</titleStmt> <publicationStmt> <p/> </publicationStmt> <sourceDesc> <p/> </sourceDesc> </fileDesc> </teiHeader> <head xmlns="tag:textalign.net,2015:ns"> <name xml:lang="eng">Fragments of the Reflections (Skemmata) preserved in Barb. Gr. 515, edited by Muyldermans</name> <master-location href="https://raw.githubusercontent.com/Arithmeticus/TAN-Evagrius/master/cpg2433/cpg2433.grc.1931.muyldermans.barb-gr-515.xml"/> <license which="by_4.0" licensor="kalvesmaki"/> <work which="Skemmata"/> <vocabulary> <IRI>tag:kalvesmaki.com,2014:tan-key:evagrius</IRI> <name>General keywords associated with the TAN collection for Evagrius of Pontus</name> <location href="../TAN-voc/evagrius.TAN-voc.xml" accessed-when="2022-01-07"/> </vocabulary> <source which="Muyldermans 1931a"/> <vocabulary-key> <person xml:id="kalvesmaki" which="Joel Kalvesmaki"/> </vocabulary-key> <file-resp who="kalvesmaki"/> <resp roles="editor" who="kalvesmaki"/> <change when="2022-01-23" who="kalvesmaki">Started file</change> <to-do/> </head> <text> <body xml:lang="grc"> <div type="section" n="2"> <ab>Εἴ τις βούλοιτο ἰδεῖν τὴν τοῦ νοῦ κατάστασιν, στερησάτω ἑαυτὸν πάντων τῶν νοημάτων, καὶ τότε ὄψεται ἑαυτὸν σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ· τοῦτο δὲ ποιῆσαι ἄνευ ἀπαθείας, τῶν ἀσυνάτων ἐστί· Θεοῦ γὰρ χρεία συνεργοῦντος τοῦ ἀναπνέοντος αὐτῷ τὸ συγγενὲς φῶς:- </ab> </div> <div type="section" n="3"> <ab> Ἀπάθειά ἐστι κατάστασις ἠρεμαῖα ψυχῆς λογικῆς, ἐκ πραύτητος καὶ σωφροσύνης συνισταμένη:-</ab> </div> <div type="section" n="4"> <ab>Οὐ κατάστασίς ἐστιν ὕψος νοητὸν οὐρανίῳ χρώματι παρεμφερές· ᾧ καὶ τὸ τῆς ἁγίας Τριάδος κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐπιγίνεται φῶς:-</ab> </div> <div type="section" n="6"> <ab>Θυμιατήριόν ἐστι νοῦς καθαρὸς κατὰ τὸν καιρὸν τῆς προσευχῆς, μὴ ἐφαπτόμενος πράγματος αἰσθητοῦ:-</ab> </div> <div type="section" n="9"> <ab>Κυνικός ἐστι νοῦς θεωρητικὸς διὰ τῆς κινήσεως τοῦ θυμοῦ, πάντας ἀποδιώκων τοὺς ἐμπαθεῖς λογισμούς:-</ab> </div> <div