</titleStmt> <publicationStmt> <p/> </publicationStmt> <sourceDesc> <p/> </sourceDesc> </fileDesc> <encodingDesc> <p/> </encodingDesc> </teiHeader> <head xmlns="tag:textalign.net,2015:ns"> <name>Géhin's edition of the sixty-two letters of Evagrius Ponticus</name> <master-location href="https://raw.githubusercontent.com/Arithmeticus/TAN-Evagrius/master/cpg2437/cpg2437.grc.2025.gehin.xml"/> <license which="by_4.0" licensor="kalvesmaki"/> <work which="Epistulae"/> <vocabulary> <IRI>tag:kalvesmaki.com,2014:tan-key:evagrius</IRI> <name>General keywords associated with the TAN collection for Evagrius of Pontus</name> <location href="../TAN-voc/evagrius.TAN-voc.xml" accessed-when="2017-12-16-05:00"/> </vocabulary> <source which="Géhin 2025"/> <adjustments> <normalization which="no hyphens"/> </adjustments> <vocabulary-key> <person xml:id="kalvesmaki" which="Joel Kalvesmaki"/> </vocabulary-key> <file-resp who="kalvesmaki"/> <resp roles="editor" who="kalvesmaki"/> <change when="2020-12-20" who="kalvesmaki">Started file</change> <to-do/> </head> <text> <body xml:lang="grc"> <div n="4" type="letter"> <div n="5" type="section"> <p>Μὴ τοίνυν κατόκνει διαλέγεσθαι τοῖς ἀδελφοῖς ἀναγινώσκειν τε τὰς θείας γραφὰς ἐν χρόνῳ τακτῷ, καὶ μὴ ἀγαπᾶν τὸν κόσμον μηδὲ τὰ ἐν κόσμῳ, καὶ τηρεῖν λογισμούς, ὅπερ ἐστὶ φάρμακον λυκόλεθρον ὑπὸ δαιμόνων μισούμενον· </p> </div> <div n="6" type="section"> <p>ὁ γὰρ μετὰ κρίσεως γινόμενος πόλεμος μεγίστων μὲν πεπλήρωται λογισμῶν, πολλὴν δὲ ἔχει καθαρότητα διανοίας, μηκέτι τῶν δαιμόνων ἐμπαίζειν ἢ συκοφαντεῖν δυναμένων τὴν ψυχήν· ὥσπερ γὰρ ἡ φρόνησις τὴν εὔλογον κρίσιν τῶν πραγμάτων κεκλήρωται, οὕτως ἡ διάκρισις τὰς κατὰ διάνοιαν φαντασίας πεπίστευται, ἁγίους καὶ βεβήλους καὶ καθαροὺς καὶ ἀκαθάρτους διακρίνουσα λογισμούς, καὶ τέχνας δαιμόνων ἐμπαιζόντων κατὰ τὸ προφητικὸν λόγιον ἐμπειρεῖ, καὶ μιμουμένων αἴσθησίν τε καὶ μνήμην πρὸς ἀπάτην ψυχῆς λογικῆς σπευδούσης εἰς τὴν γνῶσιν τοῦ Χριστοῦ. </p> </div> <div n="7" type="section"> <p>ὅθεν ἀναγκαιότατον τὸν ταύτην στρατευόμενον τὴν στρατείαν ζητεῖν παρὰ κυρίου διάκρισιν, μηδὲν παραλιμπάνοντα τῶν συντελούντων πρὸς ὑποδοχὴν τοιούτου χαρίσματος· ἔστι δὲ ὡς ἐν τύπῳ εἰπεῖν ταῦτα· ἐγκράτεια καὶ πραΰτης, καὶ ἀγρυπνία καὶ ἀναχώρησις, καὶ πυκναὶ προσευχαὶ κουφιζούμεναι θείων λόγων ἀναγνώσεσιν· οὐδὲν γὰρ οὕτως ποιητικόν ἐστι καθαρᾶς προσευχῆς ὡς ἀνάγνωσις· ἡ μὲν γὰρ πρακτικὴ περιτέμνει τὰ πάθη, ἐπιθυμίαν καὶ λύπην καὶ θυμὸν περικόπτουσα, ἡ δὲ μετὰ ταύτην ἀνάγνωσις καὶ αὐτῶν ψιλῶν τῶν νοημάτων ἀφίστησι, πρὸς τὴν ἀνείδεον καὶ θειώδη καὶ μονοειδῆ γνῶσιν τὸν νοῦν μεταφέρουσα, ἣν συμβολικῶς ὁ κύριος ἔν τοῖς εὐαγγελίοις ταμεῖον ὠνόμασε, τὸν κρυπτὸν πατέρα δεικνύουσαν.