Scholia on Psalms by Evagrius, edited by Rondeau, Géhin, and Cassin tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus tag:kalvesmaki.com,2014:tan-a-lm:evagrius: Evagrius TAN-A-lm template Started file Finished file Corrected numerous typos Finish TAN-A-lm

Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν
Βουλὴ ἀσεβῶν ἐστι λογισμὸς ἐμπαθὴς τοῖς αἰσθητοῖς πράγμασι τὸν νοῦν προσδεσμῶν. [Οὐκ εἶπε δὲ, ἄνθρωπος, ἀλλ' ἀνήρ, ὅτι πρὸς ἀγῶνας καὶ πάλας καὶ μάχας τὰς ὑπὲρ ἀρετῆς καλεῖ καὶ βούλεται καὶ τὰς γυναῖκας ἀρρενωποὺς καὶ ἀνδρείας εἶναι.]
μακαριότης δὲ ψυχῆς ἀπάθεια μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.
καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν
καθέδρα λοιμῶν ἐστι λογικῆς ψυχῆς ἕξις χειρίστη, καθ' ἣν καὶ τοὺς ἄλλους διδάσκει παρανομεῖν.
καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
[οὗτος διαπαντὸς μελετήσει τῷ νόμῳ τοῦ θεοῦ ὁ τὰ καλὰ ἔργα διαπραττόμενος.]
καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται
Ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη καὶ τὰ ἑξῆς. Ὅρα πῶς ἐμψύχως εἴρηται δώσει, ἀλλ' οὐκ οἴσει. Δίδωσι δὲ ὁ δίκαιος ἐν καιρῷ θυμοῦ καὶ ἐπιθυμίας μακροθυμίαν, ἀνδρείαν, σωφροσύνην, ἐν λοιδορίᾳ καὶ καταλαλιᾷ τὴν εὐλογίαν, τὴν σιωπήν, τοὺς ἐπαινούς, ὧν τὰς ἐπικαρπίας κομίσεται ἐν τῷ μέλλοντι. Θάλλει δὲ καὶ ὧδε κομῶν ὡς φύλλοις τῇ ἐλπίδι ψυχαγωγούσῃ τὴν τῶν κόπων βαρύτητα ἢ τῇ ταπεινώσει τηρούσῃ καὶ σκεπούσῃ τοὺς καρποὺς ἀδιαπτώτους.
τὰ φύλλα δεικνύουσι τὰ δένδρα καὶ τὸν δίκαιον τὰ καθήκοντα. [Ἔστι δὲ φύλλα γνωρίσματα ψυχῆς ἀγαθῆς διὰ σώματος ἐκτελούμενα, οἷον εἶδος ἐσθῆτος, βῆμα ποδός, προσώπου μειδίαμα.]
οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως
[Ἐσχηματισμένην οἱ ἄπιστοι κέκτηνται τὴν ἀρετήν.]
[Οὔτε δὲ ἐν τῷ Ἑβραϊκῷ κεῖται ὁ διπλασιασμὸς οὔτε τις τῶν ἑρμηνευτῶν ἐχρήσατο αὐτῷ.]
διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει
[Τὸ εἰς κρίσιν, οὐκ εἰς ἐρώτησιν.]
Κρίσις ἐστὶ δικαίων μὲν ἡ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ ἀγγελικὰ μετάβασις, ἀσεβῶν δὲ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ σκοτεινὰ καὶ ζοφερὰ μετάθεσις σώματα. Ἐγερθήσονται οὖν οἱ ἀσεβεῖς οὐκ ἐν τῇ προτέρᾳ κρίσει, ἀλλ' ἐν τῇ δευτέρᾳ.
ὅτι γινώσκει κύριος ὁδὸν δικαίων,
[Μόνον τὸ καλὸν οἶδεν ὁ θεὸς, φαῦλον δὲ οὐδέν· ἀνάξια γὰρ τῆς γνώσεως αὐτοῦ.]
τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ
Ὀργή ἐστι θεοῦ κόλασις ἐπίπονος ἐπὶ τῷ συμφέροντι τοῦ ἡμαρτηκότος γινομένη.
κύριος εἶπεν πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε
Ἄχρις οὗ τὸ σήμερον καλεῖται.
αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου
Κληρονομίαν ἐνταῦθα ὠνόμασεν τὴν φύσιν τὴν λογικὴν κληρονομοῦσαν αὐτὸν ὡς σοφίαν καὶ γνῶσιν καὶ ἀλήθειαν καὶ δικαιοσύνην· κληρονομία δέ ἐστι φύσεως λογικῆς θεωρία σωμάτων καὶ ἀσωμάτων καὶ τοῦ αἰτίου τούτων θεοῦ.
δράξασθε παιδείας μήποτε ὀργισθῇ κύριος
Παιδεία ἐστὶ μετριοπάθεια παθῶν, ὅπερ συμβαίνειν πέφυκεν ἐκ τῆς πρακτικῆς, εἴγε πρακτική ἐστι διδασκαλία πνευματικὴ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα.
κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;
Οἱ προκόπτοντες πολλοὺς τοὺς θλίβοντας ἔχουσιν.
σὺ δέ, κύριε, ἀντιλήμπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου
Τὸ τηνικαῦτα ὑψοῦται νοῦς ὁπηνίκα ἂν ἐπιβάλῃ τῇ πολυποικίλῳ σοφίᾳ τῇ τοῦ θεοῦ.
φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ εἰσήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ
Ὄρος ἅγιόν ἐστιν ὁ Χριστός.
ὀδόντας ἁμαρτωλῶν συνέτριψας,
Ὀδόντες ἁμαρτωλῶν εἰσι λογισμοὶ ἄλογοι παρὰ φύσιν ἡμῖν ἐπισυμβαίνοντες· τοῖς γὰρ λογισμοῖς ὡς ὀδοῦσι χρώμενοι πολλάκις οἱ ἀντικείμενοι προσεγγίζουσιν ἡμῖν τοῦ φαγεῖν τὰς σάρκας ἡμῶν, τουτέστι τὰ ἐκ τῆς σαρκὸς φυόμενα· Φανερὰ δέ, φησὶν, ἐστὶν τὰ ἔργα τῆς σαρκὸς ὁ θεῖος ἀπόστολος.
ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου
Οὐ μετὰ τὸ ἐπικαλέσασθαι εἰσήκουσέν μου, ἀλλ' ἐν τῷ ἐπικαλεῖσθαι.
ἐν θλίψει ἐπλάτυνάς μοι
Ὅταν τῶν θλίψεων καὶ τῶν πειρασμῶν τοὺς λόγους ἐπιγινώσκωμεν, τότε μάλιστα πλατυνόμεθα.
υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι
Ἐντεῦθεν γινώσκομεν ὅτι βαρείας φύσεώς ἐστιν ἡ κακία, διόπερ ὁ ἐρχόμενος εἰς τὴν Αἴγυπτον κύριος ἐπὶ νεφέλης λέγεται καθέζεσθαι κούφης. Νεφέλη δὲ κούφη ἐστὶ φύσις λογικὴ πάσης ἀρετῆς πεπληρωμένη καὶ γνώσεως.
ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε
Παραινεῖ μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦντα τὴν ὀργήν.
θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον
Θυσία δικαιοσύνης ἐστὶν ἀπάθεια ψυχῆς λογικῆς προσφερομένη θεῷ· ἐλπὶς δέ ἐστιν ἀγαθὴ προσδοκία γνώσεως ἀληθοῦς.
ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε
οἱ μὲν ἄγγελοι διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ θεοῦ, οἱ δὲ ἄνθρωποι τὸ φῶς τοῦ προσώπου αὐτοῦ· πρόσωπον γὰρ κυρίου ἐστὶν θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς γεγονότων, φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν, εἴπερ κατὰ τὴν σοφὴν Θεκωϊτίδα, ὥσπερ ἄγγελος θεοῦ ἦν ὁ Δαυὶδ πάντα εἰδὼς τὰ ἐπὶ τῆς γῆς.
ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν
Σῖτος καὶ οἶνος καὶ ἔλαιον πληθύνει ἁμαρτωλούς, εὐφροσύνη δὲ θεοῦ εὐφραίνει δικαίους.
εἰς τὸ τέλος· ὑπὲρ τῆς κληρονομούσης.
Ἡ κληρονομοῦσά ἐστιν ἡ φύσις ἡ λογική.
τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι
ἀποθέμενος τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσάμενος τὰ ὅπλα τοῦ φωτὸς ταῦτα λεγέτω τὰ ῥήματα.
ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος
Οὐκ εἶπεν τοὺς λαλήσαντας, ἀλλὰ τοὺς λαλοῦντας. Εἰ δὲ ἀπόλλυσι κύριος τοὺς λαλοῦντας τὸ ψεῦδος, πᾶς δὲ ἄνθρωπος ψεύστης κατὰ τὸν Δαυίδ, πάντας ἄρα τοὺς ἀνθρώπους κατὰ τὸν λόγον τοῦτον ἀπόλλυσι κύριος, ἵν' ἀποθέμενοι τὸ εἶναι ἄνθρωποι γένωνται θεοί, ἐπειδὴ καὶ θεοὶ γεγονότες καὶ υἱοὶ ὑψίστου γεγόνασιν πάντες γεγόνασιν ἄνθρωποι.
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου
Ναὸς ἅγιός ἐστιν τοῦ θεοῦ ὁ Χριστός, διότι ὁ θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ.
Εἰ τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, ἐν φόβῳ δὲ κυρίου προσκυνεῖ τὸν ναὸν, ἐκκλίνας ἄρα ἀπὸ παντὸς κακοῦ προσκυνεῖ τὸν ναόν, ὅς ἐστι Χριστός· Λύσατε γὰρ, φησὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου
Ἐν τῇ κατὰ πρακτικὴν δικαιοσύνῃ ἢ ἐν τῷ Χριστῷ.
ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια
Πότερον οὐδεμία ἀλήθεια ἢ ὁ Χριστός; Καὶ τάχα τὸ δεύτερον.
τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν
Νεκρῶν ἔργων πεπληρωμένος.
ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν
Μακαριότης ἐστὶν βουλῆς κακῆς ἐκπεσεῖν.
κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς
Ἔξωσον αὐτοὺς ἀπὸ τῆς ἀσεβείας εὐσεβεῖς αὐτοὺς ἀπεργασάμενος.
εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς
Αἰών ἐστι σύστημα φυσικὸν ἐκ σωμάτων ποικίλων λογικὰ διάφορα περιέχον τῆς τοῦ θεοῦ γνώσεως ἕνεκεν.
κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς
Ἡ γνῶσις ἡ τοῦ θεοῦ ᾗ μὲν ἀμύνεται τοὺς πολεμίους ὅπλον ἐστὶ εὐδοκίας, ᾗ δὲ βασιλεύειν τινὰ ποιεῖ τῶν παθῶν στέφανος ὀνομάζεται. Τέμνεται δὲ ἡ γνῶσις ἡ τοῦ Θεοῦ εἰς δύο, εἰς πρᾶξιν καὶ θεωρίαν· καὶ τῆς μὲν πράξεως τὸ ὅπλον τῆς εὐδοκίας ἐστίν, τῆς δὲ θεωρίας ὁ στέφανος. Τετήρηται δὲ καὶ ἡ τάξις· πρὸ γὰρ τοῦ στεφάνου τὸ ὅπλον, ἐπειδὴ καὶ πρὸ τῆς θεωρίας ἡ πρᾶξις.
κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.
Θυμός ἐστιν ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς, κατ' ἐξοχὴν ἀμύνης.
ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου
Πᾶς ὁ μνημονεύων τῆς ζωῆς τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωὴ, οὐκ ἔστιν ἐν τῷ θανάτῳ.
λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου,
ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω
Προτρεπτικὸν πρὸς τὸ δακρύειν ἐν νυκτὶ προσευχόμενον.
ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου
Οὐδὲν οὕτω τυφλοῖ νοῦν ὡς θυμὸς ταρασσόμενος.
ἀπόστητε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
Δαιμόνων μὲν τὸ διὰπαντὸς ἐργάζεσθαι τὴν ἀνομίαν, ἀνθρώπων δὲ τὸ μὴ διαπαντός, ἀγγέλων δὲ μήτε διαπαντὸς μήτε μὴ διαπαντός, ὅπερ ἐστὶ οὐδέποτε.
αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου
Ἡ αἰσχύνη εἰς συναίσθησιν ἄγει τὸν ἁμαρτάνοντα.
εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά
Πρὸς ἀμνησικακίαν ἀναγκαῖον τὸ ῥητόν τοῦτο.
ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενὸς
Κενός ἐστιν ὁ μὴ δυνάμενος εἰπεῖν τὸ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος, διόπερ καὶ οἱ τοιοῦτοι κάλαμοι λέγονται τρέφοντες ἐν ἑαυτοῖς τὰ θηρία· Ἐπιτίμησον γάρ, φησί, τοῖς θηρίοις τοῦ καλάμου καὶ ὁ διάβολος, φησὶν ὁ Ἰώβ, παρὰ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ βούτομον καὶ κάλαμον· Αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασιν.
καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι
Χοϊκὸς ἀντὶ ἐπουρανίου γενοίμην.
ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου
Ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν, φησὶν ὁ σωτήρ.
συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον
Ἐὰν συντελεσθῇ ἡ πονηρία τῶν ἁμαρτωλῶν, ὁ δίκαιος κατευθύνει τὴν ὁδὸν αὐτοῦ μηκέτι πολεμούμενος ὑπ' αὐτῶν.
ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει
Ῥομφαία ἐστὶ νοητὴ λόγος πνευματικὸς χωρίζων ψυχὴν ἀπὸ σώματος ἢ κακίας ἢ ἀγνωσίας.
καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου
Σκεύη θανάτου εἰσὶν ἀκάθαρτα λογικά.
Εἰ σκεύη θανάτου εἰσὶν αἱ τὸν θάνατον ἔχουσαι ψυχαί, σκεύη ζωῆς εἰσιν αἱ τὴν ζωὴν ἔχουσαι ψυχαί· οὔτε γὰρ καὶ Παῦλος σκεῦος ἐκλογῆς ὠνόμασεν ὁ κύριος;
τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο
Καιόμενοί εἰσιν οἱ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου δεχόμενοι.
ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν
Διὰ τοῦτο ἔτεκεν ἀνομίαν, ἐπειδὴ συνέλαβεν πόνον καὶ ὠδίνησεν ἀδικίαν· αὕτη γὰρ ἡ ἀκολουθία τῆς φύσεως.
ἐπιστρέφει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται
Ἡ κορυφὴ νῦν τὸν νοῦν σημαίνει, εἴπερ ὁ στέφανος τῶν χαρίτων κατὰ τὸν Σολομῶντα, ἥτις ἐστὶν ἡ σοφία, δίδοται τῇ κορυφῇ.
εἰς τὸ τέλος· ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυίδ
Ληνοί εἰσιν φύσεις λογικαὶ τοὺς ἐκ τῆς πνευματικῆς ἀμπέλου καρποὺς ὑποδεξάμεναι.
ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν
Κολαστικὸν καὶ τιμωρητικόν.
Ὡς ἐχθρὸς μὲν ἡμᾶς ὁ σατανᾶς ἁμαρτάνειν καταναγκάζει, ὡς δὲ ἐκδικητὴς παραδιδομένους κολάζει. Ὑμέναιον γοῦν καὶ Ἀλέξανδρον αὐτὸς βλασφήμους ἀπεργασάμενος πάλιν ἐπαίδευσεν διὰ πάλιν ἐπαίδευσεν διὰ τὰς εἰς θεὸν βλασφημίας.
ὅτι ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας
Τῷ μηδέπω θεασαμένῳ τοὺς οὐρανοὺς καὶ τὸν ἥλιον καὶ τὴν σελήνην ἔστι τὸ λέγειν ὅτι ὄψομαι τοὺς οὐρανούς· ἢ τότε τὸ πρᾶγμα σαφῶς ἐπιστάμεθα ὅταν καὶ τὸν λόγον καὶ τὴν αἰτίαν αὐτοῦ γινώσκωμεν.
εἰς τὸ τέλος· ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ
Κρύφιά ἐστιν γνῶσις ἀπόρρητος τῶν περὶ Χριστοῦ μυστηρίων.
ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην
Θρόνος θεοῦ ὁ Χριστὸς· θρόνος δὲ Χριστοῦ ἡ ἀσώματος φύσις.
τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
Εἰ τὸ ὄνομα ἐνταῦθα τὴν κακὴν σημαίνει κατάστασιν, ἐξήλειψε δὲ τὸ ὄνομα τῶν ἁμαρτωλῶν ὁ κύριος, ἐξήλειψεν ἄρα τὴν χειρίστην αὐτῶν κατάστασιν.
ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν
Ἐκεῖνος ψάλλει ὁ ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν.
ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.
Ἵνα μὴ αἱ πύλαι τοῦ ᾅδου κατισχύσωσιν αὐτοῦ, αἵτινές εἰσιν αἱ κακίαι κατάγουσαι εἰς πυθμένα ᾅδου.
γινώσκεται κύριος κρίματα ποιῶν
Ἔστι ὅτε καὶ ἐκ τῶν κριμάτων ποδηγούμενος ὁ ἄνθρωπος ἐπιγινώσκει τὸν κύριον.
ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην
Ὥσπερ ὁ παράδεισος τῶν δικαίων ἐστὶ παιδευτήριον, οὕτως ὁ ᾅδης τῶν ἁμαρτωλῶν ἐστι κολαστήριον.
πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ
Εἰ ἐπελάθετο τὰ ἔθνη τοῦ θεοῦ, ᾔδει ποτὲ τὰ ἔθνη τὸν κύριον· ἡ γὰρ λήθη δευτέρα γνώσεως· οὐκοῦν ἐντεῦθεν σαφὲς καὶ τό ἐγὼ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν, πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;
ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα
Ὥσπερ τὸ πνεῦμα οὐ σβέννυται, οὕτω καὶ ἡ ὑπομονὴ ἀπόλλυται· γὰρ κύριος τὸ πνεῦμά ἐστιν καὶ τὸ σὺ εἶ ὑπομονή μου, κύριε. Οὕτω καὶ ἐν Γαλάταις μορφοῦται Χριστὸς ἄμορφος ὤν, ἔν τισι δὲ λέγεται καὶ κοιμᾶσθαι· Ἐξεγέρθητι γὰρ, φησίν, ἵνα τί ὑπνοῖς, κύριε;
Ἵνα τί, κύριε, ἀφέστηκας μακρόθεν;
Θεὸς ἐγγίζων ἐγώ; φησὶν ἐν τῷ προφήτῃ.
Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ
Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν κύριον ἐν παντὶ καιρῷ, ὁ δὲ ἁμαρτωλὸς βεβηλοῖ τὰς ὁδοὺς αὐτοῦ ἐν παντὶ καιρῷ.
πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει
Εἰ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει ὁ σατανᾶς, πάντες δὲ οἱ δίκαιοι ἐχθροὶ αὐτοῦ εἰσι, πάντων ἄρα τῶν δικαίων κατακυριεύσει ὁ σατανᾶς. Οὐκ ἐν παντὶ δὲ δηλονότι κατακυριεύσει πράγματι, ἀλλ' ἔν τινι. Μόνος γὰρ ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησεν, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Ἢ τάχα τὸ βούλημα αὐτοῦ τίθησιν ἡ θεία γραφὴ, ὅπερ ἐπὶ πέρας ἀγαγεῖν τῶν οὐκ ἐνδεχομένων ἐστίν, εἴγε διελογίσαντο βουλὰς ἃς οὐ μὴ δύνωνται στῆναι. Καὶ γὰρ ἐν τῷ Ἰὼβ ψευδόμενος ὁ διάβολός φησι· Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι,μηδὲν πείσας τὸν Ἰὼβ ἄτοπον πεπραχέναι.
Τῶν πειρασμῶν οἱ μὲν προσάγονται τῇ ψυχῇ, οἱ δὲ τῷ σώματι, οἱ δὲ τοῖς πέριξ τοῦ σώματος. Καὶ οἱ μὲν τῇ ψυχῇ προσαγόμενοι λογισμοὶ ἀκάθαρτοι λέγονται ἁμαρτίας γεννῶντες καὶ δόγματα ψευδῆ· οἱ δὲ τῷ σώματι προσφερόμενοι πληγῶν καὶ στρεβλώσεων καὶ διωγμῶν καὶ φυλακῶν καὶ θανάτων αἴτιοι γίνονται· οἱ δὲ τῶν πέριξ τοῦ σώματος πειρασμοὶ περιέχουσι ζημίας χρημάτων καὶ κτημάτων καὶ ἀποβολὰς τέκνων καὶ γυναικῶν ἀφαιρέσεις. Δῆλον οὖν ἔστιν ἐκ τούτων ὅτι πάντως διά τινος τῶν κατειλεγμένων πειρασμῶν ἐκυρίευσε παντὸς δικαίου ὁ σατανᾶς.
