C. Guillaumont's edition of Greek fragments of the letters of Evagrius Ponticus, from Sinaiticus graecus 462 tag:kalvesmaki.com,2014:scriptum:ms:sin-gr-462 Sinaiticus graecus 462 tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus Added @ref-alias Started file
λϛ΄. Ὥσπερ γὰρ ὁ ἔφηλος ὀφθαλμὸς οὐκ ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτως οὐδὲ νοῦς ἔχων ἐμπαθεῖς λογισμοὺς ἐπιγινώσκει τὰ νοήματα, δεῖ δὲ αὐτὸν κατὰ μικρὸν διὰ πάντων χωροῦντα τῶν νοημάτων, οὕτω φθάσαι καὶ πρὸς τὸν αἴτιον καὶ πατέρα τῶν νοητῶν· ὅστις κατὰ στέρησιν τῶν ἐν τοῖς πράγμασιν νοημάτων ἐπιφαίνεται τῇ καρδίᾳ.
Ἡ μὲν γὰρ τῶν γεγονότων θεωρία, πολλὰς ἔχει τὰς ἱστορίας· ἡ δὲ τῆς ἁγίας τριάδος ἐστὶ μονοειδὴς γνῶσις· οὐσιώδης γὰρ γνῶσίς ἐστι γυμνὴ παθῶν καὶ σωμάτων ἐμφανιζομένη· ἀδύνατον δὲ σωθῆναι τὸν νοῦν μὴ ἐπὶ τοῦτο τὸ ὄρος ἀναδραμόντα· ὄρος γάρ ἔστιν τὸ νοητὸν γνῶσις πνευματικὴ τῆς ἁγίας τριάδος εἰς ὕψος ἀνεγηγερμένη δυσπρόσιτον, ἐφ' ᾗ ὁ νοῦς γεγονὼς πάντων ἐκπίπτει τῶν ἐν τοῖς πράγμασιν νοημάτων.
λζ΄ Μηδεὶς, τοίνυν τῶν ἀδελφῶν σου μιμείσθω τὸν ὄφιν· μηδὲ ἀποδέχου ἐγκράτειαν, διωκομένης πραότητος· ὅστις γὰρ βρωμάτων ἢ πομάτων ἀπέχεται, θυμὸν δὲ ἀλόγως κινεῖ, οὗτος ἔοικε ποντοπορούσῃ νηῒ καὶ ἐχούσῃ δαίμονα κυβερνήτην·
διὰ τί γάρ, εἰπέ μοι, μέλλουσα ἡ Γραφὴ ἐγκωμιάζειν Μωσέα πάντα μὲν ἐκεῖνα τὰ ὑπ' αὐτοῦ γεγονότα σημεῖα παρῆκεν, μονῆς δὲ ἐμνημόνευσε τῆς πραότητος; οὐ γὰρ εἶπεν· Μωϋσῆς ἦν ὁ δεκαδύο πληγαῖς πατάξας Αἴγυπτον.
Ὦ τοῦ θαύματος· τοσαύτην σοφίαν ἀνδρὸς δυσὶν ἐναπέθετο συλλαβαῖς, καὶ τὸ ἐγκώμιόν ἐστι Μωϋσέως δισύλλαβον·
ταύτης τῆς ἀρετῆς μνημονεύσας καὶ ὁ Δαυῒδ παρεκάλει τὸν θεόν· μνήσθητι, Κύριε, τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ· οὐχ ὅτι τὰ γόνατα αὐτοῦ ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σὰρξ αὐτοῦ ἠλλοιώθη δι' ἔλεον· οὐδ' ὅτι ἀγρυπνήσας ἐγένετο ὡς στρουθίον μονάζον ἐπὶ δώματι, ἀλλὰ μνήσθητι, Κύριε, τοῦ Δαυὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ.
Μιμησώμεθα τοίνυν τὴν πραΰτητα ταύτην, ἵνα ὁ εἰπών· μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, διδάξῃ ἡμᾶς τὰς ὁδοὺς αὐτοῦ καὶ σώσῃ ἡμᾶς.
Μὴ τοΐνυν γίνου, παρακαλῶ, ἀδιάκριτος, μηδὲ νόμιζε τὸν νηστεύοντα μόνον γνώσεως γίνεσθαι δεκτόν· οὐκ ἔστιν ἐκ μιᾶς σανίδος κατασκευάσαι ναόν, οὐδὲ ἐκ μιᾶς πλίνθου οἰκίαν. Σκοπὸς γὰρ μοναχῷ οὐκ ἀπὸ τῶνδε μὲν τῶν λογισμῶν λῦσαι τὸν νοῦν, τοῖς δὲ πάλιν συνδῆσαι, ἀλλὰ καθόλου παντὸς λογισμοῦ ἀκαθάρτου τὸν νοῦν ἐλεύθερον παραστῆσαι Χριστῷ. Οἱ δὲ πνευματικοὶ πατέρες οὐ τῷ πολλῶν ἄρχειν ὀνομάζονται πατέρες, ἀλλὰ τῷ ἔχειν χάριν πνευματικὴν πολλοὺς τίκτειν ἐν ἀρετῇ καὶ γνώσει θεοῦ δυνα- μένην.
