Ὃ ἐγκώμια γραφῶν ἀναχωροῦντι ὅμοιός ἐστιν ἀνδρὶ ἐμβάλλοντι
καιομένῃ καμίνῳ στιππύον ἢ καλάμην ἢ ἄλλην ὕλην τὴν ῥᾳδίως ἐξαπτομένην.
Ἐγὼ τοίνυν ἐπίσης καὶ δόξαν καὶ ἀτιμίαν φοβοῦμαι· τῇ μὲν γὰρ
ὑπερηφανία, τῇ δὲ μνησικακία παρέπεται· ἑκάτερα δὲ πρακτικῆς ἀλλότρια καταστάσεως. Τοὺς
δὲ μόνον νηστεύοντας ἀπώθου· οἵτινες ταῖς μὲν τῆς γαστριμαργίας ἴσως οὐ σκοτισθήσονται
φαντασίαις, τοῖς δὲ τῆς μνησικακίας καὶ φιλαργυρίας καὶ ὀργῆς καὶ κενοδοξίας καὶ
ὑπερηφανίας βαπτίζονται λογισμοῖς·
μὴ τοίνυν γίνου, παρακαλῶ, ἀδιάκριτος, μηδὲ νόμιζε τὸν νηστεύοντα
μόνον γνώσεως γίνεσθαι δεκτικόν· οὐκ ἔστιν ἐκ μιᾶς σανίδος κατασκευάσαι ναόν, οὐδὲ ἐκ
μιᾶς πλίνθου οἰκίαν· σκοπὸς γὰρ τῷ μοναχῷ οὐκ ἀπὸ τῶνδε μὲν τῶν λογισμῶν λῦσαι τὸν νοῦν,
τοῖς δὲ πάλιν συνδῆσαι, ἀλλὰ καθόλου παντὸς λογισμοῦ ἀκαθάρτου τὸν νοῦν ἐλεύθερον
παραστῆσαι Χριστῷ.