Greek edition of Ad virginem edited by Joest tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus Started file
Παραίνεσις πρὸς παρθένον.
Ἀγάπα τὸν κύριον
καὶ ἀγαπήσει σε,
καὶ δούλευε αὐτῷ
καὶ φωτιεῖ τὴν καρδίαν σου.
Τίμα τὴν μητέρα σου
ὡς μητέρα Χριστοῦ,
καὶ μὴ παροξύνῃς πολιὰν
τεκούσης σε.
Ἀγάπα τὰς ἀδελφάς σου
ὡς θυγατέρας μητρός σου,
καὶ μὴ ἐγκαταλίπῃς
ὁδὸν εἰρήνης.
Ἀνατέλλων ὁ ἥλιος βλεπέτω
τὸ βιβλίον ἐν ταῖς χερσί σου,
καὶ μετὰ δευτέραν ὥραν
τὸ ἔργον σου.
Προσεύχου
ἀδιαλείπτως,
καὶ μέμνησο Χριστοῦ
τοῦ γεννήσαντός σε.
Συντυχίας ἀνδρῶν
παραιτοῦ,
ἵνα μὴ γένηται εἴδωλα
ἐν σῇ ψυχῇ
καὶ ἔσται σοι πρόσκομμα
ἐν καιρῷ προσευχῆς.
Χριστὸν ἔχεις
ἀγαπητόν·
ἀπόρριψον ἀπό σου
ἄνδρας ἅπαντας
καὶ οὐ μὴ βιώσῃς
ἐπονείδιστον βίον.
Θυμὸν καὶ ὀργὴν μακρὰν
ποίησον ἀπό σου,
καὶ μνησικακία
μὴ αὐλιζέσθω ἔν σοι.
Μὴ εἴπῃς·
σήμερον
βρώσομαι
καὶ αὔριον
οὐ βρώσομαι,
ὅτι οὐκ ἐν φρονήσει
ποιεῖς τοῦτο.
ἔσται γὰρ βλάβη
τῷ σώματί σου
καὶ ὀδύνη
τῷ στομάχῳ σου.
Ἐσθίειν κρέα
οὐ καλὸν καὶ
πίνειν οἶνον
οὐκ ἀγαθόν,
προσφέρειν δὲ χρὴ ταῦτα
ταῖς ἀσθενούσαις.
Παρθένος θρασεῖα
οὐ σωθήσεται
καὶ σπαταλῶσα
οὐκ ὄψεται τὸν νυμφίον αὐτῆς.
Μὴ εἴπῃς,
ὅτι λελύπηκέ με ἡ θεραπαινὶς καὶ τίσομαι αὐτήν,
διότι οὐκ ἔστιν δουλεία
ἐν θυγατράσι Θεοῦ.
Μὴ δῷς ἀκοήν σου
λόγοις ματαίοις,
καὶ διηγήματα γραῶν
φεῦγε κυκλευουσῶν.
Ἑορτὰς μεθύσων
μὴ ἴδῃς,
καὶ εἰς γάμους ἀλλοτρίων
μὴ εἰσέλθῃς.
ἀκάθαρτος γὰρ παρὰ Κυρίῳ
πᾶσα παρθένος ποιοῦσα ταῦτα.
Ἄνοιγε σὸν στόμα
λόγῳ Θεοῦ,
καὶ κώλυε ἀπὸ πολυλογίας
τὴν γλῶσσαν σου.
Ἔναντι Κυρίου
ταπείνου σεαυτήν,
καὶ ὑψώσει σε
ἡ δεξιὰ αὐτοῦ.
Μὴ ἀποστρέφου πένητα
ἐν καιρῷ θλίψεως,
καὶ οὐ λείψει ἔλαιον
ἐν τῇ λαμπάδι σου.
Πάντα ποίει
διὰ τὸν Κύριον,
καὶ μὴ ζήτει
παρὰ ἀνθρώπων δόξαν,
ὅτι δόξα ἀνθρώπων
ὡς ἄνθος χόρτου,
δόξα δὲ Κυρίου
μένει εἰς τὸν αἰῶνα.
Παρθένον πραεῖαν
ἀγαπᾷ ὁ κύριος,
παρθένος δὲ ὀργίλος
μισηθήσεται.
Ὑπακούουσα παρθένος
ἐλεηθήσεται,
ἡ δὲ ἀντιλέγουσα ἰσχυρῶς
ἄφρων.
Γόγγυσον παρθένον
ἀπολεῖ Κύριος,
τὴν δὲ εὐχάριστον
ῥύσεται ἐκ θανάτου.
Αἰσχρὸν
γέλως
καὶ ἐπονείδιστον
ἀναισχυντία,
πᾶσα δὲ ἄφρων
τοῖς τοιούτοις συμπλέκεται.
