Transcribed February 2013 by
Only the main Greek text relevant to the Kephalaia gnostika has been transcribed. Footnotes, apparatus, translation, etc. have been omitted.
No corrections were found to be needed.
Transcription should reflect the original.
ἀγάπη· ἐπιθυμίαν δὲ ῥέουσαν ἵστησιν ἐγκράτεια.
ὑλῶν· αἰσθητήριον δὲ τὸ ὄργανον δι’ οὗ πέφυκεν αὕτη ἐνεργεῖν·
αἰσθητικὸν δὲ αὐτὸ τὸ κεκτημένον τὴν αἴσθησιν· αἰσθητὸν δὲ τὸ
αἰσθήσεσιν ὑποπίπτειν.
Ἐκεῖ λέγεται παρεῖναι ὁ θεὸς ὅπου ἐνεργεῖ· καὶ μᾶλλον
παρεῖναι, ὅπου πλέον ἐνεργεῖ· ἐνεργῶν δὲ πλέον ἐν ταῖς νοεραῖς
δυνάμεσιν, ἐν αὐταῖς ἐστι πλέον.
ἀναιρουμένων δὲ τῶν πέντε, οὐκ ἀναιροῦνται καὶ τὰ τέσσαρα· τῇ
διαζεύξει γὰρ τῆς ψυχῆς ἀναιρουμένων τῶν τεσσάρων στοιχείων τοῦ
σώματος, ἀναιροῦνται καὶ αἱ πέντε αἰσθήσεις· ἀναιρουμένων δὲ τῶν
πέντε αἰσθήσεων τῇ φιλοσόφῳ νεκρώσει τοῦ σώματος, οὐκ ἀναιροῦν
ται καὶ τὰ τέσσαρα τούτου στοιχεῖα.
Ὁ εἰς γνώσιν ἐλθὼν, ἔχει τὸν μετ' αὐτόν· ὁ εἰς ἄγνοιαν ἐλθὼν,
οὐκ ἔχει τὸν μετ' αὐτόν·