Εἰ οἱ προκόπτοντες κατὰ μείωσιν τῆς κακίας προκόπτουσι, δίκαιοι δὲ λέγονται καὶ οἱ τελείαν ἕξιν τῆς δικαιοσύνης κτησάμενοι καὶ οἱ ἀνεμποδίστως προκόπτοντες — δίκαιος γάρ, φησίν, ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· καὶ εἰ δίκαιος, πῶς κατήγορος; Εἰ δὲ κατήγορος, πάντως οὐ τέλειος δίκαιος καὶ γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι —, καλῶς οὖν λέγεται ὁ διάβολος πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύειν, οὐ τῶν τελείων δηλονότι ἐχθρῶν, ἀλλὰ τῶν σπευδόντων ἐπὶ τὴν τελειότητα. Εἰ γὰρ μὴ ἦν μῖσος πρὸς τὸν σατανᾶν ἀτελὲς καὶ τέλειον, οὐκ ἂν ἔλεγεν ὁ Δαυίδ· Τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.
ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων
Ἐν μὲν τοῖς ἔχουσι πλοῦτον κακίας καὶ ἀγνωσίας ὁ διάβολος ἐγκαθέζεται· ἐν δὲ τοῖς κεκτημένοις τὴν ἀρετὴν καὶ τὴν γνῶσιν αἱ ἅγιαι δυνάμεις ἐπαναπαύονται, ὧν σύμβολά ἐστι τὰ πετεινὰ τοῦ οὐρανοῦ τὰ κατασκηνοῦντα ἐν τοῖς κλάδοις τοῦ νάπυος, ὃ σημαίνει τὴν ἐνυπάρχουσαν ἐν ἡμῖν κατὰ δύναμιν βασιλείαν τῶν οὐρανῶν.
ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν
Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς πλουσίους.
Ἕλκει μὲν διὰ τοῦ λογισμοῦ, ἁρπάζει δὲ διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας.
μὴ ἐπιλάθῃ τῶν πενήτων.
Εἰ ἐπελάθετο τῶν πενήτων ὁ κύριος, ᾔδει τοὺς πένητας ὁ κύριος.
βλέπεις ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς
Πόνους καὶ θυμοὺς ὁ σατανᾶς ἐργαζόμενος παραδίδωσι τὰς ψυχὰς εἰς κόλασιν τῷ κριτῇ.
ὀρφανῷ σὺ ἦσθα βοηθῶν
Ὀρφανός ἐστιν ὁ ἀποβαλὼν τὸν πονηρὸν πατέρα· Ὑμεῖς γὰρ, φησὶν ὁ σωτὴρ, ἐκ τοῦ πατρὸς ἡμῶν τοῦ διαβόλου ἐστέ.
σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ
Εἰ ἡ συντριβὴ τοῦ βραχίονος ἀφανίζει τὰς ἁμαρτίας, τὸ δὲ ἀπαλλαγῆναι τῶν ἁμαρτιῶν εὐεργεσία ἐστιν, τὸ συντριβῆναί τινος τὸν βραχίονα εὐεργεσία ἐστίν· οὕτω γὰρ ἐγὼ πείθομαι κολάζειν θεόν. Βραχίονα δὲ εἶπεν τὴν πονηρὰ κατεργασαμένην ψυχήν.
Ἁμαρτωλός ἐστιν ὁ ἐξ ἡδυπαθείας καὶ ἀκολασίας ἁμαρτάνων· πονηρὸς δὲ ὁ ἑκουσίως κακοποιητικός.
Βασιλεύσει κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
Δεῖ γὰρ τὸν κύριον βασιλεύειν διὰ τῶν αἰώνων, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων, δι' ἧς θεωρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται.
ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ
Γῆ κυρίου ἡ θεωρία τῶν γεγονότων αἰώνων ἢ γενησομένων ἐστίν, ἣν καὶ βασιλείαν κυρίου εἶναι φαμέν.
τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν κύριος
Το τηνικαῦτα ἐπακούει τῆς ἐπιθυμίας ὁ κύριος, ὁπηνίκα ἂν τὸ ἐπιθυμητὸν παράσχῃ τῇ ἐπιθυμησάσῃ ψυχῇ.
ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον
Τόξον ἐστὶν ἀκάθαρτος νοῦς.
ἡτοίμασαν βέλη εἰς φαρέτραν
Βέλος ἐστὶ λογισμὸς ἐμπαθής, φαρέτρα δὲ ἕξις χειρίστη λογισμῶν ἀκαθάρτων πεπληρωμένη.
τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ
Σκοτόμηνά ἐστιν ἄγνοια ψυχῆς λογικῆς.
οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν
Εἰ οἱ ὀφθαλμοὶ κυρίου εἰς τὸν πένητα ἐπιβλέπουσιν, γενώμεθα πένητες ἵνα οἱ ὀφθαλμοὶ κυρίου εἰς ἡμᾶς ἐπιβλέπωσιν. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οἱ ὀφθαλμοὶ κυρίου εἰς τοὺς πλουσίους οὐκ ἀποβλέπουσιν.
ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν
Εἰ ὁ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ μισῶν δηλονότι τὴν ἀδικίαν ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν.
πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν
Ποτήριον νῦν τὴν κόλασιν ὀνομάζει ἐν ᾧ κακίας καὶ ἀγνοίας ἐγκέκραται πόμα.
ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν
Δικαιοσύνας νῦν λέγει τοὺς δικαίους ἀπὸ τῆς ἕξεως αὐτοὺς ὀνομάζων. Τοιοῦτόν ἐστι καὶ τὸ ἡ ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ ὁ ἔχων τὴν ἀγάπην.
σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων
Εἰ οἱ μὲν ὅσιοι ἐκλελοίπασιν, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν, οὐκ ἐν τοῖς ὁσίοις μόνοις αἱ ἀλήθειαι καὶ οὐκ ἐν τοῖς ἀληθέσιν ὁσιότης· ἢ ἐπειδὴ οἱ ὅσιοι ἐκλελοίπασι, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλήθειαι· καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν τούτων αἱρέσεων.
ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια
Ἐπειδὴ δόλια ἐνενόησαν, διὰ τοῦτο καὶ ἐλάλησαν δολιότητας
κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν.
Ἐπειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς ἄρα εὐθείαν περιπατοῦσιν.
κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων
Ἐπολυώρησας· πολλῆς φροντίδος ἠξίωσας.
ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;
Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός.
φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον
Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως.
οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ
Ὥσπερ χαίρουσιν οἱ ἄγγελοι ἐπὶ τοῖς μετανοοῦσιν, οὕτω καὶ οἱ δαίμονες ἀγαλλιῶνται ἐπὶ τοῖς ἁμαρτάνουσιν· οἱ μὲν γὰρ ἀρετῆς, οἱ δὲ κακίας εἰσὶν ἐρασταί.
ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με
καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου
Ὁ εὐεργετηθεὶς ᾀδέτω καὶ ὁ εὐθυμῶν ψαλλέτω· Εὐθυμεῖ γάρ τις ἐν ὑμῖν, ψαλλέτω.
[Τὸ καὶ ψαλμῷ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου οὐκ ἔκειτο παρ' οὐδενὶ ἐν τῷ τετρασελίδῳ οὔτε ἐν τῷ Εὐσεβίου τοῦ Παμφίλου οὔτε ἐν τῷ Ἑβραϊκῷ.]
διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι
Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρονται, οὐχ ἡ φαύλη ἔννοια τινὰ διαφθείρει, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα τῆς ἐννοίας.
καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν
Ἐγώ εἰμι ἡ ὁδός, φησὶν ὁ σωτήρ· καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν.
οὐκ ἔστι φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν
Τῷ γὰρ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν κύριον οὐκ ἐπεκαλέσαντο
Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου.
βουλὴν πτωχοῦ κατῃσχύνατε
Δι' ἡμᾶς γὰρ ἐπτώχευσεν ὁ κύριος, πλούσιος ὤν, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτίσωμεν.
τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;
Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Εἰ δὲ ἐκ Σιὼν ἔρχεται ὁ σωτὴρ, αὐτὸς δὲ ἐκ τοῦ πατρὸς ἐξῆλθεν καὶ ἧκεν, ἡ Σιὼν νῦν σύμβολόν ἐστι τοῦ πατρός.
ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ
ἀγαλλιάσθω Ἰακὼβ καὶ εὐφρανθήτω Ἰσραήλ
Αἰχμαλωσία ἐστὶν ἡ ἀπὸ γνώσεως καὶ ἀρετῆς ἐπὶ κακίαν καὶ ἀγνωσίαν ἀκούσιος μετάβασις· καὶ ἀγαλλιᾶται μὲν ὁ πρακτικὸς ἀπάθειαν κτησάμενος, εὐφραίνεται δὲ ὁ γνωστικὸς θεωρίας καταξιωθείς.
καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;
Ὄρος ἅγιόν ἐστιν ἡ γνῶσις τοῦ Χριστοῦ, ἥτις ἐστὶ θεωρία τῶν γεγονότων.
πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην
Ὥσπερ ἐργάζεταί τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἀρετάς.
καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ
Ὁ ἀνεπιλήπτως βιοὺς ὀνειδισμὸν οὐ λαμβάνει ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ.
τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ
Τοῦτο λεκτέον πρὸς τοὺς τοκιστὰς ὡς κωλυτικὸν τῆς ἐν τῷ ἁγίῳ ὄρει κατασκηνώσεως.
εἶπα τῷ κυρίῳ· κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις
Εἰ ἀγαθὰ πᾶσαι αἱ ἀρεταὶ, τῶν δὲ ἀρετῶν χρῄζει ἡ γνῶσις, τῶν ἀγαθῶν ἄρα πάντων χρῄζει ἡ γνῶσις. Καὶ μήποτε ἀγαθὰ εἴρηκεν τὰ μέσα ὧν ἡ δικαία χρῆσις ἡμᾶς ἀγαθοὺς καὶ οὐ τὸν θεὸν ἀπεργάζεται. Εἰ γὰρ τὰ ἀγαθὰ, φησὶν Ἰὼβ, ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἐνταῦθα γὰρ ἀγαθὰ τὰ ὑπάρχοντα ὠνόμασεν, ἅπερ παρὰ τὴν χρῆσιν τὴν καλὴν γίνεται ἀγαθά.
κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου
Κληρονομία ἐστὶ φύσεως λογικῆς ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἐστιν ἡ γνῶσις ἡ τοῦ Θεοῦ.
σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις
Εἰ τὸ σχοινίον μέτρον ἐστί, πῶς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τὸ οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα καὶ τὸ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου; Ἢ τάχα τὸ μέτρον οὐ πρὸς τὴν γνῶσιν αὐτὴν ὀνομάζεται, ἀλλ' πρὸς τὸν ὑποδεχόμενον αὐτὴν τῷ μὴ εἶναι αὐτὸν μείζονος γνώσεως δεκτικόν· καὶ γὰρ αὐτὸς ὁ ὑετὸς ἀμέτρητος μέν ἐστιν, μετρεῖται δὲ ἐν τοῖς ὑποδεχομένοις αὐτὸν ἀγγείοις.
διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου
Ἀντὶ τοῦ ὁ νοῦς μου· ἔθος γὰρ τῇ θείᾳ γραφῇ ἀντὶ τοῦ νοῦ τὴν καρδίαν λαμβάνειν κατὰ τὸ ὑπὸ τοῦ ἀποστόλου· Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Νοῦς δέ ἐστιν ὁ πιστεύων, ὅστις καὶ ῥήματα διακρίνει κατὰ τὸν Ἰώβ.
καὶ ἠγαλλιάσατο ἡ δόξα μου
Δόξαν νῦν λέγει τὸ χάρισμα τοῦ ἁγίου πνεύματος· Δόξα μου γάρ, φησί, καὶ ὑψῶν τὴν κεφαλήν μου πρὸς τὸν κύριον. Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι, ὡς καὶ ὁ ἀπόστολός φησιν.
ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι
Ἀντὶ τοῦ ἐμψύχωσίς μου· τοῦτο γὰρ καὶ ὁ Ἰώβ φησι· Σάρκα με καὶ κρέας ἐνέδυσας.
ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
Τοῦτο Πέτρος ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων ἐπὶ τοῦ σωτῆρος ἡμῶν λαμβάνει. Ζητήσεις δὲ εἰ ὅλον τὸν ψαλμὸν ἐφαρμόσαι δεῖ τῷ Χριστῷ, διὰ τὸ ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου καὶ διὰ τὸ σχοινία ἐπέπεσόν μοι καὶ τὰ ἑξῆς.
ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι
Εἰ πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ, ἐκ δὲ τοῦ προσώπου αὐτοῦ τὸ κρίμα ἐξέρχεται, ἐκ τοῦ υἱοῦ αὐτοῦ ἄρα τὸ κρίμα ἐξέρχεται· εἰκὼν γάρ ἐστι τοῦ πατρὸς.
ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός
Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ θλῖψις ἄρα δοκιμὴν κατεργάζεται. Εἰ δὲ τὴν δοκιμὴν ἐν νυκτὶ διδόαμεν, ἡ νὺξ ἐνταῦθα τὴν θλῖψιν σημαίνει, ἐν ᾗ σκοτοῦται πιεζομένη ψυχὴ λογική.
διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληρὰς
Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ, τουτέστι διὰ τῆς πρακτικῆς, ἥτις δοκεῖ πρὸς τὸ παρὸν ὀδύνης καὶ οὐ χαρᾶς εἶναι πρόξενος, ὕστερον μέντοι καρποὺς δικαιοσύνης ἀποδίδωσι τοῖς δι' αὐτῆς γεγυμνασμένοις.
τὸ στέαρ αὐτῶν συνέκλεισαν
Στέαρ ἐστὶ νοητὸν ἡ ἐκ τῆς κακίας τῷ ἡγεμονικῷ παχύτης ἐπισυμβαίνουσα.
Ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με
Τοῦτον κυκλοῦσιν οἱ δαίμονες ὃν ἐκβάλλουσι τῆς ἀρετῆς· διὸ καλῶς λέγεται τό ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς καὶ τό μὴ δότε τόπον τῷ πονηρῷ, ὡσεὶ ἔλεγεν· ἐὰν πνεῦμα πορνείας ἀναβῇ ἐπὶ σέ, σωφροσύνην σου μὴ ἀφῇς· καὶ πνεῦμα μίσους ἐὰν ἀναβῇ ἐπὶ σέ, ἀγάπην σου μὴ ἀφῇς. Πλὴν προσεκτέον πότερον ὁ ἀπὸ πασῶν τῶν ἀρετῶν ἐκπεσὼν κυκλοῦται ἢ ἀπὸ πολλῶν ἢ ἀπὸ μιᾶς. Καὶ ἐὰν μὲν ἀντακολουθῶσιν ἀλλήλαις αἱ κακίαι ὥσπερ καὶ αἱ ἀρεταί, ὁ ἀπὸ μιᾶς ἐκπεσὼν ἀρετῆς κυκλοῦται· ἐὰν δὲ μὴ ἀντακολουθῶσιν ἀλλήλαις αἱ κακίαι, οὐχ ὁ ἀπὸ μιᾶς ἐκβληθεὶς ἀρετῆς κυκλοῦται, ἀλλ' ὁ ἀπὸ πασῶν. Ἢ τάχα ἧστινός τις ἀρετῆς ἐκπίπτει ὑπὸ τῆς ἀντικειμένης ταύτῃ κακίας κυκλοῦται.
ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν
Διὰ τοῦ ἀκαθάρτου λογισμοῦ ὑπολαμβάνει τὸν νοῦν ἡμῶν ὁ ἀντικείμενος ἡμῖν λέων.
ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς,
ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου
Ὥσπερ τὴν πλήξασαν αὐτὸν δύναμιν ὁ Ἰὼβ χεῖρα λέγει Θεοῦ, ἡ χείρ γὰρ σου, φησὶν, μή με στροβείτω, οὕτω καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ θεοῦ καλεῖ ὁ Δαυὶδ ῥομφαίαν θεοῦ· χεὶρ δὲ εὐεργετικὴ θεοῦ οἱ ἅγιοι ἄγγελοί εἰσι, δι' ὧν προνοεῖ τοῦ κόσμου τοῦ αἰσθητοῦ, οἷς ἀντίκεινται δαίμονες, βουλόμενοι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν
Ἀντὶ τοῦ ἀκαθαρσίας.
ἐχορτάσθησαν υἱῶν
καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.
Οὐ μόνον γὰρ αὑτοὶ ἀκάθαρτοι γεγόνασιν, ἀλλὰ γὰρ καὶ τοῖς τέκνοις αὐτῶν τῆς ἀκαθαρσίας μετέδωκαν.
Ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου
Διὰ τῆς ἀγάπης τὴν ἀγάπην ἐπιγινώσκομεν καὶ τοῦ δικαίου τὴν δικαιοσύνην· ἐκ γὰρ τοῦ ὁμοίου τὸ ὅμοιον ἐπιγινώσκεται.
περιέσχον με ὠδῖνες θανάτου
Ὠδῖνες θανάτου ἤτοι αἱ τὸν θάνατον τίκτουσαι ἢ αἱ συνειλημμέναι ἐκ τοῦ θανάτου, ὅστις ἔσχατος ἐχθρὸς καταργηθησόμενος ὑπὸ Παύλου κεκήρυκται.
καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με
ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου
Χείμαρροι ἀνομίας εἰσιν οἱ παράνομοι λογισμοί· οὗτοι δὲ καὶ αὐτοὶ καὶ ὠδῖνες καλοῦνται χρονίζοντες ἐν ἡμῖν καὶ πάλιν παγίδες θανατοῦντες ἡμᾶς διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας.
ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου
Ναὸς μὲν θεοῦ ὁ Χριστός, ναὸς δὲ Χριστοῦ αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις. Διὸ καὶ ὁ Χριστὸς νῦν καθέζεσθαι λέγεται ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.
καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν
Κατακαῖον ξύλα, χόρτον, καλάμην, τουτέστιν τὰς ἕξεις καταναλίσκον τὰς μοχθηράς. Οὕτω κατέκαυσέ ποτε τελώνην μὲν ὄντα τὸν Ματθαῖον, Παῦλον δὲ διώκτην καὶ ὑβριστήν.
καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη
Ὁ θεὸς ἐν μὲν τοῖς ἁγίοις ἀνθρώποις ἐνοικεῖ καὶ ἐμπεριπατεῖ, ἵπταται δὲ ἐν τοῖς Χερουβίμ.
Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων
Ἐπειδὴ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ καὶ ἔστη κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, διὰ τοῦτο σκοτεινόν ἐστι τὸ ὕδωρ τὸ ἐν ταῖς νεφέλαις, τουτέστι τὸ ἐν τοῖς προφήταις· Ἐντελοῦμαι γάρ, φησίν, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετὸν καὶ ἔσται λιμός, οὐ λιμὸς ἄρτου, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου. Εἰ δὲ ὁ θεὸς ἡμῶν φῶς ἐστι, πῶς καλύπτεται σκότει; Οἶμαι δὲ αὐτὸν οὕτω καλύπτεσθαι σκότει ὡς καὶ τῇ ἀγνοίᾳ τὸ γινωσκόμενον καλύπτεται, ἥτις ὡς πρὸς τὸν γινώσκοντα καὶ οὐ πρὸς τὸ γινωσκόμενον λέγεται. Σκηνὴν δὲ αὐτοῦ τὴν σάρκα ὠνόμασεν ἐν ᾗ Χριστὸς ἐκαθέζετο. Εὖ δὲ καὶ τὸ φάναι σκηνὴν διὰ τὸ πρόσκαιρον τῆς σαρκώσεως· Εἰ γὰρ ἐγνώκαμεν, φησί, Χριστὸν κατὰ σάρκα, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Ἢ τάχα σκηνὴν τὸ σῶμα ὠνόμασεν διὰ τὴν ἄμπελον ἣν ἐξ Αἰγύπτου μετῆρεν ἵνα φυλάξῃ αὐτὴν ἄχρις οὗ πεπανθῇ ὁ βότρυς αὐτῆς καὶ μὴ λυμήνηται αὐτὴν ὗς ἐκ δρυμοῦ. Δύναται δὲ σκηνὴν λέγειν καὶ τὴν σωματικὴν φύσιν ἐν ᾗ θεὸς διὰ τῶν λόγων ὁρᾶται, εἴγε ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται καὶ διὰ τῶν ποιημάτων νοούμενος καθορᾶται.
καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς
Ὅτε πνευματικὰ πνευματικοῖς συγκρίνομεν, τότε ποιοῦμεν τὰς ἀστραπὰς τὴν ἀπ' αὐτῶν γνῶσιν ἐκφαίνοντες.
καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων
Πηγὰς ὑδάτων λέγει τὰς ἀρετὰς· ἐκ γὰρ τούτων ἐξέρχεται γνῶσις· Μακάριοι γὰρ, φησίν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.
καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης
Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστι Χριστός.
Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν
Ἐντεῦθεν γινώσκομεν ὅτι ἰσχυρότεροι ἡμῶν ἦσαν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἡμῶν οἱ δαίμονες, νυνὶ δὲ γεγόναμεν ἡμεῖς αὐτῶν ἰσχυρότεροι· ἔδωκεν γὰρ ἡμῖν ὁ κύριος πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι
Καθαριότης χειρῶν ἐστιν ἀπάθεια ψυχῆς ἐκ χάριτος, προσγινομένη θεοῦ καὶ σπουδῆς τοῦ ἀνθρώπου.
