Greek edition of Ad monachos edited by Gressmann tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus Started file Proofread file contents for completeness, accuracy.
Πρὸς τοὺς ἐν κοινοβίοις ἢ συνοδίαις μοναχούς.
Κληρονόμοι θεοῦ ἀκούσατε λόγων θεοῦ,
συγκληρονόμοι δὲ Χριστοῦ δέξασθε ῥήσεις Χριστοῦ,
ἵνα δῶτε αὐτὰς καρδίαις τέκνων ὑμῶν,
λόγους δὲ σοφῶν διδάξητε αὐτούς.
Πατὴρ ἀγαθὸς παιδεύει υἱοὺς αὐτοῦ,
πατὴρ δὲ πονηρὸς ἀπολέσει αὐτούς.
Πίστις ἀρχὴ ἀγάπης,
τέλος δὲ ἀγάπης γνῶσις θεοῦ.
Φόβος κυρίου διατηρήσει ψυχήν,
ἐγκράτεια δὲ ἀγαθὴ ἐνισχύσει αὐτήν.
Ὑπομονὴ ἀνδρὸς τίκτει ἐλπίδα,
ἐλπὶς δὲ ἀγαθὴ δοξάσει αὐτόν.
Ὁ δουλαγωγῶν σάρκας αὐτοῦ ἀπαθὴς ἔσται,
ὁ δὲ ἐκτρέφων αὐτὰς ὀδυνηθήσεται ἐπ' αὐταῖς.
Πνεῦμα πορνείας ἐν σώμασιν ἀκρατῶν,
πνεῦμα δὲ σωφροσύνης ἐν ψυχαῖς ἐγκρατῶν.
Ἀναχώρησις ἐν ἀγάπῃ καθαίρει καρδίαν,
ἀναχώρησις δὲ μετὰ μίσους ἐκταράσσει αὐτήν.
Κρείσσων χιλιοστὸς ἐν ἀγάπῃ
ἢ μόνος μετὰ μίσους ἐν ἀδύτοις σπηλαίοις.
Ὁ ἐναποδεσμεύων μνησικακίαν ἐν ψυχῇ αὐτοῦ
ὅμοιός ἐστι τῷ κρύπτοντι πῦρ ἐν ἀχύροις.
Μὴ δῷς βρώματα πολλὰ τῷ σώματί σου,
καὶ οὐ μὴ ἴδῃς καθ' ὕπνους φαντασίας κακάς.
ὃν τρόπον γὰρ φλὸξ καταναλίσκει δρυμόν,
οὕτω φαντασίας αἰσχρὰς σβέννυσι πεῖνα.
Ἀνὴρ θυμώδης πτοηθήσεται,
ὁ δὲ πραῢς ἄφοβος ἔσται.
Ἄνεμος σφοδρὸς ἀποδιώκει νέφη,
μνησικακία δὲ τὸν νοῦν ἀπὸ γνώσεως.
Ὁ προσευχόμενος ὑπὲρ ἐχθρῶν ἀμνησίκακος ἔσται,
φειδόμενος δὲ γλώσσης οὐ λυπήσει τὸν πλησίον αὐτοῦ.
Ἐὰν παροξύνῃ σε ὁ ἀδελφός σου,
εἰσάγαγε αὐτὸν εἰς τὸν οἶκόν σου,
καὶ πρὸς αὐτὸν μὴ ὀκνήσῃς εἰσελθεῖν,
ἀλλὰ φάγε τὸν ψωμόν σου μετ' αὐτοῦ.
τοῦτο γὰρ ποιῶν ῥύσῃ σὴν ψυχὴν
καὶ οὐκ ἔσται σοι πρόσκομμα ἐν καιρῷ προσευχῆς.
Ὥσπερ ἡ ἀγάπη χαίρει πενίᾳ,
οὕτω τὸ μῖσος τέρπεται πλούτῳ.
