Greek Fragments of Maxims II (Sent. alph. II) published in PG 40:1268-69 tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus Started file
Ἄτοπόν ἐστιν τὸ διώκοντα τὰς τιμὰς φεύγειν τοὺς πόνους, δι' ὧν αἱ τιμαί.
Βούλει γνῶναι Θεόν; Προλαβὼν γνῶθι σεαυτόν.
Γνήσιος φίλων ὁ τὰς περιστάσεις κοινούμενος.
Δεινόν ἐστι μέγα φρονεῖν μικρὰ πράττοντα.
Ἐν παντὶ τὸ οἴεσθαι εἰς τὸ εἰδέναι ἐμποδίζει.
Ζωῆς ἀλόγου δαίμων ἡγεμών.
Ἡ τῆς ψυχῆς εὐγένεια ἐκ τῆς εὐτονίας ἀναφαίνεται.
Θεοσεβὴς ἐκεῖνος ὁ μὴ καθ' ἑαυτοῦ φθεγγόμενος.
Ἱερὸν Θεοῦ, ἄνθρωπος ἀνεπίληπτος.
Κάκιστον κτῆμα, βίος ἀδόκιμος.
Λάλει ἃ δεῖ, καὶ ὅτε δεῖ, καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ.
Μέγιστον κτῆμα, φίλος ἀδιάπτωτος.
Νόσημα ψυχῆς, γνώμη φιλόδοξος.
Ξένος καὶ πένης, Θεοῦ κολλούριον.
Ὁ δεχόμενος αὐτοὺς, ταχέως ἀναβλέψει.
Πάντας μὲν εὐεργετεῖν καλὸν, μάλιστα δὲ τοὺς μὴ δυναμένους ἀμείβεσθαι.
Ῥήτωρ ἐν δικαιότητι, ποτήριον ψυχροῦ ὕδατος.
Σωφροσύνη καὶ πραότης ψυχῆς, χερουβίμ.
Τὸ ἔντιμον ἐν γήρᾳ εἶναι, ἀπόδειξις τοῦ φιλόπονον πρὸ γήρου [l. γήρως] γεγονέναι· τὸ σπουδαῖον ἐν νέῳ ἐχέγγυον τοῦ ἔντιμον ἐν γήρει ἔσεσθαι.
Ὑπερῷον ψυχῆς, θεωρία ἀληθής.
Φιλῶν ἃ μὴ δεῖ, οὐ φιλήσεις ἃ δεῖ.
Χρυσὸν κίβδηλον ἄμεινον ἢ φίλον κεκτῆσθαι.
Ψυχὴ καθαρὰ μετὰ Θεὸν, Θεός.
Ὢ ἀπὸ τῆς φιλαυτίας τῆς πάντα μισούσης!