καὶ ἔσομαι ἄμωμος μετ' αὐτοῦ
Ἄμωμός ἐστιν ὁ ἔχων ἐν ἑαυτῷ τὴν ὁδὸν τοῦ Θεοῦ, ἥτις ἐστὶν ὁ Χριστός· Ἐγὼ γὰρ εἰμι, φησίν, ἡ ὁδός. Ἄμωμον δὲ τὴν ὁδὸν ταύτην καὶ αὐτὸς ὁ Δαυὶδ ὠνόμασε λέγων· Κύριε, ἄμωμος ἡ ὁδός σου.
Μόνος ὁ μετὰ θεοῦ ὢν δύναται ἄμωμος εἶναι.
καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου
Ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν. Ἁγίων δὲ αὕτη ἡ φωνὴ τῶν διὰ πολλὴν παρρησίαν δυναμένων λέγειν· Ἀνταπόδος τῷ δούλῳ σου.
Μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ
καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις
Ἐν μὲν τοῖς ὁσίοις ὅσιός ἐστιν ὁ θεὸς, ἐν δὲ τοῖς ἀθῴοις ἀθῷος, ἐν δὲ τοῖς ἐκλεκτοῖς ἐκλεκτός, ἐν δὲ τοῖς στρεβλοῖς οὐ στρεβλὸς ἀλλὰ συστρεβλούμενος αὐτοῖς διὰ τὸ εὔφημον· στρεβλὸν γὰρ εἰπεῖν τὸν θεὸν ἐφυλάξατο. Τούτους τοὺς στίχους οἱ ἁπλούστεροι ἐπὶ τῶν ἀνθρώπων πολλάκις λαμβάνουσιν. Οὕτω δὲ συστρεβλοῦται θεὸς ὡς ἐν τῷ Δευτερονομίῳ λέγει· Ἐὰν εἰσελεύσησθε πρός με πλάγιοι, εἰσελεύσομαι κἀγὼ πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ.
ὅτι σὺ φωτιεῖς λύχνον μου, κύριε, ὁ θεός μου, φωτιεῖς τὸ σκότος μου
ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· καὶ εἰ οὖν τὸ ἐν σοὶ φῶς σκότος ἐστί, τὸ σκότος πόσον. λύχνον δὲ νῦν τὸν νοῦν ὀνομάζει· οὗτος γάρ ἐστι φωτὸς δεκτικός, τουτέστι γνώσεως· Φωτίσατε γάρ, φησίν, ἑαυτοῖς φῶς γνώσεως· σῶμα δὲ θυμὸν καὶ ἐπιθυμίαν, ἅπερ γνώσεώς εἰσιν ἀνεπίδεκται.
ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με
Ἡ ἔλαφος ἀναιρεῖ τοὺς ὄφεις. Καταρτίζονταί τινος οἱ πόδες ὡσεὶ ἐλάφου διὰ τῆς πρακτικῆς· ὑψοῦνται δὲ διὰ τῆς θεωρίας.
καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου
Ὁ χαλκὸς σύμβολόν ἐστι πρακτικῆς· Διέφθειρες γάρ, φησί, τὸν χαλκόν σου, Ἰεζεκιὴλ πρὸς τὴν Ἱερουσαλήμ.
καὶ ἡ δεξιά σου ἀντελάβετό μου
καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος,
καὶ ἡ παιδεία σου αὐτή με διδάξει
ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου
Ὁ ἐν δεξιᾷ καθήμενος τοῦ πατρὸς οὗτος καλεῖται δεξιά. Καὶ διὰ μὲν τῆς προτέρας παιδείας ἡμᾶς ἀνορθοῖ, διὰ δὲ τῆς δευτέρας διδάσκει· πολιτεία γὰρ ὀρθὴ ἀνίστησι ψυχήν, γνῶσις δὲ ἀληθὴς πλατύνει αὐτήν.
[τὸ καὶ ἡ παιδεία σου αὕτη με διδάξει Θεοδοτίωνός ἐστιν. Ἀντὶ τοῦ καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος εἰρημένου τοῖς ο´.]
καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς
Οὗτος καταδιώκει τοὺς ἐχθροὺς ὁ μὴ ἐῶν ἐμπαθεῖς ἐν αὐτῷ γίνεσθαι λογισμούς· ἀπὸ γὰρ τούτων ἐπισυμβαίνουσιν ἡμῖν αἱ ἁμαρτίαι.
ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι
Ἔκλειψιν τῶν ἐχθρῶν ἡ ἀπάθεια κατεργάζεται.
καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον
Νῶτον διδόασιν οἱ ἐχθροὶ μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ.
υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν
Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Τρίβοι δὲ ἀνθρώπων πρᾶξις καὶ θεωρία.
καὶ ὑποτάξας λαοὺς ὑπ' ἐμέ
[Ἰδοῦ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.]
ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων
Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης. Εἰ δὲ ἐχθροὶ ἡμῶν ὀργίλοι εἰσίν, οἱ ἐχθροὶ ἡμῶν ἄρα θυμώδεις εἰσίν· Θυμὸς γὰρ αὐτοῖς, φησίν, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως καὶ ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς.
οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ
Εἰ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, οἱ δὲ οὐρανοὶ ἀπολοῦνται — οἱ οὐρανοὶ γάρ, φησίν, ἀπολοῦνται, σὺ δὲ διαμένεις —, οἱ διηγούμενοι ἄρα τὴν δόξαν τοῦ θεοῦ ἀπολοῦνται. Ἀλλὰ μὴν οὐδεὶς διηγούμενος τὴν δόξαν τοῦ θεοῦ ἀπολεῖται — τοὺς γὰρ δοξάζοντάς με, φησὶν ὁ θεός, δοξάσω —, οὐκ ἄρα οἱ οὐρανοὶ ἀπολοῦνται. Ἀλλ' οἱ μὲν διηγούμενοι οὐρανοὶ τὴν δόξαν τοῦ θεοῦ τῆς νοερᾶς εἰσι φύσεως, οὐρανοὶ λεγόμενοι διὰ τὸ ἔχειν ἐν ἑαυτοῖς τὸν τῆς δικαιοσύνης ἥλιον, οἱ δὲ ἀπολλύμενοι οὐρανοὶ τῆς σωματικῆς εἰσιν οὐσίας.
ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ·
καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ
Εἰ ὁ κύριος ἡμῶν ἥλιος τῆς δικαιοσύνης ἐστίν, ἐν τούτῷ δὲ κατεσκήνωσεν ὁ πατὴρ· Ὁ πατὴρ γάρ, φησίν, ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα, καλῶς εἴρηκεν ὁ ἀπόστολος ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. Ἀλλὰ καὶ νυμφίος ἐστὶν ὁ Χριστός· γὰρ ἔχων, φησὶν, τὴν νύμφην νυμφίος ἐστίν.
καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ
Πῦρ γὰρ, φησίν, ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.
ὁ νόμος τοῦ κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς
Ζητητέον πότερον ἀπὸ κακίας ἐπιστρέφων ἐπὶ τὴν ἀρετὴν ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά. Καὶ τάχα τὸ δεύτερον· τὸ γὰρ πρότερον ἡ ἐντολὴ πέφυκεν ποιεῖν.
ὁ φόβος κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος
Ἁγνεία ἐστὶν ἁμαρτημάτων ἀποχὴ· διὸ καὶ ἁγνὸς εἴρηται ὁ φόβος ὡς ἁγνοὺς ποιῶν· Τῷ γὰρ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Αἰώνιος δὲ ὢν ὁ φόβος ἐν οἷς ἂν ἐγγένηται καὶ αὐτοὺς αἰωνίους ποιεῖ.
μνησθείη πάσης θυσίας σου
καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω
τὰ μὲν ἄλογα ζῷα πιαινόμενα θύεται καὶ ὁλοκαυτοῦται, τὰ δὲ λογικὰ μετὰ τὸ ὁλοκαυτωθῆναι πιαίνεται, εἴγε μετὰ τὴν ἐκ τοῦ ἁγίου πυρὸς κάθαρσιν καταξιοῦται γνώσεως.
ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου
Οἱ μὲν ἄνθρωποι ἐν πλούτῳ ἀγαλλιῶσιν ἢ ἐν δόξῃ ἢ ἐν εὐγενείᾳ· ὁ δὲ ἅγιος ἐν τῷ σωτηρίῳ τοῦ θεοῦ.
πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου
Πληροῖ κύριος τὰ αἰτήματα, οὐ τὰ κακὰ αἰτήματα.
οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
Οἱ μὲν ἀντικείμενοι μετὰ τῆς κακίας ἡμῖν ἐφορμῶσιν· ἡμεῖς δὲ μετὰ τῆς Χριστοῦ γνώσεως αὐτοῖς ἀπαντῶμεν.
ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου
Στέφανος μὲν Χριστοῦ ὁ θεὸς, στέφανος δὲ τῆς λογικῆς φύσεως ὁ Χριστός.
εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε
Οἱ μὲν ἐχθροὶ τοῦ θεοῦ εὑρίσκουσιν αὐτὸν· οἱ δὲ μισοῦντες αὐτὸν εὑρίσκονται ὑπ' αὐτοῦ. Καὶ διὰ μὲν τοῦ νόμου εὑρίσκομεν θεόν, διὰ δὲ τῶν εὐαγγελίων εὑρισκόμεθα ὑπ' αὐτοῦ. Ἢ διὰ πρακτικῆς μὲν εὑρίσκομεν αὐτόν, διὰ δὲ γνώσεως εὑρισκόμεθα ὑπ' αὐτοῦ, ἐχθροὶ ὄντες τὸ πρότερον καὶ ξένοι τῶν διαθηκῶν τοῦ θεοῦ, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
καὶ καταφάγεται αὐτοὺς πῦρ
Ἐπειδή εἰσι ξύλα, χόρτος, καλάμη.
Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων
Εὐεργεσία ἐστὶν ἁμαρτιῶν ἐκπεσεῖν καὶ ἐννοιῶν πονηρῶν· σπέρμα γὰρ ἁμαρτίας λογισμὸς πονηρός.
ὅτι ἔκλιναν εἰς σὲ κακὰ
Τότε κλινόμεθα ὅταν παρὰ φύσιν κινούμεθα.
μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου
Ὡσανεὶ ἔλεγεν μακράν με ποιοῦσι τῆς σωτηρίας αἱ ἁμαρτίαι.
σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος Ἰσραήλ
Ὁ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραὴλ ἢ ὁ αὐτὸς ἔπαινος ὤν.
ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος
Ὁ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γεννᾶται, ἀλλ' ἀπὸ ξύλου. Ὁ σκώληξ κατεσθίει ξύλα, τάχα δὲ καὶ χόρτον καὶ καλάμην· Ὁ θεὸς γὰρ ἡμῶν ἐστι πῦρ καταναλίσκον. Εἰ δὲ ξύλα καὶ αἱ λογικαὶ ὀνομάζονται φύσεις — σὲ γάρ, φησίν, ἐζήλωσαν πάντα τὰ ξύλα τοῦ παραδείσου —, ἐν δὲ ταύταις πέφυκε γεννᾶσθαι Χριστὸς ὡς σοφία καὶ δικαιοσύνη, καὶ σκώληξ ὁ Χριστὸς ὀνομάζεται ἐν τοῖς τοιούτοις ξύλοις γεννώμενος.
ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός
Τάχα τὸν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ἐξέσπασεν ὁ θεὸς, τῶν ἄλλων ἀνθρώπων οὐκ ἐκσπωμένων ἀλλ' ἐξερχομένων· Ἐξῆλθεν γάρ, φησίν, ὁ Ἡσαῦ ὡσεὶ δορὰ δασύς.
ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου
Ἐνὼς μὲν ἤλπισεν ἐπικαλεῖσθαι τὸν θεόν, ἀλλ' οὐκ ἀπὸ μαστῶν τῆς μητρός· πάντες γὰρ ἄνθρωποι γεννώμενοι πρότερον τῇ κακίᾳ προσέρχονται, ὁ δὲ κύριος ἡμῶν πρὶν ἢ γνῶναι ἀγαθὸν ἢ κακὸν ἐξελέξατο τὸ ἀγαθόν, ὥστε καλῶς οὗτος λέγεται ἠλπικέναι ἀπὸ μαστῶν τῆς μητρός· Οὐκ ἔστιν γάρ, φησίν, ἄνθρωπος ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσεται.
καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου
Τὰ ὀστᾶ τῆς σοφίας τὰ ἅγια δόγματα τῆς ἐκκλησίας ἐστίν, ἅπερ ἐν τῷ πάσχᾳ μὴ συντρίβειν τοῖς Ἰουδαίοις νενομοθέτηται· Ὀστοῦν γὰρ αὐτοῦ, φησίν, οὐ συντρίψετε.
καὶ εἰς χοῦν θανάτου κατήγαγές με
Οὐκ εἰς θάνατον, ἀλλ' εἰς χοῦν θανάτου κατήχθη ὁ Χριστός· Οὐκ ἐγκατελείφθη γὰρ ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ᾅδην οὐδὲ ἡ σὰρξ αὐτοῦ οἶδεν διαφθοράν.
διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς
Ἰουδαῖοι μὲν τὸν γραπτὸν νόμον τηροῦντες τὰ αἰσθητὰ ἱμάτια τοῦ λόγου διαμερίζονται· ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ νόμου φυλάσσοντες τὰ νοητὰ ἱμάτια τοῦ σωτῆρος ἡμῶν διαμεριζόμεθα, εἰς Χριστὸν βαπτιζόμενοι καὶ Χριστὸν ἐνδυόμενοι ὡς σοφίαν καὶ ἀλήθειαν καὶ δικαιοσύνην.
ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου
Καὶ πρὸς τὴν Μαριὰμ ὁ Συμεών φησι· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. Ῥομφαία τοίνυν ἐστὶ ψεκτὴ πειρασμὸς εἰς ἀπιστίαν Θεοῦ προσκαλούμενος τὴν ψυχὴν ἢ γνῶσις ψευδώνυμος ἢ λογισμὸς ἀκάθαρτος εἰς ἁμαρτίαν ἐφελκόμενος τὴν ψυχήν, ὅπερ συμβαίνει τοῖς τὴν πρακτικὴν κατορθοῦν βουλομένοις.
Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου
Τὰ ἐκ τούτου τοῦ κυνὸς γεννώμενα καὶ αὐτὰ κυνάρια ὀνομάζεται· Οὐ καλὸν γάρ, φησίν, ἔστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ
Ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου, τουτέστιν οὐκ ἐν εὐγενείᾳ οὐδ' ἐν πλούτῳ, ἀλλ' ἐν σοφίᾳ καὶ δικαιοσύνῃ.
φάγονται πένητες καὶ ἐμπλησθήσονται
Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβάς.
μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς
Μετὰ τὴν γνῶσιν ἡ λήθη καὶ μετὰ τὴν λήθην ἡ μνήμη.
ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν
Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς
ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν
Ὡσεὶ ἔλεγεν ὅτι πάντες οἱ ἄδικοι γενήσονται δίκαιοι παυσάμενοι τοῦ γίνεσθαι γήϊνοι καὶ φθαρτοί.
καὶ ἡ ψυχή μου αὐτῷ ζῇ
Μόνη ἡ ψυχὴ τοῦ Χριστοῦ ζῇ τῷ θεῷ, τὴν γνῶσιν ἔχουσα οὐ μόνον τῶν γεγονότων, ἀλλὰ καὶ αὐτοῦ τοῦ θεοῦ.
ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη
Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται· Γενεὰ δὲ σοφίας ἐστί, κατὰ τὸν σοφὸν Σολομῶντα, φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.
κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.
Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με
Ὥσπερ τὸ πρόβατον τρέφεται χλόῃ καὶ ὕδατι, οὕτω καὶ ὁ ἄνθρωπος ζωοποιεῖται πράξει τε καὶ γνώσει.
ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης
Εἴ ἐστιν τρίβος δικαιοσύνης, ἐστὶν καὶ σωφροσύνης καὶ ἀγάπης καὶ ἐγκρατείας, δι' ὧν εἰσέρχεταί τις εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν
Ὥσπερ ῥάβδος παιδεύει, οὕτω καὶ πρακτικὴ μετριοπαθεῖν ἐκδιδάσκει, καὶ ὥσπερ βακτηρία ἀναπαύει, οὕτω καὶ γνῶσις εὐφραίνει.
ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με
Πρότερον μὲν ὡς ποιμὴν ὁ Χριστὸς ποιμαίνει τὰ πρόβατα, νυνὶ δὲ λοιπὸν ὡς φίλος καλεῖ τοὺς φίλους ἐπὶ τὴν τράπεζαν· Οὐκέτι γὰρ ὑμᾶς καλῶ δούλους, φησὶν ὁ σωτήρ, ἀλλὰ φίλους. Καὶ δοῦλον μὲν ποιεῖ φόβος θεοῦ, φίλον δὲ γνῶσις μυστηρίων.
Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς
ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
Ταύτην λέγει τὴν οἰκουμένην, ἐφ' ᾗ εὐφραίνετο συντελεσθείσῃ.
τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;
ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ
Ἰούδας μὲν ἀνέβη εἰς τὸ ὄρος τοῦ κυρίου· οὐκ ἔστη δὲ ἐν τόπῳ ἁγίῳ αὐτοῦ, διότι μηδὲ ἀθῷος ἦν ταῖς χερσὶ μηδὲ καθαρὸς τῇ καρδίᾳ· Κλέπτης γὰρ ὢν τὰ βαλλόμενα ἐβάσταζεν.
αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν,
ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ
Εἰ ἀγγέλων ἐστὶ τὸ βλέπειν τὸ πρόσωπον τοῦ θεοῦ διαπαντός, τοῦτο δὲ τὸ πρόσωπον καὶ οἱ ἄνθρωποι ζητοῦσιν ἰδεῖν, ἄρα καὶ οἱ ἄνθρωποι γνῶσιν ἐπιζητοῦσιν, εἴγε δυνατὸν ἄρτον ἀγγέλων φαγεῖν καὶ τὸν ἄνθρωπον.
ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν,
καὶ ἐπάρθητε, πύλαι αἰώνιοι
Ἄρατε πύλας ὑμῶν οἱ ἄρχοντες· πύλας δὲ λέγει τὰς ἀρετάς· Ἀνοίξατε γάρ μοι, φησί, πύλας δικαιοσύνης. Ὡς δὲ δικαιοσύνης ἀνοίγονται πύλαι, οὕτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης καὶ μακροθυμίας, δι' ὧν εἰσέρχεσθαι πέφυκε γνῶσις θεοῦ.
κύριος κραταιὸς καὶ δυνατὸς
Θαρσεῖτε, φησίν, ἐγὼ νενίκηκα τὸν κόσμον καὶ τὸν ἄρχοντα αὐτοῦ ἐξέβαλον ἔξω.
Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου, ὁ θεός μου.
Ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην, μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου.
Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν
Ἐν καιρῷ μαρτυρίου λεκτέον τούτους τοὺς λόγους
αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διακενῆς
Ἔστι γὰρ ἀνομῆσαι μὴ διακενῆς· ἐγενήθη γὰρ τοῖς ἀνόμοις ὡς ἄνομος· αὕτη ἡ ἀνομία οὐ διακενῆς ἐγένετο.
τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι
Εἴ τις βούλετο γνῶναι τὰς ὁδοὺς κυρίου, γενέσθω πραΰς· Διδάσκει γὰρ, φησί, πραεῖς ὁδοὺς αὐτοῦ. Πραεῖς δέ εἰσιν οἱ τὴν ἄπιστον μάχην τὴν ἐν τῇ ψυχῇ καταπεπαυκότες θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων εἰδῶν.
ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου
καὶ δίδαξόν με ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου
Χρήσιμον τοῦτο τὸ ῥητὸν ἐν προσευχῇ.
μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε
Ἄνθρωποι μὲν μνημονεύοντές τινων τὰς φαντασίας τῶν προεγνωσμένων ἀνακινοῦσιν ἐν ἑαυτοῖς· θεὸς δὲ μνημονεύων λογικῆς φύσεως οὐχὶ φαντασίας αὐτῆς λαμβάνει — γνῶσις γάρ ἐστιν ὁ θεὸς οὐσιώδης —, ἀλλὰ γίνεται ἐν αὐτῇ. τούτου γὰρ λέγεται μεμνῆσθαι τοῦ ἐν ᾧ οὐ χωρεῖ. Καὶ πρότερον μὲν διὰ τῆς θεωρίας τῶν γεγονότων ὁ κύριος χωρεῖ ἐν οἷς χωρεῖ, ἔπειτα δὲ καὶ διὰ τῆς γνώσεως τῆς ἑαυτοῦ.
διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ
Δικαίῳ γὰρ νόμος οὐ κεῖται.
οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν κύριον
ὁ πάντα πράττων καὶ λέγων τῆς τοῦ θεοῦ γνώσεως ἕνεκεν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς διαπαντὸς ἔχει πρὸς κύριον.
