὸ καὶ μόνος λέγεται ἐν δεξιᾷ κα­θέζεσθαι τοῦ Πατρὸς Χριστός. Χριστὸν δέ φημι, τὸν μετὰ Θεοῦ Λόγον, ἐπιδημήσαντα Κύριον.

Τὰ τείχη Ἱερουσαλὴμ τὴν ἀπάθειαν ση­μαίνει τῆς ψυχῆς, ἥντινα διαφθείραντες οἱ δαίμονες, τὰ τῆς μοιχείας πάθη εἰσένεγκαν·

Μετὰ θεοῦ λέγεται εἶναι, πρῶτος μὲν ὁ τὴν ἁγίαν γινώσκων Τριάδα, καὶ μετ’ αὐτὸν, ὁ τοὺς λόγους τοὺς περὶ τῶν νοητῶν θεω­ρῶν· τρίτος δὲ πάλιν ὁ καὶ αὐτὰ τὰ ἀσώματα βλέπων· καὶ πάλιν τέταρτος ὁ τὴν θεωρίαν ἐπιστάμενος τῶν αἰώνων· ὁ δὲ τὴν τῆς ψυ­χῆς ἀπάθειαν κεκτημένος, πέμπτος ἂν τού­τοις συγκαταχθείη δικαίως.

Τόπος γνώσεως Θεοῦ καὶ νοῦς.

Πρόσφατός εστι θεὸς, ὁ μηδὲν οὐσιῶσαι δυνάμενος, ἢ ὁ τῇ κακίᾳ πεποιημένος, καὶ παρὰ τοῖς ἔθνεσι νενομισμένος.

εἰς τὸν ναὸν τοῦ Θεοῦ, ὅστις ἐστιν ἡ θεωρία τῶν ἀσωμάτων.

Οὐ ταὐτὸν αἴσθησις καὶ αἰσθητήριον, οὐ­δἐ αἰσθητηκόν τε καὶ αἰσθητόν· Αἴσθησις μὲν γάρ ἐστιν ἡ δύναμις καθ’ ἣν εἰώθαμεν ἀντιλαμβάνεσθαι τῶν ὑλῶν. Αἰσθητήριον δὲ, τὸ ὄργανον ἐν ᾧ καθίδρυται αὕτη· Αἰσθητι­κὸν δὲ τὸ ζῶον τὸ κεκτημένον τὰς αἰσθή­σεις· Αἰσθητὸν δὲ τὸ πεφυσικὸς ταῖς αἰσθή­σεσιν ὑποπίπτειν. Ἀλλ’ οὐχ οὕτως ἐπὶ τῶν εἰδώλων· πάντων μὲν γὰρ τούτων ἐστήρην­ται· μόνα δὲ ἔχει τὰ τῶν φυσικῶν αἰσθητη­ρίων μιμήματα, οἷον ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνας καὶ τὰ ἑξῆς.

Προσκυνοῦμεν τὴν σάρκα τοῦ σωτῆρος [οὐ] διὰ τὴν φύσιν, ἀλλ' ἐπειδὴ ὁ Χριστός ἐστιν ἐν αὐτῇ· καὶ ἡ μὲν σὰρξ προσκυνητὴ διὰ τὸν Θεὸν Λόγον, τὸν ἐν αὐτῇ.

Καθάπερ γὰρ ὅτε κλῆρον πατρῷον τὴν ὑπ’ ἐκείνων τῶν δυσσεβῶν βα­σιλέων κατασχεθῆναι γῆν τοῦ Ἰσραὴλ ἔδω­κεν ὁ τούτου Θεὸς, ἐστὶ βασιλεία τῶν οὐρα­νῶν ἡ θεωρία τῶν γεγονότων· αὕτη δὲ κατὰ τὸν Κύριον ἐντὸς ἡμῶν ἐστι· τὰ δὲ ἐντὸς [ὅτε] ὑπὸ δαιμόνων κεκράτηται, καλῶς λέ­γονται οἱ ἀλλόφυλοι τὴν γῆν τῆς ἐπαγγελ­λίας κατέχειν.