Greek Fragments of Maxims I (Sent. alph. I) published in PG 79:1250-52
tag:kalvesmaki.com,2014:tan-key:evagrius
General keywords associated with the TAN collection for Evagrius of Pontus
Started file
Ἀρχὴ σωτηρίας ἡ ἑαυτοῦ κατάγνωσις.
Βέλτιον εἰκῆ ἐμβάλλειν λίθον, ἢ λόγον.
Γίνου τοῖς πᾶσιν, ὡς σοι θέλεις πάντας.
Δικαιοσύνην μᾶλλον ἔργῳ ἢ λόγῳ ἄσκει.
Εὐσεβὴς οὐχ ὁ πολλοὺς ἐλεῶν, ἀλλ' ὁ μηδένα ἀδικῶν.
Ζῆν ἄμεινον ἐπὶ στιβάδος, καὶ θαρρεῖν, ἢ χρυσῆν ἔχοντα κλίνην.
Ἡδὺς ἐκεῖνος ὁ φίλος, ὁ τὴν ψυχὴν διατρέφων.
Θεὸν μὲν λόγοις ὕμνει, ἔργοις δὲ σέβου, ἐννοίᾳ δὲ τίμα.
Ἱερέα φρόνησις, καὶ βίος ,καὶ εὐγένεια ποιεῖ.
Κάκιστόν ἐστι πάθεσι δουλεύειν αἰσχροῖς.
Λόγῳ μὲν τὴν ἀρετὴν δίδασκε, ἔργῳ δὲ αὐτὴν κήρυττε.
Μὴ, τὸ ἔχειν ἀρετὴν, καλὸν νόμιζε, ἀλλὰ τὸ ὡς δεῖ.
Νόμον τιμῶν, κατὰ νόμον ζήσεις.
Ξένος ἐκεῖνος, ᾧ ξένα τὰ τοῦ κόσμου.
Ὁ φθονῶν ἑαυτὸν ζημιοῖ· ὁ γὰρ κατ' ἄλλου φθεγγόμενος, φθάνει πάσχων
ὑφ' ἑαυτοῦ κακῶς.
Πλούσιον μήτε κολάκευε, μήτε παρόξυνε.
Ῥώννυσι μὲν οἶνος τὸ σῶμα, τὴν δὲ ψυχὴν λόγος Θεοῦ.
Σιτίοις χρῶ, οὐ τοῖς ἡδέσιν, ἀλλὰ τοῖς ὠφελίμοις.
Τοῖς ὄχλοις πειρώμενος ἀρέσκειν, τῶν ὄχλων ὅμοιος ἔσο.
Ὑπὲρ πάντα καταχρῶ τῷ σώματί σου.
Φιλόπονος ἐκεῖνος, ᾧ χρόνος οὐ περισσεύει.
Χριστιανοῦ ἀνδρὸς μὴ τὸ σχῆμα ἀποδέχου, ἀλλὰ τὸ τῆς ψυχῆς φρόνημα.
Ψέγειν ἀνεπίληπτον εἰς Θεὸν ἁμαρτία.
Ὤτων καὶ γλώσσης, μέγας ὁ κίνδυνος.