Ἡ καλλωπίζουσα
ἱμάτια αὐτῆς
καὶ σωφροσύνης
ἐκτὸς ἔσται.
Μὴ συναυλίζου
κοσμικαῖς,
ἵνα μὴ διαστρέψωσι
σὴν καρδίαν
καὶ ἀκύρους ποιήσωσι
βουλὰς δικαίας.
Δάκρυσιν ἐν νυκτὶ
παρακάλει τὸν Κύριον,
καὶ μηδεὶς αἴσθηται προσευχομένης σου
καὶ εὑρήσεις χάριν.
Ἐπιθυμία
περιπάτων
καὶ πόθος
οἰκιῶν ἀλλοτρίων
ἀνατρέπει
κατάστασιν ψυχῆς
καὶ διαφθείρει
προθυμίαν αὐτῆς.
Πιστὴ παρθένος
οὐ δειλιάσει,
ἡ δὲ ἄπιστος
φεύξεται καὶ τὴν σκιὰν αὐτῆς.
Φθόνος
τήκει ψυχήν,
καὶ ζῆλος
κατεσθίει αὐτήν.
Καταφρονοῦσα
τῆς ἀδελφῆς τῆς ἀσθενούσης
καὶ τοῦ Χριστοῦ
μακρὰν ἔσται.
Μὴ εἴπῃς·
ἐμὸν τοῦτο καὶ σὸν τοῦτο.
ἐν γὰρ Χριστῷ Ἰησοῦ
τὰ πάντα κοινά.
Οὐ περιεργάσῃ
ζωὴν ἀλλοτρίαν,
καὶ πτώματι ἀδελφῆς σου
οὐκ ἐπιχαρήσῃ.
Ἐπάρκει
δεομέναις παρθένοις,
καὶ ἐπὶ εὐγενείᾳ σου
μὴ ἐπαίρου.
Μὴ προενέγκῃς λόγον ἐκ στόματός σου
ἐν ἐκκλησίᾳ Κυρίου,
καὶ μὴ μετεωρίσῃς
τοὺς ὀφθαλμούς σου.
ὁ γὰρ Κύριος
γινώσκει σὴν καρδίαν,
καὶ πάντας τοὺς διαλογισμούς σου
σκοπεύει.
Πᾶσαν κακὴν ἐπιθυμίαν
ἄπωσαι ἀπό σου,
καὶ οὐ μὴ λυπήσωσίν σε
οἱ ἐχθροί σου.
Ψάλλε
ἀπὸ καρδίας σου,
καὶ μὴ κίνει μόνον
τὴν γλῶσσαν σου ἐν τῷ στόματί σου.
Ἄφρων παρθένος
ἀγαπήσει ἀργύριον,
ἡ δὲ φρονίμη
προσθήσει καὶ τὸν ψωμὸν αὐτῆς.
Ὥσπερ ὁρμὴ πυρὸς
δυσκάθεκτος,
οὕτως ψυχὴ παρθένου τρωθεῖσα
δυσίατος.
Μὴ δώῃς τὴν ψυχήν σου
διαλογισμοῖς πονηροῖς,
ἵνα μὴ μιάνωσι
σὴν καρδίαν
καὶ καθαρὰν προσευχὴν μακρὰν
ποιήσωσι ἀπό σου.
Βαρεῖα λύπη
καὶ ἀνυπόστατος ἀκηδία,
δάκρυα δὲ πρὸς Θεὸν
ἰσχυρότερα ἀμφοτέρων.
Λιμὸς καὶ δίψα
μαραίνει ἐπιθυμίας κακάς,
ἀγρυπνία δὲ ἀγαθὴ
καθαίρει διάνοιαν.
Ὀργὴν καὶ θυμὸν
ἀποστρέφει ἀγάπη,
μνησικακίαν δὲ
ἀνατρέπει δῶρα.
Ἡ καταλαλοῦσα λάθρα
τῆς ἀδελφῆς αὐτῆς
ἐξωσθήσεται
τοῦ νυμφῶνος,
καὶ βοήσεται
πρὸς ταῖς θύραις αὐτοῦ
καὶ οὐκ ἔσται
ὁ ὑπακούων.
Παρθένου ἀνελεήμονος
σβεσθήσεται λαμπάς,
καὶ οὐ μὴ ἴδῃ προελθόντα
τὸν νυμφίον αὐτῆς.
Ὕαλος προσπίπτων λίθῳ
συντριβήσεται,
καὶ παρθένος ἁπτομένη ἀνδρὸς
οὐκ ἀθωωθήσεται.
Κρείσσων
γυνὴ πραεῖα
παρθένου
ὀργίλου καὶ θυμώδους.
