Epistula fidei by Evagrius Ponticus, Garnier's Greek edition Letter of faith by Evagrius Ponticus, Garnier's Greek edition tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus Corrected date in Garnier's scriptum Started file Using Bunge's numbering, not Gribomont's. Has been proofread, but could be read one more time.
Τοῖς Καισαρεῦσιν ἀπολογία περὶ τῆς ἀποχωρήσεως, καὶ περὶ πίστεως.
Πολλάκις ἐθαύμασα, τί ποτε πρὸς ἡμᾶς πεπόνθατε, καὶ πόθεν τοσοῦτον ἥττησθε τῆς ἡμετέρας βραχύτητος, τῆς μικρᾶς καὶ ὀλίγης καὶ οὐδὲν ἴσως ἐχούσης ἐράσμιον, καὶ λόγοις ἡμᾶς προτρέπεσθε, φιλίας τε καὶ πατρίδος ὑπομιμνήσκοντες. ὥσπερ φυγάδας τινὰς πατρικοῖς σπλάγχνοις πρὸς ἑαυτοὺς πάλιν ἐπιστρέφειν πειρώμενοι. Ἐγὼ δὲ τὸ μὲν φυγὰς γεγονέναι ὁμολογῶ, καὶ οὐκ ἀρνηθείην· τὴν δὲ αἰτίαν μάθοιτ' ἂν ἤδη ποθοῦντες.
Μάλιστα μὲν τῷ ἀδοκήτῳ τότε πληγείς, καθάπερ οἱ τοῖς αἰφνιδίοις ψόφοις ἀθρόως καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς, ἀλλ' ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην χρόνον ἱκανὸν ἀφ' ὑμῶν, ἔπειτα δὲ καὶ πόθος τις ὑπεισῄει μου τῶν θείων δογμάτων, καὶ τῆς περὶ ἐκεῖνα φιλοσοφίας. Πῶς γὰρ ἂν δυναίμην, ἔφην ἐγώ, κρατῆσαι τῆς συνοικούσης ἡμῖν κακίας; Τίς δ' ἄν μοι γένηται Λάβαν, ἀπαλλάττων με τοῦ Ἠσαῦ, καὶ πρὸς τὴν ἀνωτάτω φιλοσοφίαν παιδαγωγῶν;
Ἀλλ' ἐπειδὴ, σὺν Θεῷ, τοῦ σκοποῦ κατὰ δύναμιν τετυχήκαμεν, εὑρόντες σκεῦος ἐκλογῆς καὶ φρέαρ βαθὺ, λέγω δὲ τὸ τοῦ Χριστοῦ στόμα Γρηγόριον· ὀλίγον ἡμῖν, παρακαλῶ, ὀλίγον συγχωρήσατε χρόνον, αἰτούμεθα· οὐ τὴν ἐν ταῖς πόλεσι διατριβὴν ἀσπαζόμενοι· οὐδὲ γὰρ λέληθεν ἡμᾶς ὁ πονηρὸς διὰ τῶν τοιούτων τὴν ἀπάτην τοῖς ἀνθρώποις προσμηχανώμενος· ἀλλὰ τὴν συντυχίαν τὴν πρὸς τοὺς ἁγίους ἐπωφελῆ μάλιστα κρίνοντες. Ἐν γὰρ τῷ λέγειν τι περὶ τῶν θείων δογμάτων, καὶ ἀκούειν πυκνότερον, ἕξιν δυσαπόβλητον θεωρημάτων λαμβάνομεν. Καὶ τὰ μὲν καθ' ἡμᾶς τοῦτον ἔχει τὸν τρόπον.
Ὑμεῖς δὲ, ὦ θεῖαί μοι καὶ προσφιλέσταται πασῶν κεφαλαὶ, φυλάττεσθε τοὺς τῶν Φυλιστιαίων ποιμένας, μή τις λαθὼν ἐμφράξῃ ὑμῶν τὰ φρέατα· καὶ τὸ καθαρὸν τῆς γνώσεως τῆς περὶ τὴν πίστιν ἐπιθολώσῃ. Τοῦτο γὰρ αὐτοῖς ἀεί ἐστιν ἐπιμελὲς, μὴ ἐκ τῶν θείων Γραφῶν διδάσκειν τὰς ἀκεραιοτέρας ψυχὰς, ἀλλ' ἐκ τῆς ἔξωθεν σοφίας παρακρούεσθαι τὴν ἀλήθειαν. Ὁ γὰρ ἀγέννητον καὶ γεννητὸν ἐπεισάγων ἡμῶν τῇ πίστει· καὶ τὸν ἀεὶ ὄντα, μὴ ὄντα ποτὲ δογματίζων· καὶ τὸν φύσει καὶ ἀεὶ Πατέρα, πατέρα γινόμενον· καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἀΐδιον· οὐκ ἀντικρύς ἐστι Φυλιστεύς; βασκαίνων τοῖς τοῦ πατριάρχου ἡμῶν προβάτοις, ἵνα μὴ πίνωσιν ἐκ τοῦ καθαροῦ καὶ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος, ἀλλὰ τὸ τοῦ προφήτου λόγιον πρὸς ἑαυτοὺς ἐπισπάσωνται, τὸ· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν· δέον ὁμολογεῖν, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον. ὡς οἱ θεῖοι λόγοι, καὶ οἱ τούτους ὑψηλότερον νενοηκότες ἐδίδαξαν.
Πρὸς δὲ τοὺς ἐπηρεάζοντας ἡμῖν τὸ τρίθεον, ἐκεῖνο λεγέσθω, ὅτιπερ ἡμεῖς ἕνα Θεὸν, οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει ὁμολογοῦμεν. Πᾶν γὰρ ὃ ἓν ἀριθμῷ λέγεται, τοῦτο οὐχ ἓν ὄντως, οὐδ' ἁπλοῦν τῇ φύσει ἐστίν· ὁ δὲ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος παρὰ πᾶσιν ὁμολογεῖται. Οὐκ ἄρα εἷς ἀριθμῷ ἐστιν ὁ Θεός.
