Fragments of the Reflections (Skemmata) preserved in Paris. Gr. 913, collated with Paris. gr. 3098, edited by Muyldermans
tag:kalvesmaki.com,2014:tan-key:evagrius
General keywords associated with the TAN collection for Evagrius of Pontus
Corrected typo
Started file
Ὁ Χριστὸς
ᾗ μέν ἐστι Χριστὸς, ἔχει τὴν γνῶσιν τὴν οὐσιώδη·
ᾗ δὲ δημιουργὸς, τοὺς λόγους τῶν αἰώνων·
ᾗ δὲ ἀσώματος, πάλιν τοὺς λόγους τῶν ἀσωμάτων.
Εἴ τις βούλοιτο ἰδεῖν τὴν τοῦ νοῦ κατάστασιν, στερησάτω ἑαυτὸν πάντων τῶν νοημάτων, καὶ
τότε ὄψεται ἀυτὸν σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ· τοῦτο δὲ ποιῆσαι ἄνευ ἀπαθείας,
τῶν ἀδυνάτων ἐστίν· Θεοῦ γὰρ χρεία συνεργοῦντος τοῦ ἀναπνέοντος αὐτῷ τὸ συγγενὲς φῶς.
Ἀπάθειά ἐστι κατάστασις ἠρέμεα ψυχῆς λογικῆς, ἐκ πραύτητος καὶ σωφροσύνης
συνισταμένη.
Νοῦ κατάστασίς ἐστιν ὕψος νοητὸν οὐρανίῳ χρώματι παρεμφερής· ᾧ καὶ τὸ τῆς ἁγίας Τριάδος
κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐπιγίνεται φῶς.
Χριστός ἐστι φύσις λογικὴ, τὸ ὑπὸ τῆς καταπτάσης ἐπ' αὐτὸν περιστερᾶς σημαινόμενον ἔχων
ἐν ἑαυτῷ.
Θυμιατήριόν ἐστι νοῦς καθαρὼς κατὰ τὸν καιρὸν τῆς προσευχῆς, μὴ ἐφαπτόμενος πράγματος
αἰσθητοῦ. Κατὰ μὲν τὴν ἀρετὴν, ἓν ἐσόμεθα ἐν τῇ ὀγδόῃ ἡμέρᾳ· κατὰ δὲ τὴν γνῶσιν, ἐν τῇ
ἐσχάτῃ ἡμέρᾳ.
Νοῦ φίλημα ἐστι ψεκτὸν, νόημα ἐμπαθὲς πράγματος αἰσθητοῦ· δι' ὅπερ καὶ λέγει ὁ Σωτὴρ
τοῖς μαθηταῖς· Μηδένα κατὰ τὴν τῆς ἀρετῆς ὁδὸν ἀσπάσησθε
.
Θυμός ἐστι δύναμις ψυχῆς, φθαρτικὴ λογισμῶν.
Κυνικός ἐστι νοῦς θεωρητικὸς, διὰ
τῆς κινήσεως τοῦ θυμοῦ πάντας ἀποδιώκων τοὺς ἐμπαθεῖς λογισμούς.
Κυνικός ἐστι νοῦς πρακτικὸς, πάντας
τοὺς ἀδίκους καθυλακτῶν λογισμούς.
Παιδεία ἐστὶν ἄρνησις ἀσεβείας καὶ κοσμικῶν ἐπιθυμιῶν.
Φόβος ἐστὶ προδοσία τῶν ἀπὸ λογισμῶν βοηθημάτων.
Λογισμὸς δαιμονιώδης ἐστὶ εἰκὼν τοῦ αἰσθητοῦ ἀνθρώπου, συνισταμένη κατὰ διάνοιαν, μεθ'
ἧς ὁ νοῦς κινούμενος ἐμπαθῶς, λέγει τι ἢ πράττει ἀνόμως, ἐν τῷ κρυπτῷ, πρὸς τὸ παρεμπεσὸν
εἴδωλον ἐκ διαδοχῆς ὑπ' αὐτοὺ.
Ἀναχωρητής ἐστιν, ὁ ἐν τῷ κατὰ διάνοιαν κόσμῳ συνισταμένῳ, εὐσεβῶς καὶ δικαίως
ἀναστρεφόμενος.
