Scholia on Psalms by Evagrius, preserved in Vat. gr. 754 tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus tag:kalvesmaki.com,2014:transcription:cpg2455:grc:rondeau Scholia on Psalms by Evagrius, edited by Rondeau, Géhin, and Cassin This file is superseded by its successor (see above), based on the 2021 SC edition by Rondeau et al. Started file Correct transcriptions against manuscript, https://digi.vatlib.it/view/MSS_Vat.gr.754 Correct Biblical verse references (frankly, a mess). Get rid of extraneous punctuation.
μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν,
βουλὴ ἀσεβῶν ἐστι λογισμὸς ἐμπαθὴς αἰσθητοῖς πράγμασι τὸν νοῦν προσδεσμῶν. Οὐκ εἶπε δὲ, « ἄνθρωπος », ἀλλ' « ἀνὴρ », ὅτι πρὸς ἀγῶνας καὶ πάλας καὶ μάχας τὰς ὑπὲρ ἀρετῆς καλεῖ· καὶ βούλεται καὶ τὰς γυναῖκας ἀῤῥενώπους καὶ ἀνδρείας εἶναι.
μακαριότης δὲ, ψυχῆς ἀπάθεια μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.
καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν
καθέδρα λοιμῶν ἐστι λογικῆς ψυχῆς ἕξις χειρίστη, καθ' ἣν καὶ τοὺς ἄλλους διδάσκει παρανομεῖν.
καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
οὗτος διὰ παντὸς μελετήσει τῷ νόμῳ τοῦ θεοῦ ὁ τὰ καλὰ ἔργα διαπραττόμενος.
καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται
ὁ̔ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χάρα, εἰρήνη καὶ τὰ ἑξῆς. ὅρα πῶς ἐμψύχως εἴρηται δώσει, ἀλλ' οὐκ οἰσει. δίδωσι δὲ ὁ δίκαιος ἐν καιρῷ θυμοῦ καὶ ἐπιθυμίας μακροθυμίαν, ἀνδρείαν, σωφροσύνην, ἐν λοιδορίᾳ καὶ καταλαλιᾷ τὴν εὐλογίαν, τὴν σιωπήν, τοὺς ἐπαίνους, ὧν τὰς ἐπικαρπίας κομίσεται ἐν τῷ μέλλοντι, θάλλει δὲ καὶ ὧδε κομῶν ὡς φύλλοις τῷ ἐλπίδι ψυχαγωγούσῃ τὴν τῶν κόπων βαρύτητα ἢ τῇ ταπεινώσει τηρούσῃ καὶ σκεπούσῃ τοὺς καρποὺς ἀδιαπτώτους.
τὰ φύλλα δεικνύουσι τὰ δένδρα καὶ τὸν δίκαιον τὰ καθήκοντα. ἔστι δὲ φύλλα γνωρίσματα ψυχῆς ἀγαθῆς διὰ σώματος ἐκτελούμενα, οἷον εἶδος ἐσθῆτος, βῆμα ποδός, προσώπου μειδίαμα.
οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως,
ἐσχηματισμένην οἱ ἄπιστοι κέκτηνται τὴν ἀρετήν.
διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει [οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·]
Κρίσις ἐστὶ δικαίων μὲν ἡ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ ἀγγελικὰ μετάβασις· ἀσεβῶν δὲ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ σκοτεινὰ καὶ ζοφερὰ μετάθεσις σώματα. Ἐγερθήσονται γὰρ οἱ ἀσεβεῖς οὐκ ἐν τῇ προτέρᾳ κρίσει, ἀλλ' ἐν τῇ δευτέρᾳ.
ὅτι γινώσκει κύριος ὁδὸν δικαίων,
μόνον τὸ καλὸν οἶδεν ὁ θεὸς, φαῦλον δὲ οὐδέν· ἀνάξια γὰρ τῆς γνώσεως αὐτοῦ.
τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ
Ὀργή ἐστι Θεοῦ κόλασις ἐπίπονος ἐπὶ τῷ συμφέροντι τοῦ ἡμαρτηκότος.
κύριος εἶπεν πρός με υἱός μου εἶ σύ,ἐγὼ σήμερον γεγέννηκά σε·
ἄχρι τὸ σήμερον καλεῖται.
αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου
κληρονομίαν ἐνταῦθα ὠνόμασεν τὴν φύσιν τὴν λογικὴν κληρονομοῦσαν αὐτὸν ὡς σοφίαν καὶ γνῶσιν καὶ ἀλήθειαν καὶ δικαιοσύνην. κληρονομία δὲ ἐστι φύσεως λογικῆς θεωρία σωματῶν καὶ ἀσωμάτων καὶ τοῦ αἰτίου τούτων Θεοῦ.
δράξασθε παιδείας μήποτε ὀργισθῇ κύριος
παιδεία ἐστὶ μετριοπαθεία παθῶν· ὅπερ συμβαίνειν πέφυκεν ἐκ τῆς πρακτικῆς, εἴγε πρακτική ἐστι διδασκαλία πνευματικὴ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα.
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;
οἱ προκόπτοντες πολλοὺς τοὺς θλίβοντας ἔχουσι:-
σὺ δέ, κύριε, ἀντιλήμπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
τὸ τηνικαῦτα ὑψοῦται νοῦς ὁπηνικα ἂν ἐπιβάλῃ τῇ πολυποικίλῳ σοφίᾳ τῇ τοῦ θεοῦ.
φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
ὄρος ἅγιόν ἐστιν ὁ Χριστός:-
Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου,ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας,
ὀδόντες ἁμαρτωλῶν εἰσι λογισμοὶ ἄλογοι, παρὰ φύσιν ἡμῖν ἐπισυμβαίνοντες· τοἷς γὰρ λογισμοίς ὡς ὀδοῦσι χρώμενοι πολλάκις οἱ ἀντικείμενοι προσεγγίζουσιν ἡμῖν τοῦ φαγεῖν τὰς σάρκας ἡμῶν, τουτέστι τὰ ἐκ τῆς σαρκὸς φυόμενα· « φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς,» φησὶν ὁ θεῖος ἀπόστολος:-
ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου
οὐ μετὰ τὸ ἐπικαλεῖσθαι εἰσήκουσέν με, ἀλλ' ἐν τῷ ἐπικαλεῖσθαι:-
ἐν θλίψει ἐπλάτυνας μοι
ὁταν θλίψεων καὶ τῶν πειρασμῶν τοὺς λόγους ἐπιγινώσκωμεν, τότε μάλιστα πλατυνόμεθα:-
υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι
ἐντεῦθεν γινώσκομεν ὅτι βαρείας φύσεώς ἐστιν ἡ κακία, διόπερ ὁ ἐρχόμενος εἰς τὴν Αἴγυπτον κύριος, ἐπὶ νεφέλης λέγεται καθέζεσθαι κούφης. νεφέλη δὲ κούφη ἐστὶ φύσις λογικὴ, πάσης ἀρετῆς πεπληρωμένη καὶ γνώσεως:-
ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε
Παραινεῖ μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦν τὴν ὀργήν:-
θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ κύριον.
θυσία δικαιοσύνης ἐστὶν ἀπάθεια ψυχῆς λογικῆς, προσφερομένη θεῷ. ἐλπὶς δέ ἐστιν ἀγαθὴ προσδοκία γνώσεως ἀληθοῦς:-
ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε
οἱ μὲν ἄγγελοι διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ θεοῦ, οἱ δὲ ἄνθρωποι τὸ φῶς τοῦ προσώπου αὐτοῦ· πρόσωπον γὰρ κυρίου ἐστὶν θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς γεγονότων. φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν, εἴπερ κατὰ τὴν σοφὴν Θηκωϊτίδα· ὤσπερ ἄγγελος θεοῦ ἦν ὁ Δαυὶδ, πάντα εἰδὼς τὰ ἐπὶ τῆς γῆς:-
Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.
σῖτος καὶ οἶνος καὶ ἔλαιον πληθύνει ἁμαρτωλούς· εὐφροσύνη δὲ θεοῦ εὐφραίνει δικαίους:-
εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης.
ἡ κληρονομία τοῦ χριστοῦ ἐστιν ἡ φύσις ἡ λογική. :-
τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι
ὁ ἀποθέμενος τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσάμενος τὰ ὅπλα τοῦ φωτὸς, ταῦτα λεγέτω τὰ ῥήματα:-
ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος
ουκ εἶπεν̓ τοὺς λαλήσαντας, ἀλλὰ τοὺς λαλοῦντας. εἰ δὲ ἀπόλλυσι κύριος τοὺς λαλοῦντας τὸ ψεῦδος, πᾶς δὲ ἄνθρωπος ψεύστης κατὰ τὸν Δαυίδ, πάντας ἄρα τοὺς ἀνθρωπους κατὰ τὸν λόγον τοῦτον ἀπόλλυσι κύριος, ἵν’ ἀποθέμενοι τὸ εἶναι ἄνθρωποι γένωνται θεοί, ἐ̓πειδὴ καὶ θεοὶ γεγονότες καὶ υἱοὶ ὑψίστου γεγόνασιν πάντες ἄνθρωποι:-
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου
ναὸς ἅγιός ἐστι τοῦ θεοῦ ὁ Χριστὸς, διότι ὁ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ:-
εἰ τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· ἐν φόβῳ δὲ κυρίου προσκυνεῖ τὸν ναὸν, ὅς ἐστι Χριστός· λύσατε γὰρ, φησὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν:-
κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου.
ἐν τῇ κατὰ πρακτικὴν δικαιοσύνῃ ἐν τῷ Χριστῷ.
ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία.
πρότερον, οὐδεμία ἀλήθεια, ἢ ὁ Χριστός· καὶ τάχα τὸ δεύτερον.
τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν
νεκρῶν ἔργων πεπληρωμένος.
ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν
μακαριότης ἐστὶ, βουλῆς πάσης ἐκπεσεῖν.
κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς
ἐξωσον αὐτοὺς ἀπὸ τῆς ἀσεβείας εὐσεβεῖς αὐτοὺς ἐργασάμενος.
εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς,
αἰών ἐστι σύστημα φυσικὸν, ἐκ σωμάτων ποικίλων λογικὰ διαφορὰ περιέχον τῆς τοῦ θεοῦ γνώσεως ἕνεκεν.
κύριε ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς,
ἡ γνῶσις οὖν τοῦ θεοῦ, ᾗ μὲν ἀμύνεται τοὺς πολεμίους, ὅπλον ἐστὶν εὐδοκίας· εἰ δὲ βασιλεύειν ποιεῖ τινα τῶν παθῶν, στέφανος ὀνομάζεται. τέμνεται δὲ ἡ γνῶσις ἡ τοῦ Θεοῦ εἰς δύο, εἰς πρᾶξιν καὶ θεωρίαν· καὶ τῆς μὲν πράξεως τὸ ὅπλον τῆς εὐδοκίας ἐστὶ, τῆς δὲ θεωρίας ὁ στέφανος. τετήρηται δὲ καὶ ἡ τάξις· πρὸ γὰρ τοῦ στεφάνου τὸ ὅπλον, ἐπειδὴ καὶ πρὸ τῆς θεωρίας ἢ πρᾶξις.
κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.
Θυμός ἐστιν ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς, κατ' ἐξοχὴν ἀμύνης.
Στρομ. 5.5.27-28̓. θυμὸς γὰρ εὑρίσκεται ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ' ἐξοχὴν ἀμύνης ἐφετικὸς ἀλόγως.]
ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου
πᾶς ὁ μνημονεύων τῆς ζωῆς τῆς εἰπούσης «̓Εγώ εἰμι ἡ ζωὴ,» οὐκ ἔστιν ἐν τῷ θανάτῳ.
λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω.
Προτρεπτικὸν πρὸς τὸ δακρύειν ἐν νυκτὶ προσευχομένον.
ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου
Οὐδὲν οὕτω τυφλοῖ νοῦν ὡς θυμὸς ταρασσόμενος.
ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
δαιμόνων τὸ διὰπαντὸς τὴν ἀνομίαν ἐργάζεσθαι· ἀνθρώπων δὲ τὸ μὴ διὰπαντός, ἀγγέλων τὸ μήτε διὰπαντός μήτε μὴ διὰπαντός, ὅπερ ἐστὶ οὐδέποτε.
αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου
Ἡ αἰσχύνη εἰς συναίσθησιν ἄγει τὸν ἁμαρτάνοντα.
[[Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με]]
Πρὸς ἀμνησικακίαν ἀναγκαῖον τὸ ῥητόν τοῦτο.
εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενὸς.
κενός ἐστιν ὁ μὴ δυνάμενος εἰπεῖν τὸ « ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος.» διόπερ καὶ οἱ τοιοῦτοι καὶ « κάλαμοι » λέγονται τρέφοντες ἐν ἑαυτοῖς τὰ θηρία· « ἐπιτίμησον » γάρ, φησί τοῖς θηρίοις τοῦ καλάμου. » καὶ, « ὁ διάβολος » φησὶν ὁἸὼβ` « παρὰ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ βούτομον, καὶ κάλαμον·» αὐτὸς γάρ βασιλεὺς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασιν.
καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι
χοϊκὸς ἀντὶ ἐπουρανίου γενοίμην
ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου
« ἐὰν ὑψωθῶ πάντας ἑλκύσω πρὸς ἐμαυτόν,» φησὶ ὁ σωτήρ.
συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον
ἐὰν συντελεσθῇ ἡ πονηρία τῶν ἁμαρτωλῶν, ὁ δίκαιος κατευθύνει τὴν ὁδὸν αὑτοῦ, μηκέτι πολεμούμενος ὑπ' αὐτῶν.
ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει
ῥομφαία ἐστὶ νοητὴ λόγος πνευματικὸς χωρίζων ψυχὴν ἀπὸ σώματος ἢ κακίας ἢ ἀγνωσίας.
καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου
σκεύη θανάτου εἰσὶν ἀκάθαρτα λόγια.
εἰ σκευή θανάτου ἐσιν αἱ τὸν θάνατον ἔχουσαι ψυχαί, σκεύη ζωῆς εἰσιν αἱ τὴν ζωὴν ἔχουσαι ψυχαί· οὔτε γὰρ καὶ Παῦλος σκεῦος ἐκλογῆς ὠνόμασεν ὁ κύριος.
τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο
καιόμενοί εἰσιν οἱ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου δεχόμενοι.
ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν
διὰ τοῦτο ἔτεκεν ἀνομίαν, ἐπειδὴ συνέλαβεν πόνον, καὶ ὠδίνησεν ἀδικίαν. αὕτη γάρ ἀκολουθία τῆς φύσεως.
ἐπιστρέφει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.
ἡ κορυφὴ νῦν τὸν νοῦν σημαίνει, εἴπερ ὁ στέφανος τῶν χαρίτων κατὰ τὸν Σωλομῶντα, ἥτις ἡ σοφία, δίδοται τῇ κορυφῇ.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν.
Κολαστικὸν καὶ τιμωρητικόν
Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν ψαλμὸς τῷ Δαυΐδ, κ. τ. ἑ.
2 Ληνοί εἰσι φύσεις λογικαὶ, τοὺς ἐκ τῆς πνευματικῆς ἀμπέλου καρποὺς ὑποδεξάμεναι.
Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
Τῶν κατὰ Θεὸν νηπιαζόντων τῇ κακίᾳ.
Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας, κ. τ. ἑ.
«Ὅτι ὄψομαι τοὺς οὐρανούς.» Τοῦτο τὸ πρᾶγμα σαφῶς ἐπιστάμεθα, ὅτε καὶ τὸν λόγον αὐτοῦ, καὶ τὴν αἰτίαν γινώσκομεν.
Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ ψαλμὸς τῷ Δαυῒδ, κ. τ. ἑ.
Κρύφιά ἐστι γνῶσις ἀπόῤῥητος τῶν περὶ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ μυστηρίων.
Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην, κ. τ. ἑ.
Θρόνος μὲν Θεοῦ ὁ Χριστὸς, θρόνος δὲ Χριστοῦ ἡ ἀσώματος φύσις.
Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας, κ. τ. ἑ.
῀. Εἰ τὸ ὄνομα ἐνταῦθα τὴν κακὴν σημαίνει κατάστασιν, ἐξήλειψε δὲ τὸ τοῦ ἁμαρτωλοῦ ὄνομα, ἐξήλειψεν ἄρα τὴν χειρίστην αὐτοῦ κατάστασιν.
Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν, κ. τ. ἑ.
Ἐκεῖνος ψάλλει ὁ ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν.
Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.
Ἵνα μὴ καὶ πύλαι τοῦ ᾅδου κατισχύσωσιν αὐτοῦ, αἵτινές εἰσιν αἱ κακίαι κατάγουσαι εἰς πυθμένα ᾅδου.
Γινώσκεται Κύριος κρίματα ποιῶν.
Ἔστιν ὅτε καὶ ἐκ τῶν κριμάτων ποδηγούμενος ὁ ἄνθρωπος ἐπιγινώσκει τὸν Κύριον.
ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην
ὡσπερ ὁ παράδεισος τῶν δικαίων ἐστὶν παιδευτήριον, οὕτως ὁ ᾅδης τῶν ἁμαρτωλῶν ἐστι κολαστήριον.
Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ.
Τί ἐπελάθετο τὰ ἔθνη τὸν Κύριον; ἡ γὰρ λήθη δευτέρα γνώσεως· οὐκοῦν ἐντεῦθεν σαφὲς καὶ τό·Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;
Ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα, κ. τ. ἑ
Ὥσπερ τὸ πνεῦμα οὐ σβέννυται, οὕτως ἡ ὑπομονὴ οὐκ ἀπόλλυται.Ὁ γὰρ «Κύριος τὸ πνεῦμά ἐστι·» καί· «Ἡ ὑπομονή μου Κύριος.» Οὕτω καὶ ἐν Γαλάταις μορφοῦται Χριστὸς ἄμορφος ὤν.Ἐνταῦθα λέγεται καὶ κοιμᾶσθαι· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς;»
θεὸς ἐγγίζων ἐγώ, φησὶν ἐν τῇ προφήτῃ.
Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, κ. τ. ἑ.
Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ·
Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει, κ. τ. ε
Ἢ τάχα τὸ βούλημα αὐτοῦ τίθησιν ἡ θεία Γραφὴ, ὅπερ ἐστὶ εἰς πέρας ἀγαγεῖν τὸ οὐκ ἐνδεχόμενον· εἴ γε «διελογίσαντο βουλὰς αἷς οὐ μὴ δύνωνται στῆναι."» Καὶ γὰρ ἐν τῷἸὼβ ψευδόμενος ὁ διάβολός φησι· «Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι,» καίτοι μηδὲν πείσας τῷἸὼβ ἄτοπον πεπραχέναι.
2 Εἰ γὰρ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει ὁ Σατανᾶς, καὶ δίκαιοι πάντες αὐτοῦ ἐχθροί εἰσι, πάντων ἄρα κατακυριεύσει. Οὐ μὲν παντὶ δὲ δηλονότι πράγματι κυριεύσει, ἀλλ' ἔν τινι· μόνος γὰρ ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδ' εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Εγκάθηται ἐνέδρα μετὰ πλουσίων ἐν ἀποκρύφοις, κ. τ. ἑ.
Ἐν μὲν τοῖς ἔχουσι πλοῦτον ἀγνωσίας καὶ ἀδικίας ὁ διάβολος ἐγκαθέζεται· ἐν δὲ τοῖς κεκτημένοις γνῶσιν καὶ ἀρετὴν αἱ ἅγιαι δυνάμεις ἐπαναπαύονται, ὧν σύμβολά ἐστι τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦντα ἐν τοῖς κλάδοις σινάπεως· ὃ σημαίνει τὴν ἐνυπάρχουσαν ἡμῖν κατὰ δύναμιν βασιλείαν οὐρανῶν.
ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν·
χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς πλουσίους.
Μὴ ἐπιλάθῃ τῶν πενήτων.
Εἰ ἐπελάθετο τῶν πενήτων ὁ Κύριος, ᾔδει τοὺς πένητας ὁ Κύριος.
Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου, κ. τ. ἑ.
Πόνους καὶ θυμοὺς ὁ Σατανᾶς ἐργαζόμενος, παραδίδωσι τὰς ψυχὰς εἰς κόλασιν τῷ κριτῇ.
Ορφανός ἐστιν ὁ ἀποβαλὼν τὸν πονηρὸν πατέρα. «̔Υμεῖς» γὰρ, φησὶν ὁ Σωτὴρ, «ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ.»
Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, κ. τ. ἑ.
Εἰ ἡ συντριβὴ τοῦ βραχίονος ἀφανίζει τὰς ἁμαρτίας, τὸ δὲ ἀπαλλαγῆναι ἁμαρτιῶν εὐεργεσία, οὕτως ἐγὼ πείθομαι κολάζειν Θεόν. Βραχίονα δὲ λέγει τὴν πονηρὰ κατεργασαμένην ψυχήν.
Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. Αμαρτωλός ἐστιν ὁ ἐξ ἡδυπαθείας καὶ ἀκολασίας ἁμαρτάνων· πονηρὸς δὲ ὁ ἑκουσίως κακοποιητικός.
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἑ.
"«εῖ» γὰρ «τὸν Κύριον βασιλεύειν» διὰ τῶν αἰώνων, «ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὑτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ."»Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων, δι' ἧς θεωρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται.
Γῆ Κυρίου ἡ θεωρία πάντων τῶν γεγονότων, ἣν καὶ βασιλείαν οὐρανῶν εἶναί φαμεν.
Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος. κ. τ. ἑ.
Τηνικαῦτα εἰσακούει τῆς ἐπιθυμίας ὁ Κύριος, ὁπηνίκα ἂν τὸ ἐπιθυμητὸν παράσχῃ τῇ ἐπιθυμούσῃ ψυχῇ.
Οτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ.
Τόξον ἐστὶν ἀκάθαρτος νοῦς
Βέλος ἐστὶν ἐμπαθὴς λογισμὸς, φαρέτρα δὲ ἕξις χειρίστη λογισμῶν ἀκαθάρτων πεπληρωμένη.
Σκοτομήνη ἐστὶν ἄγνοια ψυχῆς.
Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι· τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Εἰ οἱ ὀφθαλμοὶ Κυρίου εἰς πένητας ἀποβλέπουσι, γενώμεθα πένητες, ἵνα οἱ ὀφθαλμοὶ Κυρίου εἰς ἡμᾶς ἐπιβλέπωσιν. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οἱ ὀφθαλμοὶ Κυρίου εἰς τοὺς πλουσίους οὐκ ἀποβλέπουσι.
Ὁ δὲ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
Εἰ ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, ὁ μισῶν δηλονότι τὴν ἀδικίαν, ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν.
Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος, ἡ μέρις τοῦ ποτηρίου αὐτῶν.
Ποτήριον νῦν τὴν κόλασιν ὀνομάζει, ἐν ᾧ κακίας καὶ ἀγνωσίας ἐγκέκραται πόμα.
Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, κ. τ. ἑ.
Δικαιοσύνας τοὺς δικαίους λέγει ἀπὸ τῆς πράξεως αὐτοὺς ὀνομάσας. Τοιοῦτον καί· «Ἡ ἀγάπη οὐ περισσεύεται,» ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην.
Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων
Εἰ οἱ μὲν ὅσιοι ἐκλελοίπασιν, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν, οὐκ ἐν μόνοις τοῖς ὁσίοις αἱ ἀλήθειαι, καὶ οὐκ ἐν τοῖς ἀληθέσιν ὁσιότης. Καὶ ἐπειδὴ οἱ ὅσιοι ἐκλελοίπασι, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλήθειαι. Καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν τούτων αἱρέσεων.
Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, κ. τ. ἑ.
Ἐπειδὴ δόλια ἐνενόησαν, διὰ τοῦτο ἐλάλησαν ματαιότητας
Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ... Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν.
Ἐπειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς ἄρα εὐθείαν περιπατοῦσι. Διὰ τοῦτό φησι· Φυλάξεις ἡμᾶς, ἐπειδὴ κυκλοῦντες κυκλοῦσιν ἡμᾶς οἱ ἀσεβεῖς, ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ, οὗτοι δ' ἂν εἶεν ἀντικείμεναι δυνάμεις.
ἐπολυώρησας· πολλῆς φροντίδος ἠξίωσας.
Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; κ. τ. ἑ.
Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός.
Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον, κ. τ. ἑ.
«Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως.»̔
Μή ποτε εἴποι ὁ ἐχθρός μου·Ἴσχυσα πρὸς αὐτόν.῾
Οἱ ἄγγελοι χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν, οἱ δαίμονες ἐπὶ τοῖς ἁμαρτάνουσιν ἀγάλλονται. Οἱ μὲν γάρ τέ εἰσιν ἀρετῆς, οἱ δὲ κακίας ἐρασταί.
Ἄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, κ. τ. ἑ.
Ὁ εὐεργετηθεὶς ᾀδέτω, καὶ ὁ εὐθυμῶν ψαλλέτω.
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι, κ. τ. ἑ.
Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρονται, οὐχ ἡ φαύλη ἔννοια διαφθείρει τινὰ, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα ἡ κακία.
Καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
Ἐγώ εἰμι ἡ ὁδὸς, φηςὶν ὁ Σωτὴρ, καὶ αὐτός ἐστιν εἰρήνη ἡμῶν.
Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
Οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου.
Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου.
Βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστι.
Δι' ἡμᾶς γὰρ ἐπτώχευσεν ὁ Κύριος, πλούσιος ὢν, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτίσωμεν.
τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦἸσραήλ;
«ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸἸακώβ.» Εἰ δὲ ἐκ Σιὼν ἔρχεται ὁ Σωτὴρ, αὐτὸς δὲ ἐκ τοῦ Πατρὸς ἐξῆλθε καὶ ἧκεν, ἡ Σιὼν νῦν σύμβολόν ἐστι τοῦ Πατρός.
Αἰχμαλωσία ἐστὶν ἡ ἀπὸ γνώσεως καὶ ἀρετῆς ἐπὶ ἀγνωσίαν καὶ κακίαν ἀκούσιος μετάβασις. «ἈγαλλιάσεταιἸακὼβ, καὶ εὐφρανθήσεταιἸσραήλ.»Ἀγαλλιάσεται μὲν ὁ πραττικὴν ἀπάθειαν κτησάμενος· εὐφραίνεται δὲ ὁ γνωστικῆς θεωρίας καταξιωθείς.
Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου, κ. τ. ἑ.
Ὄρος ἅγιόν ἐστιν ἡ γνῶσις τοῦ Χριστοῦ, ἥτις ἐστὶ θεωρία τῶν γεγονότων.
πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην
ὥσπερ ἐργάζεται τις δικαιοσύνην, οὕτω και σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἀρετάς.
Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν, κ. τ. ἑ.
Ο ἀνεπιλήπτως βιοὺς ὀνειδισμοὺς οὐ λαμβάνει ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ.
τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν τόκῳ
Τοῦτο λεκτέον πρὸς τοὺς τοκιστὰς ὡς κωλυτικὸν τῆς ἐν ἁγίῳ ὄρει κατασκηνώσεως. ]
Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις, κ. τ. ἑ.
Εἰ ἀγαθὰ πᾶσαι ἀρεταὶ, χρῄζει δὲ ἡ γνῶσις τῶν ἀρετῶν, πάντων ἄρα χρῄζει τῶν ἀγαθῶν ἡ γνῶσις. Καὶ μήποτε ἀγαθὰ εἴρηται τὰ μέσα, ὧν ἡ δικαία χρῆσις ἡμᾶς ἀγαθοὺς καὶ οὐ τὸν Θεὸν ἐργάζεται. « Εἰ » γὰρ « τὰ ἀγαθὰ,» φησὶν Ἰὼβ, «ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;» Ἐνταῦθα γὰρ ἀγαθὰ τὰ ὑπάρχοντα ὠνόμασεν, ἅπερ παρὰ τὴν χρῆσιν τὴν καλὴν γίνεται ἀγαθά.
Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοὶ, κ. τ. ἑ.
Κληρονομία φύσεως λογικῆς ἐστιν ἡ θεωρία τῶν γεγονότων καὶ τῶν γενησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἡ γνῶσις τοῦ Θεοῦ.
Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς καλλίστοις, καὶ γὰρ ἡ κληρονομία μου καλλίστη μοι ἐστὶν, κ. τ. ἑ.
Εἰ τὸ σχοινίον μέτρον ἐστὶ, πῶς γέγραπται ἐν τῷ κατὰἸωάννην Εὐαγγελίῳ· « Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα·» καὶ τὸ, « Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου;» Ἢ τάχα τὸ μέτρον οὐ πρὸς αὐτὴν τὴν γνῶσιν ὀνομάζεται, ἀλλὰ παρὰ τὸν ὑποδεχόμενον, τῷ μὴ εἶναι αὐτὸν μείζονος δεκτικόν. Καὶ γὰρ ὁ ὑετὸς αὐτὸς μὲν ἄμετρός ἐστι, μετρεῖται δὲ ἐν τοῖς ὑποδεχομένοις αὐτὸν ἀγγείοις.
Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, κ.τ.ἑ.
Ἀντὶ τοῦ, ὁ νοῦς μου.Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀντὶ τοῦ νοῦ τὴν καρδίαν λαμβάνειν, κατὰ τὸ, « Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Νοῦς δέ ἐστιν ὁ πιστεύων, ὅστις καὶ ῥήματα διακρίνει κατὰ τὸνἸώβ.
Γλῶσσαν δὲ νῦν τὸ χάρισμα τοῦ ἁγίου Πνεύματος λέγει. « Δόξα » γάρ «μου,» φησὶ, « καὶ ὑψῶν τὴν κεφαλήν μου » πρὸς τὸν Κύριον.Ὁ δὲ « Κύριος τὸ πνεῦμά ἐστι » κατὰ τὸνἈπόστολον.
Καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. ε.´
ἀντὶ τοῦ, ἡ ἐμψύχωσίς μου. Οὕτω καὶ Ἰώβ φησι· « Σάρκα με καὶ κρέας ἐνέδυσας.»
Οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθορὰν, κ. τ. ἑ.
Τοῦτο Πέτρος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εἰς Χριστὸν λαμβάνει.
Ἐκ προσώπου σου τὸ κρῖμα μου ἐξέλθοι, κ. τ. ἑ.
Εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἐκ προσώπου δὲ αὐτοῦ τὸ κρῖμα ἐξέρχεται, ἐκ τοῦ Υἱοῦ ἄρα· εἰκὼν γάρ ἐστι τοῦ Πατρὸς ὁ Χριστός
Εδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός.
Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμασίαν, ἡ θλῖψις ἄρα δοκιμασίαν κατεργάζεται· εἰ δὲ ἡ δοκιμασία ἐν νυκτὶ διέδραμεν, ἡ νὺξ ἐνταῦθα τὴν θλῖψιν σημαίνει, ἐν ᾗ σκοτοῦται πταιομένη ψυχὴ λογική.
Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων· διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληρὰς, κ. τ. ἑ.
«Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ,» τουτέστι τῆς πρακτικῆς, ἥτις, εἰ καὶ νῦν ὀδύνης καὶ οὐ χαρᾶς, ἀλλ' ὕστερον καρπῶν δικαιοσύνης γίνεται πρόξενος τοῖς δι' αὐτῆς γεγυμνασμένοις.
τὸ στέαρ αὐτῶν συνέκλεισαν
στέαρ ἐστὶ νοητὸν ἡ ἐκ τῆς κακίας τῷ ἡγεμονικῷ παχύτης ἐπισυμβαίνουσα.
Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ, κ. τ. ε
Τοῦτον κυκλοῦσιν οἱ δαίμονες ὃν ἐκβάλλουσι τῆς ἀρετῆς· διὸ καλῶς λέγεται τό· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς· » καὶ τό· « Μὴ δῶτε τόπον τῷ πονηρῷ· » ὡσεὶ ἔλεγεν·Ἐὰν πνεῦμα πορνείας ἀναβῇ ἐπὶ σὲ, σωφροσύνην σου μὴ ἀφῇς· καὶ πνεῦμα μίσους ἀναβῇ ἐπὶ σὲ, ἀγάπην σου μὴ ἀφῇς. Πλὴν προσεκτέον πότερον ὁ ἀπὸ πασῶν τῶν ἀρετῶν ἐκπεσὼν κυκλοῦται, ἢ ἀπὸ πολλῶν, ἢ ἀπὸ μιᾶς. Καὶ ἐὰν μὲν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι ὥσπερ καὶ ἀρεταὶ, ὁ ἀπὸ μιᾶς ἐκπεσὼν ἀρετῆς κυκλοῦται· ἐὰν δὲ μὴ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι, οὐχ ὁ ἀπὸ μιᾶς ἐκβληθεὶς ἀρετῆς κυκλοῦται, ἀλλ' ὁ ἀπὸ πασῶν.Ἢ τάχα ἧστινός τις ἀρετῆς ἐκπίπτει, ὑπὸ τῆς ἀντικειμένης ταύτῃ κακίας κυκλοῦται.
Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις, κ. τ. ἑ.
Διὰ τοῦ ἀκαθάρτου λογισμοῦ ὑπολαμβάνει τὸν νοῦν ἡμῶν ὁ ἀντικείμενος ἡμῖν λέων.
ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς,ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου
ὥσπερ τὴν πλήξασαν αὐτὸν δύναμιν ὁ Ἰὼβ χεῖρα λέγει Θεοῦ, « ἡ χείρ γὰρ σου,» φησὶν, « μή με στροβείτω », οὕτω καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ καλεῖ ὁ Δαυὶδ ῥομφαίαν Θεου·χεὶρ δὲ εὐεργετικὴ Θεου οἱ ἅγιοι ἄγγελοι εἰσι, δι' ὧν προνοεῖ τοῦ κόσμου τοῦ αἰσθητοῦ, οἷς ἀντίκεινται δαίμονες, οἱ μὴ βουλόμενοι « πάντας ἄνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν ».̓14. Εχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν, κ. τ. ἑ.
Υἱῶν ἀντὶ τοῦ, ἀκαθαρσίας. Οὐ μόνον δὲ αὑτοὶ γεγόνασιν ἀκάθαρτοι, ἀλλὰ καὶ τοῖς τέκνοις αὐτῶν τῆς ἀκαθαρσίας μετέδωκαν.
Ἀγαπήσω σε, Κύριε ἰσχύς μου. Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου· ὁ Θεός μου βοηθός μου, ἐλπιῶ ἐπ' αὐτόν.Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου, κ. τ. ἑ.
Διὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἐπιγινώσκομεν, καὶ διὰ τῆς ἀγάπης τὴν ἀγάπην, καὶ διὰ τοῦ δικαίου τὴν δικαιοσύνην.
Περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με.Ὠδῖνες ᾅδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου, κ. τ. ἑ.
Ὠδῖνες θανάτου, ἤτοι αἱ τὸν θάνατον τίκτουσαι, ἢ αἱ συνειλημμέναι ἐκ τοῦ θανάτου, ὅστις ἔσχατος ἐχθρὸς καταργηθησόμενος ὑπὸ Παύλου κεκήρυκται.
Χείμαῤῥοι ἀνομίας οἱ παράνομοι λογισμοὶ, οἵτινες ὠδῖνες καλοῦνται χρονίζοντες ἐν ἡμῖν, καὶ πάλιν παγίδες θανατοῦντες ἡμᾶς διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας.
Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα.Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ τῆς φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ, κ. τ. ἑ.̓δ´. Ναὸς Θεοῦ ὁ Χριστὸς, Χριστοῦ δὲ αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις. Διὸ καὶ ὁ Χριστὸς [1228 νῦν λέγεται καθέζεσθαι ἐπὶ θρόνου Δαυῒδ τοῦ πατρὸς αὐτοῦ.
Καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν· ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ, κ. τ. ἑ.
« Καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, » κατακαῖον ξύλα, χόρτον, καλάμην, τουτέστιν ἀναλίσκον τὰς πονηρὰς ἕξεις. Οὕτω κατέκαυσέ ποτε τελώνην μὲν ὄντα τὸν Ματθαῖον, Παῦλον δὲ διώκτην καὶ ὑβριστήν
Ὁ Θεὸς ἐν μὲν τοῖς ἁγίοις ἀνθρώποις ἐνοικεῖ, καὶ ἐμπεριπατεῖ, ἵπταται δὲ ἐν τοῖς χερουβίμ.
Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ· σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, κ. τ. ἑ.
Ἐπειδὴ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, καὶ ἔστι κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, διὰ τοῦτο τὸ σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, τουτέστι τὸ ἐν τοῖς προφήταις· «Ἐντελοῦμαι γὰρ, φησὶ, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετὸν, καὶ ἔσται λιμὸς, οὐ λιμὸς ἄρτου, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. » Εἰ ὁ Θεὸς ἡμῶν φῶς ἐστι, πῶς καλύπτεται σκότει; Οἶμαι δὲ, ὅτι αὐτὸν οὕτω καλύπτει σκότος, ὡς καὶ τῇ ἀγνοίᾳ τὸ γινωσκόμενον ἀνακαλύπτεται, ἥτις ὡς πρὸς τὸν γινώσκοντα, καὶ οὐ πρὸς τὸ γινωσκόμενον λέγεται. Σκηνὴν δὲ αὐτοῦ τὴν σάρκα ὠνόμασεν, ἐν ᾗ Χριστὸς ἐκαθέζετο· ἔτι δὲ καὶ τὸ φάναι σκηνὴν διὰ τὸ πρόσκαιρον τῆς σαρκώσεως. « Εἰ γὰρ ἐγνώκαμεν, φησὶ, Χριστὸν κατὰ σάρκα, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. » Ἢ τάχα σκηνὴν τὸ σῶμα ὠνόμασε διὰ τὴν ἄμπελον ἣν ἐξ Αἰγύπτου μετῇρεν, ἵνα φυλάξῃ αὐτὴν, ἄχρις οὗ πεπανθῇ ὁ βότρυς, καὶ μὴ λυμαίνηται αὐτὴν ὗς ἐκ δρυμοῦ. Δύναται δὲ σκηνὴν λέγειν καὶ τὴν σωματικὴν φύσιν, ἐν ᾗ Θεὸς διὰ τοῦ Λόγου ὁρᾶται, εἴ γε ἐκ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται, καὶ διὰ τῶν ποιημάτων νοούμενος καθορᾶται.
Καὶ ἐξαπέστειλε βέλη, καὶ ἐσκόρπισεν αὐτούς· καὶ ἀστραπὰς ἐπλήθυνε, καὶ συνετάραξεν αὐτούς. Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου, κ. τ. ἑ.
Ὅτε τὰ πνευματικὰ πνευματικοῖς συγκρίνομεν, τότε ποιοῦμεν τὰς ἀστραπὰς, τὴν ἀπ' αὐτῶν γνῶσιν ἐμφαίνοντες.
Πηγὰς τὰς ἀρετὰς λέγει ἐξ ὧν ἐξέρχεται γνῶσις. «Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.»
θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενιν ὅς ἐστι Χριστός.
Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν.Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με· ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμὲ, κ. τ. ε
Ἐντεῦθεν γινώσκομεν, ὅτι πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἰσχυρότεροι ἡμῶν ἦσαν οἱ δαίμονες, νῦν δὲ τούτων ἡμεῖς ἐπικρατέστεροι, οἷς ἔδωκεν ὁ Χριστὸς « πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι, ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, κ. τ. ἑ.
Καθαρειότης ψυχῆς ἐστιν ἀπάθεια ἐκ χάριτος Θεοῦ, προσγινομένης καὶ σπουδῆς τοῦ ἀνθρώπου.
Καὶ ἔσομαι ἄμωμος μετ' αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου, κ. τ. ἑ.
Ἄμωμός ἐστιν ὁ ἔχων ἐν ἑαυτῷ τὴν ὁδὸν τοῦ Θεοῦ, τὸν Χριστόν. «Ἐγὼ γὰρ, φησὶν, εἰμὶ ἡ ὁδός. » Ἄμωμον δὲ ταύτην τὴν ὁδὸν καὶ αὐτὸς ὁ Δαυῒδ ἔφη λέγων· «Ὁ Θεός μου, ἄμωμος ἡ ὁδός σου. »
Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, κ. τ. ἑ.
Ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.»Ἁγίων δὲ αὕτη ἡ φωνὴ τῶν διὰ πολλὴν παῤῥησίαν δυναμένων λέγειν· «̓Ανταπόδος τῷ δούλῳ σου.»
Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις, κ. τ. ἑ.
Ἐν μὲν τοῖς ὁσίοις ὅσιός ἐστιν ὁ Θεὸς, ἐν δὲ τοῖς ἀθώοις ἀθῶος, ἐν δὲ τοῖς ἐκλεκτοῖς ἐκλεκτὸς, ἐν δὲ τοῖς στρεβλοῖς οὐ στρεβλὸς, ἀλλὰ συστρεβλούμενος αὐτοῖς διὰ τὸ εὔφημον. Στρεβλὸν γὰρ τὸν Θεὸν εἰπεῖν ἐφυλάξατο. Τούτους τοὺς στίχους οἱ ἁπλούστεροι ἐπὶ τῶν ἀνθρώπων πολλάκις λαμβάνουσιν. Οὕτω δὲ συστρεβλοῦται Θεὸς, ὡς ἐν τῷ Δευτερονομίῳ λέγει· « Ἐὰν εἰσελεύσησθε πρὸς μὲ πλάγιοι, εἰσελεύσομαι κἀγὼ πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ.»
ὁλύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός, καὶ εἰ οὖν τὸ ἐν σοὶ φῶς σκότος ἐστί, τὸ σκότος πόσον; λύχνον δεͅ νῦν τὸν νοὺν ὀνομάζει· οὗτος γάρ ἐστι φωτοͅς δεκτικός, τουτέστι γνώσεως· φωτίσατε γάρ, φησίν, ἑαυτοῖς φῶς γνώσεως· σῶμα δὲ θυμὸν καὶ ἐπιθυμίαν, ἅπερ γνωσεώς εἰσιν ἀνεπίδεκται.
Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με, κ. τ. ἑ.
Καταρτίζονται δὲ οἱ πόδες ὡς ἐλάφων, τοῦ τρέχοντος καλῶς, καὶ τὸν δρόμον πληροῦντος. « Καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. » Ἴδιά τινα ὕψη ἐστὶν ἑκάστου, ἀφ' ὧν κατέπεσεν, ἢ καταβέβηκε. Τοῦ αὐτοῦ. Καταρτίζονταί τινος οἱ πόδες ὡσεὶ ἐλάφου διὰ τῆς πρακτικῆς, ὑψοῦνται δὲ διὰ τῆς θεωρίας. Διότι ἡ ἔλαφος ἀναιρεῖ τοὺς ὄφεις.
Διδάσκων χεῖράς μου εἰς πόλεμον· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου, κ. τ. ἑ.
Ὁ χαλκὸς σύμβολόν ἐστι πρακτικῆς. «Διέφθειρε γὰρ τὸν χαλκόν σου,» φησὶνἸεζεχιὴλ πρὸς τὴνἹερουσαλήμ.
Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου· καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει, κ. τ. ἑ.[Επλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου]
Ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρὸς, οὗτος καλεῖται δεξιά. Καὶ διὰ μὲν τῆς προτέρας παιδείας « ἡμᾶς » ἀνορθοῖ, διὰ δὲ τῆς δευτέρας διδάσκει. Πολιτεία γὰρ ὀρθὴ ἀνίστησι ψυχὴν, γνῶσις δὲ ἀληθὴς πλατύνει αὐτήν.
τὸ καὶ ἡ παιδεία σου αὕτη με διδάξει θεοδοτίωνός ἐστιν. ἀντὶ τοῦ καὶ ἡ παιδεία σου ἀνώρθωσέν με ρἰς τέλος εἰρημένου τοῖς ο´.
Καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλείπωσιν.Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου, κ. τ. ἑ.
Οὗτος καταδιώκει τοὺς ἐχθροὺς, ὁ μὴ ἐῶν ἐμπαθεῖς ἐν ἑαυτῷ γίνεσθαι λογισμούς· ἀπὸ γὰρ τούτων ἐπισυμβαίνουσιν ἡμῖν αἱ ἁμαρτίαι.
Ἔκλειψιν ἐχθρῶν ἀπάθεια κατεργάζεται.
Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας, κ. τ. ἑ.
Νῶτον διδόασιν οἱ ἐχθροὶ, μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ.
Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι, κ. τ. ἑ.
«Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν;» Τρίβοι δὲ ἀνθρώπων πρᾶξις καὶ θεωρία.
ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανιστανομένων ἐπ' ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με.] κε Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης· εἰ δὲ ἐχθροὶ ἡμῶν ὄργιλοί εἰσιν, οἱ ἐχθροὶ ἡμῶν ἄρα θυμωδεῖς εἰσιν· θυμὸς γὰρ αὐτῶν, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, καὶ ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτοῦ ἐφ' ἡμᾶς.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Εἰ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, οἱ δὲ οὐρανοὶ ἀπολοῦνται· « Οἱ οὐρανοὶ » γὰρ, φησὶν, « ἀπολοῦνται, σὺ δὲ διαμένεις·» Ÿ οἱ διηγούμενοι ἆρα τὴν δόξαν τοῦ Θεοῦ ἀπολοῦνται. Ἀλλὰ μὴν οὐδεὶς διηγούμενος τὴν δόξαν τοῦ Θεοῦ ἀπολεῖται « Τοὺς γὰρ δοξάζοντας με », φησὶν ὁ Θεος, « δοξάσω » Ÿ. Οὐκ ἄρα οἱ οὐρανοὶ ἀπολοῦνται, ἀλλ' οἱ μὲν διηγούμενοι οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ τῆς νοερᾶς εἰσι φύσεως, οὐρανοὶ λεγόμενοι διὰ τὸ ἔχειν ἐν ἑαυτοῖς τὸν τῆς δικαιοσύνης ἥλιον·* οἱ δὲ ἀπολλύμενοι οὐρανοὶ τῆς σωματικῆς εἰσιν οὐσίας.
Εν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτου· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτου.
Εἰ ὁ Κύριος ἡμῶν ἥλιος τῆς δικαιοσύνης ἐστὶν, ἐν τούτῷ δὲ κατεσκήνωσεν ὁ Πατὴρ «̔Ο Πατὴρ γάρ, φησίν, ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα»Ÿ, καλῶς εἴρηκεν ὁ Ἀπόστολος ὅτι «Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῳ ». Ἀλλὰ καὶ νυμφίος ἐστὶν ὁ Χριστός· «̔Ο γὰρ ἔχων, φησὶν, τὴν νύμφην νυμφίος ἐστιν».
Καὶ οὐκ ἐστὶν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.
Πῦρ γὰρ ἦλθεν, φησί, βαλεῖν ἐπὶ τὴν γῆν.
Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς·
Ζητητέον πότερον ἀπὸ κακίας ἐπιστρέφων ἐπὶ τὴν ἀρετὴν, ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά· καὶ τάχα τὸ δεύτερον· τὸ γὰρ πρότερον, ἡ ἐντολὴ πέφυκεν ποιεῖν
Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος.
Ἁγνεία ἐστὶν ἁμαρτημάτων ἀποχὴ. Διὸ καὶ ἁγνὸς εἴρηται ὁ φόβος, ὡς ἁγνοὺς ποιῶν· « τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. » Αἰώνιος δὲ ὢν ὁ φόβος, ἐν οἷς ἂν ἐγγένηται καὶ αὐτοὺς ποιεῖ.
Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαυτωμά σου πιανάτω, κ. τ. ε
῾. Τὰ μὲν ἄλογα ζῶα πιαινόμενα θύεται καὶ ὁλοκαυτοῦται, τὰ δὲ λογικὰ μετὰ τὸ ὁλοκαυτωθῆναι πιαίνεται, εἴ γε μετὰ τὴν ἁγίου πυρὸς κάθαρσιν καταξιοῦται γνώσεως
Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ.
Οἱ μὲν ἄνθρωποι ἐν πλούτῳ ἀγαλλιῶσιν ἢ ἐν δόξῃ ἢ ἐν εὐγενείᾳ, ὁ δὲ ἅγιος ἐν τῷ σωτηρίῳ τοῦ Θεοῦ.
Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου, κ. τ. ἑ.
Πληροῦται δὲ τὰ αἰτήματα τοῦ αἰτοῦντος μεγάλα καὶ ἐπουράνια.Ἀλλ' οὐ τὰ κακὰ αἰτήματα.
Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, κ. τ. ἑ.
Οἱ μὲν ἀντικείμενοι μετὰ τῆς κακίας ἡμῖν ἐφορμῶσιν· ἡμεῖς δὲ μετὰ τῆς Χριστοῦ γνώσεως αὐτοῖς ἀπαντῶμεν
Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου, κ. τ. ἑ.
Στέφανος μὲν Χριστοῦ ὁ Θεὸς, Χριστὸς δὲ τῆς λογικῆς φύσεως.
Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
Οἱ μὲν ἐχθροὶ τοῦ Κυρίου εὑρίσκουσιν αὐτὸν, οἱ δὲ μισοῦντες αὐτὸν εὑρίσκονται παρ' αὐτοῦ. Καὶ διὰ μὲν τοῦ νόμου εὑρίσκομεν Θεὸν, διὰ δὲ τῶν Εὐαγγελίων εὑρισκόμεθα παρ' αὐτοῦ, ἐχθροὶ ὄντες τὸ πρότερον καὶ « ξένοι τῶν διαθηκῶν» τοῦ Θεοῦ, « ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ » [ἢ διὰ πρακτικῆς μὲν εὑρίσκομεν Θεὸν, διὰ δὲ γνώσεως εὑρισκόμεθα παρ' αὐτοῦ.]
Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, κ. τ. ἑ.
ἐπειδή εἰσι ξύλα, χόρτος, καλάμη.
Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων, κ. τ. ἑ.
Εὐεργεσία δέ ἐστιν ἐκπεσεῖν ἁμαρτιῶν καὶ ἐννοιῶν πονηρῶν. Σπέρμα γὰρ ἁμαρτίας λογισμὸς πονηρός.
Ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι, κ. τ. ἑ.
Τότε κλινόμεθα, ὅτε παρὰ φύσιν κινούμεθα.
Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με, κ. τ. ἑ.
Ὡς ἔλεγε· Μακράν με ποιοῦσι τῆς σωτηρίας αἱ ἁμαρτίαι.
Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς ὁ ἔπαινος τοῦἸσραὴλ̔.
Ἐντεῦθεν μανθάνομεν ὅτι αὐτοέπαινός ἐστιν ὁ Κύριος καὶ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραὴλ, ἢ αὐτὸς ἔπαινος ὤν.
Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, κ. τ. ἑ.
Ὁ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γεννᾶται, ἀλλ' ἀπὸ ξύλου, καὶ κατεσθίει ξύλα, χόρτον, καλάμην. Τάχα καὶ ὁ Θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον τὴν μοχθηρὰν καὶ εὔπρηστον ὕλην. Εἰ δὲ ξύλα καὶ αἱ λογικαὶ ὀνομάζονται φύσεις· « Σε`» γὰρ, φησὶν, « ἐζήλωσαν πάντα τὰ ξύλα τοῦ παραδείσου, » ἐν δὲ ταύταις πέφυκε γεννᾶσθαι Χριστὸς ὡς σοφία, καὶ δικαιοσύνη· καλῶς ὁ Χριστὸς ὀνομάζεται σκώληξ ἐν τοῖς τοιούτοις ξύλοις γενόμενος.
Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, κ. τ. ἑ.
ἐπειδὴ γὰρ τὸν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ἐξέσπασεν ὁ Θεὸς, τῶν ἄλλων ἀνθρώπων οὐκ ἐκσπωμένων, ἀλλ'« ἐξερχομένων.Ἐξῆλθε » γὰρ, φησὶν, «Ἡσαῦ, ᾧ ἡ δορὰ δασύς. »
Rondeau notes cf. R10: Μόνον δὲ τὸν Σωτῆρα αὐτὸς ἐξέσπασεν ὁ Πατὴρ ἀπὸ τῆς γαστρὸς, ὥστε αὐτὸν τοῦ ἐξαιρέτου αἰσθανόμενον εἰρηκέναι τό. «Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· » τῶν ἄλλων ἀνθρώπων οὐκ ἐκσπασμένων, ἀλλ' ἐξερχομένων· «Ἐξῆλθε » γὰρ, φησὶν, « ὁἩσαῦ ὡσεὶ δορὰ δασύς. »]
Ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, κ. τ. ἑ.