Ὃ δὲ λέγω, τοιοῦτον ἐστίν. Ἓν ἀριθμῷ τὸν κόσμον εἶναί φαμεν, ἀλλ' οὐχ ἕνα τῇ φύσει, ἀλλ' οὐδ' ἁπλοῦν τινα τοῦτον. Τέμνομεν γὰρ αὐτὸν εἰς τὰ ἐξ ὧν συνέστηκε στοιχεῖα, εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν. Πάλιν ὁ ἄνθρωπος εἷς ἀριθμῷ ὀνομάζεται. Ἕνα γὰρ ἄνθρωπον πολλάκις λέγομεν. Ἀλλ' οὐχ ἁπλοῦς τις οὗτός ἐστιν, ἐκ σώματος καὶ ψυχῆς συνεστώς. Ὁμοίως δὲ καὶ ἄγγελον, ἕνα ἀριθμῷ ἐροῦμεν, ἀλλ' οὐχ ἕνα τῇ φύσει, οὐδὲ ἁπλοῦν· οὐσίαν γὰρ μεθ' ἁγιασμοῦ τὴν τοῦ ἀγγέλου ὑπόστασιν ἐννοοῦμεν.
Εἰ τοίνυν πᾶν τὸ ἓν ἀριθμῷ, ἓν τῇ φύσει οὐκ ἔστι, καὶ τὸ ἓν τῇ φύσει καὶ ἁπλοῦν, ἓν ἀριθμῷ οὐκ ἔστιν, ἡμεῖς δὲ λέγομεν ἕνα τῇ φύσει Θεόν· πῶς ἐπεισάγουσιν ἡμῖν τὸν ἀριθμὸν, αὐτὸν πάντη ἡμῶν ἐξοριζόντων τῆς μακαρίας ἐκείνης καὶ νοητῆς φύσεως; Ὁ γὰρ ἀριθμός ἐστι τοῦ ποσοῦ· τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει συνέζευκται· ὁ γὰρ ἀριθμὸς τῆς σωματικῆς φύσεως. Σωμάτων δὲ δημιουργὸν τὸν Κύριον ἡμῶν εἶναι πεπιστεύκαμεν. Διὸ καὶ πᾶς ἀριθμὸς ἐκεῖνα σημαίνει τὰ ἔνυλον καὶ περιγραπτὴν ἔχειν λαχόντα τὴν φύσιν· ἡ δὲ μονὰς καὶ ἑνὰς τῆς ἁπλῆς καὶ ἀπεριλήπτου οὐσίας ἐστὶ σημαντική.
Ὁ τοίνυν ἀριθμὸν ἢ κτίσμα ὁμολογῶν τὸν Υἱὸν τοῦ Θεοῦ, ἢ τὸ Πνεῦμα τὸ ἅγιον, λανθάνει ἔνυλον καὶ περιγραπτὴν φύσιν εἰσάγων. Περιγραπτὴν δὲ λέγω, οὐ μόνον τὴν περιεχομένην ὑπὸ τόπου, ἀλλ' ἥνπερ καὶ τῇ προγνώσει ἐμπεριείληφεν ὁ μέλλων αὐτὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ἣν καὶ ἐπιστήμῃ περιλαβεῖν δυνατόν ἐστιν. Πᾶν οὖν ἅγιον, ὃ περιγραπτὴν ἔχει τὴν φύσιν, καὶ ἐπίκτιστον ἔχει τὴν ἁγιότητα, οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. Ὁ δὲ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πηγή ἐστὶν ἁγιασμοῦ, ὑφ' ἧς πᾶσα ἡ λογικὴ κτίσις, κατ' ἀναλογίαν τῆς ἀρετῆς ἁγιάζεται.
Καίτοι ἡμεῖς, κατὰ τὸν ἀληθῆ λόγον, οὔτε ὅμοιον, οὔτε ἀνόμοιον λέγομεν τὸν Υἱὸν τῷ Πατρί. Ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον. Ὅμοιον γὰρ καὶ ἀνόμοιον, κατὰ τὰς ποιότητας λέγεται· ποιότητος δὲ τὸ θεῖον ἐλεύθερον. Ταυτότητα δὲ τῆς φύσεως ὁμολογοῦντες, καὶ τὸ ὁμοούσιον ἐκδεχόμεθα, καὶ τὸ σύνθετον φεύγομεν, τοῦ κατ' οὐσίαν Θεοῦ καὶ Πατρὸς τὸν κατ' οὐσίαν Θεὸν καὶ Υἱὸν γεγεννηκότος. Ἐκ γὰρ τούτου τὸ ὁμοούσιον δείκνυται. Ὁ γὰρ κατ' οὐσίαν Θεὸς τῷ κατ' οὐσίαν Θεῷ ὁμοούσιός ἐστιν. Ἐπεὶ δὲ λέγεται θεὸς καὶ ὁ ἄνθρωπος· ὡς τὸ, Ἐγὼ εἶπα, θεοί ἐστε. Καὶ ὁ δαίμων θεός, ὡς τὸ· Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Ἀλλ' οἱ μὲν κατὰ χάριν ὀνομάζονται, οἱ δὲ κατὰ ψεῦδος. Ὁ δὲ Θεὸς μόνος κατ' οὐσίαν ἐστὶ Θεός.
Μόνος δὲ ὅταν εἴπω, τὴν οὐσίαν τοῦ Θεοῦ τὴν ἁγίαν καὶ ἄκτιστον δηλῶ. Τὸ γὰρ μόνος λέγεται καὶ ἐπί τινος ἀνθρώπου, καὶ ἐπὶ φύσεως ἁπλῶς τῆς καθόλου. Ἐπί τινος μὲν, οἷον, φέρε εἰπεῖν ἐπὶ Παύλου· ὅτι μόνος ἡρπάγη ἕως τρίτου οὐρανοῦ, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ἐπὶ φύσεως δὲ τῆς καθόλου, ὡς ὅταν λέγει Δαβίδ· Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. Ἐνταῦθα γὰρ οὐ τὸν τινὰ ἄνθρωπον, ἀλλὰ τὴν καθόλου φύσιν δηλοῖ. Πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητός. Οὕτως κἀκεῖνα νοοῦμεν ἐπὶ τῆς φύσεως εἰρημένα· τὸ, Ὁ μόνος ἔχων ἀθανασίαν· καὶ, Μόνῳ σοφῷ Θεῷ· καὶ τὸ, Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὸ γὰρ εἷς ἐνταῦθα τῷ μόνος ταυτὸν δηλοῖ. Καὶ τὸ, Ὁ τανύσας τὸν οὐρανὸν μόνος. Καὶ πάλιν, Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ τὸ, Οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ.