</p> </div> </div> <div n="6" type="letter"> <div n="4" type="section"> <p>Ἐγὼ μὲν οὐχ ἱκανός· ἀπεῖπον γὰρ λοιπὸν πρὸς τοὺς πειρασμούς, ὅλον τὸ σκάφος τῷ κυβερνήτῃ παραχωρήσας, <quote>ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ θεῷ</quote><ref cRef="2Cor. 1.9"/> τῷ ἐπιτιμῶντι τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ καὶ ἀπάγοντι τοὺς πλέοντας εἰς γῆν ἐφ' ἣν σπεύδουσι. </p> </div> <div n="5" type="section"> <p>Τὸν δὲ σὸν υἱόν, ἡμέτερον δὲ ἀδελφὸν ἐν κυρίῳ, παρακαλῶ ὑποπιάζειν τὸ σῶμα καὶ δουλαγωγεῖν, ὅση δύναμις, προσευχαῖς τε καὶ νηστείαις καὶ ἀγρυπνίαις, δι' ὧν θεραπεύεται μὲν τὸ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς καὶ λογισμῶν αἰσχρῶν ἀνεπίδεκτον γίνεται· κρατείτω δὲ καὶ τοῦ θυμοῦ τοῦ ἐν ἡμῖν Ἰούδα γινομένου καὶ τοῖς δαίμοσι προδιδόντος τὸν νοῦν· κρατείτω δὲ διὰ πραότητος καὶ μακροθυμίας καὶ ἐλεημοσύνης, ἀφ' ὧν τίκτεται ἀγάπη, τὸ γνώρισμα τῶν μαθητῶν· προσεχέτω δὲ καὶ τῇ ἀναγνώσει τῆς θείας γραφῆς.</p> </div> </div> <div n="7" type="letter"> <div n="1" type="section"> <p>Οὔτε ὡς δικαίῳ δικαίως ἀνάκειμαι τῷ θεῷ, ἀδίκων γὰρ πεπλήρωμαι λογισμῶν, οὔτε πάλιν ὡς δημιουργῷ προσέρχομαι τῷ θεῷ, ἀγνοῶ γὰρ λόγους σωμάτων καὶ ἀσωμάτων καὶ κρίσεως καὶ προνοίας, οὔτε μὴν ὡς θεῷ ὁ τάλας παρίσταμαι, γυμνῇ <γὰρ> τέως προσεύξασθαι τῇ κεφαλῇ οὐ δύναμαι, τὰ τοῦ κόσμου τούτου περιφέρων εἴδωλα καὶ κατὰ τὸν καιρὸν τῆς προσευχῆς τούτοις προσομιλῶν· καὶ ἀναχώρησιν δῆθεν πνευματικὴν ἐπαγγέλλομαι, τῇ δὲ ψυχῇ συναναστρέφεσθαι τοῖς ἀνθρώποις οὐ παύομαι.</p> </div> </div> <div n="16" type="letter"> <div n="1" type="section"> <p>Ἕκαστος τῶν δαιμόνων τοὺς ἰδίους ὅρους φυλάττει καὶ τὸν μοναχὸν ἐπιτηρεῖ παριόντα, πότερον ἐκκλίνει δεξιᾷ ἢ ἀριστερᾷ ἢ τὴν βασιλικὴν ὁδὸν βαδίζει.</p> </div> <div n="2" type="section"> <p>Οἷον· ὁ τῆς γαστριμαργίας εἰ νηστεύσας ὁ μοναχὸς ἐφάνη φαιδρὸς ἢ σκυθρωπότητα προσεποιήσατο τῆς ἐνδείας κατηγορῶν ἢ λόγῳ τι τοιοῦτον ἐν συντυχίᾳ ᾐνίξατο, ἵνα ὑπὸ τῶν παρόντων ἀκούσῃ· λίαν ὠχρὸς καὶ ὑπόλεπτος.</p> </div> <div n="3" type="section"> <p>Ὡσαύτως δὲ καὶ ὁ τῆς πορνείας τοὺς ἰδίους ὅρους τηρεῖ, πότερον συντυχὼν γυναικὶ κατ' ἀνάγκην συνέτυχεν ἢ πρόφασιν εὔλογον ἐπλάσατο ἢ καὶ προήκατο λόγον εἰς γέλωτα ἢ εἰς εὐλάβειαν δῆθεν προκαλούμενον· τηρεῖ δὲ καὶ τὸν ὀφθαλμὸν αὐτοῦ εἰ μὴ περίεργος καὶ τὸ βάδισμα εἰ μὴ τεθρυμμένον καὶ τὸν χιτῶνα εἰ ὁ καθ' ἡμέραν.</p> </div> <div n="4" type="section"> <p>Ὁμοίως δὲ καὶ ὁ τῆς φιλαργυρίας σκοπεύει ὁποῖοί ἐσμεν συντυγχανόντων ἡμῖν τῶν πλουσίων καὶ εἰ τοῦ λαβεῖν ἕνεκεν λέγομέν τι ἢ πράττομεν· οἷον πενίαν ἀποδυρόμενοι καὶ εἰ τοὺς μὲν πλουσίους ἡδέως ὑποδεχόμεθα, τοὺς δὲ πένητας ἀποστρεφόμεθα.