Οὐκ ἐπιτεύξεται πλούσιος γνώσεως
καὶ κάμηλος οὐκ εἰσελεύσεται εἰς ὀπὴν ῥαφίδος,
ἀλλ' οὐδὲν τούτων ἀδυνατήσει παρὰ κυρίῳ
Ὁ φιλῶν ἀργύριον οὐκ ὄψεται γνῶσιν,
καὶ ὁ συνάγων αὐτὸ σκοτισθήσεται.
Ἐν σκηναῖς ταπεινῶν αὐλισθήσεται κύριος,
ἐν οἴκοις δὲ ὑπερηφάνων πληθυνθήσονται ἀραί.
Ἀτιμάζει θεὸν ὁ παραβαίνων νόμον αὐτοῦ,
ὁ δὲ φυλάσσων αὐτὸν δοξάζει τὸν ποιήσαντα αὐτόν.
Ἐὰν ζηλώσῃς Χριστόν, γενήσῃ μακαριστός,
τὸν δὲ θάνατον αὐτοῦ ἀποθανεῖται ἡ ψυχή σου,
καὶ οὐ μὴ ἐπισπάσηται ἀπὸ σαρκὸς αὐτῆς κακίαν,
ἀλλ' ἔσται ἡ ἔξοδός σου ὡς ἔξοδος ἀστέρος,
καὶ ἡ ἀνάστασίς σου ὥσπερ ὁ ἥλιος ἐκλάμψει.
Οὐαὶ ἀνόμῳ ἐν ἡμέρᾳ θανάτου,
καὶ ἄδικος ὀλεῖται ἐν καιρῷ πονηρῷ.
ὃν τρόπον γὰρ ἀφίπταται κόραξ ἐκ τῆς αὐτοῦ νοσσιᾶς,
οὕτως ἀκάθαρτος ψυχὴ ἐκ τοῦ ἰδίου σώματος.
Ψυχὰς δικαίων ὁδηγοῦσιν ἄγγελοι,
ψυχὰς δὲ πονηρῶν παραλήψονται δαίμονες.
Οὗ ἐὰν εἰσέλθῃ κακία, ἐκεῖ καὶ ἀγνωσία,
καρδίαι δὲ ὁσίων πληρωθήσονται γνώσεως.
Ἀνελεήμων μοναχὸς ἐνδεὴς ἔσται,
διατρέφων δὲ πτωχοὺς κληρονομήσει θησαυρούς.
Κρείσσων πενία μετὰ γνώσεως
ἢ πλοῦτος μετὰ ἀγνωσίας.
Κόσμος κεφαλῆς στέφανος,
κόσμος δὲ καρδίας γνῶσις θεοῦ.
Κτῆσαι γνῶσιν καὶ μὴ ἀργύριον
καὶ σοφίαν ὑπὲρ πλοῦτον πολύν.
Δίκαιοι κληρονομήσουσι κύριον,
ὅσιοι δὲ τραφήσονται ὑπ' αὐτοῦ.
Ὁ ἐλεῶν πένητας διαφθείρει θυμόν,
καὶ ὁ διατρέφων αὐτοὺς πλησθήσεται ἀγαθῶν.
Ἐν καρδίᾳ πραείᾳ ἀναπαύσεται σοφία,
θρόνος δὲ ἀπαθείας ψυχὴ πρακτική.
Τέκτονες πονηρῶν λήψονται μισθὸν κακόν,
τέκτοσι δὲ ἀγαθῶν δοθήσεται μισθὸς ἀγαθός.
Ὁ τιθεὶς παγίδα συλληφθήσεται ἐν αὐτῇ
καὶ ὁ κρύπτων αὐτὴν ἁλώσεται ὑπ' αὐτῆς.
Κρείσσων κοσμικὸς πραῢς
μοναχοῦ θυμώδους καὶ ὀργίλου.
Γνῶσιν διασκορπίζει θυμός,
μακροθυμία δὲ συνάγει αὐτήν.
Ὥσπερ νότος ἰσχυρὸς ἐν πελάγει
οὕτως θυμὸς ἐν καρδίᾳ ἀνδρός.
