Géhin's edition of Greek fragments of the letters of Evagrius Ponticus tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus Started file
Ἐγὼ μὲν οὐχ ἱκανός· ἀπεῖπον γὰρ λοιπὸν πρὸς τοὺς πειρασμούς, ὅλον τὸ σκάφος τῷ κυβερνήτῃ παραχωρήσας, « ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ θεῷ » τῷ ἐπιτιμῶντι τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ καὶ ἀπάγοντι τοὺς πλέοντας εἰς γῆν ἐφ' ἣν σπεύδουσι.
Τὸν δὲ σὸν υἱόν, ἡμέτερον δὲ ἀδελφὸν ἐν κυρίῳ, παρακαλῶ ὑποπιάζειν τὸ σῶμα καὶ δουλαγωγεῖν, ὅση δύναμις, προσευχαῖς τε καὶ νηστείαις καὶ ἀγρυπνίαις, δι' ὧν θεραπεύεται μὲν τὸ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς καὶ λογισμῶν αἰσχρῶν ἀνεπίδεκτον γίνεται· κρατείτω δὲ καὶ τοῦ θυμοῦ τοῦ ἐν ἡμῖν Ἰούδα γινομένου καὶ τοῖς δαίμοσι προδιδόντος τὸν νοῦν· κρατείτω δὲ διὰ πραότητος καὶ μακροθυμίας καὶ ἐλεημοσύνης, ἀφ' ὧν τίκτεται ἀγάπη, τὸ γνώρισμα τῶν μαθητῶν· προσεχέτω δὲ καὶ τῇ ἀναγνώσει τῆς θείας γραφῆς.
Οὔτε ὡς δικαίῳ δικαίως ἀνάκειμαι τῷ θεῷ, ἀδίκων γὰρ πεπλήρωμαι λογισμῶν, οὔτε πάλιν ὡς δημιουργῷ προσέρχομαι τῷ θεῷ, ἀγνοῶ γὰρ λόγους σωμάτων καὶ ἀσωμάτων καὶ χρίσεως καὶ προνοίας, οὔτε μὴν ὡς θεῷ ὁ τάλας παρίσταμαι <αὐτῷ>, γυμνῇ <γὰρ> τέως προσεύξασθαι τῇ κεφαλῇ οὐ δύναμαι, τὰ τοῦ κόσμου τούτου περιφέρων εἴδωλα καὶ κατὰ τὸν καιρὸν τῆς προσευχῆς τούτοις προσομιλῶν· καὶ ἀναχώρησιν δῆθεν πνευματικὴν ἐπαγγέλλομαι, τῇ δὲ ψυχῇ συναναστρέφεσθαι τοῖς ἀνθρώποις οὐ παύομαι.
Οὐδεμία τῶν ἀρετῶν οὕτως πέφυχε τίκτειν σοφίαν ὡς πραΰτης.
Ὥσπερ χρονίζει τὸ τοῦ ἄρτου νόημα ἐν τῷ πεινῶντι διὰ τὴν πεῖναν καὶ τὸ τοῦ ὕδατος νόημα ἐν τῷ διψῶντι διὰ τὴν δίψαν, οὕτω καὶ τὸ τῶν χρημάτων νόημα χρονίζει διὰ πλεονεξίαν. Ταῦτα δὲ τὰ νοήματα αἰσθητῶν πραγμάτων ἐστὶν νοήματα τυποῦντα τὸν νοῦν ἡμῶν, ἀναγκαίως καὶ σχηματίζοντα· τοιαῦτα γάρ ἐστι καὶ τὰ πράγματα ὧν ἐστι τὰ νοήματα. Οὐκ ἔστι δὲ μετὰ τούτων τῶν νοημάτων δέξασθαι γνῶσιν θεοῦ, διότι ἡ γνῶσις ἐκείνη οὐδὲν τῶν τοῦ κόσμου τούτου πραγμάτων δηλοῖ· οὐ γάρ ἐστι σῶμα θεός, ἔχον χρῶμα <καὶ> μέγεθος· ταῦτα γάρ, ὡς ἔφην, τυποῖ τὸ ἡγεμονικὸν ἡμῶν διὰ τῶν νοημάτων.
Δεῖ τοίνυν τὸν μέλλοντα νοῦν δέχεσθαι γνῶσιν θεοῦ πάντων <χωρίζεσθαι τῶν ἐν τοῖς πράγμασι νοημάτων>· ἀδύνατον δὲ ἀποθέσθαι τὰ νοήματα μὴ τὰ πάθη ἀπεκδυσάμενον· διὰ γὰρ ταῦτα, ὡς ἔφην, χρονίζει ἐν ἡμῖν τὰ νοήματα τῶν πραγμάτων τῶν αἰσθητῶν· ἀδύνατον δὲ τὰ πάθη ἀποθέσθαι μὴ περιελόντα κατὰ διάνοιαν γαστριμαργίαν καὶ πλεονεξίαν.
Εἶπέ τις τῶν ἀδελφῶν καλῶς μηδὲν διαφέρειν τὸν λογισμὸν τῆς κενοδοξίας τριβόλου πάντοθεν νύττοντος· χρησιμεύει γὰρ αὐτῷ καὶ σάκκος καὶ ἱμάτιον σηρικὸν καὶ λόγος καὶ σιωπὴ καὶ κόρος καὶ ἔνδεια καὶ ἀναχώρησις καὶ συντυχία.