Ἄνθρωπός ἐστι πρακτικὸς, ὁ τοῖς παρὰ Θεοῦ δοθεῖσι κεχρημένος ὀρθῶς.
Νοῦς ἐστι πρακτικὸς, ὁ τοῦ κόσμου τούτου ἀπαθῶς ἀεὶ δεχόμενος τὰ νοήματα.
Τέσσαρες τρόποι εἰσὶν δι' ὧν ὁ νοῦς λαμβάνει νοήματα· καὶ πρῶτος μὲν τρόπος, ὁ διὰ τῶν
ὀφθαλμῶν· δεύτερος, ὁ διὰ τῆς ἀκοῆς· τρίτος, ὁ διὰ τῆς μνήμης· τέταρτος, ὁ διὰ τῆς
κράσεως· καὶ διὰ μὲν τῶν ὀφθαλμῶν, μορφοῦντα μόνον λαμβάνει νοήματα· διὰ δὲ τῆς ἀκοῆς, καὶ
μορφοῦντα καὶ μὴ μορφοῦντα, τῷ τὸν λόγον σημαίνειν πράγματα αἰσθητὰ καὶ θεωρητά· ἡ δὲ
μνήμη καὶ ἡ κράσις ἀκολουθοῦσι τῇ ἀκοῇ· ἑκάτερα γὰρ μορφοῦσι τὸν νοῦν καὶ οὐ μορφοῦσι
μιμούμενα τὴν ἀκοήν.
Ἐν μὲν τοῖς σώμασι, καὶ ὁμοουσιότης καὶ ἑτεροουσιότης· ἐν δὲ τοῖς ἀσωμάτοις, μόνον
ὁμοουσιότης· ἐν δὲ γνώσεσιν, ἑτεροουσιότης· οὐδεμία γὰρ τῶν θεωριῶν ἐστιν ἡ αὐτή, ἤπερ
ἄστρων ἐστὶ θεωρία· ἐν δὲ Τριάδι μόνον
ὁμοουσιότης· οὐδὲ γάρ ἐστι διάφορα ὑποκείμενα πράγματα ὡς ἐν ταῖς θεωρίαις· οὐδὲ πάλιν ἐκ πλειόνων οὐσιῶν συνέστηκεν ὡς ἐν
τοῖς σώμασι· οὐσίας δὲ νῦν λέγω, τὰς συντελούσας εἰς σύστασιν τοῦ ὅρου τοῦ δηλοῦντος τὸ τί
εἶναι τοῦ ὑποκειμένου, ἀλλ' οὐδ' ὡς ἐν τοῖς ἀσωμάτοις· εἴγε κἀκεῖνα ὁμοούσια λέγομεν τῷ
τῆς αὐτῆς εἶναι γνώσεως δεκτικά.
Ἐπειδὴ ἐκ τῶν πέντε αἰσθήσεων λαμβάνει ὁ νοῦς λογισμοὺς, τηρητέον ἐκ ποίας μᾶλλον
γίνονται χαλεπώτεροι· φανερὸν μὲν οὖν ὅτι ἐκ τῆς ἀκοῆς, εἴγε καὶ λυπηρὸς λόγος ταράσσει
καρδίαν ἀνδρὸς, κατὰ τὴν παροιμίαν.
Ὁ νοῦς ἐν πρακτικῇ ὢν, ἐν τοῖς νοήμασιν ἐστιν τοῦ κόσμου τούτου· ἐν δὲ γνώσει ὢν, ἐν
θεωρίᾳ διατρίβει· ἐν δὲ προσευχῇ γινόμενος, ἐν ἀνειδέῳ ἐστὶ, ὅπερ ὀνομάζεται τόπος Θεοῦ·
αὐτὸς οὖν ὄψεται τήν τε ἐν τοῖς σώμασιν ὁμοουσιότητα καὶ ἑτεροουσιότητα καὶ τὴν ἐν
θεωρήμασι καὶ τὴν ἐν Θεῷ· ὅπερ ἐπὶ Θεοῦ, τῶν ἀδυνάτων ἐστὶν σαφῶς, ἀδήλου οὔσης τῆς
οὐσιώδους γνώσεως καὶ μηδεμίαν ἐχούσης παραλλαγὴν πρὸς γνῶσιν οὐσιώδη.
Τῶν πειρασμῶν οἱ μὲν ἡδονάς· οἱ δὲ λύπας· οἱ δὲ ὀδύνας σωματικὰς τοῖς ἀνθρώποις
προσάγουσιν.
