Ἑξακόσια προγνωστικὰ προβλήματα Evagrius Ponticus edited by Irénée Hausherr

Hausherr, Irénée. "Nouveaux Fragments Grecs d’Évagre Le Pontique." Orientalia Christiana Periodica 5 (1939): 229–33. [Presents Moscow 425 (16th c.), fols. 216v-219]

Transcribed February 2013 by Joel Kalvesmaki, corrected against volume owned by Dumbarton Oaks Research Library and Collection.

Only the main Greek text relevant to the Kephalaia gnostika has been transcribed. Footnotes, apparatus, translation, etc. have been omitted.

No corrections were found to be needed.

Transcription should reflect the original.

Fragments of the Kephalaia Gnostika preserved in MS Moscow 425 tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus tag:textalign.net,2015:stylesheet:convert-tan2018-to-tan2020 Converter from TAN 2018 to TAN 2020 tag:textalign.net,2015:stylesheet:convert-tan2017-to-tan2018 Stylesheet to populate a TAN-A-div file from collections. Moved file; cleaned tags Removed extraneous TEI attributes. Adjusted <name> Removed reference numbers. Adapted for inclusions Revised to support compact syntax. Corrected metadata in preparation for public release. Started TAN-TEI file. TAN file updated to 2018 schemas. Removed reference numbers. Converted from 2018 to 2020 schemas.

Ἀρετῆς γεγόναμεν σπέρματα, κακίας δὲ οὔ· οὐ γὰρ εἴ τινος δεκτικοί ἐσμεν, τούτου πάντως καὶ τὴν δύναμιν ἔχομεν, ἐπεὶ καὶ μὴ εἶναι δυνάμενοι, τοῦ μὴ ὄντος οὐκ ἔχομεν δύναμιν· εἴπερ αἱ δυνάμεις ποιότητες, τὸ δὲ μὴ ὄν οὐκ ἔστι ποιότης.

Τὰ μὲν τῷ νοῒ μαχόμενα δαιμόνια καλοῦνται πτηνά, θηρία δὲ τὰ τὸν θυμὸν ἐκταράσσοντα, κτήνη δὲ ὀνομάζεται τὰ τὴν ἐπιθυμίαν κινοῦντα.

Ἀπόταξις μὲν πρώτη ἐστὶ κατάλειψις κοσμικῶν πραγμάτων ἑκούσιος τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν·

ἀπόταξις δὲ δευτέρα ἀπόθεσις κακίας χάριτι Θεοῦ καὶ σπουδῇ τοῦ ἀνθρώπου προσγινομένη·

ἀπόταξις δὲ τρίτη ἐστὶ χωρισμὸς ἀγνοίας τῶν πεφυκότων ἐμφανίζεσθαι τοῖς ἀνθρώποις κατ᾿ ἀναλογίαν τῆς καταστάσεως.

Δόξα οὖν καὶ φῶς τοῦ νοός ἐστιν ἡ γνῶσις, δόξα δὲ καὶ φῶς ζωῆς ἡ ἀπάθεια.

Ψυχὴ δὲ ἡ τὴν πρακτικὴν σὺν Θεῷ κατορθώσασα καὶ λυθεῖσα τοῦ σώματος, ἐν ἐκείνοις γίνεται τοῖς τῆς γνώσεως τόποις, ἐν οἷς αὐτὴν τὸ τῆς ἀπαθείας πτερὸν καταπαύσει. = E 4.

Τερπνὰ μὲν τὰ διὰ τῶν αἰσθήσεων ἡμῖν προσπίπτοντα πράγματα· τερπνοτέρα δὲ πολλῷ μᾶλλον τούτων ἐστίν ἡ θεωρία, ἀλλ᾿ ἐπειδὴ μὴ φθάνει τὴν γνῶσιν ἡ αἴσθησις διὰ τὴν ἡμετέραν ἀσθέ-νειαν, αὐτὴ προτιμοτέρα εἶναι δοκεῖ τῆς μηδέπω παρούσης. = E6.

Ὥσπερ αἱ αἰσθήσεις ἀλλοιοῦνται διαφόρων ἀντιλαμβα-νόμεναι ποιοτήτων, οὕτω καὶ ὁ νοῦς ἀλλοιοῦται ποικίλαις θεωρίαις ἐνατενίζων ἀεί. = E 7.