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγὼ
Εἴ τις υἱοθεσίας οὐκ ἔλαβε πνεῦμα οὐδὲ ἀδελφὸς γέγονε τῶν ἁγίων δυνάμεων καὶ αὐτοῦ τοῦ Χριστοῦ, λεγέτω μονογενῆ ἑαυτὸν καὶ πτωχὸν ἐστερημένον τοῦ πλούτου τῆς γνώσεως. Οἶμαι δὲ τὸν Δαυὶδ μετριάζοντα τούτους ᾄδειν τοὺς λόγους· Τὰ ἄδηλα γὰρ καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ δεδήλωκεν ὁ θεός.
ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου
Οὐ πᾶς κόπος περιαιρεῖ ἁμαρτίας, ἀλλ' ὁ διὰ τὸν κύριον τῇ πρακτικῇ προσγινόμενος.
καὶ μῖσος ἄδικον ἐμίσησάν με
Οἱ τοὺς δικαίους ὡς δικαίους μισοῦντες μῖσος ἄδικον μισοῦσιν αὐτούς.
μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σε
γὰρ ἐλπὶς οὐ καταισχύνει· θυγάτηρ γάρ ἐστι δοκιμῆς· ἔκγονον δὲ ὑπομονῆς δοκιμή· ὑπομονὴ δὲ ἐκ θλίψεων πέφυκε γίνεσθαι, ὧν πρόξενοι γίνονται αἱ ἀρεταὶ αἷς ἕπεται γνῶσις θεοῦ.
Πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου
Νεφροὶ μὲν σύμβολόν εἰσι τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς, τουτέστι θυμοῦ καὶ ἐπιθυμίας, καρδία δὲ τοῦ λογιστικοῦ.
καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου
Εἰ ἀλήθειά ἐστι Χριστὸς ἡμῶν — ἐγὼ γὰρ, φησίν, εἰμὶ ἡ ἀλήθεια —, ἐν δὲ τῇ ἀληθείᾳ εὐηρέστει ὁ Δαυὶδ τῷ θεῷ, ἐν τῷ Χριστῷ ἄρα εὐηρέστει ὁ Δαυὶδ τῷ θεῷ.
ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
Λεκτέον ταῦτα πρὸς τοὺς θεωροῦντας ἱπποδρόμια καὶ θέατρα· ἔτι δὲ καὶ πρὸς τοὺς κοινωνοὺς γενομένους τῶν αἱρέσεων.
καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, κύριε
Λογικὸν θυσιαστήριον θεοῦ ὁ νοῦς ἡμῶν ἐστιν, ἐφ' οὗ καίομεν πάντα λογισμὸν ἄλογον ἀποσκιρτῶντα τῆς ἀγέλης τῆς τοῦ δεσπότου τῷ πυρὶ τῷ βληθέντι ὑπὸ τοῦ σωτῆρος ἡμῶν εἰς τὴν γῆν· περὶ δὲ τοῦτο τὸ θυσιαστήριον τὴν ἐμψύχωσιν καλουμένην εἶναι φαμέν. Ὅταν τοίνυν αὕτη μὴ πρὸς τὰ ἔξω βλέπῃ, ἀλλὰ πρὸς τὸ ἴδιον κέντρον νεύῃ, κυκλοῖ τὸ θυσιαστήριον τοῦ θεοῦ, μηδεμίαν γωνίαν κατεργαζομένη φθορᾶς δεκτικήν· τὴν γὰρ ἀφροσύνην παρὰ γωνίαν παρεδρεύειν ὁ Σολομών ἡμᾶς ἐδίδαξεν. Δύναται δὲ θυσιαστήριον λέγειν καὶ τὴν θεωρίαν σωμάτων καὶ ἀσωμάτων, ἐφ' ἧς καθαίρεται νοῦς, ἣν ὁ κυκλώσας, τουτέστιν ἐγνωκὼς, διηγεῖται πάντα τὰ θαυμάσια τοῦ θεοῦ.
κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου
Ὁ τὴν τῆς ψυχῆς ἀπάθειαν προθύμως διαφυλάττων ταῦτα λέγει τὰ ῥήματα.
καὶ τόπον σκηνώματος δόξης σου
Τόπος κυρίου εἰρήνη ψυχῆς· Ἐγενήθη γάρ, φησίν, ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ.
μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου
Ὡς δυναμένου καὶ δικαίου συναπολέσθαι τοῖς ἀσεβέσι ταῦτά φησι· καὶ ὁ Ἀβραὰμ δὲ πρὸς τὸν θεὸν· Μὴ συναπολέσῃς, φησί, δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ἀσεβής. Χρηστέον δὲ τούτῳ τῷ ῥητῷ πρὸς εὐλαβεῖς ἄνδρας ἢ γυναῖκας, συζῶντας ἢ συζώσας κακοῖς.
ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων
Ἐπειδὴ εἰργάζοντο ἀνομίαν, διὰ τοῦτο τὴν δεξιὰν αὐτῶν ἐπλήρουν δώρων.
ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου
Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ σάρκας ἐσθίομεν — ὁ τρώγων γάρ μου, φησί, τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα —, τὰς δὲ ἡμετέρας οἱ δαίμονες, μήποτε καὶ τὰς τοῦ Χριστοῦ ἄρα σάρκας οἱ δαίμονες ἐσθίουσι, τὰς ἐν ἡμῖν ἀρετὰς καὶ τὰ ἀληθῆ δόγματα διαφθείρειν σπουδάζοντες. Λέγεται γὰρ τὸ φαγεῖν καὶ ἐπὶ τοῦ διαφθείρειν. Ἐὰν γὰρ θέλητε, φησί, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα· ἐνταῦθα γὰρ τὸ κατέδεται ἀντὶ τοῦ διαφθερεῖ κεῖται· μάχαιρα γὰρ ἐσθίειν οὐ πέφυκεν.Ἢ τὰς σάρκας ἡμῶν λέγονται ἐσθίειν οἱ δαίμονες ἀντὶ τοῦ τὰ ἐκ τῆς σαρκὸς φυόμενα· Φανερὰ δέ, φησίν, ἐστὶ τὰ ἔργα τῆς σαρκὸς, ὁ ἱερὸς ἀπόστολός, ἅτινά ἐστι μοιχεῖαι, πορνεῖαι, ἀσέλγειαι, εἰδωλολατρεῖαι καὶ τὰ ἑξῆς.
ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου·
Ὁ μὲν πρακτικὸς διὰ τῶν ἀρετῶν πολεμείτω τοῖς ἀλλοφύλοις· ὁ δὲ θεωρητικὸς τοῖς ἀληθέσι χρώμενος δόγμασι καθαιρείτω πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ.
ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω
Τουτέστιν ἐν τῇ καρδίᾳ· ἐφωτίσθη γὰρ.
ὅτι ἔκρυψέν με ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου,
ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ
Ἐνταῦθα σκηνὴν τὸν Χριστὸν ὀνομάζει, ἐν ᾧ καὶ κατεσκήνωσεν ὁ θεός· Ἐν τῷ ἡλίῳ γὰρ, φησίν, ἔθετο τὸ σκήνωμα αὐτοῦ. ἥλιος δὲ τῆς δικαιοσύνης ἐστὶ κατὰ τὸν προφήτην ὁ κύριος. Καὶ πάλιν ὁ Παῦλος· Διότι, φησί, θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ.
ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ
Εἰ ὁ κυκλώσας θύει, θυσία δέ ἐστι πνεῦμα συντετριμμένον, ὁ συντρίψας τὴν ἑαυτοῦ ψυχὴν κύκλον αὐτὴν πεποίηκε, σχῆμα γωνίας μὴ ἔχων ἐπιδεχομένης φθορὰν καὶ τὴν ἀφροσύνην αὐτήν, ἥτις πέφυκε κατὰ τὸν Σολομῶντα ταῖς γωνίαις παρεδρεύειν· καὶ τὸ πῦρ δὲ τὸ κατελθὸν ἐπὶ τὰ παιδία τοῦ Ἰὼβ τῶν τεσσάρων ἥψατο τοῦ οἴκου γωνιῶν.
τὸ πρόσωπόν σου, κύριε, ζητήσω
Δι' ὧν καθαίρει τις ἑαυτὸν δείκνυσι ζητῶν τὸ πρόσωπον τοῦ θεοῦ, ὅπερ οἱ ἄγγελοι διαπαντὸς λέγονται βλέπειν.
καὶ μὴ ἐγκαταλίπῃς με, ὁ θεὸς ὁ σωτήρ μου,
ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με
Μακάριος ὁ ἐγκαταλειφθεὶς ὑπὸ τοῦ πατρὸς τοῦ διαβόλου καὶ τῆς γυναικὸς τούτου κακίας, μεθ' ἧς τίκτει τοὺς παρανόμους υἱούς· ὥσπερ γὰρ Παῦλος διὰ τοῦ εὐαγγελίου γεννᾷ τοὺς Γαλάτας, οὕτω καὶ διὰ τῆς κακίας ὁ διάβολος γεννᾷ τοὺς πονηρούς.
μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με
Ἐν καιρῷ συκοφαντίας ταῦτα λεκτέον.
πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων.
Αὐτὸς μὲν ὁ θεός ἐστιν ἐν τῷ οὐρανῷ· τὰ δὲ ἀγαθὰ αὐτοῦ ἐν τῇ γῇ τῶν ζώντων ἐστιν.
ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου
Αὕτη ἐστὶν ἀνδρεία καὶ κραταιὰ καρδία ἡ μὴ ἔχουσα λογισμοὺς ἀκαθάρτους καὶ δόγματα ψευδῆ.
ὁ θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ
μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ
καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
Τοῦ νοῦ λάκκος ἡ ἄγνοιά ἐστιν, εἰς ἣν ἐμπίπτει, παρασιωπησάσης αὐτῷ τῆς τοῦ θεοῦ σοφίας καὶ μὴ λεγούσης τό ἰδοὺ πάρειμι· ψυχῆς δὲ ἡ κακία.
ἐν τῷ με αἴρειν χεῖράς μου πρὸς ναὸν ἅγιόν σου
Εἰ ναός ἐστιν ὁ ἔχων θεὸν, ὁ θεὸς δὲ ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, ναὸς ἄρα ἐστὶν ἅγιος ὁ Χριστός, πρὸς ὃν αἴρει τις καὶ ὑψοῖ τὴν ἑαυτοῦ ψυχὴν διὰ τῶν ἀρετῶν.
ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα κυρίου
καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ
Ἔργα μὲν κυρίου τάχα ἐστὶ τὰ νοητά, ἔργα δὲ χειρῶν αὐτοῦ νομίζω εἶναι τὰ αἰσθητὰ· Οὐχὶ ἡ χείρ μου, φησίν, ἐποίησε ταῦτα πάντα; Ἢ τάχα ἔργα μὲν κυρίου εἰσὶν αἱ ἀρεταὶ, ἔργα δὲ χειρῶν αὐτοῦ οἱ λόγοι τῶν γεγονότων.
καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσῃς αὐτούς
Καθελεῖ κύριος τὰς ἕξεις τὰς μοχθηρὰς καὶ οὐ μὴ ἔτι συγχωρήσῃ τοῖς οἰκοδομοῦσιν οἰκοδομῆσαι αὐτάς.
καὶ ἀνέθαλεν ἡ σάρξ μου
Σάρκα νῦν ὠνόμασε τὴν ψυχὴν διὰ τὸ κεκολλῆσθαι αὐτὴν τῇ σαρκὶ. Ἢ τάχα καὶ ἡ αἰσθητὴ θάλλει σὰρξ ἀποθεμένη τὰ πάθη.
σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου
Κληρονομίαν νῦν λέγει τὴν κληρονομοῦσαν αὐτὸν φύσιν λογικήν.
ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ
Παῦλος ὁ ἅγιος υἱὸς θεοῦ γεγονὼς διὰ τοῦ εὐαγγελίου ἐγέννα καὶ αὐτὸς υἱοὺς καὶ προσῆγεν τῷ θεῷ.
ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν
Τιμή ἐστιν θεοῦ σεβάσμιος ἀποδοχὴ μετ' εὐχαριστίας.
φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν
Φωνὴ μὲν κυρίου ἐπὶ τῶν ὑδάτων, αὐτὸς δὲ ὁ κύριος ἐπὶ ὑδάτων πολλῶν· λογικὰς δὲ φύσεις νῦν σημαίνει τὰ ὕδατα· Γενηθήτω γάρ, φησί, στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος.
καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου
καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τοῦ Λιβάνου
Μόσχος Λιβάνου ὁ πονηρὸς ἐνώπιον κυρίου παντοκράτορος τραχηλιάσας καὶ ἀποῤῥίψας τὸν ἀγγελικὸν ζυγὸν καὶ θεὸς εἶναι βιαζόμενος.
φωνὴ κυρίου διακόπτοντος φλόγα πυρὸς
Ἡ φωνὴ κυρίου σβέννυσι τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, ἥτις ἐστὶ διδασκαλία πνευματικὴ πρὸς ὀρθὴν πολιτείαν ἐκκαλουμένη τὸν πεπιστευκότα Χριστῷ.
φωνὴ κυρίου συσσείοντος ἔρημον
Ἐγὼ, φησί, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου. Ἔρημος δέ ἐστι ψυχὴ λογικὴ ἐστερημένη θεοῦ.
φωνὴ κυρίου καταρτιζομένου ἐλάφους
καὶ ἀποκαλύψει δρυμούς.
Ἄνευ φωνῆς κυρίου οὐκ ἂν γένοιτό τις ἔλαφος διαφθείρων τοὺς ὄφεις — ὁποῖος ἦν ὁ Παῦλος θηριομαχῶν ἐν Ἐφέσῳ — καὶ ἀποκαλύπτων δρυμοὺς, ἐν οἷς αἱ ἀλώπεκες εἶχον φωλεοὺς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ εἶχεν ποῦ τὴν κεφαλὴν κλίνῃ.
εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ Δαυίδ
Οἰκοδομεῖ μὲν οἶκον βίος ὀρθός· ἐγκαινίζει δὲ τοῦτον γνῶσις θεοῦ.
ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ
Τοὺς μὲν πρακτικοὺς ὑπολαμβάνει ὁ κύριος διὰ τῶν ἀρετῶν, τοὺς δὲ ἐπιπλέον προκεκοφότας διὰ τῆς φυσικῆς θεωρίας, ἐφ' αἷς οὐκ εὐφραίνεσθαι λέγονται οἱ ἐχθροί· αἱ μὲν γὰρ φεύγουσι τὴν κακίαν, ἡ δὲ τὰ ψευδῆ δόγματα διελέγχει γνῶσις οὖσα Θεοῦ πνευματική.
ψάλατε τῷ κυρίῳ οἱ ὅσιοι αὐτοῦ καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ
Πᾶς ὁ μεμνημένος τῆς ἁγιωσύνης αὐτοῦ ἐξομολογεῖται τῷ θεῷ.
ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ
καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ
Ὥσπερ ἐκ τοῦ λεγομένου θυμοῦ κυρίου ἐξέρχεται ὀργή, οὕτω καὶ ἐκ τοῦ θελήματος αὐτοῦ γεννᾶται ζωή. Καὶ εἰ ἡ ζωὴ τὴν γνῶσιν σημαίνει — ἐγὼ γάρ εἰμι, φησίν, ἡ ζωή —, ἡ ὀργὴ τὴν ἀγνωσίαν δηλοῖ, ἀλλὰ τῇ ζωῇ ἀντίκειται ὁ θάνατος, οὐκοῦν ἡ ὀργὴ νῦν θάνατον σημαίνει τὸν κατὰ στέρησιν τῆς θεωρίας ἐπισυμβαίνοντα. Καλῶς οὖν λέγεται τὸ ζωὴ καὶ θάνατος ἐν χειρὶ γλώσσης.
τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς
καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις
Ὥσπερ μετὰ πειρασμῶν καὶ δακρύων κατορθοῦται βίος ὀρθός, οὕτω μετὰ ἀγαλλιάσεως καὶ χαρᾶς ἐπιφαίνεται γνῶσις.
κύριε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν
Τῷ κάλλει ἡμῶν τῷ ἐκ προαιρέσεως προστίθησιν ὁ κύριος δύναμιν.
ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος
Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός· εἰ δὲ κατὰ τὴν σοφὴν γυναῖκα τὴν Θεκωϊτίδα οἱ ἄγγελοι πάντα οἴδασι τὰ ἐπὶ γῆς, τὸ πρόσωπον τοῦ θεοῦ οἱ λόγοι εἰσὶ τῶν ἐπὶ γῆς χαρακτηρίζοντες τὸν δημιουργικὸν αὐτοῦ λόγον.
μὴ ἐξομολογήσεταί σοι χοῦς;
Ἀντὶ τοῦ οὐ δοξάσει σε χοϊκός.
ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ
Ὥσπερ κοπετὸν διαδέχεται χαρά, οὕτω καὶ πρακτικὴν γνῶσις θεοῦ.
διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην
Ὁ σάκκος κακίαν καὶ ἀγνωσίαν σημαίνει, ἐπειδὴ καὶ αἱ τρίχες τῶν ἐρίφων εἰσὶν τῶν ἱσταμένων ἐξ εὐωνύμων καὶ τοῦ ἀποπομπαίου τράγου.
ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ
Ἡ κατάνυξις ἐπὶ ταῖς ἁμαρτίαις εἴωθε γίνεσθαι· γέγραπται γάρ· Ἑώρακας ὡς κατενύγη Ἀχαάβ.
ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με
Οὐ μόνον ἐν τῇ δικαιοσύνῃ ῥύεται ἡμᾶς ὁ θεός, ἀλλὰ γὰρ καὶ ἐν σωφροσύνῃ καὶ ἀνδρείᾳ καὶ ἀγάπῃ. Νῦν δὲ τέθεικε τὴν δικαιοσύνην ἐπειδὴ περιεκτική ἐστι πασῶν τῶν ἀρετῶν.Ἢ τάχα δικαιοσύνην λέγει τὸν Χριστόν· αὐτὸς γὰρ ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.
γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν
καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με
Οἶκος καταφυγῆς γνῶσις τοῦ Θεοῦ.
καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με
Ὁδηγεῖ μὲν διὰ τῆς πίστεως τῆς ὀρθῆς καὶ διὰ τῆς πρακτικῆς, τρέφει δὲ διὰ τῆς γνώσεως αὐτοῦ.
εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου
Νῦν τὸ πνεῦμα σημαίνει τὸν νοῦν· γὰρ κολλώμενος τῷ κυρίῳ νοῦς ἓν γίνεται πνεῦμα.
ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς, ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα
Εἰ οἱ ἁμαρτωλοὶ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες εἰσὶ μόνον, αὕτη δὲ ἡ ζωὴ κατὰ τὸν σοφὸν Σολομῶντα ματαιότης ἐστὶ ματαιοτήτων, ὁ ταύτην τὴν ζωὴν διαφυλάττων ματαιότητα ἄρα φυλάττει διακενῆς.
ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου
Οἱ λόγοι τῶν πειρασμῶν θεωρούμενοι εὐρυχωρίαν παρέχουσι τῇ ψυχῇ.
ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου
Οὐδὲν οὕτως ἐπισκοτεῖ διάνοιαν ὡς θυμὸς ταρασσόμενος.
ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας.
Νεκρὸς μὲν ἀπὸ καρδίας ἐστὶν ὁ ἐστερημένος γνώσεως· νεκρὸς δὲ ἀπὸ ψυχῆς ὁ ἐστερημένος ἀρετῶν.
τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο
Διὰ τῆς ψυχῆς τὴν καρδίαν λαμβάνουσιν· διὰ γὰρ θυμοῦ καὶ ἐπιθυμίας τὸν νοῦν θανατοῦσιν.
ἐν ταῖς χερσί σου οἱ κλῆροί μου
Κλῆροι τῶν δικαίων ἀνθρώπων εἰσὶν αἱ ὑπὸ τῶν ἁγίων ἀγγέλων γινωσκόμεναι θεωρίαι.
ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου
καὶ ἐκ τῶν καταδιωκόντων με
Φεύγετε τὴν πορνείαν, φησὶν ὁ ἀπόστολος. Εἰ δὲ διώκει ἡ πορνεία, διώκει δηλονότι καὶ ἡ μοιχεία καὶ ἡ πλεονεξία καὶ θυμὸς καὶ ὀργή.
ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια
Εὐεργετεῖται ὁ λαλῶν δολιότητας, ἐὰν γένηται ἄλαλος· ἀποβάλλει γὰρ δηλονότι τὴν δολιότητα.
κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν
Ὥσπερ τὸ πρόσωπον τοῦ θεοῦ κρύπτει τὴν ψυχὴν ἀπὸ ταραχῆς ἀνθρώπων, ἀπάθειαν διὰ τῆς πρακτικῆς χαριζόμενον, οὕτως ἡ σκηνὴ τὸν νοῦν διὰ τῆς ἀληθοῦς γνώσεως φυλάττει ἀπὸ λόγων ἐναντίων καὶ δογμάτων ψευδῶν.
εὐλογητὸς κύριος, ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς
Ψυχὴ ἀπαθὴς πόλις ἐστὶ περιοχῆς ἀντὶ τοῦ τετειχισμένη, ὅπερ τεῖχος καθελόντες οἱ ