Fragments of the Reflections (Skemmata) documented by Sinkewicz in his 2003 translation
tag:kalvesmaki.com,2014:tan-key:evagrius
General keywords associated with the TAN collection for Evagrius of Pontus
Normalized Greek
Started file
τῶν λογισμῶν, οἱ μὲν ἐκ τοῦ χρόνου μόνον· οἱ δὲ, ἐκ τοῦ χρόνου καὶ ἐκ τῆς κατ' ἐνέργειαν
ἁμαρτίας τὸν ἄνθρωπον βλάπτουσιν· καὶ ἐκ τοῦ χρόνου μὲν μόνου, οἱ φυσικοί· ἐκ τοῦ χρόνου
δὲ καὶ ἐκ τῆς ἐνεργείας, οἱ παρὰ φύσιν· κοινὸν γὰρ πάντων τῶν λογισμῶν τὸ βλάπτειν ἐκ τοῦ
χρόνου.
Τῶν ἀκαθάρτων λογισμῶν, οἱ μὲν ἔξωθεν εἰσίασιν· οἱ δὲ ἐκ τῆς μνήμης γεννῶνται τῆς ψυχῆς·
καὶ οἱ μὲν ἔξωθεν προϋπάρχουσιν τῆς ἑαυτῶν γνώσεως, οἱ δὲ ἔσωθεν μετὰ τὴν αὐτῶν γνῶσιν·
Λογισμὸς δαιμονιῶδης ἐστὶ νόημα πράγματος αἰσθητοῦ, θυμὸν ἢ ἐπιθυμίαν παρὰ φύσιν
κινῶν.
Χοῖρος βορβορώδης ἐστὶν ὁ τῆς πορνείας δαίμων, ὁ δὲ σύαγρος ὁ τῆς ὀργῆς ἐστίν· ὁ δὲ
διασπῶν τοὺς ὀδόντας αὐτῶν ἐν δυνάμει θεοῦ τὴν δύναμιν αὐτῶν καταθραύσει.