Ἐνὼς ἤλπισεν ἐπικαλεῖσθαι τὸν Θεὸν, ἀλλ' οὐκ ἀπὸ μαστῶν τῆς μητρός· ὁ δὲ Χριστὸς πρὶν ἢ γνωσθῆναι ἀγαθὸν ἢ κακὸν, ἐξελέξατο τὸ ἀγαθόν· ὥστε καλῶς οὗτος λέγεται ἠλπικέναι ἀπὸ μαστῶν τῆς μητρός. « Οὐκ ἔστι γὰρ, φησὶν, ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐχ ἁμαρτήσει. »
Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, κ. τ. ἑ.
Ὀστᾶ τῆς σοφίας τὰ ἅγια δόγματα τῆς Ἐκκλησίας ἐστὶν, ἅπερ ἐν τῷ Πάσχα τοῖςἸουδαίοις μὴ συντρίβειν νενομοθέτηται· «Ὀστοῦν » γὰρ, φησὶν, « οὐ συντρίψετε αὐτοῦ. »
Καὶ εἰς χοῦν θανάτου κατήγαγές με, κ. τ. ἑ.
Οὐκ εἰς θάνατον, ἀλλ' εἰς χοῦν θανάτου κατήχθη ὁ Χριστός· οὐ γὰρ ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου κατελήφθη, καὶ ἡ σὰρξ αὐτοῦ οὐκ οἶδε διαφθοράν.
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, κ. τ. ἑ.
Ἰουδαῖοι μὲν τὸν γραπτὸν νόμον τηροῦντες καὶ τὰ αἰσθητὰ ἱμάτια τοῦ Λόγου διαμερίζονται· ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ λόγου φυλάσσοντες, τὰ νοητὰ ἱμάτια τοῦ Σωτῆρος ἡμῶν διαμεριζόμεθα, εἰς Χριστὸν βαπτιζόμενοι, καὶ αὐτὸν ἐνδυόμενοι ὡς σοφίαν καὶ ἀλήθειαν καὶ δικαιοσύνην.
Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, κ. τ. ἑ.
« Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. »Ῥομφαία τοίνυν ἐστὶ ψεκτὴ πειρασμὸς εἰς ἀπιστίαν Θεοῦ προσκαλούμενος τὴν ψυχὴν, ἢ γνῶσις ψευδώνυμος, ἢ λογισμὸς ἀκάθαρτος εἰς ἁμαρτίαν ἐφελκόμενος τὴν ψυχήν· ὅπερ συμβαίνει τοῖς τὴν πρακτικὴν κατορθοῦν βουλομένοις.
Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου, κ. τ. ἑ.
Τὰ ἐκ τούτου τοῦ κυνὸς γεννώμενα καὶ αὐτὰ κυνάρια ὀνομάζεται, περὶ ὧν εἴρηται· « Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις.
Παρὰ σοῦ ὁ ἔπαινός μου ἐνἘκκλησίᾳ μεγάλῃ, κ. τ. ἑ.
«Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου, » τουτέστιν οὐκ ἐν εὐγενείᾳ οὐδ' ἐν πλούτῳ, ἀλλ' ἐν σοφίᾳ καὶ δικαιοσύνῃ.
Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτὸν, κ. τ. ἑ.
«Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. »
Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, κ. τ. ἑ.
Μετὰ τὴν γνῶσιν ἡ λήθη, καὶ μετὰ τὴν λήθην ἡ μνήμη.
Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν, κ. τ. ἑ. ιδ-ιε´. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.Ὡσεὶ ἔλεγεν, ὅτι πάντες ἄδικοι γενόμενοι δίκαιοι, παυσάμενοι τοῦ γενέσθαι γήϊνοι καὶ φθαρτοί.
Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, κ. τ. ἑ.
Μόνῳ ἡ ψυχὴ τοῦ Θεοῦ ζῇ τῷ Θεῷ, τὴν γνῶσιν ἔχουσα οὐ μόνον τῶν γεγονότων, ἀλλὰ καὶ αὐτοῦ τοῦ Θεου.
Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ.῾
[Note Rondeau designates this cf:] Καὶ ταῦτα περὶ τῶν ἐθνῶν σημαίνει.
Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. ῄ εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με
Ὥσπερ τὸ πρόβατον τρέφεται χλόῃ καὶ ὕδατι, οὕτω καὶ ὁ ἄνθρωπος ζωοποιεῖται πρακτικῇ πράξει τε καὶ γνώσει. {ant 1.1.1}
ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης
Εἰ ἔστιν τρίβος δικαιοσύνης, ἐστιν̀ καὶ σωφροσύνης καὶ ἀγάπης καὶ ἐγκρατείας, δι' ὧν εἰσέρχεταί τις εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν
Ὥσπερ ῥάβδος παιδεύει, οὕτω πρακτικὴ μετριοπαθεῖν ἐκδιδάσκει· καὶ ὥσπερ βακτηρία ἀναπαύει, οὕτω καὶ γνῶσις εὐφραίνει.
ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με
πρότερον μὲν ὡς ποιμὴν ὁ Χριστὸς ποιμαίνει τὰ πρόβατα· νυνὶ δὲ λοιπὸν ὡς φίλος καλεῖ τοὺς φίλους ἐπὶ τὴν τράπεζαν. « Οὐκέτι γὰρ ὑμᾶς καλῶ δούλους,» φησὶν ὁ σωτήρ, « ἀλλὰ φίλους.» καὶ δοῦλον μὲν ποιεῖ φόβος θεοῦ, φίλον δὲ γνῶσις μυστηρίων.
Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
Ταύτην λέγει τὴν οἰκουμένην, ἐν ᾗ ηὐ-φραίνετο συντελειωθείς.
Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, κ. τ. ἑ.
Ἰούδας ἀνέβη μὲν εἰς τὸ ὄρος Κυρίου, οὐκ ἔστη δὲ ἐν τόπῳ ἁγίῳ αὐτοῦ· οὐ γὰρ ἦν ἀθῶος χερσὶν, οὐδὲ καθαρὸς τῇ καρδίᾳ, ἀλλὰ κλέπτης ὢν τὰ βαλλόμενα βαστάζων
Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν,ζητούντων τὸ πρόσωπον τοῦ ΘεοῦἸακώβ.
Εἰ ἀγγέλων ἐστὶ τὸ βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ διαπαντὸς, τοῦτο δὲ τὸ πρόσωπον καὶ οἱ ἄνθρωποι ζητοῦσιν ἰδεῖν, ἀγγέλων ἄρα καὶ οἱ ἄνθρωποι γνῶσιν ἐπιζητοῦσιν, εἴγε δυνατὸν ἄρτον ἀγγέλων φαγεῖν τὸν ἄνθρωπον.
ἀρατε πύλας οἱ ἄρχοντες ὑμῶν,καὶ ἐπάρθητε, πύλαι αἰώνιοι
ἀρατε πύλας ὑμῶν οἱ ἄρχοντες· πύλας δὲ λέγει τὰς ἀρετάς· « ἀνοίξατε γάρ μοι, » φησὶ, « πύλας δικαιοσύνης. » ὡς δὲ δικαιοσύνης ἀνοίγονται πύλαι, οὕτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης καὶ μακροθυμίας, δι' ὧν εἰσέρχεσθαι πέφυκε γνῶσις Θεοῦ.
Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ, κ. τ. ἑ.
« Θαρσεῖτε, » φησὶν ὁ Σωτὴρ, « ἐγὼ νενίκηκα τὸν κόσμον· νῦν ἄρχων τοῦ κόσμου τούτου ἐμβληθήσεται ἔξω. »
Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου.
ἐν καιρῷ μαρτυρίου λεκτέον τούτους τοὺς λόγους
Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς, κ. τ. ἑ.
Ἔστι καὶ μὴ διακενῆς ἀνομῆσαι. «Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος· » αὕτη ἡ ἀνομία οὐ διακενῆς
Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με, κ. τ. ἑ.
Ὁ θέλων γνῶναι τὰς ὁδοὺς τοῦ Κυρίου γενέσθω πραΰς· « Διδάξει » γὰρ, φησὶ, « πραεῖς ὁδοὺς αὐτοῦ, » τοὺς καταπαύσαντας τὴν ἐν τῇ ψυχῇ ἄπαυστον μάχην θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων παθῶν.
ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σουκαὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου,
χρήσιμον τοῦτο τὸ ῥητὸν ἐν προσευχῇ.
Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, Κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε
Ἄνθρωποι μὲν μνημονεύοντές τινων, τὰς τῶν προεγνωσμένων φαντασίας ἀνακινοῦσιν ἐν ἑαυτοῖς· Θεὸς δὲ μνημονεύων λογικῆς φύσεως, ἐν αὐτῇ γίνεται. Τούτου γὰρ λέγεται μεμνῆσθαι ἐν ᾧ χωρεῖ. Χωρεῖ δὲ πρότερον μὲν διὰ τῆς τῶν γεγονότων θεωρίας, ἔπειτα δὲ καὶ διὰ τῆς γνώσεως τῆς ἑαυτοῦ.
Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ, κ. τ. ἑ. "
« Δικαίῳ γὰρ νόμος οὐ κεῖται.»
ὁ πάντα πράττων καὶ λέγων τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν, τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς διαπαντὸς ἔχει πρὸς τὸν Κύριον.
Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγὼ.
Εἴ τις υἱοθεσίας οὐκ ἔλαβε πνεῦμα, οὐδὲ τῶν ἁγίων δυνάμεων καὶ αὐτοῦ τοῦ Χριστοῦ γέγονεν ἀδελφὸς, λεγέτω μονογενὴς εἶναι καὶ πτωχὸς ἐστερημένος τοῦ πλούτου τῆς γνώσεως. Οἶμαι δὲ τὸν Δαυῒδ μετριάζοντα τούτους ᾄδειν τοὺς λόγους· τὰ ἄδηλα γὰρ καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ δεδήλωκεν αὐτῷ ὁ Θεός.
Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου, κ. τ. ἑ.
Οὐ πᾶς κόπος περιαιρεῖ ἁμαρτίας, ἀλλ' ὁ διὰ τὸν Κύριον τῇ πρακτικῇ προσγινόμενος.
Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπλη-θύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με.
Οἱ τοὺς δικαίους ὡς δικαίους μισοῦντες, μῖσος ἄδικον μισοῦσιν αὐτούς.
μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σε
ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει· θυγάτηρ γάρ ἐστι δοκιμῆς· ἔκγονον δὲ ὑπομονῆς δοκιμή· δοκιμὴ δὲ ἐκ θλίψεων πέφυκε γίνεσθαι ὧν πρόξενοι γίνονται αἱ ἀρεταὶ αἷς ἕπεται γνῶσις Θεοῦ.
Πύρωσον τοὺς νεφρούς μου, κ. τ. ἑ.
Νεφροὶ μὲν σύμβολόν εἰσι τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς, τουτέστι θυμοῦ καὶ ἐπιθυμίας· καρδία δὲ τοῦ λογιστικοῦ.
Ὅτι ὁ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου, κ. τ. ἑ.
Εἰ ἡ ἀλήθειά ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὡς εἶπεν· «Ἐγώ εἰμι ἡ ἀλήθεια·» ἐν δὲ τῇ ἀληθείᾳ εὐηρέστησε Δαυῒδ τῷ Θεῷ, ἐν τῷ Θεῷ εὐηρέστει ἄρα ὁ Δαυῒδ τῷ Θεῷ.
ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
λεκτέον ταῦτα πρὸς τοὺς θεωροῦντας ἱπποδρομία καὶ θέατρα· ἔτι δὲ καὶ πρὸς τοὺς γενομένους κοινωνοὺς τῶν αἱρέσεων.
Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, κ. τ. ἑ.
Λογικὸν θυσιαστήριον Θεοῦ ὁ νοῦς ἡμῶν ἐστιν, ἐφ' οὗ καίομεν τῷ παρὰ τοῦ Πατρὸς εἰς τὴν γῆν βληθέντι πυρὶ πάντα λογισμὸν ἄλογον ἀποσκιρτῶντα τῆς ἀγέλης τοῦ δεσπότου.Ὅτε τοίνυν ἡ ψυχὴ οὐκ ἔξω νεύει, ἀλλὰ βλέπει πρὸς ἑαυτὴν καὶ τὸ ἴδιον κέντρον, κυκλοῖ τὸ θυσιαστήριον τοῦ Θεοῦ· μηδεμίαν γωνίαν ἐργαζομένη φθορᾶς δεκτικήν· « Τὴν γὰρ ἀφροσύνην γωνίαν παρεδρεύειν » ὁ σοφός φησι Σολομών.Ἔστι δὲ θυσιαστήριον σωμάτων θεωρία καὶ ἀσωμάτων, ἐν ᾗ καθαίρεται νοῦς· ἣν ὁ κυκλώσας, τουτέστιν ἐγνωκὼς, διηγεῖται πάντα τὰ θαυμάσια τοῦ Θεοῦ.
Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην.
Ὁ τὴν τῆς ψυχῆς ἀπάθειαν προθύμως διαφυλάττων, ταῦτα λέγει τὰ ῥήματα.
Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου.
τόπος κυρίου εἰρήνη ψυχῆς· ἐγενήθη γὰρ, φησίν, ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ.
μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου
ὡς δυναμένου καὶ δικαίου συναπολέσθαι τοῖς ἀσεβέσι, ταῦτά φησι. καὶ ὁἈβραὰμ δὲ πρὸς τὸν Θεὸν, « μὴ συναπολέσῃς, » φησὶ, « δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ἀσεβής. » Χρηστέον δὲ τούτῳ τῷ ῥητῷ πρὸς εὐλαβεῖς ἄνδρας ἢ γυναῖκας, συζῶντας ἢ συζούσας κακοῖς.
«Ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.» Ἐπειδὴ εἰργάζοντο ἀνομίαν, διὰ τοῦτο τὴν δεξιὰν αὐτῶν ἐπλήρουν δώρων.
Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου· οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν, κ. τ. ἑ. α.´ Τοῦ αὐτοῦ. Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ σάρκας ἐσθίομεν, «Ὁ τρώγων» γάρ «μου,» φησὶ, « σάρκα, καὶ πίνων μου τὸ αἷμα·» τὰς δὲ ἡμετέρας οἱ δαίμονες· μήποτε καὶ τὰς τοῦ Χριστοῦ ἄρα σάρκας οἱ δαίμονες ἐσθίουσι, τὰς ἐν ἡμῖν ἀρετὰς καὶ τὰ ἀληθῆ δόγματα διαφθείρειν σπουδάζοντες· λέγεται γὰρ τὸ «φαγεῖν» καὶ ἐπὶ τοῦ «"διαφθείρειν.» –« Ἐὰν » γὰρ « θέλητε, » φησὶν, « καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. »Ἐνταῦθα γὰρ τὸ, « κατέδεται, » ἀντὶ τοῦ, « διαφθείρει, » κεῖται· μάχαιρα γὰρ ἐσθίειν οὐ πέφυκεν.Ἢ τὰς σάρκας ἡμῶν λέγονται ἐσθίειν οἱ δαίμονες ἀντὶ τοῦ τὰ ἐκ τῆς σαρκὸς φυόμενα. «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς,» ὁ ἱερὸςἈπόστολός φησιν, «ἅτινά ἐστι μοιχεῖαι, πορνεῖαι, ἀσέλγειαι, εἰδωλολατρεῖαι, » καὶ τὰ ἑξῆς.
Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου, κ. τ. ἑ.
Ὁ μὲν πρακτικὸς διὰ τῶν ἀρετῶν πολεμείτω τοῖς ἀλλοφύλοις· ὁ δὲ θεωρητικὸς τοῖς ἀληθέσι δόγμασι καθαιρεῖ τὸ πᾶν ὕψωμα κατὰ τῆς τοῦ Θεοῦ γνώσεως ἐπαιρόμενον.
Ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. γ́́ Ἐν τῇ καρδίᾳ.Ἐφωτίσθη γὰρ
Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, κ. τ. ἑ.
Σκηνὴν τὸν Χριστὸν ὀνομάζει, ἐν ᾧ καὶ κατεσκήνωσεν ὁ Θεός· "« Εν τῷ ἡλίῳ"» γὰρ, φησὶν, "« ἔθετο τὸ σκήνωμα αὐτοῦ.» Ἥλιος δὲ δικαιοσύνης ὁ Κύριος.
Καὶ νῦν ἰδοὺ ὕψωσε τὴν κεφαλήν μου ἐπ' ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, κ. τ. ἑ.
Εἰ ὁ κυκλώσας θύει· θυσία δέ ἐστι πνεῦμα συντετριμμένον· ὁ συντρίψας τὴν ἑαυτοῦ ψυχὴν κύκλῳ αὐτὴν πεποίηκε σχῆμα γωνίας μὴ ἔχουσαν ἐπιδεχομένην φθορὰν, καὶ τὴν ἀφροσύνην αὐτὴν, ἣ, φησὶ Σολομὼν, « ταῖς γωνίαις παρεδρεύει·» καὶ τὸ, « Κατελθὸν δὲ ἐπὶ τοὺς παῖδαςἸὼβ πῦρ τῶν τεσσάρων ἥψατο γωνιῶν τοῦ οἴκου.»
Σοὶ εἶπεν ἡ καρδία μου·Ἐξεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου, Κύριε, ζητήσω, κ.τ.ἑ.
Δι' ὧν καθαίρει τις ἑαυτὸν, δείκνυσι ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ, ὅπερ οἱ ἄγγελοι διὰ παντὸς λέγονται βλέπειν.
Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, κ. τ. ἑ.
Μακάριος ὁ ἐγκαταλειφθεὶς ὑπὸ τοῦ διαβόλου καὶ τῆς συζύγου αὐτοῦ κακίας, ἐξ ἧς τίκτει τοὺς παρανόμους τούτου υἱούς.Ὥσπερ Παῦλος διὰ τοῦ Εὐαγγελίου γεννᾷ τοὺς Γαλάτας, οὕτω καὶ διὰ τῆς κακίας ὁ διάβολος γεννᾷ τοὺς πονηρούς.
μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με
ἐν καιρῷ συκοφαντίας ταῦτα λεκτέον .
Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ τῶν ζώντων.
Αὐτὸς μὲν ὁ Θεός ἐστιν ἐν τῷ οὐρανῷ· τὰ δὲ ἀγαθὰ αὐτοῦ ἐν τῇ γῇ τῶν ζώντων.
Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, κ. τ. ἑ.
Ἀνδρεία [καὶ κραταια]καρδία καὶ ψυχή ἐστιν ἡ μὴ ἔχουσα λογισμοὺς ἀκαθάρτους καὶ δόγματα ψευδῆ.
Μήποτε παρασιωπήσῃς ἐπ' ἐμοὶ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Τοῦ νοῦ λάκκος ἡ ἄγνοιά ἐστιν, εἰς ἣν ἐμπίπτει, παρασιωπησάσης αὐτῷ τῆς τοῦ Θεοῦ σοφίας, καὶ μὴ λεγούσης τό·Ἰδοὺ πάρειμι.
Εἰσάκουσον, Κύριε, τῆς δεήσεώς μου ἐν τῷ δέεσθαι με πρὸς σὲ, ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου, κ. τ. ἑ.
Εἰ ναός ἐστιν ὁ ἔχων Θεὸν, ὁ Θεὸς δὲ ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, ναὸς ἄρα ἐστὶν ἅγιος ὁ Χριστὸς, πρὸς ὃν αἴρει τις καὶ ὑψοῖ τὴν ἑαυτοῦ ψυχὴν διὰ τῶν ἀρετῶν.
Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, κ. τ. ἑ.
-δ´. Ἔργα μὲν Κυρίου τάχα ἐστὶ τὰ νοητὰ, ἔργα δὲ χειρῶν αὐτοῦ τὰ αἰσθητὰ νομίζω. "« Οὐχὶ ἡ χείρ μου, φησὶν ἐποίησε ταῦτα πάντα;»Ἢ τάχα ἔργα μὲν Κυρίου αἱ ἀρεταὶ, ἔργα δὲ χειρῶν αὐτοῦ οἱ λόγοι τῶν γεγονότων. «Καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.» Καθελεῖ Κύριος τὰς ἕξεις τὰς πονηρὰς, καὶ οὐ μὴ ἔτι συγχωρήσει τοῖς οἰκοδομοῦσιν οἰκοδομῆσαι αὐτάς.
Καὶ ἀνέθαλεν ἡ σάρξ μου, κ. τ. ἑ.
Σάρκα μὲν ὠνόμασε τὴν ψυχὴν διὰ τὸ κεκολλῆσθαι αὐτὴν τῇ σαρκὶ, κατὰ τὸ, «Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.»Ἢ τάχα ἡ αἰσθητὴ θάλλει σὰρξ ἀποθεμένη τὰ πάθη.
Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος, κ. τ. ἑ.
Κληρονομίαν νῦν λέγει τὴν κληρονομοῦσαν αὐτὸν φύσιν λογικήν.
Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, κ. τ. ἑ.
Παῦλος ὁ ἅγιος υἱὸς Θεοῦ γέγονε διὰ τοῦ Εὐαγγελίου. Ἐγέννα δὲ καὶ αὐτὸς υἱοὺς καὶ προσῆγε τῷ Θεῷ.
Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν.
Τιμή ἐστιν Θεοῦ σεβάσμιος ἀποδοχὴ μετ' εὐχαριστίας.
Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, κ. τ. ἑ.
Φωνὴ μὲν Κυρίου ἁπλῶς ἐπὶ τῶν ὑδάτων, αὐτὸς δὲ ὁ Κύριος ἐπὶ ὑδάτων πολλῶν. Λογικὰς δὲ φύσεις νῦν σημαίνει τὰ ὕδατα. « Γενηθήτω, φησὶ, τὸ στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον.»
Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τοῦ Λιβάνου, κ. τ. ἑ.
Μόσχος Λιβάνου ὁ πονηρὸς ἐνώπιον Κυρίου παντοκράτορος τραχηλιάσας καὶ ἀποῤῥίψας τὸν εὐαγγελικὸν ζυγὸν, θεὸς εἶναι βιαζόμενος.
Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρὸς, κ. τ. ἑ.
Ἡ φωνὴ Κυρίου σβέννυσι τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ· ἥτις ἐστὶ διδασκαλία πνευματικὴ πρὸς σοφὴν πολιτείαν ἐκκαλουμένη τὸν πεπιστευκότα τῷ Χριστῷ.
Φωνὴ Κυρίου συσσείοντος ἔρημον, καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης, κ. τ. ἑ.
Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου.Ἔρημός ἐστι ψυχὴ λογικὴ ἐστερημένη Θεοῦ.
Φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς.
Ἄνευ φωνῆς Κυρίου οὐκ ἂν γένοιτό τις ἔλαφος διαφθείρων τοὺς ὄφεις· ὁποῖος ἦν ὁ Παῦλος, κατὰ ἀνθρώπων θηριομαχῶν ἐν Ἐφέσῳ. –Καὶ ἀποκαλύπτων δρυμοὺς, ἐν οἷς· Αἱ ἀλώπεκες εἶχον φωλεοὺς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
Εἰς τὸ τέλος, ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τοῦ Δαυῒδ, κ. τ. ἑ.
Οἰκοδομεῖ μὲν οἶκον βίος ὀρθὸς, ἐγκαινίζει δὲ τοῦτον γνῶσις Θεοῦ.
Ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ.
Τοὺς μὲν πρακτικοὺς ὑπολαμβάνει ὁ Κύριος διὰ τῶν ἀρετῶν· τοὺς δὲ ἐπιπλέον προκεκοφότας διὰ τῆς φυσικῆς θεωρίας· ἐφ' οἷς οὐκ εὐφραίνεσθαι λέγονται οἱ ἐχθροί. Αἱ μὲν γὰρ φεύγουσι τὴν κακίαν· ἡ δὲ τὰ ψευδῆ δόγματα διελέγχει, γνῶσις οὖσα Θεοῦ πνευματική. Τὸ δέ· ὑπέλαβες, ἀντὶ τοῦ μετεώρισας.Ἀνθ' οὗἈκύλας εἶπεν·Ἀνέσωσάς με.
Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ, κ. τ. ε
Πᾶς ὁ μεμνημένος τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐξομολογεῖται αὐτῷ.
Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ, κ. τ. ἑ. γ.Ὥσπερ ἐκ τοῦ λεγομένου θυμοῦ Κυρίου ἐξέρχεται ὀργὴ, οὕτω καὶ ἐκ τοῦ θελήματος αὐτοῦ γεννᾶται ζωή. Καὶ εἰ ἡ ζωὴ τὴν γνῶσιν σημαίνει· «Ἐγὼ » γάρ « εἰμι, » φησὶ Χριστὸς, « ἡ ζωὴ, » ἡ ὀργὴ τὴν ἀγνωσίαν δηλοῖ. Τῇ ζωῇ δὲ ἀντίκειται ὁ θάνατος· οὐκοῦν ἡ ὀργὴ τὸν θάνατον σημαίνει, τὴν καταστέρησιν τῆς θεωρίας ἐπισημαίνουσα. Καλῶς οὖν λέγεται τὸ, « Ζωὴ καὶ θάνατος ἐν χειρὶ γλώσσης. »
ὥσπερ μετὰ πειρασμῶν καὶ δακρύων κατορθοῦται βίος ὀρθός, οὕτω κατὰ ἀγαλλιάσεως καὶ χαρᾶς ἐπιφαίνεται γνῶσις.
Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος, κ. τ. ε
Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός. Εἰ δὲ κατὰ τὴν σοφὴν γυναῖκα τὴν Θεκωϊτίδα οἱ ἄγγελοι πάντα οἴδασι τὰ ἐπὶ γῆς, τὸ πρόσωπον τοῦ Θεοῦ οἱ λόγοι εἰσὶ τῶν ἐπὶ γῆς, οἱ χαρακτηρίζοντες τὸν δημιουργικὸν αὐτοῦ λόγον.
Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβῆναί με εἰς διαφθορὰν, κ. τ. ἑ.
Οὐ δοξάσει χοϊκός.Ἀλήθεια ὁ Χριστός· ἢ τάχα τὴν ἐν πράγμασι λέγει ἀλήθειαν.
Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, κ. τ. ἑ.
Ὥσπερ τὸν κόπον δέχεται χαρὰ, οὕτω καὶ τὴν πρακτικὴν γνῶσις Θεοῦ.
ὁ σάκκος κακίαν καὶ ἀγνωσίαν σημαίνει, ἐπειδὴ καὶ αἱ τρίχες τῶν ἐρίφων εἰσὶν τῶν ἱσταμένων ἐξ εὐωνύμων καὶ τοῦ ἀποπομπαίου τράγου.
ἡ κατάνυξις ἐπὶ ταῖς ἁμαρτίαις εἴωθε γίνεσθαι· γέγραπται γάρ· ἐώρακας ὡς κατενύγη Ἀχαάβ.
Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κ. τ. ἑ.
Οὐ μόνον ἐν τῇ δικαιοσύνῃ ῥύεται ἡμᾶς ὁ Θεὸς, ἀλλὰ γὰρ καὶ ἐν σωφροσύνῃ καὶ ἀνδρείᾳ καὶ ἀγάπῃ. Νῦν δὲ τέθεικε τὴν δικαιοσύνην, ἐπειδὴ περιεκτική ἐστι πασῶν τῶν ἀρετῶν.Ἢ τάχα δικαιοσύνην λέγει τὸν Χριστόν· αὐτὸς γὰρ « ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. »
Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με, κ. τ. ἑ.
Οἶκος καταφυγῆς γνῶσις τοῦ Θεοῦ.
Ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με, καὶ διαθρέψεις με, κ. τ. ἑ.
Ὁδηγεῖ μὲν διὰ τῆς πίστεως τῆς ὀρθῆς καὶ διὰ τῆς πρακτικῆς, τρέφει δὲ διὰ τῆς γνώσεως αὐτοῦ.
Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, κ. τ. ἑ.
Νῦν τὸ πνεῦμα σημαίνει τὸν νοῦν· ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ νοῦς ἓν γίνεται πνεῦμα.
Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς· ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα, κ. τ. ἑ.
Εἰ οἱ ἁμαρτωλοὶ ἐν τῇ παρούσῃ ζωῇ ἠλπικότες εἰσὶ μόνον· αὕτη δὲ κατὰ τὸν Σολομῶντα ματαιότης ἐστὶ ματαιοτήτων· ὁ ταύτην τὴν ζωὴν διαφυλάττων ματαιότητας φυλάττει διακενῆς.
Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου, κ. τ. ἑ.
Οἱ λόγοι τῶν πειρασμῶν θεωρούμενοι εὐρυχωρίαν παρέχουσι τῇ ψυχῇ.
Ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, κ. τ. ἑ.
Οὐδὲν οὕτω σκοτεῖ διάνοιαν ὡς θυμὸς ταραττόμενος.
Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας.
Νεκρὸς μὲν ἀπὸ καρδίας ἐστὶν ὁ ἐστερημένος γνώσεως· νεκρὸς δὲ ἀπὸ ψυχῆς ὁ ἐστερημένος ἀρετῶν.
Τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.Ἐγὼ δὲ ἐπὶ σοὶ, Κυριε, ἤλπισα
Διὰ τῆς ψυχῆς τὴν καρδίαν λαμβάνουσιν· διὰ γὰρ θυμοῦ καὶ ἐπιθυμίας τὸν νοῦν θανατοῦσιν.
Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου, ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με, κ. τ. ἑ.
Κλῆροι τῶν δικαίων ἀνθρώπων εἰσὶν αἱ ὑπὸ τῶν ἁγίων ἀγγέλων γινωσκόμεναι θεωρίαι.
« Φεύγετε τὴν πορνείαν,» φησὶν ὁ Παῦλος. Εἰ δὲ διώκει ἡ πορνεία, δηλονότι καὶ ἡ μοιχεία, καὶ ἡ πλεονεξία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ τὰ λοιπά.
Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει, κ. τ. ἑ.
Εὐεργετεῖται ὁ λαλῶν δολιότητας, ἐὰν γένηται ἄλαλος· ἀποβάλλει γὰρ δηλονότι τὴν δολιότητα.
Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου, κ. τ. ἑ.
Ὥσπερ τὸ πρόσωπον τοῦ Θεοῦ κρύπτει τὴν ψυχὴν ἀπὸ ταραχῆς ἀνθρώπων, ἀπάθειαν διὰ τῆς πρακτικῆς χαριζόμενον, οὕτω καὶ ἡ σκηνὴ τὸν νοῦν διὰ τῆς ἀληθοῦς γνώσεως φυλάττει ἀπὸ λόγων ἐναντίων καὶ δογμάτων ψευδῶν.
Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς, κ. τ. ἑ.
Ψυχὴ ἀπαθὴς πόλις ἐστὶ τετειχισμένη· ὅπερ τεῖχος καθελόντες οἱ ἐχθροὶ μετὰ Βηρσαβεὲ εἰσῆλθον πρὸς Δαυΐδ· διὸ καὶ δεῖται ἐν τῷ νʹ ψαλμῷ οἰκοδομηθῆναι τὰ τείχη Ἱερουσαλήμ.
Ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, κ. τ. ἑ.
Ἀληθείας ἀντὶ τοῦ ἀληθινοῦ.Ἀληθινὸν γὰρ στόμα, τουτέστι νοῦν, ἐμπλήσει γέλωτος, ἀντὶ τοῦ, γνώσεως.
Καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.
Μακροθυμεῖ μὲν ὁ Κύριος ἐπὶ τοῖς ὑπερηφάνοις, τοῖς δὲ περισσῶς ποιοῦσιν ὑπερηφανίαν καὶ ἀνταποδίδωσι.
Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ἀπεκαλύφθησαν αἱ ἁμαρτίαι, κ. τ. ἑ.
Ἀφίενται μὲν αἱ ἀνομίαι διὰ τοῦ ἁγίου βαπτίσματος, καλύπτονται δὲ αἱ ἁμαρτίαι διὰ τῆς πικρᾶς ἁμαρτίας μετανοίας.
Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, κ. τ. ε
Ἀπὸ τοῦ κράζειν διηνεκῶς πρὸς τὸν Θεὸν οὐ παλαιοῦνται αἱ τῆς ψυχῆς δυνάμεις, ἀλλ' ἀεὶ ἀνανεοῦνται ἡμέρᾳ καὶ ἡμέρᾳ. Σιωπώντων δὲ παλαιοῦνται τὸν παλαιὸν ἀναλαμβάνουσαι ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.
Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Εἶπα·Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, κ. τ. ἑ.
« Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» Καὶ λέγε σὺ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος.
Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος οἷς οὐκ ἔστι σύνεσις, κ. τ. ἑ.
-ε´. Τὴν ἄλογον κίνησιν τῆς ψυχῆς λέγει ἵππον καὶ ἡμίονον. Σύνεσις δέ ἐστι λογικὴ διάγνωσις.
Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, κ. τ. ἑ.
Αἱ πολλαὶ θλίψεις τῶν δικαίων πολλαὶ μάστιγες λέγονται τῶν ἁμαρτωλῶν.
Καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ.
Εἰ οἱ καυχώμενοι εὐθεῖς εἰσι τῇ καρδίᾳ, οὐ πάντων ἐστὶ τὸ ἐν Κυρίῳ καυχᾶσθαι, διότι μηδὲ πάντες εὐθεῖς τῇ καρδίᾳ.
Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ Κυρίῳ α.´. Εἰ Κύριος ἡμῶν σοφία ἐστὶν, οἱ δὲ δίκαιοι ἐν Κυρίῳ ἀγαλλιῶσιν, οἱ δίκαιοι ἄρα ἐν σοφίᾳ ἀγαλλιῶσιν.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ,
κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη.
ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ
ψαλτήριον ἐστὶ νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως.
Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν,. δ.´ Ἀντὶ τοῦ, ἐλεήμονα καὶ διακριτικόν.
ὡς ἐν ἀσκῳ συνάγων τὰ ὕδατα τῆς θαλάσσης.
Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους̔. ς.´ Οἱ λόγοι τῆς ἀβύσσου ἐν τοῖς θησαυροῖς εἰσι τοῦ Θεοῦ.
Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, κ. τ. ἑ. ζ.´ Σάλος ἐστὶν ἐπαινετὸς ψυχῆς λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν μετάθεσις.
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν, κ. τ. ἑ. η.´ Ἡ μὲν « γένεσις »τὴν τῶν λογικῶν οὐσίωσιν δηλοῖ· ἡ δὲ « κτίσις »τὴν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον μεταβολήν· « Εἴ τις » γὰρ « ἐν Χριστῷ καινὴ κτίσις, » ἀνακαινίζεται.
Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων, κ. τ. ἑ. θ.´ Αἱ βουλαὶ τῶν ἐθνῶν, καὶ οἱ λογισμοὶ τῶν λαῶν, καὶ αἱ βουλαὶ τῶν ἀρχόντων ἀθετοῦνται ὑπὸ Κυρίου, ὡς ἐναντιούμεναι τῷ θελήματι αὐτοῦ, τοῦ « πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. »
Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν, κ. τ. ἑ. ι.´ Ὁ μόνος πλάσας μόνος καὶ γινώσκει· διὸ καλῶς λέγεται ὁ Θεὸς μόνος καρδιογνώστης.
Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ, κ. τ. ἑ. ια.´ Πρότερον δεῖ τινα ῥύσασθαι ἀπὸ θανάτου, εἶθ' οὕτως διατραφῆναι. Καὶ διὰ μὲν πρακτικῆς ῥύεταί τινα ἀπὸ θανάτου ὁ Κύριος, διὰ δὲ γνώσεως τρέφει.
Ἡ δὲ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν, ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. ιβ.´ Ἡ τοῦ δικαίου καρδία οὐκ εὐφραίνεται ἐν βρώμασιν ἢ ἐν πόμασιν, ἀλλ' ἐν δικαιοσύνῃ, καὶ γνώσει, καὶ σοφίᾳ.
Τῷ Δαυιδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ
ὁ τὸ φεῦγον πρόσωπον μὴ ἐπιδείξας ὡς φεῦγον, ἀλλ' ὡς ἀποσταλμένον, οὗτος ἠλλοίωσε το`πρόσωπον. Πρόσωπον δὲ νῦν τὸ ψυχῆς λέγει κατάστημα, ἀλλ' ὡς γὰρ προσποιεῖται φεύγουσα καὶ ἄλλως ἀποσταλεῖσα· πρόσωπον δὲ ἀνθρώπου ἡ γραφὴ πολλάκις τὸν λόγον λέγει· οὕτως καὶ ὁ ἄγγελος πρὸς τὸν Λώτ φησιν· Ἰδου ἐθαύμασα σου τὸ πρόσωπου καὶ ἐπὶ τῷ ῥήματι τούτῳ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας.
Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου, κ. τ. ἑ.
Οὐκ ἐν ἄλλῳ τινὶ ἐπαινεθήσομαι, ἀλλ' ἐν σοφίᾳ· ὁ γὰρ Κύριος ἡμῶν σοφία ἐστίν.
Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, κ. τ. ἑ.
«Πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει· » ὁ δὲ κακῶς ζητῶν οὐχ εὑρίσκει.
Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, κ. τ. ἑ.
Διὰ μὲν πολιτείας ὀρθῆς προσερχόμεθα, διὰ δὲ γνώσεως φωτιζόμεθα. « Φωτίσατε γὰρ, φησὶν, ἑαυτοῖς φῶς γνώσεως. »
Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσ ήκουσεν αὐτοῦ, κ. τ. ἑ.
Οὐ πάντων ἐπακούει τῶν κραζόντων ὁ Κύριος, ἀλλὰ τῶν διὰ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ.
Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβου μένων αὐτὸν, κ. τ. ἑ.
Ὁ ἄγγελος τοῦ Κυρίου ὅλης παρεμβολῆς λόγον ἐπέχει εἷς ὤν.
γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ κύριος.
εἰ γευστός ἐστιν ὁ κύριος, διὰ τῆς πίστεώς ἐστι γευστός· καὶ εἰ χρηστὸς, διὰ τῆς γνώσεώς ἐστι Χριστός.
Ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτὸν, κ. τ. ἑ.
Εἰ οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτὸν, πῶς οἱ ἅγιοι ἦσαν « ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος; »Ἀλλ' εἰ καὶ ὑστεροῦντο ἐν βρώμασι καὶ πόμασιν, οὐ μὴν καὶ ἐν γνώσει.
Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς, κ. τ. ἑ.
Παρὰ τοῦ ἁγίου Δαυῒδ διδασκόμεθα τίνα δεῖ ποιεῖν τε καὶ λέγειν τὸν φοβούμενον τὸν Θεόν.
Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, κ. τ. ἑ.
Τὸ ἐκκλῖναι ἀπὸ κακοῦ ὁ φόβος διδάσκει, τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγάπη. Διὸ μείζων ὁ ἀγαπῶν τοῦ φοβουμένου.
Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει, κ. τ. ἑ.
Εἰ « θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, τοῖς δὲ συντετριμμένοις τὴν καρδίαν ἐγγίζει ὁ Κύριος, » ταύτῃ ἄρα τῇ θυσίᾳ καὶ οὐκ ἄλλῃ ἐγγίζει ὁ Κύριος.
Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται, κ. τ. ἑ.
Ὀστᾶ νῦν λέγει τὰς δυνάμεις τῆς ψυχῆς, ἢ τὰ δόγματα τὰ ἀληθῆ, τὰ συνέχοντα τὴν ζωὴν τῆς ψυχῆς.
Θάνατος ἁμαρτωλῶν πονηρὸς, κ. τ. ἑ.
Πονηρὸς, ἐπίπονος, πικρός.Ἔοικε δὲ λέγειν θάνατον τὴν κόλασιν χωρίζουσαν ψυχὴν ἀπὸ κακίας.
Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, [κ.τ.ἑ.] καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν.
Λύτρον ἐστὶ δόμα τι τοῖς πολεμίοις διδόμε νον πρὸς τῶν ἡττηθέντων, ἢ πρὸς τοῦ τῶν ἡττηθέν των προνοουμένου ἐπὶ σωτηρίᾳ καὶ ἀφέσει τῶν αἰχμαλωτισθέντων.
Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. α.´ Οὐδὲν οὕτως ἀνθίσταται τοῖς δαίμοσιν ὡς δικαιοσύνη καὶ γνῶσις.
Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς βοήθειάν μοι, β.´ Εἰ ὁ νικήσας ἐν πολέμῳ καταδουλοῦται τοὺς πολεμίους, Χριστὸς δὲ νενίκηκε τὸν κόσμον· « Θαρσεῖτε γὰρ,» φησὶν, « ἐγὼ νενίκηκα τὸν κόσμον·» Χριστὸς ἄρα τὸν κόσμον κατεδουλώσατο, ἵνα γένωνται πάντες δοῦλοι Χριστου
εἶπον τῇ ψυχῇ μου· σωτηρία σου ἐγώ εἰμι.
αὐτὸ τοῦτο σωτηρία ἐστὶ ψυχῆς τὸ εἰπεῖν αὐτῇ τὸν Κύριον· « Σωτηρία σου ἐγώ εἰμι·» καὶ ἐπ' ἄλλου τινὸς οὐκ ἂν οὕτω νοηθείη.
Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω. δ.´´ Εὐεργετοῦνται οἱ ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν ὁδεύοντες, ἐὰν εἰς τὰ ὀπίσω ἀποστραφῶσιν.
Καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.
Ἡ αἰσχύνη αὕτη πάθος ἐστὶν ἐπαινετὸν, εἰς συναίσθησιν ἄγον τὸν ἁμαρτάνοντα.
Καὶ ἡ θήρα ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῃ. ς.´ Νομίζω περὶ τοῦ σταυροῦ λέγειν αὐτὸν, εἰς ὃν ἐμπέπτωκεν ὁ διάβολος ἀγνοῶν. « Εἰ γὰρ » ἔγνω, « οὐκ ἂν » αὐτὸν « Κύριον τῆς δόξης ἐσταύρωσ»ε.
Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτου. ζ.´Ἐντεῦθεν γινώσκομεν, ὅτι χωρὶς Κυρίου πολεμεῖν τοῖς ἐχθροῖς οὐκ ἰσχύομεν. Στερεώτεροι γὰρ ἡμῶν εἰσιν.
Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με. η.´ Οἱ « ἀναστάντες μάρτυρες ἄδικοι » κατὰ τοῦ Σωτῆρος ἔλεγον· Οὗτος εἶπεν· « Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Τοῦτο δὲ αὐτό· « οὐκ ἐγίνωσκον », πῶς ἔλεγεν; δύναται γὰρ τὸ ῥητὸν τοῦτο καὶ ἐπὶ τοῦ Σωτῆρος λαμβάνεσθαι, ἢ τάχα καὶ ὅλος ὁ ψαλμός.
Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. θ.´ Ἄτεκνός ἐστι ψυχὴ ἡ μηδὲν γεννήσασα ἀγαθὸν, ἢ μηδενὶ ἀνθρώπῳ ποιήσασα ἀγαθόν.
Καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. ι.´ Οὐδὲν οὕτω ταπεινοῖ τὴν ψυχὴν ὡς νηστεία. «
Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. ια.´ Κόλπον νῦν τὸν νοῦν ὀνομάζει.
Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως. ιβ.´ Τῷ δικαίῳ διὰ τὴν δικαιοσύνην «ἐχθραίνοντες», ἀδίκως « ἐχθραίνουσι.»
Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ' ὀργῇ δόλους διελογίζοντο. ιγ.´ «῎εσεσθε » γὰρ, φησὶν, « ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν·» «εἰρηνικὸς» γὰρ οὗτος ὁ λόγος.
Μηδὲ εἴποισαν· Κατεπίομεν αὐτὸν. ιδ.´ Καὶ ὁ Παῦλός φησι περὶ τοῦ ἐν Κορίνθῳ πεπορνευκότος· « Μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.»
Ενδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ' ἐμὲ. ιε.´ Οἱ μὲν εἰς τὸν Χριστὸν βαπτιζόμενοι τὸν Χριστὸν « ἐνδύονται,» τουτέστι δικαιοσύνην καὶ σοφίαν· οἱ δὲ εἰς τὸν Σατανᾶν βαπτιζόμενοι « αἰσχύνην ἐνδύονται καὶ ἐντροπήν.»
Καὶ εἰπάτωσαν διὰ παντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. ις.´Ἀγγέλων μὲν τὸ « διὰ παντὸς μεγαλύνειν τὸν Κύριον·» ἀνθρώπων δὲ τὸ μὴ διὰ παντός· δαιμόνων δὲ τὸ μήτε διὰ παντὸς, μήτε ποσοῦν.
Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ, κ. τ. ἑ.
Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι, κ. τ. ἑ.
Τὸ « εὑρεῖν » ἀντὶ τοῦ « ἐπιγνῶναι » κεῖται. Πλὴν ζητητέον εἰ ὁ ἐγνωκὼς τὴν ἀνομίαν ὡς ἀνομίαν πάντως καὶ μισεῖ.
Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν, κ. τ. ἑ.
Ἐντεῦθέν τινες ἀπατηθέντες τὰ ὑπὸ τὴν σελήνην ἀπρονόητα ἀπεφήναντο εἶναι· ὧν ἐστι καὶ ὁἈριστοτέλης.
Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, κ. τ. ἑ.
῀.Ὁ ταύτην τὴν μέθην μὴ ἐκνήφων οὐ δικαίως ποιεῖ· διὸ ἐπὶ τῆς ψεκτῆς μέθης εἴρηται· « Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε.»
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, κ. τ. ἑ. ε-ϛ´. Εἰ ἡ πηγή ἐστιν ἡ ζωὴ, ἡ ζωὴ δέ ἐστιν ὁ Χριστὸς, ἡ πηγή ἐστιν ὁ Χριστός. « Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.»Ἐν τῇ θεωρίᾳ τῶν γεγονότων ὀψόμεθα τὸν Χριστὸν, ἢ ἐν τῇ γνώσει τῇ τοῦ Χριστοῦ ὀψόμεθα τὸν Θεόν.
Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας, κ. τ. ἑ.
Εἰ ἡ ὑπερηφανία ἕξις ἐστὶ χειρίστη, πῶς ἔχει πόδας;Ἢ τάχα περὶ τοῦ ζώου λέγει τοῦ ἐνεργοῦντος τὴν ὑπερηφανίαν.
Μὴ παραζήλου ἐν πονηρευομένοις, κ. τ. ἑ.
Ἐνταῦθα ζῆλον τὴν μίμησιν λέγει.
Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν.
εἰ οὖν πρόσκαιρος ὁ χόρτος καὶ τὸ λάχανον, εἰ δὲ ἁμαρτωλοὶ τούτοις ἀπεικάζονται, πρόσκαιροι ἂν εἶεν. Πάλιν εἰ λάχανον καὶ χόρτος ἐπισυμβαίνει τῇ γῇ, χόρτῳ δὲ καὶ λαχάνῳ ὁμοιοῦται ἡ κακία, ἐπισυμβατὴ ἄρα ἡ κακία.
Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου
Φῶς δὲ δικαιοσύνης γνῶσις· ἐπειδὴ καὶ ἡ δικαιοσύνη κανών ἐστιν ἀρετῶν.
Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτὸν, κ. τ. ἑ
-ε´. Ἡ ὑποταγὴ αὕτη ἐστὶ φύσεως λογικῆς πρὸς τὴν γνῶσιν τοῦ Θεοῦ ἑκούσιος συγκατάθεσις. «Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας.» Νῦν εὐόδωσιν τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν λέγει· ὡς καὶ τὸ, « Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον.»
Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμὸν, κ. τ. ἑ.
Μὴ ἴδῃς αὐτῶν τὴν εὐημερίαν, ἀλλὰ πρόσμεινον τὸ τέλος, καὶ ὄψει τὸν ὄλεθρον.
Θυμός ἐστιν ὀργὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ' ἐξοχὴν ἀμύνης·
Ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, κ. τ. ἑ.
Τὸ ἐξολοθρευθῆναι οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκπεσεῖν ἐκ Θεοῦ.
Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν, κ.τ.ἑ.
Ἡ γῆ νῦν γνῶσιν σημαίνει· ὡς γὰρ ἐν τόπῳ τῇ θεωρίᾳ λέγεται εἶναι ὁ νοῦς.
Καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς, κ. τ. ἑ. ι.´ Τόπος ἁμαρτωλοῦ ἡ κακία.
Οἱ δὲ πρᾳεῖς κληρονομήσουσιν γῆν, Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.
Τρυφὴ δικαίου πλῆθος εἰρήνης, πλῆθος δὲ εἰρήνης ἐστὶν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.
Υποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος, κ. τ. ἑ.
Οὐδὲν οὕτως ὑποστηρίζει τὸν δίκαιον, ὡς χάρισμα πνευματικόν· «Ἵνα μεταδῷ ὑμῖν χάρισμα πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, » φησὶν ὁ Ἀπόστολος.
Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων.
Τὰς τῆς ψυχῆς ἡμέρας, αἵτινες γίνονται ὑπὸ τῷ ἡλίῳ τῆς δικαιοσύνης.
Καὶ ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται, κ. τ. ἑ.
Κληρονομία ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις ἡ τοῦ Θεοῦ.
Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ, κ. τ. ἑ. ις- Καιρὸν πονηρὸν λέγει τὸν τῆς κρίσεως χρόνον. « Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.»
Ἡμέρας λιμοῦ ὀνομάζει ἐν αἷς πολλοὶ τῶν ἀκαθάρτων στερίσκονται τοῦ ἄρτου τοῦ εἰπόντος· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβάς.»
Ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον, κ. τ. ἑ.
Τοῦτον τὸν καπνὸν ἀποδιώκει ἀπὸ τῶν λογικῶν ξύλων τὸ πῦρ ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν ὁ Χριστός.
Καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει.
Ὁδὸς Κυρίου, ψυχὴ καθαρά.
καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον
οὐκ εἶπεν· ἐγκαταλειφθέντα, ἀλλ' ἐγκαταλελειμμένον, τουτέστιν ἕως ἥξω, ὅτι γὰρ ἐγκαταλίμπάνονται οἱ δίκαιοι πρὸς καιρὸν δοκιμῆς χάριν, ὁ Κύριος πρὸς Ἰώβ· μή με οἴου ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀποφανῇς δίκαιος.
οὐδὲ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους.
εἰ ἡ δικαιοσύνη ἀρετή ἐστι, τὰ σπέρματα τῶν ἀρετῶν καὶ αὐταὶ ἀρεται, καλῶς τὸ σπέρμα τῶν ἀρετῶν, ὅπερ ἐστὶν ἡ ἀρετὴ, οὐ ζητεῖ ἄρτους. ἄρτον δὲ λέγει τὴν γνῶσιν, εἴ τις οὐχ ὑστερεῖ ἐν τῷ σπέρματι τοῦ δικαίου· σπέρμα δὲ δικαίου τροπικῶς ὁ λόγος εἴρηται, ὁ καταβαλλόμενος ἐν ταῖς ψυχαῖς τῶν ἀκουόντων.
Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει.
–̔Ο δανείζων λόγους καθαίροντας ψυχὴν, εὐλογηθήσεται· ὁ δὲ μὴ ἐπιδιδοὺς αὐτοῖς, ἐπικατάρατος ἔσται.
Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν.
Τὸ ἐκκλίναι ἀπὸ κακοῦ ὁ τοῦ Κυρίου φόβος παρέχει· τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγαπὴ προστάσσει.
κρίσιν δικαιοκρισίαν οὐ τὴν δικαστικήν, ἀλλὰ τὴν ἐξ ἀπλανοῦς καὶ ὑγιοῦς κριτηρίου.
Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὔτε μὴ καταδικάσαι αὐτὸν, ὅταν κρίνηται αὐτῷ.
Μὴ καταδικάσαι, δηλονότι ὁ ἀντίδικος.
Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν.
Ὡς δύσκολον τὸ παρελθεῖν τὸν ἀσεβῆ μηδὲν παθόντα.Ἢ τάχα ἡ θεία τοῦτο λέγει γραφή· αὐτὰ ἐννοεῖν βουλόμενος, θεωρήσω, οὐδὲ τόπον ἐν ᾧ ἑστάναι ἐδόκουν, δεδύνημαι εὑρεῖν, ὅπου γὰρ ἂν αὐτὸς παρέλθῃ· καθαιρεῖ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.
Καὶ ἴδε εὐθύτητα.
Τό· Καὶ ἴδε εὐθύτητα, ἀντὶ τοῦ·Ὄψει εὐθύτητα.
Ψαλμὸς τῷ Δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου. –Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. α.´ « Παιδεύει »ἡμᾶς ὁ Κύριος, εἰς « ἀνάμνησιν »ἄγων τῆς ἀρετῆς· ὁ δὲ ἅγιος οὐ τὸν « ἔλεγχον » ἢ τὴν « παιδείαν » παραιτεῖται, ἀλλὰ τὴν μετ '« ὀργῆς » καὶ « θυμοῦ.»
Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμὲ β.´ « Δεῦτε, πάντες, φησὶν ὁ Χριστὸς, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. »
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. γ.´Ἐντεῦθεν τὴν φύσιν τῆς ἁμαρτίας γινώσκομεν, ὁποία τίς ἐστιν· πλὴν ὅτι ἀπὸ « ἀφροσύνης » ἡμῖν ἐπισυμβαίνουσιν αἱ ἁμαρτίαι.
εἰ ἡ φρόνησις ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ἡ ἀφροσύνη ἐστὶν ἄγνοια ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων.
ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμῶν
λεκτέον τοῦτο πρὸς τοὺς γελῶντας πολλὰ, ἢ̀ τερπομένους ἐπὶ γελῴοις.
κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου
αὕτη ἐστὶ ἡ φυσικὴ κίνησις τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς τὸ ἐφίεσθαι τοῦ θεοῦ.
Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστι μετ' ἐμοῦ. ζ.´ Τὸ φῶς τῶν ὀφθαλμῶν, ἡ θεωρία, ἥτις ἐν καιρῷ πειρασμοῦ διαφεύγει τὸν νοῦν.
καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν
τάχα δυνάμεις τινὰς λέγει ἁγίας ὑποχωρούσας ἐν καιρῷ πειρασμοῦ πρὸς δοκιμὴν τοῦ πειραζομένου, ἢ πρὸς κόλασιν. {Ant 6.17}
Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ, κ. τ. ἑ. θ.´Ἐδέχετο μὲν τοὺς λογισμοὺς τοῦ πειράζοντος, οὐκ ἤκουε δὲ αὐτῶν, μὴ ἐνεργῶν κατ' αὐτούς. Κωφότης δέ ἐστιν ἡ ἀπάθεια, δι' ἣν οὐκ ἤκουεν αὐτῶν.
ὅτι εἶπα Μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορρημόνησαν. ι.´Ἐπὶ μὲν τοῖς μετανοοῦσιν οἱ ἄγγελοι « χαίρουσιν, » ἐπὶ δὲ τοῖς «σαλευομένοις» οἱ δαίμονες.
οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμε. ια.´ Οὐ ταύτην τὴν « ζωὴν » τὴν εἰποῦσαν· «̓Εγώ εἰμι ἡ ζωή.»
Οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην. ιβ.´«Ἀνταπεδίδοσαν κακὰ ἀντὶ ἀγαθῶν,» οὐ τῶν εἰς ἐκείνους γενομένων, ἀλλὰ τῶν ἁπλῶς γινομένων διὰ τὸν Κύριον.
Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. ιγ.´ Καλὸν προοίμιον προσευχῆς τὸ, « Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ· πρόσεχε εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου·» ἔχει γὰρ ἐν ἑαυτῷ καὶ τὴν ἁγίαν Τριάδα.
Ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, κ. τ. ἑ.
᾿̓Εν τοῖς πειρασμοῖς φεύγει τὰ ἀγαθὰ ἐξ ἡμῶν, καὶ σιωπᾷ ἡ ψυχὴ ἐξ αὐτῶν.Ἐκεῖνα γὰρ φθέγγεται ἡ ψυχὴ ἃ γινώσκει, καὶ σιωπᾷ ἃ οὐ γινώσκει.Ἀγαθὰ δὲ εἶπε νῦν τὰς ἀρετὰς καὶ τὰς γνώσεις αἵτινες ἐν καιρῷ πειρασμοῦ διαφεύγουσι τοὺς πειραζομένους.
Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, κ. τ. ἑ.
Δυνατὸν μὲν τοῦ τῆς ὀργῆς ἐπιστάντος δαίμονος μὴ ὀργισθῆναι, ἀδύνατον δὲ τάχα μὴ θερμανθῆναι.
Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, κ. τ. ἑ.
Πέρας ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις τῆς ἁγίας Τριάδος.
Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν, κ. τ. ἑ.
Τὰ σωματικὰ πάντα ματαιότης ἐστὶν, ἡ γὰρ ἀσώματος φύσις κατ' εἰκόνα γεγένηται Θεοῦ.
θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά
τοῦτο λεκτέον πρὸς ἄπαιδας πλουσίους πλεονεκτοῦντας μηδένα τῶν πτωχῶν ἐλεοῦντας. ]
Ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου, ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.
Μάστιγας τοὺς πειρασμοὺς λέγει·
Παιδεύων ἡμᾶς ὁ Κύριος, ὑπὲρ τῶν ἀνομιῶν ἡμᾶς παιδεύει, ὡς καὶ τὸν ἐν εὐαγγελίῳ παραλυτικόν.
Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου, μὴ παρασιωπήσῃς.
Προτρεπτικὸν εἰς τὸ μετὰ δακρύων προσεύχεσθαι.
Ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου, κ. τ. ἑ.
Πάντες οἱ τῶν δικαίων ὡς δικαίων πατέρες, πάροικοί εἰσι καὶ παρεπίδημοι, σκιὰν ἡγούμενοι τὸν βίον τὸν ἐπὶ τῆς γῆς.
Ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω.
Οὐχ ὑπάρξω τοιοῦτος οἷος ἦν· γενοίμην, γενοίμην, ἐκ τῆς πρὸς σοῦ μοι γενομένης ἀνέσεως„ Ἄνεσις δὲ Θεοῦ ἐστιν ἀπάθεια ψυχῆς, μετὰ γνώσεως τῶν ὄντων ἀληθῶς.
Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας. Καὶ ἀπὸ πηλοῦ ἰλύος.
Λάκκος γὰρ ταλαιπωρίας, κακία καὶ ἀγνωσία.
Ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, κ. τ. ἑ.
-β´-γ´. Λάκκος ταλαιπωρίας κακία καὶ ἀγνωσία. « Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.» Πέτρα ἐστὶ πίστις Χριστοῦ. « Καὶ κατεύθυνε τὰ διαβήματά μου·» διὰ τῆς πρακτικῆς καὶ τῶν ἀληθινῶν δογμάτων.
Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, κ. τ. ἑ.
Μετὰ τὴν ἀπάθειαν ᾄδομεν ᾆσμα καινὸν, ἀνακαινισθέντος τοῦ οἴκου ἡμῶν.
Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ Θεῷ ἡμῶν.
Ὕμνος ἐστὶν ἔκπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων.
Πολλὰ ἐποίησας σὺ, Κύριε, ὁ Θεός μου, τὰ θαυμάσιά σου.
Ἤτοι ὡς μὴ ὄντα τῇ φύσει ἀριθμητὰ, ὡς ὑπερβαίνοντα διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ ἀριθμου.
Ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας, κ. τ. ἑ.
Ὁλοκαυτώματα αἰσθητὰ οὐ ζητεῖ ὁ Θεός· « Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον.»
ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ
πᾶσαν τὴν θεόπνευστον γραφὴν μίαν εἴρηκεν βιβλίου διὰ τὸ πᾶσαν αὐτὴν ἐφ' ἕνα νεύειν σκοπόν· καλῶς οὖν ὁ Σολωμὼν παρεγγυᾷ μὴ κτᾶσθαι βιβλία πολλὰ, τὴν πεπλανημένην αἰνιττόμενος διὰ τοῦ πλήθους ὡς οἶμαι, σοφίαν.
τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου, καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς.
Ἀποκαλύπτει ὁ Χριστὸς τοὺς περὶ ἐλέους καὶ ἀληθείας λόγους. Εὑρήσεις ἐν τῇ θεωρίᾳ τοὺς μὲν περὶ ἐλέους καὶ σωτηρίας, τοὺς δὲ περὶ σωτηρίας ἐν τῇ πρακτικῇ.
Ὅτι περιέσχον με κακὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ... καὶ ἡ καρδία ἐγκατέλιπέ με.
Καρδίαν νῦν λέγει τὴν ποιὰν τοῦ νοῦ διάθεσιν.
Κατέλαβόν με ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν, κ. τ. ἑ.
Ἡ μνήμη τῶν παλαιῶν πταισμάτων πέφυκεν ἐπισκοτεῖν ἡμῖν τῇ διανοίᾳ.
Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐτὴν, κ. τ. ε.
Οὐ κατ' οὐσίαν ἐξαίρουσιν, ἀλλὰ διὰ τῆς κακίας ἀπὸ τῆς ἀρετῆς καὶ τῆς γνώσεως αὐτὴν ἐξαίρουσιν
Καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε.
Οὐκ εἶπε δὲ, οἱ ζητήσαντες, ἀλλ' οἱ ζητοῦντες, καὶ γὰρἸούδας ὁ προδότης ἐζήτησε μέν ποτε, οὐ ζητεῖ δὲ νῦν.
κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ
Κλίνη ὀδύνης τὸ σῶμά ἐστι τῆς τα-πεινώσεως.
ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ
Ἆρον τὸν κράββατον, φησὶ, καὶ περιπάτει. Τοῖς μὲν γὰρ ὑγιαίνουσι κατὰ διάνοιαν ἕπε-ται τὸ σῶμα· οἱ δὲ ἀῤῥωστοῦντες ἀκολου-θοῦσιν τῷ σώματι.
Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος γάρ.
μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι
Ἀναγκαίως λέγει τῇ κοιμήσει τὴν ἀνάστασιν ἕπεσθαι.Ἡ δὲ κοίμησίς ἐστιν ὁ θάνα-τος.Ἀναγκαίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις.
πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ
Εἰ τὸ πρόσωπον τοῦ Θεοῦ οἱ ἄγγελοι βλέπουσι διὰ παντὸς, ἄγγελος ἄρα ἐπιθυμεῖ γενέσθαι ὁ Δαυῒδ καὶ βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ.
ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς
Τροφιμώτατός ἐστι κλαυθμὸς ὁ τρέφων τὴν ψυχήν. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται.
ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν ποῦ ἐστιν ὁ θεός σου;
Ὁ Θεὸς μὲν ὡς δημιουργός ἐστιν ἐν πᾶσι τοῖς γεγονόσιν· ὡς δὲ ἀρετὴ καὶ σοφία ἐν πάσαις ταῖς ἁγίαις δυνάμεσιν· εἰ δὲ καὶ κατὰ δύναμιν λαμβάνοιτο ἡ ἀρετὴ καὶ ἡ σοφία, καὶ ἐν ταῖς ἀντικειμέναις δυνάμεσιν· εἰ δὲ πὴ μὲν δυνάμει, πὴ δὲ ἐνεργείᾳ, καὶ ἐν ἀνθρώποις ἐστὶν ὁ Θεός· τὸ γὰρ ἀεὶ ἐνεργεῖν κατὰ Θεὸν ἀγγέλων ἐστί· τὸ δὲ μηδέποτε δαιμόνων· τὸ δὲ ποτὲ μὲν καλῶς, ποτὲ δὲ οὐκ ὀρθῶς, ἀνθρώπων ἐστίν.
πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη δ.´ Φυσικὴ κίνησις τοῦ θυμοῦ.
ἐν τῷ λέγειν αὐτούς μοι καθ' ἑκάστην ἡμέραν ποῦ ἐστιν ὁ θεός σου;
Τάχα τὸν ἅγιον λυπεῖ τὸ, «ποῦ,» ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστὶ τόπου σημαντικόν. Τῆς ἐσχάτης δὲ ἀγνοίας τὸ ἐν τόπῳ νομίζειν εἶναι τὸν Θεόν· ὄγκῳ γὰρ συνυφίσταται τόπος· ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον.
ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με;
᾿ἀναγκαῖα ταῦτα ἐν καιρῷ λύπης ἐπαγόμενα ψυχῇ.
ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου
« Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, » φησὶν ὁ Σωτήρ· καὶ πάλιν· « Ἐγώ εἰμι ἡ ἀλήθεια.»
αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου
Ὄρος ἅγιόν ἐστι Θεοῦ ὁ Χριστός· σκηνώματα δὲ αὐτοῦ, αἱ ἅγιαι δυνάμεις ἐν αἷς κατοικεῖ.
ὁ θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν1. ἐκ προσώπου τῶν ἐν τῇ διασπορᾷ ὁ ψαλμὸς· ἢ ἐκ προσώπου τῶν ἀπὸ τῶν ἐθνῶν, οἵτινες ἐπίστευσαν ἐξ ἀκοῆς μεταπαραλαβόντες τὸν λόγον ἀπὸ τοῦἸσραὴλ.
ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, κ. τ. ἑ.
Κακίαν μὲν καὶ ἀγνωσίαν ἐξολοθρεύει Θεὸς, ἀρετὴν δὲ καὶ γνῶσιν καταφυτεύει. « Πᾶσα γὰρ φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Θεὸς, ἐκριζωθήσεται. »
οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν
Ἐφ' ἡμῖν μέν ἐστι τὸ κατορθῶσαι τὴν ἀρετὴν σὺν τῇ δυνάμει τοῦ Θεοῦ· τὸ δὲ καταξιωθῆναι γνώσεως πνευματικῆς οὐκ ἔστιν ἐφ' ἡμῖν.
Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν, κ. τ. ἑ.
Κέρας ψυχῆς νοῦς καθαρὸς, καὶ διὰ μὲν τῆς πρακτικῆς τοὺς ἐχθροὺς κερατίζει, διὰ δὲ τῆς γνώσεως τοὺς ἐπανισταμένους αὐτῷ καὶ ἀντικειμένους τῇ πνευματικῇ θεωρίᾳ ἐξουθενεῖ.
ἐν τῷ θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν
Ὁ μὲν μακάριος ἐπαινεῖται ὅλην τὴν ἡμέραν ἐν τῷ Θεῷ, τὴν ἑαυτοῦ δηλονότι ζωὴν, ἥτις συνέστηκεν ἀπὸ ἀπαθείας καὶ γνώσεως Θεοῦ·
ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν
Ἔμπροσθεν ἡμῶν λέγονται εἶναι αἱ ἀρεταὶ, ὄπισθεν δὲ αἱ κακίαι· διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, τὴν δὲ φιλοξενίαν διώκειν.
καὶ οἱ μισοῦντες διήρπαζον ἑαυτοῖς
Διὰ τῆς κακίας καὶ ἀγνωσίας ἁρπάζουσιν ἡμᾶς.
ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς
Ταῖς γὰρ ἁμαρτίαις ἐπράθημεν, ἀφ' ὧν ἡμᾶς Χριστὸς ἐξηγόρασεν.
καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με
Ἑαυτοὺς μὲν αἰσχυνόμεθα κατὰ διάνοιαν ἁμαρτάνοντες· τοὺς δὲ ἀνθρώπους κατ' ἐνέργειαν πλημμελοῦντες.
ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος
τοῦτο λεκτέον πρὸς τοὺς ἐν τοῖς διωγμοῖς ὑπομείναντας .
καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου
Ἀδικεῖ τὴν Διαθήκην τοῦ Θεοῦ πᾶς ὁ μὴ ζῶν κατ' αὐτήν.
ὁτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως
Τόπος κακώσεως τὸ ἀνθρώπινόν ἐστι σῶμα, καὶ ὁ τούτου συγγενὴς κόσμος.Ἐν ἀλλοτρίᾳ, φησὶν, ἡμᾶς εἶναι πεποίηκας· ὅπερ οὐκ εἵα τὰς λατρείας ἐπιτελεῖσθαι.
καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, κ. τ. ἑ.
Εἴ τις οὐκ ἔστι γνῶσις οὐσιώδης, ἢ ταύτην τὴν γνῶσιν οὐκ ἔχει ἐν ἑαυτῷ, Θεός ἐστιν ἀλλότριος.
ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν
Ὁ Παῦλός φησι· « Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν ΧριστῷἸησοῦ. »
ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, κύριε;
Ἐκάθευδέ ποτε ἐν τῷ πλοίῳ τῶν μαθητῶν ὁ Χριστὸς, ἀλλὰ γενομένου χειμῶνος ἐξήγειραν αὐτὸν οἱ μαθηταί· δεικνύντος τοῦ λόγου, χειμῶνος λογισμῶν
ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν
λόγος ἀγαθός ἐστι ὁ ἀρετὴν ἢ γνῶσιν σημαίνων Θεοῦ.῾̓
περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ
τὴν σοφίαν τὴν πνευματικὴν καὶ τὸν λόγον τοῦ θεοῦ συγκρίνει σοφίᾳ κοσμικῇ καὶ λόγῳ ἀνθρωπίνῳ.
αὕτη ἡ ῥομφαία χωρίζει ψυχὴν ἀπὸ κακίας, καὶ νοῦν ἀπὸ ἀγνωσίας, τὸν λεγόμενον παλαιὸν ἄνθρωπον διαφθείρουσα, καὶ ποιοῦσα καινὸν ἐν Χριστῷ κατ' εἰκόνα τοῦ κτίσαντος.
καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε
ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης
οἱ ἀληθεῖς, καὶ πραεῖς, καὶ δίκαιοι βασιλεύονται ὑπὸ Χριστοῦ.
καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου
δεξιὰ τοῦ θεοῦ ἐστιν ὁ Χριστὸς καὶ θεὸς λόγος ἐν αὐτῷ.
τὰ βέλη σου ἠκονημένα, δυνατέ
Βέλη Χριστοῦ πρακτικαὶ ἀρεταὶ. καὶ τῇ μὲν δικαιοσύνῃ τοξεύει τὸν ἄδικον, τῇ δὲ φρονήσει τὸν ἄφρονα, τῇ δὲ σωφροσύνῃ τὸν πόρνον· καὶ πάλιν τοξεύει τὸν δειλὸν τῇ ἀνδρείᾳ καὶ τῇ ἐγκρατείᾳ τὸν ἀκόλαστον, τῇ μακροθυμίᾳ τὸν ὀργίλον, καὶ τῇ πίστει τὸν ἄπιστον. φαίνεται δὲ ὡς ἔοικε τὸ βέλος τῆς πίστεως πρὸ τῶν ἄλλων πεμπόμενον βελῶν, εἴγε « δεῖ πρῶτον πιστεῦσαι τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστι », κατὰ τὸν Παῦλον.
διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
ἡ πᾶσα δύναμις τῶν οὐρανῶν τῇ τῶν γεγονότων κέχρηται θεωρίᾳ· ὁ δὲ Χριστὸς παρὰ πάντας κέχρηται μετόχους αὐτοῦ τῇ τῆς μονάδος δηλονότι κέχρισται γνώσει. διὸ καὶ μόνος λέγεται ἐν δεξιᾷ καθέζεσθαι τοῦ πατρὸς· Χριστὸν δέ φημι, τὸν μετὰ θεοῦ λόγου ἐπιδημήσαντα κύριον.
θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.
οἱ ἅγιοι μαθηταὶ λαβόντες τὴν βασιλείαν τῶν οὐρανῶν γεγόνασι βασιλεῖς· διόπερ καὶ αἱ ὑπ' αὐτῶν γεννώμεναι κατ' ἀρετὴν ψυχαὶ θυγατέρες λέγονται βασιλέων. πᾶσαι δὲ αὗται αἱ ψυχαὶ, κατὰ τὴν πίστιν καὶ τὴν ἀρετὴν ἑνούμεναι μίαν ἀπεργάζονται βασιλίδα παρεστῶσαν ἐκ δεξιῶν τοῦ Χριστοῦ. καὶ νῦν μὲν ἡ ἐκκλησία τοῦ Θεοῦ διάχρυσα ἔχει ἱμάτια, ἐκ μέρους γινώσκουσα, καὶ ἐκ μέρους προφητεύουσα· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, καὶ τὸ ἐκ μέρους καταργηθῇ, τότε ὁλόχρυσα ἕξει τὰ ἱμάτια· ἱμάτιον γάρ ἐστι φύσεως λογικῆς ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ.
πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς βασιλέως ἔσωθεν[ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη.]
Πᾶσα ἡ δόξα τῆςἘκκλησίας ἡμῶν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐστὶ κατ' ἀρετὴν καὶ γνῶσιν ποικίλην θεωρουμένη.
αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι
Πλησίον ἡμῶν εἰσιν ἢ πάντες οἱ τῆς ἀνθρωπίνης καταστάσεως ὄντες ἢ οἱ μὴ πάντη κατὰ τὰ δόγματα ἡμῖν ἐναντιούμενοι.
ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί
ἈντὶἈβραὰμ, καὶἸσαὰκ, καὶἸακὼβ καὶ πάντων τῶν ἀπ' αἰῶνος διὰ πίστεως εὐαρεστησάντων τῷ κυρίῳ ἐγεννήθησαν οἱ μαθηται καὶ δι' αὐτῶν ἡμεῖς πάντες οἱ διὰ πίστεως κληρονομήσαντες ἐκείνους καὶ καταξιωθέντες τῆς αὐτῆς ἐκείνοις γνώσεως· αὕτη γάρ ἐστιν ἡ κληρονομία τῆς λογικῆς φύσεώς ἡ γνῶσις ἡ τοῦ θεοῦ.
ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις
Φεύγοντες τὴν πορνείαν, τῇ σωφροσύνῃ προσφύγομεν, καὶ κατὰ τῆς γαστριμαργίας μαχόμενοι, μετὰ τῆς ἐγκρατείας μαχόμεθα. Εἰ γὰρ προσφεύγομεν, καταφυγὴ ὀνομάζεται· εἰ δὲ σὺν αὐτῇ πολεμοῦμεν, δύναμις.
διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν
Θαλάσσας καὶ ὄρη νῦν φύσεις λέγει λογικὰς ὑψουμένας καὶ ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.
τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεου
Πόλις Θεοῦ ἤτοι ἡἘκκλησία, αὕτη ἡ λογικὴ ψυχή· ποταμοῦ δὲ ὁρμήματα, τὰ τοῦ Πνεύματος χαρίσματα. Œ
Χαρίσματα τοῦ ἁγίου Πνεύματος· Ποταμοὶ γὰρ, φησὶν, ἐκ τῆς καρδίας αὐτοῦ ῥέουσιν ὕδατος ζῶντος.Ἔλεγε δὲ περὶ τοῦ Πνεύματος.
eÃdwken fwnh\n au)tou=, e)saleu/qh h( gh=
Ἐὰν ἀκούσῃ φωνῆς Κυρίου ψυχὴ λογικὴ, σαλεύεται, μεταβαίνουσα ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν Θεοῦ.
τόξον συντρίψει καὶ συγκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί
Τόξον νῦν καὶ ὅπλον καὶ θυρεὸν, κατάστασιν χειρίστην φησὶ καὶ λογισμοὺς πονηρούς.
σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ θεός
Σχολῆς χρεία πρὸς τὸ γνῶναι τὸν Κύριον.
Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, κ. τ. ἑ.
Ἐπὶ ταῖς νίκαις πεφύκασιν οἱ ἄνθρωποι τὰς χεῖρας κροτεῖν. Τοιγαροῦν κροτήσωμεν καὶ ἡμεῖς ἐπὶ τῇ νίκῃ τοῦ εἰπόντος· « Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. »Ἀλαλαγμός ἐστιν ἐπινίκιος ᾠδή. Παρακελεύεται οὖν ἀλαλάζειν τὰ ἔθνη ἐπὶ τῇ καταπτώσει τῶν ἀντικειμένων δυνάμεων.
Ὑπέταξε λαοὺς ἡμῖν, κ. τ. ἑ.
Ἔδωκεν ἡμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴνἸακὼβ, ἣν ἠγάπησεν.
Ἣν ἠγάπησεν καλλονὴνἸακὼβ, ἡ γνῶσίς ἐστι τοῦ Θεοῦ.
Ψάλατε τῷ Θεῷ ἡμῶν, κ. τ. ἑ.
Τῷ κατὰ Θεὸν εὐθυμοῦντί ἐστι τὸ ψάλλειν, κατὰ τό· « Εὐθυμεῖ τις; ψαλλέτω.»
Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ, κ. τ. ἑ.
Θρόνος μὲν Θεοῦ ὁ Χριστός· Χριστοῦ δὲ ἡ φύσις ἡ λογική.
Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν, κ. τ. ἑ.
Ὅσοι συνάγονται μετὰ τοῦἈβραὰμ, οὗτοι τὴν γνῶσιν ἔχουσι τοῦ Ἀβραάμ.
εὐ ρίζων ἀγαλλιάματι πάσης τῆς γῆς
εὔριζον ἀγαλλίαμά ἐστιν ὁ Χριστός· « Τὸ ἀγαλλίαμα μου γάρ, φησί, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. » ῥίζα δὲ αὐτοῦ ὁ θεὸς λόγος ὁ ἐν αὐτῷ.
ὄρη Σιὼν τὰ πλευρὰ τοῦ Βοῤῥᾶ
Πρότερον μὲν ἦν ὁ Παῦλος πλευρὰ τοῦ βοῤῥᾶ, ἀφ' οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς· νυνὶ δὲ γέγονεν ὄρος Σιὼν, ἔχον ἐν ἑαυτῷ λαλοῦντα τὸν Χριστὸν, τὸν ἐλθόντα ἐκ Σιὼν καὶ ἀποστρέψαντα ἀπὸ ἀσεβείας, ἀπὸἸακώβ.
Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό
Ἵνα τοῦτὸ εἴπωσι πάντες καὶ μὴ ᾖ ἐν αὐτοῖς σχίσματα.
Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θάρσις
Θάρσεις, θαλάσσης· λέγεται δὲ Θάρσεις μέρος Αἰθιοπίας· καὶ Ταρσὸς ἡ πόλις παρὰἸωνᾷ Θαρσεῖς καλεῖται.
Καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν
Ὅσα διὰ τῆς πίστεως ἀκούομεν περὶ Θεοῦ, ταῦτα διὰ τοῦ καθαροῦ βίου γινώσκομεν τῶν πεπιστευμένων τὰς ἀποδείξεις διὰ τῆς ἀπαθείας λαμβάνοντες.
δικαιοσύνης πλήρης ἡ δεξιά σου
ὁ Χριστός ἐστιν ἡ δεξιὰ τοῦ Θεοῦ, πεπληρωμένος δικαιοσύνης· διὸ « καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. »
καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς,ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν.
ὅτι οὗτός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμῶν, . . . αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.
Ταῦτα πάντα πληροῦνται ἐπὶ τῶν μαθητῶν μεριζομένων τὴν οἰκουμένην πᾶσαν ἐπὶ τῷ διηγήσασθαι ὅτι ὁ Χριστός ἐστι θεὸς ἡμῶν ὁ ποιμαίνων ἡμᾶς· « ἐγὼ γάρ εἰμι, φησίν, ὁ ποιμὴν ὁ καλός. »
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου· ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου, κ. τ. ἑ.
Ὁ εὐθυμῶν ψάλλει· διὰ δὲ τοῦ ψαλτηρίου ἀνοίγει τὸ πρόβλημα. Διὰ τῆς εὐθυμίας διαγινώσκει τὸ πρόβλημα. Εὐθυμία δέ ἐστιν ἀπάθεια ψυχῆς λογικῆς.
Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με, κ. τ. ἑ.
Ἡμέραν πονηρὰν, τὴν ἡμέραν λέγει τῆς κρίσεως· καὶ πτέρναν τὴν ὁδὸν καὶ τὸν βίον.
Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος, κ. τ. ἑ.
Ἐπαπορητικῶς ἀναγνωστέον· « Λυτρώσεται ἄνθρωπος; »
Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα
Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς, ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως. {Ant. 1.1.4}
Ὅτι οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας, ἐπιτοαυτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, κ. τ. ἑ.
Ὀψόμεθα τοὺς σοφοὺς τοῦ κόσμου τούτου ἐν τῷ αἰῶνι τῷ μέλλοντι στερηθέντας τῆς ζωῆς τῆς εἰπούσης· «Ἐγώ εἰμι ἡ ζωή."»
Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, κ. τ. ἑ. ς-ζ´. Τάφος νοῦ ἀκάθαρτος ψυχή· τάφος δὲ ψυχῆς σῶμα. «Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. » Οὐκ ἀπὸ ἀρετῶν ὀνομάζονται, ἀλλ' ἀπὸ γηΐνων πραγμάτων. Οὐ γὰρ δίκαιοι καὶ σώφρονες λέγονται, ἀλλὰ ῥήτορες, καὶ γραμματικοὶ, καὶ φιλόσοφοι, καὶ τρίβουνοι, καὶ κόμητες.
Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν, κ. τ. ἑ.
Ἐλπὶς ἀγαθὴ τὸ μετὰ ταῦτα αὐτοὺς εὐδοκῆσαι.
Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο· θανατὸς ποιμανεῖ αὐτοὺς, κ. τ. ἑ. θ-ι´ Ἀγγέλους μὲν ποιμαίνει ζωὴ, ἀνθρώπους δὲ θάνατος καὶ ζωὴ, δαίμονας δὲ μόνον θάνατος. « Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. »Ἔσονται γὰρ ἐπάνω πέντε πόλεων, καὶ δέκα πόλεων οἱ εὐθεῖς, ἐν τῷ μέλλοντι. Καὶ Σολομὼν δὲ ἐν Παροιμίαις τὸ αὐτὸ τοῦτό φησι· « Σπεύδει γὰρ πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν, ὅτι ἐλεήμων κρατήσει αὐτοῦ. »
Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος ..., ια. καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν, λήψεται τὰ πάντα. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε. Ψάλατε τῷ βασιλεῖ ἡμῶν .... ψάλατε συνετῶς.
Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς τὸ τηνικαῦτα ἐξομολογούμενος εὐλογεῖ τὸν Θεὸν, ὁπηνίκα ἂν ἀγαθόν τι αὐτῷ ἐκ Θεοῦ πρόκειται.
ὁ θεὸς ἐμφανῶς ἥξει
εἰ ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ δὲ θεὸς ἡμῶν ἐστιν ὁ Χριστός, ὁ Χριστὸς ἐμφανῶς ἥξει. ἀλλ' ὁ Χριστὸς ἐλήλυθεν ἐν σαρκι, τὸ ἐμφανῶς ἄρα τὴν σάρκα δηλοῖ· αἰσθητὴ γὰρ ἦν ἡ σὰρξ τοῦ Χριστοῦ.
πῦρ ἐναντίον αὐτου, καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα
πῦρ ἦλθε βάλλειν ἐπὶ τὴν γῆν· πῦρ δὲ ἐνταῦθα διδασκαλίαν τοῦ Θεοῦ λόγου λέγει, ὅπερ πῦρ καίει μὲν τὰς μοχθηρὰς ἕξεις, δοκιμάζει δὲ τοὺς καθαρούς· διὰ γὰρ τοῦτο κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα· ὅσοι γὰρ θέλουσιν ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται, ἀλλὰ και θλῖψιν, φησίν ἕξετε ἐν τῷ κόσμῳ;
προσκαλέσεται τὸν οὐρανὸν ἄνωκαὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ
ζώντων γὰρ καὶ νεκρῶν ἐστι κριτὴς, διότι πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ.
ὅτι ὁ θεὸς κριτής ἐστιν
ἐνταῦθα προδήλως τὸν Χριστὸν λέγει θεόν· πᾶσαν γὰρ τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ.
bis. Εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ πατὴρ τῷ υἱῷ, ὁ δὲ θεὸς κριτής ἐστιν ὁ Χριστός.
ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ,
πάντα λέγει εἶναι ὑπὸ τὴν πρόνοιαν τοῦ θεοῦ· οὐχὶ γὰρ δύο στρουθία τοῦ ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.
θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως
Ἀναιρεῖ θυσίας αἰσθητάς· « θυσία » γὰρ « τῷ Θεῷ πνεῦμα συντετριμμένον.»
Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός·Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου;
Ὅτι οὐ δεῖ ἁμαρτωλὸν ὄντα τινα ἐν διδασκάλου προκαθέζεσθαι τάξει.
Σὺ δὲ ἐμίσησας παιδείαν
Παιδεία ἐστὶ μετριοπάθεια παθῶν.
Καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις
μερὶς ἡμῶν ἐστιν ἡ γνῶσις ἡ τοῦ Θεοῦ· ταύτην δὲ τίθεμεν μετὰ μοιχῶν τὴν ἐκείνων ἕξιν ἀναλαμβάνοντες.
Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος, κ. τ. ἑ.
Ὁμοίωσίς ἐστιν ἡ διὰ τῶν ἀγαθῶν πράξεων μίμησις, διόπερ οὐ τοῖς ἁμαρτάνουσιν, ἀλλὰ τοῖς κατορθοῦσιν ἐξομοιοῦται ὁ Κύριος.
Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος, κ. τ. ἑ.
Ἁρπάζεται ψυχὴ παντελῶς ἐκπεσοῦσα Θεοῦ.
Σοὶ μόνῳ ἥμαρτον, κ. τ. ἑ.
Κατ' ἐνέργειαν ἁμαρτάνοντες, καὶ ἀνθρώποις καὶ Θεῷ ἁμαρτάνομεν· κατὰ δὲ διάνοιαν πλημμελοῦντες Θεῷ μόνῳ ἐξαμαρτάνομεν.Ἢ ἀντὶ τοῦ, Σοὶ μόνῳ ἔγνωσται τὸ ἡμαρτημένον.
Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Νικᾷ Θεὸς, πάντα τὰ συντελοῦντα ποιήσας πρὸς σωτηρίαν.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καταρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ὁ ὕσσωπος σύμβολόν ἐστιν ἀπαθείας, καὶ ἡ πλύσις γνῶσιν σημαίνει. Καὶ διὰ μὲν ἀπαθείας καθαριζόμεθα, διὰ δὲ τῆς γνώσεως γλυκαινόμεθα.
Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.
Ἀγαλλίασίς ἐστι χαρὰ ἐπὶ καλοῖς.
Καὶ οἰκοδομηθήτω τὰ τείχηἹερουσαλήμ.
οἱ ἀγαπῶντες περιβάλλουσιν ἑαυτοῖς τεῖχος τὴν μακρὰν ἀπάθειαν, ὑπὲρ οὗ τείχους εὔχεται ὁ Δαυὶδ λέγων· οἰκοδομηθήτω τὰ ταίχη Ἱερουσαλημ, τουτέστι τῆς τοιᾶσδε ψυχῆς τὰ πεπτωκότα δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως.
τὰ τείχηἹερουσαλὴμ τὴν ἀπάθειαν σημαίνει τῆς ψυχῆς, ἥντινα διαφθείραντες οἱ δαίμονες τὸ τῆς μοιχείας πάθος εἰσένεγκαν· διὸ καὶ εὔχεται οἰκοδομηθῆναι ταῦτα τὰ τείχη καὶ ὁ Σολομὼν δέ φησιν· « Οἱ δὲ ἀγαπῶντες τὸν νόμον, παραβαλοῦσιν ἑαυτοῖς τείχος, τουτέστιν γίνονται καθαροὶ καὶ ἀπαθεῖς.
Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν, κ. τ. ἑ.
«Ὁ καυχώμενος, φησὶνἈπόστολος, ἐν Κυρίῳ καυχάσθω. »
Εἰ ἔστι δυνατὸς ἐν ἀνομίᾳ, ἔστι καὶ ἀδύνατος ἐν ἀνομίᾳ. Καὶ ὁ μὲν δυνατὸς ἐν ἀνομίᾳ ἀδύνατος ἐν δικαιοσύνῃ· ὁ δὲ ἀδύνατος ἐν ἀνομίᾳ δυνατὸς ἐν δικαιοσύνῃ.
Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην.
Οὐ τοῦτο λέγει, ὅτι ἀγαθωσύνην μὲν ἐμίσησας, κακίαν δὲ ἠγάπησας· ταύτας δὲ οὕτως ἠγάπησας, ὡς κακίαν μᾶλλον ἠγάπησας ἀγαθωσύνης· τοιοῦτόν ἐστι καὶ τὸ ἐν τοῖς εὐαγγελίοις κείμενον, τό·Ἠγάπησαν οἱ ἄνθρωποι τὸ σκότος μᾶλλον ἢ τὸ φῶς.
Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, κ. τ. ἑ.
«Ὁ καρπὸς τοῦ πνεύματός ἐστι χαρὰ, εἰρήνη, ἀγάπη, μακροθυμία, » κ. τ. ἑ. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος. »Ἐλαίᾳ δὲ κατακάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ ἐλεημοσύνης ἐπικρατούσης ἐν αὐτῷ, ἀκολούθως εἵποντο αἱ λοιπαὶ ἀρεταί. Οὕτω τὸνἸὼβ ἀνδρεῖόν φαμεν, καὶ τὸνἸωσὴφ σώφρονα, καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρετῆς ὀνομάζοντες αὐτούς.̔
φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
Οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου.
ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου.
Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; κ. τ. ἑ.
«Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸἸακώβ. »Ἀλλὰ καὶ ταῖς ἤδη αἰχμαλωτισθείσαις δέκα φυλαῖς δώσει σωτηρίαν καὶ ἐπάνοδον.Ἀλλὰ τίς δώσει τὸν Χριστὸν ἰδεῖν τὸ τοῦ νοητοῦἸσραὴλ σωτήριον
Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με.
Εἰ ἡ σωτηρία τῆς λογικῆς φύσεως ἡ γνῶσίς ἐστιν ἡ τοῦ Θεοῦ, ὁ δὲ Δαυὶδ ἐν τῷ ὀνόματι τοῦ Θεοῦ θέλει σωθῆναι, τὸ ὄνομα τοῦ Θεοῦ οὖν τὴν γνῶσιν σημαίνει, τὴν τοῦ Θεοῦ.
Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.
Ὁ Χριστός φησιν.Ἐγώ εἰμι ἀλήθεια.
Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με.
Ὡς μὴ ἐκ πάσης θλίψεως ῥυομένου ἀπὸ τοῦ Θεοῦ, τεθεῖται τοῦτο ἐκ πάσης
Φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμὲ, καὶ ἐκάλυψέ με σκότος.
Τὴν ἄγνοιαν νῦν σκότος ὀνομάζει· οὐκ ἔγνωσαν γὰρ, φησὶν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται
Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, κ. τ. ἑ.
Πτέρυγές εἰσι τῆς ἁγίας περιστερᾶς ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, δι' ἧς ὑψωθεὶς ὁ νοῦς καταπαύει εἰς γνῶσιν τῆς ἁγίας Τριάδος.
Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, κ. τ. ἑ.
Τοῖς ἀπὸ κακίας καὶ ψευδῶν δογμάτων πόλιν οἰκοδομοῦσιν ἀγνωσία ἐπισυμβαίνει καὶ σύγχυσις γλωσσῶν παύουσα αὐτοὺς τῆς κακῆς ἐνεργείας, καθάπερ καὶ τοῖς ἐν Χαλάνῃ τὸν πύργον κατασκευάσασιν.
Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε„
Σημειωτέον ὅτι χαλεπωτέρους τῶν ἐχθρῶν ἡγούμεθα τοὺς φίλους ἐπιβουλεύοντας.
Ἐλθέτω θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν, κ. τ. ἑ.
θάνατος ὁ διαιρῶν ψυχὴν ἀπὸ κακίας.
Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου, κ. τ. ἑ.
Ἐν μέσῳ τοῦ πρωῒ καὶ τῆς ἑσπέρας ἐστὶν ἡ μεσημβρία. Καὶ ὁ μὲνἸακὼβ ὀρθρίσας ἐπάλαιε μετὰ ἀγγέλου·Ἀβραὰμ δὲ ἐν μεσημβρίᾳ ἑώρα τοὺς ἀγγέλους· Λὼτ δὲ ἐν ἑσπέρᾳ.
βεβηλοῦσι τὴν διαθήκην αὐτοῦ οἱ παραβαίνοντες τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δόγματα αὐτοῦ.
Εἰσακούσεται ὁ Θεὸς, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεὸν, κ. τ. ἑ.
Εἰ πάντα δι' αὐτοῦ ἐγένετο, καλῶς λέγεται ὑπάρχειν πρὸ τῶν αἰώνων. Καὶ ἐντεῦθεν γινώσκομεν, ὅτι αἰῶνες ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γεγόνασιν.
Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.
Λόγος κερκόπων, μαλαχαί· οὗτοι δὲ τύπτουσι τάμεια κοιλίας.
Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου.
Μνημονευτέον τούτου ἐν καιρῷ μερίμνης́.
Σὺ δὲ, ὁ Θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμεσεύσωσι τὰς ἡμέρας αὐτῶν.Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σὲ, Κύριε.
Φρέαρ διαφθορᾶς, ἡ κόλασις.
Ἀτελεῖς εἰσιν ἐν τῇ γενέσει οἱ ἁμαρτωλοί· διὸ Δαυὶδ εὔχεται, λέγων. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ἀβραὰμ γὰρ ἐκοιμήθη πληρὴς ἡμερῶν.
Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος· ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με, κ. τ. ἑ.
Οἱ μὲν ἐπίγειοι δαίμονες καταπατοῦσιν ἡμᾶς· οἱ δὲ καταχθόνιοι ἐὰν ἀναβῶσι, καλύπτουσιν ἡμᾶς· διὸ εἴρηται· « Ὅριον ἔθου ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.»
Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου.
Ἐπαινέσω, ἀντὶ τοῦ ἐπαινετοὺς ποιήσω.
Κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.
Οὐ πάντες μὲν τοὺς λογισμοὺς ἐμβάλλουσιν πονηρούς· πάντες δὲ οὗτοι λογισμοὶ φέρουσιν εἰς κακόν. Τῇ γὰρ Εὔᾳ φησὶν ὁ ὄφις· Ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν.
Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι, κ. τ. ἑ.
Δι' ὧν ἐνεργοῦμεν ἐπιτηροῦντες μαθεῖν· καρδιογνῶσται γὰρ οὐκ εἰσὶν οἱ δαίμονες.
Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω.
Εἰ θέλεις ἀποστρέφειν τοὺς ἐχθροὺς εἰς τὰ ὀπίσω, προσεύχου ἀδιαλείπτως.
Καὶ ἐν σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία, κ. τ. ἑ.
Πρὸς τὸ Πνεῦμα λέγει τὸ ἅγιον· τοῦτο γὰρ ἐν εἴδει ὤφθη περιστερᾶς.
Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ.
Ὁ Χριστὸς ἐν τοῖς εὐαγγελίοις φησιν· Ἐγώ εἰμι ἀλήθεια.
Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα, κ. τ. ἑ.
Ὀδόντες εἰσὶ τῶν δαιμόνων οἱ πονηροὶ λογισμοὶ, δι' ὧν κατεσθίουσιν ἡμῶν τὴν ψυχήν.
Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, κ. τ. ἑ.
«Ἐὰν ὑψωθῶ, φησὶν ὁ Σωτὴρ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. »
Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, κ. τ. ἑ.
Δόξαν λέγει τὸ χάρισμα τοῦ νοῦ. Αὐτὸς ὁ νοῦς ψαλτήριόν ἐστι, τὸ δὲ περικείμενον τῷ νῷ, ὅπερ ἐστὶν ἡ ψυχὴ, κιθάρα.᾿
Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ, κ. τ. ἑ.
Ἀλλοτριοῦνται ἀπὸ μήτρας, καὶ πλανῶνται ἀπὸ γαστρὸς οἱ ἐκ παιδὸς οὐκ ἐπὶ τὴν ἀρετὴν, ἀλλ' ἐπὶ τὴν κακίαν ὁδεύοντες.
Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς.
Θυμοῦ μὲν ἐπικρατήσαντος, ἀποθηριοῦται ψυχή· τοῦ δὲ ἐπιθυμητικοῦ ἐπικρατήσαντος, ἵππος ἢ ἡμίονος γίνεται· τοῦ νοῦ δὲ, ἄγγελος ἢ καὶ Θεός.
Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὦτα αὐτῆς, κ. τ. ἑ.
Πᾶσα ψυχὴ μὴ ἀκούσασα λόγων σωζόντων αὐτὴν, ἀσπίς ἐστι βύουσα τὰ ὦτα αὐτῆς.
ὥσπερ τῷ μέλιτι ἐπισυμβαίνει κηρός, οὕτως κακία ψυχῇ λογικῇ.
Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται· ἔπεσε πῦρ ἐπ' αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον, κ. τ. ἑ.
Ὃν ὡς ἥλιον οὐκ εἶδον, ὡς πυρὸς πειραθήσονται.
Εὐφρανθήσεται δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν, κ. τ. ἑ.
Ἡ κόλασις τοῦ ἁμαρτωλοῦ ἀσφαλέστερον καὶ καθαρώτερον τὸν δίκαιον ἀπεργάζεται.
Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου.
Θηρεύουσι τὴν ψυχὴν διὰ τῶν πονηρῶν λογισμῶν, ὅταν αὐτῇ καλὰ ὑποβάλλουσι τὰ μὴ ὄντα καλὰ, ὥσπερ ὅταν δέλεαρ τῷ χαλκῷ οἱ ἁλιεῖς περιβάλλουσι.
Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα, κ. τ. ἑ.
Οὐκ ἔστι κατευθῦναι τὴν ὁδὸν τὴν εἰποῦσαν· «Ἐγώ εἰμι ἡ ὁδός· » μὴ ἄνευ ἀνομίας δραμόντα.
ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἰδέ
τίς ἄρα ανθρώπων ἱκανὸς εἰπεῖν τῷ Θεῷ· ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε;
Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου, κ. τ. ἑ.
Ἀποκτείνει τούτους ὁ Κύριος οὓς συγχωρεῖ ἐπὶ πολὺ ἁμαρτάνειν· ἐκ γὰρ τούτου συμβαίνει λήθην γενέσθαι Θεοῦ·
Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη.
Τῶν σεισμῶν οἱ μέν εἰσι χασματίαι· οἱ δὲ, βρασματίαι· οἱ δὲ, ἐπίκλινται· οἱ δὲ, βρασματίαι· οἱ δὲ, ἐπίκλινται· οἱ δὲ, μυκηματίαι.Ἐνταῦθα δὲ τὴν μεταβολὴν τὴν ἐπὶ τῆς γῆς πραγμάτων συσσείσεις ὠνόμασεν.
Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου.
Δέησίς ἐστιν ἐλλείποντός τινος μεθ' ἱκεσίας περὶ τοῦ ἐκείνου τυχεῖν ἀναπεμπομένη εὐχή.
Προσευχὴ δέ ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων μεγαλοφυέστερον ἀναπεμπομένη ὑπ' αὐτοῦ.
Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ... γ.
Πῶς ἐν τῇἸουδαίᾳ ὢν ὁ Δαυὶδ, λέγει· Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα; ἢ τάχα ἐξελθὼν τῆς κακίας, νῦν τροπικῶς γῆν ὀνομαζομένης, ταῦτά φησιν·
ἐν πέτρᾳ ὕψωσάς με.
ἡ δὲ πέτρα ἦν ὁ Χριστός.
κληρονομίαν λέγει γνῶσιν θεοῦ.
Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προθήσεις. Διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.Ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν;
Τίς γὰρ, φησὶ, τὸν περὶ προνοίας καὶ κτίσεως λόγον ἐξιχνιάσει;
Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.
Ὁ ὑπισχνούμενος καὶ μὴ ἀποδιδοὺς τὰς εὐχὰς τῷ Θεῷ, οὐκ ἐστὶν ἐν ἡμέρᾳ τῇ οὔσῃ ἐξ ἡμέρας· πρώτη γὰρ ἡμέρα ἐστὶ τὸ ἐκκλῖναι ἀπὸ κακοῦ, δευτέρα τὸ ποιῆσαι τὸ ἀγαθόν.
Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; κ. τ. ἑ.
Πᾶς ὁ ὑποτασσόμενός τινι τὰ αὐτὰ ἐκείνῳ φρονεῖ. Καὶ εἰ κατὰ τὸν Παῦλον πάντες ὑποταγησόμεθα τῷ Χριστῷ, πάντες τὰ αὐτὰ Χριστῷ φρονήσωμεν.
τιμὴ ψυχῆς λογικῆς ἀρετὴ καὶ γνῶσις θεοῦ.
Ὅτι παρ' αὐτοῦ ἡ ὑπομονή μου.
Ὅτι σὺ εἶ ἡ ὑπομονὴ, Κύριε.
Πλὴν μάταιοι οἱ υἱοὶ ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ.
Μάταιοί εἰσιν οἱ τοῖς ματαίοις καὶ φθαρτοῖς τοῦ αἰῶνος τούτου προσκαθεζόμενοι πράγμασι.
Οὐ ψεύδομαι περὶ τὴν δικαιοσύνην· αὐτὴ γὰρ ζυγός ἐστι τῶν ἀρετῶν. Ψευδεῖς εἰσιν υἱοὶ ἐκ τοῦ πατρὸς τοῦ διαβόλου γεγεννημένοι.
Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.
τοῦτο λεκτέον πρὸς τοὺς πλεονεκτοῦντας. Ant 3.22
Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα, 13 ὅτι τὸ κράτος τοῦ θεοῦ, καὶ σοί, κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.῾.
Τὸν λόγον ἅπαξ ἐλάλησεν ὁ Θεὸς, τὸν περὶ προνοίας καὶ κρίσεως ἔχοντα λόγον· τοῦτο γὰρ δηλοῦται ἐκ τῶν ἐπιφερομένων ῥητῶν.
Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Τὸν περὶ προνοίας καὶ κρίσεως ἔχων λόγον· τοῦτο γὰρ δηλοῦται ἐκ τῶν ἐπιφερομένων ῥητῶν.
Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.Ἐδίψησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ· οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου, κ. τ. ἑ.
Πᾶς ὁ ἀποθέμενος τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσάμενος τὰ ὅπλα τοῦ φωτὸς, ὀρθρίζει πρὸς τὸν Θεόν.
Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε, κ. τ. ἑ.
Ἡ μὲν τοῦ ἀνθρώπου ζωὴ ἡ ἁγία γνῶσις ὑπάρχει· τὸ δὲ ἔλεος Κυρίου ἡ τῶν γεγονότων θεωρία ἐστί. Πολλοὶ δὲ ἡμῖν τοῦ αἰῶνος τούτου καθυπέσχοντο γνώσεις· ἀλλὰ κρεῖσσον τὸ ἔλεος Κυρίου ὑπὲρ ζωάς.
Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, κ. τ. ἑ.
Εἰ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν, ἐκολλήθη δὲ ὁ Δαυῒδ τῷ Κυρίῳ, ἄρα ἓν γέγονε πνεῦμα. Πνεῦμα δὲ τὸν πνευματικὸν ὀνομάζει, ὡς καὶ ἡ μὴ περπερευομένη ἀγάπη τὸν ἔχοντα τὴν ἀγάπην δηλοῖ.
[αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, ] Εἰσελεύσονται εἰς τὰ κατώτατα, τῆς γῆς· κ. τ. ἑ.
Ἵνα πιστεύσαντες σωθῶσιν τῷ κατελθόντι εἰς τὰ κατώτερα μέρη τῆς γῆς.
Τοὺς καταχθονίους δαίμονας νῦν ἀλώπεκας ὀνομάζει, οἷς καὶ παραδίδονται πρὸς κόλασιν οἱ ἐπίγειοι δαίμονες.
Εἰσάκουσον, ὁ Θεὸς, τῆς φωνῆς μου, κ. τ. ἑ.
Ἐχθρὸς φόβος ἐστὶν ἤτοι ὁ παρὰ τοῦ ἐχθροῦ ἡμῖν ἐγγινόμενος, ἢ ὁ ἐναντίος τῷ τοῦ Χριστοῦ θάρσει. « Θαρσεῖτε γὰρ, φησὶν, ἐγώ εἰμι· μὴ φοβεῖσθε. »
Οἵ τινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν.
Αὐτὴ ἡ ῥομφαία λόγος ἐστι δαιμονιώδης, χωρίζων ψυχὴν τῆς σοφίας καὶ γνώσεως Θεοῦ.
Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει, κ. τ. ἑ.
Τὴν ἐπίτασιν ἐνταῦθα τῆς κακίας σημαίνει.
Προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα, κ. τ. ἑ.
Καρδία βαθεῖά ἐστιν ἡ θεωρήσασα τὸ βάθος τοῦ πλούτου καὶ τῆς γνώσεως τοῦ Θεοῦ.
Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτόν· καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ.
Εὐφραίνει ἄδικον πλοῦτος φθαρτός· τὸν δὲ δίκαιον γνῶσις Θεοῦ.
Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτὸν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
Ἄφρων ἐλπίζει εἰς ἄνθρωπον· ὁ δὲ φρόνιμος ἐπὶ τῷ Κυρίῳ πέποιθεν.
Καρδίαν εὐθεῖαν ἐπαινεῖ Κύριος· διεστραμμένην δὲ ψυχὴν ἀπώσεται ἀπ' αὐτοῦ.
Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.
Ἀντὶ τοῦ πᾶς ἄνθρωπος.
Κατασκηνώσει ἐν ταῖς αὐλαῖς αὐτοῦ, κ. τ. ἑ.
Αὐλὴ Κυρίου γνῶσις Θεοῦ· ὁ δὲ κατοικῶν ἐν αὐτῇ πλησθήσεται ἀγαθῶν.
᾿̔Ο συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς.
