Transcribed February 2013 by
Only the main Greek text relevant to the Kephalaia gnostika has been transcribed. Footnotes, apparatus, translation, etc. have been omitted.
No corrections were found to be needed.
Transcription should reflect the original.
ἀστέρος ἀνώτερος ἀποδείκνυται, οὕτως ὁ μᾶλλον πραῢς τοῦ ἧττον
πραέος ἐν τῷ αἰῶνι τῷ μέλλοντι ὑψηλότερος εὑρεθήσεται.
Τοὺς ἀνελεήμονας μετὰ τὸν θάνατον ἀνελεήμονες
ὑποδέχονται δαίμονες, τοὺς δὲ μᾶλλον ἀνελεήμονας οἱ μᾶλλον
τούτων ἀπανθρωπότεροι. Εἰ δὲ τοῦτο οὕτως ἔχει, λέληθεν ἄρα
τοὺς ἑαυτοὺς ἐκ τοῦ σώματος ὑπεξάγοντας, ὁποῖοι αὐτοῖς μετὰ τὴν
ἔξοδον ὑπαντιάζουσι δαίμονες· καὶ γὰρ λόγος ἐστὶ μηδένα τῶν βουλή
σει θεοῦ ἐξιόντων τοῖς τοιούτοις παραδοθῆναι δαίμοσιν.
Οὐ δυνατὸν ἐν τῷ μέλλοντι φυγεῖν τινα τὴν
ἑαυτοῦ φυλακήν· οὐκ ἐξελεύσεται γὰρ ἐκεῖθεν, φησίν, μὴ τὸ τοῦ
ἐσχάτου κοδράντου ἀποθέμενος πάθος.
Ἐν τῷ μέλλοντι αἰῶνι θυμώδης ἄνθρωπος ἀγγέλοις οὐ
συναριθμηθήσεται οὐδὲ ἀρχήν τινα πιστευθήσεται· οὐδὲ γὰρ
θεωρήσει διὰ τὸ πάθος καὶ ῥᾳδίως ἀγανακτήσει ἐπὶ τοῖς ἀρχομέ
δὲ ἀγγελικῆς καταστάσεως ἀλλότρια.
Νοῦς παθῶν γυμνωθεὶς ὅλος φωτοειδὴς γίνεται ὑπὸ τῆς
θεωρίας τῶν γεγονότων καταλαμπόμενος.
Οἱ ἅγιοι ἄγγελοι τοὺς μὲν λόγῳ παιδεύουσιν, τοὺς δὲ
δι’ ἐνυπνίων ἐπιστρέφουσιν, τοὺς δὲ νυκτερινοῖς σωφρονίζουσιν
φόβοις καὶ ἄλλους πληγαῖς πρὸς τὴν ἀρετὴν ἐπανάγουσιν.