Εἰ πᾶσα κακία ἐκ τοῦ λογιστικοῦ, ἐκ τοῦ ἐπιθυμητικοῦ, ἢ ἐκ τοῦ θυμικοῦ πέφυκε γίνεσθαι, ταύταις δὲ ταῖς δυνάμεσιν ἔστιν εὖ ἢ κακῶς χρήσασθαι, παρὰ τὴν χρῆσιν δηλονότι τούτων τῶν μερῶν ἐπισυμβαίνουσιν ἡμῖν αἱ κακίαι· εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐδὲν τῶν ὑπὸ Θεοῦ γεγονότων ἐστὶ πονηρόν. = E 8.

Ὥσπερ ὁ κρυπτόμενος ἀστὴρ τοῦ κρύπτοντος αὐτὸν ἀστέρος ἀνώτερος ἀποδείκνυται, οὕτως ὁ μᾶλλον πρᾳῢς τοῦ ἧττον πρᾳέος ἐν τῷ αἰῶνι τῷ μέλλοντι ὑψηλότερος εὑρεθήσεται. = E 9.

Τοὺς ἀνελεήμονας μετὰ θάνατον ἀνελεήμονες ὑποδέχονται δαίμονες, τοὺς δὲ μᾶλλον ἀνελεήμονας οἱ μᾶλλον τούτων ἀπανθρω-πότεροι. Εἰ δὲ τοῦτο οὕτως ἔχει, λέληθεν ἄρα τοὺς ἑαυτοὺς ἐκ τοῦ σώματος ὑπεξάγοντας, ὁποῖοι αὐτοῖς μετὰ τὴν ἔξοδον ὑπαντιάζουσι δαίμονες· καὶ γὰρ λόγος ἐστὶ μηδένα τῶν βουλήσει Θεοῦ ἐξιόντων τοῖς τοιούτοις παραδίδοσθαι δαίμοσιν. = E 10.

Οἴκου μὲν εἰκόνα σώζει τὸ σῶμα τὸ τῆς ψυχῆς, αἱ δὲ αἰσθήσεις θυρίδων ἐπέχουσι λόγον, δι᾿ ὧν παρακύπτων ὁ νοῦς βλέπει τὰ αἰσθητά. = E13.

Οὐ πάντων οὖν ἐστι τὸ λέγειν· ἔκβαλλε ἐκ φυλακῆς τὴν ψυχήν μου ἀλλὰ τῶν δυναμένων διὰ καθαρότητα ψυχῆς καὶ χωρὶς τοῦ σώματος τούτου τῇ θεωρίᾳ τῶν γεγονότων ἐπιβάλλειν. = E13.

Ὁ θυμὸς μὲν ταρασσόμενος τὸν ὁρῶντα τυφλοῖ, ἐπιθυμία δὲ ἀλόγως κινουμένη τὰ ὁρώμενα πράγματα κρύπτει. = E14.

Ὁ τὸν νοητὸν κόσμον ἐν ἑαυτῷ περιφέρων τυπούμενον, παύεται μὲν ἁπάσης ἐπιθυμίας φθαρτῆς· αἰσχύνεται δὲ ἐπὶ τούτοις λοιπὸν ἐφ᾿ οἷς πρότερον ἥδετο, τοῦ λογισμοῦ πολλάκις ἐγκαλοῦντος αὐτῷ τὰ τὴς προτέρας ἀναισθησίας. = E15.

Ὁ νοῦς μὲν κεφαλὴ τῆς ψυχῆς ὀνομάζεται, αἱ δὲ ἀρεταὶ τριχῶν ἐπέχουσι λόγον, ὧν στερηθεὶς Ναζιραῖος, τῆς γνώσεώς τε χω-ρίζεται καὶ δέσμιος ὑπὸ τῶν πολεμίων ἀπάγεται. = E 17.

Ὥσπερ νῦν μὲν διὰ τῶν αἰσθήσεων τοῖς αἰσθητοῖς ἐπι-βάλλομεν πράγμασιν, ὕστερον δὲ καθαρθέντες, καὶ τοὺς λόγους τούτων ἐπιγινώσκομεν· οὕτω πρότερον μὲν ὀψόμεθα αὐτὰ τὰ πράγματα, ἐπὶ πλεῖον δὲ καθαρθέντες, καὶ τὴν περὶ αὐτῶν θεωρίαν εἰσόμεθα, μεθ’ ἣν ἔστι γνῶναι λοιπὸν καὶ αὐτὴν τὴν ἁγίαν Τριάδα. = E 18.

