Fragments of Maxims III (Aliae Sententiae) published by Elter tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus Started file Adjusted 2 chapter divisions
Ἀρχὴ ἀγάπης ὑπόληψις δόξης.
Καλὸν πλουτεῖν ἐν πραΰτητι καὶ ἀγάπῃ.
Λικμήτωρ ἀρετῆς λογισμὸς ὑπερήφανος.
Λεία ὁδὸς ὑπὸ ἐλεημοσύνης γίνεται.
Ἄδικος δικαστὴς μεμολυσμένη συνείδησις.
Δεινόν ἐστι πάθεσι δουλεύειν σαρκός.
Εἰ θέλεις ἄλυπος εἶναι, θεῷ ἀρέσκειν σπούδαζε.
Ὁ καλῶς φροντίζων ἑαυτοῦ φροντίζεται ὑπὸ θεοῦ.
Σώφρων καρδία λιμὴν θεωρημάτων.
Ὅταν θέλῃς σαυτὸν γνῶναι τίς εἶ, μὴ συγκρίνῃς τίς ἦς, ἀλλὰ τί γέγονας ἐξ ἀρχῆς.
Λάκκος ἄνυδρος φιλόδοξος ψυχή.
Ὑπερήφανος ψυχὴ πανδοχεῖον λῃστῶν, μισεῖ δὲ ἦχον γνώσεως.
Ἀληθοῦς ἀνδρὸς πλάνη κακὴ τὸ μὴ εἰδέναι τὰς Γραφάς.
Εἰ φοβῇ τὸν θεόν, ἐκ τῶν δακρύων γνῶθι.
Ἄρρηκτον ὅπλον ταπεινοφροσύνη ψυχῆς.
Δένδρον παραδείσου φιλάρετος ἀνήρ.
Ἰησοῦς Χριστὸς ξύλον ἐστὶ ζωῆς. χρῶ αὐτῷ ὡς δεῖ καὶ οὐ μὴ ἀποθάνῃς εἰς τὸν αἰῶνα.
Εὐεργέτει τοὺς ὄντως πτωχοὺς καὶ βρώσῃ Χριστόν.
Ῥώμη ἀληθὴς τὸ τοῦ Χριστοῦ σῶμα ἐσθίειν.
Εἰ φιλεῖς τὸν Χριστόν, τὰς ἐντολὰς αὐτοῦ τηρεῖν οὐκ ἐπιλήσῃ·
ἐκεῖθεν γὰρ ἀναφαίνεται εὐεργέτης μετὰ θεόν.
Ὁ κατὰ θεὸν φίλος ῥέει γάλα καὶ μέλι τοῖς ἀληθέσι λόγοις,
ῥᾴθυμος δὲ ψυχὴ τοιοῦτον οὐχ ἕξει φίλον.
Ὠμὸς δεσπότης φιλήδονος λογισμός.
Σιγᾶν τὴν ἀλήθειαν χρυσόν ἐστι θάπτειν.
Ὁ φοβούμενος τὸν θεὸν κατὰ θεὸν πάντα ποιεῖ.