type="section" n="10"> <ab>Κυνικός ἐστι νοῦς <milestone unit="folio" n="57v"/>πρακτικὸς, πάντας τοὺς ἀδίκους καθυλακτῶν λογισμούς:-</ab> </div> <div type="section" n="11"> <ab>Παιδεία ἐστὶν ἄρνησις ἀσεβείας καὶ κοσμικῶν ἐπιθυμιῶν:-</ab> </div> <div type="section" n="16"> <ab> Νοῦς ἐστι πρακτικὸς, ὁ τοῦ κόσμου τούτου ἀπαθῶς ἀεὶ δεχόμενος τὰ νοήματα:-</ab> </div> <div type="section" n="17"> <ab> Τέσσαρες τρόποι εἰσὶ δι' ὧν ὁ νοῦς λαμβάνει νοήματα· καὶ πρῶτος μὲν τρόπος, ὁ διὰ τῶν ὀφθαλμῶν· δεύτερος, ὁ διὰ τῆς ἀκοῆς· τρίτος, ὁ διὰ τῆς μνήμης· τέταρτος, ὁ διὰ τῆς κράσεως· καὶ διὰ μὲν τῶν ὀφθαλμῶν, μορφοῦντα μόνον λαμβάνει νοήματα· διὰ δὲ τῆς ἀκοῆς, καὶ μορφοῦντα καὶ μὴ μορφοῦντα, τῷ τὸν λόγον σημαίνειν πράγματα αἰσθητὰ καὶ θεωρητά· ἡ δὲ μνήμη καὶ ἡ κράσις ἀκολουθοῦσι τῇ ἀκοῇ· ἑκάτερα γὰρ μορφοῦσι τὸν νοῦν καὶ οὐ μορφοῦσι μιμούμενα τὴν ἀκοήν:-</ab> </div> <div type="section" n="19"> <ab>Ἐπειδὴ ἐκ τῶν πέντε αἰσθήσεων λαμβάνει ὁ νοῦς λογισμοὺς, τηρητέον ἐκ ποίας μᾶλλον γίνονται χαλεπώτεροι· φανερὸν μὲν οὖν ὅτι ἐκ τῆς ἀκοῆς, εἴγε καὶ λυπηρὸς λόγος ταράσσει καρδίαν ἀνδρὸς, κατὰ τὴν παροιμίαν:-</ab> </div> <div type="section" n="21"> <ab>Τῶν πειρασμῶν οἱ μὲν ἡδονάς· οἱ δὲ λύπας· οἱ δὲ ὀδύνας σωματικὰς τοῖς ἀνθρώποις προσάγουσιν:-</ab> </div> <div type="section" n="23"> <ab> Οὐκ ἂν ἴδοι ὁ νοῦς τὸν τοῦ Θεοῦ τόπον ἐν ἑαυτῷ, <milestone unit="folio" n="58r"/>μὴ πάντων τῶν ἐν τοῖς πράγμασι νοημάτων ὑψηλότερος γεγονώς· οὐ γενήσεται δὲ ὑψηλότερος, μὴ τὰ πάθη ἀπεκδυσάμενος τὰ συνδεσμοῦντα αὐτὸν διὰ τῶν νοημάτων τοῖς πράγμασι τοῖς αἰσθητοῖς· καὶ τὰ μὲν πάθη ἀποθήσεται διὰ τῶν ἀρετῶν, τοὺς δὲ ψιλοὺς λογισμοὺς διὰ τῆς πνευματικῆς θεωρίας· καὶ ταύτην πάλιν, ἐπιφανέντος αὐτῷ τοῦ φωτός.</ab> </div> <div type="section" n="25"> <ab>Παρὰ δὲ τοῦ ἁγίου Δαυὶδ σαφῶς μεμαθήκαμεν τίς ὁ τόπος τοῦ Θεοῦ· ἐγενήθη γάρ, φησὶν, ἐν εἰρήνῃ ὁ τόπος τοίνυν αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών· τόπος τοίνυν ἐστὶ Θεοῦ, ψυχὴ λογική· κατοικητήριον δὲ νοῦς φωτοειδὴς τὰς κοσμικὰς ἐπιθυμίας ἀρνησάμενος, τοὺς