Ἐπιτιμᾷ Κύριος τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ποιεῖ γαλήνην μεγάλην. * ἄλλο. Ἄνεμος σφοδρὸς εξεγείρει κῦμα, δαίμων δὲ πονηρὸς ταράσσει ψυχήν. ἄλλο. Ψυχὴ αδίκου κυμαίνεται πολλά, καρδία δὲ δικαίου γαληνιάσει διὰ παντός.
αβ. ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν·
« Ὦ βάθος πλούτου καὶ σοφίας Θεοῦ » Καὶ πάλιν· « Ἐν παντὶ ἐπλουτίσθητε », ὁ Παῦλός φησίν. ἄλλο. Πλοῦτον τὴν γνῶσιν λέγει. « Ἐν παντὶ γὰρ ἐπλουτίσθητε, ἐν πάσῃ γνώσει », φησὶν ὁ Ἀπόστολος.
ϲ. ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων·
Ἡ γνῶσις ἡ τοῦ Θεοῦ ἐπληρώθη φύσεων λογικῶν, εἴπερ ποταμοὶ ῥέουσιν ὕδατος ζῶντος ἐκ τῆς κοιλίας τοῦ πιστεύσαντος Χριστῷ· Ὕδατα δὲ ἔθος λέγειν τῇ γραφῇ τὰς φύσεις τὰς λογικὰς. Καὶ γὰρ ὁ Δαυὶδ λέγει αἰνεῖν τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν τὸν Κύριον. *
β. Καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.
Νῦν φύσεις λογικὰς τροπικῶς βουνοὺς ὀνομάζει.
α. Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων.
Ἐνεδύσαντο Χριστὸν * καὶ σπλάγχνα οἰκτιρμοῦ ** καὶ τὰ ἑξῆς.
Εἴπατε τῷ Θεῷ·Ὡς φοβερὰ τὰ ἔργα σου, ἐν τῷ πλήθει τῆς δυνάμεώς σου„ ψεύσονταί σε οἱ ἐχθροί σου.
ΤῆςἸουδαίων ἀποπληξίας ἐνταῦθα κατηγορεῖ, ὡς μηδὲ τῶν θαυμάτων τῆς ὑπερβολῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι.
Πᾶσα ἡ γῆ προσκυνησάτωσαν, κ. τ. ἑ.
« Εὐθυμεῖ τις ἐν ὑμῖν, ψαλλέτω, » φησὶν ὁἈπόστολος.
Ὁ μεταστρέφων τὴν θάλασσαν, κ. τ. ἑ.
Οὐκ εἶπε « μεταστρέψας, » ἀλλὰ « μεταστρέφων· » κατὰ μὲν γὰρ τὴν ἱστορίαν ἐπὶ τὴνἸουδαίαν ἅπαξ ἐγένετο· κατὰ δὲ διάνοιαν ἀεὶ τοῦτο συμβαίνει, ψυχὰς τεταραγμένας ὑπὸ τῶν ἁλμυρῶν τοῦ βίου κυμάτων καὶ περιφερομένας παντὶ ἀνέμῳ, τῇ διδασκαλίᾳ ἐπ' ἀρετὴν καὶ γνῶσιν μεταφέροντος Θεοῦ.Ὁ Σύμμαχος οὕτως· « Μετέβαλε τὴν θάλασσαν εἰς ξηρὰν, ποταμὸν διέβησαν ποδί. »
Οἱ πικραίνοντες μὴ ὑψούσθωσαν, κ. τ. ἑ.
Παραπικραίνοντές εἰσιν οἱ δεδωκότες εἰς τὸ βρῶμα αὐτοῦ χολὴν, καὶ εἰς τὴν δίψαν ποτίσαντες ὄξος.
Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, κ. τ. ἑ.
[Τοῦ θεμένου εἰς ζωὴν τὸν εἰπόντα·] « Ἐγώ εἰμι ἡ ζωή. »
Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
Καὶ τῶν δαιμονιζομένων τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐν τοῖς εὐαγγελίοις, ποτὲ μὲν ἔῤῥιψαν εἰς τὸ πῦρ, ποτὲ δὲ εἰς τὸ ὕδωρ.Ὕδωρ δὲ καὶ πῦρ ἐναντία ἐστὶν ἀλλήλοις. Πάσχουσι δὲ καὶ τοῦτο μέχρι νῦν οἱ ἀκάθαρτοι ἄνθρωποι, δειλιῶντες καὶ θρασυνόμενοι, πολύθεοι ὄντες καὶ ἄθεοι, ἐρῶντες αἰσχρῶς καὶ πάλιν μισοῦντες.
Ὁλοκαυτώματα μεμυαλωμένα, κ. τ. ἑ.
Πᾶς ὁ ἔχων τὸ ἡγεμονικὸν καθαρὸν, καὶ προσευχόμενος τῷ Θεῷ, οὗτος θυμίαμα μετὰ κριῶν προσφέρει Θεῷ.
Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι, κ. τ. ἑ.
Μόνοι οἱ φοβούμενοι τὸν Θεὸν ἀκούειν δύνανται διηγημάτων πνευματικῶν.
Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, κ. τ. ἑ.
Οὐκ εἶπεν, « Εἰ ἐθεώρησα, » ἀλλ' « Εἰ ἐθεώρουν. » Τὸ μὲν γὰρ πρῶτον ὀλιγοχρόνιον σημαίνει τὸν πονηρὸν λογισμόν· τὸ δὲ δεύτερον πολυχρονιώτερον.
Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὑτοῦ ἀπ' ἐμοῦ, κ. τ. ἑ.
Τοῦ μὴ καθαρὰν ἔχοντος τὴν καρδίαν ἀφίσταται ἡ καθαρὰ προσευχή· εἰ δὲ ἡ προσευχὴ, καὶ τὸ ἔλεος δηλονότι· διὰ γὰρ τῆς προσευχῆς τὸν ἔλεον αἰτοῦμεν παρὰ Θεοῦ.
Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, κ. τ. ἑ.
Ἐν τῇ γῇ ὄντες ἔγνωμεν τὴν ὁδὸν τὴν εἰποῦσαν· «Ἐγώ εἰμι ἡ ὁδός. »
Ἀναστήτω ὁ Θεὸς, κ. τ. ἑ.
Ὁ Μωϋσῆς φησιν· «̓Εξεγέρθητι, Κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, καὶ φυγέτωσαν οἱ μισοῦντές σε. »
Ὡς ἐκλείπει καπνὸς, κ. τ. ἑ.
Ταῖς παραβολαῖς ἐμφαντικωτέραν τῶν ἐναντίων τὴν ἀπώλειαν ἐργάσασθαι βουλέμενος, ἐμνημόνευσε καὶ καπνοῦ καὶ κηροῦ· αὕτη γὰρ ἡ κηροῦ φύσις πυρὶ πλησιάζοντος τήκεσθαι καὶ ἀπόλλυσθαι. Οὕτως οὖν, φησὶν, ἅπαντας αὐτοὺς ἀναλώσεις, ὥσπερ τὸ πῦρ τὸν κηρόν.
Ἄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβηκότι ἐπὶ δυσμῶν. Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.
Ἐπὶ δυσμῶν. – Δυσμαί εἰσι φύσεις λογικαὶ ἐκπεσοῦσαι τοῦ τῆς δικαιοσύνης ἡλίου.
Ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν, κ. τ. ἑ.
Ὀρφανός ἐστιν ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπουρανίου Πατρὸς, ἣν αὐτὸς ἑκὼν ἐπεσπάσατο.
Τόπος Θεοῦ ψυχὴ καθαρά· διὸ καὶ ἐπιφέρει· « Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ.»
Ωσπερ τοὺς πεπεδημένους ἐξάγει ἐν ἀνδρείᾳ, οὕτως καὶ τοὺς ἀδίκους ἐξάγει ἐν δικαιοσύνῃ, καὶ τοὺς ἄφρονας ἐν φρονήσει.
Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, κ. τ. ἑ.
τοῦ ἐν τῷ Σινᾷ φανέντος.
ἐπειδὴ ἠσθένησε, σὺ κατηρτίσω αὐτήν.
Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ.Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, κ. τ. ἑ.
Ζῶα λέγει φύσεις λογικὰς, ἀλογωτέρας οὔσης καταστάσεως.
Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου, κ. τ. ἑ.
Τοὺς κλήρους καὶ τὰς πτέρυγας οἱ μὲν εἰρήκασι Παλαιὰν καὶ Καινὴν Διαθήκην· οἱ δὲ πρᾶξιν καὶ θεωρίαν· ἄλλοι δὲ γνῶσιν σωμάτων καὶ ἀσωμάτων· ἕτεροι δὲ γνῶσιν Θεοῦ, καὶ τοῦ ἀποσταλέντος ὑπ' αὐτοῦ Χριστοῦ.
Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς, κ. τ. ἑ.
Βασιλεῖς εἰσιν ἤτοι οἱ ὑποτάξαντες τὰ πάθη, ἣ οἱ τῆς θεωρίας τῶν γεγονότων τετυχηκότες. Λέγονται δὲ βασιλεῖαι καὶ αὐτὰ τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου, καθ' ἃ βασιλεύειν λέγονται οἱ μέτοχοι αὐτῶν.
τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον
ἅρμα Θεοῦ ψυχαὶ καθαραὶ, ἐφ' ἃς ἐπιβαίνει· «ἐπέβη » γὰρ «ἐπὶ χερουβὶμ, καὶ ἐπετάσθη. »
ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν· [ἔλαβες δόματα ἐν ἀνθρώπῳ]
Αἰχμαλωσία ἐστὶ Χριστοῦ, φύσεως λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος.
ὁ Παῦλός φησι περὶ τοῦ Χριστοῦ· «̓Αναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν· καὶ ἔδωκεν δόματα εν̓ ἀνθρώποις· » δόματα λέγων τὰ χαρίσματα τοῦ πνεύματος του ἁγίου.
Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὑτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν, κ. τ. ἑ.
ἐχθρῶν κεφαλαὶ τὰ πρώτως ἐκ τῶν δαιμόνων ἐπισυμβαίνοντα νοήματα τῇ ψυχῇ.
Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ' αὐτοῦ.
Ποῦς Χριστοῦ, ὁ ἐκ Μαρίας ἄνθρωπος, ὅστις διὰ τοῦ πάθους ἐβάφη τῷ αἵματι· ὅπερ αἷμα κωλύουσιν ἡμᾶς οἱ ἐχθροὶ πίνειν, κύνας ἡμᾶς ἀεὶ βουλόμενοι εἶναι, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Οἴδασιν γὰρ ὅτι οἱ τρώγοντες τοῦ Χριστοῦ τὰς σάρκας καὶ πίνοντες αὐτοῦ τὸ αἷμα ἐν αὐτῷ μένουσιν, καὶ αὐτὸς ἐν αὐτοῖς.
Εκεῖ Βενιαμὶν νεώτερος, κ. τ. ἑ.
Περὶ Παύλου, φασὶ, τοῦτο προφητεύει.
Ἀπὸ τοῦ ναοῦ σου ἐπὶἹερουσαλήμ σοι οἴσουσι βασιλεῖς δῶρα, κ. τ. ἑ.
Ὁ Παῦλος οὐ μόνον αὐτὸς ἑαυτὸν προσῆγε Θεῷ, ἀλλὰ γὰρ καὶ ἄλλους διὰ τῆς διδασκαλίας προσέφερε τῷ Θεῷ.
Τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ, κ. τ. ἑ.
Τοῦ χωρισθῆναι τοὺς δεδοκιμασμένους ὡς ἀργύριον.
Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ, κ. τ. ἑ.
Τὴν μὲν διάθεσιν τῆς κακίας διὰ τῶν Αἰγυπτίων ᾐνίξατο· τὴν δὲ ἕξιν διὰ τῶν Αἰθιόπων δεδήλωκεν.
Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. Διάψαλμα.
Τὸ διάψαλμα κεῖται διὰ τό·Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.
ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς
Πρότερον μὲν φησι « ὁ̔δοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν· » νῦν δε « ψάλατε τῷ ἐπιβεβηκότι ἐπι τὸν οὐρανὸν· » τοῦ οὐρανοῦ κατὰ ἀνατολάς. »Ὁ γὰρ « καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν ἵνα πληρώσῃ τὰ πάντα. »
Δότε δόξαν τῷ Θεῷ, ἐπὶ τὸνἸσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν νεφέλαις, κ. τ. ἑ.
Νεφέλας λέγει νῦν ἁγίας δυνάμεις. «̓Εντελοῦμαι γὰρ, φησὶ, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετόν. » Καὶ ἔσται «λιμὸς, οὐ λιμὸς ἄρτου, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. » Οἶμαι δὲ αὐτὸν νεφέλας λέγειν τοὺς ἀγγέλους. Αὐτοὶ γάρ εἰσιν οἱ διδάσκοντες ἡμᾶς.
Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου, κ. τ. ἑ.
Ὕδατα λέγει τοὺς λογισμοὺς καὶ τοὺς πειρασμοὺς τοὺς εἰσερχομένους εἰς τὴν ψυχήν.
Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις.Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με, κ. τ. ἑ.
Οὐδὲν τοιοῦτον εὑρίσκομεν παθόντα τὸν Δαυῒδ ἐν ταῖς ἱστορίαις· εἰ δὲ ἐπὶ τὸν Σωτῆρα ἀναφέρεται ὁ ψαλμὸς διὰ τὸ, «̔Ο ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, » οὐδὲ ἐπὶ τοῦ Σωτῆρος αὐτοῦ ἔγνωμεν τοιοῦτό τι γεγονός.
Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως.Ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον, κ. τ. ἑ.
Ἐντεῦθεν, οἶμαι, δυνατὸν γνῶναι τὸ πλῆθος τῶν δαιμόνων.
Οὐδένα τῶν ἀνθρώπων ἄκοντα ἁρπάζει ὁ Θεός· εἰ γὰρ ἥρπαζεν, οὐκ ἂν ἔλεγε· «Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· » καί· «̓Εὰν θέλητε, καὶ εἰσακούσησθέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. »Ἡρπάγη δὲ ὁ Παῦλος ἕως τρίτου οὐρανοῦ, ἤδη ἑαυτὸν ἐπιδεδωκὼς τῷ Θεῷ
Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν, κ. τ. ἑ. ε. Οὐ πάντων τὴν ἀφροσύνην γινώσκει Θεὸς, ἀλλὰ τοῦ γενομένου ἄφρονος διὰ τοὺς ἄφρονας, καὶ τοῦ γε-νομένου ἀνόμου διὰ τοὺς ἀνόμους, καὶ τοῦ γενομένου ἀσθενοῦς διὰ τοὺς ἀσθενεῖς.
Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμὲ, κ. τ. ἑ.
Οὗτος ὁ στίχος τέθειται ἐν τοῖς Εὐαγγελίοις ἐπὶ τοῖς ἐκβληθεῖσιν ἐκ τοῦ ἱεροῦ κολλυβισταῖς καὶ τραπεζίταις.
Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, κ. τ. ἑ.
Κάλυμμα τῆς ψυχῆς ἡ νηστεία κρύπτουσα τὰ πάθη αὐτῆς, τουτέστιν ἐπιθυμίαν αἰσχρὰν, καὶ θυμὸν ἄλογον.Ὁ τοίνυν μὴ νηστεύων γεγύμνωται ἀσχημονῶν.
Καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον, κ. τ. ἑ.
Οὗτος ὁ οἶνος θυμός ἐστι τῶν δρακόντων.
Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων, κ. τ. ἑ.
Σκοπὸς οὐχ ὁ τυχὼν ἀλληγορῆσαι τὰ γεγραμμένα ἐπὶ τοῦ Σωτῆρος ἡμῶν γεγονότα. Οἶμαι δὲ ταῦτα πάντα ἐπὶ τῇ ἐν ᾅδου πορείᾳ λαμβάνεσθαι.
μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός,] Μηδὲ συσχέτω ἐπ' ἐμοῦ φρέαρ τὸ στόμα αὐτοῦ, κ. τ. ἑ.
Ἐνταῦθα φύσιν τινὰ λογικὴν καταχθόνιον εἴρηκε φρέαρ, ἐν ᾧ πολλαὶ τῶν ψυχῶν ἐμπεπτώκασιν.
Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου, καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου, κ. τ. ἑ.
Αἰσχύνεται δὲ ἐφ' ἡμῖν ὁ ἀρχιερεὺς ἡμῶν, ὅς ἐστι Χριστὸς ὁ διεληλυθὼς τοὺς οὐρανοὺς, ὀνειδιζόμενος ὑπὸ τῶν ἐναντίων πνευμάτων.
Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος, κ. τ. ἑ.
Ταῦτα πάντα γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ.
Οἶνος τραπεὶς γεννᾷ ὄξος, καὶ ἀρετὴ φθαρεῖσα τίκτει κακίαν.
Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις, καὶ εἰς σκάνδαλον, κ. τ. ἑ.
Τράπεζα τῶνἸουδαίων ἐστὶν ἡ παλαιὰ Διαθήκη, ἐν ᾗ σκανδαλίζονται, τὰ περὶ Χριστοῦ μὴ νοοῦντες. Αὕτη γὰρ κηρύσσει Χριστὸν ἐσταυρωμένον,Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν.
Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν, κ. τ. ἑ.
Δυν ατὸν ταῦτα περὶ τοῦ ναοῦ τῶνἸουδαίων ἐκλαμβάνειν καὶ περὶ τῆς πόλεως αὐτῶν προφητευόμενα.
Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου, κ. τ. ἑ.
Πῶς γὰρ δύνανται εἰσελθεῖν εἰς τὴν δικαιοσύνην ἐσκοτισμένοι τοὺς ὀφθαλμούς;
ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων,
βίβλος ζώντων ἡ γνῶσις ἡ τοῦ θεοῦ, αφ’ ἧς ἐκπίπτουσιν οἱ ἀκαθάρτους ἔχοντες τὰς καρδίας· «Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. » τὸ δὲ ἰδεῖν θεὸν, τὸ γνώσεως τῆς αὐτοῦ ἐστι καταξιωθῆναι.
καὶ μετὰ δικαίων μὴ γραφήτωσαν, κ. τ. ἑ.
Ἄδικος μετὰ δικαίου γράφεται, ἐὰν ἀπόσχηται τοῦ εἶναι ἄδικος.
Ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλὰς, κ. τ. ἑ.
Τουτέστιν ὑπὲρ τὴν ἄλογον καὶ αἰσθητὸν θυσίαν.
Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν, κ. τ. ἑ.
Γενώμεθα πένητες, ἵν' ὁ Κύριος ἡμῶν ἐπακούσῃ.
Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς, κ. τ. ἑ.
Τοὺς ἐπουρανίους καὶ ἐπιγείους λέγει ἐνταῦθα ὁμωνύμως τοῖς αὐτῶν κόσμοις. Τοιοῦτόν ἐστι καὶ τό· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. »
Ἆρα τὰ ἑρπυστικὰ ζῶα αἰνέσει, σωζομένης τῆς Σιὼν καὶ οἰκοδομουμένης τῆςἸουδαίας; Εἰ δὲ τὰ ἕρποντα νοητῶς ῥητέον, καὶ τὰ οἰκοδομούμενα δηλονότι νοητῶς ἐκληφθήτωσαν.
Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆςἸουδαίας, κ. τ. ἑ.
Ψυχὰς λογικὰς λέγει πόλεις τῆςἸουδαίας.
Αἰσχυνθείησαν, καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου, κ. τ. ἑ.
Οἱ ἀόρατοι ἡμῶν πολέμιοι ζητοῦσι τὴν ψυχὴν, ὑποχείριον θέλοντες λαβεῖν πρὸς κακίαν αὐτὴν προτρεπόμενοι. [Ν.Β. ζητοῦσι τὴν ψυχὴν οἱ πρὸς κακίαν καὶ ἀγνωσίαν αὐτὴν προτρεπόμενοι]
Ἀποστραφείησαν παραυτικὰ αἰσχυνόμενοι οἱ λέγοντές μοι· Εὖγε, εὖγε„
Τό· Εὖγε, εὖγε οἱ δαίμονες λέγουσιν ἁμαρτάνουσιν ἡμῖν.Ἔστιν δ' ὅτε καὶ γελῶτα πέμπουσιν, ἐμπαίζοντες ἡμῖν
Καὶ λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.Ἐγὼ δὲ πτωχὸς καὶ πένης ... Καὶ ῥυστής μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.
Σωτήριον τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Χριστὸς,
Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, κ. τ. ἑ.
Ἐὰν ἐν ταῖς θλίψεσιν ὑπομένωμεν, οὐκ αἰσχυνθησόμεθα ἐν τῷ αἰῶνι τῷ μέλλοντι· «̔Η γὰρ θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. »
Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος, κ. τ. ἑ.
Τὸν Σατανᾶν λέγει ἁμαρτωλὸν, καὶ παράνομον καὶ ἄδικον· ἁμαρτωλὸν μὲν διὰ τὴν χειρίστην ἕξιν· παράνομον δὲ διὰ τὸ παραβῆναι τὸν φυσικὸν νόμον αὐτοῦ· ἄδικον δὲ διὰ τὸ αὐτὸν ἀποστερεῖν τῆς γνώσεως τοῦ Θεοῦ.
Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου, κ. τ. ἑ.
Ἐὰν μὴ πληρωθῇ ὁ νοῦς χάριτος Θεοῦ, ὑμνῆσαι τὴν δόξαν Θεοῦ οὐ δύναται. Στόμα γὰρ τῆς ψυχῆς τὸν νοῦν ὠνόμασε, δόξαν δὲ τὸν Υἱὸν τοῦ Θεοῦ.
Λέγοντες·Ὁ Θεὸς ἐγκατέλιπεν αὐτὸν, καταδιώξατε καὶ καταλάβετε αὐτόν.
Ταύτας τὰς φωνὰς τέθεικεν, ὡς ἀπὸ δαιμόνων λεγομένας ἐπὶ τοῖς ἐγκαταλειφθεῖσιν, αἵ τινες οὐκ ἂν ἐῤῥήθησαν, εἰ μὴ ἐγκατελείφθη ὁ ἄνθρωπος.Ἔχομεν γὰρ ἐν ταῖς Βασιλείαις, ὅτι Κύριος ἀπέστη ἀπὸ Σαοὺλ, καὶ πνεῦμα πονηρὸν παρὰ Κυρίου ἔπειγε τὸν Σαούλ·
Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ.
Δυνατὸν μὲν διαπαντὸς αἰνεῖν τὸν Θεὸν, καὶ διαπαντὸς εὐλογεῖν, καὶ διαπαντὸς σωφρονεῖν καὶ δικαιοπραγεῖν. Πῶς δὲ δυνατὸν διαπαντὸς ἐλπίζειν;Ὁ γὰρ ἐλπίζων διαπαντὸς, οὐδέποτε τυγχάνει τοῦ πράγματος ἐκείνου οὗ ἐλπίζει τυχεῖν. Καὶ ὁ μὲν ἐρεῖ τὸ διαπαντὸς οὐ κατὰ τοῦ πλάτους τῶν αἰώνων τεθεῖσθαι, ἀλλὰ κατὰ τῆς ζωῆς τῆς αἰσθητῆς.Ἕτερος δὲ καὶ κατὰ τοῦ πλάτους τῶν αἰώνων τὸ διαπαντὸς ἐκλείψεται, ἵν' ᾖ τὸ πέρας τῆς ἐλπίδος ἡ γνῶσις τῆς Τριάδος. Ὁ δὲ τρίτος ἐρεῖ τεθεῖσθαι τὸ διαπαντὸς ἐπὶ τῆς ἁγίας Τριάδος· αὐτὴ γὰρ μόνη ἡ γνῶσίς ἐστιν ἀπέραντος.
Ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σουπάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ
βραχίων τοῦ θεοῦ ὁ Χριστός.
Ὁ Θεὸς, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα
« Εἰρηνοποιήσας διὰ τοῦ αἵματος αὐτοῦ τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς. »
καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με
ἄβυσσον νῦν ὠνόμασε τὸ χωρίον τῶν καταχθονίων δαιμόνων. εἰσὶ δέ τινες οἳ καὶ αὐτοὺς τοὺς δαίμονας ἀβύσσους λέγουσι διὰ τὸ ἀπέραντον τῆς κακίας αὐτῶν.
Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, κ. τ. ἑ.
Σκεῦος ψαλμοῦ ψυχὴ καθαρά.
Εἰς Σαλομὼν, κ. τ. ἑ.
Εἰς Σαλομὼν τὸν υἱὸν Δαυῒδ· «Βίβλος γὰρ γενέσεωςἸησοῦ Χριστοῦ υἱοῦ Δαυΐδ. » Σαλομὼν γὰρ ἑρμηνεύεται εἰρηνικός· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.
Ἀναλαβέτω τὰ ὄρη εἰρήνην, κ. τ. ἑ.
« Μακάριοι γὰρ οἱ εἰρηνοποιοί. »
Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, κ. τ. ἑ.
Ὡς ὑετὸς μὲν ἐπὶ τὰ ἔθνη, ὡς σταγόνες ἐπὶ τὸνἸσραήλ.
Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη, κ. τ. ἑ.
Ἀντὶ τοῦ, μέχρι τῆς συντελείας. Σελήνης γὰρ ἀναιρουμένης, ἀναιρεῖται χρόνος· χρόνου δὲ ἀναιρεθέντος, τέλος ἕξει ὁ αἰσθητὸς κόσμος. Δύναται δὲ σελήνην λέγειν καὶ τὴν ἀντικειμένην δύναμιν, ὡς ἄρχουσαν τῆς νυκτός.
Καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι.
Ἀντὶ τοῦ· σπανιοῦσιν οἱ χοϊκοί.
Ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσὶς καὶ αἱ νῆσοι, κ. τ. ἑ. [δῶρα προσοίσουσιν, βασιλεῖςἈράβων καὶ Σαβα δῶρα προσάξουσιν·]
Θαρσεῖς ἔθνος Αἰθιοπικόν ἐστιν. Ἔτι τὸ Θαρσεῖς σημαίνει τὸ χρῶμα τὸ ὑακίνθινον. ὡς παρὰ τῷ προφήτῃ ἔχομεν· «Ὁμοίωμα αὐτῶν ὡς Θαρσεῖς. » Σημαίνει δὲ παρὰ τῷἸωνᾷ καὶ Ταρσὸν τὴν πόλιν. Σαβὰ δὲ πόλις τῆςἸνδίας, ἀφ' ἧς ἦλθεν ἡ βασίλισσα νότου πρὸς Σαλομῶντα. Θαρσεῖς δὲ ἑρμηνεύεται κατάσκοποι, κατασκοπὴ εὐφροσύνης καὶ χαρᾶς.
Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, κ. τ. ἑ.
Εἰ δουλεύσουσιν αὐτῷ πάντα τὰ ἔθνη, δουλεύσουσι πάντως καὶ τὰ τοὺς πολέμους ἔχοντα. Εἰ δὲ τοῦτο, πᾶσα ἄρα φύσις λογικὴ δουλεύσει τῷ Χριστῷ· καὶ τοῦτό ἐστι τὸ παρὰ τῷ Παύλῳ εἰρημένον, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ.
Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.
Τὴν μὲν κατὰ διάνοιαν ἁμαρτίαν, ἀδικίαν ὠνόμασεν· τὴν δὲ κατ' ἐνέργειαν ἁμαρτίαν, τόκον. Καὶ τοκιζόμεθα μὲν ἁμαρτάνοντες, ἀδικούμεθα δὲ ἐννοοῦντες. Διὸ πρότερον τὸν τόκον περιερεῖ, ὕστερον δὲ καὶ τὴν ἀδικίαν αὐτήν. Δεῖ γὰρ πρῶτον ἀπέχεσθαι τῆς ἁμαρτίας, εἶτα τῆς κατ' ἔννοιαν ἡμῖν γενομένης.
Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆςἈραβίας, κ. τ. ἑ.
Ζῇ Χριστὸς ἐν τοῖς δεχομένοις αὐτόν· «Ζῶ » γὰρ, φησὶν, «οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός. »
Καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτὸν, κ. τ. ἑ.
Λέγοντες· «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν τὸ καθ' ἡμέραν. »
Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, κ. τ. ἑ.
Λίβανον λέγει πολλαχοῦ τὸ ὄρος καὶ τὸν ναὸν, καὶ τοὺς υἱοὺςἸσραήλ.
Καρπὸς Χριστοῦ τὰ πιστεύσαντα ἔθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸνἸσραὴλ, ὃν τροπικῶς Λίβανον καλεῖ.
Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν, κ. τ. ἑ.
Ὁ Παῦλός φησιν· «̔Ο μακάριος καὶ μόνος δυνάστης. »
Ὅτι ἐζήλωσα ἐν τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν, κ. τ. ἑ.
Εἰρήνην νῦν τὴν εὔροιαν τοῦ αἰσθητοῦ βίου ὠνόμασεν.
Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, κ. τ. ἑ.
Ἀνάνευσιν λέγει τὴν μνήμην τοῦ θανάτου· ὅθεν ὁ Σύμμαχος, «Οτι οὐκ ἐνεθυμοῦντο περὶ τοῦ θανάτου ἑαυτῶν, » πεποίηκεν.
Περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν, κ. τ. ἑ.
Ἡ μὲν ἀδικία ἐν τῷ κακῷ βίῳ θεωρεῖται, ἡ δὲ ἀσέβεια ἐν τοῖς ψευδέσι δόγμασι.
Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν,καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς
«Εταξαν, » φησὶ, βλασφημεῖν μὲν Θεὸν, ἀνθρώπους δὲ ἀδικεῖν.
καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς
καὶ Ἀβραὰμ ἀπέθανε πρεσβύτης καὶ πλήρης ἡμερων.
Καὶ εἶπαν· Πῶς ἔγνω ὁ Θεὸς
Ζητήσεις τοῦτό πως.
καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ
Τὸ, «Εἰ ἔστι γνῶσις ἐν τῷὙψίστῳ, » ἀντὶ τοῦ, Εἰ γινώσκει ὁ Κύριος καὶ ἐφορᾷ τὰ ἀνθρώπινα.
καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν
ἀντὶ τοῦ καθαρὸς ἐγενόμην.
ζητήσεις καὶ τοῦτο.
καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο
καὶ ἐπείρασα τοῦ γνῶναι.
κόπος ἐστὶν ἐναντίον μου
κόπος ἐστὶ τοῦ γνῶναι τὸν λόγον τὸν περὶ προνοίας.
ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεου
ὅταν εἰσέλθωμεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, τὸ τηνικαῦτα τὸν λόγον τὸν περὶ προνοίας γνωσόμεθα.
Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις, κ. τ. ἑ.
Εἰκών ἐστι τοῦ ἁμαρτωλοῦ ὁ παλαιὸς ἄνθρωπος ὁ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ὃν ἐξουδενεῖ διὰ τῆς αὐτοῦ γνώσεως.
ὅτι ἐξεκαύθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν
καρδίαν μὲν λέγει τὸ διανοητικὸν, νεφροὺς δὲ τὸ παθητικὸν ἀφ' οὗ τίκτεται τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμικόν.
καὶ ἐγὼ διαπαντὸς μετὰ σοῦ.
μετὰ θεοῦ λέγεται εἶναι, πρῶτος μὲν ὁ τὴν ἁγίαν γινώσκων Τριάδα, καὶ μετ' αὐτὸν ὁ τοὺς λόγους τοὺς περὶ τῶν νοητῶν θεωρῶν, τρίτος δὲ πάλιν ὁ καὶ αὐτὰ τὰ ἀσώματα βλέπων, καὶ πάλιν τέταρτος ὁ τὴν θεωρίαν ἐπιστάμενος τῶν αἰώνων· ὁ δὲ τὴν τῆς ψυχῆς ἀπάθειαν κεκτημένος, πέμπτος ἂν συγκαταχθείη δικαίως.
Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷκαὶ παρὰ σοῦ τί ἐθέλησα ἐπὶ τῆς γῆς;
Οἱ τῶν ἐπουρανίων προτιμῶντες τὰ ἐπίγεια τοῦτο λεγέτωσαν· ἐνταῦθα γὰρ, εἰ καὶ μὴ τῷ λόγῳ τοῦτο ὁμολογοῦμεν, ἀλλὰ γοῦν διὰ τῶν ἔργων τοῦτο δεικνύομεν.
Ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, [ ὁ θεὸς τῆς καρδίας μου , Καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα,] κ. τ. ἑ.
Ἀπὸ τῶν βιωτικῶν δηλαδὴ καὶ ἀνθρωπίνων πράξεων· ὅταν γὰρ ἐκεῖθεν ἐκλίπῃ, τουτέστιν ἁπάντων ἀναχωρήσῃ, τότε μερίδα τὸν Θεὸν εἰς τὸν αἰῶνα ἕξει.
Καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Μερὶς τοῦ δικαίου ἐστὶν ἡ γνῶσις ἡ τοῦ Θεοῦ. }
Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ, κ. τ. ἑ.
Οὗτος πορνεύει ἀπὸ Θεοῦ, ὁ ἐπιδεδωκὼς ἑαυτὸν τῇ τῶν δαιμόνων λατρείᾳ.
Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, κ. τ. ἑ.
Ταῦτα πάντα πεπλήρωται ἐν τῇ τῶνἹεροσολύμων ἁλώσει, ὥσπερἸώσηπος ἱστορεῖ καθένα διηγούμενος τῶν πεπραγμένων.
Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν ὡς εἰς τὴν εἴσοδον ὑπεράνω.
Ἀπὸ τῶνἸωσήπου περὶ τῆς ἁλώσεως λεγομένων, καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν περὶξ ἁπάντων, οἱῬωμαῖοι κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν κατὰ τῆς ἀνατολικῆς πύλης ἄντικρυς, ἔθεσαν αὐτὰς αὐτόθι, καὶ τὸν Τῖτον μετὰ μεγιστῶν εὐφημιῶν ἀνέφηναν αὐτοκράτορα.
Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν· ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου, κ. τ. ἑ.
Σκήνωμα τοῦ ὀνόματος τοῦ Θεοῦ ἐστιν ὁ νοῦς, ὅστις βεβηλοῦται, γήϊνος ἀντὶ ἐπουρανίου γενόμενος.
Ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
Χριστός ἐστι δεξιὰ τοῦ Πατρὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς,
Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ἐντεῦθεν λαβόντες τινὲς ἀνεφήναντο τὰ Ἱεροσόλυμα ὀμφαλὸν εἶναι τῆς γῆς.
Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν. Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος.
Κεφαλαὶ τῶν δρακόντων εἰσὶν τὰ πρῶτα κατὰ τὴν διάνοιαν συνιστάμενα φαῦλα νοήματα. Συνέτριψαν δὲ αὐτὰ δι' ὧν ἔλεγεν·Ἐῤῥήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσετε, ἐγὼ δὲ λέγω ὑμῖν· ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτήν. Καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως
Σὺ κατηρτίσω ἥλιον καὶ [φαῦσιν].
Φαῦσιν νῦν τὴν σελήνην ὠνόμασε.
Θέρος καὶ ἔαρ σὺ ἐποίησας, κ. τ. ἑ.
Διὰ τί παρῆκε τὸ μετόπωρον καὶ τὸν χειμῶνα; Φασὶ τοίνυν ἀντικεῖσθαι τὸ μὲν θέρος τῷ μετοπώρῳ, τὸν δὲ χειμῶνα τῷ ἔαρι· καὶ τὸ μὲν ἔαρ ἐστὶ καιρὸς γενέσεως, τὸ δὲ θέρος καιρὸς τελειώσεως.
Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, κ. τ. ἑ.
Εἰ θηρία λέγεται τὰ δαιμόνια, ἐν δὲ τοῖς θηρίοις ἐπικρατεῖ ὁ θυμὸς, ἐν τοῖς δαίμοσιν ἄρα ἐπικρατεῖ ὁ θυμός. Καὶ ἐν τῷἸὼβ λέγει·« Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι.»
Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, κ. τ. ἑ.
Μνήσθητι τῶν ἐπαγγελιῶν σου, ὧν ἐπηγγείλω τῷ Ἀβραὰμ, δοῦναι τῷ σπέρματι αὐτοῦ γῆν ῥέουσαν γάλα καὶ μέλι.
Ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν, κ. τ. ἑ.
Ἐσκοτισμένος νοῦς πληροῦται ἀνομιῶν· σκότος γὰρ περὶ γνῶσιν, καὶ ἀνομία περὶ πρᾶξιν νοεῖται.
Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν, κ. τ. ἑ.
Νῦν ἄφρονα τὸν διάβολον ὀνομάζει.
Ἐτάκε ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αυτὴν, κ. τ. ἑ.
Γῆν λέγει τὴν φύσιν τὴν λογικὴν, ἥτις ἐτάκη ἀπὸ πυρὸς τοῦ πνευματικοῦ ὃ ἦλθε βαλεῖν ὁ Σωτὴρ ἐπὶ τῆς γῆς. Τῆξις δέ ἐστι χωρισμὸς ψυχῆς ἀπὸ κακίας· πῦρ δέ ἐστι νοητὸν διδασκαλία πνευματικὴ τοῦ Σωτῆρος, φθαρτικὴ κακίας καὶ ἀγνωσίας.
Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, κ. τ. ἑ.
« Καὶ γνόντες τὴν χάριν, φησὶν ὁἈπόστολος, τὴν δοθεῖσάν μοι,Ἰάκωβος καὶ Κηφᾶς καὶἸωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι. »
Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος.
Κέρασμα τὸν οὐρανὸν ὀνομάζει.
Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος· καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη. Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς, κ. τ. ἑ.
Νῦν μὲν αἱ κολάσεις κεκερασμέναι προσάγονται τοῖς ἁμαρτάνουσιν· ἐν δὲ τῷ μέλλοντι ἄκρατοι καὶ ὡσανεὶ τρυγώδεις προσενεχθήσονται.
Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω.
Κλάσματα λέγει τὴν φθοράν.
καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτου
τόπος Θεοῦ ψυχὴ καθαρα.
καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων·
κατοικητήριον Θεοῦ, νοῦς θεωρητικός.
Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον, κ. τ. ἑ.
Τόξα νῦν τοὺς δαίμονας ὀνομάζει, ἀφ' ὧν τὰ πεπυρωμένα βέλη ἐκπέμπονται. Βέλος δὲ πεπυρωμένον ἐστὶν ὁ ἐμπαθὴς λογισμός· τὸ δὲ αὐτὸ καὶ ὅπλον καὶ ῥομφαία καλεῖται.
Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, κ. τ. ἑ.
Τουτέστι, διδάσκεις ἡμᾶς διὰ τῶν ἁγίων δυνάμεων.
Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐῶν, κ. τ. ἑ.
Δι' ὃ καλῶς παρεγγυᾷ ὁ σοφὸς Σολομὼν, «Μὴ δῷς ὕπνον, λέγων, σοῖς ὄμμασι, μηδ' ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. »
Οὕτως ἄνδρες πλούτου, ὡς ἄνδρες αἱμάτων· οἱ γὰρ ἔχοντες τὰ πάθη ἄνδρες, τούτων τῶν παθῶν ὀνομάζονται.
Ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους, κ. τ. ἑ.
Οἱ δαίμονες ἐπικαθέζονται ἵπποις καὶ ἡμιόνοις, οἷς οὐκ ἔστι σύνεσις, ἀναγκάζοντες αὐτοὺς τὰ τῶν ἀλόγων ζώων ἐνεργεῖν.Ἵπποι δὲ καὶ ἡμίονοι ἄνθρωποί εἰσιν ἐμπαθεῖς, ἐφ' ἃ μὴ δεῖ, ἀλόγως φερόμενοι, καὶ χρεμετίζοντες ἐπὶ ταῖς γυναιξὶ τῶν πλησίον.
Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι.
Τοῦτο τὸ ἐνθύμιον αὐτοῦ τοῦ ἀνθρώπου ἐστὶν, μὴ ἐφαπτομένης ἔξωθεν δυνάμεως ἀγαθῆς ἢ πονηρᾶς, λέγεται δὲ καὶ λογισμός.
ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα
διὰ τῆς πρακτικῆς ἐν τῷ νῦν αἰῶνι τὸν Θεὸν ἐκζητοῦμεν.
᾿̓Απηνήνατο παρακληθῆναι ἡ ψυχή μου[ἐμνήσθην τοῦ Θεοῦ͂ καὶ εὐφράνθην.]
Οὐδὲν οὕτω παρακαλεῖ ψυχὴν ὡς μνήμη Θεοῦ.
ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην
μνήμη θεοῦ εὐφραίνει ψυχήν. ὁ δὲ ἐπιλαθόμενος αὐτῆς πενθήσει πικρῶς.
προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου
τοῦτο γνώρισμά ἐστι πολλῆς ἀγρυπνίας.
διελογισάμην ἡμέρας ἀρχαίαςκαὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα
ὁ̔ τὰ ἄδηλα καὶ τὰ κρύφια τοῦ Θεοῦ ἐγνωκὼς, οὗτος καὶ τὰς μνήμας ἔχει τῶν παρελθόντων αἰώνων, καὶ τῶν ἐν αὐτοῖς ἐτῶν, καὶ τὰς ἐξ ὧν ταῦτα συνέστηκεν ἀρχαίας ἡμέρας.
ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει
ὡς κόπτοντος αὐτοῦ τὸ ἔλεος ἐπί τισιν, εἴρηται ἀλλαχοῦ τὸ, «παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.»
αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου
ἀλλοίωσιν λέγει ἐνταῦθα τὴν ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδον.
καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω
ἀδολεσχία ἐστὶν ἡ περί τι συνεχὴς διατριβὴ καὶ ὁμιλία.
ὁ θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου·
ἤτοι ἐν παντὶ ἁγίῳ ἡ ὁδὸς τοῦ θεοῦ, ἢ ἐν τῷ Χριστῷ ὁ λόγος αὐτοῦ.
σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσιαἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου
τουτέστι τὸν Χριστόν· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία.
ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου
βραχίων τοῦ θεοῦ ὁ Χριστὸς δι' οὗ ἠνέργησεν τὰ ἐν ἡμῖν ἀγαθὰ, τὰ κατὰ τὴν ἐπιθυμίαν αὐτοῦ γεγονότα.
εἴδοσάν σε ὕδατα, ὁ θεὸς,εἴδοσάν σε ὕδατα.
νῦν τὰ ὕδατα λογικὰς φύσεις σημαίνει.
καὶ ἐτεράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων
αἱ ἄβυσσοι τὰς καταχθονίους δυνάμεις δηλοῦσιν, αἵτινες ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ ἐταράχθησαν.
φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ
ὁ τροχὸς ἢ τὸν αἰῶνα σημαίνει τοῦτο ἢ τὸν κόσμον τὸν αἰσθητὸν, ἢ τὴν καθαρὰν καὶ αἰώνιον ψυχὴν, εἴπερ ἡ κακία παρὰ γωνίαν παρεδρεύει.
ὡδήγησας ὡς πρόβατα τὸν λαόν σουἐν χειρὶ Μωϋσῆ καὶἈαρών.
ἡ κατὰ Μωσέα φιλοσοφία τετραχῆ τέμνεται, εἰς τὸ ἱστορικὸν, καὶ τὸ κυρίως λεγόμενον νομοθετικὸν, ἅπερ ἂν εἴη τῆς ἠθικῆς πραγματείας ἴδια, τὸ τρίτον τε εἰς τὸ ἱερουργικὸν, ὅ ἐστιν ἤδη τῆς φυσικῆς θεωρίας, καὶ τέταρτον ἐπὶ πᾶσι τὸ θεολογικὸν εἶδος. τετραχῶς δὲ ἡμῖν ἐκληπτέον καὶ τοῦ νόμου τὴν βουλὴν ὡς τύπον τινὰ δηλοῦσαν, ἢ ὡς σημεῖον ἐμφαίνουσαν, ἢ ὡς ἐντολὴν κυροῦσαν εἰς πολιτείαν ὀρθὴν ἢ θεσπίζουσαν ὡς προφητείαν. ταύτῃ τῇ μεθόδῳ Μωϋσῆς καὶ Ἀαρὼν ὁδηγοῦσι τὸν ἀπὸ κακίας ἐπ' ἀρετὴν ὁδεύοντα λαόν.
ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου
Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς τῶν πραγμάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λεγομένων· ἢ λόγος ἀπό τινος οὐ κύριον μὲν ἐμφορῶν τῷ κυρίῳ, ἐπὶ δὲ τὸ ἀληθὲς καὶ κύριον ἄγων τὸν συνιέντα· ἢ λέξις δι' ἑτέρων τὰ κυρίως δηλούμενα μετ' ἐνεργείας παριστάνουσα.
καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι
Οἱ τὰς ἐντολὰς ἐκζητοῦντες τοῦ Θεοῦ οὐ γίνονται ψεκτοὶ, ὡς οἱ πατέρες αὐτῶν.
Ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου, κ. τ. ἑ.
Οὗτος νῶτα δίδωσι τοῖς ἐχθροῖς, ὁ μὴ φυλάσσων τὸν νόμον τοῦ Θεοῦ.
Ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν.
Ἀντὶ τοῦ ἐν ἀσκῷ.
Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας.
Ἡ δὲ πέτρα, φησὶν, τίς ἢ ὁ Χριστός;
Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ, κ. τ. ἑ.
Ὡς χαλεπὸν τὸ μετὰ τὴν γνῶσιν ἁμαρτάνειν„
Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; κ. τ. ἑ.
Ἔρημον οὖσαν τὸ πρότερον τὴν ψυχὴν Ματθαίου τοῦ τελώνου ὁ Σωτὴρ ἡμῶν πεποίηκε τράπεζαν τρέφουσαν διὰ τοῦ Εὐαγγελίου τὰς ψυχὰς τῶν ἀνθρώπων.
Καὶ πῦρ ἀνήφθη ἐνἸακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸνἸσραήλ, κ. τ. ἑ.
Πῦρ μὲν ἀνάπτεται ἐπὶ τὸν πρακτικὸν, ὀργὴ δὲ ἀναβαίνει ἐπὶ τὸν θεωρητικόν.
Καὶ θύρας οὐρανοῦ ἀνέῳξεν, κ. τ. ἑ.
Θύρας οὐρανοῦ λέγει φύσεις λογικὰς πρὸς διδασκαλίαν πνευματικὴν κινηθείσας.
Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, κ. τ. ἑ.
Ὁ Σωτήρ φησιν· «̓Εγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. » Τοῦτον οὖν τὸν ἄρτον ἤσθιον μὲν πρότερον ἄγγελοι, νυνὶ δὲ καὶ ἄνθρωποι. Τὸ «ἐσθίειν » ἐνταῦθα τὸ «γινώσκειν » σημαίνει. Τοῦτο γὰρ ἐσθίει νοῦς ὃ καὶ γινώσκει, καὶ τοῦτο οὐκ ἐσθίει ὃ οὐ γινώσκει.
Καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χοῦν σάρκας, κ. τ. ἑ.
Τὴν ὀρτυγομήτραν σάρκας ὠνόμασεν.
Καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν.
Τὸ ἀποτέλεσμα τῆς ἐπιθυμίας ἐπιθυμίαν ὠνόμασεν, ὃ προκυρῶσαι εἴποι τις τὸ ἐπιθυμητόν· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον, τό·Ἡ ἐλπὶς οὐ καταισχύνει.Ἐνταῦθα γὰρ τὸ πέρας τῆς ἐλπίδος, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Θεοῦ· αὐτὴν γὰρ ἐλπίδα ὠνόμασε.
Καὶ τοὺς ἐκλεκτοὺς τοῦἸσραὴλ συνεπόδισεν· ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι.
Συμποδίζεται ὁ θεωρητικὸς μὴ ἐπιβάλλων ὡς δεῖ τῇ θεωρίᾳ τῶν γεγονότων.
Ὅταν ἀπέκτεινεν αὐτοὺς, ἐζήτουν αὐτόν· καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν.
[̓Αποκτείνει], ὅταν τὸν παλαιὸν ἄνθρωπον ὁ Θεὸς ἀποκτείνῃ, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.
Καὶ ἠγάπησεν αὐτὸν ἐν τῷ στόματι αὐτῶν, καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ.
Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ.
Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεία μετ' αὐτοῦ.
Μετὰ Θεοῦ οὖσα ἡ καρδία, εὐθεία ἐστιν. εὐθὺς γάρ ἐστι Κύριος ὁ Θεὸς ἡμῶν.
. Καὶ ἐμνήσθη, ὅτι σάρξ εἰσι, κ. τ. ἑ.
* ιϛ´.Ἀντὶ τοῦ σαρκικοί. * *
Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτοὺς, κ. τ. ἑ.
ΟἱἙβραῖοι λέγουσι κυνόμυιαν θηρία διάφορα καὶ ἀναμεμιγμένα.
Καὶ παρέδωκεν ἐν χαλάζῃ τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί.Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν· ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν Αἰγύπτῳ, ἀπαρχὴν πόνων αὐτῶν, ἐν τοῖς σκηνώμασι Χάμ.
Τὸ αἴτιον τῷ αἰτιατῷ ὁμωνύμως ἐκλήθη· τὸ γὰρ ἀποτέλεσμα τοῦ θυμοῦ καὶ αὐτὸς θυμὸς εἴρηται, καὶ τὸ ἀποτέλεσμα τῆς ὀργῆς, ὀργή·
τὸ πονηρὸν ποτὲ μὲν τὸ ἀντικείμενον λέγει ἡ θεία γραφή, ὡς τὸ ἀγαθὸς ἀνθρωπος ἐκ του ἀγαθου θησαυροῦ εκφέρει τὸ ἀγαθὸν καὶ ὁ πονηρὸς ἐκ του πονηροῦ θησαυροῦ ἐκφέρει τὰ πονηρά, ποτὲ δὲ τὸ επίπονον πονηρὸν ἀνομάζει, ὡς τὸ περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖσ τῶν ἀνθρώπων, ἀντὶ τοῦ τὸν ἐπίπονον. ἐνταῦθα οὖν τοὺς ἀγγέλους πονηροὺς εἶπεν, οὐ τοὺς τῇ κακίᾳ πεποιωμένους, ἀλλὰ τοὺς πόνους καὶ ὀδύνας ἐνεργοῦντας, ὁποῖοι γεγόνασι καὶ τοῖς Σοδομίταις οἱ ἄγγελοι του θεοῦ καίπερ ἅγιοι καὶ ἀγαθοὶ τυγχάνοντες· τοῦτο δὲ λέγω διὰ τὸ Μωσέα καὶ Ἀαρὼν δι' ἁγίων ἀγγέλων πεποιηκέναι τὰ σημεῖα ἐν τῇ Αἰγύπτῳ· τῶν γὰρ τοιούτων δυνάμεων καὶ τεράτων πᾶς τις ὁμολογήσειεν ἐστερεῖσθαι τοὺς δαίμονας, μόνον δὲ ἐνηργηκέναι διὰ Ἰαννοῦ καὶ Ἰαμβροῦ τῶν μεγάλων κατὰ φαντασίαν φιλήν, καθ' ἣν ἐφαίνετο μὲν τὰ γινόμενα, οὐ μὴν δὲ καὶ τοὺς Αἰγυπτίους ἐκόλαζεν.
Ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χὰμ, κ. τ. ἑ.
Οὕτως ἐκείνους παιδεύσας, ἐπὶ τὴν ἔρημον ἤγαγε τὸν οἰκεῖον λαὸν, ποιμένα μιμούμενος τῆς ποίμνης ἡγούμενον.
καὶ τὸ ἀποτέλεσμα τῶν πόνων καὶ αὐτὸς πόνος λέγεται, καὶ ἐπὶ τῆς ἐλπίδος ὡσαύτως.
Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, κ. τ. ἑ.
Ὄρος ἁγιάσματός ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ.
Καὶ ἐσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦἸσραήλ, κ. τ. ἑ.
« Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. »
Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, κ. τ. ἑ.
Ἁμαρτάνουσα ψυχὴ παραπικραίνει γνῶσιν· ἡ δὲ κατορθοῦσα γλυκαίνει αὐτήν.
Μετεστράφησαν εἰς τόξον στρεβλόν, κ. τ. ἑ.
Τόξον στρεβλὸν ψυχὴ διεστραμμένη· βέλη δὲ αὐτῆς λογισμοὶ πονηροί.
Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, κ. τ. ἑ.
Τὴν ἐν Σηλὼμ ἑστῶσαν.
Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρα ἐχθροῦ.
Τοῦ σκηνώματος τὴν καλλονὴν
Καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν, κ. τ. ἑ.
Κληρονομίαν ἐνταῦθα τὸ κληρονομοῦν εἴρηκεν. Ἄλλως κληρονομία Θεοῦ ψυχαὶ λογικαί.
Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, κ. τ. ἑ.
Τάχα πῦρ ἐστι τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ.