Τὸ γὰρ εἷς καὶ μόνος ἐπὶ Θεοῦ ἐν τῇ Γραφῇ οὐ πρὸς ἀντιδιαστολὴν τοῦ Υἱοῦ ἢ τοῦ ἁγίου Πνεύματος λέγεται, ἀλλὰ πρὸς τοὺς μὴ ὄντας θεοὺς, ὀνομαζομένους δὲ ψευδῶς. Ὡς τὸ, Κύριος μόνος ἦγεν αὐτούς. Καὶ, Οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος. Καὶ τὸ, Περιεῖλον οἱ υἱοὶ Ἰσραὴλ τὰ Βααλεὶμ, καὶ τὰ ἄλση Ἀσταρὼθ, καὶ ἐδούλευον Κυρίῳ μόνῳ. Καὶ πάλιν ὁ Παῦλος, Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ, ἀλλ' ἡμῖν εἷς Θεός, ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.
Ἀλλὰ ζητοῦμεν ἐνταῦθα, πῶς Εἷς Θεὸς εἰρηκὼς, οὐκ ἠρκέσθη τῇ φωνῇ (ἔφαμεν γὰρ, ὅτι μόνος καὶ τὸ εἷς ἐπὶ Θεοῦ, τὴν φύσιν δηλοῖ), ἀλλὰ καὶ τὸ Πατὴρ προσέθηκε, καὶ Χριστοῦ ἐμνημόνευσεν. Ὑπονοῶ τοίνυν, ὅτι οὐκ ἐξαρκεῖν ᾠήθη νῦν ὁ Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, κηρύσσειν μόνον Θεὸν τὸν Υἱὸν, καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ διὰ τῆς Εἷς Θεὸς ἐδήλωσε ῥήσεως, ἐὰν μὴ καὶ διὰ τῆς προσθήκης τοῦ Πατρὸς τὸν ἐξ οὗ τὰ πάντα δηλώσῃ· καὶ διὰ τῆς μνήμης τοῦ Κυρίου, τὸν Λόγον τὸν δι' οὗ τὰ πάντα σημάνῃ· καὶ πάλιν, διὰ τῆς Ἰησοῦ Χριστοῦ συμπαραλήψεως, τὴν ἐνανθρώπησιν παραγγείλῃ, καὶ τὸ πάθος παραστήσῃ, καὶ τὴν ἀνάστασιν φανερώσῃ. Τὸ γὰρ, Ἰησοῦς Χριστὸς, τὰς τοιαύτας ἐννοίας ἡμῖν ἐμφαίνει.
Διὸ καὶ πρὸ τοῦ πάθους παραιτεῖται ὁ Κύριος, Ἰησοῦς Χριστὸς καταγγέλλεσθαι· καὶ διαστέλλεται τοῖς μαθηταῖς, ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστός. Πρόκειται γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτὸν Ἰησοῦν τὸν Χριστόν. Τοιοῦτόν ἐστι καὶ τὸ, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· καὶ τὸ, Πιστεύετε εἰς Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε· πανταχοῦ τὴν ἔννοιαν ἡμῶν ἀσφαλιζομένου τοῦ Πνεύματος τοῦ ἁγίου, ἵνα μὴ θατέρῳ προσβαίνοντες, θατέρου ἐκπίπτωμεν· καὶ τῇ θεολογίᾳ προσέχοντες, τῆς οἰκονομίας καταφρονῶμεν· καὶ γένηται ἡμῖν κατὰ τὸ ἐλλεῖπον ἡ ἀσέβεια.
Τὰ δὲ ῥήματα τῆς θείας Γραφῆς, ἅπερ λαμβάνοντες οἱ ἀντικείμενοι καὶ διαστρέφοντες πρὸς τὴν οἰκείαν συνείδησιν εἰς καθαίρεσιν τῆς δόξης τοῦ Μονογενοῦς ἡμῖν προφέρουσιν, οὕτως ἐξετάσωμεν, κατὰ τὸ δυνατὸν ἡμῖν ἀναπτύσσοντες αὐτῶν τὴν διάνοιαν. Καὶ πρῶτον ἡμῖν προτιθέσθω τὸ, Ἐγὼ ζῶ διὰ τὸν Πατέρα. Τοῦτο γάρ ἐστιν ἓν τῶν βελῶν τῶν εἰς οὐρανὸν πεμπομένων ὑπὸ τῶν ἀσεβῶς αὐτῷ κεχρημένων. Ἐνταῦθα δὲ τὸ ῥητὸν οὐ τὴν προαιώνιον, ὡς οἶμαι, ζωὴν ὀνομάζει (πᾶν γὰρ τὸ δι' ἕτερον ζῶν, αὐτοζωὴ εἶναι οὐ δύναται· ὡς οὐδὲ τὸ ὑφ' ἑτέρου θερμανθὲν, αὐτοθερμότης εἶναι· ὁ δὲ Χριστὸς καὶ Θεὸς ἡμῶν εἴρηκεν· Ἐγώ εἰμι ἡ ζωή), ἀλλὰ ζωὴν ταύτην τὴν ἐν σαρκὶ, καὶ ἐν τῷ χρόνῳ τούτῳ γεγενημένην, ἣν ἔζησε διὰ τὸν Πατέρα. Βουλήσει γὰρ αὐτοῦ ἐπιδεδήμηκε τῷ βίῳ τῶν ἀνθρώπων· καὶ οὐκ εἶπεν, ἐγὼ ἔζησα διὰ τὸν Πατέρα· ἀλλ', Ἐγὼ ζῶ διὰ τὸν Πατέρα, σαφῶς τὸν παρόντα προσημαίνων χρόνον.
Δύναται δὲ καὶ ζωὴν λέγειν, ἣν ζῇ ὁ Χριστὸς, τὸν λόγον τοῦ Θεοῦ ἔχων ἐν ἑαυτῷ. Καὶ ὅτι τοῦτό ἐστι τὸ δηλούμενον, ἐκ τοῦ ἐπιφερομένου εἰσόμεθα. Καὶ ὁ τρώγων με, φησί, ζήσεται δι' ἐμέ. Τρώγομεν γὰρ αὐτοῦ τὴν σάρκα, καὶ πίνομεν αὐτοῦ τὸ αἷμα, κοινωνοὶ γινόμενοι, διὰ τῆς ἐνανθρωπήσεως καὶ τῆς αἰσθητῆς ζωῆς, τοῦ Λόγου καὶ τῆς σοφίας. Σάρκα γὰρ καὶ αἷμα πᾶσαν αὐτοῦ τὴν μυστικὴν ἐπιδημίαν ὠνόμασε, καὶ τὴν ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστῶσαν διδασκαλίαν ἐδήλωσε, δι' ἧς τρέφεται ψυχὴ, καὶ πρὸς τὴν τῶν ὄντων τέως θεωρίαν παρασκευάζεται. Καὶ τοῦτό ἐστι τὸ ἐκ τοῦ ῥητοῦ ἴσως δηλούμενον.
Καὶ πάλιν· Ὁ Πατήρ μου μείζων μου ἐστί. Κέχρηται γὰρ καὶ τούτῳ τῷ ῥητῷ τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ γεννήματα. Ἐγὼ δὲ καὶ ἐκ ταύτης τῆς φωνῆς τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ δηλοῦσθαι πεπίστευκα. Τὰς γὰρ συγκρίσεις οἶδα κυρίως ἐπὶ τῶν τῆς αὐτῆς φύσεως γινομένας. Ἄγγελον γὰρ ἀγγέλου λέγομεν μείζονα, καὶ ἄνθρωπον ἀνθρώπου δικαιότερον, καὶ πτηνὸν πτηνοῦ ταχύτερον. Εἰ τοίνυν αἱ συγκρίσεις ἐπὶ τῶν ὁμοειδῶν γίνονται· μείζων δὲ κατὰ σύγκρισιν εἴρηται ὁ Πατὴρ τοῦ Υἱοῦ, ὁμοούσιος τῷ Πατρί ὁ Υἱὸς.
Ἔστι δέ τις καὶ ἄλλη ἔννοια ἐναποκειμένη τῷ ῥητῷ. Τί γὰρ θαυμαστὸν, εἰ μείζονα ἑαυτοῦ τὸν Πατέρα ὡμολόγησε, Λόγος ὢν καὶ σὰρξ γεγονώς, ὁπόταν καὶ ἀγγέλων ὤφθη κατὰ τὴν δόξαν ἐλάττων, καὶ ἀνθρώπων κατὰ τὸ εἶδος; Ἠλάττωσας γὰρ αὐτὸν, φησὶ, βραχύ τι παρ' ἀγγέλους. Καὶ πάλιν· Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον. Καὶ τὸ, Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους.
Τούτων δὲ πάντων ἠνέσχετο διὰ τὴν πολλὴν αὐτοῦ περὶ τὸ πλάσμα φιλανθρωπίαν, ἵνα τὸ ἀπολωλὸς πρόβατον ἀνασώσηται, καὶ τὸ σωθὲν καταμίξῃ, καὶ τὸν κατελθόντα ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ διὰ τοῦτο περιπεσόντα λῃσταῖς, εἰς τὴν οἰκείαν ὑγιαίνοντα πάλιν ἐπαναγάγῃ πατρίδα. Ἢ καὶ τὴν φάτνην αὐτῷ ὀνειδίσει ὁ αἱρετικὸς, δι' ἧς ἄλογος ὢν ἐτράφη ὑπὸ τοῦ Λόγου; καὶ τὴν πενίαν προοίσει, ὅτι κλινιδίου οὐκ ηὐπόρησεν ὁ τοῦ τέκτονος υἱός; Διὰ τοῦτο τοῦ Πατρὸς ἐλάττων ὁ Υἱὸς, ὅτι διὰ σὲ γέγονε νεκρὸς, ἵνα σε τῆς νεκρότητος ἀπαλλάξῃ, καὶ ζωῆς μέτοχον ἐπουρανίου ποιήσῃ. Ὥσπερ ἂν, εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῷτο, ὅτι συγκύπτων ἐπὶ τὰ πάθη, τῆς δυσωδίας συναπολαύῃ, ἵνα τοὺς πεπονθότας ἰάσηται.
Διὰ σὲ καὶ τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ· καίτοι οὐδὲν λανθάνει τὴν ὄντως σοφίαν· πάντα γὰρ δι' αὐτῆς ἐγένετο. Οὐδεὶς δὲ ἀνθρώπων πώποτε ὃ πεποίηκεν ἀγνοεῖ. Ἀλλὰ τοῦτο οἰκονομεῖ διὰ τὴν σὴν ἀσθένειαν, ἵνα μήτε τῷ στενῷ τῆς προθεσμίας οἱ ἁμαρτήσαντες τῇ ἀθυμίᾳ καταπέσωσιν, ὡς οὐχ ὑπολελειμμένου καιροῦ μετανοίας· μηδ' αὖ πάλιν οἱ πολεμοῦντες μακρὰν τῇ ἀντικειμένῃ δυνάμει, διὰ τὸ μῆκος τοῦ χρόνου λειποτακτήσωσιν. Ἑκατέρους τοίνυν διὰ τῆς προσποιητῆς ἀγνοίας οἰκονομεῖ· τῷ μὲν διὰ τὸν καλὸν ἀγῶνα συντέμνων τὸν χρόνον· τῷ δὲ διὰ τὰς ἁμαρτίας καιρὸν μετανοίας ταμιευόμενος.
Καίτοι ἐν τοῖς εὐαγγελίοις ἑαυτὸν συγκαταριθμήσας τοῖς ἀγνοοῦσι διὰ τὴν τῶν πολλῶν, ὡς ἔφην, ἀσθένειαν· ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὡς τελείοις κατ' ἰδίαν διαλεγόμενος, καθ' ὑπεξαίρεσιν ἑαυτοῦ φησίν· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ ταῦτα μὲν κατὰ τὴν προτέραν ἐπιβολὴν εἰρήσθω παχύτερον. Ἤδη δὲ ἐξεταστέον ὑψηλότερον τὴν διάνοιαν τοῦ ῥητοῦ, καὶ κρουστέον τὴν θύραν τῆς γνώσεως, εἴ πως δυνηθείην ἐξεγεῖραι τὸν οἰκοδεσπότην, τὸν τοὺς πνευματικοὺς ἄρτους διδόντα τοῖς αἰτοῦσιν αὐτόν, ἐπειδὴ φίλοι καὶ ἀδελφοί εἰσιν, οὓς ἑστιᾶσαι σπουδάζομεν.