τὴς γῆς λόγους ἀποσκοπεύειν δεδιδαγμένος:-</ab> </div> <div type="section" n="34"> <ab>Νοῦς ἐστι ναὸς τῆς ἁγίας Τριάδος:-</ab> </div> <div type="section" n="35"> <ab>Νοῦς ἐνσώματός ἐστιν, ὁ πάντων τῶν αἰώνων θεατής:-</ab> </div> <div type="section" n="36"> <ab>Νοῦς ἀκάθαρτός ἐστιν, ὁ ἐγκρονίζων μετὰ πάθους ψεκτοῦ τοῖς πράγμασι τοῖς αἰσθητοῖς:-</ab> </div> <div type="section" n="29"> <ab>Ψυχή ἐστιν ὑπόσχεσις ἀγαθῶν ἑκούσιος:-</ab> </div> <div type="section" n="26"> <ab> Προσευχή ἐστι κατάστασις νοῦ, φθαρτικὴ <milestone unit="folio" n="58v"/>παντὸς ἐπιγείου νοήματος· </ab> </div> <div type="section" n="27"> <ab> ὑπὸ φωτὸς μόνου γινομένη τῆς ἁγίας Τριάδος:-</ab> </div> <div type="section" n="28"> <ab> Δέησίς ἐστιν ὁμιλία νοῦ πρὸς Θεὸν μεθ' ἱκεσίας, βοήθειαν ἢ αἴτησιν ἀγαθῶν περιέχουσα:-</ab> </div> <div type="section" n="30"> <ab>Ἔντευξίς ἐστι παράκλησις ὑπὸ μείζονος προσαγομένη Θεῷ περί σωτηρίας ἑτέρων:-</ab> </div> <div type="section" n="32"> <ab>Γνωστικός ἐστιν αὐθημερινὸς μίσθιος:-</ab> </div> <div type="section" n="33"> <ab>Πρακτικός ἐστι μισθωτὸς, ἀναμένων τὸν μισθὸν αὐτοῦ:-</ab> </div> <div type="section" n="38"> <ab>Καὶ ὁ ἐν τῷ κατὰ διάνοιαν κόσμῳ συνισταμένῳ εὐσεβῶς καὶ δικαίως πολιτευόμενος:-</ab> </div> <div type="section" n="39"> <ab>Θεωρητικός ἐστιν, ὁ πλάττων τὸν αἰσθητὸν κόσμον κατὰ διάνοιαν, τῆς αὐτοῦ μόνον γνώσεως ἕνεκεν:-</ab> </div> <div type="section" n="8"> <ab> Θυμός ἐστι δύναμις ψυχῆς, φθαρτικὸς λογισμῶν:-</ab> </div> <div type="section" n="15"> <ab>Ἄνθρωπός ἐστι πρακτικὸς, ὁ τοῖς παρὰ Θεοῦ δοθεῖσι κεχρημένος ὀρθῶς:-</ab> </div> <div type="section" n="13"> <ab> Λογισμὸς δαιμονιώδης ἐστὶν εἰκὼν τοῦ αἰσθητοῦ ἀνθρώπου, συνισταμένη κατὰ διάνοιαν, μεθ' ἧς ὁ νοῦς κινούμενος ἐμπαθῶς λέγει τί ἢ πράττει ἀνόμως ἐν τῷ κρυπτῷ, πρὸς τὸ παρεμπεσὸν εἴδωλον <milestone unit="folio" n="59r"/>ἐκδιωχθεὶς ὑπ' αὐτοὺ:-</ab> </div> <div type="section" n="24"> <ab> Οἱ δαιμονιώδεις λογισμοὶ τὸν εὐώνυμον ὀφθαλμὸν τῆς ψυχῆς ἐκτυφλοῦσι, τὸν ἐπιβαλλοντα τῇ θεωρίᾳ τῶν