Τὰ πράγματα ὡς ἔχει φύσεως ἢ νοῦς καθαρὸς ὁρᾷ, ἢ λόγος πνευματικὸς σαφῶς παρίστησιν· ὁ δὲ ἀμφοτέρων ἐστηρημένος πρὸς κακηγορίαν χωρήσει τοῦ συγγράφεως. = E 2.

Ἀρετὴ δέ ἐστιν ἕξις ἀρίστη ψυχῆς λογικῆς, καθ᾿ ἣν δυσκί-νητος γίνεται πρὸς κακίαν. = E 24.

Εἰ αἰσθητοὶ λόγοι ἐν τῷ αἰῶνι τῷ μέλλοντι παριστῶσι τὰ πράγματα οἱ σοφοὶ δηλονότι τοῦ αἰῶνος τούτου λήψονται τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ δὲ καθαρότης ὁρᾷ διανοίας καὶ λόγος σημαίνει ταύτην κατάλληλος, μακρὰν οἱ σοφοὶ γενήσονται τῆς γνώσεως τοῦ Θεοῦ. = E 19.

Πολλὰ πάθη κέκρυπται ἐν ταῖς ψυχαῖς ἡμῶν, ἅπερ λαν-θάνοντα ἡμᾶς οἱ ὀξύτεροι τῶν πειρασμῶν φανεροῦσι, καὶ δεῖ πάσῃ φυλακῇ τηρεῖν τὴν καρδίαν, μήποτε παραφανέντος ἐκείνου τοῦ πράγ-ματος, πρὸς ὃ τὸ πάθος κεκτήμεθα, συναρπασθέντες ἐξαίφνης ὑπὸ δαιμόνων, δράσωμέν τι τῶν ἀπηγορευμένων παρὰ Θεοῦ. = E 22.

Ὁ νοῦς τὸ τηνικαῦτα ἐπιβάλλει τοῖς νοητοῖς, ὁπηνίκα ἂν μηκέτι ποιῶται τοῖς ἀπὸ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς λογι-σμοῖς. = E 23.

Στεῖρά ἐστι ψυχὴ λογικὴ ἡ πάντοτε μανθάνουσα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν βουλομένη· = E 24.

Ὥσπερ οἱ τὰς ὄψεις κεκαθαρμένοι καὶ τῷ ἡλίῳ ἐνα-τενίζοντες εἰς δάκρυά τε προσπίπτουσι καὶ τὸν ἀέρα ποικίλοις χρώ-μασι κεκραμένον ὁρῶσιν, οὕτω καὶ ὁ καθαρὸς νοῦς ὑπὸ ὀργῆς ταρασσόμενος περιδράξασθαι τῆς θεωρίας ἀδυνατεῖ καὶ νεφέλας τινὰς περιπετομένας τοῖς πράγμασιν ὁρᾷ. = E 25.

Ὁ ἐν τῇ διανοίᾳ κόσμος κτιζόμενος μεθ’ ἡμέραν μὲν δυσ-διάγνωστος εἶναι δοκεῖ, τῶν αἰσθήσεων περισπωσῶν τὸν νοῦν, καὶ τοῦ αἰσθητοῦ φωτὸς περιλάμποντος· νύκτωρ δὲ ἔστιν ἰδεῖν αὐτὸν περιφανῶς κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐκτυπούμενον.

Εἰ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων τὸ λογιστικὸν μέρος ἐστὶ τιμιώτατον, τοῦτο δὲ μόνον τῇ σοφίᾳ ποιοῦται, προτέρα ἂν εἴη πασῶν τῶν ἀρετῶν ἡ σοφία· ταύτην γὰρ καὶ υἱοθεσίας πνεῦμα ὁ σοφὸς ἡμῶν διδάσκαλος εἴρηκεν.

Ὅταν ἀδυνατήσωσι δαίμονες κινῆσαι λογισμοὺς γνωστικῷ, τὸ τηνικαῦτα τῶν ὀφθαλμῶν αὐτοῦ δράσσονται καὶ τούτους πάνυ καταψυχρώσαντες εἰς βαρύτατον αὐτοὺς ὕπνον καθέλκουσι· ψυχρὰ γὰρ πάντα τὰ τῶν δαιμόνων σώματα καὶ κρυστάλλῳ παρεμφερῆ.