Ἀρετῆς γεγόναμεν σπέρματα, κακίας δὲ οὔ· οὐ γὰρ
εἴ τινος δεκτικοί ἐσμεν, τούτου πάντως καὶ τὴν δύναμιν ἔχομεν, ἐπεὶ
καὶ μὴ εἶναι δυνάμενοι, τοῦ μὴ ὄντος οὐκ ἔχομεν δύναμιν· εἴπερ αἱ
δυνάμεις ποιότητες, τὸ δὲ μὴ ὄν οὐκ ἔστι ποιότης.
Εἰ πᾶσα κακία ἐκ τοῦ λογιστικοῦ, ἐκ τοῦ ἐπιθυμητικοῦ,
ἢ ἐκ τοῦ θυμικοῦ πέφυκε γίνεσθαι, ταύταις δὲ ταῖς δυνάμεσιν ἔστιν
εὖ ἢ κακῶς χρήσασθαι, παρὰ τὴν χρῆσιν δηλονότι τούτων τῶν μερῶν
ἐπισυμβαίνουσιν ἡμῖν αἱ κακίαι· εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐδὲν τῶν
ὑπὸ Θεοῦ γεγονότων ἐστὶ πονηρόν. = E 8.