Οἱ ἅγιοι μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν ἐπέκεινα θεωρίας, ὡς ἔνι ἀνθρώποις, ἐλθόντες καὶ καθαρθέντες, ἀπὸ τοῦ λόγου, τὸ τέλος ἐπιζητοῦσι, καὶ τὴν ἐσχάτην μακαριότητα γνῶναι ποθοῦσιν, ὅπερ ἀγνοεῖν καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ αὐτὸν ὁ Κύριος ἡμῶν ἀπεφήνατο· ἡμέραν μὲν λέγων πᾶσαν τὴν ἀκριβῆ κατάληψιν τῶν ἐπινοιῶν τοῦ Θεοῦ· ὥραν δὲ τὴν ἑνάδος καὶ μονάδος θεωρίαν, ὧν τὴν εἴδησιν μόνῳ προσένειμε τῷ Πατρί. Ὑπονοῶ τοίνυν ὅτι ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεός, ὅπερ ἐστί· κἀκεῖνο μὴ εἰδέναι, ὅπερ οὐκ ἔστι. Δικαιοσύνην μὲν γὰρ καὶ σοφίαν λέγεται εἰδέναι ὁ Θεός, αὐτοδικαιοσύνη καὶ σοφία ὑπάρχων· ἀδικίαν δὲ καὶ πονηρίαν ἀγνοεῖν· οὐ γάρ ἐστιν ἀδικία καὶ πονηρία ὁ κτίσας ἡμᾶς Θεός.
Εἰ τοίνυν ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστιν· οὐκ ἔστι δὲ ὁ Κύριος ἡμῶν κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἐπίνοιαν καὶ παχυτέραν διδασκαλίαν, τὸ ἔσχατον ὀρεκτόν· οὐκ ἄρα οἶδεν ὁ Σωτὴρ ἡμῶν τὸ τέλος καὶ τὴν ἐσχάτην μακαριότητα. Ἀλλ' οὐδὲ οἱ ἄγγελοι, φησὶν, ἴσασι· τουτέστιν, οὐδὲ ἡ ἐν αὐτοῖς θεωρία καὶ οἱ λόγοι τῶν διακονιῶν εἰσι τὸ ἔσχατον ὀρεκτόν. Παχεῖα γὰρ καὶ τούτων ἡ γνῶσις, συγκρίσει τοῦ πρόσωπον πρὸς πρόσωπον. Μόνος δὲ ὁ Πατὴρ, φησὶν, ἐπίσταται· ἐπεὶ καὶ αὐτός ἐστι τὸ τέλος, καὶ ἡ ἐσχάτη μακαριότης. Ὅταν γὰρ μηκέτι Θεὸν ἐν τοῖς κατόπτροις, μηδὲ διὰ τῶν ἀλλοτρίων ἐπιγινώσκωμεν, ἀλλ' αὐτῷ ὡς μόνῳ καὶ ἑνὶ προσέλθωμεν, τότε καὶ τὸ ἔσχατον τέλος εἰσόμεθα. Χριστοῦ γὰρ βασιλείαν φασὶν εἶναι πᾶσαν τὴν ἔνυλον γνῶσιν· τοῦ δὲ Θεοῦ καὶ Πατρὸς τὴν ἄϋλον, καὶ ὡς ἂν εἴποι τις, αὐτῆς τῆς θεότητος θεωρίαν.
Ἔστι δὲ καὶ ὁ Κύριος ἡμῶν καὶ αὐτὸς τὸ τέλος, καὶ ἡ ἐσχάτη μακαριότης, κατὰ τὴν τοῦ Λόγου ἐπίνοιαν. Τί γάρ φησιν ἐν τῷ Εὐαγγελίῳ; Κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἀνάστασιν λέγων τὴν ἀπὸ τῆς ἐνύλου γνώσεως ἐπὶ τὴν ἄϋλον θεωρίαν μετάβασιν, ἐσχάτην δὲ ἡμέραν τὴν γνῶσιν ταύτην εἰπὼν, μεθ' ἣν οὐκ ἔστιν ἑτέρα. Τηνικαῦτα γὰρ ὁ νοῦς ἡμῶν ἐξανίσταται, καὶ πρὸς ὕψος μακάριον διεγείρεται, ὁπηνίκα ἂν θεωρήσῃ τὴν ἑνάδα καὶ μονάδα τοῦ Λόγου. Ἀλλ' ἐπειδὴ παχυνθεὶς ἡμῶν ὁ νοῦς τῷ χοῒ συνεδέθη, καὶ τῷ πηλῷ συμφύρεται καὶ ψιλῇ τῇ θεωρίᾳ ἐνατενίζειν ἀδυνατεῖ, διὰ τῶν συγγενῶν τοῦ σώματος αὐτοῦ κόσμων ποδηγούμενος, τὰς ἐνεργείας τοῦ κτίστου κατανοεῖ, καὶ ταῦτα ἐκ τῶν ἀποτελεσμάτων τέως ἐπιγινώσκει, ἵν' οὕτω κατὰ μικρὸν αὐξηθεὶς ἰσχύσῃ ποτὲ καὶ αὐτῇ γυμνῇ προσελθεῖν τῇ θεότητι.
Κατὰ ταύτην δὲ οἶμαι τὴν ἐπίνοιαν εἰρῆσθαι, καὶ τὸ, Ὁ Πατήρ μου μείζων μού ἐστι, καὶ τὸ, Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός. Τοῦτο γάρ ἐστι καὶ τὸ παραδοῦναι τὴν βασιλείαν τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί· ἀπαρχὴν ὄντα καὶ οὐ τέλος, κατὰ τὴν παχυτέραν, ὡς ἔφην, διδασκαλίαν, ἥτις ὡς πρὸς ἡμᾶς, καὶ οὐ πρὸς αὐτὸν τὸν Υἱὸν θεωρεῖται. Ὅτι δὲ ταῦθ' οὕτως ἔχει, πάλιν ἐρωτήσασι τοῖς μαθηταῖς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὸ, Πότε ἀποκαθιστανεῖς τὴν βασιλείαν τῷ Ἰσραήλ, φησιν· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τουτέστιν, οὐ τῶν συνδεδεμένων σαρκὶ καὶ αἵματι τῆς τοιαύτης βασιλείας ἡ γνῶσις. Ταύτην γὰρ τὴν θεωρίαν ὁ Πατὴρ ἐναπέθετο τῇ ἰδίᾳ ἐξουσίᾳ· ἐξουσίαν λέγων, τοὺς ἐξουσιαζομένους, ἰδίους δὲ, οὓς μὴ μετέχει ἄγνοια τῶν κατωτέρω πραγμάτων.
Χρόνους δὲ καὶ καιροὺς μή μοι νόει αἰσθητούς· ἀλλὰ διαστήματά τινα γνώσεως ὑπὸ τοῦ νοητοῦ ἡλίου γινόμενα. Δεῖ γὰρ τὴν προσευχὴν ἐκείνην ἐπὶ πέρας ἀχθῆναι τοῦ Δεσπότου ἡμῶν. Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος· Δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, Πάτερ. Εἷς γὰρ ὢν ὁ Θεός, ἐν ἑκάστῳ γινόμενος ἑνοῖ τοὺς πάντας· καὶ ἀπόλλυται ὁ ἀριθμὸς, τῇ τῆς μονάδος ἐπιδημίᾳ.