</p> </div> <div n="5" type="section"> <p>Τούτους τοὺς δαίμονας καὶ ὁ τῆς κενοδοξίας μιμεῖται καὶ πάντα περιεργάζεται τὰ ἡμέτερα, πότερον λελαλήκαμέν τι ἢ πεποιήκαμεν τῶν συντελούντων πρὸς ἐγκωμίων δόξαν ἢ ἀπὸ ἔργου δυσχεροῦς ἀνακληθέντες ἐστενάξαμεν, ἵνα ἐπαινεθῶμεν ὡς κοπιάσαντες· ἔτι δὲ καὶ εἴ τι τῶν ἐν τῇ κέλλῃ συμβάντων ἡμῖν ἐξ ἁγίων ἀγγέλων ἢ δαιμόνων δόξης ἕνεκεν προηνέγκαμεν.</p> </div> <div n="6" type="section"> <p>Καὶ τί δεῖ ἐπεκτείνειν πᾶσαν τὴν κακουργίαν αὐτῶν, πρὸς ἣν ἀποβλέπων ὁ κύριός φησιν· <quote>γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.</quote><ref cRef="Mt. 10.16"/></p> </div> </div> <div n="17" type="letter"> <div n="2" type="section"> <note n="3">Τῶν ἀκαθάρτων λογισμῶν οἱ μὲν θεωροῦνται ἐν τῇ ὁδῷ τῆς ἀρετῆς, οἱ δὲ παρὰ τὴν ὁδόν. Καὶ ὅσοι μὲν τὰς ἐντολὰς τοῦ θεοῦ γενέσθαι κωλύουσιν, οὗτοι παρὰ τὴν ὁδὸν διατρίβουσιν· ὅσοι δ’ αὖ πάλιν μὴ γενέσθαι μὲν αὐτὰς οὐ πείθουσι, γινομένας δὲ πρὸς τὸ φανῆναι τοῖς ἀνθρώποις ὑποβάλλουσι γίνεσθαι, οὗτοι πάντες ἐν τῇ ὁδῷ θεωροῦνται τὸν σκοπὸν ἡμῶν ἢ τὸν τρόπον καθ’ ὃν δεῖ γενέσθαι τὴν ἐντολὴν διαφθείροντες· ὅθεν ἀνάγκη τὸν ποιοῦντα τὴν ἐντολὴν διὰ τὸν κύριον ποιεῖν καὶ ἱλαρῶς αὐτὴν κατεργάζεσθαι· <quote>Ὁ γὰρ ἐλεῶν, εἶπεν, ἐν ἱλαρότητι.</quote><ref cRef="Rom. 12.8"/></note> </div> <div n="3" type="section"> <note n="1">Τί γὰρ ὄφελος ἐὰν ἐκδύσωμαι τὸν τῆς πλεονεξίας λογισμὸν δι’ εὐποιΐας καὶ τὸν τῆς γαστριμαργίας δι’ ἐγκρατείας, ἄλλους δὲ κενοδοξίας ἢ γογγυσμῶν ἐπενδύσωμαι λογισμούς; πάντως τοῦτό που πείσομαι κατὰ τὸν καιρὸν τῆς προσευχῆς καὶ ὑπὸ τούτων, ὅπερ ἄν μοι καὶ ἐπὶ τῶν πρώτων ἐκείνων συνέβη λογισμῶν, τὸ ἐκπεσεῖν τοῦ φωτὸς τοῦ κατὰ τὸν καιρὸν τῆς προσευχῆς τὸν νοῦν περιλάμποντος. Περὶ τούτων δὲ τῶν λογισμῶν καὶ ὁ μακάριος γράφει Δαυίδ· <quote>Ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι</quote><ref cRef="Ps. 141.4"/>· καὶ πάλιν· <quote>Σχοινία διέτειναν παγίδα τοῖς ποσί μου· ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι</quote><ref cRef="Ps 139.6" />· </note> </div> </div> <div n="18" type="letter"> <div n="1" type="section"> <note n="2">Τῷ δαιμονιώδει λογισμῷ τρεῖς ἀντίκεινται λογισμοὶ τέμνοντες αὐτὸν ἐν τῇ διανοίᾳ χρονίζοντα, ὄ τε ἀγγελικὸς καὶ ὁ ἐκ τῆς ἡμετέρας προαιρέσεως ῥεπούσης ἐπὶ τὸ κρεῖττον καὶ ὁ ἐκ τῆς ἀνθρωπίνης ἀναδιδόμενος φύσεως, καθ' ὃν κινούμενοι καὶ ἐθνικοὶ ἀγαπῶσί τε τὰ ἴδια τέκνα καὶ τοὺς ἑαυτῶν τιμῶσι γονεῖς. </note> </div> <div n="2" type="section"> <note n="3">Τῷ δὲ ἀγαθῷ λογισμῷ δύο μόνον ἀντίκεινται λογισμοί, ὅ τε δαιμονιώδης καὶ ὁ ἐκ τῆς ἡμετέρας προαιρέσεως ἀποκλινούσης ἐπὶ τὸ χεῖρον. Ἐκ δὲ τῆς φύσεως οὐδεὶς ἐξέρχεται λογισμὸς πονηρός· οὐ γὰρ ἀπ' ἀρχῆς γεγόναμεν πονηροί, εἴπερ καλὸν σπέρμα ἔσπειρεν ὁ κύριος ἐν τῷ ἰδίῳ ἀγρῷ. </note> </div> <div n="3" type="section"> <note n="2">Τῶν λογισμῶν οἱ μὲν τέμνουσιν, οἱ δὲ τέμνονται καὶ τέμνουσι μὲν οἱ πονηροὶ τοὺς ἀγαθούς, τέμνονται δὲ πάλιν ὑπὸ τῶν ἀγαθῶν οἱ πονηροί τὸ τοίνυν πνεῦμα τὸ ἅγιον τῷ πρώτως τεθέντι προσέχει λογισμῷ καὶ πρὸς ἐκεῖνον κρίνει ἡμᾶς ἢ ἀποδέχεται. Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν ἔχω τινὰ φιλοξενίας λογισμὸν καὶ τοῦτον ἔχω διὰ τὸν κύριον, ἀλλ’ οὗτος ἐπελθόντος τοῦ πειράζοντος τέμνεται καὶ δόξης χάριν φιλοξενεῖν ὑποβάλλοντος καὶ πάλιν ἔχω φιλοξενίας λογισμὸν πρὸς τὸ τοῖς ἀνθρώποις φανῆναι, ἀλλὰ καὶ οὗτος ὑποδραμόντος κρείττονος λογισμοῦ τέμνεται τοῦ πρὸς τὸν κύριον μᾶλλον ἡμῶν τὴν ἀρετὴν ἀπευθύνοντος καὶ μὴ δι’ ἀνθρώπους ταῦτα πράττειν ἡμᾶς καταναγκάζοντος. </note> </div> <div n="4" type="section"> <note n="1">Ἂν οὖν διὰ τῶν ἔργων λοιπὸν τοῖς προτέροις ἐμμείνωμεν ὑπὸ τῶν δευτέρων πειραζόμενοι, μόνον τῶν πρότερον τεθέντων λογισμῶν ἕξομεν τὸν μισθόν, διότι ἄνθρωποι ὄντες καὶ παλαίοντες δαίμοσιν, ἀεὶ κατέχειν τὸν ὀρθὸν λογισμὸν ἄφθαρτον οὐκ ἰσχύομεν οὐδὲ πάλιν τὸν πονηρὸν λογισμὸν ἔχειν ἀπείραστον, ἀρετῶν σπέρματα κεκτημένοι. Πλὴν ἐάν τις χρονίσῃ τῶν τεμνόντων λογισμῶν, ἐν τῇ χώρᾳ τοῦ τεμνομένου καθίσταται, καὶ κατ’ ἐκεῖνον λοιπὸν τὸν λογισμὸν ὁ ἄνθρωπος κινούμενος ἐνεργήσει.</note> </div> </div> <div n="25" type="letter"> <div n="6" type="section"> <p>Εἰ βούλει τῆς καρδίας σου τὴν κατάστασιν ἐπιγνῶναι, σπουδαζούσης ἢ ῥαθυμούσης, πρόσεχε σεαυτῷ ἐν καιρῷ προσευχῆς, ὑπὸ ποίων φαντασιῶν ὁ νοῦς σου κλονεῖται καὶ περισπᾶται, πότερον ὑπὸ ἐμπαθῶν ἢ ἀπαθῶν· Κἂν μὲν ὑπὸ τῶν προτέρων λογισμῶν πολεμεῖται, ἀμελεῖ τῶν ἐντολῶν τοῦ θεοῦ καὶ ἀκμάζει τὰ πάθη, θυμὸν καὶ ἐπιθυμίαν κινοῦντα καὶ ὄχλον αὐτῷ μετὰ ὀδύνης παρέχοντα· ἐὰν δὲ καὶ ὑπὸ τῶν δευτέρων ταράσσεται, οὐ προσέχει ἀναγνώσεσι καὶ προσευχῇ, ἀλλ' ὑπὸ συντυχιῶν πολλῶν καὶ διηγημάτων καινῶν καταλέλυται, <quote>καινότερον ἀεί τι λέγειν καὶ ἀκούειν</quote><ref cRef="Ac. 17.21"/> βουλόμενος.</p> </div> <div n="7" type="section"> <p>Ἀλλ’ ἀγωνίζου τὸν καλὸν ἀγῶνα, ἵνα καὶ στεφανωθῇς τῷ τῆς δικαιοσύνης στεφάνῳ καὶ ἴδῃς τὸν νυμφίον Χριστόν, ὃν νῦν διὰ τῶν ἀγαθῶν ἔργων ζητεῖς· τοῦτο γάρ ἐστιν ὄντως τὸ ζητῆσαι τὸν κύριον. </p> </div> </div> <div n="27" type="letter"> <div n="1" type="section"> <p>Οὐκ ἔστι καρδίαν καθαρὰν κτήσασθαι, μὴ τελείως δαιμόνων κρατήσαντα. </p> </div> <div n="2" type="section"> <p>ἀλλ' εἴ τις βούλοιτο καὶ νῦν περιθῆναι τούτῳ φορβαίαν καὶ τρῆσαι ψελλίῳ ῥῖνα αὐτοῦ, πραΰτητα κτησάσθω τὴν μητέρα τῆς γνώσεως, ἐφ' ᾗ καὶ Μωϋσῆς ἐκεῖνος ἐγκωμιάζεται· <quote>Πραῢς παρὰ πάντας τοὺς ἀνθρώπους.</quote><ref cRef="Num. 12.3"/></p> </div> <div n="3" type="section"> <p>Μηδεὶς προσεχέτω, παρακαλῶ, τῇ ἐγκρατείᾳ μόνῃ· οὐ γὰρ ἔστιν ἐξ ἑνὸς λίθου οἶκον οἰκοδομῆσαι, οὐδὲ ἐκ μιᾶς πλίνθου οἶκον κατασκεύασαι· ἐγκρατὴς θυμώδης ξύλον ἐστὶ ξηρόν, <quote>φθινοπωρινόν, ἄκαρπον, δὶς ἀποθανόντα, ἐκριζωθέντα</quote><ref cRef="Jude 12"/> θυμώδης οὐκ ὄψεται ἑωσφόρον ἀνατέλλοντα, ἀλλὰ πορεύεται <quote>ὅθεν οὐκ ἀναστρέψει, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, εἰς γῆν σκότους αἰωνίου</quote><ref cRef="Job 10.21-22"/>.