Μὴ τοίνυν κατόκνει διαλέγεσθαι τοῖς ἀδελφοῖς ἀναγινώσκειν τε τὰς θείας γραφὰς ἐν χρόνῳ τακτῷ, | καὶ μὴ ἀγαπᾶν τὸν κόσμον μηδὲ τὰ ἐν κόσμῳ, καὶ τηρεῖν λογισμούς, ὅπερ ἐστὶ φάρμακον λυκόλεθρον ὑπὸ δαιμόνων μισούμενον·
ὁ γὰρ μετὰ κρίσεως γινόμενος πόλεμος μεγίστων μὲν πεπλήρωται λογισμῶν, πολλὴν δὲ ἔχει καθαρότητα διανοίας, μηκέτι τῶν δαιμόνων ἐμπαίζειν ἢ συκοφαντεῖν δυναμένων τὴν ψυχήν· ὥσπερ γὰρ ἡ φρόνησις τὴν εὔλογον κρίσιν τῶν πραγμάτων κεκλήρωται, οὕτως ἡ διάκρισις τὰς κατὰ διάνοιαν φαντασίας πεπίστευται, ἁγίους καὶ βεβήλους καὶ καθαροὺς καὶ ἀκαθάρτους διακρίνουσα λογισμούς, καὶ τέχνας δαιμόνων ἐμπαιζόντων κατὰ τὸ προφητικὸν λόγιον ἐμπειρεῖ͵ καὶ μιμουμένων αἰσθησίν τε καὶ μνήμην πρὸς ἀπάτην ψυχῆς λογικῆς σπευδούσης εἰς τὴν γνῶσιν τοῦ Χριστοῦ·
ὅθεν ἀναγκαιότατον τὸν ταύτην στρατευόμενον τὴν στρατείαν ζητεῖν παρὰ κυρίου διάκρισιν, μηδὲν παραλιμπάνοντα τῶν συντελούντων πρὸς ὑποδοχὴν τοιούτου χαρίσματος· ἔστι δὲ ὡς ἐν τύπῳ εἰπεῖν ταῦτα· ἐγκράτεια καὶ πραΰτης, καὶ ἀγρυπνία καὶ ἀναχώρησις, καὶ πυκναὶ προσευχαὶ κουφιζούμεναι θείων λόγων ἀναγνώσεσιν· οὐδὲν γὰρ οὕτως ποιητικόν ἐστι καθαρᾶς προσευχῆς ὡς ἀνάγνωσις· ἡ μὲν γὰρ πρακτικὴ περιτέμνει τὰ πάθη, ἐπιθυμίαν καὶ λύπην καὶ θυμὸν περικόπτουσα, ἡ δὲ μετὰ ταύτην ἀνάγνωσις καὶ αὐτὴν φίλην τῶν νοημάτων ἀφίστησι, πρὸς τὴν ἀνείδεον καὶ θειώδη καὶ μονοειδῆ γνῶσιν αὐτὸν μεταφέρουσα, ἣν συμβολικῶς ὁ Κύριος ἔν τοῖς εὐαγγελίοις ταμεῖον ὠνόμασε, τὸν κρυπτὸν πατέρα δεικνύουσας.
Εἰ βούλει τῆς καρδίας σου τὴν κατάστασιν ἐπιγνῶναι, σπουδαζούσης ἢ ῥαθυμούσης, πρόσεχε σεαυτῷ ἐν καιρῷ προσευχῆς, ὑπὸ ποίων φαντασιῶν ὁ νοῦς σου κλονεῖται καὶ περισπᾶται, πότερον ὑπὸ ἐμπαθῶν ἢ ἀπαθῶν· κἂν μὲν ὑπὸ τῶν προτέρων λογισμῶν πολεμεῖται, ἀμελεῖ τῶν ἐντολῶν τοῦ θεοῦ καὶ ἀκμάζει τὰ πάθη, θυμὸν καὶ ἐπιθυμίαν κινοῦντα, καὶ ὄχλον αὐτῷ μετὰ ὀδύνης παρέχοντα· ἐὰν δὲ καὶ ὑπὸ τῶν δευτέρων ταράσσεται, οὐ προσέχει ἀναγνώσεσι καὶ προσευχῇ, ἀλλ' ὑπὸ συντυχιῶν πολλῶν καὶ διηγημάτων καινῶν καταλέλυται, καινότερον ἀεί τι λέγειν καὶ ἀκούειν βουλόμενος. Ἀλλ’ ἀγωνίζου τὸν καλὸν ἀγῶνα, ἵνα καὶ σὺ στεφανωθῇς τῷ τῆς δικαιοσύνης στεφάνῳ καὶ ἴδῃς τὸν νυμφίον Χριστὸν, ὃν νῦν διὰ τῶν ἀγαθῶν ἔργων ζητεῖς· τοῦτο γάρ ἐστιν ὄντως τὸ ζητῆσαι τὸν Κύριον.