Ὁ προσευχόμενος συνεχῶς ἐκφεύγει πειρασμούς,
ἀμελοῦντος δὲ καρδίαν ἐκταράσσουσι λογισμοί.
Μὴ εὐφραινέτω σε οἶνος
καὶ μὴ τερπέτω σε κρέας,
ἵνα μὴ διαθρέψῃς σάρκας σώματός σου,
καὶ λογισμοὶ αἰσχροὶ οὐκ ἐκλείψουσιν ἀπό σου.
Μὴ εἴπῃς· σήμερον ἑορτὴ καὶ πίομαι οἶνον,
καὶ αὔριον πεντηκοστὴ καὶ φάγομαι κρέα,
διότι οὐκ ἔστιν ἑορτὴ παρὰ μοναχοῖς
οὐδὲ τὸ πλῆσαι ἄνθρωπον κοιλίαν αὐτοῦ.
Πάσχα κυρίου διάβασις ἀπὸ κακίας,
πεντηκοστὴ δὲ αὐτοῦ ἀνάστασις ψυχῆς.
Ἑορτὴ θεοῦ ἀμνηστία κακῶν,
τὸν δὲ μνησικακοῦντα λήψονται πένθη.
Πεντηκοστὴ κυρίου ἀνάστασις ἀγάπης,
ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ πεσεῖται πτῶμα ἐξαίσιον.
Ἑορτὴ θεοῦ γνῶσις ἀληθής,
ὁ δὲ προσέχων γνώσει ψευδεῖ τελευτήσει αἰσχρῶς.
Κρείσσων νηστεία μετὰ καθαρᾶς καρδίας
ὑπὲρ ἑορτὴν ἐν ἀκαθαρσίᾳ ψυχῆς.
Ὁ διαφθείρων λογισμοὺς κακοὺς ἀπὸ καρδίας αὐτοῦ
ὅμοιός ἐστι τῷ ἐδαφίζοντι τὰ νήπια αὐτοῦ πρὸς τὴν πέτραν.
Μοναχὸς ὑπνώδης ἐμπεσεῖται εἰς κακά,
ὁ δὲ ἀγρυπνῶν ὡς στρουθίον ἔσται.
Μὴ δῷς σεαυτὸν ἐν ἀγρυπνίᾳ διηγήμασι κενοῖς
καὶ μὴ ἀπώσῃ λόγους πνευματικούς,
ὅτι κύριος σκοπεύει σὴν ψυχὴν
καὶ οὐ μὴ ἀθωώσῃ σε ἀπὸ παντὸς κακοῦ.
Ὕπνος πολὺς παχύνει διάνοιαν,
ἀγρυπνία δὲ ἀγαθὴ λεπτύνει αὐτήν.
Ὕπνος πολὺς ἐπάγει πειρασμούς,
ὁ δὲ ἀγρυπνῶν ἐκφεύξεται αὐτούς.
Ὥσπερ πῦρ τήκει κηρόν,
οὕτως ἀγρυπνία ἀγαθὴ λογισμοὺς πονηρούς.
Κρείσσων ἀνὴρ καθεύδων
ἢ μοναχὸς ἀγρυπνῶν περὶ λογισμοὺς ματαίους.
Ἐνύπνιον ἀγγελικὸν εὐφραίνει καρδίαν,
ἐνύπνιον δὲ δαιμονιῶδες ἐκταράσσει αὐτήν.
Μετάνοια καὶ ταπείνωσις ἀνώρθωσαν ψυχήν,
ἐλεημοσύνη δὲ καὶ πραΰτης ἐστήριξαν αὐτήν.
Μέμνησο διὰ παντὸς σῆς ἐξόδου
καὶ μὴ ἐπιλάθῃ κρίσεως αἰωνίας,
καὶ οὐκ ἔσται πλημμέλεια ἐν ψυχῇ σου.