ὥσπερ ἐν τοῖς ἁγίοις ὁ θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ, οὕτως ἐν τοῖς ἁμαρτωλοῖς ὑπνοῖ καὶ κραιπαλᾷ. καὶ γὰρ καὶ τοῖς μεθύουσι πολλάκις οἱ τύχοι κινούμενοι φαίνονται.
Καὶ ἐξελέξατο τὴν φυλὴνἸούδα, κ. τ. ἑ.
« Πρόδηλον γὰρ, ὅτι ἐξἸούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, » φησὶνἈπόστολος.
Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. [ Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ.]
[Τῶν δαιμόνων οἱ μὲν θεωρίᾳ, οἱ δὲ πράξει ἀντίκεινται· καὶ οἱ μὲν πρότεροι πετεινὰ οὐρανοῦ ὀνομάζονται, οἱ δὲ δεύτεροι λέγοιντ' ἂν θηρία τῆς γῆς.̔Ως πετεινὰ τοῦ οὐρανοῦ ἢ θηρία τῆς γῆς, τὰ ἔθνη καὶ αἱ βασιλείαι τῆς γῆς κατέφαγονἸάκωβον τὸν Ἰσραήλ.]
Τὸ οὖν αἷμα, ὃ ἐξέχεαν, ἐκ τῶν ἐσθιομένων ἀρετῶν καὶ πινομένων δογμάτων ἐστί. ]
καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.
τόπος γνώσεως Θεοῦ· καὶ νοῦς τόπος γνώσεως Θεοῦ.
Ὅτι ἐπτωχεύσαμεν σφόδρα, κ. τ. ἑ.
Στερηθέντες τοῦ πλούτου τῆς γνώσεως ἐπτωχεύσαμεν.
Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπηδημένων.
Νοῦν μὲν δεσμοῖ ἀγνωσία, ψυχὴν δὲ κακία· ψυχὴν δέ φημι θυμὸν καὶ ἐπιθύμιον, ὅπερ λέγεται θυμικὸν καὶ ἐπιθυμικόν.
Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλάσια εἰς τὸν κόλπον αὐτῶν.
Δότωσαν δίκας ὑπὲρ ὧν ἐπλημμέλησαν ἐν τῷ βίῳ τούτῳ· τὸ γὰρ ἑπταπλάσιον τὸν βίον τοῦτον σημαίνει, ὡς καὶ τὸ ὀκτωπλάσιον τὸν μέλλοντα. Τοιοῦτόν ἐστι καὶ τό· Δὸς μερίδα τοῖς ἑπτὰ καίγε τοῖς ὀκτώ.
ἐξομολογούμενοι εἰς τὸν αἰῶνα.
Ὁ καθήμενος ἐπὶ τῶν Χερουβεὶμ, ἐμφάνηθι, ἐναντίονἘφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Ἐνταῦθα μὲν κάθηται ἐπὶ τῶν Χερουβεὶμ ὁ Θεὸς, ὡς καὶ παρὰ τῷἹεζεχιήλ.Ἀλλαχοῦ δὲ ἐπέβη ἐπὶ τῶν Χερουβεὶμ, καὶ ἐπετάσθη. Καὶ διὰ μὲν τῆς καθέδρας τὴν σταθερὰν ἕξιν μηνύει τῶν Χερουβείμ· διὰ δὲ τῆς πτήσεως αἰνίττεται τὴν ταχεῖαν ἐνέργειαν.
Ἐξέγειρον τὴν δυναστείαν σου, κ. τ. ἑ.
Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.
Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, κ. τ. ἑ.
Διὰ τούτων τῶν ῥητῶν παρίστησι πικροτάτην μετάνοιαν.
Καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα, κ. τ. ἑ.
Πρόσωπον ἐνταῦθα τὸν Χριστὸν ὠνόμασεν· «Εἰκὼν γάρ ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτου, Πρωτότοκος πάσης κτίσεως. »
Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, κ. τ. ἑ.
Ἄμπελον λέγει νῦν τὰς δώδεκα φυλὰς τοῦἸσραήλ.
Καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ, κ. τ. ἑ.
Ἀναδενδράδες εἰσὶν οἱ θεωρητικοί.
. Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; [ Ελυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.]
[Οἱ δαίμονές εἰσιν οἱ τρυγῶντες τοὺς καρποὺς ἡμῶν· οὓς αὐτοὶ ἐκφέρειν ἡμᾶς ἐνεργοῦσιν κακὴν γεωργίαν γεωργοῦντας ἡμᾶς.] [Μονιὸν δὲ ἄγριον λέγει τὸν Σατανᾶν, ὅνπερ σημαίνει χοῖρος ἐξ ὕλης,]
Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, κ. τ. ἑ.
Ἄνδρα δεξιὸν λέγει τὸν Χριστὸν, ὅστις ἐστὶ καὶ Υἱὸς ἀνθρώπου.
Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.
Ζωοποιήσεις ἡμᾶς, οὐδεὶς δύναται ζωοποιῆσαι ἡμᾶς, εἰ μὴ εἰπών·Ἐγώ εἰμι ἡ ζωή· ταύτης γὰρ ἐξ ἡμῶν λαμβανομένης τῆς ἀπαρχῆς, πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τὸν ἀληθῆ Θεὸν ἐπιγνώσεται, καὶ τὴν γεγενημένην φιλανθρωπίαν ἀνυμνήσει· τῷ τρόπῳ δὲ τούτῳ καὶ τοῦ θανάτου τὸ κράτος λυθήσεται, καὶ ἡμεῖς τῆς ζωῆς τῆς αἰωνίου τευξόμεθα, σὲ προσκυνοῦντες τὸν πατέρα Θεόν.
λάβετε ψαλμὸν, καὶ δότε τύμπανον
λάβετε διδασκαλίαν πνευματικὴν, καὶ δότε νέκρωσιν μελῶν τῶν ἐπὶ τῆς γῆς.
Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν, κ. τ. ἑ.
Νόμον ὃν οὐκ ἠπίστατο, ἤκουσεν.
Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.
Ἀπὸ ἄρσεων δὲ καὶ τῶν βασταγμάτων λέγει· αἱ γὰρ ἀνομίαι αὐτῶν ὑπερῆραν τὴν κεφαλὴν αὐτῶν, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' αὐτούς.
Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, κ. τ. ἑ.
Πρόσφατός ἐστι Θεὸς ὁ μηδὲν οὐσιῶσαι δυνάμενος, ἢ ὁ τῇ κακίᾳ πεποιωμένος.
Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτὸ, κ. τ. ἑ.
Στόμα νῦν τὸν νοῦν λέγει, ὅστις λαμπρύνεται διὰ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθῶν.
Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, κ. τ. ἑ.
« Διὰ τοῦτο, φησὶν ὁ Παῦλος, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. »
Καὶ ἐψώμισεν αὐτοὺς στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.
Τοῦτον ψωμίζει ὁ Θεὸς, ὃν δι' ἐντολῶν παιδεύει, καὶ τοῦτον χορτάζει, ὃν διὰ τῆς αὐτοῦ θεωρίας εὐφραίνει.
Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;
Πρόσωπα ἁμαρτωλῶν εἰσιν αἱ κακίαι, καθ' ἃς μορφοῦνται οἱ ἄδικοι.
Ἐν σκότει διαπορεύονται.
Σκότος νῦν τὴν ἄγνοιαν λέγει.
Ὑμεῖς ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἶς τῶν ἀρχόντων πίπτετε, κ. τ. ἑ.
«Ἐγὼ, φησὶν, ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; »
Εἶπον· Δεῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομαἸσραὴλ ἔτι, κ. τ. ἑ.
Ἐντεῦθεν γινώσκομεν, ὅτι προκαλοῦνται ἀλλήλους οἱ δαίμονες ἐπ' ἀπωλείᾳ ψυχῆς.
Καὶ γνώτωσαν ὅτι ὄνομά σου Κύριος.
Εἰς αὐτὴν ἁμαρτάνει γνῶσιν, ὁ τὸν πεφυκότα νοῦν ὁρᾶν τὴν γνῶσιν ἁμαρτάνειν κατεργάζων.
Οἵτινες εἶπον· Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, κ. τ. ἑ.
Ψυχὴ ἀκάθαρτος κλῆρος δαιμόνων· ψυχὴ δὲ καθαρὰ κλῆρος Θεοῦ.
Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, κ. τ. ἑ.
Ὁ τροχὸς ὀλίγον ἐφάπτεται τῆς γῆς.
Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, κ. τ. ἑ.
Τοῦτο τὸ πρόσωπόν ἐστι τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· οὗ φθαρέντος ὁ νοῦς ἐκζητεῖ τὸ ὄνομα Κυρίου.
Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν, κ. τ. ἑ. Αὕτη ἡ ἀπώλεια σημαίνει φθορὰν κακίας καὶ ἀγνωσίας.
Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.
Αὐλαὶ Κυρίου αἱ θεωρίαι τῶν γεγονότων σωμάτων εἰσίν. ἐν ταύταις γὰρ ἡμεῖς δεῖ γενέσθαι τὸ πρότερον, εἰθ' οὕτως εἰσελθεῖν εἰς τὸν ναὸν τοῦ Θεοῦ, ὅστις ἐστιν ἡ θεωρία τῶν ἀσωμάτων.
Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν,
δεῖ πρότερόν τινα σπουδάσαι ἑαυτῷ οἶκον εὑρεῖν, ἐν ᾧ δυνήσεται δέξασθαι Θεὸν, ἔπειτα δὲ καὶ ἄλλους ποιῆσαι οἴκους Θεοῦ. χρησώμεθα δὲ τῶ ῥητῷ πρὸς τοὺς ἀκαθάρτους ἀνθρώπους καὶ διδάσκειν ἐπιχειροῦντας.
καὶ τρυγὼν νοσσίαν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς
κατὰ τὴν ἔννοιαν τοῦ ῥητοῦ, μείζων ἡ τρυγὼν τοῦ στρουθίου.
μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου
αὐτὸς μὲν ὁ Δαυὶδ ἐπιθυμεῖ εἰσελθεῖν εἰς τὰς αὐλὰς τοῦ Κυρίου, μακαρίζει δὲ τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ Κυρίου.
μακάριος ἀνήρ, οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, κύριε· ἀναβάσεις ἐν τῇ καρδία αὐτοῦ διέθετο ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τὸν τόπον ὃν ἔθετο.
αἱ ἀναβάσεις αὐταὶ τῶν γνώσεων τῇ καρδίᾳ ἐπισυμβαίνουσιν ἐκ τῆς ἀντιλήψεως τοῦ Θεου· κοιλὰς δὲ κλαυθμῶνός ἐστιν, ἤτοι τὸ ἀνθρώπινον σῶμα ἢ τὸ συγγενὲς τούτου κόσμος.
Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν.
Σύγκρισις ἁγίας γνώσεως πρὸς γνῶσιν ἀνθρωπίνην·
Ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Θεὸς χάριν καὶ δόξαν δώσει.
Ἔλεον καὶ ἀλήθειαν, ἀντὶ τοῦ· ἐλεήμονα καὶ ἀληθινὸν ἀγαπᾷ Κύριος. Συνηθὲς γὰρ τῇ γραφῇ τὴν ἕξιν ἀντὶ τοῦ μετέχοντος λέγειν· οὐχὶ δύο λέγει πράγματα, ἀλλ' ἥδεται τῷ ἐλεεῖν καὶ ἀληθεύειν ἀγαπᾷ· ἢ ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ, οὐ τὰς δι' αἱμάτων θυσίας, ἀλλὰ τὸ ποιεῖν ἔλεος καὶ ἀγαπᾶν τὴν ἀλήθειαν,
Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν, κ. τ. ἑ.
Διὰ μὲν τοῦ ἁγίου βαπτίσματος ὁ Κύριος τὰς ἁμαρτίας ἀφίστησι· διὰ δὲ τῆς πικρᾶς μετανοίας τὰς ἁμαρτίας ἐπικαλύπτει.
Ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν.
ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησιν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι.
Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐ-τὸν τὸ σωτήριον αὐτοῦ.
Εἰ ἀρχὴ σοφίας φόβος Κυρίου, σοφία δὲ ἡμῶν ἐστιν ὁ Χριστὸς, καλῶς οὖν λέγεται ὁ σωτὴρ ἐγγὺς εἶναι τῶν φοβουμένων αὐτόν.
Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν, κ. τ. ἑ.
Ἀδύνατόν ἐστιν εἰρήνην συναφθῆναι δικαιοσύνῃ, μὴ ἀληθείας ἐλέῳ συναντησάσης· τὸ μὲν γὰρ ἔλεος τὴν δικαιοσύνην γεννᾷ, ἡ δὲ ἀλήθεια τὴν εἰρήνην. Δικαιοσύνη δὲ καὶ εἰρήνη περὶ πρᾶξιν καὶ θεωρίαν λαμβάνεται.
Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται, κ. τ. ἑ.
Ἡ ἄρχουσα τῶν πρακτικῶν ἀρετῶν ἡ δικαιοσύνη ἐστὶν, ἀφ' ἧς καὶ οἱ ἄνθρωποι δίκαιοι ὀνονάζονται.
Προσευχὴ τῷ Δαυίδ.
Προσευχή ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων ἀναπεμπομένη.
Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σὲ, κ. τ. ἑ.
Ἡ γνῶσις ἡ τοῦ Θεοῦ σωτηρία ἐστὶ ψυχῆς.
τουτέστι διὰ βίου.
Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ, Κύριε, ᾖρα τὴν ψυχήν μου.
Αἴρει πρὸς Κύριον τὴν ἑαυτοῦ ψυχὴν, ὁ διὰ πράξεως καὶ θεωρίας κουφίζων αὐτήν.
Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε.
Τίνι γὰρ εἶπεν ποτὲ ὁ Πατήρ· Κάθου ἐκ δεξιῶν μου;
Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου, Κύριε.
Εἰ πάντα τὰ ἔθνη ἥξει καὶ προσκυνήσει τὸ ὄνομα Κυρίου, ἥξει δηλονότι καὶ τὰ ἔθνη τὰ τοὺς πολέμους θέλοντα· εἰ δὲ οὕτω πᾶσα ἄρα φύσις λογικὴ προσκυνήσει ἐνώπιον Κυρίου, ἔπειτα δὲ καὶ δοξάσει τὸ ὄνομα αὐτοῦ, ὅπερ σημαίνει τὸν ἐν αὐτῷ ὑπάρχοντα Πατέρα.
ὀδήγησόν με, κύριε, τῇ ὁδῷ σουκαὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου.
ἐγώ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Χριστός· καὶ πάλιν· ἐγώ εἰμι ἡ ἀλήθεια. εὔχεται τοίνυν πρῶτον μὲν ἐν αὐτῷ γενέσθαι ὡς ὁδὸν τὸν θεόν, τουτέστιν ὡς ἀρετήν, ἔπειτα δὲ ὡς ἀλήθειαν, ὅπερ ἐστι τῆς θεωρίας.
Καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, κ. τ. ἑ.
Τὸ τάγμα τῶν δαιμόνων συναγωγὴν ὠνόμασε κραταιῶν.
Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρακάλεσάς με.
Σημεῖα ἀγαθά ἐστιν τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου, ταῦτα γὰρ μάλιστα αἰσχύνονται καὶ οἱ δαίμονες.
Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πολλῶν κόπων.
Οἱ θεμέλιοι ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματαἸακώβ.
Ἀγαπᾷ Κύριος καὶ τὸν πρακτικὸν καὶ τὸν θεωρητικόν.Ἰακὼβ γὰρ πτερνιστὴς ἑρμηνεύεται, ἡ δὲ Σιὼν σκοπευτήριον.
Μήτηρ Σιὼν ἐρεῖ·Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, κ. τ. ἑ.
Τὸ μὲν παιδίονἸησοῦς γεννᾶται ἐν Βηθλεὲμ, ὁ δὲ ἄνθρωπος ἐν Σιὼν, διὰ τὸ πρᾶξιν μὲν τίκτεσθαι ἐν τῇ ψυχῇ, σοφίαν δὲ γεννᾶσθαι ἐν τῷ νῷ.
Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοὶ, κ. τ. ἑ.
Πάντες οἱ εὐφραινόμενοι ἐπὶ γνώσει κατοικοῦσιν ἐν τῇ σοφίᾳ· καὶ πάντες οἱ κατοικοῦντες ἐν τῇ σοφίᾳ, ὡς σοφίᾳ εὐφραίνονται ἐπὶ γνώσει.
Καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισεν
Ἐὰν μεταλάβῃς τὸν ᾅδην εἰς τὸν θάνατον, γνώσῃ πῶς ὁ θάνατος διαφθείρει ζωὴν ἀνθρώπου. Ἅδην δὲ νῦν ὀνομάζει τὸν διάβολον, ζωὴν δὲ ἑαυτόν. [=PG 12.1548; P 4-6
Ὁ βουλόμενος τοῦτο ἐπὶ τοῦ Σωτῆρος λαβεῖν, νοησάτω οὕτως· εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, ὁ δὲ αὐτὸς οὗτος καὶ νεκρός ἐστι· ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. Καὶ καλῶς λέγεται ὁ Σωτὴρ ἐν νεκροῖς εἶναι ἐλεύθερος, ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, κ. τ. ἑ.
Ἐκείνου μνημονεύει ὁ Κύριος τοῦ ἐν ᾧ γίνεται· κἀκείνου οὐ μνημονεύει τοῦ ἐν ᾧ οὐ γίνεται.
Καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν, κ. τ. ἑ.
Χεῖρα νῦν λέγει τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, ἥτις πέφυκε βοηθεῖν τοῖς πολεμουμένοις.
Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, κ. τ. ἑ.
Τὸν θυμὸν τοῦ Θεοῦ ἔστησεν ὁ Χριστὸς κατὰ πάντων ὁρμήσαντα τῶν ἀνθρώπων. Διότι «πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα.»
Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; κ. τ. ἑ.
Οἱ ἐστερημένοι τῆς ζωῆς οὐ δύνανται ἰδεῖν τὰ θαυμάσια τῆς ζωῆς τῆς εἰπούσης· «̓Εγώ εἰμι ἡ ζωή. »
Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; κ. τ. ἑ.
Ὥσπερ ἐν τοῖς ἀπολωλόσιν οὐκ ἔστιν ἀλήθεια, οὕτως ἐν τοῖς ἐσκοτισμένοις οὐκ ἔστι θαυμάσια.
Καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ, κ. τ. ἑ.
Γῆ ἐπιλελησμένη ἐστὶ ψυχὴ λογικὴ τῶν τοῦ ἁγίου Πνεύματος ἐστερημένη καρπῶν.
δι' ἡμᾶς γὰρ ἐπτώχευσεν ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτίσωμεν.
Οἱ φοβερισμοί σου ἐξετάραξάν με, κ. τ. ἑ.
Φοβερισμοὺς λέγει δυνάμεις τινὰς ἀκαθάρτους καὶ ταραχώδεις.
Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου
Τὸ μὲν ἔλεος τοὺς ἀνθρώπους οἰκοδομεῖ· ἡ δὲ ἀλήθεια ἑτοιμάζει τὰς ἁγίας δυνάμεις.
[[Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυὶδ τῷ δούλῳ μου·]]Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.
Εἰ θρόνος ἐστὶ τοῦ Χριστοῦ φύσις λογική {ταύτην δὲ πεποίηκεν ὁ Θεὸς}, καλῶς λέγεται Χριστὸς κεκαθικέναι ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. Τὸ δὲ γινώσκεσθαι τὸν Χριστὸν ὑπὸ τοῦ πεφυκότος γινώσκειν αὐτὸν, καθέδραν ὀνομάζει ἡ θεία γραφή.
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε
« Ἐξομολογήσονται » ἀντὶ τοῦ «δοξάσουσιν. »
καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;
οὐδεμία λογικὴ φύσις ὁμοία ἐστι τῷ Χριστῷ· ἡ μὲν γὰρ τῶν γεγονότων θεωρίαν γινώσκει· ὁ δὲ καὶ αὐτὸν ἐπίσταται τὸν τὰ πάντα ποιήσαντα. Χριστὸν δέ φημι τὸν μετὰ θεοῦ λόγου ἐπιδημήσαντα κύριον. [219v
δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.
οὑχ ὁ Χριστὸς κυκλοῖ τὴν γνῶσιν τὴν τοῦ Πατρὸς, ἀλλ' αὐτὴ κυκλοῖ τὸν Χριστόν· πολλὴν δὲ ἐν τούτῳ τῷ ῥητῷ καὶ βαθυτάτην θεωρίαν ἀποκεῖσθαι νομίζω, ἣν ὁ ἐξαπλῶσαι βουλόμενος, παρελεύσεται τοὺς τῶν σχολίων κανόνας.
σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις.
Αὐτὸς γάρ ἐστιν ὁ ἐπιτιμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ποιῶν γαλήνην μεγάλην, ἵνα φθάσαντες οἱ ἐμπλέοντες ἀπελθεῖν [[δύνωνται]] εἰς τὴν γῆν, ἐφ' ἣν σπεύδουσιν.
Τὸν Βοῤῥᾶν καὶ θάλασσαν σὺ ἔκτισας
Τὸν Βοῤῥᾶν ἵστησιν ὁ νότος, τουτέστιν ὁ τῷ πνεύματι ζέων τὸν ἐν κακίᾳ ψυχρόν· ἑαυτὸν δὲ ποιεῖ νοῦς Βοῤῥᾶν καὶ ἑαυτὴν ψυχὴ ποιεῖ θάλασσαν· οὐχὶ οὖν Βοῤῥᾶς, οὐδὲ καθὸ θάλασσα ἐκτίσθησαν ἀπὸ Θεοῦ ἀλλὰ καθὸ φύσεις εἰσὶ λογικαί.
Θαβὼρ καὶἙρμὼνὶμ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται
Θαβὼρ ἐκλεκτόν. Θαβὼρ δέ ἐστιν τὸ ὄρος τῆς Γαλιλαίας ἐφ' οὗ μετεμορφώθη Χριστός. Ἑρμωνιὶμ δέ ἐστι τὸ ὄρος ἐφ' οὗ κεῖται ἡ πόλις Ναῒμ, ἐν ᾗ ἤγειρε τὸν τῆς χήρας υἱὸν ὁ Χριστός.
Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν
Κέρας νῦν τὸν νοῦν ὀνομάζει· ὑψοῦται δὲ νοῦς διὰ γνώσεως του Θεοῦ.
Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου
Τότε ἐλάλησας διὰ τῶν ἁγίων προφητῶν περὶ τοῦ Χριστοῦ σου.
ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτὸν
τὸ ἅγιον ἔλαιον τὴν τοῦ Θεοῦ γνῶσιν σημαίνει, μᾶλλον δὲ τὴν οὐσιώδη γνῶσιν δηλοῖ.
Οὐκ ὠφελήσει ὁ ἐχθρὸς ἐν αὐτῷ
Εἰ, ὅταν ἁμαρτάνωμεν, τοὺς ἐχθροὺς ἡμῶν ὠφελοῦμεν, Χριστὸς δὲ οὐχ ἥμαρτεν· ἄρα τοὺς ἐχθροὺς αὐτοῦ οὐκ ὠφέλησεν ὁ Χριστός.
ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν.
μόνος ἐν τῇ γνώσει τοῦ πατρὸς ὑψοῦται Χριστός.
Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ
Ἐν μὲν τῇ θαλάσσῃ τίθεται ἡ χεὶρ τοῦ Χριστου· ἐν δὲ τοῖς ποταμοῖς ἡ δεξιὰ αὐτοῦ. Πλὴν, ἐὰν θελήσῃ, ἡ θάλασσα, γίνεται ποταμός· καὶ πάλιν ὁ ποταμὸς, ἐὰν μὴ τηρήσῃ τὸν ἐκ τῆς κοιλίας αὐτοῦ ῥέοντα ποταμὸν τοῦ ζῶντος ὕδατος, γίνεται θάλασσα.
θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ
Ὅταν γένηται τὸ θέλημα τοῦ Θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τότε καὶ ὁ θρόνος τοῦ Χριστοῦ ἔσται ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ.
Καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν
Ὁ μὴ φυλάσσων τὰς ἐντολὰς τοῦ Θεοῦ ἐκπίπτει τοῦ εἶναι θρόνος Θεοῦ· «Εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται ἡ σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας. »
Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν
«Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. »
καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον σου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα
Δεῖ πρότερον ἡμᾶς γενέσθαι ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, τουτέστιν ὁμοίους ταῖς ἁγίαις δυνάμεσιν, ἔπειτα δὲ καὶ αὐτῷ παρεμφέρεις τῷ τῆς δικαιοσύνης ἡλίῳ. Δεῖ γὰρ πάντως τὴν εὐχὴν τοῦ δεσπότου ἡμῶν πληρωθῆναι· Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος· « Δὸς αὐτοῖς, φησὶν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, καθὼς καὶ ἕν ἐσμεν, πάτερ. » Οὕτω γὰρ ἐσόμεθα, μηκέτι αὔξησιν καὶ μείωσιν κατὰ τὴν γνῶσιν λαμβάνοντες. Κατηρτισμένοι δὲ ἀεὶ ἐν κυρίῳ διάγοντες.
Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ.
Ἁγίασμα τοῦ Χριστοῦ αἱ λογικαὶ ψυχαί.
Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου.
Ἀδικεῖ τὴν κληρονομίαν ὁ ἁρπάζων τοὺς κληρονόμους καὶ ἁρπάζει τὴν γνῶσιν ὁ ποιῶν ἀκαθάρτους τοὺς πεφυκότας γινώσκειν αὐτήν. Ταῦτα δὲ πάντα ὁ Κύριος εἰς ἑαυτὸν ἀναδέχεται, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος. αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἦρεν, καὶ τὰς νόσους ἐβάστασεν.
Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας
Εἰς γῆν ἀπ' οὐρανοῦ καταράσσεται νοῦς ἀντὶ ἐπουρανίου χοϊκὸς γεγονώς.
Ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ
Ἐκ τῆς ἐγκαταλείψεως μειοῦνται αἱ ἀρεταὶ καὶ αἱ γνώσεις ἡμῶν· αὐταὶ γάρ εἰσιν αἱ ἡμέραι τῆς φύσεως τῆς λογικῆς.
Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, [[ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου]]
Ἡ αὔξησις τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἐκ τῆς κατὰ μικρὸν μειώσεως πασῶν τῶν κακιῶν καὶ τῆς ἀγνοίας ἐπισυμβαίνει. Κακία δὲ καὶ ἀγνωσία θάνατος ψυχῆς λογικῆς, ζωὴ δὲ ἀρετὴ καὶ γνῶσις.
μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν
Κόλπον νῦν τὴν ψυχὴν ὀνομάζει, διά τε καὶ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ ἀγαθὰ ὀνομάζεσθαι· ἀγαθὰ δὲ τὰ ἐν κόλποις πέφυκε βάλλεσθαι. «Πιστεύω γὰρ, φησὶ, τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. »
οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου
τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ τάχα ὁ κυριακὸς ἄνθρωπος ἐστιν.
μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν
τότε ἀποστρέφεσθαι ἄνθρωπόν εἰς ταπείνωσιν, ὅταν διὰ τῆς ἁμαρτίας ἐγκατελίπῃ αὐτόν.
ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σουὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθεν καὶ φυλακὴ ἐν νυκτί
οὐ περὶ τὴν γνῶσιν οὔτε περὶ τὸ γινώσκον θεωρεῖται ὁ χρόνος· καιρὸς γὰρ καὶ ἡμέραι καὶ χρόνος τῆς σωματικῆς ἐστι φύσεως· σωμάτων δὲ δημιουργός ἐστιν ὁ κύριος ἡμῶνἸησοῦς Χριστός.
Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται, κ. τ. ἑ.
Ἐξουδενωθήσεται ἡ ζωὴ αὐτῶν.
Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων, κ. τ. ἑ.
« Σκιὰ γὰρ ἡμῶν, » φησὶνἸὼβ, «ἐστὶν ὁ βίος ἐπὶ τῆς γῆς. »
Καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος, κ. τ. ἑ.
Τὸ πλεῖον τῶν παρελθόντων ἐτῶν ἐν κόποις καὶ πόνοις γινόμεθα.
ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισόν
μὴ ἐπὶ κολάσει, ἀλλ' ἐπὶ φιλανθρωπίᾳ γνωρισάσθω σου ἡ δεξιά.
Χρήσιμον τοῦτο πρὸς τοὺς ἀπὸ τῆς κακίας μετανοήσαντας καὶ καταξιωθέντας γνώσεως.
τοῦτο λεκτέον ἐπὶ τῶν μετανοησάντων καὶ γνώσεως καταξιωθέντων.
Καὶ ἔσται ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, κ. τ. ἑ.
Λαμπρότης ἐστὶ γνῶσις Θεοῦ· καὶ γὰρ οἱ μετέχοντες αὐτῆς καλοῦνται λαμπρότητες· «̓Εν ταῖς λαμπρότησι, φησὶ, τῶν ἁγίων ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. »
Καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον, κ. τ. ἑ.
Ἔργα μὲν χειρῶν ἐστιν ἡ καθ' ἕκαστα πρᾶξις· ἔργον δὲ χειρῶν ἡ ἐκ τούτων ἐπισυμβαίνουσα γνῶσις.
Εν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, κ. τ. ἑ.
Τὸ μετάφρενον σύμβολόν ἐστι καρδίας.
Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ, οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, κ. τ. ἑ.
Ὅπλον Χριστοῦ γνῶσις ἀληθὴς, καὶ ὁ κυκλούμενος ὑπ' αὐτῆς οὐ πτοηθήσεται.
Ἀπὸ βέλους πετομένου ἡμέρας, κ. τ. ἑ.
Ἀκάθαρτόν τινα δύναμιν νῦν βέλος ὠνόμασε.
Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ, κ. τ. ἑ.
Τὸν μεσημβρινὸν δαίμονά φασιν εἶναι τὸν τῆς ἀκηδίας.
Καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, κ. τ. ἑ.
Εἰ βούλοιτό τις μὴ περιπεσεῖν μάστιγι, γενέσθω οἶκος Θεοῦ.
Τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου, κ. τ. ἑ.
Ὁ ἐν μηδενὶ πταίων, οὗτος διαφυλάσσεται ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
Μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου, κ. τ. ἑ.
Ὁ ποῦς μὲν τὴν ψυχὴν σημαίνει, ὁ δὲ λίθος τὴν ἁμαρτίαν.
Καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, κ. τ. ἑ.
Σωτήριον τοῦ Θεοῦ ἐστιν ὁ Χριστός.
Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου.
, Ἀπαγγέλλειν κατ' ὄρθρον τὸ ἔλεός σου, καὶ τὴν βεβαιότητά σου κατὰ νύκτα.
Ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κιθάρᾳ
ψαλτήριόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως· κιθάρα δέ ἐστι ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη.
Ἀνὴρ ἄφρων οὐ γνώσεται, κ. τ. ἑ.
Ἔκγονος ἀφροσύνης κακία, κακίας δὲ ἀγνωσία.
Ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡσεὶ χόρτον.
Τὸ πῦρ, ὃ ἦλθεν βάλλειν ὁ Κύριος ἡμῶν εἰς τὴν γῆν, κατακαίει ξύλα, χόρτον, κάλαμον.
Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, κ. τ. ἑ.
Ἐχθρὸς ἀπολλύμενος γίνεται φίλος· τὴν γὰρ ἔχθραν αὐτοῦ ἠφάνισεν ὁ Θεός.
Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι, κ. τ. ἑ.
Γῆρας δικαίου γνῶσις ἀληθής· καὶ νεότης αὐτοῦ ἀπάθεια ψυχῆς.
καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μουκαὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις εἰσακούσεται τὸ οὖς μου.
Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς ἐμφανιζομένους δαίμονας ἡμῖν καὶ πειρωμένους ἡμᾶς ἐκφοβεῖν.
Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, κ. τ. ἑ.
Οἱ δίκαιοι, φυτευθέντες ἐν τῇ γνώσει τῇ τοῦ Κυρίου, πολλοὺς ἐν τῷ κόσμῳ τούτῳ ἢ ἐν ταῖς ἐκκλησίαις ἐξανθήσουσιν ἀνθρώπους, διὰ τῆς πνευματικῆς διδασκαλίας καρποφοροῦντες αὐτούς.
Καὶ οὐκ ἔστιν ἀδικία παρ' αὐτῷ, κ. τ. ἑ.
Ἀδικία οὐκ ἔστι παρὰ Θεῷ, διὰ τὸ εἶναι αὐτὸν κακίας ἀνεπίδεκτον
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο, καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ.
Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ [ὑπέταξεν]
Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, κ. τ. ἑ.
Φύσεις λογικὰς ἁγίας ποταμοὺς ὀνομάζει, διὰ τὸ ῥεῖν ἐκ τῆς καρδίας αὐτῶν ποταμοὺς ὕδατος ζῶντος.
Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, κ. τ. ἑ.
Θαυμαστὴ γίνεται ψυχὴ ἀρθεῖσα μετάρσιος καὶ χωρισθεῖσα τῶν τοῦ βίου τούτου κυμάτων.
Ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.
Οἶκος Κυρίου, ψυχὴ καθαρὰ· ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.
Ἀπόδος ἀνταπόδοσιν ὑπερηφάνοις, κ. τ. ἑ.
Ὑπερηφανία ἐστὶ καταφρόνησις κλήσεως ἀγαθῆς.
Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν.
Κληρονομίαν εἴρηκεν φύσιν τὴν λογικὴν, ἥτις πέφυκε κληρονομεῖν Θεὸν, ἀντὶ δὲ τοῦ κληρονομοῦντος κληρονομίαν ὠνόμασεν· ἔθος γὰρ τοῦτο τῇ γραφῇ.
Χήραν καὶ ὀρφανὸν ἀπέκτεινον, καὶ προσήλυτον ἐφόνευσεν. γ.-δ.´ Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀποκτείνει ὁ κακῶς τὰς θείας γραφὰς ἐξηγούμενος· ὀρφανός ἐστι νοῦς ἐστηρουμένος τοῦ ἐπουρανίου πατρός·
Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, κ. τ. ἑ.
« Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, » φησὶν ὁἈπόστολος· εἰ δὲ ὃν παιδεύει, μακαρίζει, πᾶς ὁ παιδευόμενος ὑπ' αὐτοῦ ἀπαθὴς γενήσεται· τοῦτον γὰρ ἀγαπᾷ Κύριος· παιδεία γάρ ἐστι μετριοπάθεια παθῶν.
τοῦ πραῦναι αὐτὸν ἀφ' ἡμερῶν πονηρῶν
ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει ἐν αἷς ὁ παιδευόμενος ὑπ' αὐτοῦ, καθαρὸς γενόμενος ἀπὸ παθῶν ἀπολαύσει τῆς γνώσεως, ἀτάραχος διαμένων.
Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος, κ. τ. ἑ. Βόθρον τὴν γέενναν ὠνόμασεν.
Ἕως οὗ δικαιοσύνη ἐπιστρέψει εἰς κρίσιν, κ. τ. ἑ.
Ἕως οὗ ὁ Χριστὸς κρινεῖ τὴν οἰκουμένην· αὐτὸς γὰρ «ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, » καὶ «τὴν κρίσιν δὲ πᾶσαν αὐτῷ δέδωκεν ὁ Πατήρ. »
τὸ ἔλεός σου, κύριε, βοήθει μοι
ἐνταῦθα τὸ ἔλεος τοῦ Χριστοῦ τὴν πρόνοιαν αὐτοῦ σημαίνει, δι' ἣν ἄνθρωπος βοηθεῖται ἤτοι καὶ ἐγκαταλείπεται. ἀλλὰ βοηθεῖται μὲν ἐνεργούσης αὐτῆς ὁ ἄνθρωπος, ἐγκαταλείπεται δὲ ὑποχωρούσης αὐτῆς.
Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου, κ. τ. ἑ. ι.´ Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πόνων.
Μὴ συμπρόσεσταί σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι; Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται. Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου. Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν καὶ τὴν πονηρίαν αὐτῶν.Ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν.
Θρόνον ἀνομίας ὠνόμασε τὸν διάβολον, ἐπειδὴ καὶ θρόνος δικαιοσύνης ἐστὶν ὁ Χριστὸς, ὅστις ἀντίκειται τῷ διαβόλῳ.
, Κόπον πλάσσει ἐπὶ τῶν προσταγμάτων τοῦ Θεοῦ, βουλόμενος ἡμᾶς παραβαίνειν τὰ προστάγματα αὐτοῦ, καὶ ἐνδελεχῶν ἡμῖν ἅμα καὶ παλαίων εἰς τὸ ἐξαπατῆσαι ἡμᾶς ὁ διάβολος.
Καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς, κ. τ. ἑ.
Ἀφανιεῖ αὐτοὺς κακοὺς ὄντας, δηλονότι καλοὺς ποιῶν.
ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς
χεῖρα νῦν τὴν πρόνοιαν λέγει τοῦ Θεοῦ.
Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντες τοὺς θεοὺς, ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν.
Ὁ ὑψηλὸς τὴν διάνοιαν τοῦ Θεοῦ ἐστιν
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, κ. τ. ἑ.
Οὗτος προσπίπτει τῷ Κυρίῳ ὁ τὴν ἔπαρσιν ὑπερηφανίας ἀπολιπών.
Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ ἡμεῖς λαὸς νομῆς καὶ πρόβατα χειρὸς αὐτοῦ.
Ἐγώ εἰμι, φησὶν ὁ Χριστὸς, ποιμὴν καλός.
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, κ. τ. ἑ.
Τὸ σήμερον τὸν βίον τοῦτον σημαίνει· « Ἰησοῦς γὰρ, φησὶ, Χριστὸς χθὲς καὶ σήμερον καὶ εἰς τοὺς αἰῶνας· » καὶ πάλιν· «Αχρις οὗ τὸ σήμερον καλεῖται.»
Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, κ. τ. ἑ.
Ὁδοί εἰσι τοῦ Κυρίου αἱ πρακτικαὶ ἀρεταὶ αἱ ἀπάγουσαι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, κ. τ. ἑ.
Κατάπαυσις Κυρίου, γνῶσις αὐτοῦ· ὁ δὲ εἰσελθὼν εἰς αὐτὴν ἀναπαύσεται ἐπ' αὐτῆς.
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, κ. τ. ἑ.
Ὁ παλαιὸς ἄνθρωπος, ὁ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, οὐ δύναται ᾆσαι ᾆσμα καινόν· τοῦ γὰρ καινοῦ ἀνθρώπου ἐστὶ τὸ ᾆσμα τὸ καινὸν τοῦ γενομένου κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν.
Φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεοὺς, κ. τ. ἑ.
Εἰ φοβερός ἐστιν ὁ Κύριος ἐπὶ πάντας τοὺς θεοὺς, πάντες οἱ θεοὶ φοβοῦνται τὸν Κύριον.
ἀντὶ τοῦ ἀδύνατοι.
θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον.
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, κ. τ. ἑ.
Εἴπατε τοῖς ἀδίκοις, ὅτι δικαιοσύνη ἐβασίλευσε· καὶ τοῖς ἄφροσιν, ὅτι κυριεύει φρόνησις· καὶ τοῖς ψεύσταις, ὅτι δεσπόζει ἡ ἀλήθεια· καὶ τοῖς ἀγνοοῦσιν, ὅτι κεκράτηκεν ἡ γνῶσις.
Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.
Σαλεύεται ψυχὴ ἀπὸ γνώσεως Θεοῦ εἰς πολύθεον πλάνην ἐκπίπτουσα.
Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, κ. τ. ἑ.
Τουτέστιν, οἱ κατοικοῦντες ἐν τοῖς οὐρανοῖς.
Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ, κ. τ. ἑ.
Ποῖα ἀγαλλιάσονται ξύλα; λεγέτωσαν οἱ τὴν ἀλληγορίαν παραιτούμενοι.
Πρὸ προσώπου Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.
Οὐ τὴν γῆν κρινεῖ, ἀλλὰ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, ὁμωνύμως προσαγορευομένους τὴν γῆν.
Εὐφρανθήτωσαν νῆσοι πολλαὶ, κ. τ. ἑ.
Νῆσός ἐστι νοῦς ἀκλινὴς, ὑπὸ τῶν τοῦ βίου τούτου κυμάτων περικτυπούμενος.
Καὶ πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, κ. τ. ἑ.
Τὸ πῦρ τοῦτο καίει ξύλα, χόρτον, καλάμην, τουτέστι τὰς ἕξεις τὰς μοχθηράς.
Ἔφαναν αἱ ἀστραπαὶ τῇ οἰκουμένῃ.
Ἀστραπή ἐστι διδασκαλία πνευματικὴ ἀπὸ τῶν νοητῶν νεφελῶν γενομένη, αἷς πολλάκις ἐντέλλεται Κύριος ἐργαζομένοις μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετὸν, ἵνα γίνηται λιμὸς, οὐκ ἄρτου, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου.
Τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου τοῦ Κυρίου.
Ὅπερ πήγνυσιν ὁ Βοῤῥᾶς, τοῦτο τήκει ὁ νότος. Διὸ καλῶς λέγει ἡ νύμφη ἐν τοῖς ᾄσμασιν τῶν ᾀσμάτων·Ἐξεγείρου, Βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μοι, καὶ ῥευσάτω ἀρώματα.
Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχόμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν.
Τὸ γλυπτὸν, ἤτοι διὰ τὴν φύσιν προσκυνητὸν, ἢ διὰ τὸ σχῆμα. Καὶ εἰ μὲν διὰ τὴν φύσιν ἐστὶ προσκυνητὸν, λεγέτωσαν διὰ τί μὴ πάντες οἱ λίθοι προσκυνητοί. Εἰ δὲ διὰ τὴν γλυφὴν τὸ σχῆμα προσκυνητὸν, καὶ οὐχ ἡ φύσις, ἀλλὰ πᾶν σχῆμα σώματος προσδέεται πρὸς τὸ εἶναι.Ὁ δὲ Θεὸς οὐδενὸς χρήζει πρὸς τὸ ὑπάρχειν, οὐκ ἆρα τὸ σχῆμα Θεός· εἰ δὲ μὴ Θεὸς, οὐ προσκυνητόν. Πάλιν τοῦ σχήματος γένος ἢ ποιότης· τοῦ δὲ Θεοῦ οὐκ ἐστὶ γένος ἢ ποιότης· οὐκ ἄρα τὸ σχῆμα Θεός. Καὶ εἰ μὲν τὸ σημαινόμενον ὑπὸ τοῦ γλυπτοῦ λέγοιεν εἶναι προσκυνητὸν, εἰπάτωσαν τί τὸ σημαινόμενον. Πότερον σῶμά ἐστιν ἢ ἀσώματον; καὶ εἰ μὲν σῶμα, οὐ προσκυνητόν· οὐδὲν γὰρ τῶν συνεστώτων ἐκ τῶν τεσσάρων στοιχείων προσκυνητὸν διὰ τὸ εἶναι φθαρτόν. Εἰ δὲ ἀσώματον λέγοιεν, πάλιν ἐρώτησον πότερον ἔχει γνῶσιν ἢ οὐκ ἔχει. Καὶ εἰ μὲν ἔχει γνῶσιν, πεποίηται καὶ διπλοῦν ἐστιν. Εἰ δὲ διπλοῦν, οὐ Θεός.Ἴδιον γὰρ Θεοῦ ἡ ἁπλότης. Εἰ δὲ οὐκ ἔχει γνῶσιν, τυφλόν ἐστι, μηδὲν ἐπιστάμενον. Εἰ δὲ αὐτόγνωσίς ἐστι, λεγέτωσαν πῶς σχῆμα τὸ ἐν τῷ λίθῳ σύμβολόν ἐστι γνώσεως.
οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά
τουτέστιν, οἱ ἀγαπῶντες τὴν γνῶσιν, μισεῖτε πονηρά.
Καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ, κ. τ. ἑ.
Ἐξομολογεῖσθε, μνημονεύοντες τῆς ἁγιωσύνης αὐτοῦ.
Ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ, κ. τ. ἑ.
« Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. »
Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Ἐὰν μή τις γένηται ἐν τοῖς πέρασι τῆς γῆς, οὐ δύναται ἰδεῖν τὸ σωτήριον τοῦ Θεοῦ· ὁ γὰρ τοιοῦτος οὐκ ἐστὶν ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι.
Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ, ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης.
Ἅμα δὲ καὶ ἰστέον ὅτι πολλαχοῦ τὸ κέρας νοὺς λέγεται τοῦ ἀνθρώπου, ὡς τό·Ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, τουτέστιν ὁ νοῦς.Ὑψοῦται γὰρ τῷ Θεῷ τῷ ὄντι ἐν τοῖς ὑψίστοις ἀκολουθῶν.
Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ.
Εἰ τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου ποταμοὶ λέγονται κατὰ τό· «Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, » καλῶς οἱ μεθέξοντες τούτων τῶν ποταμῶν καὶ αὐτοὶ ποταμοὶ λέγονται. Σημειωτέον δὲ καὶ τὸ «ἐπὶ τὸ αὐτὸ » εἶναι τοὺς ποταμοὺς, ἵνα τὸ αὐτὸ λέγωσι πάντες, καὶ μὴ ᾖ ἐν αὐτοῖς σχίσματα.
Σὺ ἡτοίμασας εὐθύτητας, κ. τ. ἑ.
Εὐθύτητας ἤτοι τοὺς εὐθεῖς, ἤτοι τὰς ἀρετάς.
Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, κ. τ. ἑ.
Τὸ ὑποπόδιον τῶν ποδῶν εἶπόν τινες εἶναι τὴν σάρκα τὴν τοῦ Χριστοῦ, ἥτις διὰ τὸν Χριστόν ἐστι προσκυνητή· ὁ δὲ Χριστὸς προσκυνητὸς διὰ τὸν ἐν αὐτῷ Λόγον Θεοῦ.
Καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ, κ. τ. ἑ.
Οὗτος ἐπικαλεῖται τὴν δικαιοσύνην ὁ δικαιοπραγῶν, καὶ τὴν ἀλήθειαν ὁ μὴ ψευδόμενος, καὶ τὴν ἀγάπην ὁ μὴ μισῶν.
Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτοὺς, κ. τ. ἑ.
Ὁ στῦλος καὶ ἡ νεφέλη λογικαὶ φύσεις εἰσὶ, δι' ὧν ἐλάλει πρὸς τοὺς ἁγίους ὁ Κύριος.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, κ. τ. ἑ.
Ὑπὸ καθαροῦ νοῦ πέφυκεν ὑψοῦσθαι Θεός.
Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ, κ. τ. ἑ.
Πύλαι σοφίας, ἀρεταί· διὰ γὰρ αὐτῶν εἰσερχόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
ἐλεος καὶ κρίσιν ᾄσομαί σοι, κύριε
τὸν περὶ προνοίας καὶ κρίσεως ᾆσαι θέλει λόγον.
ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με;
ὁ εἰρηκὼς τῷ θεῷ « πότε ἥξεις πρός με, » τίνα καὶ πόσα εὐτρέπισεν πρὸς ὑποδοχὴν αὐτοῦ, καταλέγει. πλὴν τοῦτο ἰστέον, ὅτι χωρὶς Θεοῦ τὸν περὶ προνοίας καὶ κρίσεως λόγον νοῆσαι ἀδύνατόν ἐστιν· διόπερ καὶ οὗτος βουλόμενος ἐφαψᾶσθαι τοῦ λόγου τούτου, Θεὸν καλεῖ πρὸς βοηθείαν, ἑαυτὸν ὡς ἔνι μάλιστα μακαρίσας.
ἀπαθοῦς λόγου.
τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον
χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς καταλαλοῦντας.
ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.
ὑπερηφανία ἐστὶν μίμησις μεγαλοψυχίας ἢ προποίησις.
οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾿ ἐμοῦ. [πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει]
χρηστέον τὸ ῥητὸν πρὸς τοὺς ἱερατικοὺς ὑπηρετουμένους ὑπὸ δούλων πονηροτάτων.
τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
νῦν πόλιν Κυρίου λέγει τὴν ἑαυτοῦ ψυχὴν, ἐν ᾗ πάντας ἀπέκτεινε λογισμοὺς παρανόμους.
Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγισαν· ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου, ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.
Ἀλλαχοῦ δέ φησι· Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν.
Ξηραίνεται νοῦς ὕδατος πνευματικοῦ ἀπορῶν, τοῦ ῥέοντος ἐκ τῆς πηγῆς τῆς ζωῆς.
Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, ἠγρύπνησα, καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δόματι.
Τὸν πελεκᾶνα τοῦτόν φασιν τῷ οἰκείῳ αἵματι ἐγείρειν τὰ τεθνηκότα τῶν τέκνων.
Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονά-ζον ἐπὶ δώματι, κ. τ. ἑ.
Οὐδὲν ἄλλο τὸν νοῦν οὕτως ἀπεργάζεται κοῦφον ὡς ἀγρυπνία.
ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγονκαὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων
χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς παρὰ τὸν καιρὸν τοῦ πότου αὐλοῖς καὶ ᾠδαῖς τερπομένους.
Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην.
Σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς.
Κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην· σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, κ. τ. ἑ.
Ἐγὼ μὲν πρόσκαιρος καὶ θνητὸς, σὺ δὲ ἀΐδιος καὶ ἀθάνατος.
Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν
νῦν τὴν Σιὼν τὴν φύσιν λέγει τὴν λογικὴν τὴν πεφυκυῖαν σκοπεύειν τὰ ἐπουράνια. 15. Οτι ηὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι.
Χοῦν οἰκτειρήσουσι, τουτέστι τοὺς χοϊκούς.
Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου, ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. ι.´ εἴ τις οἰκοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον, ἀργύριον, λίθους τιμίους.
Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον, ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ. Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε.
εἴ τις ἐν Χριστῷ καινὴ κτίσις.
οἱ ἁμαρτωλοὶ ἄνθρωποί εἰσιν υἱοὶ τῶν τεθανατωμένων.
Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, κ. τ. ἑ.
Τῶν γινομένων ἡμερῶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης.
Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, κ. τ. ἑ.
Ἀπολοῦνται οἱ οὐρανοὶ οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα· « Παράγει γὰρ, φησὶν ὁἈπόστολος, τὸ σχῆμα τοῦ κόσμου τούτου. »
Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ, κ. τ. ἑ.
Τὰ ἐντὸς τοῦ ἔσω ἀνθρώπου ἐστὶν ἡ νοητικὴ δύναμις, καὶ διανοητικὴ, καὶ ἐπιβλεπτικὴ, καὶ ἑρμηνευτικὴ, καὶ ἡ φανταστικὴ, καὶ ἡ μνημονευτική.
ἰᾶται τὰς νόσους ὡς ἰατρὸς των ψυχῶν.
λυτροῦται ὡς βασιλεύς.
στεφανοῖ ὡς ἀγωνοθέτης.
ἐμπίμπλησιν ἡμᾶς ἀγαθῶν ὡς πλούσιος.
ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
τὸ γῆρας ἀποδύεται ὁ ἀετὸς ὡς καὶ ὁ ἄνθρωπος τὸν παλαιὸν ἄνθρωπον ἀποδύεται τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.
Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.
Ἐντεῦθεν γινώσκομεν ὅτι ἄλλο ὀργὴ, καὶ ἄλλο μῆνις.
Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν, κ. τ. ἑ.
Ὥσπερ ὕψωσε τοὺς ἐν οὐρανοῖς, οὕτως ἐλέησε τοὺς ἐπὶ γῆς φοβουμένους αὐτόν.
Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει, κ. τ. ἑ.
Ἐνταῦθα ὁ ἄνθρωπος τὴν καθόλου φύσιν δηλοῖ· πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητὸς,
Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, κ. τ. ἑ.
Μετὰ θάνατον ἡ ψυχὴ οὐχ ὑπάρχει ἐν τῷ βίῳ τούτῳ.
Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος εἰς τοὺς φοβουμένους αὐτὸν, κ. τ. ἑ.
Ἡ μὲν αἰσθητὴ ζωὴ οὐκ ἀΐδιος, τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀΐδιον.
Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, κ. τ. ἑ.
Υἱοὶ υἱῶν εἰσιν οἱ τοῦ αὐτοῦ πνεύματος τῆς υἱοθεσίας ἠξιωμένοι.
Καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, κ. τ. ἑ.
Οὗτος μέμνηται τῶν ἐντολῶν, ὁ ζῶν κατ' αὐτάς.
Καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει, κ. τ. ἑ.
Ἡ μὲν δημιουργικὴ αὐτοῦ βασιλεία πάντων δεσπόζει· ἡ δὲ κατὰ γνῶσιν βασιλεία οὐ πάντων τῶν ἐπὶ γῆς, πάντων δὲ τῶν ἐν οὐρανοῖς δεσπόζει.
εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτου, δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ
οὗτος δυνατὸς ὁ ποιῶν τὸν λόγον τοῦ θεοῦ· ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτι καὶ οἱ ἄγγελοι λόγον ἀκούουσιν τινων διδασκόντων αὐτούς. καὶ γὰρ αὐτοὶ διαλέκτους ἁρμοζούσας αὐτοῖς ἔχουσι δἰ᾿ὧν τὰ προστάγματα ἀλλήλοις σημαίνουσιν· ἐὰν ταῖς γλώσσαις, φησὶν ὁ Παῦλος, τῶν ἀγγ έλων λαλῶ.
Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, κ. τ. ἑ.
Ἱμάτιον Κυρίου γνῶσις ἀληθής· ὁ δὲ ἐνδυόμενος αὐτὸ φωτισθήσεται ὑπ' αὐτοῦ.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, κ. τ. ἑ.
Διὰ τί οὐκ εἶπεν, «ἐκτείνας, » ἀλλ' «ἐκτείνων; » ἢ ἅπαξ μὲν αὐτὸν κατ' οὐσίαν ἐξέτεινεν, ἀεὶ δὲ αὐτὸν ἐκτείνει κατὰ τὴν πρόνοιαν; Τοιοῦτόν ἐστι καὶ τὸ Ἰὼβ εἰρημένον· ὁ «Ποιῶν Πλειάδα, καὶἝσπερον, καὶἈρκτοῦρον καὶ ταμεῖα Νότου. »
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, κ. τ. ἑ.
Τῷ μὲνἈβραὰμ οἱ ἄγγελοι ὡς πνεύματα ἐφάνησαν, τοῖς δὲ Σοδομίταις ὥσπερ πῦρ φλέγον.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἑ.
Ὁ μὲνἸὼβ εἶπε· «Κρεμάσας τὴν γῆν ἐπὶ μηδενός· » ὁ δὲ Δαυῒδ, «ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.» Ἑκάτεροι δὲ ἀναιροῦσι τὸ εἶναι σῶμά τι ἕτερον βαστάζον αὐτὴν ὑποκάτω· ἡ γὰρ ἀσφάλεια οὐκ ἔστιν οὐσία, ἀλλὰ τέχνη Θεοῦ, ἀκίνητον τὴν γῆν ἐν τῇ σφαίρᾳ διαφυλάττουσα.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, κ. τ. ἑ.
Τὸ ἀκατάληπτον τῆς γνώσεως τοῦ Θεοῦ διὰ τῆς ἀβύσσου παρίστησι.
Επὶ τῶν ὀρέων στήσονται ὕδατα, ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσωσιν.Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτῷ.
ἐπὶ τῶν ἐν ἀγνοίᾳ ὄντων στήσεται ἡ γνῶσις.
Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτοῖς, κ. τ. ἑ.
Λογικάς τινας διὰ τῶν λόγων τούτων αἰνίττεται φύσεις.
Ὅριον ἔθου ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν.
Περὶ τῶν καταχθονίων δαιμόνων ταῦτα λέγεσθαί φασι.
Ο ἀποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ὁ διδοὺς γνῶσιν τοῖς κενωθεῖσιν ὑπὸ τῆς ἀγνοίας, δίκην φαράγγων κοιλανθεῖσιν ὑπὸ τῆς κακίας.
Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει.
Κατασκηνοῖ ἐπ' αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἐπειδὴ ἔσχον πίστιν, ὡς κόκκον σινάπεως.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, κ. τ. ἑ.
Ὑπερῷα Θεοῦ φύσεις καθαραὶ ποτίζουσαι τοὺς ὑψηλοτέρους τῇ καρδίᾳ.
Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Καρπὸς τῶν ἔργων ἐστιν ἡ θεωρία τῶν γεγονότων.
Ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς.
Χόρτος· ὁ γὰρ ἀσθενὴς λάχανα ἐσθίει.
Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, κ. τ. ἑ.
Ὥσπερ ἐστί τινα ξύλα τοῦ παραδείσου, οὕτω καὶ ξύλα πεδίου.
εἴ τις ἀπὸ ἀγρυπνίας καὶ ἀσκήσεως γέγονεν ὡς στρουθίον, οὑτος δύναται καὶ νεοσσῶν γενέσθαι πατήρ.
Πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις, κ. τ. ἑ.
Ὁ χοιρογρυλλίου ἔχων κατάστασιν προσφυγέτω τῇ πνευματικῇ πέτρᾳ τῇ ἀκολουθούσῃ ἐν τῇ ἐρήμῳ, καὶ ποτιζούσῃ τὸνἸσραήλ.
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, κ. τ. ἑ.
Ὁ ἥλιος τῆς δικαιοσύνης ἔγνω νῦν τοὺς ἐν οἷς ἔδυ ποτέ.
καὶ οἱ δαίμονες ἐν τοῖς εὐαγγελίοις τοὺς χοίρους ἐζητήσαντο.
Ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν, κ. τ. ἑ.
Ἐν οἷς ἀνατέλλει ὁ ἥλιος τῆς δικαιοσύνης, ἐν τούτοις καὶ αἱ κακίαι κατὰ δύναμιν ὑπάρχουσιν.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας, κ. τ. ἑ.
Ἔργον νῦν λέγει αὐτὴν τὴν ὕλην περὶ ἣν ἡ ἐργασία· ἐργασίαν δὲ αὐτὴν τὴν τέχνην τὴν περὶ τὴν ὕλην γινομένην.
Αὐτὴ ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχορος.
Τὸν βίον τοῦτον σημαίνει.
Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, κ. τ. ἑ.
Τῶν ἑρπετῶν ἀνθρώπων διὰ τὴν κακίαν οὐκ ἔστιν ἀριθμός· «̔Ο γὰρ ἀριθμῶν, φησὶ, πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. »
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι, κ. τ. ἑ.
Οἱ ἐκπίπτοντες τοῦ παρὰ τοῦ Θεοῦ δοθέντος αὐτοῖς πνεύματος γίνονται χοϊκοί.
Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, κ. τ. ἑ.
Ἣν Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαυῒδ ἀνακαινισμὸν προσηγόρευσεν.
Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται, κ. τ. ἑ.
Τὰ καπνιζόμενα ὄρη ἀποβάλλει τὴν κακίαν, ἁπτομένου αὐτῶν τοῦ πνευματικοῦ πυρὸς τοῦ βληθέντος ἐπὶ τὴν γῆν.
Ἐκλείποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, κ. τ. ἑ.
Οὐχὶ μὴ ὑπάρχειν αὐτοὺς, ἀλλὰ μὴ ὑπάρχειν αὐτοὺς ἁμαρτωλούς.
Διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ, κ. τ. ἑ. ῾α´. Ο κτησάμενος πᾶσαν τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, οὗτος δύναται διηγεῖσθαι πάντα τὰ θαυμάσια αὐτοῦ.
Ζητήσατε τὸν Κύριον, κ. τ. ἑ.
Ὁ τὰς ἐντολὰς ποιῶν τοῦ Θεοῦ, οὗτος ζητεῖ αὐτόν.
Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντὸς, κ. τ. ἑ.
Τοῦτο λέγει τὸ πρόσωπον ζητεῖν ἡμᾶς, ὅπερ οἱ ἄγγελοι βλέπουσι διαπαντός.
ΣπέρμαἈβραὰμ δοῦλοι αὐτοῦ, κ. τ. ἑ.
Οἱ τοῦ σπέρματος ὄντες τοῦἈβραὰμ, δυνάμει εἰσὶν ἐκλεκτοί.
πολλοὶ μὲν κλητοί· ὀλίγοι δὲ ἐκλεκτοί.
Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, κ. τ. ἑ.
Τὰς χιλίας γενεὰς οἱ μὲν τὰς πολλὰς αὐτὸν λέγειν γενεὰς ἐνόμισαν, οἱ δὲ τὰς ὑπὸ τούτου τοῦ ἀριθμοῦ περιγραφομένας.
Λέγων· Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν, κ. τ. ἑ.
Πρὸ τῆς ἐπιδημίας Χριστοῦ οἱ Χαναναῖοι κατεῖχον ἡμῶν τὰς ψυχὰς, μὴ ἐῶντες ἡμᾶς καρποὺς ἐκφέρειν πνευματικούς.
Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ.
Πάροικοί εἰσιν οἱ μηδὲν ἴδιον τῶν τοῦ κόσμου τούτου νομίζοντες.
οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς
ἐντεῦθεν γινώσκομεν, ὅτι οἱ ἀδικούμενοι ὑπὸ ἀνθρώπων κατ' ἐγκατάλειψιν ἀδικοῦνται Θεοῦ.
μὴ ἅπτεσθε τῶν χριστῶν μου
οὗτοι οἱ χρηστοὶ Χριστοῦ μετέχοντες λέγονται χρηστοί· ὁ δὲ Χριστὸς τοῦ πατρὸς μετέχων λέγεται Χριστός. Χριστὸν δέ φημι τὸν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσαντα κύριον.
μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον τοῦ Κυρίου ἐπύρωσεν αὐτόν
πολλοὺς πειρασμοὺς ἐπάγει τοῖς ἁγίοις ὁ διάβολος μέχρι τοῦ ἐλθεῖν τὸν λόγον τοῦ Θεοῦ τὸν πυροῦντα καὶ καθαρίζοντα τὰς καρδίας αὐτῶν. )
ἐντεῦθεν γινώσκομεν ὅτι πνευματικὸς ὄντως ὁ νόμος ἐστί· καὶ τὰ πραττόμενα τότε συμβολικῶς Ἰωσὴφ ἐγίνετο. καὶ γὰρ ὁ σῖτος ὡς ἔοικεν γνῶσιν σημαίνει καὶ ὁ λιμὸς ἀγνωσίαν καὶ ἡ Αἴγυπτος τὸν κόσμον τοῦτον δηλοῖ· ὁ γὰρ Φαραὼ τὸν διάβολον ὑπὸ πολλῶν ἡρμηνεύθη σημαίνειν.
Καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ, κ. τ. ἑ.
Χωρὶς ἀρετῆς καὶ γνώσεως Θεοῦ οὐκ ἄν τις γένοιτο τῶν ἐχθρῶν ἰσχυρότερος.
Ἐξαπέστειλε Μωσῆν τὸν δοῦλον αὐτοῦ,Ἀαρὼν, ὃν ἐξελέξατο αὐτόν.Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων ἐν γῇ Χάμ.
Ἤδεσαν Μωσῆς καὶἈαρὼν μόνοι τοὺς λόγους ὧν ἐποίησεν ἐν Αἰγύπτῳ, σημείων τε καὶ τεράτων,
Καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ.
Οἱ ἀκούοντες τῶν λόγων τοῦ Θεοῦ, καὶ μὴ ποιοῦντες αὐτοὺς παραπικραίνουσιν τοὺς λόγους αὐτοῦ.
Εἶπε καὶ ἦλθε κυνόμυια, κ. τ. ἑ.
Τὴν κυνόμυιαν οἱἙβραῖοι ἑρμηνεύουσι πλῆθος πάμμιγον ἀγρίων καὶ σαρκοβόρων θηρίων· οἱ δὲἝλληνες λέγουσι κυνόμυιαν τὴν τοῦ κυνὸς τοῦ ὑλακτοῦντος μυῖαν.
Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν, κ. τ. ἑ.
Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἦσαν αἱ ἄμπελοι αὐτῶν, καὶ αἱ κληματίδες αὐτῶν ἐκ Γομόῤῥας.
Εἶπε, καὶ ἦλθεν ἀκρὶς, κ. τ. ἑ.
Ἡ ἀκρὶς αὕτη κατεσθίει τὸ σπέρμα τὸ πονηρόν.
Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ.
ἀντὶ τοῦ μετ' ἀργυρίου καὶ χρυσίου, ἅπερ σύμβολά ἐστιν τῆς ἔξωθεν σοφίας.
Διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα.
Ἡ νεφέλη φύσιν ἁγίαν δηλοῖ, καὶ ὁ στύλος τοῦ πυρὸς ὁμοίως δύναμιν σημαίνει νοηράν.
Καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς.
Ἐγώ εἰμι ὁ ἄρτος, ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς, ἐν τοῖς εὐαγγελίοις φησίν.
Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ.
Εἰ ὁ λαὸς ἐξῆλθεν ἐν ἀγαλλιάσει, οἱ δὲ ἐκλεκτοὶ αὐτοῦ ἐν εὐφροσύνῃ τῆς ἀγαλλιάσεως, ἐπεὶ καὶ μείζονες οἱ ἐκλεκτοὶ τοῦ λαοῦ.
Καὶ πόνους λαῶν ἐκληρονόμησαν.
Νῦν τὸ ἀποτέλεσμα πόνου, πόνον ὠνόμασεν.
Καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.
Εἰ ὁ νόμος πνευματικός ἐστι, χρῄζει πρὸς τὸ γνῶναι καὶ ζητῆσαι αὐτόν.
Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;
Τὸ Τίς ἐνταῦθα, οὐ τὸ ἀδύνατον, ἀλλὰ τὸ σπάνιον δηλοῖ· ἔστι δ' ὅτε καὶ τὸ ἀδύνατον δηλοῖ σημαίνειν, ὡς τό· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;
Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.
Ἐφ' ἑκάστης ἀρετῆς τό· ἐν παντὶ καιρῷ, λεκτέον, ποιοῦντες τὴν σωφροσύνην, ποιοῦντες ἀνδρείαν, ποιοῦντες ἀγάπην, μακροθυμίαν ἐν παντὶ καιρῷ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
Τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.
Οὗτος ἐπαινετὸς ὁ κληρονομήσας τὴν φύσιν τὴν τοῦ Θεοῦ· ἐν τῷ Κυρίῳ ἐπαινηθήσεται ἡ ψυχή μου, τουτέστιν ἐν δικαιοσύνῃ, καὶ ἐν σοφίᾳ, καὶ ἐν γνώσει, καὶ ἐν ἀγάπῃ· ταῦτα ἡμῶν κατ' ἔπαινον ὀνομάζεται.
Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ, κ. τ. ἑ.
Διὰ τοῦτο σώζει ἡμᾶς ὁ Κύριος, ἵνα γνῶσιν ἡμῖν τῆς δυναστείας αὐτοῦ χαρίσηται.
Καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσσῃ.
Καὶ ἐν τοῖς εὐαγγελίοις ὁ Χριστὸς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
Εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη, κ. τ. ἑ.
Μακάριος οὗτος, ᾧ μηδεὶς τῶν ἐχθρῶν ὑπολείπεται.
Οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ, καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, κ. τ. ἑ.
Οὐκ ἀνέμειναν τὴν χάριν αὐτοῦ, ἀλλ' ἐπελάθοντο τῶν ἔργων αὐτοῦ καὶ ἐπεθύμησαν ἐπιθυμίαν κακήν.
Καὶ παρώργησαν Μωϋσῆν, ἐν τῇ παρεμβολῇ, καὶἈαρὼν τὸν ἅγιον Κυρίου.
Οἱ τὰς ἐντολὰς τοῦ Θεοῦ παραβαίνοντες, Μωϋσῆν παροργίζουσιν· οἱ δὲ τὴν πίστιν ἀθετοῦντες, τὸνἈαρὼν παροξύνουσιν.Ὁ μὲν γὰρ πρᾶξιν, ὁ δὲ θεωρίαν σημαίνει.
Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον, κ. τ. ἑ.
Οἱ δοξάζοντες κτίσμα παρὰ τὸν κτίσαντα, οὗτοι ἀλλάσσουσι τὴν δόξαν αὐτῶν. « Καὶ ἤλλαξαν, φησὶν ὁ Παῦλος, τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν. »
Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, κ. τ. ἑ.
Ἡ ἐξολόθρευσις νῦν τὴν μετάθεσιν τὴν ἐκ τοῦ βίου τούτου σημαίνει.
Εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, τοῦ μὴ ἐξολοθρεῦσαι αὐτοὺς, κ. τ. ἑ.
Σημειωτέον, ὅτι καὶ εἷς ἅγιος, ὡς ὁ Μωϋσῆς, δυνατός ἐστιν ἀποστρέψαι ὀργὴν φερομένην ἐπ' ἔθνος ὅλον.
Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, κ. τ. ἑ.
Ἡ γῆ ἐπιθυμητὴ ἡ βασιλεία ἐστὶ τῶν οὐρανῶν.
Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, κ. τ. ἑ.
Χεῖρα λέγει τὰς κολαστικὰς αὐτοῦ δυνάμεις.
Καὶ ἔφαγον θυσίας νεκρῶν, κ. τ. ἑ.
Τελετὰς ἤγαγον τῷ Βεελφεγὼρ, μνησθέντες ἐν τοῖς μυστηρίοις αὐτοῦ.
ἀντὶ τοῦ οἱ πίπτοντες.
Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, κ. τ. ἑ.
Ἀνωτέρω μὲν λέγει, ὅτι ἔστη Μωϋσῆς καὶ ἀπέστρεψε τὴν θραῦσιν, ἀλλ' ἐκόπασεν ἡ θραῦσις.
Καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτούς.
Ἀντὶ τοῦ προσέκρουσε Θεῷ.
Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη ἃ εἶπε Κύριος αὐτοῖς.
Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἐξωλόθρευσεν τὰ ἔθνη ἃ εἶπε Κύριος.
Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, κ. τ. ἑ.
Μίγνυταί τις τοῖς ἔθνεσι δουλεύων γλυπτοῖς.
Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, κ. τ. ἑ.
Πορνεύει ψυχὴ σπέρματα λαμβάνουσα τῆς ἀντικειμένης δυνάμεως, καὶ τίκτουσα τέκνα πονηρά.
Καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, κ. τ. ἑ.
« Κληρονομία Κυρίου ψυχαὶ λογικαί. »
Καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτοὺς, κ. τ. ἑ.
Δαίμονές εἰσιν οἱ μισοῦντες ἡμᾶς καὶ θλίβοντες τὰς ψυχὰς ἡμῶν.
Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτοὺς, κ. τ. ἑ.
Ἐντεῦθεν μανθάνομεν, ὅτι καὶ τοῦ ἐλεεῖσθαι ἡμᾶς ὁ Κύριος ἀξίους ποιεῖ.
Καὶ ἐπισυνάγαγεν ἡμᾶς ἐκ τῶν ἐθνῶν· τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ. τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.
Τούτους συνάγει ἀπὸ τῶν ἐθνῶν ὁ Θεὸς οὓς ἀφίστησιν ἀπὸ κακίας καὶ ἀγνωσίας.
Ὁ Κύριος ἡμῶν ἡ αἴνεσίς ἐστιν, εἴ γε ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω.
Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης.
Ὁ μὲν ἀπὸ ἀνατολῶν ἐξελθὼν, οὗτος πέπαυται τοῦ ἐπιθυμεῖν καὶ ὀργίζεσθαι, ἀπαθὴς γεγονώς.Ὁ δὲ ἀπὸ δυσμῶν συναχθεὶς, ἀπέχεται μοιχείας καὶ φόνου καὶ τῶν κατ' ἐνέργειαν τέως ἁμαρτιῶν. Εἰ δέ τις τοῦ βοῤῥᾶ καὶ τῆς θαλάσσης ἀπήλλακται, οὗτος ἐν ἀληθέσι δόγμασιν ὢν, οὐκέτι περιφέρεται παντὶ ἀνέμῳ διδασκαλίας, οὐδὲ περὶ τὴν πίστιν ναυαγεῖ, κυβέρνησιν θείαν κτησάμενος διὰ τῆς χάριτος τοῦ Χριστοῦ.
Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.
Πόλις κατοικητηρίου ἐστὶν ἡ γνῶσις τοῦ Θεοῦ.
Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, κ. τ. ἑ.
Ψυχὴ κενή ἐστι ἡ ἀρετῶν καὶ γνώσεως ἐστερημένη.
Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ.
Κάθηνται μὲν ἐν σκότει καὶ σκιᾷ θανάτου οἱ ἀγνοίᾳ συζῶντες· πεπέδηνται δὲ σιδήρῳ οἱ ἐν κακίᾳ διάγοντες.
ὥσπερ ὀφθαλμὸς κυρίου καὶ χεῖρες ὀνομάζονται δυνάμεις τινὲς νοεραί, οὕτω καὶ βουλὴ κυρίου λέγεται φύσις ἁγία ἡ παροξυνομένη ἐπὶ τοῖς ἁμαρτήμασιν.
Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, κ. τ. ἑ.
Καθὸ φῶς ἐστιν ὁ Κύριος, ἐξάγει ἡμᾶς ἐκ τοῦ σκότους, καθὸ δὲ ζωὴ, ἐκ θανάτου· καὶ πάλιν ὡς δυνατὸς διαῤῥήσσει δεσμούς.
Ὅτι συνέτριψεν πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν.
Δεσμοὺς, πύλας χαλκᾶς, ἤτοι τὰς κακίας λέγει, ἢ τοὺς ἐνεργοῦντας αὐτὰς δαίμονας. Διὰ δὴ τοῦ μοχλοῦ τὸ δυσκαμπὲς πρὸς τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ δεδηλῶσθαι νομίζου.
Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, κ. τ. ἑ.
Ὥσπερ οἱ νοσοῦντες πᾶν βρῶμα βδελύσσονται, οὕτως οἱ ἀκάθαρτοι πᾶσαν γνῶσιν ἀπωθοῦνται.
ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς
ἰάσατο αὐτοὺς ὁ λόγος κατὰ τὴν ἐπίνοιαν τοῦ ἰατροῦ.
ἐξομωλογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτου
ὁ τοὺς περὶ προνοίας ἐπιστάμενος λόγους, οὗτος δοξάζει τὰ ἐλέη κυρίου.
Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.]
Αναιρέσει νομικῆς λατρείας
Αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ, κ. τ. ἑ.
Ὅσοι περισπασμοῖς πολλοῖς καὶ ποικίλοις διὰ τὴν τῆς ἀρετῆς ἐργασίαν περιπίπτουσιν, οὗτοι ὁρῶσι τὰ ἔργα Κυρίου, τουτέστι τοὺς λόγους τῶν γεγονότων καὶ γινομένων.
Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκαίων αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς.
Εἰ τὰ κύματά εἰσιν οἱ πειρασμοὶ, τῶν δὲ πειρασμῶν οἱ μὲν ἀναγκάζουσιν ἡμᾶς βλασφημεῖν εἰς τὸν Θεὸν, οἱ δὲ καὶ εἰς ζῶντας καὶ εἰς νεκροὺς ἐξαμαρτάνειν, καλῶς οὖν λέγεται τὰ κύματα ἀναβαίνειν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνειν ἕως τῶν ἀβύσσων· τινὲς δὲ ταῦτά φάσιν ὑπερβολικῶς λαλεῖν τὸν Δαυίδ.
Καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη, κ. τ. ἑ.
Σοφίαν Θεοῦ καταπίνει κακία· δικαιοσύνη δὲ Κυρίου διαφθείρει κακίαν.
Καὶ ἐσίγησε τὰ κύματα αὐτῆς, κ. τ. ἑ.
Σιγὴν τῶν κυμάτων τὴν φθορὰν ὠνόμασε τῶν πειρασμῶν.
Καὶ ὁδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν.
Λιμὴν μὲν ψυχῆς ἡ ἀπάθεια· λιμὴν δὲ νοῦ, γνῶσις σωμάτων καὶ ἀσωμάτων.
Ἔθετο ποταμοὺς εἰς ἔρημον.
Οὗτοι οἱ ποταμοί εἰσιν περὶ ὧν εἶπεν ὁ Σωτὴρ ἐν τοῖς εὐαγγελίοις· Οἱ καταστρέφονται οἶκον τοῦ μωροῦ τοῦ οἰκοδομήσαντος ἐπὶ τῆς ψάμμου.
Γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.
Ὅσον ἐκ τοῦ ῥητοῦ, γινώσκομεν ὅτι οὐ καρποφορεῖ πολλάκις ἡ γῆ διὰ τὴν κακίαν τῶν κατοικούντων ἐν αὐτῇ.
Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος, καὶ εὐλόγησεν αὐτούς.
Οὐ πάντες οἱ γεωργοῦντες καρποὺς αἰσθητοὺς, εὐλογοῦνται, ἀλλ' οἱ ποιοῦντες καρποὺς πνευματικούς· ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χάρα, εἰρήνη, μακροθυμία, πίστις, πραΰτης, ἐγκρατεία.
Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ, κ. τ. ἑ.
Ἐγκατέλιπεν αὐτοὺς πλανωμένους, καὶ οὐκ ἀντελάβετο αὐτῶν διὰ τὴν κακίαν αὐτῶν.
Ὄψονται εὐθεῖς, καὶ εὐφρανθήσονται· καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.
-κβ´.Ὄψονται εὐθεῖς· τί ὄψονται; τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν. Τότε ἡμεῖς γενόμεθα πρόβατα, ὅταν ὁ Κύριος γένηται ποιμήν. Τὸν ἄνομον ἀνομίαν ὀνομάζει.
Ἑτοίμη ἡ καρδία μου, κ. τ. ἑ.
Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἡτοίμασε τὴν καρδίαν τῷ Θεῷ.
Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα
τοῦ νοῦ μὲν σύμβολόν ἐστι τὸ ψαλτήριον, τῆς δὲ ψυχῆς ἡ κιθάρα. καὶ νοῦς μὲν ἐγείρεται ἀποβάλλων ἄγνοιαν, ψυχὴ δὲ κακίαν· ψυχὴν δὲ λέγω τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ ἐστὶ τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν.
Καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.
Τὴν τοῦ Θεοῦ ἀλήθειαν αἱ λογικαὶ νεφέλαι γινώσκουσιν, αἷς ἐντέλλεται μὴ βρέξαι ἐπὶ τοὺς ἁμαρτωλοὺς ὑετόν.
Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ.
Ὁ ἅγιος τοῦ Θεοῦ ἐστίν.
Μωὰβ λέβης τῆς ἐλπίδος μου, κ. τ. ἑ.
Λέβης ἐστὶν ὁ τῷ πνεύματι ζέων, καὶ ἐλπίζων ἐπὶ τὸν Κύριον· ἥτις ἐλπὶς οὐ καταισχύνει τὸν ἐλπίζοντα.
Ἐπὶ τὴνἸδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, κ. τ. ἑ.
Ἡ σάρξ ἐστι τὸ ὑπόδημα τοῦ Χριστοῦ, ᾗ χρησάμενος ὁ Κύριος ἐπεδήμησε τῷ βίῳ τῶν ἀνθρώπων.
Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴνἸδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
Εἰ ὁ ἄρχων τοῦ κόσμου τούτου ἐξηβλήθη ἀπὸ τοῦ Σωτῆρος ἔξω, πόσῳ μᾶλλον οἱ ἀρχόμενοι δαίμονες ὑπ' αὐτοῦ.
Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπων.
Ἡ σωτηρία τῆς λογικῆς φύσεως πνευματικὴ γνῶσίς ἐστι, διὸ καλῶς γέγραπται ὅτι παρὰ ἀνθρώπων σωτηρία ματαία ἐστίν.
Καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν.
Λόγους μίσους ὠνόμασεν, ἤτοι τοὺς ἀπὸ μίσους προσφερομένους, ἢ τοὺς μισητοὺς ἡμᾶς ποιοῦντας παρὰ Θεῷ.
Ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην.
Ἐντεῦθεν γινώσκομεν ὅτι, τινὸς κατηγορουμένου ἡμᾶς, δεῖ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μήποτε μνησικακίᾳ περιπεσόντες, ἐκκρουσθῶμεν ἀπὸ τῆς γνώσεως.
Καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ, κ. τ. ἑ.
Ὧν ἐκκόπτει ὁ Σατανᾶς τὰ ἔργα τὰ δεξιὰ, τούτων ἕστηκεν ἐκ δεξιῶν.Ἐν δὲ τῷ Ζαχαρίᾳ φησί· « Καὶ ἔδειξέ μοι ΚύριοςἸησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ· » οὐχ ἁπλῶς δὲ, ἀλλὰ « τῷ ἀντικεῖσθαι αὐτῷ· » οὐκ ἀντίκειται δὲ τῷ Ἰούδα.
Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν.
Ὅταν αἰτῶμεν ἐπίγεια, καὶ οὐκ ἐπουράνια, ἡ προσευχὴ ἡμῶν γίνεται εἰς ἁμαρτίαν.
Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι.
Αἱ ὑπὸ τοῦ νοητοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι [οὐκ εἰσὶν ὀλίγαι]· περὶ γὰρ τοῦ Ἀβραὰμ ἔχει ὅτι ἀπέθανε πλήρης ἡμερῶν. Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.
Τοῦτον τὸν στίχον ἐπὶ τοῦἸούδα ὁ Πέτρος τέθεικεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων.
Γενηθήτωσαν υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα, κ. τ. ἑ.
Οὐκ ἐπαρᾶσθαι ὁ δίκαιος, ἀλλὰ προσεύχεσθαί μοι δοκεῖ. « Εὐλογεῖτε γὰρ τοὺς ἐχθροὺς ὑμῶν, φησὶν ὁ Ἀπόστολος, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. » Ὀρφανοὶ τοίνυν εἰσὶ λογισμοὶ πονηροὶ τὸν ἑαυτῶν θάψαντες πατέρα τὸν Σατανᾶν· χήρα δὲ ψυχὴ ἡ μὴ ἐπιλαβοῦσα σπέρματα παρὰ τοῦ διαβόλου. Εὖ δὲ καὶ ἡ τάξις ἔχει. Πρότερον μὲν γὰρ περιαιρεῖ τὰς κατ' ἐνέργειαν ἁμαρτίας, ἔπειτα δὲ καὶ τὰ τούτων φαῦλα νοήματα.
Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ.
Μηδεὶς ἐλεήσῃ τὰ ἐκ τῶν ἐπισπειρομένων ζιζανίων γεννήματα.
Ματθαίου τοῦ τελώνου καὶ εὐαγγελιστοῦ ἐν γενεᾷ μιᾷ ἐξηλείφθη τὸ πονηρὸν ὄνομα, ὅπερ τὴν χειρίστην κατάστασιν ἐδήλου· οὐ γὰρ ἔσχε τέκνα διάδοχα τῆς κακίας αὐτοῦ.
ὑπὲρ ἧς ἁμαρτίας μετὰ τὸν τοκετὸν προσφέρει ζεῦγος τρυγόνων ἢ δύο νεωσσοὺς περιτερῶν, τὴν μίαν ὑπὲρ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκάρπωσιν.
χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἀνελεήμονας.
Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἐθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ.
Εἰ τῷ ἀγαπῶντι τὴν κατάραν ἔρχεται ἡ κατάρα, δηλονότι καὶ τῷ ἀγαπῶντι τὴν εὐλογίαν, ἔρχεται ἡ εὐλογία. Καὶ πάλιν, εἰ τῷ μὴ θέλοντι τὴν κατάραν, οὐκ ἔρχεται ἡ εὐλογία, καὶ τῷ μὴ θέλοντι τὴν κατάραν, οὐκ ἔρχεται ἡ κατάρα. Καὶ τίς θέλει ἐλθεῖν αὐτῷ κατάραν; Οὐδεὶς μὲν τῷ λόγῳ, πλὴν δὲ δι' ὧν πράττουσι, θέλουσι τὴν κατάραν. Εἰ γὰρ καὶ μὴ ἔθελον, οὐκ ἄν τι τῶν κατάρας ἀξίων κατειργάσαιντο. Καὶ ὡσαύτως καὶ ἐπὶ τοῦ θέλειν τὴν εὐλογίαν νοητέον· οὐ γὰρ ὁ λόγῳ θέλων τὴν εὐλογίαν, οὗτος εὐλογεῖται, ἀλλ' ὁ παρέχων ἑαυτὸν ἄξιον τῆς εὐλογίας Κυρίῳ δι' ἔργων ἀγαθῶν.
Καὶ ἐνεδύσατο κατάραν, ὡς ἱμάτιον.
Ὥσπερ τοὺς Χριστὸν ἐνδυσαμένους διὰ τῶν κακῶν ἐκδύει ὁ Σατανᾶς, οὕτως καὶ τοὺς κατάραν ἐκδυσαμένους διὰ τῶν ἀρετῶν ἐνδύει ὁ Χριστός.
Γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς περιζώννυται, κ. τ. ἑ.
Αὕτη ἡ ζώνη σημαίνει τὴν τοῦ ἐπιθυμητικοῦ ἄλογον πύρωσιν.
τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίουκαὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.
εἰ ἐνδύονται κατάραν, ὡς ἱμάτιον οἱ λαλοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ σωτῆρος, οἱ δὲ αἱρετικοί εἰσιν οἱ λαλοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ Χριστοῦ, ἀναιροῦντες αὐτὸν, οὗτοι ἄρα ἐνδύσονται κατάραν ὡς ἱμάτιον, καὶ διπλοΐδα αἰσχύνην αὐτῶν. )
τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾿ἔλαιον.
χρηστέον τῷ ῥητῷ πρὸς τοὺς καταφρονοῦντας τῆς ἐγκρατείας. Ant 1.18
Εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. ιζ’. Τοῦτο γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ· ἐκίνουν γὰρ οἱἸουδαῖοι τὰς κεφαλὰς αὐτῶν λέγοντες·Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.
Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις, κ. τ. ἑ.
Τοῦτον εὐλογεῖ Κύριος, ὃν ἀντικείμενοι καταρῶνται.
ἐνδυσάσθωσαν οἱ ἐν διαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν.
ὁ μὲν Σαμουὴλ ἐνδύεται διπλοΐδα, ἣν πεποίηκεν αὐτῷ ἡ ἄνωἹερουσαλὴμ, ἥτις ἐστὶ μήτηρ ἡμῶν· οἱ δὲ ἁμαρτωλοὶ ἐνδύονται διπλοΐδα αἰσχύνης αὐτῶν. )
ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.
εἴ τίς ἐστι δεξιὸς, οὗτος πάντως καὶ ἐν δεξιᾷ παρίσταται τῷ δικαίῳ· εἰ δέ τις ἐν δεξιᾷ παρίσταταί τινι, οὗτος οὐ πάντως ἐστὶ καὶ δεξιός· καὶ γάρ ὁ διάβολος, φησὶ, στήτω ἐκ δεξιῶν αὐτοῦ. )
μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου
εἰ ἀρχὴ τοῦ υἱοῦ ὁ πατὴρ, ἡ δὲ ἀρχὴ ἦν μετὰ τοῦ Χριστοῦ, καλῶς λέγει ἐν τοῖς εὐαγγελίοις τό· « Οὐκ εἰμὶ μόνος, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με πατήρ. » ἡμέραν δὲ δυνάμεως εἶπεν τὴν ἡμέραν τοῦ σταυροῦ, ἢ τῆς ἐνανθρωπήσεως.
Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε
ἀντὶ τοῦ, πρὸ πάσης λογικῆς φύσεως ἐγέννησά σε· τὸ γὰρ βαθύτερον περιεργάζεσθαι τὴν γέννησιν τοῦ Χριστοῦ καὶ τοῦ ἑωσφόρου οὐ τῆς ἡμετέρας ἐστὶ δυνάμεως· πολὺς γὰρ ὁ περὶ τούτου λόγος καὶ δυσθεώρητος.
κρινεῖ ἐν τοῖς ἔθνεσιν, πληρώσει πτώματα
Πληροῖ πτώματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τῆς ἐπιθυμίας τῆς ἀπάτης.
ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται· [διὰ τοῦτο ὑψώσει κεφαλήν].
Εἰ διὰ τοῦτο ὑψώσει τὴν κεφαλὴν αὑτοῦ ὁ Χριστὸς, ἐπειδὴ ἐκ τοῦ χειμάῤῥου τοῦ ἐν τῇ ὁδῷ ἔπιεν ὕδωρ, τάχα ὁ χείμαῤῥος τὸν ἐν τῷ βίῳ τούτῳ θάνατον αὐτοῦ σημαίνει, ὃν ἐν εὐαγγελίοις ποτήριον ὀνομάζει· πάτερ, λέγων εἰ δύνατόν ἐστι παρελθέτω τὸ ποτήριον τοῦτο· καὶ πάλιν· ὅταν ὑψωθῶ, φησὶν ὁ σωτὴρ, εἱλκύσω πάντας πρὸς ἐμαυτόν.
μεγάλα τὰ ἔργα κυρίου
Μεγάλα τὰ ἔργα Κυρίου διὰ τὴν ἀποκειμένην ἐν αὐτοῖς σοφίαν ὠνόμασεν.
καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
Εἰ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, οἱ δὲ δίκαιοι διὰ τὴν δικαιοσύνην ὀνομάζονται δίκαιοι, καὶ αὐτοὶ ἄρα μένουσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καλῶς οὖν καὶ ὁ Παῦλος εἶπεν· ἡμεῖς δὲ πάντοτε σὺν κυρίῳ ἐσόμεθα.
τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτὸν, κ. τ. ἑ.
ἡ τροφὴ τῶν φοβουμένων τὸν κύριον ἡ σοφία ἐστὶν ἡ τοῦ Θεοῦ· « ἀρχη`» γὰρ « σοφίας φόβος Κυρίου. »
ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτου
τὴν θεωρίαν τῶν γεγονότων ἰσχὺν ἔργων αὐτοῦ ὀνομάζει· ἰσχὺς δὲ εἴρηται ἡ γνῶσις, διὰ τὸ ἰσχὺν ἐντιθέναι τῇ φύσει τῇ λογικῇ.
ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ
ἡ μὲν ἀλήθεια ἐν τοῖς ὀρθοῖς δόγμασι θεωρεῖται, ἡ δὲ κρίσις ἐν τῇ πρακτικῇ. πιστὰς εἶπε τὰς ἐντολὰς, ἀντὶ τοῦ πίστεως ἀξίας. ὃ γὰρ ὑπισχνοῦνται, τοῦτο καὶ ποιοῦσιν· ὑπισχνοῦνται δὲ κάθαρσιν ψυχῆς λογικῆς τοῖς φυλάττουσιν αὐτάς.
σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν.
σύνεσις ἀγαθὴ δίδοται τοῖς ποιοῦσι δηλονότι τὴν ἀρχὴν τῆς σοφίας.
Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα
Οὗτος θέλει ἐν ταῖς ἐντολαῖς αὐτοῦ σφόδρα ὁ μετὰ πάσης ἀκριβείας φυλάσσων αὐτάς.
Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, κ. τ. ἑ.
Ἡ σοφία τοῦ Θεοῦ, καθὸ μὲν ἀφθονίαν παρέχει θεωρημάτων, πλοῦτος καλεῖται, καθὸ δὲ παρασκευάζει τοὺς ἀνθρώπους δοξάζειν τὸν κεκτημένον αὐτὴν, ὀνομάζεται δόξα.
Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν, κ. τ. ἑ.
Ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις φησὶ πρὸς τοὺς μαθητάς· «Ο ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπετε ἐν τῷ φωτί. »
χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶνοἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει
χρηστέον τῷ ῥητῷ πρὸς τοὺς ἀπερισκέπτως ἐκφέροντας μυστήρια τῆς θείας γραφῆς ἀδιακρίτως· καὶ γὰρ ὁ Παῦλός φησιν· « οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους τῶν μυστηρίων Θεοῦ. »
Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται, κ. τ. ἑ.
Ἀκοῆς ἀντὶ τοῦ, φήμης, ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ γέγραπται· «̓Εξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· » καὶ πάλιν· «Μέλλετε ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. »
Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ, κ. τ. ἑ.
Οὐδὲν οὕτω φοβεῖται ὁ Σατανᾶς, ὡς νοῦν ὑψωθέντα ἐν γνώσει Θεοῦ.
Ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται, κ. τ. ἑ.
Εἰ ἡ ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται, ἡ δὲ ἁμαρτωλοῦ ἐπιθυμία ἐστὶ κακία, ἡ κακία ἄρα ἀπολεῖται τῶν ἁμαρτωλῶν.
Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου
Ἀνατολαὶ μέν εἰσι φύσεις αἱ νοεραὶ, ἐν αἷς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει· δυσμαὶ δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ, ἐν αἷς ἔδυ ποτὲ ὁ πνευματικὸς καὶ ἐπουράνιος ἥλιος.
τίς ὡς κύριος ὁ θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν6.καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῃ
οἰκεῖ μὲν ὁ Θεὸς ἐν ταῖς ἁγίαις δυνάμεσι· προνοεῖται δὲ τῶν ταπεινῶν ἀνθρώπων ἵνα « γένηται τὸ θέλημα αὐτοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. »
Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν
Ψυχὴν μὲν ἐγείρει ἀπὸ κακίας ἐπ' ἀρετὴν ὁ Θεὸς, νοῦν δὲ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν προτρέπεται.
Ὁ κατοικίζων στείραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην
« Εὐφράνθητι, στείρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. » Καὶ στείρα μὲν ἐγκαταλιπόντος Θεοῦ γίνεται ψυχὴ, μήτηρ δὲ ἐνεργοῦντος.
ἐγενήθηἸουδαία ἁγίασμα αὐτοῦ, Ισραηλ ἐξουσία αὐτοῦ.
Εἰ ἁγίασμα τοῦ Θεοῦ ἡἸουδαία ἐστὶν, ἡ δὲἸουδαία ἐξομολογουμένη ἑρμηνεύεται, πᾶσα ἐξομολογουμένη ψυχὴ ἁγίασμα τοῦ Θεοῦ ἐστι.
Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων, κ. τ. ἑ.
Τὰ ὄρη καὶ οἱ βουνοὶ νοεραὶ φύσεις εἰσὶ χαίρουσαι ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ. Εἰ γὰρ χαίρουσιν οἱ ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ μετανοοῦντι, πόσῳ μᾶλλον ἐπὶ τοσαύταις μυριάσιν ὁδευούσαις ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν Θεοῦ„
Τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων, κ. τ. ἑ.
Ὡς μὲν πρὸς τὴν ἱστορίαν ἅπαξ ἐν τῇ ἐρήμῳ στρέψας τὴν πέτραν ἐπότισε τὸνἸσραήλ· ὡς δὲ πρὸς τὸ πνεῦμα ἀεὶ στρέφει τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χριστὸς, καὶ ποτίζει τὸν πνευματικὸνἸσραήλ.
Μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστὶν ὁ Θεὸς αὐτῶν.
Ἔνθα τὸ Ποῦ λέγεται, ἐκεῖ καὶ τὸ πότε· τὸ μὲν γὰρ τόπου ἐστὶ σημαντικὸν, τὸ δὲ χρόνου. Εἰ δὲ χρόνος οὐ λέγεται ἐπὶ Θεοῦ ποιητὴς γὰρ χρόνων ἐστὶνŸ, οὐκοῦν οὐδὲ τὸ Ποῦ ῥηθήσεται ἐπ' αὐτοῦ· δημιουργὸς γὰρ καὶ τόπων ἐστὶν, εἴγε καὶ ὁ τόπος αὐτὸς τῆς σωματικῆς ἐστι φύσεως.
Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Πάντα ὅσα θέλησεν, ἐποίησε.
Ἐντεῦθεν γινώσκομεν ὅτι ὅσα βούλεται ὁ Θεὸς, ταῦτα καὶ δύναται· πάντα γὰρ, φησὶν, ἃ ἐθέλησεν ὁ Θεὸς, ἐποίησεν· οὐκ εἴ τι δὲ δύναται, τοῦτο πάντως καὶ βούλεται· νεκρῶν μὲν ἀνάστασιν δύναται ποιῆσαι νῦν, οὐ βούλεται δέ· καὶ πάλιν ἐνανθρωπῆσαι, ἀλλ' οὐ βούλεται.
Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται κτλ.
Οὐ ταὐτὸν αἴσθησις καὶ αἰσθητήριον, οὐδὲ αἰσθητικόν τε καὶ αἰσθητόν. Αἴσθησις μὲν γάρ ἐστιν ἡ δύναμις καθ' ἣν εἰώθαμεν ἀντιλαμβάνεσθαι τῶν ὑλῶν. Αἰσθητήριον δὲ, τὸ ὄργανον ἐν ᾧ καθίδρυται αὕτη. Αἰσθητικὸν δὲ τὸ ζῶον τὸ κεκτημένον τὰς αἰσθήσεις. Αἰσθητὸν δὲ τὸ πεφυκὸς ταῖς αἰσθήσεσιν ὑποπίπτειν.Ἀλλ' οὐχ οὕτως ἐπὶ τῶν εἰδώλων· πάντων μὲν γὰρ τούτων ἐστήρηνται· μόνα δὲ ἔχει τὰ τῶν φυσικῶν αἰσθητηρίων μιμήματα, οἷον ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνας καὶ τὰ ἑξῆς.
Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων, κ. τ. ἑ.
Οὐχ οἱ μεγάλοι μετὰ τῶν μικρῶν εὐλογοῦνται, ἀλλ' οἱ μικροὶ μετὰ τῶν μεγάλων, ἵνα καὶ αὐτοὶ γένωνται μεγάλοι. Τὸ δὲ μικρὸν ἐνταῦθα καὶ τὸ μέγα οὐκ ἐπὶ τοῦ ἐκτὸς, ἀλλ' ἐπὶ τοῦ ἐντὸς νοητέον.
Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Πάντα ὅσα θέλησεν, ἐποίησε.
Τὸν μὲν Κύριον ὡς ἦν αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις ἐπίστανται· τὸν δὲ Κύριον ὡς ἄνθρωπον γινώσκουσι καὶ οἱ ἄνθρωποι.
Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου.Ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ.
,ι´,ια´. Οὐ δύναται νεκρὸς αἰνέσαι τὴν ζωὴν τὴν εἰποῦσαν, «̓Εγώ εἰμι ἡ ζωή. » – « Οὐδὲ πάντες, » οὐκ εἶπεν, «οἱ καταβάντες, » ἀλλ' «οἱ καταβαίνοντες. » – «Ἀλλ' ἡμεῖς οἱ ζῶντες, » ὡς καὶ Παῦλος· «Επειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι. »
Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι, κ. τ. ἑ.
Ὁ τὸν ἥλιον τῆς δικαιοσύνης ἐπικαλούμενος ἐν ταῖς ἡμέραις τούτου τοῦ ἡλίου διάγων ἐπικαλείσθω.
Καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην, κ. τ. ἑ.
« Πᾶς γὰρ, φησὶν, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. » Τοιγαροῦν ὁ ἐλεήμων ἐπικαλείσθω τὸν ἐλεήμονα, καὶ τὴν δικαιοσύνην ὁ δίκαιος.Ἠχὼ γὰρ ὥσπερ τις ἡ ἐν ἡμῖν δικαιοσύνη, τῆς πρώτης δικαιοσύνης κατὰ ἀνάκλασιν ἡμῖν ἐπισυμβαίνει.
Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου.
Ὥσπερ ὁ νοσῶν ἐπιστρέφει πρὸς τὴν ὑγιείαν, οὕτω καὶ ἡ ψυχὴ εἰς τὴν ἀνάπαυσιν αὐτῆς.Ἢ δὲ τοῦτο· ἦν ἄρα ποτὲ ἐν τῇ ἀναπαύσει αὐτῆς ἡ ψυχή· καὶ γὰρ ὁ νοσήσας ἐν τῇ ὑγιείᾳ ὑπῆρχέ ποτε. Τοῦτο καὶ ὁ ἀπόστολος λέγει τῷ· Θέλω ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.Ἡ γὰρ ἀνάλυσις τῶν ὑποστρεφόντων ἐπὶ τὸν πρότερον αὐτῶν τόπον ἐστιν.
Ἐπίστευσα, διὸ ἐλάλησα, κ. τ. ἑ.
Πίστις ἐστὶ ψυχῆς αὐτεξουσίου λογικὴ συγκατάθεσις.
Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης, κ. τ. ἑ.
Εἰ ἄνθρωπος καὶ ὁ Δαυῒδ, ψεύστης ἐστίν· εἰ δὲ ψεύστης ἐστὶ, λέγων ἑαυτὸν ψεύστην, οὐκ ἔστι ψεύστης, ἀλλ' ἀληθής ἐστιν. Εἰ δὲ ἀληθής ἐστι λέγων ἑαυτὸν ψεύστην, ἄνθρωπος ὢν οὐκ ἔστι ψεύστης. Περιστρέφει ἄρα ὁ λόγος εἰς ἀμφότερα, καὶ εἰς τὸ εἶναι αὐτὸν ἀληθευτὴν, ἐὰν ἄνθρωπος ᾖ, καὶ εἰς τὸ εἶναι αὐτὸν ψεύστην. Καὶ καλεῖται ὁ λόγος οὗτος παρὰ τοῖς διαλεκτικοῖς ἄπορος.
ἐφ ὅσον ...
Οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος
ἀνθρωπον λέγει ἡ Γραφὴ τὸν διάβολον, , ὅτι ἐχθρὸς ἄνθρωπος ἐπέσπειρε τὰ ζιζάνια.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτοὺς
Τῶν δαιμόνων οἱ μὲν ὡς πρακτικὸν, οἱ δὲ ὡς θεωρητικὸν ἐκύκλουν αὐτόν. καὶ τοὺς μὲν προτέρους τῇ δικαιοσύνῃ, τοὺς δὲ δευτέρους τῇ σοφίᾳ ἠμύνατο.
Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου
Τῶν ζώντων ἐστὶ διηγεῖσθαι τὰ ἔργα κυρίου.
Ἀνοίξατέ μοι πύλας δικαιοσύνης
ὡς ἀνοίγονται πύλαι δικαιοσύνης, οὕτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης. διὰ γὰρ τούτων τῶν πυλῶν εἰσέρχεται νοῦς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Αὕτη ἡ πύλη τοῦ Κυρίου.
Μετὰ τὸ εἰσελθεῖν διὰ τῶν πρακτικῶν ἀρετῶν εὑρήσομεν τὴν πύλην τῆς γνώσεως, ἥτις ἐστὶν ἡ θεωρία τῶν γεγονότων, σωμάτων καὶ ἀσωμάτων.
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας.
γωνία ἐστὶ διδασκαλία τοῦ σωτῆρος ἡμῶνἸησοῦ Χριστοῦ, τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς εἰρηνεύουσα.
αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, κ. τ. ἑ.
Ταύτην τὴν ἡμέραν οὐ νομοθέται, οὐ προφῆται πεποιήκασιν, ἀλλ' αὐτὸς ὁ τῆς δικαιοσύνης ἥλιος· ἡμέραν δὲ λέγει τὴν γνῶσιν τοῦ Χριστοῦ.
συστήσατε ἑορτὴν ἐν τοῖς πυκάζουσιν.
Οὗτοι πυκάζουσιν, οἱ φύλλοις καὶ καρποῖς κομῶντες· φύλλοις μὲν τοῖς καθήκουσι, καρποῖς δὲ ταῖς ἀρεταῖς. καὶ γὰρ « τὸ φύλλον αὐτῶν οὐκ ἀποῤῥυήσεται· καὶ τὸν καρπὸν αὐτῶν δώσουσιν ἐν καιρῷ αὐτῶν, » διὰ τὸ γεγενῆσθαι αὐτοὺς « ξύλα πεφυτευμένα παρὰ τὰς διεξόδους τῶν ὑδάτων. »
Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ κυρίου.
Οὐ διὰ τὴν ἀμωμότητα μακάριος ἄνθρωπος ὀνομάζεται, ἀλλὰ διὰ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, ἣν μέλλει κτᾶσθαι διὰ τῆς ἀμωμότητος· « Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδία, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. »
οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν
εἰ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ οὐ πορεύονται, οἱ ἐργαζόμενοι δηλονότι τὴν δικαιοσύνην ἐν ταῖς ὁδοῖς τοῦ θεοῦ πορευθήσονται. οὐκοῦν ὁδοὶ τοῦ θεοῦ εἰσιν αἱ θεωρίαι τῶν γεγονότων ἐν αἷς πορευσόμεθα δικαιοσύνην κατεργαζόμενοι. εἰ δὲ ἡ δικαιοσύνη ἡμῶν ἐστιν ὁ Χριστὸς, « ἐγενήθη γὰρ ἡμῖν σοφία παρὰ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, » καλῶς λέγει ἐν ταῖς Παροιμίαις ὁ Σολομὼν τὴν σοφίαν « ἀρχὴν » εἶναι τῶν « ὁδῶν » τοῦ Κυρίου, ἥτις ἐστὶν ὁ Χριστός. λέγω δὲ Χριστὸν τὸν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσαντα Κύριον. .
Σὺ ἐνετείλω τὰς ἐντολάς σουφυλάξασθαι σφόδρα
Ὁ μὴ κατὰ διάνοιαν ἁμαρτάνων σφόδρα φυλάσσει τὰς ἐντολὰς τοῦ Θεοῦ.
Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου, κ. τ. ἑ.