Οὐκ ἔστι καρδίαν καθαρὰν κτήσασθαι, μὴ τελείως δαιμόνων κρατήσαντα. ἀλλ' εἴ τις βούλοιτο καὶ νῦν περιθῆναι τούτῳ φορβαίαν καὶ τρῆσαι ψελλίῳ ῥῖνα αὐτοῦ, πραΰτητα κτησάσθω τὴν μητέρα τῆς γνώσεως, ἐφ' ᾗ καὶ Μωϋσῆς ἐκεῖνος ἐγκωμιάζεται· πραῢς παρὰ πάντας τοὺς ἀνθρώπους.
Μηδεὶς προσεχέτω, παρακαλῶ, τῇ ἐγκρατείᾳ μόνῃ· οὐ γὰρ ἔστιν ἐξ ἑνὸς λίθου οἶκον οἰκοδομῆσαι, οὐδὲ ἐκ μιᾶς πλίνθου οἶκον κατασκευάσαι· ἐγκρατὴς θυμώδης ξύλον ἐστὶ ξηρόν, φδινοπωρινόν, ἄκαρπον, δὶς ἀποθανόντα, ἐκριζωθέντα· θυμώδης οὐκ ὄψεται ἑωσφόρον ἀνατέλλοντα, ἀλλὰ πορεύεται ὅθεν οὐκ ἀναστρέψει, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, εἰς γῆν σκότους αἰωνίου.
Περὶ δὲ τοῦ τῆς ἀκηδίας λογισμοῦ γεγραφήκατε· ποῖον οἶκον ὑμᾶς ἀναγκάζει καταλιμπάνειν· πότερον τὸν νοητὸν ἢ τὸν αἰσθητόν, ὃν πάνυ μισεῖ τις πειραζόμενος τούτῳ τῷ πειρασμῷ· μόνος γὰρ οὗτος τῶν λογισμῶν συμπεπλεγμένος ἐστίν, ἐκ μίσους καὶ ἐπιθυμίας γεννώμενος· ὁ γὰρ ἀκηδιῶν μισεῖ μὲν τὰ παρόντα, ἐπιθυμεῖ δὲ τῶν μὴ παρόντων· καὶ ὅσον ἡ ἐπιθυμία τὸν μοναχὸν ἕλκει εἰς τὰ κάτω, τοσοῦτον καὶ τὸ μῖσος ἐξελαύνει τοῦτον τῆς κέλλης· καὶ ἔστιν ἰδεῖν αὐτὸν ὡς ἄλογον ζῷον, ὑπὸ μὲν τῆς ἐπιθυμίας ἑλκόμενον, ὑπὸ δὲ τοῦ μίσους ὀπίσω τυπτόμενον·
ᾧ τὸ καταλιμπάνειν τὸν αἰσθητὸν οἶκόν ἔστιν ἐπονείδιστον· ἥττης γάρ ἐστι σημεῖον· ἀλλὰ ταῦτα συμβαίνει τοῖς μόνοις καθημένοις.
Πάνυ τῆς σῆς ἀγάπης ἀπήλαυσα, τῆς δὲ φιλοξενίας σφόδρα τὸ πλήρωμα. καὶ τί ἀνταποδώσωμεν ἆρα ἡμεῖς ὑπὲρ ὧν τοσαύτην ἀνάπαυσιν εὑρήκαμεν παρὰ σοί; γένοιτο Κύριος ἐν τῇ καρδίᾳ σου, ὁ μέγας ἀρχιερεύς, ὁ διεληλυθὼς τοὺς οὐρανοὺς καὶ πληρώσας τὰ πάντα· ὑψώσει κεφαλήν σου ἐπ’ ἐχθρούς σου, διδάσκων γνῶσιν δικαιοσύνης καὶ ἀποκαλύπτων σοφίας μυστήρια· ὁ καρπός σου γένοιτο πολὺς καὶ ἡ ῥίζα σου ἐφ' ὕδατος ἀνθήσει· τὸν στάχυν σου μὴ διαφθείρῃ ἄνεμος καὶ δρόσος οὐράνιος ἐπέλθοι ἐπὶ τῷ θερισμῷ σου· ὁ στέλεχός σου πυκάσοι καὶ ὁ καρπός σου γένοιτο ὡραῖος· φάγοι ἐξ αὐτοῦ Κύριος καὶ αὐλισθῇ ἐν παραδείσῳ σου· ἀνθ' ὧν εὖ πεποίηκας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἁμαρτωλοὺς καὶ μηδὲν ἔχοντας τῆς σῆς ἀγάπης ἐπάξιον.