Ἐὰν πνεῦμα ἀκηδίας ἀναβῇ ἐπί σε, οἶκόν σου μὴ ἀφῇς
καὶ μὴ ἐκκλίνῃς ἐν καιρῷ πάλιν ἐπωφελεῖ.
ὃν τρόπον γὰρ εἴ τις λευκάνοι ἄργυρον,
οὕτως λαμπρυνθήσεται ἡ καρδία σου.
Πνεῦμα ἀκηδίας ἀπελαύνει δάκρυα,
πνεῦμα δὲ λύπης συντρίβει προσευχήν.
Ἐπιθυμῶν χρημάτων μεριμνήσεις πολλά,
καὶ ἀντεχόμενος αὐτῶν πενθήσεις πικρῶς.
Μὴ χρονιζέτω σκορπίος ἐν κόλπῳ σου
καὶ λογισμὸς πονηρὸς ἐν καρδίᾳ σου.
Κτείνειν γεννήματα ὀφέων μὴ φείσῃ,
καὶ μὴ ὠδίνῃς λογισμοὺς καρδίας αὐτῶν.
Ὥσπερ ἀργύριον καὶ χρυσίον δοκιμάζει πῦρ,
οὕτως καρδίαν μοναχοῦ πειρασμοί.
Περίελε σεαυτοῦ ὑπερηφανίαν
καὶ κενοδοξίαν μακρὰν ποίησον ἀπό σου.
ὁ γὰρ ἀποτυχὼν δόξης λυπηθήσεται,
ὁ δὲ ἐπιτυχὼν ὑπερήφανος ἔσται.
Μὴ δῷς ὑπερηφανίᾳ σὴν καρδίαν
καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ· δυνατός εἰμι,
ἵνα μὴ κύριος ἐγκαταλίπῃ σὴν ψυχήν,
καὶ πονηροὶ δαίμονες ταπεινώσουσιν αὐτήν.
τότε γάρ σε δι' ἀέρος πτοήσουσιν οἱ ἐχθροί,
νύκτες δὲ φοβεραὶ διαδέξονταί σε.
Πολιτείαν μοναχοῦ διαφυλάττει γνῶσις,
ὁ δὲ καταβαίνων ἀπὸ γνώσεως περιπεσεῖται λῃσταῖς.
Ἐκ πέτρας πνευματικῆς ἀπορρεῖ ποταμός,
ψυχὴ δὲ πρακτικὴ πίεται ἀπ' αὐτοῦ.
Σκεῦος ἐκλογῆς ψυχὴ καθαρά,
ἡ δὲ ἀκάθαρτος πλησθήσεται πικρίας.
Ἄνευ γάλακτος οὐ τραφήσεται παιδίον,
καὶ χωρὶς ἀπαθείας οὐχ ὑψωθήσεται καρδία.
Πρὸ ἀγάπης ἡγεῖται ἀπάθεια
πρὸ δὲ γνώσεως ἀγάπη.
Γνώσει προστίθεται σοφία,
ἀπάθειαν δὲ τίκτει φρόνησις.
Φόβος κυρίου γεννᾷ φρόνησιν,
πίστις δὲ Χριστοῦ δωρεῖται φόβον θεοῦ.
Βέλος πεπυρωμένον ἀνάπτει ψυχήν,
ἀνὴρ δὲ πρακτικὸς κατασβέσει αὐτό.
Κραυγὴν καὶ βλασφημίαν ἀποστρέφεται γνῶσις,
λόγους δὲ δολίους φεύγει σοφία.
Ἡδὺ μέλι καὶ γλυκὺ κηρίον,
γνῶσις δὲ θεοῦ γλυκυτέρα ἀμφοτέρων.
Ἄκουε, μοναχέ, λόγους πατρός σου
καὶ μὴ ἀκύρους ποίει νουθεσίας αὐτοῦ.
Ἡνίκα ἂν ἀποστείλῃ σε, ἐπάγου αὐτὸν
καὶ κατὰ διάνοιαν συνόδευε αὐτῷ.