</p> </div> <div n="6" type="section"> <p>Περὶ δὲ τοῦ τῆς ἀκηδίας λογισμοῦ γεγραφήκατε· ποῖον οἶκον ὑμᾶς ἀναγκάζει καταλιμπάνειν· πότερον τὸν νοητὸν ἢ τὸν αἰσθητόν; <τὸν αἰσθητόν> ὃν πάνυ μισεῖ τις πειραζόμενος τούτῳ τῷ πειρασμῷ· μόνος γὰρ οὗτος τῶν λογισμῶν συμπεπλεγμένος ἐστίν, ἐκ μίσους καὶ ἐπιθυμίας γεννώμενος· ὁ γὰρ ἀκηδιῶν μισεῖ μὲν τὰ παρόντα, ἐπιθυμεῖ δὲ τῶν μὴ παρόντων· καὶ ὅσον ἡ ἐπιθυμία τὸν μοναχὸν ἕλκει εἰς τὰ κάτω, τοσοῦτον καὶ τὸ μῖσος ἐξελαύνει τοῦτον τῆς κέλλης· καὶ ἔστιν ἰδεῖν αὐτὸν ὡς ἄλογον ζῷον, ὑπὸ μὲν τῆς ἐπιθυμίας ἑλκόμενον, ὑπὸ δὲ τοῦ μίσους ὀπίσω τυπτόμενον· ᾧ τὸ καταλιμπάνειν τὸν αἰσθητὸν οἶκόν ἔστιν ἐπονείδιστον· ἥττης γάρ ἐστι σημεῖον, ἀλλὰ ταῦτα συμβαίνει τοῖς μόνοις καθημένοις.</p> </div> </div> <div type="letter" n="30"> <div type="section" n="3"> <note n="3">Εἰ πᾶσα κακία ἐκ τοῦ λογιστικοῦ, ἐκ τοῦ ἐπιθυμητικοῦ ἢ ἐκ τοῦ θυμικοῦ πέφυκε γίνεσθαι, ταύταις δὲ ταῖς δυνάμεσιν ἔστιν εὖ ἢ κακῶς χρήσασθαι, παρὰ τὴν χρῆσιν δηλονότι τούτων τῶν μερῶν ἐπισυμβαίνουσιν ἡμῖν αἱ κακίαι· εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐδὲν τῶν ὑπὸ θεοῦ γεγονότων ἐστὶ πονηρόν.</note> </div> </div> <div n="31" type="letter"> <p>Πάνυ τῆς σῆς ἀγάπης ἀπήλαυσα, τῆς δὲ φιλοξενίας σφόδρα τὸ πλήρωμα· καὶ τί ἀνταποδώσομεν ἆρα ἡμεῖς ὑπὲρ ὧν καὶ <το>σαύτην ἀνάπαυσιν εὑρήκαμεν παρὰ σοί; γένοιτο κύριος ἐν τῇ καρδίᾳ σου, ὁ μέγας ἀρχιερεύς, ὁ διεληλυθὼς τοὺς οὐρανοὺς καὶ πληρώσας τὰ πάντα· ὑψώσειε κεφαλήν σου ἐπ’ ἐχθρούς σου, διδάσκων γνῶσιν δικαιοσύνης καὶ ἀποκαλύπτων σοφίας μυστήρια· ὁ καρπός σου γένοιτο πολὺς καὶ ἡ ῥίζα σου ἐφ' ὕδατος ἀνθήσῃ· τὸν στάχυν σου μὴ διαφθείρῃ ἄνεμος καὶ δρόσος οὐράνιος ἐπέλθοι ἐπὶ τῷ θερισμῷ σου· ὁ στέλεχός σου πυκάσοι καὶ ὁ καρπός σου γένοιτο ὡραῖος· φάγοι ἐξ αὐτοῦ κύριος καὶ αὐλισθῇ ἐν παραδείσῳ σου, ἀνθ' ὧν εὖ πεποίηκας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἁμαρτωλοὺς καὶ μηδὲν ἔχοντας τῆς σῆς ἀγάπης ἐπάξιον. </p> </div> <div n="36" type="letter"> <div n="3" type="section"> <p>Οὐδεμία τῶν ἀρετῶν οὕτως πέφυκε τίκτειν σοφίαν ὡς πραΰτης.</p> </div> </div> <div n="39" type="letter"> <div n="3" type="section"> <p>Ὥσπερ χρονίζει τὸ τοῦ ἄρτου νόημα ἐν τῷ πεινῶντι διὰ τὴν πεῖναν καὶ τὸ τοῦ ὕδατος νόημα ἐν τῷ διψῶντι διὰ τὴν δίψαν, οὕτω καὶ τὸ τῶν χρημάτων νόημα χρονίζει διὰ πλεονεξίαν. </p> </div> <div n="4" type="section"> <p>Ταῦτα δὲ τὰ νοήματα αἰσθητῶν πραγμάτων ἐστὶν νοήματα τυποῦντα τὸν νοῦν ἡμῶν, ἀναγκαίως καὶ σχηματίζοντα· τοιαῦτα γάρ ἐστι καὶ τὰ πράγματα ὧν ἐστι τὰ νοήματα. Οὐκ ἔστι δὲ μετὰ τούτων τῶν νοημάτων δέξασθαι γνῶσιν θεοῦ, διότι ἡ γνῶσις ἐκείνη οὐδὲν τῶν τοῦ κόσμου τούτου πραγμάτων δηλοῖ· οὐ γάρ ἐστι σῶμα θεός, ἔχον χρῶμα <καὶ> μέγεθος· ταῦτα γάρ, ὡς ἔφην, τυποῖ τὸ ἡγεμονικὸν ἡμῶν διὰ τῶν νοημάτων.</p> </div> <div n="5" type="section"> <p>Δεῖ τοίνυν τὸν μέλλοντα νοῦν δέχεσθαι γνῶσιν θεοῦ πάντων στερηθῆναι τῶν ἐν τοῖς πράγμασι νοημάτων· ἀδύνατον δὲ ἀποθέσθαι τὰ νοήματα μὴ τὰ πάθη ἀπεκδυσάμενον· διὰ γὰρ ταῦτα, ὡς ἔφην, χρονίζει ἐν ἡμῖν τὰ νοήματα τῶν πραγμάτων τῶν αἰσθητῶν· </p> </div> <div n="6" type="section"> <p>Ἀδύνατον δὲ τὰ πάθη ἀποθέσθαι μὴ περιελόντα κατὰ διάνοιαν γαστριμαργίαν καὶ πλεονεξίαν.</p> </div> </div> <div n="43" type="letter"> <div n="1" type="section"> <note n="3">Κυκλεύει γὰρ ὁ νοῦς ἐμπαθὴς ὢν καὶ δυσκάθεκτος γίνεται τὰς ποιητικὰς τῶν ἡδονῶν ὕλας ἐπισκεπτόμενος· ἵσταται δἐ τῆς πλάνης ἀπαθὴς γεγονὼς καὶ τοῖς ἀσωμάτοις περιτυχὼν τοῖς ἀποπληροῦσι τὰς πνευματικὰς ἐπιθυμίας αὐτῷ.</note> </div> <div type="section" n="2"> <note n="1"><Ἀπ' ἀρχῆς> ἀρετῆς γεγόναμεν ἔχοντες σπέρματα, κακίας δὲ οὔ· οὐ γὰρ εἴ τινος δεκτικοί ἐσμεν, τούτου πάντως καὶ τὴν δύναμιν ἔχομεν, ἐπεὶ καὶ μὴ εἶναι δυνάμενοι, τοῦ μὴ ὄντος οὐκ ἔχομεν δύναμιν· εἴπερ αἱ δυνάμεις ποιότητες, τὸ δὲ μὴ ὂν οὐκ ἔστι ποιότης.</note> </div> <div type="section" n="3"> <note n="2">Ἦν ὅτε οὐκ ἦν κακία καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετὴ οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς· πείθει δέ με ὁ πλούσιος ἐκεῖνος ἐν τῷ ᾅδῃ διὰ κακίαν κρινόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς· τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς.</note> </div> </div> <div n="51" type="letter"> <div n="2" type="section"> <p>Καὶ δέδοικα μήποτε καὶ περὶ τῆς ἐμῆς ψυχῆς εἴπῃ· <quote>Ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη.</quote><ref cRef="Jer. 28.9"/></p> </div> <div n="3" type="section"> <p>Εἶπέ τις τῶν ἀδελφῶν καλῶς μηδὲν διαφέρειν τὸν λογισμὸν τῆς κενοδοξίας τριβόλου πάντοθεν νύττοντος· χρησιμεύει γὰρ αὐτῷ καὶ σάκκος καὶ ἱμάτιον σηρικὸν καὶ λόγος καὶ σιωπὴ καὶ κόρος καὶ ἔνδεια καὶ ἀναχώρησις καὶ συντυχία.</p> </div> </div> <div n="52" type="letter"> <div n="3" type="section"> <p>Ὃ ἐγκώμια γραφῶν ἀναχωροῦντι ὅμοιός ἐστιν ἀνδρὶ ἐμβάλλοντι καιομένῃ καμίνῳ στυππεῖον ἢ καλάμην ἢ ἄλλην ὕλην τὴν ῥᾳδίως ἐξαπτομένην. </p> </div> <div n="4" type="section"> <p>Ἐγὼ τοὺς ἐμὲ κατηγοροῦντας οὐκ αἰτιῶμαι, ἀλλὰ καὶ εὐεργέτας καλῶ· καὶ οὐκ ἀπωθοῦμαι τὸν ἰατρὸν τῶν ψυχῶν φάρμακον ἀτιμίας προσάγοντα κενοδόξῳ ψυχῇ.</p> </div> <div n="5" type="section"> <p>Ἐγὼ τοίνυν ἐπίσης καὶ δόξαν καὶ ἀτιμίαν φοβοῦμαι· τῇ μὲν γὰρ ὑπερηφανία, τῇ δὲ μνησικακία παρέπεται· ἑκάτερα δὲ πρακτικῆς ἀλλότρια καταστάσεως. Τοὺς δὲ μόνον νηστεύοντας ἀπώθου, οἵτινες ταῖς μὲν τῆς γαστριμαργίας ἴσως οὐ σκοτισθήσονται φαντασίαις, τοῖς δὲ τῆς μνησικακίας καὶ φιλαργυρίας καὶ ὀργῆς καὶ κενοδοξίας καὶ ὑπερηφανίας βαπτίζονται λογισμοῖς.</p> </div> <div n="6" type="section"> <p>μὴ τοίνυν γίνου, παρακαλῶ, ἀδιάκριτος, μηδὲ νόμιζε τὸν νηστεύοντα μόνον γνώσεως γίνεσθαι δεκτικόν· οὐκ ἔστιν ἐκ μιᾶς σανίδος κατασκευάσαι ναῦν, οὐδὲ ἐκ μιᾶς πλίνθου οἰκίαν. Σκοπὸς γὰρ τῷ μοναχῷ οὐκ ἀπὸ τῶνδε μὲν τῶν λογισμῶν λῦσαι τὸν νοῦν, τοῖς δὲ πάλιν συνδῆσαι, ἀλλὰ καθόλου παντὸς λογισμοῦ ἀκαθάρτου τὸν νοῦν ἐλεύθερον παραστῆσαι Χριστῷ. </p> </div> <div n="7" type="section"> <p>Οἱ δὲ πνευματικοὶ πατέρες οὐ τῷ πολλῶν ἄρχειν ὀνομάζονται πατέρες, ἀλλὰ τῷ ἔχειν χάριν πνευματικὴν πολλοὺς τίκτειν ἐν ἀρετῇ καὶ γνώσει θεοῦ δυναμένην.</p> </div> </div> <div n="55" type="letter"> <div n="1" type="section"> <p>Δεῖ κεκραμένον εἶναι τὸν ἔλεγχον, τὸ πρᾶγμα μὲν λέγοντα, δειλίαν δὲ προσποιούμενον κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν οἳ κρύπτουσι τῷ χαλκῷ τὸν διαιροῦντα σίδηρον.</p> </div> </div> <div n="56" type="letter"> <div n="3" type="section"> <p>Ὥσπερ οὐκ ἔστιν ἄνευ τοῦ σώματος ἐπιβάλλειν τοῖς αἰσθητοῖς, οὕτως οὐκ ἔστιν ἄνευ τοῦ <νοῦ> ἀσωμάτου θεάσασθαι τὸν ἀσώματον, καὶ οὐχ ὡς νοῦς μόνον ὁρᾷ θεόν, ἀλλ' ὡς νοῦς καθαρός· <quote>Μακάριοι γάρ</quote>, φησίν, <quote>οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται</quote><ref cRef="Mt. 5.8"/>· καὶ ὅρα ὡς οὐ διὰ τὴν καθαρότητα αὐτοὺς ἐμακάρισεν, ἀλλὰ διὰ τὴν θέαν τοῦ θεοῦ, εἴπερ καθαρότης μέν ἐστιν ἀπάθεια λογικῆς ψυχῆς, θέα δὲ τοῦ θεοῦ γνῶσις ἀληθὴς τῆς προσκυνητῆς καὶ ἁγίας τριάδος, ἣν ὄψονται οἱ ἐνταῦθα τὴν πρακτικὴν κατορθώσαντες καὶ διὰ τῶν ἐντολῶν καθάραντες ἑαυτούς· </p> </div> <div n="4" type="section"> <p>Μία δὲ τῶν ἐντολῶν καὶ ἀρχαία ἐστὶν ἡ ἀγάπη, μεθ' ἧς ὄψεται ὁ νοῦς τὴν πρώτην ἀγάπην· <quote>Διδάξει γάρ, φησί, πραεῖς ὁδοὺς αὐτοῦ</quote><ref cRef="Ps. 24.9" />· εἰ δὲ <quote>πραῢς ἦν</quote> ὁ ἅγιος <quote>Μωϋσῆς παρὰ πάντας τοὺς ἀνθρώπους</quote><ref cRef="Num. 12.3"/>, καλῶς λέγει τὸ πνεῦμα τὸ ἅγιον ὅτι <quote>Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ</quote><ref cRef="Ps. 102.7"/>.</p> </div> <div n="5" type="section"> <p>Ταύτην τὴν πραΰτητα παράθου τοῖς σοῖς ἀδελφοῖς, ὀργῆς μετάνοιαν δυσκόλως δεχόμενος· οὐδεμία γὰρ οὕτως ἄλλη κακία δαίμονα τὸν νοῦν ὡς θυμὸς ἀπεργάζεται· <quote>Θυμὸς</quote> γὰρ <quote>αὐτοῖς</quote>, φησί, <quote>κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως</quote><ref cRef="Ps. 57.5"/>, καὶ μηδὲν ἄλλο τι νομίζωμεν εἶναι δαίμονα ἢ θυμούμενον ἄνθρωπον, ἐκφυγόντα τὴν αἴσθησιν.</p> </div> <div n="6" type="section"> <p>Μηδεὶς τοίνυν τῶν ἀδελφῶν σου μιμείσθω τὸν ὄφιν μηδὲ ἀποδέχου ἐγκράτειαν, διωκομένης πραΰτητος· ὅστις γὰρ βρωμάτων ἢ πομάτων ἀπέχεται, θυμὸν δὲ ἀλόγως κινεῖ, οὗτος ἔοικε ποντοπορούσῃ νηῒ καὶ ἐχούσῃ δαίμονα κυβερνήτην.</p> </div> <div n="7" type="section"> <p>διὰ τί γάρ, εἰπέ μοι, μέλλουσα ἡ γραφὴ ἐγκωμιάζειν Μωσέα, πάντα μὲν ἐκεῖνα τὰ ὑπ' αὐτοῦ γεγονότα σημεῖα παρῆκεν, μονῆς δὲ ἐμνημόνευσε τῆς πραότητος; Οὐ γὰρ εἶπεν· Μωϋσῆς ἦν ὁ δεκαδύο πληγαῖς πατάξας Αἴγυπτον ἀλλὰ πραῢς ἦν.</p> </div> <div n="8" type="section"> <p>Ὦ τοῦ θαύματος· τοσαύτην σοφίαν ἀνδρὸς δυσὶν ἐναπέθετο συλλαβαῖς, καὶ τὸ ἐγκώμιόν ἐστι Μωϋσέως δισύλλαβον· ταύτης τῆς ἀρετῆς μνημονεύσας καὶ ὁ Δαυὶδ παρεκάλει τὸν θεόν· <quote>Μνήσθητι, κύριε, τοῦ Δαυὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ</quote><ref cRef="Ps. 131.1"/>· οὐχ ὅτι <quote>τὰ γόνατα</quote> αὐτοῦ <quote>ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σὰρξ</quote> αὐτοῦ <quote>ἠλλοιώθη δι' ἔλαιον</quote><ref cRef="Ps. 108.24"/>· οὐδ' ὅτι <quote>ἀγρυπνήσας</quote> ἐγένετο <quote>ὡς στρουθίον μονάζον ἐπὶ δώματι</quote><ref cRef="Ps. 101.8"/>, ἀλλὰ <quote>Μνήσθητι, Κύριε, τοῦ Δαυὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ</quote><ref cRef="Ps. 131.1"/>. Μιμησώμεθα τοίνυν τὴν πραΰτητα ταύτην, ἵνα ὁ εἰπών· <quote>Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ</quote><ref cRef="Mt. 11.29"/>, διδάξῃ ἡμᾶς τὰς ὁδοὺς αὐτοῦ καὶ σώσῃ ἡμᾶς.</p> </div> </div> <div n="57" type="letter"> <div n="2" type="section"> <note n="3">...ἄγγελοι μὲν καὶ δαίμονες τῷ ἡμετέρῳ παραβάλλουσι κόσμῳ, ἡμεῖς δὲ τοῖς αὐτῶν κόσμοις οὐ παραβάλλομεν· οὐδὲ γὰρ ἀγγέλους θεῷ πλέον συνάπτειν δυνάμεθα οὐδὲ δαίμονας μᾶλλον ἀκαθάρτους ποιεῖν προαιρούμεθα.</note> </div> </div> <div n="58" type="letter"> <div n="3" type="section"> <p>Τὴν θεωρητικὴν κατάστασιν ἀνείδωλον βούλεται εἶναι τὸ πνεῦμα τὸ ἅγιον καὶ πάντων τῶν ἐμπαθῶν λογισμῶν ἐλευθέραν· ὥσπερ γὰρ ὁ ἔφηλος ὀφθαλμὸς οὐκ ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτως οὐδὲ νοῦς ἔχων ἐμπαθεῖς λογισμοὺς ἐπιγινώσκει τὰ νοητά· δεῖ δὲ αὐτὸν κατὰ μικρὸν διὰ πάντων χωροῦντα τῶν νοημάτων, οὕτω φθάσαι καὶ πρὸς τὸν αἴτιον καὶ πατέρα τῶν νοητῶν, ὅστις κατὰ στέρησιν τῶν ἐν τοῖς πράγμασι νοημάτων ἐπιφαίνεται τῇ καρδίᾳ· </p> </div> <div n="4" type="section"> <p>Ἡ μὲν γὰρ τῶν γεγονότων θεωρία πολλὰς ἔχει τὰς ἱστορίας, ἡ δὲ τῆς ἁγίας τριάδος ἐστὶ μονοειδὴς γνῶσις, οὐσιώδης γὰρ γνῶσίς ἔστι γυμνῷ <νῷ> παθῶν καὶ σωμάτων ἐμφανιζομένη. Ἀδύνατον δὲ σωθῆναι τὸν νοῦν μὴ ἐπὶ τοῦτο τὸ ὅρος ἀναδραμόντα· ὄρος γάρ ἐστι τὸ νοητὸν γνῶσις τῆς ἁγίας τριάδος εἰς ὕψος ἀνεγηγερμένη δυσπρόσιτον, ἐφ' ᾗ ὁ νοῦς γεγονὼς πάντων ἐκπίπτει τῶν ἐν τοῖς πράγμασι νοημάτων. Ἐπὶ τοῦτο τὸ ὄρος καὶ τὸν μακάριον Λὼτ ὡδήγουν τότε οἱ ἄγγελοι τοῦ θεοῦ λέγοντες· <quote>εἰς τὸ ὄρος σῴζου μήποτε συμπαραληφθῇς</quote><ref cRef="Gv. 19.17"/>.</p> </div> </div> </body> </text> </TEI>