Κἀγὼ μὲν οὕτως ἐπέβαλον τῷ ῥητῷ κατὰ τὴν δευτέραν ἐπιχείρησιν. Εἰ δέ τις βέλτιον λέγοι, ἢ διορθοίη εὐσεβῶς τὰ ἡμέτερα, καὶ λεγέτω καὶ διορθούσθω, καὶ ὁ Κύριος ἀνταποδώσει ὑπὲρ ἡμῶν. Οὐδεὶς γὰρ παρ' ἡμῖν αὐλίζεται φθόνος, ὅτι μηδὲ φιλονεικίας ἕνεκεν ἢ κενοδοξίας ἐπὶ τήνδε τὴν ἐξέτασιν τῶν ῥημάτων κεχωρήκαμεν, ἀλλ' ὠφελείας ἕνεκεν τῶν ἀδελφῶν, ὑπὲρ τοῦ μὴ δοκεῖν παρακρούεσθαι τὰ ὀστράκινα σκεύη, τὰ τὸν θησαυρὸν ἔχοντα τοῦ Θεοῦ, ὑπὸ τῶν λιθοκαρδίων καὶ ἀπεριτμήτων ἀνθρώπων, τῶν ἐκ τῆς μωρᾶς ὡπλισμένων σοφίας.
Πάλιν διὰ τοῦ σοφοῦ Σολομῶντος ἐν Παροιμίαις κέκτισται. Κύριος γὰρ, φησὶν, ἔκτισέ με. Καὶ ἀρχὴ ὁδῶν εὐαγγελικῶν ὀνομάζεται, ἀγουσῶν ἡμᾶς πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ κατ' οὐσίαν κτίσις, ἀλλὰ κατὰ τὴν οἰκονομίαν ὁδὸς γεγονώς. Τὸ γὰρ γεγονέναι, καὶ τὸ ἐκτίσθαι ταὐτὸν δηλοῖ. Ὡς γὰρ ὁδὸς γέγονε, καὶ θύρα, καὶ ποιμὴν, καὶ ἄγγελος, καὶ πρόβατον, καὶ πάλιν ἀρχιερεὺς καὶ ἀπόστολος· ἄλλων κατ' ἄλλην ἐπίνοιαν τῶν ὀνομάτων κειμένων.
Τί ἂν εἴποι πάλιν ὁ αἱρετικὸς περὶ τοῦ ἀνυποτάκτου Θεοῦ, καὶ τοῦ δι' ἡμᾶς ἁμαρτίαν γεγενημένου; Γέγραπται γάρ· Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Οὐ φοβῇ, ἄνθρωπε, τὸν Θεὸν ἀνυπότακτον ὀνομαζόμενον; Τὴν γὰρ σὴν ὑποταγὴν ἰδίαν ποιεῖται, καὶ ἐν τῷ ἀντιτείνειν σε πρὸς τὴν ἀρετὴν, ἀνυπότακτον ἑαυτὸν ὀνομάζει. Οὕτω ποτὲ καὶ ἑαυτὸν ἔφη εἶναι τὸν διωκόμενον. Σαῦλε γάρ, φησί, Σαῦλε, τί με διώκεις; ἡνίκα ἐπὶ Δαμασκὸν ἔτρεχε, τοὺς μαθητὰς τοῦ Χριστοῦ συνδῆσαι βουλόμενος. Καὶ πάλιν ἑαυτὸν γυμνὸν ὀνομάζει, ἑνός τινος τῶν ἀδελφῶν γυμνητεύοντος. Γυμνὸς γὰρ, φησὶν, ἤμην, καὶ περιεβάλετέ με. Καὶ ἄλλου ἐν φυλακῇ ὄντος ἑαυτὸν ἔφη εἶναι τὸν καθειργμένον. Αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἦρε, καὶ τὰς νόσους ἐβάστασε. Μία δὲ τῶν ἀσθενειῶν ἐστι καὶ ἡ ἀνυποταξία· καὶ ταύτην ἐβάστασε. Διὸ καὶ τὰ συμβαίνοντα ἡμῖν περιστατικὰ ἰδιοποιεῖται ὁ Κύριος, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος.
Ἀλλὰ καὶ τὸ, Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, λαμβάνουσιν οἱ θεομάχοι ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Ἐμοὶ δὲ καὶ τοῦτο τὸ ῥητὸν μάλιστα καταγγέλλει τῆς αὐτῆς φύσεως εἶναι τὸν Υἱὸν τῷ Πατρί. Εἰ γὰρ ἕκαστον τῶν λογικῶν κτισμάτων δύναταί τι ποιεῖν ἀφ' ἑαυτοῦ, αὐτεξούσιον ἔχον τὴν ἐπὶ τὸ χεῖρόν τε καὶ κρεῖττον ῥοπήν, ὁ δὲ Υἱὸς οὐ δύναταί τι ποιεῖν ἀφ' ἑαυτοῦ, οὐ κτίσμα ὁ Υἱός. Εἰ δὲ μὴ κτίσμα, ὁμοούσιος τῷ Πατρί. Καὶ πάλιν, οὐδὲν τῶν κτισμάτων τὰ ὅσα βούλεται δύναται. Ὁ δὲ Υἱὸς ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Οὐκ ἄρα κτίσμα ὁ Υἱός. Καὶ πάλιν, πάντα τὰ κτίσματα ἢ ἐκ τῶν ἐναντίων συνέστηκεν ἢ τῶν ἐναντίων ἐστὶ δεκτικά. Ὁ δὲ Υἱὸς, αὐτοδικαιοσύνη, καὶ ἄϋλός ἐστιν· οὐκ ἄρα κτίσμα ὁ Υἱός. Εἰ δὲ μὴ τοῦτο, ὁμοούσιος τῷ Πατρί.