τούτῳ γὰρ τῷ τρόπῳ διαφεύξῃ λογισμοὺς κακούς,
καὶ πονηροὶ δαίμονες οὐκ ἰσχύσουσι κατά σου.
ἐὰν πιστεύσῃ σοι ἀργύριον, οὐ διασκορπιεῖς αὐτό,
καὶ κἂν ἐπεργάσῃ, ἀποδώσεις αὐτό.
Πονηρὸς οἰκονόμος ἐκθλίψει ψυχὰς ἀδελφῶν,
καὶ μνησίκακος οὐκ ἐλεήσει αὐτάς.
Ὁ διασκορπίζων τὰ ὑπάρχοντα τῆς μονῆς ἀδικεῖ θεόν,
καὶ ὁ ἀμελῶν αὐτῶν οὐκ ἀτιμώρητος ἔσται.
Ἄδικος οἰκονόμος διαμεριεῖ κακῶς,
ὁ δὲ δίκαιος πρὸς ἀξίαν δώσει.
Ὁ κακολογῶν τὸν ἀδελφὸν αὐτοῦ ἐξολοθρευθήσεται,
ἀμελῶν δὲ ἀσθενοῦντος οὐκ ὄψεται φῶς.
Κρείσσων κοσμικὸς ἐν ἀσθενείᾳ δουλεύων ἀδελφῷ
ὑπὲρ ἀναχωρητὴν μὴ οἰκτείροντα τὸν πλησίον αὐτοῦ.
Ἄφρων μοναχὸς ἀμελήσει ὀργάνων τέχνης αὐτοῦ,
ὁ δὲ φρόνιμος ἐπιμελήσεται αὐτῶν.
Μὴ εἴπῃς· σήμερον μενῶ καὶ αὔριον ἐξελεύσομαι,
ὅτι οὐκ ἐν φρονήσει λελόγισαι περὶ τούτου.
Κυκλευτὴς μοναχὸς μελετήσει ῥήσεις ψευδεῖς,
τὸν δὲ ἑαυτοῦ παραλογίσεται πατέρα.
Ὁ καλλωπίζων τὰ ἱμάτια αὐτοῦ καὶ πληρῶν γαστέρα αὐτοῦ
ποιμαίνει λογισμοὺς αἰσχροὺς
καὶ μετὰ σωφρόνων οὐ συνεδριάζει.
Ἐὰν εἰσέλθῃς εἰς κώμην, μὴ προσεγγίσῃς γυναιξὶ
καὶ μὴ χρονίσῃς ἐν λόγοις πρὸς αὐτάς.
ὃν τρόπον γὰρ εἴ τις ἄγκιστρον καταπίοι,
οὕτως ἑλκυσθήσεται ἡ ψυχή σου.
Μακρόθυμος μοναχὸς ἀγαπηθήσεται,
ὁ δὲ παροξύνων τοὺς ἀδελφοὺς αὐτοῦ μισηθήσεται.
Πραῢν μοναχὸν ἀγαπᾷ ὁ κύριος,
τὸν δὲ θρασὺν ἀπώσεται ἀπ' αὐτοῦ.
Ὀκνηρὸς μοναχὸς γογγύσει πολλά,
καὶ ὑπνώδης προφασίσεται κεφαλαλγίαν αὐτοῦ.
Ἐὰν λυπῆται ὁ ἀδελφός σου, παρακάλεσον αὐτόν,
καὶ ἐὰν ἀλγῇ, συνάλγησον αὐτῷ.
τοῦτο γὰρ ποιῶν εὐφραίνεις καρδίαν αὐτοῦ,
καὶ θησαυρὸν μέγαν σωρεύσεις ἐν οὐρανῷ.
Μοναχὸς ἀπολειπόμενος φυλάξαι λόγους πατρὸς
βλασφημήσει πολιὰν γεννήσαντος αὐτὸν
καὶ κακολογήσει βίους τέκνων αὐτοῦ,
ὁ δὲ κύριος ἐξουδενώσει αὐτόν.
