Fragments of Maxims I (Sent. alph. I) published by Elter tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus Started file
Ἀρχὴ σωτηρίας ἡ ἑαυτοῦ κατάγνωσις.
Βέλτιον λίθον εἰκῆ βαλεῖν ἢ λόγον.
Γίνου τοῖς πᾶσιν ὡς σὺ θέλεις τοὺς πάντας.
Δικαιοσύνην μᾶλλον ἔργῳ ἢ λόγῳ ἄσκει.
Εὐσεβὴς οὐχ ὁ πολλοὺς ἐλεῶν, ἀλλ' ὁ μηδένα ἀδικῶν.
Ζῆν ἄμεινον ἐπὶ στιβάδος κατακείμενον καὶ θαρρεῖν ἢ ταράττεσθαι χρυσῆν ἔχοντα κλίνην.
Ἡδὺς ἐκεῖνος φίλων ὁ τὴν ψυχὴν διατρέφων.
Θεὸν ἔργοις μὲν σέβου, λόγῳ δὲ ὕμνει, ἐννοίᾳ δὲ τίμα.
Ἱερέα φρόνησις καὶ βίος καὶ εὐγένεια ποιεῖ.
Κάκιστόν ἐστι πάθεσι δουλεύειν αἰσχροῖς.
Λόγῳ μὲν τὴν ἀρετὴν δίδασκε, ἔργῳ δὲ αὐτὴν κήρυσσε.
Μὴ τὸ ἔχειν ἀρετὴν καλὸν εἶναι νόμιζε, ἀλλὰ τὸ ὡς δεῖ.
Νόμον τιμῶν κατὰ νόμον ζήσεις.
Ξένος ἐκεῖνος, οὗ ξένα τὰ τοῦ κόσμου.
Ὁ φθονῶν ἑαυτὸν ζημιοῖ· ὁ γὰρ κατ' ἄλλου κακῶς φθεγγόμενος φθάνει πάσχων ὑφ' ἑαυτοῦ κακῶς.
Πλούσιον μήτε κολάκευε μήτε παρόξυνε.
Ῥώννυσι μὲν οἶνος τὸ σῶμα, τὴν δὲ ψυχὴν λόγος θεοῦ.
Σιτίοις χρῶ οὐ τοῖς ἡδέσιν, ἀλλὰ τοῖς ὠφελίμοις.
Τοῖς ὄχλοις πειρώμενος ἀρέσκειν τῶν ὄχλων ἔσῃ ὅμοιος.
Ὑπὲρ πάντα καταχρῶ τῷ σώματι.
Φιλόπονος ἐκεῖνος, ᾧ χρόνος περισσεύει.
Χριστιανοῦ ἀνδρὸς μὴ τὸ σχῆμα ἀποδέχου, ἀλλὰ τὸ τῆς ψυχῆς φρόνημα.
Ψέγειν τὸν ἀνεπίληπτον εἰς θεὸν ἁμαρτία.
Ὤτων καὶ γλώσσης μέγας ὁ κίνδυνος.