Εἰ ὁ πάσας ποιήσας τὰς ἐντολὰς, πταίσας δὲ ἐν μιᾷ γίνεται πάντων ἔνοχος, καλῶς γέγραπται· « Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου· » οἶδε γὰρ καὶ μία παραμεληθεῖσα ἐντολὴ αἰσχύνης ἡμῖν γίνεσθαι πρόξενος.
ἐξομολογήσομαί σοι, κύριε, ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.
οὗτος ἐν εὐθύτητι καρδίας δοξάζει τὸν Θεὸν ὁ τοὺς περὶ κρίσεως λόγους παρὰ κυρίου μεμαθηκώς, τίνος χάριν ὁ οὐρανὸς μὲν τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ τίς ὁ λόγος τῶν καταχθονίων δαιμόνων καὶ διὰ τί μὴ οὗτοι γεγόνασιν ἄνθρωποι, τίς τε ἡ αἰτία τοῦ ᾅδου, καὶ τίς ὁ παράδεισος, καὶ τίς πάλιν ἡ ἄνωἹερουσαλήμ καὶ ἡ ταύτης Σιὼν, ἀφ' ἧς λέγεται ἔρχεσθαι ὁ Χριστός, ἥξει γὰρ, φησὶν, ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸἸακώβ, καὶ τίς ὁ λόγος τοῦ ἐκπεσόντος Ἰσραὴλ, καὶ τῶν ἀντεισαχθέντων ἐθνῶν· τίνος χάριν μὴ πάντες ἄνθρωποι ἐκλήθημεν ἀπ' ἀρχῆς, τὸν τοῦ Μωσέως νόμον δεξάμενοι, ἀλλ' ἡμεῖς μὲν ἀγγέλων γεγόναμεν κλῆροι, ὁ δὲ Ἰσραὴλ μερὶς ἐχρημάτισε τοῦ κυρίου καὶ σχοίνισμα κληρονομίας αὐτοῦ, πῶς οὖν ἡ κληρονομία τῶν ἀγγέλων πεπίστευκεν, ἡ δὲ μερὶς τοῦ Κυρίου ἠπίστησεν· καὶ διὰ τί νῦν λέγει καὶ ὁ Δαυίδ· τὰ κρίματά σου ἄβυσσος πολλή· καὶ Παῦλός φησιν· ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεου· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι,
κρύπτειν δεῖ τὰς ἐντολὰς τοῦ κυρίου ἐν τῇ καρδίᾳ διὰ τοὺς ἁρπάζοντας αὐτὰς δαίμονας· τὸ δ' αὐτὸ καὶ ὁ ὁ Σολομὼν ἐν ταῖς Παροιμίαις παραινεῖ· υἱέ, φησίν, ἐὰν δεξάμενος· ῥῆσιν ἐμῆς ἐντολῆς κρύφῃς παρὰ σεαυτῷ ὑπακούσεται σοφίας τὸ οὖς σου. τὰς οὖν ἐνραῦθα ἐντολὰς λεγομένας ἐν τοῖς εὐαγγελίοις ὁ κύριος σπόρον ὠνόμασεν ὑπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ ἁρπαζόμενον. οὗτος οὖν κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ ὁ διαπαντὸς αὐτὴν ἐργαζόμενος, εἴπερ οἱ ἁρπάζειν λέγονται. THIS TEXT IS NOT(!) IN RONDEAU
Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι, κ. τ. ἑ. Κίνδυνος γὰρ οὐ μόνον τὸ τὰ ψευδῆ λέγειν, ἀλλὰ καὶ τὸ τἀληθῆ, ἐπὰν ὅλως μὴ δεῖ ἀπαγγέλλειν. Οὐ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλεσθαι ἔμπροσθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσί.
Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου.
Καὶ ὁἸσαὰκ ἐξῆλθεν εἰς τὸ πεδίον ἀδολεσχῆσαι τῷ Θεῷ.Ἐκ πολλῆς οὖν τῶν ἐντολῶν μελέτης ἔρχεταί τις εἰς τὸ κατανοῆσαι τὰς ὁδοὺς τοῦ Θεοῦ τόν τε νόμον καὶ τοὺς προφήταςŸ τὰς φερούσας ἐπὶ τὴν βασιλικὴν καὶ τελείαν ὁδὸν, τὸν Χριστὸν, τὸν εἰπόντα·Ἐγώ εἰμι ὁδός.
Ανταπόδος τῷ δούλῳ σου, ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου, κ. τ. ἑ.
Ὁ ποιήσας πάντα τὰ συντελοῦντα πρὸς τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, οὗτος λεγέτω καὶ τῷ Κυρίῳ· «Ἀνταπόδος τῷ δούλῳ σου. »
ἀποκάλυψον τοὺς ὀφθαλμούς μου,καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου
ὁ νόμος ἀποκαλύψεως δεῖται· ἡ γὰρ ἐντολὴ Κυρίου τηλαυγής ἐστιν. νόμον δὲ ἐνταῦθα ὠνόμασε τὴν πνευματικῶς ἀλληγορουμένην τῆς γραφῆς ἱστορίαν· ὅπερ καὶ Παῦλος πεποίηκεν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ γράφων· « Λέγετέ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀναγινώσκετε; γέγραπται γὰρ, ὅτιἈβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· » καὶ ἀνάγει πᾶσι τὴν ἱστορίαν πνευματικῶς ἀλληγορῶν ἐπὶ τὴν ἄνωἹερουσαλήμ.
Ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου, κ. τ. ἑ.
Ὁ ἀντιτασσόμενος τοῖς ὑπερηφάνοις, οὗτος καὶ ὑπερηφάνοις ἐπιτιμᾷ. Κύριος δὲ ὑπερηφάνοις ἀντιτάσσεται· Κύριος ἄρα καὶ τοῖς ὑπερηφάνοις ἐπιτιμᾷ.
Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατ' ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου, κ. τ. ἑ.
Ἡ περί τι συνεχὴς ὁμιλία καὶ διατριβὴ ἀδολεσχία καλεῖται.
Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου, κ. τ. ἑ.
Τῶν ἁμαρτωλῶν αἱ ψυχαὶ τῷ ἐδάφει κολλῶνται τὰ ἐπίγεια φρονοῦσαι· τῶν δὲ δικαίων ἤτοι συνδεσμούμεναι σώμασιν, ἢ χρονίζουσαι δι' οἰκονομίαν ἐν αὐτοῖς.
Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου, κ. τ. ἑ.̓ιγ´. Ακηδία ἐστὶ κίνησις ἐν τῷ αὐτῷ πολυχρόνιος θυμοῦ καὶ ἐπιθυμίας· τοῦ μὲν τοῖς παροῦσιν ὀργιζομένου, τῆς δὲ ἐφιεμένης τῶν μὴ παρόντων. Νυσταγμός ἐστι ψυχῆς λογικῆς ἀμέλεια τῶν ἀρετῶν καὶ τῆς γνώσεως τῆς τοῦ Θεοῦ· ὕπνος ἐστὶ ψυχῆς λογικῆς χωρισμὸς ἑκούσιος ἀπὸ τῆς ὄντως ζωῆς· διὸ καὶ ὁ σοφὸς Σολομῶν παραινεῖ μὴ δοῦναι ὕπνον τοῖς ὄμμασι, μηδ' ἐπινυστάξαι τοῖς βλεφάροις.
Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου, κ. τ. ἑ.
Οἱ λόγοι τῶν ἐντολῶν πλατύνοντες τὴν καρδίαν εὔκολον αὐτῇ παρασκευάζουσι τῆς πρακτικῆς τὴν ὁδόν.
Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου, κ. τ. ἑ.
Συνέσεως χρῄζομεν πρὸς τὸ νοῆσαι τὸν νόμον·
Κλίνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν.
Τὰ γὰρ μαρτύρια τοῦ Θεοῦ οὐ φιλαργυρίαν διδάσκει, λέγοντα· Οὐκ ἐπιθυμήσεις κτλ.
Ἐν τῇ ὁδῷ σου ζῆσόν με.
Ἐγώ εἰμι, φησὶν, ἡ ὁδὸς, ἐν τοῖς εὐαγγελίοις Κύριος.
Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας, κ. τ. ἑ.
Καὶ μὴ περιέλῃς ἐκ τῆς καρδίας μου γνῶσιν ἀληθῆ.
Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην, κ. τ. ἑ.
Καὶ ὁ Παῦλός φησιν· « Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι,Ἰουδαίῳ τε πρῶτον καὶἝλληνι. »
Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου.
Τὰς χεῖρας ἐπαίρομεν τῆς ψυχῆς διὰ τῶν ἐντολῶν τοῦ Θεοῦ, κατεργαζόμενοι τὴν πρακτικήν.
Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με, κ. τ. ἑ.
Πάνυ ἡ ἐλπὶς πέφυκεν ἐν τοῖς πειρασμοῖς παρακαλεῖν τὴν ψυχὴν προσδοκίαν ἀγαθῶν παρέχουσα.
Εμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου.
Χαλεπὸν ἐν καιρῷ πειρασμοῦ μνησθῆναι τῆς γνώσεως τοῦ Θεοῦ· ὁ γὰρ φαῦλος λογισμὸς χρονίζων ἐν τῇ διανοίᾳ περισπᾷ τὸν νοῦν, καὶ χωρίζει αὐτὸν τῆς γνώσεως τοῦ Θεοῦ, ἀφ' οὗ συμβαίνει καὶ τὸ παραβαίνειν τὸν νόμον αὐτοῦ.
Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου, κ. τ. ἑ.
Ὥσπερ ἐστὶ μερὶς ἡ ἀφροσύνη τοῦ ἄφρονος, οὕτω καὶ τοῦ φρονίμου ἡ φρόνησις, καὶ τοῦ δικαίου ἡ δικαιοσύνη.
ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου
ἡ ἀπάθεια πέφυκε ἀτάραχον τὴν καρδίαν φυλάττειν, ἥτις ἡμῖν προσγίνεται ἐκ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθῶν.
Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
Οἱ κακοὶ λογισμοὶ σχοινία τῶν δαιμόνων ἐστὶ, περιπλεκόμενα τῇ ψυχῇ, καὶ οὐκ ἐῶντα ἀπιέναι ἐλευθερίως πρὸς τὸν εἰπόντα·Ἐγώ εἰμι ὁδός.
Εἰ οὗτος ἐπιλανθάνεται τοῦ νόμου ὁ μὴ ζῶν κατ' αὐτὸν, οὗτος μνημονεύει τοῦ νόμου ὁ κατὰ τὸν νόμον πολιτευόμενος.
μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου
λεκτέον τοῦτο πρὸς τοὺς ἀμελοῦντας νύκτωρ τῶν προσευχῶν.
Μέτοχος ἐγώ εἰμι πάντων τῶν φο-βουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐν-τολάς σου.
Ὁ μέτοχος τῶν φοβουμένων τὸν Κύριον, καὶ αὐτὸς φοβεῖται τὸν Κύριον· καὶ ὁ μέτο-χος τῶν δικαίων, καὶ αὐτὸς δίκαιός ἐστι· τῶν μὲν γὰρ ὁ φόβος κοινὸς, τῶν δὲ δικαιο-σύνη.
χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου.χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με
ἡ χρηστότης τοῦ Θεοῦ τῇ γευστικῇ δυνάμει τῆς ψυχῆς ὑποπίπτει. γεύσασθε γὰρ, φησὶ, καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος. γεῦσις δέ ἐστιν ἡ ἀπάθεια ψυχῆς λογικῆς, διὰ τοῦ πνευματικοῦ νόμου προσγινομένη· χρηστότης δέ ἐστιν γνῶσις ἀληθὴς τῶν γεγονότων ὑπὸ Θεου. παιδεία δὲ μετριοπάθεια παθῶν, γνῶσις δέ ἐστιν ἡ θεωρία τῆς ἁγίας τριάδος. )
ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν
ὥσπερ ὁ τυρὸς ἦν ὅτε οὐκ ἦν τυρὸς, οὕτω καὶ οἱ δαίμονες ἦν ποτε ὅτε οὐκ ἦσαν πονηροί. εἰ δὲ τὸ γάλα πρεσβύτερόν ἐστι τοῦ τυροῦ, δηλονότι καὶ ἡ ἀρετὴ πρεσβυτέρα τῆς κακίας ἐστίν· τυρῷ γὰρ Δαυῒδ τὴν κακίαν ἀπείκασεν.
ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
χρηστέον τῷ ῥητῷ τούτῳ πρὸς τοὺς ἐγκαταλειφθέντας παρὰ θεῷ εἰς ὠφέλειαν ψυχῆς·
Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου.
Πεποίηται μὲν ἡ ψυχὴ, πέπλασται δὲ τὸ σῶμα· Ποιήσωμεν γὰρ, φησὶ, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. Καὶ πάλιν· Λαβὼν χοῦν ἀπὸ τῆς γῆς ἔπλασεν.
Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
Εὐφραίνονται πρακτικοὶ, ἀκούοντες γνωστικῶν.
Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με.
Ζητήσεις δὲ μᾶλλον τοὺς περὶ κρίσεως λόγους, μεμαθηκὼς ὅτι Δαυὶδ γεγράφηκε τοῦτο, ἢ ἁπλῶς πεπιστευκὼς ὅτι οὐκ ἐνδέχεται τὸν δίκαιον Θεὸν ἀδικῆσαι.
Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, κ. τ. ἑ.
Ἡ αἰσχύνη εἰς συναίσθησιν πέφυκεν ἄγειν τὸν ἁμαρτάνοντα.
Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες· Πότε παρακαλέσεις με; κ. τ. ἑ.
Παράκλησίς ἐστιν ἡ ἀνάπαυσις ψυχῆς ἀπὸ πόνων.
διηγήσαντό μοι παράνομοι ἀδολεσχίαςἀλλ' οὐχ ὡς ὁ νόμος σου, κύριε
χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἐκ τῆς ἔξωθεν σοφίας περὶ γνώσεως θεοῦ ἐπαγγελλομένους διδάσκειν.
Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου, κ. τ. ἑ.
Ἀντὶ τοῦ· Παρ' ὀλίγον ἐγενόμην γήϊνος, ὑπὸ τῶν ἐχθρῶν πειραζόμενος.
Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει.
Ἐν ταῖς ἐπουρανίοις δυνάμεσιν ὁ τοῦ Θεοῦ λόγος ἀεὶ διαμένει ἀκίνητος· δυνατοὶ γὰρ εἰς ἰσχὺν, ποιοῦντες τὸν λόγον αὐτου
Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὸ σύμπαντα δοῦλα σά.
Εἰ τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ, πῶς ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τοῦ μύρμηκός φησιν·Ἐκεῖνος, γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφήν; Καὶ τάχα τοιοῦτόν ἐστι τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον, ὅτι ἐκεῖνος νόμον μὴ ἔχων τὸν καταναγκάζοντα, μήτε γνώσεως μέτοχος ὢν, ἑτοιμάζεται θέρους τὴν τροφήν.Ὁ Θεὸς γὰρ δεσπότης λέγεται δίττως· ἢ ὡς δημιουργὸς, ἢ ὡς γινωσκόμενος· διὸ καὶ Παῦλος γράφει· Νυνὶ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, δηλονότι καὶ ταύτης τῆς δουλείας. Καλῶς οὖν λέγεται μὴ εἶναι ὑπὸ δεσπότην κατὰ ταύτην τὴν δεσποτείαν.
Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.
Τὸν καιρὸν τῶν πειρασμῶν καιρὸν ὠνόμαζε ταπεινώσεως, καθ' ὃν μάλιστα θλίβεται ἡ ψυχὴ, ἀφ' οὗ οὐδὲν ἕτερον ῥύεται ὡς ἡ θεωρία τῶν λόγων τοῦ Θεοῦ.Ἔχων γὰρ ὁ νόμος πνευματικὰ θεωρήματα πρὸς ἑαυτὸν, περισπᾷ τὴν διάνοιαν, καὶ ἀπωθεῖται τοὺς λογισμούς.
Πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἐντολή σου σφόδρα, κ. τ. ἑ.
Ὑπὲρ πάντας τοὺς ἔξωθεν λόγους οἱ λόγοι τῶν ἐντολῶν τοῦ Θεοῦ πλατύνουσι καθαίροντες τὴν ψυχήν.
Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν, κ. τ. ἑ.
Νοῦς παθῶν γυμνωθεὶς καὶ γνώσεως μέτοχος γεγονὼς πανουργότερος γίνεται τῶν δαιμόνων, λέγων πολλάκις τὸ τοῦ Παύλου, τὸ, « Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.»
Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα, κ. τ. ἑ.
χρησώμεθα τούτῳ τῷ ῥητῷ πρὸς τοὺς γέροντας τοὺς μακρῳ χρονῳ καὶ τὴν ἀπάθειαν νομίζοντας εἶναι πρόξενον τῆς γνώσεως τοῦ Θεοῦ.
Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου, κ. τ. ἑ.
Ὁ ἡδόμενος καὶ τρεφόμενος ἐπὶ τῇ γνώσει νοῦς ὀνομάζεται στόμα
Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου, κ. τ. ἑ.
Τὸ ἀμετάθετον τοῦ σκοποῦ ὅρκον ὠνόμασεν.
τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, κύριε [, καὶ τὰ κρίματά σου δίδαξόν με.]
ἑκούσια τοῦ στόματος ἡμῶν ἐστι παρθενία, βρωμάτων καὶ πομάτων ἀποχή, ἀναχώρησις ἡ ἐν τοῖς ἐρήμοις διαγωγή· τὰς γὰρ ἐντολὰς ὁ νόμος ἡμᾶς καταναγκάζει ποιεῖν· ὁ τοίνυν πάσας ποιήσας τὰς ἐντολὰς, προστεθεικὼς δὲ καὶ τὰ προειρημένα, οὗτος λέγέτω· τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, κύριε· παραβαίνων δὲ τοῦ νόμου τινὰ τοῦτο λέγειν οὐχ ἕξει παῤῥησίαν.
Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ.
Ζητήσεις πῶς ἡ ψυχὴ τοῦ Δαυῒδ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ διαπαντός· πότερον ὡς ἐν δικαιοσύνῃ, ἢ ὡς ἐν γνώσει. Καὶ τάχα τὸ πρότερον· ἀγγέλων μὲν γάρ ἐστι τὸ διαπαντὸς βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ, τουτέστι τὴν θεωρίαν αὐτοῦ, ἀνθρώπων δὲ τὸ δύνασθαι διαπαντὸς δικαιοπραγεῖν κατ' ἐνέργειαν· ὅπερ ἐστὶ τὸ εἶναι ἐν ταῖς χερσὶ τοῦ Θεοῦ· ἡ γὰρ κατὰ διάνοιαν δικαιοπραγία μόνῳ προσῆν τῷ Χριστῷ, ὃς ἁμαρτίαν οὐκ ἐποίησε, δηλονότι κατ' ἐνέργειαν, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· σαφὲς, ὅτι κατὰ διάνοιαν
Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν, κ. τ. ἑ.
Ἡ ἀντάμειψις τῶν δικαιωμάτων, ἡ γνῶσις αὐτῶν ἐστιν.
Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα, κ. τ. ἑ.
Ὁ παράνομος, καθὸ παράνομος ὑπάρχει, μισητός ἐστι· καθὸ δὲ εἰκὼν καὶ πλάσμα Θεοῦ, ἀγαπητός ἐστι. Κατὰ γοῦν τὴν δευτέραν ἔννοιαν καὶ τοῖς ἐν τῇ φυλακῇ προσβάλλειν ἡμῖν προτέτακται, καὶ εὖ ποιεῖν τοὺς κακούργους νενομοθέτηται. Δύναται δὲ ἐνταῦθα λέγειν λόγους καὶ νόμους οὓς μεμίσηκεν ὁ Δαυΐδ.
ἐὰν μὴ ἐκκλίνωσιν ἀφ' ἡμῶν οἱ δαίμονες, τὰς ἐντολὰς τοῦ θεοῦ ποιεῖν οὐκ ἰσχύομεν· πρὸς γὰρ ταύτας μάλιστα ἵστανται διὰ τὸ προξένους ἡμῖν γενέσθαι τῆς γνώσεως τοῦ θεοῦ.
ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.
Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου.
Δι' οὗ·Ἐμοὶ ὁ κόσμος ἐσταυρώθη, κἀγὼ τῷ κόσμῳ.
Ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με, κ. τ. ἑ.
Πῶς οὖνἸὼβ ποιήσας κρίμα καὶ δικαιοσύνην, ὡς αὐτὸς ὁ Κύριος ἐμαρτύρησε, παρεδόθη τοῖς ἀδικοῦσιν αὐτόν;Ἢ τὴν ψυχὴν αὐτοῖς οὐ βούλεται παραδίδοσθαι· σώματος γὰρ καὶ κτημάτων ὁ δίκαιος οἶδεν καταφρονεῖν.
Δοῦλός σού εἰμι ἐγώ.
Μόνος ὁ σοφὸς δοῦλός ἐστι τῆς σοφίας· μόνος ὁ δίκαιος δοῦλος τῆς δικαιοσύνης ἐστίν. Οὕτω καὶ ἑαυτὸν Παῦλος προέγραφεν δοῦλονἸησοῦ Χριστοῦ.
Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου, κ. τ. ἑ.
Καιρός ἐστι χρόνος κατορθώσεως
Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα, κ. τ. ἑ.
Ὁ μὴ πάσας τὰς ἐντολὰς κατορθώσας οὐδὲ πᾶσαν ὁδὸν ἄδικον ἐμίσησεν. Εἰ δὲ ὁ φοβούμενος τὸν Κύριον μισεῖ ἀδικίαν, οὗτος δὲ οὐκ ἐμίσησεν, οὐ φοβεῖται τὸν Κύριον.Ὁ δὲ μὴ φοβούμενος οὐ μακάριος, εἴπερ, « Μακάριος ὁ φοβούμενος τὸν Κύριον. »
Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους.
Ἡ ἑρμηνεία τῶν λόγων τοῦ Κυρίου φωτίζει τοὺς νηπίους ἐν Χριστῷ.
Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν, κ. τ. ἑ.
Ὁ ἀνοίξας διὰ τῆς πρακτικῆς τὴν καρδίαν, ἕλκει τὸ ἅγιον Πνεῦμα τὸ ἀποκαλύπτον αὐτῷ τὰ μυστήρια τοῦ Θεοῦ.
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία, κ. τ. ἑ.
Τοῦ μὲν κατὰ διάνοιαν ἁμαρτάνοντος κυριεύειν λέγεται ἡ ἀνομία· τοῦ δὲ κατ' ἐνέργειαν παρανομοῦντος, κατακυριεύειν.Ἢ τάχα τῶν μὲν ὀλίγα ἁμαρτανόντων κυριεύει ἡ ἀνομία, τῶν δὲ πλείονα κατακυριεύει.
Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.
Τοῦτο τὸ πρόσωπον διαπαντὸς οἱ ἄγγελοι βλέπουσι τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Πλὴν τοῦτο σημειωτέον ὅτι τῆς ἀγγελικῆς γνώσεώς ἐστιν ἡ θεωρία τῶν δικαιωμάτων.
Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου, κ. τ. ἑ.
Τοὺς κατὰ διάνοιαν πειρασμοὺς νῦν τροπικῶς ὕδατα ὀνομάζει, ὧν ἡμᾶς ἀποτρέπει Σολομὼν, λέγων· «Ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς. »
Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτὸ, κ. τ. ἑ.
Τὸ πεπυρωμένον λόγιον τοῦ Θεοῦ κατακαίει ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις ἀναλίσκον.
Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελέτη μου, κ. τ. ἑ.
Ὥσπερ ἐκζητουσῶν ἡμᾶς τῶν θλίψεων καὶ τῶν ἀναγκῶν, λέγει τὸ, « Εὕροσάν με. »Ἢ τάχα θλίψεις οἱ θλίβοντες λέγονται, καὶ ἀνάγκαι οἱ τὰς ἀνάγκας ἐπάγοντες· ἔθος γὰρ ἔχει ἡ Γραφὴ τὰς ἕξεις ἀντὶ τῶν ἐχόντων αὐτὰς ὀνομάζειν. Οὕτω γὰρ παρὰ Παύλῳ· «Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· » καὶ παρὰ Σολομῶντι· «Ἡ κακὴ βουλὴ ἀπέλιπε τὴν διδασκαλίαν τὴν ἐκ νεότητος, καὶ τῆς θείας ἐπελάθετο διαθήκης. » Ποιεῖ δὲ πολλάκις καὶ τὸ ἀνάπαλιν ἡ Γραφὴ, καὶ τὸν πεφυκότα δέχεσθαι τὴν ἀρετὴν ἀντὶ τῆς ἀρετῆς ὀνομάζει.Ἐν γὰρ ταῖς Παροιμίαις φησίν· « Οἱ ἀπαίδευτοι ἐμίσησαν σοφίαν, » ἀντὶ τοῦ ἀρετήν. Καὶ ὁ Παῦλος· « Μὴ μετατίθεσθε ἀπὸ τοῦ νοὸς ἡμῶν, » τουτέστιν ἀπὸ τῆς τοιᾶσδε γνώμης.
Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι, κ. τ. ἑ.̔ξε´. Η σύνεσις προτέρα ἐστὶ τῆς γνώσεως, ὡς εἶναι τὸν γνωστικὸν καὶ συνετόν· τὸν δὲ συνετὸν οὐ πάντως καὶ γνωστικόν.
Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω, κ. τ. ἑ.
Ἐξ ὅλης καρδίας ἀγαπῶν τὸν Θεὸν, οὗτος ἐν ὅλῃ κράζει καρδίᾳ.
Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐξέκραξα· εἰς τοὺς λόγους σου ἐπήλπισα, κ. τ. ἑ.
Ἀωρία ἐστὶ νοητὴ διάθεσις ἕξεως ἐπὶ τὴν γνῶσιν σπουδάζουσα.
Ἐγγὺς εἶ σὺ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια, κ. τ. ἑ.
Ἐγγύς ἐστιν ἡ δικαιοσύνη τοῦ πεφυκότος δικαιοπραγεῖν· πολλῷ δὲ πλέον ἐστὶν ἐγγύτερον τῶν κατ' ἐνέργειαν κτησαμένων δικαιοσύνην καὶ γνῶσιν.
Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν, κ. τ. ἑ.
Εἰ ἡ σωτηρία ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις τοῦ Θεοῦ, αὕτη δὲ καθαραῖς ψυχαῖς ἐγγίνεται, καλῶς λέγεται τὸ, « Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία· εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία. »
Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα, κ. τ. ἑ.
« Μακάριοι, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. »
Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο, κ. τ. ἑ.
« Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. »
Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με.
Ὁ ἀγαπῶν τὰς ἐντολὰς, ποιείτω αὐτὰς, καὶ ζήσεται ἐν αὐταῖς, ἢ δι' αὐτῶν· ἐν αὐταῖς μὲν, τοὺς λόγους τῆς πρακτικῆς γνώσεως ἐκμαθών· δι' αὐτῶν δὲ, σοφίας καταξιωθείς.
Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
Εἰ ἀρχὴ τῶν λόγων τοῦ Θεοῦ ἀλήθεια, ὁ Χριστὸς ἄρα ἀρχὴ τῶν λόγων ἐστὶ τοῦ Θεοῦ· ἀρχὴν δὲ ἐνταῦθα λέγει, ὡς αἴτιον. Πάλιν εἰ ἡ ἀρχὴ τῶν λόγων [Θεοῦ] ἐστὶν ἡ ἀλήθεια, ἐν οἷς ἂν αὐτὴ ἐγγίνηται, ἐν ἐκείνοις γενήσονται καὶ οἱ λόγοι τοῦ Θεοῦ.
Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου, κ. τ. ἑ.
Ἄρχοντας λέγει τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. «Ἔρχεται γὰρ, φησὶν, ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. » Κόσμον δὲ λέγει οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τοὺς κοσμικὸν βίον βιοῦντας.
Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά.
Τῷ ἐδειλίασεν, ἀντὶ τοῦ εὐλάβετο, ἐχρήσατο.
Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε· ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, κ. τ. ἑ.
Ὥσπερ ἡ ὀγδόη σύμβολόν ἐστι τοῦ μέλλοντος αἰῶνος, δύναμιν ἀναστάσεως περιέχουσα, οὕτω καὶ ἡ ἑβδόμη σύμβολόν ἐστι τοῦ κόσμου τούτου. Μήποτε οὖν τοὺς περὶ δικαιοκρισίας λόγους τοῦ κόσμου τούτου τοῦ αἰσθητοῦ γινώσκων ὁ Δαυῒδ, ᾔνει τὸν Κύριον.
Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
Εἰ οἱ μικροὶ σκανδαλίζονται, ὅστις γὰρ ἂν σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγειŸ οἱ δὲ ἀγαπῶντες τὸν Κύριον, οὐ σκανδαλίζονται· οἱ μικροὶ οὐκ ἀγαπῶντες τὸν Κύριον, σκανδαλίζονται, διὸ καὶ ἀγνοοῦντες τοὺς λόγους τῶν γινομένων, ἐφ' οἷς καὶ σκανδαλίζονται.
Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιον σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με.
Τὸ ἀξίωμα τινὲς μὲν ἡρμήνευσαν τὴν ἀπάθειαν, ἄλλοι δὲ τὴν ἀξίωσιν.
Ἐξερεύξονται τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου, κ. τ. ἑ.
Ὥσπερ τῶν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν »εὐθυμεῖ γάρ τις, φησὶν, ἐν ὑμῖν; ψαλλέτω »Ÿ, οὕτω τὸ ὑμνεῖν τῶν θεωρούντων τοὺς λόγους τῶν δικαιωμάτων ἐστίν.Ἀλλὰ τὸ μὲν ψάλλειν ἀνθρώποις ἁρμόζει, τὸ δὲ ὑμνεῖν ἀγγέλοις, ἢ τοῖς ἀγγελικὸν ἔχουσι βίον· διὸ καὶ οἱ ἀγραυλοῦντες ποιμένες οὐκ ἤκουσαν ἀγγέλων ψαλλόντων, ἀλλ' ἀνυμνούντων καὶ λεγόντων· « Δόξα ἐν ὑψίστοις Θεῷ, » καὶ τὰ ἑξῆς.Ἔστι τοίνυν εὐθυμία ἀπάθεια ψυχῆς ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τῶν ἀληθινῶν δογμάτων προσγινομένη· {ὕμνος δέ ἐστι δοξολογία[...]}. Œ [Ρ] Ὕμνος δέ ἐστιν δοξολογία μετ' ἐκπλήξεως ἐπὶ τῇ θεωρίᾳ τῶν γενομένων ὑπὸ Θεοῦ.
Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.
Τουτέστι δικαιοσύνης ποιητικαί.
Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.
Τὸ αἰνεῖν σε τῶν ζώντων ἐστίν· οἱ γὰρ νεκροὶ οὐκ αἰνέσουσι τὸν Κύριον.
Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ.
Πρῶτον μὲν τὴν πλανηθεῖσαν ψυχὴν ὡς δικαιοσύνη ἐπιστρέφει ὁ Κύριος, ἔπειτα δὲ καὶ ὡς σοφία, εἴπερ πλάνη ἐστὶ ψυχῆς κακία καὶ ἀγνωσία.
Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου, κ. τ. ἑ.
Τῶν δι' ἀρετὴν καὶ γνῶσιν θλιβομένων ἐπακούει Θεὸς
Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς, κ. τ. ἑ.
Οὐδὲν οὕτως ἁρμόζει πρὸς τὰς ἀντικειμένας δυνάμεις, ὡς τὰ βέλη τοῦ Χριστοῦ τὰ ἀντικείμενα τοῖς πεπυρωμένοις βέλεσι τοῦ πονηροῦ, καὶ οἱ ἄνθρακες οἱ καταναλίσκοντες ξύλα, χόρτον, καλάμην. Εἰ δέ ἐστι βέλος ἀγάπης κατὰ τὴν ἐν τοῖςἌσμασι νύμφην· « Τετρωμένη γὰρ, φησὶν, ἀγάπῃ ἐγώ· » ἔστι βέλος δικαιοσύνης καὶ ἀνδρίας καὶ σωφροσύνης καὶ τῶν λοιπῶν ἀρετῶν, οἷς βέλεσι τιτρωσκόμενοι ὑποκάτω τοῦ Θεοῦ πίπτουσιν οἱ λαοί.
Οἴμοι· ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδὰρ, κ. τ. ἑ.
Οὐκ ἔστι τοῦ αὐτοῦ λέγειν· « Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· » καὶ τό· « Οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. »Ἢ τάχα ἡμέρας ἐκεῖ λέγει ἃς ὁ φόβος τοῦ Κυρίου κατὰ τὸν Σολομῶντα προστίθησι, τὰς ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενομένας, ἐν αἷς καὶἈβραὰμ ἀπέθανε πλήρης ἡμερῶν.Ἐνταῦθα δὲ πρὸς τὴν αἰσθητὴν δωρεὰν ἀποδύρεται· ἔχει γὰρ καὶ οὗτος « ἐπιθυμίαν τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρείσσονα· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον » διὰ τοὺς ὠφελημένους, εἴπερ ὁ Δαυῒδ κατὰ τὸν Λουκᾶν ἐν ταῖς Πράξεσι τῶνἈποστόλων, ἢ καὶ κατὰ Παῦλον « ἰδίᾳ γενεᾷ ὑπερετήσων » ἐξαπεστάλη.
Ἤμην εἰρηνικὸς, ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.
Τότε μάλιστα χαλεπώτεροι γίνονται πολεμοῦντες οἱ δαίμονες, ὅταν τις αὐτοῖς πρὸς τοὺς λογισμοὺς ἀποκρίνηται· καὶ διδάσκει ἡμᾶς τοῦτο ποιεῖν ὁ Χριστὸς πειραζόμενος· νηφούσης γὰρ ἔσται διανοίας πρὸς τοὺς λογισμοὺς ἀπαντᾶν· νήφειν δὲ ἡμᾶς ἐν τῇ πάλῃ οὐ βούλονται οἱ ἐχθροὶ, ἵνα μὴ εὐπορήσωμεν νοημάτων ἀντικειμένων τοῖς λογισμοῖς αὐτῶν· ἐφ' ὅσον γὰρ οὐδὲν αὐτοῖς προσφέρομεν οἴκοθεν, χρονίζοντες αὐτῶν ἐν ἡμῖν οἱ λογισμοὶ διαστρέφουσι τὴν ψυχήν· διὸ καλῶς λέγει ἐν ταῖς Παροιμίαις τό·Ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς σὸν ὄμμα πρὸς αὐτὴν, δηλονότι τὴν ἀντικειμένην δύναμιν, ἢ τὴν κακίαν, ἣν σωματικῶς ἡ σοφία μορφοῖ εἰς γυναῖκα.
Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα, κ. τ. ἑ.
Οὗτος, οἶμαι, ὁ ἥλιος ὃς ἀνατέλλει ἐπὶ τὴν σπαρεῖσαν γῆν καὶ ξηραίνων αὐτὴν, καθ' ἣν « ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. »
Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ.
Ἔξοδον τὴν ἀπὸ κακίας εἰς ἀρετὴν, εἴσοδον τὴν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν γνῶσιν τοῦ Θεοῦ.
ἐκεὶ γὰρ ἀνέβησαν αἱ φυλαὶ,φυλαὶ Κυρίου, μαρτύριον τοῦἸσραὴλ
προφητεύει περὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ. πρότερον γὰρ ὁἸσραὴλ ἐκάλει τὸ ἐπὶ τὴν Ἱερουσαλὴμ καὶ ἐπὶ τὸν οἶκον κυρίου, νυνὶ δὲ καὶ πᾶσαι αἱ φυλαὶ τετυχήκασι τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῦ Θεου.
Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου.
Πυργόβαρός ἐστι νοῦς θεωρητικός.
Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μουτὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ
ὁ θεὸς ἐν μὲν τοῖς σωματικοῖς οὐρανοῖς ὡς δημιουργὸς κατοικεῖ διὰ τῆς πολυποικίλου σοφίας αὐτοῦ, ἐν δὲ τοῖς νοητοῖς ὡς δικαιοσύνη καὶ γνώσει καὶ σοφία.
Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν· τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις, κ. τ. ἑ.
[Ρ] Εὐθηνία τοίνυν ἐστὶν ἀπόλαυσις ἀνεμπόδιστος τῶν σωματικῶν ἡδονῶν. ... Œ Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες.
Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, κ. τ. ἑ.
Τὸν προδότηνἸούδαν ζῶντα κατέπιον· εἶχε γὰρ πρὸ τῆς παραδόσεως τὴν ζωὴν τὴν εἰποῦσαν· "6̓Εγώ εἰμι ἡ ζωή·"6 τοὺς δὲ ἀπ' ἀρχῆς τῇ κακίᾳ ἐντρεφομένους, νεκροὺς καταπίνουσιν.
Ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, κ. τ. ἑ. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, κ. τ. ἑ.
Ὕδωρ τροπικῶς λέγει τοὺς πειρασμοὺς τοὺς καταποντίζοντας τὴν ψυχήν· οἱ δὲ αὐτοὶ πειρασμοὶ καὶ λογισμοὶ καλοῦνται. Χείμαῤῥον δὲ πάλιν λέγει τοὺς λογισμοὺς, διὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀθρόως ἐπιπηδᾷν εἰς τὸν νοῦν, καὶ πάλιν ξηραίνεσθαι.
Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων, κ. τ. ἑ. Θηρεύουσιν ἐπὶ ψυχὴν δικαίου αἱ ἀντικείμεναι δυνάμεις, ὧν παγίδες οἱ ὑπ' αὐτῶν ἐνεργούμενοι, καὶ ἐρεθίζοντες προσκαλούμενοι ἡμᾶς εἰς τὸ ἁμαρτεῖν, καὶ πᾶσα ὕλη ἐπὶ τὸ ἁμαρτάνειν προκαλουμένη. Οὐ πίπτει δὲ στρουθίον εἰς παγίδα ἄνευ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς.
Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν, κ. τ. ἑ.
Ἡ μὲν Παλαιὰ Διαθήκη τὰς κατ' ἐνέργειαν συντρίβει παγίδας, νομοθετοῦσα τό· « Οὐ μοιχεύσεις·́. ἡ δὲ Καινὴ τὰς κατὰ διάνοιαν φθείρει παγίδας, παραγγέλλουσα τό· «,Οὐκ ἐπιθυμήσεις.» Πλὴν ἐπὶ μὲν τοῦἈβιμέλεχ τῶν Γεραρῶν τὴν κατ' ἐνέργειαν παγίδα διέφθειρε, μὴ συγχωρήσας τῆς ἀλλοτρίας αὐτὸν ἅψασθαι γυναικός· ἐπὶ δὲἸωσὴφ τὴν κατὰ διάνοιαν. Οὐ γὰρ εἰσάγει ἡ Γραφὴ ἐπιθυμήσαντα τῆς ἀλλοτρίας αὐτὸν γυναικός. Καὶ μακάριος μὲν οὗ συνέτριψε Κύριος τὴν κατ' ἐνέργειαν παγίδα, μακαριώτερος δὲ οὗ τὴν κατὰ διάνοιαν παγίδα διέφθειρεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶνἹερουσαλήμ.
Οὐκ εἶπεν δηλονότι οὐ σαλευθήσεται ὁ κατοικήσας, ἀλλ' ὁ κατοικῶν· αἱ γὰρ ἀρεταὶ ἐν τῷ ἀεὶ γενέσθαι ἔχουσι τὸ εἶναι.
Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, κ. τ. ἑ.
῾Ο Κύριος τῷ κλήρῳ τῶν δικαίων τὴν τῶν ἁμαρτωλῶν ῥάβδον οὐ τέθεικεν. Œ Εἰ κλῆρος δικαίων ἐστὶν ἡ γνῶσις τοῦ Θεοῦ, οὐκ ἀφήσει τοὺς δικαίους ἐν ἀγνωσίᾳ, ἵνα μὴ γένηται αὐτοῖς πρόξενος ἀγνωσίας.
Τοὺς δὲ ἐκλίνοντας εἰ τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Οὐκ ἐργασαμένων, ἀλλ' ἐργαζομένων.
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι, κ. τ. ἑ.
Αἰχμαλωσία ἐστὶ φύσεως λογικῆς ἀπὸ ἀρετῆς καὶ γνώσεως ἐπὶ κακίαν καὶ ἀνοησίαν μετάβασις.
Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν·Ἐμεγάλυνε Κυριος τοῦ ποιῆσαι μετ' αὐτῶν.
« Μετὰ ταῦτα γὰρ ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.»
Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν.
οἱ μὲν τὴν πρακτικὴν μετὰ πόνου καὶ δακρύων κατεργαζόμενοι ἐν δάκρυσι σπείρουσιν· οἱ δὲ τῆς γνώσεως ἀπόνως μεταλαμβάνοντες ἐν ἀγαλλιάσει θεριοῦσι. πλὴν τούτῳ τῷ ῥητῷ προσεκτέον ὅτι πάντες ἔχοντες σπέρματα τῶν ἀρετῶν ἐπιδημοῦμεν τῷ βίῷ. καὶ ὥσπερ ἕπεται τοῖς σπέρμασι δάκρυα, οὕτω τοῖς δράγμασιν ἡ χαρά.
ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον,εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες·ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν,εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων
χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς.. Ant 8.30
ἐφ' ὅσον οἶκός ἐστιν ἡ ψυχὴ, οἰκοδεσπότην ἔχει ἐν ἑαυτῇ τὸν Χριστόν· ἐὰν δὲ γένηται πόλις, ὡς βασιλέα καθεζόμενον ἔχει ἐν ἑαυτῇ τὸν Χριστόν. ἐὰν δὲ γένηται καὶ ναός, ὡς Θεὸν ὑπάρχοντα ἔχει ἐν ἑαυτῷ τὸν Χριστόν. καὶ διὰ μὲν πρακτικῆς κτᾶται ὡς οἰκοδεσπότην αὐτὸν, διὰ δὲ φυσικῆς θεωρίας ὡς βασιλέα, καὶ πάλιν διὰ θεολογίας ὡς Θεόν. καὶ τῷ μὲν τρίτῳ ἕπεται ἐξ ἀνάγκης τὰ δύο, ὥσπερ καὶ τῷ δευτέρῳ τὸ πρῶτον· τῷ δὲ πρώτῳ νῦν οὐκ ἐξ ἀνάγκης τὸ δεύτερον καὶ τὸ τρίτον.
[εἰς μάτην ὑμῖν ἐστιν τοῦ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι,] [οἱ ἔσθοντες ἄρτον ὀδύνης,] ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.
ὥσπερ ὁ ὕπνος ἀφίστησιν ἡμᾶς τῶν αἰσθητῶν, οὕτω καὶ ἡ τοῦ θεοῦ θεωρία χωρίζει ἡμᾶς τῶν αἰ̓σθητῶν.
ωσπερ ὑπνοῦντες οὐδ' αὐτὸ τοῦτο γινώσκομεν ὅτι ὑπνοῦμεν, οὕτω καὶ οἱ θεωροῦντες οὐδ’ αὐτὸ τοῦτο γινώσκομεν, ὅτι ἐν θεωρίᾳ γεγόναμεν.
εἰ ἡ πρακτικὴ ἄρτου λόγον ἐπέχει, ὁ δὲ ὕπνος τῆς γνώσεως, καλῶς μετὰ τὴν βρῶσιν τοῦ ἀρτου τῆς ὀδύνης δίδοται ἡμῖν ὁ ὕπνος· μόνη γὰρ ἡ γνῶσις τοῦ θεοῦ πέφυκε λύειν τὸν κάματον τῆς πρακτικῆς.
μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτου
εἰ « φόβος κυρίου προστίθησιν ἡμέρας », μακάριοι οἱ φοβούμενοι τὸν Κύριον.
εἰ « ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον », μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον
ει « ἀρχὴ σοφίας φόβος θεοῦ, », μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον
εἰ « τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. », μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον
ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα
ἡ γυνὴ τοῦ νοῦ ἡ σοφία ἐστίν· Ἐράσθητι γὰρ, φησὶν, αὐτῆς, καὶ τηρέσει σε. Τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ, καὶ κτήσῃ ἀπ' αὐτῆς λόγους σοφοὺς καὶ δόγματα ὀρθά. λέγει δὲ αὐτὴν καὶ ἀδελφὴν τοῦ νοῦ· εἶπον τὴν σοφίαν ἀδελφὴν σὴν εἶναι. ἀελφὴν δὲ αὐτὴν ὀνομάζει, διότι καὶ αὐτὴ ἐκ τοῦ πατρὸς τῶν πάντων ἐστί. μνημονευτέον δὲ καὶ τοῦ Ἀβραὰμ πῶς τὴν ἰδίαν γυναῖκα ὠνόμασεν ἀδελφὴν, πάντὸς τοῦ βουλομένου τὴν σοφίαν εἶναι διδάσκων. .
καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.
καὶ ὁ Σολομών φησιν· «Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν. »
Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴἸσραήλ
Τὸν νῦν μάρτυρα καλεῖ, τὸν μηδέποτε ἡττηθέντα, καὶ διὰ τοῦτοἸσραὴλ ἐπικαλεῖται.
Μακρύνουσι τὴν ἀνομίαν αὑτῶν οἱ ἐχθροὶ, συνεχεῖς πειρασμοὺς ἐπιπέμποντες, ἤτοι κατὰ διάνοιαν, διὰ τῶν λογισμῶν, ἢ καὶ ἐκ τῶν ἔξωθεν, ὡς ἐπὶ τοῦἸώβ.
αἰσχυνθήτωσαν πάντες οἱ μιισοῦντες τὴν σοφίαν ἢ τὸν σοφόν.
Ταῦτα τὰ δράγματα τῶν ζιζανίων ἐστὶν, καὶ οὐ πληροῖ τὸν νοῦν· οὐ γάρ ἐστιν ἐκ τοῦ πληρώματος, τοῦ τὰ πάντα ἐν πᾶσι πληρωμένου· διόπερ καὶ οἱ ἅγιοι, οὓς παράγοντας εἶπε τὸν κόσμον τοῦτον, οὐκ εὐλογοῦσι, τὰ δράγματα ταῦτα συνάγοντες.Ἔστι καὶ δράγματα κακίας καὶ ἀγνωσίας.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, κ. τ. ἑ.
Ὁ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ, οὗτος ἐκ βαθέων κράζει πρὸς Κύριον.
Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται, κ. τ. ἑ.
Ἐὰν αἱ κατὰ διάνοιαν ἁμαρτίαι, τὸν νοῦν ἀκάθαρτον ποιοῦσαι, τῆς τοῦ Θεοῦ γνώσεως αὐτὸν ἀφιστῶσιν, οὐδεὶς ἀνθρώπων καταξιωθήσεται γνώσεως. « Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν; » Ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; « Καὶ οὐδεὶς, φησὶ, καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν ἐν μιᾷ ὥρᾳ ἡ ζωὴ αὐτοῦ. »
Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτε παρὰ σοὶ ὁ ἱλασμός ἐστιν, ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε.Ἀπὸ φυλακῆς κτλ.
῾Ενεκεν, ὡσεὶ ἔλεγεν, τῆς γνώσεώς σου ὑπέμεινά σε, Κύριε,
Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου· ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον, κ. τ. ἑ.
Ἡ ἐλπὶς ἐκ δοκιμῆς πέφυκε γίνεσθαι, ἡ δὲ δοκιμὴ ἐκ τῆς ὑπομονῆς, ἡ δὲ ὑπομονὴ ἐκ τῆς θλίψεως, ἡ δὲ θλίψις ἐκ τῆς ἐγκρατείας καὶ τῶν πειρασμῶν. Τούτων δὲ αἴτιος ὁ φόβος τοῦ Θεοῦ, ὅστις τῇ ὀρθῇ πίστει συνέζευκται. Πίστις δέ ἐστιν ἡ πρὸς τὰ μὴ κατειλημμένα συγκατάθεσις.
Καὶ αὐτὸς λυτρώσεται τὸνἸσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, κ. τ. ἑ.
Τοτηνικαῦτα ὁ νοῦς ἀπαλλάσσεται τῶν κατὰ διάνοιαν ἁμαρτιῶν ἢ ἀνομιῶν, ὁπηνίκα ἂν γνώσεως καταξιωθῇ· ἡ γὰρ πρακτικὴ οὐ τὰ νοήματα τῆς καρδίας περιαιρεῖ, ἀλλὰ τὰ ἐμπαθῆ νοήματα.
Κύριε, οὐχ ὑψώθη μου ἡ καρδία, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου,
Τὸ τῆς ὑπερηφανίας πάθος, καρδίας ψεκτὸν ὕψωμα καὶ ὀφθαλμῶν μετεωρισμὸν ὠνόμασεν.
ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου.
< ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε > φησίν, < εἰς τὴν βασιλείαν τῶν οὐρανῶν,> τουτέστιν ἐὰν μὴ ἀπάθειαν, κτήσησθε, γνώσεως οὐ καταξιωτήσεσθε.
μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτου
ἐκείνου μνημονεύει ὁ Κύριος τοῦ ἐν ᾧ γίνεται· κἀκείνου οὐ μνημονεύει. [τοῦ] ἐν ᾧ οὐ γίνεται· εἰ δὲ πραΰτητος μνημονεύει ὁ κύριος, πολλῆς ἀοργησίας χρεία, ἵνα τις δέξηται τὸν κύριον. πραΰτης γάρ ἐστιν ἀταραξία θυμοῦ κατὰ στέρησιν ἡδονῶν προσγινομένη φθαρτῶν:- ” in Ron.tr.; not in MS̓]
ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ
Τόπος Κυρίου ὁ νοῦς καθαρός:-
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ
Παρ' Ἑβραίοις το`Ἐφραθὰ Μαρία σημαίνει:-
εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ
Περὶ τῆς σοφίας λέγει προφητικῶς, ἥτις ἐστὶν ὁ Χριστός:-
προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ
Προσκυνοῦμεν τὴν σάρκα τοῦ σωτῆρος οὐ διὰ τὴν φύσιν, ἀλλ' ἐπειδὴ ὁ Χριστός ἐστιν ἐν αὐτῇ· καὶ ἡ μὲν σὰρξ προσκυνητὴ διὰ τὸν Χριστόν, ὁ δὲ Χριστὸς διὰ τὸν θεὸν Λόγον τὸν ἐν αὐτῷ. Χριστὸν δὲ ἐνταῦθά φημι τὴν λογικὴν καὶ ἁγίαν ψυχὴν τὴν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσασαν τῷ βίῳ τῶν ἀνθρώπων· μόνη γὰρ σὰρξ οὐ πέφυκε δέχεσθαι θεὸν, διότι ὁ θεὸς ἡμῶν σοφία ἐστίν. ἐν δὲ καρδίᾳ v|r ἀγαθῇ, φησὶ Σαλομὼν, ἀναπαύσεται σοφία· οὐδὲν δὲ τῶν συνεστώτων ἐκ τῶν τεσσάρων στοιχείων γνώσεώς ἐστι δεκτικόν, γνωστὸς δὲ ἡμῶν ἐστιν ὁ θεός:-
ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.
ἡ σὰρξ μέν ἐστι κιβωτὸς τοῦ Χριστοῦ· κιβωτὸς δὲ Θεοῦ ὁ Χριστὸς. εἴπερ ὁ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτόν:-
οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην
ὥσπερ ἐνδύεταί τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ μακροθυμίαν καὶ τὰς λοιπὰς ἀρετάς. Καὶ τοῦτό ἐστι τὸ ἐν τοῖς εὐαγγελίοις ἔνδυμα γάμου. :-
ὤμοσε κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν
τὸ ἀψευδὲς τῆς ἐπαγγελλίας, ὅρκον ὠνόμασεν. ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν· ὁ δὲ θεὸς κατ' οὐδενὸς ἔχει μείζονος ὀμόσαι, οὐκ ἄρα ὄμνυσι θεός:-
ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου
καὶ δώσει αὐτῷ, φησὶ Γαβριὴλ τῇ Μαριὰμ, ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτου:-
θρόνος μέν ἐστι τοῦ θεοῦ ἡ φύσις ἡ λογική· θρόνος δὲ Χριστοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων:-
τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων
ταύτης τῆς θήρας ὁ ἐν ταῖς Παροιμίαις· <οὐκ ἐπιτεύξεται δόλιος>. ἐκ ταύτης δὲ τῆς θήρας ἦν καὶ τὸ προσενεχθὲν βρῶμα τῷἸσαὰκ ἀπὸἸακὼβ τοῦ παιδὸς αὐτου:-
τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται
θήρα, πτωχοὶ, ἱερεῖς, ὅσιοι, τέσσαρα εἴδη τῶν οἰκείων τῆς Σιών:-
ἡτοίμασα λύχνον τῷ χριστῷ μου.
ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων:-
Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπιτοαυτό.
Οὗτοι κατοικοῦσι ἐπιτοαυτὸ, οἱ τὸ αὐτὸ ἐν Κυρίῳ φρονοῦντες.
Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸνἈαρὼν, κ. τ. ἑ. Μύρον ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώγων δὲ ὁ λόγος· ἐμπεριέχει δὲ τὴν καρδίαν ὁ λόγος. Πώγων δὲ τοῦἈαρὼν ὁ λόγος ὁ καταφράττων τὰ πάθη, καὶ ἱερουργῶν τῷ Θεῷ τὰς ἀρετάς. Καταβαίνει δὲ ἡ τοῦ Πνεύματος χάρις καὶ ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ· τουτέστι διαδίδοται διὰ τῆς πρακτικῆς ἀρετῆς καὶ ἐπὶ τῆς ἠθικῆς φιλοσοφίας.Ἡ γὰρ ὤα τοῦ ἐνδύματος, αὐτοῦ ἐστι τὸ πέρας. NOT in Rondeau’s key but very intriguing. =PG 12.1562 a
Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦἈαρὼν, τὸ καταβαῖνον ἐπὶ ὤαν τοῦ ἐνδύματος αὐτοῦ.
Μύρον ἐκκενωθὲν, ὄνομά σου.
Τοῦτον τὸν πώγωνα φέρει ὁ καταντήσας εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.
Εἰ τὸ ἔνδυμα τῶν ἱερέων δικαιοσύνη ἐστὶν οἱ ἱερεῖς σου γὰρ, φησὶν, ἐνδύσονται δικαιοσύνηνŸ, ἱερεὺς δὲ ἦν ὁἈαρὼν, τὸ ἔνδυμα αὐτοῦ ἦν ἄρα δικαιοσύνη.Ἐπὶ οὖν τὸν τοιοῦτον πώγωνα καὶ τὸ ἔνδυμα τὸ τοιοῦτον ἔρχεται τὸ οὐράνιον μύρον, ὅ ἐστιν γνῶσις ἡ τοῦ Θεοῦ.
Ὡς δρόσοςἈερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν, κ. τ. ἑ.
Ἐν τῷ Δευτερονομίῳ Μωϋσῆς μὲν τὸ ὄρος τοῦτο ὀνομάζειἈερμών· οἱ Φοίνικες δὲ καλοῦσιν αὐτὸ Σανιὼρ, οἱ δὲἈμοῤῥαῖοι Σανείρ. Ἔστι δὲ πέραν τοῦ Ἰορδάνου. Λόγος δὲ τοὺς ἀποστατήσαντας τῶν ἀγγέλων ἐπὶ τοῦτο τὸ ὄρος ἐσκέφθαι περὶ τῆς ἀποστασίας αὐτῶν καὶ συνθήκας πεποιηκέναι.
οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν
Οἱ μὲν θεωρητικοὶ ἐν οἴκῳ κυρίου εἰσιν· οἱ δὲ πρακτικοὶ ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Ὅτι ἐγὼ ἔγνων ὅτι μέγας ὁ κύριος
γνώσεως χρεία πρὸς τὸ θεωρῆσαι τὴν μεγαλειότητα τοῦ κυρίου. )
πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησενἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ,ἐν τοῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις
ὥσπερ ὁ οὐρανὸς ἁγίων δυνάμεών οἰκητήριον, οὕτω καὶ ἡ γῆ τῶν ἀνθρώπων· «Ὁ οὐρανὸς γὰρ, φησὶ, τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. » καὶ ὥσπερ ἐν ταῖς τροπικῶς λεγομέναις θαλάσσαις οἰκοῦσιν οἱ ἀντικείμενοι ἡμῖν δαίμονες, ἐν αἷς καὶ ὁ δράκων ἐπλάσθη τοῦ ἐμπαίζειν αὐτοῖς, οὕτως καὶ ἐν ταῖς ἀλληγορικῶς λεγομέναις ἀβύσσοις οἱ καταχθόνιοι δαίμονες πρὸς οὓς μὴ πεμφθῆναι παρεκάλουν τὸν Χριστὸν ἐν τοῖς εὐαγγελίοις οἱ ἐπίγειοι δαίμονες· ἡ δὲ τούτων τῶν κόσμων καὶ τῶν διαφόρων σωμάτων ἀκριβεστέρα γνῶσις ἐν τοῖς περὶ κρίσεως λόγοις ἀπόκειται.
Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς
νεφέλη ἐστιν̀ φύσις λογικὴ τοὺς περὶ προνοίας λόγους πεπιστευμένη.
ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν
ἀστραπή ἐστιν διδασκαλία πνευματικὴ λογικὰς ψυχὰς ἀπὸ κακίας ἐπανάγουσα.
ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ
οἱ τροπικῶς νῦν λεγόμενοι ἄνεμοι τοὺς τῆς ψυχῆς στάχυς ἐκ τῶν καλύκων προβάλλουσιν, ἵν' οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θερίσωσιν.
ἄνεμός ἐστι φύσις λογικὴ τὸν ἀπὸ πρακτικῆς ὑψωθέντα νοῦν ἐπὶ τὴν τῆς γνώσεως μεταφέρουσα τελειότητα. [VG ]
καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν
ἡ κληρονομία ἡμῶν ἡ γνῶσίς ἐστιν ἡ τοῦ Θεου. πῶς λέγονται κατέχειν ταύτην οἱ ἀντικείμενοι; καὶ ζητήσεις μήποτε λέγονται κατέχειν αὑτήν, οὐχ ὡς γινώσκοντες, ἀλλ' ὡς κωλύοντες ἡμᾶς ἐλθεῖν πρὸς αὐτήν.
εἰ ἡ βασιλεία τῶν οὐρανῶν ἡ θεωρία τῶν γεγονότων ἐστίν, αὔτη δὲ κατὰ τὸν κύριον ἐντὸς ὑμῶν ἐστιν, τὰ δὲ ἐντος ὑπὸ δαιμόνων κεκράτηται, καλῶς λέγονται οἱ ἀλλόφυλοι τὴν γῆν τῆς ἐπαγγελίας κατέχειν.
τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται
ἴνα τὰς αἰσθήσεις ἀποβάλλωσι τὰς ψεκτὰς καθ' ἃς εἰσκινούμενοι τὰ εἴδωλα θεοὺς εἶναι νομίζουσιν, καὶ οὕτω θείαν εὕρωσιν αἴσθησιν· οὕτω γὰρ πείθομαι καταρᾶσθαι τὸν ἅγιον ψαλμῳδόν.
Εὐλογητὸς Κύριος ἐκ Σιὼν ὁ κατοικῶνἹερουσαλὴμ
ὁ ἐν καθαρᾷ καρδίᾳ κατοικῶν κατοικεῖ ἐνἹερουσαλήμ.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Οἱ ταλαιπωροῦντες ἐν τῷ αἰῶνι εἰκότως χρῄζουσι καὶ τοῦ ἐλέους ἐν τῷ αἰῶνι.
ἡ ἐξομολόγησις ἐν τῇ γραφῇ τὴν δοξολογίαν καὶ εὐχαριστίαν σημαίνει· κεῖται δὲ καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῆν ἁμαρτιῶν ἐν τοῖς εὐαγγελίοις, ἐνθα οἱ βαπτιζόμενοι ὑπὸ Ἰωάννου ἐξωμολογοῦντο τὰς ἁμαρτίας αὑτῶν.
Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτωνὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτου
εἰ τοῦ ὕδατός ἐστι βάσις ἡ γῆ, πῶς ἡ γῆ ἐπὶ τῶν ὑδάτων ἐστερέωται; πῶς δὲ καὶ ὁἸὼβ ἀληθεύει λέγων, « τὸ κρεμάσας τὴν γῆν ἐπ' οὐδενός; » Καὶ μήποτε ἡ μὲν ὑποκάτω γῆ τῆς ἀβύσσου κρέμαται ἐπ' οὐδενὸς, ἡ δὲ ἐπάνω γῆ τῆς ἀβύσσου ἐφ' ἧς καὶ ἡμεῖς κατοικοῦμεν͂ ἐπὶ τῶν ὑδάτων τῆς ἀβύσσου ἐστερεώθη· ὡς εἶναι τὴν ἄβυσσον ἐν μέσῳ τῆς γῆς περιεχομένην ὡς ἐν ἀγγείῳ. καὶ ταῦτα μὲν εἴ τις βούλοιτο τῇ ἱστορίᾳ συναγωνίζεσθαι, πρὸς δὲ διάνοιαν, δοξολογεῖτε, φησὶ, τὸν στερεώσαντα τὴν φύσιν τὴν λογικὴν ἐπὶ τῆς ἀληθοῦς γνώσεως.ὅτι δὲ ἐν τοῖς εὐαγγελίοις ὁ Κύριος γῆν λέγει τὰς λογικὰς ψυχὰς, καὶ ὕδωρ τὴν γνῶσιν, ἐκ τοῦ σπόρου τοῦ πεσόντος εἰς τὴν γῆν τὴν καλὴν ἔστι μαθεῖν· καὶ ἐκ τοῦ ῥέοντος ποταμοῦ ἐκ τῆς κοιλίας τοῦ πεπιστευκότος ὕδατος ζῶντος.καὶ τὰ ἑξῆς δὲ τοῦ ψαλμοῦ ἀκολουθεῖ τῇ δευτέρᾳ ἐξηγήσει, ἐν οἷς σελήνη καὶ ἀστέρες φωτίζουσι ταύτην τὴν γῆν ἐν ἀγνοίᾳ τέως διάγουσαν καὶ μήπω δυναμένην φωτισθῆναι ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου· καὶ πάλιν Αἴγυπτος καταλαμβάνεται σύμβολον οὖσα κακίας τῶν κατὰ διάνοιαν πρωτοτόκων φθαρέντων· καὶ κολάζεται Φαραὼ τοῖς πνευματικοῖς ἐναποπνιγόμενος ὕδασιν, καὶ ὁἸσραὴλ ὁδεύει τὴν ἔρημον πεινῶν καὶ διψῶν, καὶ πειραζόμενος, ἥτις ἐστὶ σύμβολον τῆς πρακτικῆς, σπεύδων ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας, ἥντινά φησι εἶναι τὴν γνῶσιν τοῦ Θεοῦ.
ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ κύριος
ὅταν μὲν ὡς ἀκαθάρτων ἡμῶν ὄντων μνημονεύει ἡμῶν ὁ κύριος, κατὰ τὴν ἐπίνοιαν τῆς δικαιοσύνης ἡμῶν μνημονεύει· ὅταν δὲ πάλιν ὡς καθαρῶν, κατὰ τὴν ἐπίνοιαν τῆς σοφίας. πλὴν ὅτι τοῦτο ἰστέον ὅτιπερ αὗται αἱ ἐπίνοιαι κατὰ τῆς τῶν γεγονότων θεωρίας κατηγοροῦνται ἥτις ὡς δημιουργὸν παρίστησιν τὸν Χριστόν.
Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, κ. τ. ἑ.
Ἡ τρεφομένη σὰρξ παρὰ τοῦ Θεοῦ, αὕτη ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ.
Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, κ. τ. ἑ.
Ὅσαι ψυχαὶ κάθηνται ἐν σκιᾷ καὶ ἀγνωσίᾳ, ἰστέον ὅτι λόγον ἄκαρπον ἔχουσι, τὰ ὄργανα κρεμάσασαι τὰ συντελοῦντα εἰς τὴν πρακτικήν.
Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν, καὶ οἱ ἀπαγαγόντες ἡμᾶς·Ἄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών.
Ἔγνων ἐγὼ καὶ δαίμονας ἀναγκάζειν λέγειν ψαλμοὺς καὶ ᾠδὰς πνευματικὰς, ἐν αἷς ἔστι τις ἐντολὴ ἣν παρέβημεν, ὡς ἂν ἀκούοντες καταγελῶσιν, ὡς λεγόντων καὶ μὴ ποιούντων· διὸ καὶ Δαυὶδ λέγει· Μὴ καταγελασάτωσάν μου ὑπερήφανοι.
Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
Ὁ ἐν κακίᾳ διάγων, ἐπὶ γῆς ἐστιν ἀλλοτρίας· διὸ οὐ δύναται εἰπεῖν·Ἄσω τῷ Κυρίῳ εὐεργετήσαντί με. Τῶν γὰρ ἐξελθόντων ἐστὶν ἀπὸ κακίας τὸ λέγειν·Ἄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται κτλ.
μνήσθητι, Κύριε, τῶν υἱῶνἘδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως ὁ θεμέλιος ἐν αὐτῇ
τὸ « Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ,» ὡς παρὰ τῶν ἐχθρῶν λεγόμενον τέθειται· δηλοῖ δὲ τοὺς παλαίοντας ἡμῖν πειρᾶσθαι καὶ τῶν φυσικῶν τῆς ἀρετῆς ἅπτεσθαι σπερμάτων, ἅπερ τροπικῶς ὠνόμασε θεμέλιον, ἀπ' ἀρχῆς καταβεβλημένον ἐν αὐτῇ τῇ ψυχῃ ἵνα παντάπασιν ὁ νοῦς ἀρετῆς ἐκπεσὼν κατὰ τὴν παροιμίαν περιπατήσῃ γυμνότερος ὑπέρου, μὴ ἐνδυσάμενος τὸν Χριστὸν μηδὲ ἔχων ἔνδυμα γάμου.
Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν, κ. τ. ἑ.
Ὅσοι κατὰ τὴν διδασκαλίαν τοῦ Χριστοῦ τὰ φαῦλα νοήματα διαφθείρουσι τῆς ψυχῆς, οὗτοι τὰ νήπια Βαβυλῶνος ἐδαφίζουσι
καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι
ἐναντίον ἀγγέλων ψάλλειν ἐστὶ τὸ ἀπερισπάστως ψάλλειν, ἤτοι τυπουμένου τοῦ ἡγεμονικοῦ ἡμῶν μόνοις τοῖς σημαινομένοις πράγμασιν ὑπὸ τοῦ ψαλμοῦ, ἢ καὶ μὴ τυπουμένου· ἢ τάχα οὕτος ἐναντίον ἀγγέλων ψάλλει ὁ νοῶν τὴν δύναμιν τῶν ψαλμῶν.
«Οτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.»
Τοὺς μὲν ταπεινοὺς ὁ Κύριος διὰ τῶν ἀρετῶν ἐφορᾷ, τοὺς δὲ κατὰ διάνοιαν ὑψηλοὺς διὰ τῆς σοφίας γινώσκει· τούτους γὰρ ἐφορᾶν καὶ γινώσκειν λέγεται ὁ Θεὸς, τοὺς ἐν οἷς χωρεῖ· καὶ τούτους μὴ ἐφορᾶν, μηδὲ γινώσκειν τοὺς ἐν οἷς οὐ χωρεῖ. Καὶ τοῦτο καθόλου σημειωτέον ἐν πάσῃ τῇ θείᾳ γραφῃ.
a. «̓Εὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με.»
Εἰ «ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα», πέρας δὲ τῆς ἐλπίδος ἐστὶν ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἥτις λέγεται ἡμῶν εἶναι ζωὴ, καθὼς γέγραπται·Ἐὰν πορευθῶ κτλ.
σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου
καθέδρα ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ' ἣν δυσκίνητος γίνεται πρὸς κακίαν· ἔγερσίς δέ ἐστιν ἀπὸ τῶν αἰσθητῶν πραγμάτων ἐπὶ τὰ νοητὰ μετάβασις. [= Pitra .138.2]
ὅτι οὐκ ἔστι λόγος ἐν γλώσσῃ μου,
γλῶσσαν τροπικῶς τὴν καρδίαν ὠνόμασεν.
ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σουκαὶ απὸ τοῦ προωσ́που σου ποῦ φύγω;
οὐκ ἔστι τόπος ἔνθα μὴ ἔστιν ἡ γνῶσις ἡ τοῦ Θεοῦ καὶ οἱ λόγοι τῶν γεγονότων. καὶ γὰρ τὰ σώματα διαφύγῃ ὁ νοῦς ἀλλ' εἰς τοὺς λόγους αὐτῶν ἐμπεσεῖται, εἴγε καὶ τούτους παρέλθοι· τὴν γοῦν ἀσώματον οὐ διαφεύξεται φύσιν, ἀλλ' ἐν ἑαυτῇ ὄψεται τὸν δημιουργόν. εἰ δὲ καὶ τοὺς λόγους τῆς ἀσωμάτου φύσεως ὁ νοῦς ὑπερβαίη, ὄψεται πάλιν τὴν ἁγίαν τριάδα ἥτις γνῶσίς ἐστιν ἀπέραντος καὶ οὐσιώδης σοφία.
ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ
εἰ ἡ ἄγνοια καρδίας σκότος ἐστὶν, ἐσκοτίσθη γὰρ, φησὶν, ἡ ἀσύνετος αὐτῶν καρδία, εἰκότως ἄρα ὁ αἴτιος ἡμῖν τοῦ σκότους τούτου γινόμενος, καὶ αὐτὸς ὀνομάζεται σκότος, ὅστις ἡμῶν τὴν ἐν γνώσει τρυφὴν προαιρεῖται σκοτίζειν τοῦ θεοῦ μὴ συγχωροῦντος, ἀλλὰ τὸ σκότος φωτίζοντος· τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. ὡς γὰρ τὴν ἄγνοιαν διὰ τῆς κακίας ἐπεκτησάμεθα, οὕτω τὴν γνῶσιν διὰ τῆς ἀρετῆς προσελάβομεν.
ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε
οὗτινος τοὺς νεφροὺς κτᾶται ὁ κύριος, λεγέτω τὸ κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.
οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς
ὀστοῦν τὴν ψυχὴν ὠνόμασε νῦν, ἣν ἐποίησε μόνος ὁ θεὸς κακίας ἐκτός, ὕστερον δὲ γέγονεν ἐν τοῖς κατωτάτοις τῆς γῆς, τουτέστιν ἐν ἐσχάτῃ ἀκαθαρσίᾳ, ἀλλ' ὅμως καὶ τοῦτο μέλλουσαν αὐτὴν πάσχειν προεῖδεν ὁ κύριος καὶ διὰ τῆς προνοίας πάλιν τῷ ἰδίῳ βιβλίῳ κατέγραψεν.
τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου.
ἀκατέργαστος ἐστι ψυχὴ ἡ μήπω δι' ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως .
καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται
βιβλίον θεοῦ ἐστιν ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων ἐν ᾧ πέφυκε διὰ τῆς γνώσεως γράφεσθαι νοῦς καθαρός· ἐν δὲ τούτῳ τῷ βιβλίῳ εἰσὶ γεγραμμένοι καὶ οἱ περὶ προνοίας καὶ κρίσεως λόγοι, δι' οὗ βιβλίου γινώσκεται ὁ θεὸς ὡς δημιουργὸς καὶ σοφὸς καὶ προνοητὴς καὶ κριτής· δημιουργὸς μὲν διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· σοφὸς δὲ διὰ τοὺς ἀποκειμένους λόγους ἐν αὐτοῖς· προνοητὴς δὲ διὰ τὰ συντελοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν· κριτὴς δὲ πάλιν διὰ τὰ διάφορα σώματα τῶν λογικῶν καὶ τοὺς ποικίλους κόσμους καὶ τούτους περιέχοντας τοὺς αἰῶνας.
ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς
ἐν γνώσει πλασθήσονται, καὶ οὐδεὶς ἔσται γνώσεως ἐκτὸς ὅπως γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.
ἐξηγέρθην καὶ ἔτε εἰμὶ μετὰ σοῦ
ἔγειρε, φυσίν, ὁ κατεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν και ἐπιφαύσει ὁ Χριστός· διὸ ἔγερσίς ἔστι ψυχῆς ἡ ἀπὸ κακίας ἐπ' ἀρετὴν ἐπάνοδος.
λήψονται εἰς ματαιότητα τὰς πόλεις σου
αἱ λογικαὶ ψυχαὶ πόλεις εἰσὶ τοῦ θεοῦ, πεφυκυῖαι δέχεσθαι λόγον θεοῦ, καὶ αὐτὸν τὸν Θεὸν, ἅςτινας λαμβάνουσιν οἱ ἐχθροὶ πρὸς ματαιότητα καὶ ἐργασίαν κακίας.
τέλειον μῖσος ἐμίσουν αὐτοὺς
εἰ ὁ τελείως μισήσας τον̀ πονηρὸν ἀπέχεται πάσης κακίας, ὁ μεταλαμβάνων ἡστινοσοῦν κακίας αὐτοῧ τελείως οὐ μεμίσηκε τον̀ πονηρόν.
δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου
εἰ ὁ θεὸς ἡμῶν ἐστι πῦρ καταναλίσκον, διὰ τῆς ἐπινοίας δηλονότι τοῦ πυρὸς δοκιμάζει τὰς ψυχὰς τῶν ἀνθρώπων.
Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους, κ. τ. ἑ.
Διὰ τῶν λογισμῶν ἡμῖν οἱ δαίμονες παρατάσσονται, ποτὲ μὲν ἐπιθυμίας κινοῦντες, ποτὲ δὲ ὀργὰς, ἄλλοτε πάλιν ἐν ταυτῷ θυμὸν καὶ ἐπιθυμίαν, δι' ὧν γίνεται ὁ λεγόμενος πεπλεγμένος λογισμός· ἀλλ' οὗτος ἐν καιρῷ τῆς ἀκηδίας συμβαίνει μόνον, οἱ δ' ἄλλοι ἐκ διαλείμματος ἐπέρχονται ἀλλήλους διαδεχόμενοι. Τὸν δὲ τῆς ἀκηδίας λογισμὸν κατ' ἐκείνην τὴν ἡμέραν οὐδεὶς διαδέχεται διαλογισμὸς, πρῶτον μὲν, ὅτι καὶ χρονίζει, ἔπειτα δὲ καὶ σχεδὸν πάντας τοὺς λογισμοὺς ἔχει ἐν ἑαυτῷ.
Ἠκόνησαν τὴν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, κ. τ. ἑ.
Τὸν ὀξύτατον λογισμὸν ἠκονημένον λέγει. Τοιοῦτος δὲ καὶ ὁ πρὸς βλασφημίαν τὸν νοῦν ὑφαρπαζων λογισμός.
Οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου, κ. τ. ἑ.
Ἀλλὰ καὶ τὰ φαῦλα νοηματα πολλάκις οἱ δαίμονες οὐ γυμνὰ ἀποτίθενται ἡμῖν, ἵνα μὴ ὁ νοῦς ἄντικρυς τὸ ἄλογον αὐτῶν θεασαμενος, τοὺς λογισμοὺς ἀποῤῥίψῃ· ἀλλὰ μετά τινων ἄλλων χρηστοφανῶν νοημάτων τὰ πονηρὰ νοήματα ἐπισπείρουσι· καὶ τοῦτο μόνον ἐπὶ τῶν τελείων ποιοῦσι, τῶν μὴ ἐχόντων πάθη· τοῖς γὰρ ἐμπαθέσι καὶ ἀκαθάρτοις καὶ φανερῶς ἐμβάλλουσι τοὺς λογισμοὺς, οὓς ἀπώσασθαι ἀδυνατοῦσιν.
Ἔκρυψαν ὑπερήφανοι παγίδα μοι. Œ [γ´]. Διὰ τὰ πάθη ἀδυνατοῦσιν, καὶ τὴν ἄλογον αὐτῶν ἐπίγνωσιν, οὕτω καὶ τῇ Εὔᾳ φησίν·Ἔσεσθε ὡς Θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν.
Διελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθώσιν.
Ὅσον ὑψοῦνται νικῶντες οἱ ἐχθροὶ, τοσοῦτον ἡττώμενοι αἰσχύνωνται.
Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν.
Κύκλωμα εἶπεν τὸ κυκλῶσαι αὐτὸν τάγμα· κεφαλὴν δὲ, ἤτοι τὸν προεστῶτα διαβολον τοῦ τάγματος τούτου· ἢ τὸ πρῶτον ἐν τῇ καρδίᾳ πονηρὸν συνιστάμενον νόημα, περὶ οὗ εἶπεν καὶ ὁ Θεὸς ἐν τῇ Γενέσει τό· Συντηρήσεις αὐτοῦ κεφαλήν.
Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες πυρὸς, κ. τ. ἑ.
Τοῦτο τὸ πῦρ καὶ οἱ ἄνθρακες κατακαίουσι ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις καταναλίσκοντα.
Ἔγνων ὅτι ποιήσει Κύριος κρίσιν τοῦ πτωχοῦ.
Ἔγνω τῷ προφητικῷ πνεύματι τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ.
Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.
Σὺν τῷ προσώπῳ σου, σὺν τῇ σοφίᾳ σου, τῇ θεωρουμένῃ ἐν τοῖς γεγονόσιν.
κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.
τούτου κατευθύνεται ἡ προσευχὴ ὡς θυμίαμα, τοῦ δυναμένου εἰπεῖν· Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις. καὶ ἐστὶν ἓν εἶδος προσευχῆς ὁμιλία νοῦ πρὸς Θεὸν ἀτύπωτον τὸν νοῦν διαζῴζουσα· ἀτύπωτον δὲ λέγω νοῦν τὸν μηδὲν σωματικὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς φανταζόμενον. μόνα γὰρ ἐκεῖνα τῶν ὀνομάτων καὶ ῥημάτων τυποῖ τὸν νοῦν ἡμῶν καὶ σχηματίζει τὰ σημαίνοντά τι τῶν αἰσθητῶν, προσευχόμενον δὲ νοῦν πάντη δεῖ τῶν αἰσθητῶν ἐλεύθερον εἶναι· τὸ δὲ τοῦ Θεοῦ νόημα διασώζει τὸν νοῦν ἀναγκαίως ἀτύπωτον· οὐ γάρ ἐστι σῶμα.
θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου
οὐδὲν οὕτω φυλάσσει τὴν καρδίαν ἡμῶν ὡς ὁ φόβος τοῦ Θεοῦ, εἴγε τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου
ἔλαιον λέγει ἁμαρτωλοῦ τὴν εὐποιΐαν τὴν μὴ διὰ τὴν γνῶσιν τοῦ Θεοῦ γινομένην, ἀλλὰ διὰ τὴν δόξαν τὴν παρὰ τῶν ἀνθρώπων. τοῦτο γάρ ἐστι καὶ τὸ σαλπίζειν τὸν τὴν ἐλεημοσύνην ποιοῦντα.
διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην
Τὰς δυνάμεις τῆς ψυχῆς ὀστᾶ τῆς ψυχῆς ὀνομάζει, ἅπερ διεσκορπίζεται κακίας ἐφαπτόμενα καὶ ἀγνωσίας. εὖ δὲ καὶ τὸ φάναι· διεσκορπίσθη· οἱ γὰρ ἐν ἀρετῇ ὄντες εἷς εἰσιν ἐν Κυρίῳ.
πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἀμαρτωλοι
ἀμφίβληστρόν ἐστι κόλασις ποικίλη ἀπὸ τῶν βυθῶν τῆς κακίας τοὺς ἀκαθάρτους ἀνειμωμένη. ἀλλὰ τοῦτο μὲν τὸ ἀμφίβληστρον τοῦ μέλλοντός ἐστιν αἰῶνος, τοῦ δὲ ἐνεστῶτος αἰῶνός ἐστιν ἀμφίβληστρον διδασκαλία πνευματικη τοὺς ἀποπλανηθέντας ἀπὸ θεοσεβείας ἐπὶ τὴν ἀρετὴν ἐπανάγουσα.
ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι
πάσαις οἱ ἐχθροὶ ἡμῶν ἐπιβουλεύουσι ταῖς ἀρεταῖς· καὶ ἐν μὲν τῇ ἀνδρείᾳ κρύπτουσι τὴν τῆς δειλίας παγίδα, ἐν δὲ τῇ σωφροσύνῃ τὴν τῆς πορνείας καὶ πάλιν ἐν τῇ ἀγάπῃ τιθέασι τοῦ μίσους παγίδα καὶ ἐν τῇ πραΰτητι ἐμβάλλουσι τὴν θρασύτητα καὶ ἐν τῇ ἐλεημοσύνῃ τὸ μὴ διὰ τὸν Θεὸν, ἀλλὰ διὰ τοὺς ὁρῶντας ἐλεεῖν καὶ ἐν τῇ νηστείᾳ τὸ διὰ τοὺς ἀνθρώπους νηστεύειν. καὶ ταῦτα μὲν ὡς ἐπὶ τῆς πρακτικῆς, τί δε τις ἄν εἴποι καὶ ἐπὶ τῆς θεωρίας ὁπόσας παγίδας οἱ ἐχθροὶ διὰ τῶν αἱρέσεων τοῖς ὀρθοῖς δόγμασιν ἑναπέκρυψαν;
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ
Ὁ ἀπολέσας τὴν φυγὴν ταύτην, οὐ δύναται λέγειν τὸ < ἐν θλίψει ἐπλάτυνάς μοι, > διέξοδον ἀπὸ τῶν πταιζόντων αὐτὸν λογισμῶν μὴ εὑρίσκων ὅπερ μάλιστα συμβαίνει τοῖς μὴ ἔχουσι διάκρισιν λογοσμῶν· ἐνταῦθα δὲ ἤτοι ταπεινοφροσύνης χάριν τέθειται τοῦτο ἢ ὄντως καὶ αὐτὸς ἀπώλεσε τὴν φυγὴν, κατ' ἀναλογίαν τῆς αυτοῦ καταστάσεως πειραζόμενος καὶ μὴ εὑρίσκων τοὺς λόγους τῶν προσπεσόντων αὐτῷ πειρασμῶν· πάντως γὰρ καὶ τούτῳ ἡ πάλη ἐγένετο, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ ἐν τοῖς ἐπουρανίοις.
μερίς μου εἶ ἐν γῇ ζώντων
Εἰ ὁ Κύριος ἡμῶν σοφία ἐστὶ, ἡ μερὶς δὲ τῶν ζώντων ὁ κυριός· ἡ μερὶς ἄρα τῶν ζώντων ἡ σοφία ἐστὶ, καθ' ἣν καὶ χρηματίζουσι ζῶντες.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με
Πειρασμοὶ συνεχεῖς διώκουσι τὸν νοῦν ἀπὸ γνώσεως.
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου
Οὐ πάντων ἐστὶ τὸ λέγειν· «Ἔκβαλε ἐκ φυλακῆς τὴν ψυχήν μου, » εἰ μὴ τῶν δυναμένων διὰ καθαρότητα καρδίας καὶ χωρὶς τοῦ σώματος τούτου ἐπιβαλεῖν τῇ θεωρίᾳ τῶν γεγονότων.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου
Καὶ ὁἸώβ φησιν·Ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων.
ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν
Εἰ οἱ συναποθνήσκοντες τῷ Χριστῷ δικαιοῦνται, οἱ ζῶντες ἄρα τὴν ζωὴν ἀντικειμένην τούτῳ τῷ θανάτῳ, οὐ δικαιοῦνται ἐνώπιον τοῦ Θεοῦ.
Καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου
Ὁ γινώσκων τοὺς λόγους τῶν γεγονότων, οὗτος μελετᾷ ἐν τοῖς ἔργοις τοῦ Θεοῦ.
Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι
Γῆ ἄνυδρός ἐστι ψυχὴ καθαρὰ πνευματικὴν γνῶσιν ἐπιζητοῦσα.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα
Τὴν θεωρίαν ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶνος, ἣν καὶ βασιλείαν οὐρανῶν ἔθος ὀνομάζειν τῇ θείᾳ γραφῇ. τοῦτο γὰρ ἀκούειν λέγεται νοῦς, ὃ γινώσκει, καὶ τοῦτο μὴ ἀκούειν ὃ μὴ γινώσκει· τὸ δὲ ἔλεος τοῦ Θεοῦ πνευματικήν τινα θεωρίαν σημαίνει, εἴπερ νοῦς ἐστιν ὁ τοῦ ἐλέους τούτου καταξιούμενος· ἔλεον δὲ ὀνομάζει τὴν θεωρίαν διότι αὐτὴ τοῦς κοπιῶντας ἀναπαύει καὶ πεφορτισμένους ταῖς ἀνομίαις· καὶ γὰρ ὁ Σολομὼν ἐν ταῖς παροιμίαις φησί· Δότε μέθην τοῖς ἐν λύπαις καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, ἵν' ἐπιλάθωνται τῆς πενίας, τουτέστι τῆς ἀγνωσίας· αὕτη γὰρ ἡ πενία φύσεως λογικῆς, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι· ὁ γὰρ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴκου [οἴνου??] Κυρίου, ἐπιλανθάνεται τῆς πενίας καὶ τῶν πόνων καὶ τῶν ὀδυνῶν.
καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου
Οὐδὲν οὕτως ἀποδιώκει τοὺς ἐχθροὺς ἡμῶν, ὡς θεωρία πνευματικη.
εὐλογητὸς Κύριος ὁ Θεός μουὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιντοὺς δακτύλους μου εἰς πόλεμον.
ὁ διδαχθεὶς παρὰ Κυρίου τὸν πρὸς τὴν ἀντικειμένην δύναμιν πόλεμον ἐπίσταται λόγους ἀρετῶν καὶ κακιῶν καὶ διαφορὰς λογισμῶν, γνωρίσματά τε ἀπαθείας καὶ ὅρους αὐτῆς. ἔτι δὲ καὶ τῶν νυκτερινῶν φαντασμάτων ἢ̀ ἐνυπνίων γινώσκει τοὺς λόγους, ὧν οἱ μὲν ἀπὸ τοῦ λογιστικοῦ μέρους γίνονται τῆς ψυχῆς, κινουμένης τῆς μνήμης, οἱ δὲ ἀπὸ τοῧ θυμικοῦ, ἕτεροι δὲ ἀπὸ τοῦ ἐπιθυμητικοῦ. ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν τῷ Μοναχῳ περιειλήφαμεν. τῆς γὰρ ἠθικῆς πραγματείας ἡ τοιαύτη τῶν λόγων ἐξέτασις, νυνὶ δὲ ποσῶς κεκινήκαμεν τὸν ὑπὸ τοῦ Κυρίου διδασκόμενον, πόλεμον παραστῆσαι βουλόμενοι.
Ἄνθρωπος ματαιότητι ὡμοιώθη [[αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι]]
Ματαιότης ἐστὶν ἕξις χειρίστη λογικῆς ψυχῆς, καθ' ἣν τὰς φθαρτὰς ἡδονὰς προαιρουμένη τῶν ἀϊδίων καὶ ἀφθάρτων καταφρονεῖ.
[[Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι·]] ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται
Ἁφή ἐστι Θεοῦ διδασκαλία πνευματικὴ τὸν ἐκ τῆς κακίας ἐναποκείμενον καπνὸν ταῖς λογικαῖς ψυχαῖς ἐξελαύνουσα.
Ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτοὺς
Ταῦτα τὰ βέλη ἀντίκεινται τοῖς πεπυρωμένοις βέλεσι τοῦ πονηροῦ.
[[Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους]] ἐξελοῦ με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων.
Χείρ ἐστιν ἀλλοτρία λογισμὸς μετὰ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἐγγινόμενος καὶ κατέχων τὸν νοῦν· ἀλλ' αὐτὴ μὲν ἡ χεὶρ ἅπτεται τῶν πρακτικῶν· τῶν δὲ θεωρητικῶν ἐστιν ἡ χεὶρ γνῶσις ψευδὴς αὐτῶν τῶν πραγμάτων ἢ τῆς θεωρίας αὐτῶν, ἄδικον ἢ ἄσοφον τὸν δημιουργὸν ὑποβάλλουσα.
ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, [[καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας]]
Καὶ ὁ προφήτης φησί· « Πλὴν κρίμα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; » Καὶ πάλιν ὁ Δαυΐδ φησι· « Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν. »
Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστιν· μακάριος ὁ λαός, οὗ κύριος ὁ θεὸς αὐτοῦ
Μακαριότης ἀδίκων ἐστὶ βίος ἀπενθὴς μετὰ πλήθους χρημάτων.
δικαίων δὲ μακαριότης ἀπάθεια ψυχῆς μετὰ γνώσεως Θεοῦ.
Ὑψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου
ὑψωσις πνευματική ἐστι εὐχαριστία νοῦ καθαροῦ ἐπὶ τοῖς συμβᾶσιν αὐτῷ παρὰ θεοῦ ἀγαθοῖς.
καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας
πάντων μὲν τῶν γεγονότων ἡ θεωρία πεπεράτωται· μόνης δὲ τῆς ἁγίας τριάδος ἡ γνῶσίς ἐστιν ἀπέραντος· οὐσιώδης γάρ ἐστι ἡ σοφία.
γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου
αὕτη ἡ γενεὰ ἐκ τῶν κατ' ἀρετὴν καὶ γνῶσιν γενομένων συνίσταται.
Ἐξομολογησάσθωσάν σοι, κύριε, πάντα τὰ ἔργα σου
νῦν τὰ ἔργα τὰς λογικὰς φύσεις λέγει· αὐταὶ γὰρ πεφύκασιν ἐξομολογεῖσθαι θεῳ· εἰ δὲ ἀναπέμπεταί τις ἐξομολόγησις καὶ ἀπὸ τῆς φύσεως τῆς σωματικῆς, θεὸς ἂν εἰδείη καὶ οἱ τούτου φίλοι.
ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ
εἰ ἡ βασιλεία τοῦ θεοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων ἐστὶῃ, καλῶς εἴρηται ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων. πλὴν τοῦτο ἰστέον, ὅτι γενεὰ καὶ γενεὰ ἐν τοῖς αἰῶσιν λέγεται, τῶν μὲν διδασκόντων, τῶν δὲ μανθανόντων· ἐν δὲ τῇ ἁγίᾳ τριάδι γενεὰ καὶ γενεὰ [ου]̓ ῥηθήσεται, πάντων γεγονότων ἐν θεῷ ἓν, κατὰ τὴν προσευχὴν τοῦ Χριστοῦ λέγουσαν· « δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, καθὼς ἐγὼ καὶ σὺ ἐσμὲν ἓν, Πάτερ. »
καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ
ὡς ἰατρὸς τῶν ψυχῶν ὁ Χριστὸς ἐν εὐκαιρίᾳ δίδωσιν αὐτοῖς τὴν τροφήν. χρήσει δὲ τῷ ῥητῷ τούτῳ, λύων τὸ ἐν τοῖς εὐαγγελίοις ὑπὸ τοῦ σωτῆρος λεγόμενον· « Τί ἐμοὶ καὶ σοὶ, γῦναι; καὶ οὔπω ἥκει ἡ ὥρα μου. » καὶ γὰρ ἐκεῖ καιρὸν σημείων οὐχ ἔφασκεν εἶναι, εἴπερ « τὰ σημεῖα οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· » ἀπιστία γὰρ μετὰ τὸ κήρυγμα εἴωθε γίνεσθαι, κηρύσσειν δὲ οὔπω ὁ κύριος ἤρξατο τὴν βασιλείαν οὐρανῶν. »
καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει
ἐξολόθρευσις ἁμαρτωλοῦ ἐστι χωρισμὸς λογικῆς ψυχῆς ἀπὸ τῆς συμβάσης αὐτῇ κατὰ κακίαν ζωῆς.
καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ
και ὁ Παῦλος φησιν· οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίαις σαρκίναις. πλὰξ τοίνυν σαρκίνη ἐστὶν ψυχὴ λογικὴ εὐκόλως ὑποδεχομένη τὸν νόμον τοῦ θεοῦ. ἔστι δὲ καὶ ψεκτὴ σάρξ, ὡς τὸ οὐ μὴ καταμείῃ τὸ πνεῦμα μου ἐν τοῖς ἀνθρώποις τούτοις· διὰ τὸ εἶναι αὐτοὺς σάρκας. καὶ πάλιν ὁ Παῦλός φησι· σὰρξ καὶ αἵμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται· ἐνταῦθα γὰρ ἡ σὰρξ τὴν κακίαν σημαίνει.
Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, [ποιοῦντα κρίσιν τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν]
Ἀλήθειαν εἶπε τὸν ἀληθινὸν, ἀπὸ τῆς ἕξεως ὀνομάσας τὸν μετέχοντα τῆς ἕξεως· οὕτω καὶ ἐλεημοσύνην ἀγαπᾷ κύριος καὶ κρίσιν, τουτέστι τὸν ἐλεήμονα καὶ δικαιόκριτον. Καὶ παρὰ τῷ Παύλῳ « ἡ ἀγάπη οὐ περπερεύεται, » ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην. κατὰ τὰ αὐτὰ δὲ καὶ ἀπὸ τῶν χειρόνων ἕξεων εὑρήσεις ὀνομαζομένους τοὺς κεκτημένους αὐτάς.
κύριος λύει πεπηδημένους
Οὔτε τὰ πράγματα δεσμοῖ τὸν νοῦν, οὔτε τούτων νοήματα, ἀλλὰ τὰ ἐμπαθῆ τῶν πραγμάτων νοήματα. καὶ γὰρ τὸν χρυσὸν ὁ Κύριος ἔκτισεν, καὶ αὐτὸς τὴν γυναῖκα πεποίηκεν· οὐδὲν δὲ τῶν γεγονότων ὑπὸ Θεοῦ ἐναντιοῦται τῇ σωτηρίᾳ τῇ τῶν ἀνθρώπων, ἀλλ' ἡ πορνεία καὶ ἡ πλεονεξία δεσμοῦσι τὸν νοῦν, ἀναγκάζουσι χρονίζειν τὰ νοήματα τῶν πραγμάτων ἐν τῇ καρδίᾳ. ἵστησι γὰρ τὸν νοῦν τὰ πράγματα διὰ τῶν εμπαθῶν νοημάτων, καθάπερ καὶ τὸ ὕδωρ τὸν διψῶντα διὰ τῆς δίψης, καὶ τὸν πεινῶντα ὁ ἄρτος διὰ τῆς πείνης. τί οὖν πρὸς ταῦτα ὁ ἰατρὸς τῶν ψυχῶν οὔτε τὰ πράγματα διαφθείρει αὐτὸς γὰρ αὐτῶν ἐστι δημιουργὸς, οὔτε τὸν νοῦν μὴ νοεῖν αὐτὰ καταναγκάζει· τοῦ γὰρ ὑπ' αὐτοῦ νοεῖσθαι ἕνεκεν γέγονεν, ἀλλὰ διὰ τῆς πνευματικῆς διδασκαλίας καὶ τῶν ἐντολῶν ἀνατρέψας τὰ πάθη ἅπερ ἕτερά ἐστι τῶν νοημάτων καὶ τῶν πραγμάτων ἀφ' ἡμῶν ἔχοντα τὰς ἀρχὰς, ἐλεύθερον ἀφῆκε τὸν νοῦν τῶν δεσμῶν καὶ τοῦτ' ἂν εἴη τό· κύριος λύει πεπεδημένους.
Κύριος σοφοῖ τυφλοὺς
τυφλότης ἐστὶ στέρησις γνώσεως.
τὰς διασπορὰς τοῦἸσραὴλ ἐπισυνάξει
Οὓς διασκορπίζει ἡ κακία, τούτους συνάγει ἡ ἀρετή· οὕτω καὶ ὁ κύριος ἐν τοῖς εὐαγγρλίοις φησί· καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει.
ὁ ἀριθμῶν πλήθη ἄστρων, kaiì pa=sin au)toiÍj o)no/mata kalw½n
ὁ ἀριθμὸς ᾧ χρώμενος ὁ θεὸς ἀριθμεῖ τὰ λογικὰ, καταστάσεων ἄστρων μηνύει διαφορὰς καὶ ἃ τίθησιν ὀνόματα αὐτοῖς διαφόρους πνευματικὰς γνώσεις σημαίνει. περὶ δὲ τῶν ἑρπετῶν τῶν ἐν τῇ θαλάσσῃ φησίν· « ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός. » πῶς γὰρ ἐφαρμοσθήσεται ὁ πνευματικὸς ἀριθμὸς τοῖς ἕρπουσιν ἐπὶ γαστέρα καὶ δουλεύουσι ταῖς ἡδοναῖς ὧν « ὁ θυμὸς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως καὶ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. » καὶ πάλιν ὁ Σολομὼν πολλοὺς λέγει τοὺς τετρωμένους ὑπὸ κακίας καὶ ἀναριθμήτους τοὺς πεφονευμένους.
[Καὶ διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν,] καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν
ζητήσεις μήποτε συνεκδοχικῶς διὰ τῶν κοράκων πᾶσαν τῶν πτηνῶν τὴν φύσιν σημαίνει ὡς ἐπικαλουμένην θεόν ἢ κόρακας νῦν λέγει φύσεις λογικὰς νοητῶς τρέφειν δικαίους πεπιστευμένας καὶ κολάζειν ἀδίκους προστασσομένας, εἴπερ τοῦ μὲν καταγελῶντος πατρὸς καὶ ἀτιμάζοντος γῆρας μητρὸς, ἐκκόπτουσι κόρακες τοὺς ὀφθαλμοὺς ἐκ τῶν φαράγγων· τῷ δὲἩλίᾳ ἄρτον κομίζουσι τὸ πρωῒ καὶ κρέα τὸ δείλης.
οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ.
ματαία, φησὶ, δύναμις ἀνθρώπου καὶ τάχος ποδῶν. Φόβος γὰρ Κυρίου προστίθησι γνῶσιν καὶ ἀγάθη ἐλπὶς δωρεῖται ἔλεον.
ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου
μοχλοὶ μὲν τῆςἹερουσαλήμ εἰσιν αἱ πρακτικαὶ ἀρεταὶ κωλύουσαι τοὺς ἐχθροὺς παρεισδῦνειν· τῆς δὲ Σιὼν τὰ οὐράνια δόγματα καὶ ἡ ὀρθὴ πίστις τῆς προσκυνητῆς καὶ ἁγίας τριάδος, εἴπερ ἡ μὲνἹερουσαλὴμ τὴν ψυχὴν σημαίνει, ἡ δὲ Σιὼν τὸν νοῦν· ἑρμηνεύεται γὰρἹερουσαλὴμ μὲν ὅρασις εἰρήνης, Σιὼν δὲ σκοπευτήριον.
ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην
τα ὅρια τῆς εἰρήνης φασὶν εἶναι τὴν ἀπάθειαν τῆς ψυχῆς.
καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε.
Οὗτος ὁ πυρὸς ἐκ τοῦ σπέρματός ἐστιν ἐκείνου τοῦ καλοῦ τοῦ σπαρέντος ὑπὸ τοῦ Κυρίου ἐν τῷ ἀγρῷ, ὅπερ πνευματικὴν γνῶσιν σημαίνει.
ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτου, [τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον ... ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά·]
διττῶς λέγεται διδόναι θεὸς, ἢ ἐνεργῶν ἢ συγχωρῶν. καὶ ἑπὶ μὲν τῶν ἀγαθῶν ὡς ἐνεργῶν, ἐπὶ δὲ τῶν κακων ὡς συγχωρῶν, ὡς εἰ καὶ περὶ τοῦ ἡλίου τις ἔλεγεν, ὅτι αὐτός ἐστιν ὁ τὴν ἡμέραν ποιῶν καὶ τὴν νύκτα, ἀλλ' ἡμέραν μὲν λάμπων, νύκτα δὲ ὑποχωρῶν. κατὰ οὖν τὸ δεύτερον σημαινόμενον τὸ διδόναι τὸν θεὸν ἐνταῦθα νομιστέον, εἴπερ ἀποστέλλων τὸν λόγον αὐτοῦ τήξει αὐτά.
τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος, 6 βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται; 7 ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά·
ἡ χιὼν καὶ ὁ κρύσταλλος, καὶ ἡ ὁμίχλη καὶ τὸ ψῦχος κατὰ στέρησιν τοῦ ἡλίου τῆς δικαιοσύνης ἐπισυμβαίνει τῇ φύσει τῇ λογικῇ, ἅπερ ἔτηξεν ὁ τοῦ θεοῦ λόγος ἀποσταλείς· « Πῦρ » γὰρ, φησὶν, « ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. »
ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ιακωβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ισραηλ. 9. οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει
εἰ οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, ἀλλὰ μόνῳ τῳ Ἰακὼβ καὶ τῳ Ἰσραὴλ καὶ ἡμεῖς οἱ ἐξ ἐθνῶν τὰ λόγια αὐτοῦ καταδεξάμενοι Ἰακὼβ καὶ Ἰσραὴλ ἐσμεν ἐπαὶ καὶ ἡμῖν ἐποίησεν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, κ. τ. ἑ.
αἶνός ἐστιν ὕμνος εἰς Θεὸν ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων.
αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς
τὸ φῶς νῦν συμβολικῶς λογικὴν φύσιν σημαίνει· «Ὑμεῖς γὰρ », φησὶν, « ἐστὲ τὸ φῶς τοῦ κόσμου. »
αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν
οὐρανός ἐστι νοητὸς φύσις λογικὴ τὸν τῆς δικαιοσύνης ἥλιον ἐν αὐτῇ περιφέρουσα.
καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν
τὸ ὕδωρ τὸ ἐπάνω τῶν οὐρανῶν λογικὰς φύσεις σημαίνει κεχωρισμένας ἀπὸ τῶν ἐν τοῖς οὐρανοῖς ὄντων ὑδάτων. ἄλλο γάρ ἐστιν ὕδωρ τὸ ὑποκάτω τοῦ στερεώματος καὶ ἄλλο τὸ ἐπάνω τοῦ στερεώματος καὶ ἕτερον τὸ ἐν τοῖς οὐρανοῖς, καὶ ἄλλο πάλιν τὸ ἐπάνω τῶν οὐρανῶν, ὅπερ νῦν αἰνεῖν λέγεται τὸ ὄνομα κυρίου. ταῦτα δὲ πάντα τὰ ὕδατα σημαίνει ἅγια καὶ λογικὰ τάγματα διαφόροις ἐνδιατρίβοντα κόσμοις, ἅπερ ὁ ἱερὸς᾿ἀπόστολος ὀνόμασιν ἑτέροις δεδήλωκεν θρόνους λέγων καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας.
καὶ ὑψώσει κέρας λαοῦ αὐτου
Κέρας ἐστὶ νοῦς καθαρός.
ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτου
ὕμνος ἐστὶν ἔμπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων καὶ γενομένων ὑπὸ Θεοῦ.
ᾄσατε τῷ κυρίῳ ᾆσμα καινὸν
Οὗτος ᾄδει καινὸν ᾆσμα ὁ τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενος, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσάμενος τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα.
καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν
ῥομφαία ἐστὶ νοῦς λογικὸς ἐκκόπτων ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας.
τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις
δεσμός ἐστι νοητὸς ἀπάθεια λογικῆς ψυχῆς.δεσμός ἐστι νοητὸς φόβος Κυρίου ἐκκλίνων ἀπὸ κακίας.δεσμός ἐστι νοητὸς διδασκαλία πνευματικὴ μὴ συγχωροῦσα τὸν νοῦν ἐπὶ τὴν κακίαν ὁδεύειν.δεσμός ἐστι νοητὸς ἀγάπη πνευματικὴ μηδὲν προτιμῶσα τῆς γνώσεως τοῦ Θεοῦ.δεσμός ἐστι νοητὸς ἐπιθυμία.
αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σὰλπιγγος
σάλπιγξ ἐστὶ νοῦς θεωρητικὸς ἢ νοῦς διδασκαλίαν πνευματικὴν γνῶναι πεπιστευμένος.
αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ, καὶ κιθάρᾳ
ψαλτήριον.
κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη.
αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῳ,
Τύμπανόν ἐστι νέκρωσις τοῦ ἐπιθυμητικοῦ δι' αὐτὸ τὸ καλόν.
χορὸς ἐστι συμφωνία ψυχῶν λογικῶν τὸ αὐτὸ λεγουσῶν καὶ μὴ ἐχουσῶν σχίσματα.
αἰνεῖτε αὐτὸν ἐν χόρδαις καὶ ὀργάνῳ
χορδαί εἰσι συμφώνησις.
ὀργανόν ἐστιν ἐκκλησία Θεοῦ, ἀπὸ πρακτικῶν καὶ θεωρητικῶν συνεστῶσα ψυχῶν.
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις
κύμβαλόν ἐστιν εὔηχον ψυχὴ λογική.
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.
κύμβαλόν ἐστιν ἀλαλαγμοῦ.
πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον.
εἰ τὸ φῶς τοῦ κυρίου, κατὰ τὸν σοφὸν Σολομῶντα; ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν, πᾶσα λογικὴ φύσις ἀναπνέουσα τοῦτο τὸ φῶς αἰνεσάτω τὸν κύριον.