Ἡ ἐξέλκουσα ἐν γέλωτι
λόγους ἀνδρός,
ὁμοία ἐστὶν τῇ περιβαλλούσῃ
βρόχον τῷ ἑαυτῆς τραχήλῳ.
Ὥσπερ μαργαρίτης
ἐν σφενδόνῃ χρυσῇ,
οὕτως παρθένος
καλυπτομένη ὑπὸ αἰδοῦς.
Ὠιδαὶ δαιμόνων καὶ αὐλοὶ
ἐκλύουσιν ψυχὴν
καὶ ἀπολλύουσιν
εὐτονίαν αὐτῆς,
ἣν φύλαξον διὰ παντός,
ἵνα μὴ ἐπονείδιστος γένῃ.
Μὴ τέρπου
ἐπὶ γελοίοις,
καὶ ἐπισκωπτούσαις
μὴ εὐφραίνου,
ὅτι Κύριος
ἐγκατέλιπεν αὐτάς.
Οὐκ ἐξουδενώσεις
τὴν ἀδελφήν σου ἐσθίουσαν
καὶ ἐπὶ ἐγκρατείᾳ σου
μὴ ἐπαρθῇς.
οὐ γὰρ οἶδας,
τί βεβούλευται ὁ Κύριος
ἢ τίς στήσεται
ἐνώπιον αὐτοῦ.
Ἡ οἰκτείρουσα
πελιδνουμένους τοὺς ὀφθαλμοὺς
καὶ τηκομένας τὰς σάρκας αὐτῆς,
οὐκ εὐφρανθήσεται
ἐπὶ ἀπαθείᾳ ψυχῆς.
Βαρεῖα ἐγκράτεια
καὶ δυσκατόρθωτος ἁγνεία,
ἀλλ' οὐδὲν γλυκύτερον
τοῦ ἐπουρανίου νυμφίου.
Ψυχαὶ παρθένων
φωτισθήσονται,
ψυχαὶ δὲ ἀκαθάρτων
ὄψονται σκότος.
Εἶδον ἄνδρας
φθείροντας παρθένους ἐν δόγμασι
καὶ ματαίαν ποιοῦντας
τὴν παρθενείαν αὐτῶν.
σὺ δὲ ἄκουε, τέκνον,
δογμάτων ἐκκλησίας Κυρίου,
καὶ μηδεὶς ἀλλότριος
μεταπείσῃ σε.
Deus fundavit
coelum et terram,
et providit omnibus,
et laetatur in eis.
Et non est angelus
non capax malitiae,
et non est daemon
naturae malus:
utrumque enim liberi arbitrii
fecit Deus.
Sicut homo
ex corpore corruptibili
et anima subsistit rationabili,
sic enim Dominus noster natus est
sine peccato,
manducans manducavit,
et crucifixus, crucifixus est;
non erat visio
fictus in oculis hominum.
Erit mortuorum resurrectio,
et mundus transibit iste,
et nos
spiritualia accepimus corpora.
δίκαιοι γὰρ
κληρονομήσουσι φῶς,
ἀσεβεῖς δὲ
οἰκήσουσι σκότος.
Παρθένοι ὀφθαλμοὶ
ὄψονται κύριον.
ἀκοαὶ δὲ παρθένων
ἀκούσονται λόγων αὐτοῦ.
παρθένων στόμα
φιλήσει νυμφίον αὐτοῦ.
ὄσφρησις δὲ παρθένων
ἐπ' ὀσμὴν μύρων αὐτοῦ δραμεῖται.
χεῖρες παρθένοι
ψηλαφήσουσι κύριον,
καὶ ἁγνεία σαρκὸς
εὐπρόσδεκτος ἔσται.
παρθένος ψυχὴ
στεφανωθήσεται,
καὶ μετὰ τοῦ νυμφίου αὐτῆς
βιώσεται διὰ παντός.
ἔνδυμα πνευματικὸν
δοθήσεται αὐτῇ,
καὶ μετὰ ἀγγέλων ἐν οὐρανοῖς
ἑορτάσει.
ἄσβεστον
ἀνάψει λαμπάδα,
καὶ ἔλαιον
οὐ λείψει ἐν τοῖς ἀγγείοις αὐτῆς.
λήψεται
πλοῦτον αἰώνιον,
καὶ κληρονομήσει
βασιλείαν τὴν τοῦ Θεοῦ.
Οἱ ἐμοὶ λόγοι, τέκνον,
εἴρηνται πρός σε,
τὰ δὲ ἐμὰ ῥήματα
τηρείτω σὴ καρδία.
μέμνησο Χριστοῦ
τοῦ φυλάσσοντός σε,
καὶ μὴ ἐπιλάθῃ
τῆς προσκυνητῆς τριάδος.