Ο πρόφασιν ζητῶν χωρίζεται ἀδελφῶν,
τὸν δὲ ἑαυτοῦ αἰτιάσεται πατέρα.
Μὴ δῷς ἀκοὴν λόγοις κατὰ πατρός σου
καὶ μὴ διεγείρῃς ψυχὴν ἀτιμάζοντος αὐτόν,
ἵνα μὴ κύριος ὀργισθῇ ἐπὶ ποιήμασι σου
καὶ ἐξαλείψῃ σου τὸ ὄνομα ἐκ βίβλου ζώντων.
Ὁ ὑπακούων πατρὶ ἑαυτοῦ ἀγαπᾷ ἑαυτόν,
ὁ δὲ ἀντιλέγων αὐτῷ ἐμπεσεῖται εἰς κακά.
Μακάριος μοναχὸς ὁ φυλάσσων ἐντολὰς κυρίου
καὶ ὅσιος ὁ διατηρῶν λόγους πατέρων αὐτοῦ.
Ὀκνηρὸς μοναχὸς πολλὰ ζημιωθήσεται,
ἐὰν δὲ θαρσύνηται καὶ τὸ σχῆμα αὐτοῦ προσθήσει.
Ὁ φυλάσσων γλῶσσαν αὐτοῦ ὀρθοτομεῖ τὰς ὁδοὺς αὐτοῦ,
καὶ ὁ τηρῶν καρδίαν αὐτοῦ πλησθήσεται γνώσεως.
Μοναχὸς δίγλωσσος ταράσσει ἀδελφούς,
ὁ δὲ πιστὸς ἡσυχίαν ἄγει.
Ὁ πεποιθὼς ἐπὶ ἐγκρατείᾳ αὑτοῦ πεσεῖται,
ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Μὴ δῷς σεαυτὸν χορτασίᾳ κοιλίας,
καὶ μὴ πλησθῇς ὕπνου νυκτερινοῦ.
τούτῳ γὰρ τῷ τρόπῳ γενήσῃ καθαρὸς
καὶ πνεῦμα κυρίου ἐπελεύσεται ἐπί σε.
Ψάλλοντος ἡσυχάζει θυμὸς
καὶ μακροθυμοῦντος ἀπτόητος ἔσται.
Ἐκ πραΰτητος τίκτεται γνῶσις,
ἐκ δὲ θρασύτητος ἀγνωσία.
Ὥσπερ ὕδωρ αὔξει φυτόν,
οὕτως ταπείνωσις θυμοῦ καρδίαν ὑψοῖ.
Ἰχνεύοντος συμπόσια σβεσθήσεται λαμπτήρ,
ἡ δὲ ψυχὴ αὐτοῦ ὄψεται σκότος.
Στῆσον ζυγῷ τὸν ἄρτον σου καὶ πίε μέτρῳ τὸ ὕδωρ σου
καὶ πνεῦμα πορνείας φεύξεται ἀπό σου.
Δὸς γέρουσιν οἶνον καὶ ἀσθενοῦσι πρόσφερε τροφάς,
διότι κατέτριψαν σάρκας νεότητος αὐτῶν.
Μὴ ὑποσκελίσῃς τὸν ἀδελφόν σου
καὶ πτώματι αὐτοῦ μὴ ἐπιχαρῇς.
ὁ γὰρ κύριος γινώσκει σὴν καρδίαν
καὶ παραδώσει σε ἐν ἡμέρᾳ θανάτου.
Μοναχὸς φρόνιμος ἀπαθὴς ἔσται,
ὁ δὲ ἄφρων ἐξαντλήσει κακά.
Ὀφθαλμὸν πονηρὸν ἐκτυφλοῖ κύριος,
τὸν δὲ ἁπλοῦν ῥύσεται ἀπὸ σκότους.
