Fragments of the Reflections (Skemmata) preserved in Paris. Gr. 3098, collated with Paris. supp. gr. 870, edited by Muyldermans
tag:kalvesmaki.com,2014:tan-key:evagrius
General keywords associated with the TAN collection for Evagrius of Pontus
Started file
Εἴ τις βούλοιτο ἰδεῖν τὴν τοῦ νοῦ κατάστασιν, στερησάτω αὐτὸν πάντων τῶν νοημάτων, καὶ
τότε ὄψεται ἀυτὸν σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ· τοῦτο δὲ ποιῆσαι ἄνευ ἀπαθείας,
τῶν ἀδυνάτων ἐστί· Θεοῦ γὰρ χρεία συνεργοῦντος καὶ ἐμπνέοντος αὐτῷ τὸ συγγενὲς φῶς.
Νοῦς ἐστι πρακτικὸς, ὁ τοῦ κόσμου τούτου ἀπαθῶς δεχόμενος τὰ νοήματα.
Τέσσαρες τρόποι εἰσὶ δι' ὧν ὁ νοῦς λαμβάνει νοήματα· καὶ πρῶτος μὲν τρόπος, ὁ διὰ τῶν
ὀφθαλμῶν· δεύτερος, ὁ διὰ τῆς ἀκοῆς· τρίτος, ὁ διὰ τῆς μνήμης· τέταρτος, ὁ διὰ τῆς
κράσεως· καὶ διὰ μὲν τῶν ὀφθαλμῶν μορφοῦντα μόνον λαμβάνει νοήματα· διὰ δὲ τῆς ἀκοῆς, καὶ
μορφοῦντα καὶ μὴ μορφοῦντα, τῷ τὸν λόγον σημαίνειν πράγματα αἰσθητὰ καὶ θεωρητά· ἡ δὲ
μνήμη καὶ ἡ κράσις μιμοῦνται τὴν ἀκοήν· ἑκάτεραι γὰρ μορφοῦσι τὸν νοῦν.
Ἐπειδὴ ἐκ τῶν πέντε αἰσθήσεων λαμβάνει ὁ νοῦς λογισμοὺς, τηρητέον ἐκ ποίας μᾶλλον
γίνονται χαλεπώτεροι· φανερὸν οὖν ἐστιν ἐκ τῆς ἀκοῆς, εἴγε καὶ λυπηρὸς λόγος ταράσσει
καρδίαν ἀνδρός.
Ὁ νοῦς ποτὲ μὲν ἀπὸ νοήματος εἰς νόημα μεταβαίνει· ποτὲ δὲ ἀπὸ θεωρήματος εἰς θεωρήματα,
καὶ ἀπὸ θεωρήματος ἐπὶ νόημα· ἔστι δὲ ὅτε ἀπὸ τῆς ἀνειδέου καταστάσεως ἐπὶ νοήματα καὶ ἐπὶ
θεωρήματα, καὶ ἀπὸ τούτων πάλιν ἐπὶ τὴν ἀνείδεον κατάστασιν ἀνατρέχει κατὰ τὸν καιρὸν τῆς
προσευχῆς.
Ὁ νοῦς ἐν πρακτικῇ ὢν, ἐν τοῖς νοήμασιν τοῦ κόσμου τούτου ἐστίν· ἐν δὲ γνώσει ὢν, ἐν θεωρίᾳ διατρίβει· ἐν δὲ
προσευχῇ γινόμενος, ἐν τῷ ἀνειδέῳ ἐστιν, ὅπερ ὀνομάζεται τόπος Θεοῦ·
Οὐκ ἂν δὲ ἴδῃ ὁ νοῦς τὸν τοῦ Θεοῦ τόπον ἐν ἑαυτῷ, μὴ τῶν ἐν τοῖς πράγμασιν νοημάτων
ὑψηλότερος γεγονώς· καὶ ἀπεκδυσάμενος τὰ πάθη τὰ συνδεσμοῦντα αὐτὸν τοῖς αἰσθητοῖς.
