Fragments of the Kephalaia Gnostika published in 2000 by Furrer-Pilliod tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus Started file Added comments that supply refs to F-P's edition Needs proofreading.
ἀγένητόν ἐστιν οὗ κατ’ οὐσίαν ὑπάρχοντος οὐδὲν προεπινενόηται τῶν ὄντων
αἴσθησίς ἐστιν δύναμις καθ' ἣν εἰώθαμεν ἀντιλαμβάνεσθαι τῶν ὑλῶν
αἰσθητήριον δὲ τὸ ὄργανον, ἐν ᾧ καθίδρυται αὕτη
αἰσθητικὸν δὲ τὸ ζῷον αὑτὸ τὸ κεκτημένον τὰς αἰσθήσεις
αἰσθητὸν δὲ τὸ πεφυκὸς ταῖς αἰσθήσεσιν ὑποπίπτειν· ὑποπιπτει δὲ ταῖς αἰσθήσεσιν χρῶμα καὶ σχῆμα καὶ ὄγκος καὶ πηλικότης καὶ ἀντιτυπία καὶ ψόφοι καὶ ἀτμοὶ καὶ χυμοί, λειότης, τραχύτης καὶ τὰ τοιαῦτα
ἀρετή ἐστιν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ' ἣν δυσκίνητος γίνεται πρὸς κακίαν
ἄζυμα νοητά ἐστιν ἕξις ἀρίστη λογικῆς ψυχῆς ἐξ ἀρετῶν καθαρῶν καὶ δογμάτων ἀληθῶν συνεστῶσα
ἀγάπη ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ' ἣν οὐδὲν τῆς τοῦ Θεοῦ γνώσεως προτιμᾷ
ἀστέρες εἰσὶ νοητοὶ λογικαὶ φύσεις τοὺς ἐν ἀγνοίᾳ ὄντας φωτίζειν πεπιστευμέναι
ἀλλόφυλός ἐστι νοητὸς ὁ τοῖς ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας ὀδεύουσιν ἀνθιστάμενος
ἄγονος ἐστι νοῦς πνευματικῆς διδασκαλίας ἐστερημένος· ἢ νοῦς ἀπορῶν πνευματικῶν σπερμάτων σπειρομένων εἰς τὸ πνεῦμα τὸ ἅγιον
βέλος ἐστὶ νοητὸν τὸ πρῶτον ἐκ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς συνιστάμενον νόημα
γεννητὸν ἐστὶ τὸ ἔκ τινος ὡς ἐκ πατρὸς γεννηθἐν· γεννητὸν δὲ τὸ ἔκ τινος ὡς δημιουργοῦ ποιηθέν
γέννησις Χριστοῦ ἐστιν ἀναγέννησις τοῦ ἔσω ἡμῶν ἀνθρώπου, ὃν ὁ Χριστὸς ὡς ἀγαθὸς οἰκοδόμος ἐπὶ τὸν ἀκρογωνιαῖον αὐτοῦ λίθον ἐν τῇ τοῦ σώματος αὐτοῦ οἰκοδομῇ θεμελιώσας ἐπῳκοδόμησεν
γνόφος ἐστὶ νοητὸς θεωρία πνευματικὴ τοὺς περὶ κρίσεως καὶ προνοίας τῶν ἐπὶ γῆς περιέχουσα λόγους
δαίμων ἐστὶ φύσις λογικὴ δι’ ἐπικρατείας θυμοῦ πρακτικῆς ἐκπεσοῦσα
ζώνη ἐστιν ἀρχιερατική πραΰτης τοῦ θυμικοῦ τὸ ἡγεμονικὸν περισφίγγουσα
ἥλιός ἐστι νοητός, φύσις λογικὴ τὸ πρῶτον καὶ μακάριον φῶς ἐν ἑαυτῇ περιφέρουσα
θάνατός ἐστι Χριστοῦ ἐνέργεια μυστικὴ τοὺς ἠλπικότας ἐν τῇ ζωῇ ταύτῃ πρὸς τὴν αἰώνιον ζωὴν ἐπανάγουσα
θυσία πνευματική ἐστι συνειδὸς καθαρὸν ἐπὶ τὴν κατάστασιν τοῦ νοῦ ὡς ἐπὶ τὸ θυσιαστήριον κείμενον
κενόδοξος ἐστιν ὁ πρὸ τῆς ἀπαθείας θέλων ὑπὸ τῶν ἀνθρώπων δοξάζεσθαι ἐπὶ τοῖς πεφυκόσι γίνεσθαι δι' ἀπάθειαν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ
κλείς ἐστι τῆς βασιλείας τῶν οὐρανῶν, χάρισμα πνευματικὸν τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς μερικῶς λόγους ἀποκαλύπτον
κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν Κυρίου κινουμένη
λόβος ἥπατός ἐστι τὸ πρῶτον ἐκ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς συνιστάμενον νόημα
μονογενής ἐστιν οὗ ἄλλος οὐ προετέχθη, καὶ μεθ’ ὃν ἕτερος οὐ γέγονεν
μυστήριόν ἐστι θεωρία πνευματικὴ τὴν τῶν πολλῶν κατάληψιν διαφεύγουσα
μοχλός ἐστι νοητὸς αὐτεξουσιότης ἄκαμπος δι' αὐτὸ τὸ καλόν
μάχαιρά ἐστι πετρίνη διδασκαλία τοῦ σωτήρος ἡμῶν Χριστοῦ τὸν ὑπὸ τῶν παθῶν καλυπτόμενον νοῦν δογματικῶς περιτέμνουσα
νοῦς τέλειός ἐστιν ὁ τὴν οὐσιώδη γνῶσιν ῥαδίως δυνάμενος ὑποδέξασθαι
νοῦς ἐστιν ὁ τῆς ἁγίας τριάδος θεατής
νοῦς ἄγονός ἐστι πνευματικῆς διδασκαλίας ἐστερημένος· ἢ νοῦς ἀπορῶν πνευματικῶν σπερμάτων σπειρομένων εἰς τὸ πνεῦμα τὸ ἅγιον
ναός ἐστι νοητὸς νοῦς καθαρὸς τὴν πολυποίκιλον τέως σοφίαν τοῦ Θεοῦ καθιδρυμένην ἔχων ἐν ἑαυτῷ
ναὸς δἐ Θεοῦ ὁ τῆς ἁγίας μονάδος θεατής
νεφέλη ἐστὶ νοητὴ φύσις λογικὴ τοὺς ὑποδεεστέρους παρὰ Θεοῦ ποτίζειν πεπιστουμένη
ὄρος ἐστὶ νοητὸν θεωρία πνευματικὴ εἰς ὕψος ἀνεγηγερμένη δυσπρόσιτον, ἐφ' ἧς ὁ νοῦς γεγονὼς τῶν κατωτέρων πραγμάτων τοὺς λόγους ἀποσκοπεύει
ὁδός ἐστι νοητὴ κατάστασις ἀρίστη λογικῆς ψυχῆς ἐφ' ἡς ὁ νοῦς τὴν πορείαν ποιούμενος ἁπαντᾷ τε τοῖς πράγμασιν καὶ τοὺς λόγους τούτων ἐπιγινώσκει
πίστις ἐστὶν ἡ ὑγιὴς ψυχῆς διάθεσις ἢ ὑπόληψις ἑκούσιος· ἢ “ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων”· ἐνδιάθετον ἀγαθὸν πρὸς τὴν μέλλουσαν ποδηγοῦν ἡμᾶς μακαριότητα
πρωτότοκός ἐστιν, οὗ ἄλλος οὐ προετέχθη καὶ μεθ' οὗ οὐ γεγόνασιν ἕτεροι
πίστις ἐστὶν ἐνδιάθετον ἀγαθὸν πρὸς τὴν μέλλουσαν ποδηγοῦν ἡμᾶς μακαριότητα
πόλις ἐστὶ νοητὴ νοερὰς περιέχουσα φύσεις
πρωτότοκός ἐστιν ἐκ νεκρῶν ὁ ἀναστάς ἐκ νεκρῶν, καὶ πρῶτος φορήσας σῶμα πνευματικόν