Ὥσπερ ἑωσφόρος ἐν οὐρανῷ καὶ ὥσπερ φοίνιξ ἐν παραδείσῳ,
οὕτως ἐν ψυχῇ πραείᾳ νοῦς καθαρός.
Ἀνὴρ σοφὸς ἐρευνήσει λόγους θεοῦ,
ὁ δὲ ἄσοφος καταγελάσεται αὐτῶν.
Ὁ μισῶν γνῶσιν θεοῦ καὶ ἀπωθούμενος θεωρίαν αὐτοῦ
ὅμοιός ἐστι τῷ λόγχῃ νύσσοντι τὴν καρδίαν αὑτοῦ.
Κρείσσων γνῶσις τριάδος ὑπὲρ γνῶσιν ἀσωμάτων
καὶ θεωρία αὐτῆς ὑπὲρ λόγους πάντων τῶν αἰώνων.
Πολιὰ γερόντων πραΰτης,
ζωὴ δὲ αὐτῶν γνῶσις ἀληθείας.
Νέος πραῢς πολλὰ ὑποφέρει,
ὀλιγόψυχον δὲ γέροντα τίς ὑποίσεται;
εἶδον ὀργίλον γέροντα ἐπαιρόμενον ἐπὶ θρόνου αὐτοῦ,
ἐλπίδα δὲ μέντοι μᾶλλον ἔσχεν ὁ νέος αὐτοῦ.
Ὁ σκανδαλίζων κοσμικοὺς οὐκ ἀτιμώρητος ἔσται,
καὶ ὁ παροξύνων αὐτοὺς ἀτιμάζει τὸ ὄνομα αὐτοῦ.
Ταράσσοντα ἐκκλησίαν κυρίου ἐξαναλώσει πῦρ,
ἀνθιστάμενον δὲ ἱερεῖ καταπίεται γῆ.
Ὁ ἀγαπῶν μέλισσαν φάγεται κηρίον αὐτῆς
καὶ ὁ συνάγων αὐτὴν πλησθήσεται πνεύματος.
Τίμα τὸν κύριον καὶ γνώσῃ λόγους ἀσωμάτων,
καὶ δούλευε αὐτῷ καὶ δείξει σοι λόγους αἰώνων.
Χωρὶς γνώσεως οὐχ ὑψωθήσεται καρδία,
καὶ δένδρον οὐκ ἀνθήσει ἄνευ ποτοῦ.
Σάρκες Χριστοῦ πρακτικαὶ ἀρεταί,
ὁ δὲ ἐσθίων αὐτὰς γενήσεται ἀπαθής.
Αἷμα Χριστοῦ θεωρία τῶν γεγονότων
καὶ ὁ πίνων αὐτὸ σοφισθήσεται ὑπ' αὐτοῦ.
Στῆθος κυρίου γνῶσις θεοῦ,
ὁ δ' ἀναπεσὼν ἐπ' αὐτὸ θεολόγος ἔσται.
Γνωστικὸς καὶ πρακτικὸς ὑπήντησαν ἀλλήλοις,
μέσος δὲ ἀμφοτέρων εἱστήκει κύριος.
Ὃς ἐκτήσατο ἀγάπην, ἐκτήσατο θησαυρόν,
ἔλαβε δὲ χάριν παρὰ κυρίου.
Δόγματα δαιμόνων ἐπιγινώσκει σοφία,
πανουργίαν δὲ αὐτῶν ἐξιχνιάζει φρόνησις.
Μὴ ἀθετήσῃς δόγματα ἅγια,
ἃ ἔθεντο οἱ πατέρες σου,
πίστιν δὲ βαπτίσματός σου μὴ ἐγκαταλίπῃς
καὶ μὴ ἀπώσῃ σφραγῖδα πνευματικήν,
ἵνα γένηται κύριος ἐν σῇ ψυχῇ
καὶ σκεπάσῃ σε ἐν ἡμέρᾳ κακῇ.
Λόγοι αἱρετικῶν ἄγγελοι θανάτου,
καὶ ὁ δεχόμενος αὐτοὺς ἀπολεῖ τὴν ἑαυτοῦ ψυχήν.