Ὁ νοῦς ποτὲ μὲν ἀπὸ νοήματος εἰς νοήματα μεταβαίνει· ποτὲ δὲ ἀπὸ θεωρήματος εἰς
θεωρήματα, καὶ ἀπὸ θεωρήματος ἐπὶ νοήματα· ἔστι δὲ ὅτε καὶ ἀπὸ τῆς ἀνειδέου καταστάσεως
ἐπὶ νοήματα ἢ ἐπὶ θεωρήματα, καὶ ἀπὸ τούτων πάλιν ἐπὶ τὴν ἀνείδεον κατάστασιν ἀνατρέχει·
τοῦτο δὲ αὐτῷ συμβαίνει κατὰ τὸν
καιρὸν τῆς προσευχῆς.
Οὐκ ἂν ἴδοι ὁ νοῦς τὸν τοῦ Θεοῦ τόπον ἐν ἑαυτῷ, μὴ πάντων τῶν ἐν τοῖς πράγμασιν
νοημάτων ὑψηλότερος γεγονώς· οὐ
γενήσεται δὲ ὑψηλότερος, μὴ τὰ πάθη ἀπεκδυσάμενος τὰ συνδεσμοῦντα αὐτὸν διὰ τῶν νοημάτων
τοῖς πράγμασι τοῖς αἰσθητοῖς· καὶ τὰ μὲν πάθη ἀποθήσεται διὰ τῶν ἀρετῶν, τοὺς δὲ ψιλοὺς
λογισμοὺς διὰ τῆς πνευματικῆς θεωρίας· καὶ ταύτην πάλιν, ἐπιφανέντος αὐτῷ τοῦ φωτός.
Οἱ δαιμονιώδεις λογισμοὶ τὸν εὐώνυμον ὀφθαλμὸν τῆς ψυχῆς ἐκτυφλοῦσι, τὸν επιβάλλοντα τῇ
θεωρίᾳ τῶν γεγονότων.
Παρὰ δὲ τοῦ ἁγίου Δαυὶδ σαφῶς μεμαθήκαμεν τίς ὁ τόπος τοῦ Θεοῦ· ἐγενήθη
γάρ,
φησὶν, ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν
Σιών
. Τόπος ἐστὶ τοίνυν Θεοῦ, ψυχὴ λογική· κατοικητήριον δὲ, νοῦς φωτοειδὴς τὰς
κοσμικὰς ἐπιθυμίας ἀρνησάμενος, τοὺς τὴς ψυχῆς λόγους ἀποσκοπεύειν δεδιδαγμένος.
Προσευχή ἐστι κατάστασις νοῦ, φθαρτικὴ παντὸς ἐπιγείου νοήματος·.
Προσευχή ἐστι κατάστασις νοῦ, ὑπὸ φωτὸς μόνου γινομένη τῆς ἁγίας Τριάδος.
Δέησίς ἐστιν ὁμιλία νοῦ πρὸς Θεὸν μεθ' ἱκεσίας βοήθειαν ἢ αἴτησιν ἀγαθῶν
περιέχουσα.
Ἐυχή ἐστιν ὑπόσχεσις ἀγαθῶν ἑκούσιος.
Ἔντευξίς ἐστι παράκλησις ὑπὸ μείζονος προσαγομένη Θεῷ περί σωτηρίας ἑτέρων.
ᾍδης ἐστὶ χωρίον ἀφεγγὲς, σκότους αἰωνίου καὶ ζόφου πεπληρωμένον.
Γνωστικός ἐστιν αὐθημερινὸς μίσθιος.
Πρακτικός ἐστι μισθωτὸς, ἀναμένων τὸν μισθὸν αὐτοῦ.
Νοῦς ἐστι ναὸς τῆς ἁγίας Τριάδος.
Νοῦς ἐστιν ἐνσώματος, ὁ πάντων τῶν
αἰώνων θεατής.
Νοῦς ἀκάθαρτός ἐστιν, ὁ ἐγχρονίζων
μετὰ πάθους ψεκτοῦ τοῖς πράγμασι τοῖς αἰσθητοῖς.
Ἐπιθυμία ἐστὶ δύναμις ψυχῆς, ὀργῆς ἀφανιστική.