Δεῖ κεκραμένον εἶναι τὸν ἔλεγχον, τὸ πρᾶγμα μὲν λέγοντα, δειλίαν δὲ προσποιούμενον κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν οἳ κρύπτουσι τῷ χαλκῷ τὸν διαιροῦντα σίδηρον.
Ὥσπερ οὐκ ἔστιν ἄνευ τοῦ σώματος ἐπιβάλλειν τοῖς αἰσθητοῖς, οὕτως οὐκ ἔστιν ἄνευ τοῦ <νοῦ> ἀσωμάτου θεάσασθαι τὸν ἀσώματον, καὶ οὐχ ὡς νοῦς μόνον ὁρᾷ θεόν, ἀλλ' ὡς νοῦς καθαρός· « μακάριοι γάρ, φησίν, οἱ καθαροὶ τῇ χαρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται »· καὶ ὅρα ὡς οὐ διὰ τὴν καθαρότητα αὐτοὺς ἐμακάρισεν, ἀλλὰ διὰ τὴν θέαν τοῦ θεοῦ, εἴπερ καθαρότης μέν ἐστιν ἀπάθεια λογικῆς ψυχῆς, θέα δὲ τοῦ θεοῦ γνῶσις ἀληθὴς τῆς προσκυνητῆς καὶ ἁγίας τριάδος, ἣν ὄψονται οἱ ἐνταῦθα τὴν πρακτικὴν κατορθώσαντες καὶ διὰ τῶν ἐντολῶν καθάραντες ἑαυτούς·
μία δὲ τῶν ἐντολῶν καὶ ἀρχαία ἐστὶν ἡ ἀγάπη, μεθ' ἧς ὄψεται ὁ νοῦς τὴν πρώτην ἀγάπην· « διδάξει γάρ, φησί, πραεῖς ὁδοὺς αὐτοῦ »· εἰ δὲ πραΰς ἦν ὁ ἅγιος Μωϋσῆς παρὰ πάντας τοὺς ἀνθρώπους, καλῶς λέγει τὸ πνεῦμα τὸ ἅγιον ὅτι ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ.
Ταύτην τὴν πραΰτητα παράθου τοῖς σοῖς ἀδελφοῖς, ὀργῆς μετάνοιαν <μὴ> δυσκόλως δεχόμενος· οὐδεμία γὰρ οὕτως ἄλλη κακία δαίμονα τὸν νοῦν ὡς θυμὸς ἀπεργάζεται· « θυμὸς γὰρ αὐτοῖς, φησί, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως », καὶ μηδὲν ἄλλο τι νομίζωμεν εἶναι δαίμονα ἢ θυμούμενον ἄνθρωπον, ἐκφυγόντα τὴν αἴσθησιν.
Μηδεὶς <τοίνυν> τῶν ἀδελφῶν σου μιμείσθω τὸν ὄφιν μηδὲ ἀποδέχου ἐγκράτειαν, διωκομένης πραΰτητος· ὅστις γὰρ βρωμάτων ἢ πομάτων ἀπέχεται, θυμὸν δὲ ἀλόγως κινεῖ, οὗτος ἔοικε ποντοπορούσῃ νηΐ καὶ ἐχούσῃ δαίμονα κυβερνήτην.
Τὴν θεωρητικὴν κατάστασιν ἀνείδωλον βούλεται εἶναι τὸ πνεῦμα τὸ ἅγιον καὶ πάντων τῶν ἐμπαθῶν λογισμῶν ἐλευθέραν· ὥσπερ γὰρ ὁ ἔφηλος ὀφθαλμὸς οὐκ ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτως οὐδὲ νοῦς ἔχων ἐμπαθεῖς λογισμοὺς ἐπιγινώσκει τὰ νοήματα· δεῖ δὲ αὐτὸν κατὰ μικρὸν διὰ πάντων χωροῦντα τῶν νοημάτων, οὕτω φθάσαι καὶ πρὸς τὸν αἴτιον καὶ πατέρα τῶν νοητῶν, ὅστις κατὰ στέρησιν τῶν ἐν τοῖς πράγμασι νοημάτων ἐπιφαίνεται τῇ καρδίᾳ·
ἡ μὲν γὰρ τῶν γεγονότων θεωρία πολλὰς ἔχει τὰς ἱστορίας, ἡ δὲ τῆς ἁγίας τριάδος ἐστὶ μονοειδὴς γνῶσις, οὐσιώδης γὰρ γνῶσίς ἔστι γυμνῷ <νῷ> παθῶν καὶ σωμάτων ἐμφανιζομένη. Ἀδύνατον δὲ σωθῆναι τὸν νοῦν μὴ ἐπὶ τοῦτο τὸ ὅρος ἀναδραμόντα· ὄρος γάρ ἐστι τὸ νοητὸν γνῶσις τῆς ἁγίας τριάδος εἰς ὕψος ἀνεγηγερμένη δυσπρόσιτον, ἐφ' ᾗ ὁ νοῦς γεγονὼς πάντων ἐκπίπτει τῶν ἐν τοῖς πράγμασι νοημάτων. Ἐπὶ τοῦτο τὸ ὄρος καὶ τὸν μακάριον Λὼτ ὡδήγουν τότε οἱ ἄγγελοι τοῦ θεοῦ λέγοντες· « εἰς τὸ ὄρος σῴζου μήποτε συμπαραληφθῇς. »