Καὶ αὕτη μὲν αὐτάρκης ἡμῖν ἡ ἐξέτασις, κατὰ τὴν δύναμιν τὴν ἡμετέραν τῶν τεθέντων ῥητῶν. Ἤδη δὲ λοιπὸν καὶ πρὸς τοὺς ἀντιπίπτοντας τῷ Πνεύματι τῷ ἁγίῳ τῷ λόγῳ χωρήσωμεν, καθαιροῦντες αὐτῶν πᾶν ὕψωμα διανοίας ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Κτίσμα λέγεις τὸ Πνεῦμα τὸ ἅγιον. Πᾶν δὲ κτίσμα δοῦλόν ἐστι τοῦ κτίσαντος. Τὰ γὰρ σύμπαντα, φησί, δοῦλα σά. Εἰ δὲ δοῦλόν ἐστι, καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα· πᾶν δὲ ὃ ἐπίκτητον ἔχει τὴν ἁγιότητα, οὐκ ἀνεπίδεκτόν ἐστι κακίας· τὸ δὲ Πνεῦμα τὸ ἅγιον κατ' οὐσίαν ὂν ἅγιον, πηγὴ ἁγιασμοῦ προσαγορεύεται· οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ μὴ κτίσμα, ὁμοούσιόν ἐστι τῷ Θεῷ. Πῶς δὲ δοῦλον ἀποκαλεῖς, εἰπέ μοι, τὸν διὰ τοῦ βαπτίσματος ἐλευθεροῦντά σε τῆς δουλείας; Ὁ γὰρ νόμος, φησὶ, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας.
Ἀλλ' οὐδὲ τρεπτὴν αὐτοῦ ποτε τὴν οὐσίαν τολμήσεις εἰπεῖν, ἀφορῶν εἰς τὴν φύσιν τῆς ἀντικειμένης δυνάμεως, ἥτις, ὡς ἀστραπή, πέπτωκεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἐξέπεσε τῆς ὄντως ζωῆς, διὰ τὸ ἐπίκτητον ἐσχηκέναι τὴν ἁγιότητα καὶ ἐπηκολουθηκέναι τῇ κακῇ βουλῇ τὴν ἀλλοίωσιν. Τοιγαροῦν καὶ ἐκπεσὼν τῆς μονάδος, καὶ τὸ ἀγγελικὸν ἀπορρίψας ἀξίωμα, ἀπὸ τοῦ τρόπου ὠνομάσθη διάβολος· ἀποσβεσθείσης μὲν αὐτοῦ τῆς προτέρας καὶ μακαρίας ἕξεως, τῆς δὲ ἀντικειμένης ταύτης δυνάμεως ἀναφθείσης.
Ἔπειτα εἰ κτίσμα λέγει τὸ Πνεῦμα τὸ ἅγιον, πεπερατωμένην τὴν φύσιν αὐτοῦ εἰσάγει. Πῶς οὖν σταθήσεται τὸ, Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην; καὶ τὸ, Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; Ἀλλ' οὐδ' ἁπλοῦν αὐτὸ τῇ φύσει, ὡς ἔοικεν, ὁμολογεῖ. Ἀριθμῷ γὰρ ἓν αὐτὸ ὀνομάζει. Πᾶν δὲ ὃ ἓν ἀριθμῷ, τοῦτο οὐχ ἁπλοῦν, ὡς ἔφην, ἐστίν. Εἰ δὲ μὴ ἁπλοῦν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ἐξ οὐσίας καὶ ἁγιασμοῦ συνέστηκε· τὸ δὲ τοιοῦτον σύνθετον. Καὶ τίς οὕτως ἀνόητος, ὡς σύνθετον εἰπεῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ ἁπλοῦν, καὶ κατὰ τὸν τῆς ἁπλότητος λόγον ὁμοούσιον Πατρὶ καὶ Υἱῷ;
Εἰ δὲ δεῖ προσβῆναι τῷ λόγῳ, καὶ ἐποπτεῦσαι τὰ μείζονα, ἐκ τούτου μάλιστα τὴν θεϊκὴν δύναμιν τοῦ ἁγίου Πνεύματος θεωρήσωμεν. Τρεῖς κτίσεις εὑρήκαμεν ὀνομαζομένας ἐν τῇ Γραφῇ· μίαν μὲν καὶ πρώτην, τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· δευτέραν δὲ, τὴν ἀπὸ τοῦ χείρονος εἰς τὸ κρεῖττον ἀλλοίωσιν· τρίτην δὲ, τὴν ἐξανάστασιν τῶν νεκρῶν. Ἐν ταύταις εὑρήσεις συνεργὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. Οὐρανῶν γὰρ οὐσίωσις. Καὶ τί φησιν ὁ Δαβίδ; Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Πάλιν ἄνθρωπος διὰ βαπτίσματος κτίζεται. Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις. Καὶ τί φησι τοῖς μαθηταῖς ὁ Σωτήρ; Ἀπελθόντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ὁρᾷς κἀνταῦθα συμπαρὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. Τί δ' ἂν εἴποις καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, ὅταν ἐκλείψωμεν, καὶ εἰς τὸν χοῦν ἡμῶν ἐπιστρέψωμεν; Γῆ γάρ ἐσμεν καὶ εἰς τὴν γῆν ἀπελευσόμεθα, καὶ ἀποστελεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ κτίσει ἡμᾶς, καὶ ἀνακαινίσει τὸ πρόσωπον τῆς γῆς. Ἣν γὰρ Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαβὶδ ἀνακαινισμὸν προσηγόρευσεν.
Ἀκούσωμεν δὲ πάλιν τοῦ ἁρπαγέντος ἕως τρίτου οὐρανοῦ. Τί φησιν; Ὅτι ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστε. Πᾶς δὲ ναὸς, Θεοῦ ναός. Εἰ δὲ ναός ἐσμεν τοῦ Πνεύματος τοῦ ἁγίου, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Λέγεται δὲ καὶ ναὸς Σολομῶντος, ἀλλ' ὡς κατασκευάσαντος. Εἰ δὲ οὕτως ἐσμὲν ναὸς τοῦ ἁγίου Πνεύματος, Θεὸς τὸ ἅγιον Πνεῦμα· Ὁ γὰρ πάντα κατασκευάσας, Θεός· εἰ δὲ ὡς προσκυνουμένου, καὶ ἐνοικοῦντος ἐν ἡμῖν, ὁμολογήσωμεν αὐτὸ εἶναι Θεόν. Κυρίῳ γὰρ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.