Πρακτικός ἐστιν, ὁ ἐν τῷ κατὰ διάνοιαν κόσμῳ συνισταμένῳ εὐσεβῶς καὶ δικαίως
πολιτευόμενος.
Θεωρητικός ἐστιν, ὁ πλάττων τὸν αἰσθητὸν κόσμον κατὰ διάνοιαν τῆς αὐτοῦ μόνον γνώσεως
ἕνεκεν.
Τῶν λογισμὼν οἱ μὲν, ὡς ζώοις ἡμῖν ἐπισυμβαίνουσιν· οἱ δὲ, ὡς ἀνθρώποις· καὶ ὡς ζώοις
μὲν, ὅσοι ἀπὸ ἐπιθυμίας εἰσὶ καὶ θυμοῦ· ὡς ἀνθρώποις δὲ, ὅσοι ἀπὸ λύπης εἰσὶ καὶ καὶ
κενοδοξίας και ὑπερηφανίας· οἱ δὲ ἐκ τῆς ἀκηδίας, καὶ ὡς ζώοις καὶ ὡς ἀνθρώποις μικτοὶ
ὄντες.
Τῶν λογισμῶν οἱ μὲν ἡγοῦνται, οἱ δὲ ἕπονται· καὶ ἡγοῦνται μὲν οἱ ἐκ τῆς ὑπερηφανίας,
ἕπονται δὲ οἱ ἐκ τοῦ θυμοῦ.
Τῶν ἡγουμένων λογισμῶν οἱ μὲν πάλιν προηγοῦνται, οἱ δὲ ἕπονται· καὶ προηγοῦνται μὲν, οἱ
ἐκ τῆς γαστριμαργίας, ἕπονται δὲ οἱ τῆς πορνείας.
Τῶν ἑπομένων λογισμῶν τοῖς πρώτοις οἱ μὲν ἡγοῦνται, οἱ δὲ ἕπονται· καὶ ἡγοῦνται μὲν οἱ
εκ τῆς λύπης, ἕπονται δὲ οἱ ἐκ τῆς ὀργῆς· εἴγε, κατὰ τὴν παροιμίαν, λόγος λυπηρὸς ἐγείρει
ὀργάς.
Τῶν λογισμῶν οἱ μὲν ἄϋλοι εἰσίν· οἱ δὲ ὀλιγόϋλοι· οἱ δὲ πολύϋλοι· καὶ ἄϋλοι μὲν, οἱ ἀπὸ
τῆς πρώτης ὑπερηφανίας· ὀλιγόϋλοι δὲ, οἱ ἐκ τῆς πορνείας· πολύϋλοι δὲ, οἱ τῆς
κενοδοξίας.
Τῶν λογισμῶν, οἱ μὲν ἀπὸ χρόνου βλάπτουσιν· οἱ δὲ, ἀπὸ τῆς συγκαταθέσεως· οἱ δὲ, ἀπὸ
τῆς κατ' ἐνέργειαν ἁμαρτίας· καὶ ἐκ
τοῦ χρόνου μὲν μόνου, οἱ φυσικοί· ἐκ τοῦ χρόνου δὲ καὶ ἐκ τῆς ἐνεργείας, οἱ παρὰ φύσιν, ὅ τε δαιμονιώδης, καὶ ὁ τῆς
κακῆς προαιρέσεως.
Τῷ λογισμῷ τῷ ἀγαθῷ δύο ἀντίκεινται λογισμοὶ, ὅ τε δαιμονώδης καὶ ὁ τῆς κακῆς
προαιρέσεως· τῷ δὲ πονηρῷ τρεῖς, ἐκ φύσεως, ἐκ τῆς ὀρθῆς προαιρέσεως καὶ ἐξ ἀγγέλου.
Τῶν λογισμῶν οἱ μὲν ἔξωθεν ἔχουσι τὰς ὕλας· οἱ δὲ τῆς πορνείας ἐκ τοῦ σώματος.
Τῶν λογισμῶν οἱ μὲν ἐκ τῆς ψυχῆς κινουμένης γεννῶνται· οἱ δὲ ἔξωθεν ὑπὸ δαιμόνων
ἐγγίνονται.
Τῶν ἀκαθάρτων λογισμῶν οἱ μὲν, ἄδικον· οἱ δὲ, προσωπολήπτην· οἱ δὲ, ἀδύνατον· οἱ δὲ
ἀνελεήμονα δεικνύουσι τὸν Θεόν· ἄδικον μὲν, οἱ τῆς πορνείας καὶ κενοδοξίας· προσωπολήπτην
δὲ, οἱ τῆς δευτέρας ὑπερηφανίας γινόμενοι λογισμοί· ἀδύνατον δὲ, οἱ τῆς πρώτης
ὑπερηφανίας· ἀνελεήμονα δὲ, οἱ λοιποί.
Τῶν λογισμῶν οἱ μὲν ὡς μοναχοῖς ἡμῖν ἐπισυμβαίνουσιν· οἱ δὲ ὡς κοσμικοῖς.
Παντὶ λογισμῷ ἕπεται ἡδονὴ χωρὶς τῆς τῶν λύπης λογισμῶν.
Τῶν λογισμῶν οἱ μὲν τάς φαντασίας ἔχουσι προτέρας τῶν ἰδίων γνώσεων· οἱ δὲ τὰς
γνώσεις.
Πρῶτος πάντων λογισμός ἐστιν ὁ τῆς φιλαυτίας, μεθ' ὃν οἱ ὀκτώ.
Τῶν λογισμῶν οἱ μὲν ἐξ αἰτήσεως· οἱ δὲ ἐκ τοῦ κοινοῦ πολεμίου εἰσίν.
Τῶν λογισμῶν οἱ μὲν μορφοῦσι τὴν διάνοιαν, οἱ δὲ οὐ μορφοῦσι· καὶ μορφοῦσι μὲν, ὅσοι ἐξ
ὁράσεως· οὐ μορφοῦσι δὲ, ὅσοι ἐκ τῶν λοιπῶν αἰσθήσεων ἡμῖν ἐπισυμβαίνουσι.
Τῶν λογισμῶν οἱ μὲν εἰσὶ κατὰ φύσιν,
οἱ δὲ παρὰ φύσιν· καὶ παρὰ φύσιν μὲν ὅσοι ἐξ ἐπιθυμίας εἰσὶ καὶ θυμοῦ, κατὰ φύσιν
δὲ ὅσοι εἰσὶν ἐκ πατρὸς, ἢ μητρὸς ἢ
γυναικὸς ἢ τέχνων.
Μόνοι τῶν λογισμῶν οἱ τῆς κενοδοξίας καὶ ὑπερηφανίας μετὰ τὴν ἧτταν τῶν λοιπῶν λογισμῶν,
ἐπισυμβαίνουσι λογισμοί.
Κοινὸν πάντων τῶν λογισμῶν, τὸ βλάπτειν ἐκ τοῦ χρόνου.
Τῶν κινουμένων παθῶν, τὰ μὲν ἐκ μνήμης κινεῖται, τὰ δὲ ἐξ αἰσθήσεως, τὰ δὲ ἐκ
δαιμόνων.
Πάντες οἱ ἀκάθαρτοι λογισμοὶ ἢ ἐξ ἐπιθυμίας, ἢ ἐκ θυμοῦ, ἢ λύπης δεσμοῦσι τὸν
νοῦν.
Μόνοι τῶν λογισμῶν οἱ τῆς λύπης φθαρτικοί εἰσι πάντων τῶν λογισμῶν.
Τῶν νοημάτων τὰ μὲν ἐξ αἰσθήσεως, ἔστι πέντε. τὰ δ' ἐκ μνήμης, δέκα· ὧν τὰ πέντε καθαρὰ
εἰ εὖ πράττοιτο, τὰ δὲ πέντε ἀκάθαρτα εἰ κακῶς ἄγοιν ἑαυτὸν· τὰ δὲ ἐξ ἀγγέλων πέντε
πνευματικὰ, τὰ δὲ ἐκ δαιμόνων πέντε· τούτων τὰ μὲν ἐξ ὁράσεως ἐστὶ πέντε, ἐκ μνήμης ἀγαθῆς
καὶ κακῆς, ἐξ ἀγγέλου, ἐξ ὁράσεως, ἐκ δαιμόνων· ὧν τὰ μὲν δύο πονηρὰ, ἐκ μνήμης κακῆς καὶ
δαιμόνων μιμουμένων τὴν ὅρασιν· τὰ δὲ τρία καθαρά· ἀνείδεα δὲ εἰκοσιοκτώ.