Σχόλια εἰς τὰς Παροιμίας Evagrius Ponticus edited by Paul Géhin

Géhin, Paul. Scholies aux Proverbes. Paris: Éditions du Cerf, 1987.

Transcribed February 2013 by Joel Kalvesmaki, corrected against volume owned by Dumbarton Oaks Research Library and Collection.

Only the main Greek text relevant to the Kephalaia gnostika has been transcribed. Footnotes, apparatus, translation, etc. have been omitted.

Fragments of the Kephalaia Gnostika preserved in Evagrius's scholia on the Proverbs tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus tag:textalign.net,2015:stylesheet:convert-tan2018-to-tan2020 Converter from TAN 2018 to TAN 2020 tag:textalign.net,2015:stylesheet:convert-tan2017-to-tan2018 Stylesheet to populate a TAN-A-div file from collections. Moved file; cleaned tags Added new fragment for KG 3.38 Removed extraneous TEI attributes. Removed reference marks; normalized line-end hyphenation. Adapted for inclusions Revised to support compact syntax. Corrected metadata in preparation for public release. Started TAN-TEI file. TAN file updated to 2018 schemas. Converted from 2018 to 2020 schemas.

Πύλας δὲ δυναστῶν τὰς ἀρετὰς τῶν σοφῶν λέγει·

Ἦν ὅτε οὐκ ἦν κακία καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. Πείθει δέ με καὶ οὗτος παρ’ ὀλίγον καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς καὶ ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν κρινόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς. Τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς.

Ἦν ὅτε οὐκ ἦν κακία καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. Πείθει δέ με καὶ οὗτος παρ’ ὀλίγον καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς καὶ ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ τὴν κακίαν κρινόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς. Τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς.

Εἰ «θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν», ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστον ἄρα ὁ θυμός, ἀκολάστους τοὺς ἀνθρώπους ποιῶν, καὶ ὑβριστικὸν ἡ ὀργή· αὕτη γὰρ ἡ μέθη ἀπὸ ζέοντος τοῦ θυμοῦ πέφυκε γίνεσθαι. Εἰ δὲ οἴνου οἱ ναζιραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς ναζιραίους ἐκτὸς εἶναι νενομοθέτηται.

Εἰ δὲ «θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν», ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστος ἄρα ὁ θυμός, ἀκολάστους ποιῶν τοὺς ἀνθρώπους, καὶ ὑβριστικὸν ἡ ὀργή· γίνεται ἀπὸ ζέοντος τοῦ θυμοῦ. Οἴνου δὲ ἀπεχόμενοι ναζιραῖοι ἐκτὸς εἶναι θυμοῦ προσετάττοντο.

Αἱ πύλαι τῶν σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταὶ δι‘ ὧν εἰσέρχεται σοφία θεοῦ.

Πύλαι δὲ τῶν σοφῶν αἱ πρακτικαὶ ἀρεταὶ δι’ ὧν εἰσέρχε­ται σοφία θεοῦ.

Πῶς οὖν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· «ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ»; Ἢ ἄλλο μέν ἐστι τιμωρία, ἄλλο δὲ κρίσις. Καὶ τιμωρία μέν ἐστιν στέρησις ἀπαθείας καὶ γνώσεως θεοῦ μετ' ὀδύνης σωματικῆς· κρίσις δέ ἐστιν γένεσις αἰῶνος κατ' ἀναλογίαν ἑκάστῳ τῶν λογικῶν σώματα διανέμοντος.

Πῶς οὖν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· «ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ»; Ἢ ἄλλο μέν ἐστι τιμωρία, ἄλλο δὲ κρίσις. Καὶ τιμωρία μέν ἐστιν στέρησις ἀπαθείας καὶ γνώσεως θεοῦ μετ' ὀδύνης σωματικῆς· κρίσις δέ ἐστιν γένεσις αἰῶνος κατ' ἀναλογίαν ἑκάστῳ τῶν λογικῶν σώματα διανέμοντος.