Νῦν οὖν, υἱέ, ἄκουέ μου,
καὶ μὴ προσέλθῃς θύραις ἀνδρῶν ἀνόμων
μηδὲ περιπατήσῃς ἐπὶ παγίδων αὐτῶν, ἵνα μὴ ἀγρευθῇς.
ἀπόστησον δὲ σὴν ψυχὴν ἀπὸ γνώσεως ψευδοῦς.
καὶ γὰρ ἐγὼ πλεονάκις λελάληκα πρὸς αὐτούς,
σκοτεινοὺς δὲ λόγους αὐτῶν ἐξιχνίασα,
καὶ ἰὸν ἀσπίδων εὕρηκα ἐν αὐτοῖς.
οὐκ ἔστι φρόνησις καὶ οὐκ ἔστι σοφία ἐν λόγοις αὐτῶν.
πάντες οἱ δεχόμενοι αὐτοὺς ἀπολοῦνται,
καὶ οἱ ἀγαπῶντες αὐτοὺς πλησθήσονται κακῶν.
εἶδον ἐγὼ πατέρας δογμάτων αὐτῶν
καὶ ἐν τῇ ἐρήμῳ συνέβαλον αὐτοῖς.
ἐχθροὶ γὰρ κυρίου ἀπήντησάν μοι
καὶ δαίμονες ἐν λόγοις ἠγωνίσαντο πρός με
καὶ οὐκ εἶδον φῶς ἀληθινὸν ἐν ῥήμασιν αὐτῶν.
Ἀνὴρ ψευδόμενος ἐκπεσεῖται θεοῦ,
ἀπατῶν δὲ τὸν πλησίον αὐτοῦ ἐμπεσεῖται εἰς κακά.
Κρείσσων παράδεισος θεοῦ ὑπὲρ κῆπον λαχανίας
καὶ ποταμὸς κυρίου ὑπὲρ ποταμὸν μέγαν ἐπισκοτοῦντα τῇ γῇ.
Ἀξιοπιστότερον ὕδωρ οὐράνιον
ὑπὲρ ὕδωρ Αἰγυπτίων σοφῶν ἀντλούντων ἐκ γῆς.
Ὃν τρόπον οἱ τοὺς τροχοὺς ἀναβαίνοντες κάτω εἶσιν,
οὕτως οἱ ὑψοῦντες λόγους αὐτῶν τεταπείνωνται ἐν αὐτοῖς.
Σοφία κυρίου ὑψοῖ καρδίαν,
φρόνησις δὲ αὐτοῦ καθαίρει αὐτήν.
Λόγοι προνοίας σκοτεινοὶ καὶ δυσνόητοι κρίσεως θεωρίαι,
ἀνὴρ δὲ πρακτικὸς ἐπιγνώσεται αὐτούς.
Καθαίρων ἑαυτὸν ὄψεται φύσεις νοεράς,
λόγους δὲ ἀσωμάτων ἐπιγνώσεται μοναχὸς πραΰς.
Ὁ κτίσμα λέγων τὴν ἁγίαν τριάδα βλασφημεῖ θεὸν
καὶ ὁ ἀθετῶν τὸν Χριστὸν αὐτοῦ οὐ γνώσεται αὐτόν.
Κόσμων θεωρίαι πλατύνουσι καρδίαν,
λόγοι δὲ προνοίας καὶ κρίσεως ὑψοῦσιν αὐτήν.
Γνῶσις ἀσωμάτων ἐπαίρει τὸν νοῦν
καὶ τῇ ἁγίᾳ τριάδι παρίστησιν αὐτόν.
Μέμνησθε τοῦ δεδωκότος ὑμῖν ἐν κυρίῳ σαφεῖς παροιμίας,
καὶ μὴ ἐπιλάθησθε τῆς ταπεινῆς μου ψυχῆς ἐν καιρῷ
προσευχῆς.