Εἰ δὲ τὴν Θεὸς φωνὴν παραιτοῖντο, μανθανέτωσαν τίνος ἐστὶ σημαντικὸν τὸ ὄνομα τοῦτο. Παρὰ γὰρ τὸ τεθεικέναι τὰ πάντα ἢ θεᾶσθαι τὰ πάντα ὁ Θεὸς ὀνομάζεται. Εἰ τοίνυν Θεὸς εἴρηται παρὰ τὸ τεθεικέναι ἢ θεᾶσθαι τὰ πάντα, τὸ δὲ Πνεῦμα πάντα γινώσκει τὰ τοῦ Θεοῦ, ὡς τὸ Πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμέτερα· Θεὸς οὖν τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν, εἰ ἡ μάχαιρα τοῦ Πνεύματος ῥῆμά ἐστι Θεοῦ, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Ἐκείνου γάρ ἐστιν ἡ μάχαιρα, οὗ καὶ ῥῆμα καλεῖται. Καὶ εἰ δεξιὰ τοῦ Πατρὸς ὀνομάζεται (Δεξιὰ γὰρ Κυρίου ἐποίησε δύναμιν, καὶ ἡ δεξιά σου, Κύριε, ἔθραυσεν ἐχθρούς· δάκτυλος δὲ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὸ ῥητόν· τὸ, Εἰ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ὅπερ ἐν ἑτέρῳ Εὐαγγελίῳ γέγραπται, τὸ, Εἰ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια)· τῆς αὐτῆς φύσεως Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον.
Καὶ περὶ μὲν τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος τοσαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω. Οὐ γὰρ νῦν δυνατὸν πλατύτερον ἐξετάσαι τὸν περὶ αὐτῆς λόγον. Ὑμεῖς δὲ λαβόντες παρὰ τῆς ἡμετέρας ταπεινώσεως σπέρματα, στάχυν ὥριμον ἑαυτοῖς γεωργήσατε, ἐπεὶ καὶ τόκους, ὡς ἴστε, τῶν τοιούτων προσαπαιτούμεθα. Πιστεύω δὲ τῷ Θεῷ ὅτι καρποφορήσετε καὶ τριάκοντα, καὶ ἑξήκοντα, καὶ ἑκατὸν, διὰ τὴν καθαρότητα τοῦ βίου ὑμῶν. Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Καὶ μηδὲ ἄλλο τι, ἀδελφοὶ, τὴν βασιλείαν τῶν οὐρανῶν νομίσητε, ἢ τὴν τῶν ὄντων ἀληθῆ κατανόησιν, ἣν καὶ μακαριότητα ὀνομάζουσιν αἱ θεῖαι Γραφαί. Ἡ γὰρ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. Περὶ δὲ τὸν ἐντὸς ἄνθρωπον οὐδέν ἕτερον ἢ θεωρία συνίσταται. Θεωρία ἂν εἴη ἡ βασιλεία τῶν οὐρανῶν. Ὧν γὰρ νῦν τὰς σκιὰς καθορῶμεν, ὡς ἐν κατόπτρῳ, ὕστερον ἀπαλλαγέντες τοῦ γεώδους σώματος τούτου, καὶ ἄφθαρτον ἐπενδυσάμενοι καὶ ἀθάνατον, τούτων τὰ ἀρχέτυπα κατοψόμεθα. Ὀψόμεθα δέ, εἴ γε τὸν ἑαυτῶν βίον πρὸς τὸ εὐθὲς κυβερνοίημεν, καὶ τῆς ὀρθῆς πίστεως ποιοίμεθα πρόνοιαν, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Εἰς γὰρ κακότεχνον ψυχὴν, φησὶν, οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας.
Καὶ μηδεὶς ὑποκρουέτω λέγων, ὅτι τὰ ἐν ποσὶν ἀγνοῶν, περὶ τῆς ἀσωμάτου καὶ πάντη ἀΰλου οὐσίας ἡμῖν φιλοσοφεῖς. Καὶ γὰρ ἄτοπον κρίνω τὰς μὲν αἰσθήσεις ἐᾷν ἀκωλύτως τῶν ἰδίων ἐμπίπλασθαι ὑλῶν, τὸν δὲ νοῦν μόνον εἴργεσθαι τῆς οἰκείας ἐνεργείας. Ὡς γὰρ ἡ αἴσθησις τῶν αἰσθητῶν, οὕτως ὁ νοῦς τῶν νοητῶν ἐπίβολός ἐστιν. Ἅμα δὲ καὶ τοῦτο λεκτέον, ὅτι τὰ φυσικὰ κριτήρια ἀδίδακτα πεποίηκεν ὁ κτίσας ἡμᾶς Θεός. Οὐδεὶς γὰρ διδάσκει τὰς ὄψεις χρωμάτων ἢ σχημάτων ἀντιλαμβάνεσθαι, οὐδ' ἀκοὴν ψόφων τε καὶ φωνῶν, οὐδ' ὄσφρησιν ἀτμῶν εὐωδῶν τε καὶ δυσωδῶν, οὐδὲ γεῦσιν χυμῶν καὶ χυλῶν, οὐδ' ἁφὴν μαλακῶν καὶ σκληρῶν, ἢ θερμῶν καὶ ψυχρῶν. Οὐδὲ τὸν νοῦν ἐπιβάλλειν τοῖς νοητοῖς διδάξοι τις ἄν. Καὶ ὥσπερ εἴ τι πάθοιεν αὗται, ἐπιμελείας μόνον προσδέονται, καὶ τὴν οἰκείαν ἐνέργειαν εὐκόλως ἀποπληροῦσιν, οὕτως καὶ ὁ νοῦς σαρκὶ συνδεθεὶς, καὶ τῶν ἐκ ταύτης φαντασιῶν πληρωθεὶς, πίστεως δεῖται καὶ πολιτείας ὀρθῆς, αἵτινες καταρτίζουσι τοὺς πόδας αὐτοῦ ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶσιν αὐτὸν.
Τοῦτό τοι αὐτὸ καὶ ὁ σοφὸς παρεγγυᾷ Σολομῶν, καὶ ποτὲ μὲν ἡμῖν προφέρει τὸν ἀνεπαίσχυντον ἐργάτην τὸν μύρμηκα, καὶ δι' αὐτοῦ τὴν πρακτικὴν ἡμῖν ὁδὸν ὑπογράφει· ποτὲ δὲ τὸ τῆς σοφῆς μελίττης κηρόπλαστον ὄργανον· καὶ δι' αὐτῆς φυσικὴν θεωρίαν αἰνίττεται, ἐν ᾗ καὶ ὁ περὶ τῆς ἁγίας Τριάδος ἐγκέκραται λόγος· εἴπερ ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται.
Ἀλλ' εὐχαριστήσαντες Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, πέρας ἐπιθῶμεν τῷ γράμματι, ἐπειδὴ πᾶν μέτρον ἄριστον, καὶ ἡ παροιμία φησίν.