περιτομή ἐστι νοητὴ ἀπόθεσις παθημάτων ἑκούσιος τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν
πέταλόν ἐστι νοητόν γνῶσις ἀληθὴς τῆς ἁγίας τριάδος
περισκέλιον ἐστι νοητὸν νέκρωσις τοῦ ἐπιθυμητικοῦ τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν
ποδήρης ἐστὶ νοητὸς δικαιοσύνη ψυχῆς καθ' ἣν εἴωθεν ἄμεμπτος ἐν πράξει καὶ δόγμασι χρηματίζειν ἄνθρωπος
περικεφαλαία ἐστὶ νοητὴ γνῶσις πνευματικὴ τὸ λογικὸν μέρος της ψυχῆς διαφυλάττουσα ἀνεπιβούλευτον
πρόσφατός ἐστι θεὸς ὁ μηδὲν οὐσιῶσαι δυνάμενος, ἢ ὁ τῇ κακίᾳ πεποιωμένος
πρακτικὸς μέν ἐστι στρατιώτης φρονήσεως· γνωστικὸς δὲ σοφίας ὑπασπιστής
πύλαι εἰσὶ νοηταὶ ἀρεταὶ ψυχῆς λογικῆς διὰ πρακτικῆς καὶ δυνάμεως κατασκευασθεῖσαι Θεοῦ
ῥομφαία ἐστὶ νοητὴ λόγος πνευματικὸς σῶμα χωρίζων ἀπὸ ψυχῆς, ἢ κακίαν καὶ ἀγνωσίαν
ῥαφαίτης ἐστὶ νοητὸς ὁ τοὺς εἰσελθόντας εἰς τὴν γῆν τῆς ἐπαγγελίας πάλιν ἐξελθεῖν βιαζόμενος
σελήνη ἐστὶ νοητὴ φύσις λογικὴ πρὸς τοῦ ἡλίου τῆς δικαιοσύνης φωτιζομένη
στέαρ ἐστὶ νοητὸν ἡ ἐκ τῆς κακίας τῷ ἡγεμονικῷ παχύτης ἐπισυμβαίνουσα
σάββατόν ἐστιν ἠρεμία ψυχῆς λογικῆς, καθ’ ἣν πέφυκε μὴ ὑπερβαίνειν τοὺς τῆς φύσεως ὅρους
σταύρωσίς ἐστι Χριστοῦ νέκρωσις τοῦ παλαιοῦ ἡμῶν ἀνθρώπου, ἢ καὶ λύσις τῆς ἡμῶν κατακρίσεως, καὶ ἐγκατάλειψις εἰς ζωὴν ἐπανάγουσα
τεῖχός ἐστι νοητὸν ἀπάθεια ψυχῆς λογικῆς ἀπρόσιτος δαίμοσιν
ὑποδύτης ἐστὶ νοητὸς γνῶσις άπόρρητος τῶν τοῦ Θεοῦ μυστηρίων
ὑποταγή ἐστι φύσεως λογικῆς ἡ πρὸς τὴν γνῶσιν τὴν τοῦ Θεοῦ ἑκούσιος συγκατάθεσις
ὑποταγή ἐστιν ἀδυναμία φύσεως λογικῆς μὴ ὑπερβαινούσης τοὺς τῆς οἰκείας κατὰ στάσεως ὅρους· οὕτω γὰρ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ κατὰ τὸν Παῦλον
φυγαδευτήριόν ἐστι σῶμα πρακτικὸν ἐμπαθοῦς ψυχῆς ἀπὸ τῶν κυκλούντων αὐτὴν δαιμόνων ῥυόμενος
Χριστός ἐστιν ὁ ἐξ οὐσιώδους γνώσεως καὶ ἀσωμάτου καὶ σωματικῆς φύσεως ἡμῖν ἐπιφανείς· ὁ δὲ λέγων δύο Χριστούς, ἢ δύο υἱούς, ὅμοιός ἐστι τῷ λέγοντι τὴν σοφίαν καὶ τὸν σοφὸν δύο σοφοὺς καὶ δύο σοφίας
ψαλτήριον ἐστι νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως
ψυχή ἐστιν ἀτελὴς ἧς ἡ παθητικὴ δύναμις πρὸς τὰ μάταια νένευκεν
ψυχή τελεία ἐστίν, ἧς ἡ παθητικὴ δύναμις ἐνεργεῖ κατὰ φύσιν