ἐγενήθη γάρ,
φησιν, ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ
. Τόπος τοίνυν
ἐστὶ τοῦ Θεοῦ, καὶ κατοικητήριον νοῦς φωτοειδὴς, τὰς κοσμικὰς ἐπιθυμίας ἀρνησάμενος.
Τῶν πειρασμῶν οἱ μὲν ἡδονάς· οἱ δὲ λύπας· οἱ δὲ ὀδύνας σωματικὰς τοῖς ἀνθρώποις
προσάγουσι.
Τῶν λογισμῶν οἱ μὲν ἄϋλοι εἰσίν· οἱ δὲ ὀλιγόϋλοι· οἱ δὲ πολύϋλοι· καὶ ἄϋλοι μὲν, οἱ ἀπὸ
τῆς ὑπερηφανίας· ὀλιγόϋλοι δὲ, οἱ τῆς πορνείας· πολύϋλοι δὲ, οἱ τῆς κενοδοξίας.
Τῶν λογισμῶν, οἱ μὲν ἀπὸ χρόνου
βλάπτουσιν· οἱ δὲ, ἀπὸ τῆς κατ' ἐνέργειαν ἁμαρτίας· καὶ ἀπὸ τοῦ χρόνου μὲν, οἱ φυσικοί· ἐκ
τῆς ἐνεργείας δὲ, οἱ παρὰ φύσιν.
Τῷ λογισμῷ τῷ ἀγαθῷ δύο ἀντίκεινται λογισμοὶ, ὅ τε δαιμονιώδης καὶ ὁ τῆς κακῆς
προαιρέσεως· τῷ δὲ πονηρῷ τρεῖς, ὁ ἐκ φύσεως, ὁ ἐκ τῆς ὀρθῆς προαιρέσεως καὶ ὁ ἐκ τοῦ
ἀγαθοῦ ἀγγέλου.
Τῶν λογισμῶν οἱ μὲν ἔξωθεν ἔχουσι τὰς ὕλας· ὁ δὲ τῆς πορνείας ἐκ τοῦ σώματος.
Καὶ οἱ μὲν αὐτῶν τῆς ψυχῆς γεννῶνται· οἱ δὲ ἔξωθεν ὑπὸ δαιμόνων ἐγγίνονται.
Πρῶτος πάντων λογισμός ἐστιν ὁ τῆς φιλαυτίας μεθ' ὃν οἱ ὀκτώ.
Καὶ οἱ μὲν αὐτῶν μορφοῦσι τὴν διάνοιαν, οἱ δὲ οὐ μορφοῦσι· καὶ μορφοῦσι μὲν ὅσοι ἐξ ὁράσεως. οὐ μορφοῦσι δὲ, ὅσοι ἐκ
τῶν λοιπῶν αἰσθήσεων ἡμῖν ἐπισυμβαίνουσιν.
Ἰστέον ὅτι κοινόν ἐστι πάντων τῶν λογισμῶν, τὸ βλάπτειν ἐκ τοῦ χρόνου.
Ἰστέον ὅτι μετὰ τὴν ἧτταν τῶν λογισμῶν ἁπα΄ντων, μόνοι συνίστανται καὶ συνεπεμβαίνουσι
ἡμῖν οἱ τῆς κενοδοξίας καὶ οἱ τῆς ὑπερηφανίας.
Ἰστέον ὅτι τὰ μὲν τῶν παθῶν ἐκ μνήμης κινοῦνται, τὰ δὲ ἐξ αἰσθήσεως, τὰ δὲ ἐκ
δαιμόνων.
Καὶ πάντες οἱ ἀκάθαρτοι λογισμοὶ ἢ ἐξ ἐπιθυμίας, ἢ ἐκ θυμοῦ, ἢ ἐκ λύπης δεσμοῦσι τὸν
νοῦν.