γεγονότων:-</ab> </div> <div type="section" n="40"> <ab> Τῶν λογισμὼν οἱ μὲν, ὡς ζώοις ἡμῖν ἐπισυμβαίνουσιν· οἱ δὲ, ὡς ἀνθρώποις· καὶ ὡς ζώοις μὲν, ὅσοι ἀπὸ ἐπιθυμίας εἰσὶ καὶ θυμοῦ· ὡς ἀνθρώποις δὲ, ὅσοι ἀπὸ λύπης εἰσὶ καὶ καὶ κενοδοξίας και ὑπερηφανίας· οἱ δὲ ἐκ τῆς ἀκηδίας, καὶ ὡς ζώοις καὶ ὡς ἀνθρώποις μικτοὶ ὄντες:-</ab> </div> <div type="section" n="41"> <ab>Τῶν λογισμὼν οἱ μὲν ἡγοῦνται, οἱ δὲ ἕπονται· καὶ ἡγοῦνται μὲν οἱ ἐκ τῆς ὑπερηφανίας, ἕπονται δὲ οἱ ἐκ τοῦ θυμοῦ:-</ab> </div> <div type="section" n="42"> <ab>Τῶν ἡγουμένων λογισμῶν οἱ μὲν πάλιν προηγοῦνται, οἱ δὲ ἕπονται· καὶ προηγοῦνται μὲν οἱ ἐκ τῆς γαστριμαργίας, ἕπονται δὲ οἱ τῆς πορνείας:-</ab> </div> <div type="section" n="43"> <ab>Τῶν ἑπομένων λογισμῶν τοῖς πρώτοις οἱ μὲν ἡγοῦνται, οἱ δὲ ἕπονται· καὶ ἡγοῦνται μὲν οἱ εκ τῆς λύπης, ἕπονται δὲ οἱ ἐκ τῆς ὀργῆς· εἴγε, κατὰ τὴν παροιμίαν, λόγος λυπηρὸς ἐγείρει ὀργάς:-</ab> </div> <div type="section" n="44"> <ab>Τῶν λογισμῶν οἱ μὲν ἄϋλοι εἰσίν· οἱ δὲ ὀλιγόϋλοι· οἱ δὲ πολύϋλοι· καὶ ἄϋλοι μὲν, οἱ ἀπὸ τῆς πρώτης ὑπερηφανίας· ὀλιγόϋλοι δὲ, <milestone unit="folio" n="59v"/>οἱ τῆς πορνείας· πολύϋλοι δὲ, οἱ τῆς κενοδοξίας:-</ab> </div> <div type="section" n="45"> <ab> Τῶν λογισμων οἱ μὲν, ἀπὸ χρόνου βλάπτουσιν· οἱ δὲ, ἀπὸ τῆς συγκαταθέσεως· οἱ δὲ, ἀπὸ τῆς κατ' ἐνέργειαν ἁμαρτίας· καὶ ἐκ τοῦ χρόνου μὲν μόνου, οἱ φυσικοί· ἐκ τοῦ χρόνου δὲ καὶ ἐκ τῆς ἐνεργείας, ἡ παρὰ φύσιν, ὅ τε δαιμονιώδης, καὶ ὁ τῆς κακῆς προαιρέσεως:-</ab> </div> <div type="section" n="46"> <ab>Τῷ λογισμῷ τῷ ἀγαθῷ δύο ἀντίκεινται λογισμοὶ, ὅ τε δαιμονώδης καὶ ὁ τῆς κακῆς προαιρέσεως· τῷ δὲ πονηρῷ, τρεῖς ἐκ φύσεως, ἐκ τῆς ὀρθῆς προαιρέσεως, ἐξ ἀγγέλου:-</ab> </div> <div type="section" n="47"> <ab> Τῶν λογισμῶν οἱ μὲν ἔξωθεν ἔχουσι τὰς ὕλας· οἱ δὲ τῆς πορνείας ἐκ τοῦ σώματος:-</ab> </div> <div type="section" n="48"> <ab> Τῶν λογισμῶν οἱ μὲν ἐκ τῆς ψυχῆς κινουμένης γεννῶνται· οἱ δὲ ἔξωθεν ὑπὸ δαιμόνων ἐγγίνονται:-</ab> </div> <div type="section" n="49"> <ab> Τῶν ἀκαθάρτων λογισμῶν οἱ μὲν, ἄδικον· οἱ δὲ, προσωπολήπτην· οἱ δὲ, ἀδύνατον· οἱ δὲ, ἀνελεήμονα δεικνύουσι τὸν Θεόν· ἄδικον μὲν, οἱ τῆς πορνείας καὶ κενοδοξίας· προσωπολήπτην δὲ, οἱ τῆς δευτέρας ὑπερηφανίας γινόμενοι λογισμοί· ἀδύνατον δὲ, οἱ τῆς πρώτης ὑπερηφανίας· ἀνελεήμονα δὲ, οἱ λοιποί:-</ab> </div> <div type="section" n="50"> <ab> Τῶν <milestone unit="folio" n="60r"/>λογισμῶν οἱ μὲν ὡς μοναχοῖς ἡμῖν ἐπισυμβαίνουσιν· οἱ δὲ ὡς κοσμικοῖς:-</ab> </div> <div type="section" n="51"> <ab> Παντὶ λογισμῷ ἕπεται ἡδονὴ χωρὶς τῶν τῆς λύπης λογισμῶν:-</ab> </div> <div type="section" n="52"> <ab>Τῶν λογισμῶν οἱ μὲν τάς φαντασίας ἔχουσι προτέρας τῶν ἰδίων γνώσεων· οἱ δὲ τὰς γνώσεις:-</ab> </div> <div type="section" n="53"> <ab>Πρῶτος πάντων λογισμός ἐστιν ὁ τῆς φιλαυτίας, μεθ' ὃν οἱ ὀκτώ:-</ab> </div> <div type="section" n="54"> <ab>Τῶν λογισμῶν οἱ μὲν ἐξ αἰτήσεως· οἰ δὲ ἐκ τοῦ κοινοῦ πολεμίου εἰσί:-</ab> </div> <div type="section" n="55"> <ab>Τῶν λογισμῶν οἱ μὲν μορφοῦσι τὴν διάνοιαν, οἱ δὲ οὐ μορφοῦσι· καὶ μορφοῦσι μὲν ὅσοι ἐξ ὁράσεως, οὐ μορφοῦσι δὲ ὅσοι ἐκ τῶν λοιπῶν αἰσθήσεων ἡμῖν ἐπισυμβαίνουσι:-</ab> </div> <div type="section" n="56"> <ab>Τῶν λογισμῶν οἱ μὲν εἰσὶ κατὰ φύσιν, οἱ δὲ παρὰ φύσιν· καὶ παρὰ φύσιν μὲν ὅσοι ἐξ ἐπιθυμίας εἰσὶ καὶ θυμοῦ, κατὰ φύσιν δὲ ὅσοι εἰσὶν ἐκ πατρὸς, ἢ μητρὸς, ἢ γυναικὸς, ἢ τέχνων:-</ab> </div> <div type="section" n="57"> <ab>Μόνοι τῶν λογισμῶν οἱ τῆς κενοδοξίας καὶ ὑπερηφανίας, μετὰ τὴν ἧτταν τῶν λοιπῶν λογισμῶν, ἐπισυμβαίνουσι λογισμοί:-</ab> </div> <div type="section" n="58"> <ab> Κοινὸν πάντων τῶν λογισμῶν, τὸ βλάπτειν:-</ab> </div> <div type="section" n="59"> <ab> Τῶν κινουμένων παθῶν, τὰ μὲν ἐκ μνήμης κινεῖται, τὰ δὲ ἐξ αἰσθήσεως, τὰ δὲ ἐκ δαιμόνων:-</ab> </div> <div type="section" n="60"> <ab> Πάντες οἱ ἀκάθαρτοι λογισμοὶ ἢ ἐξ ἐπιθυ <milestone unit="folio" break="no" n="60v"/>μίας, ἢ ἐκ θυμοῦ ἢ λύπης δεσμοῦσι τὸν νοῦν:-</ab> </div> <div type="section" n="61"> <ab> Μόνοι τῶν λογισμῶν οἱ τῆς λύπης, φθαρτικοὶ εἰσὶ πάντων τῶν λογισμῶν:-</ab> </div> </body> </text> </TEI>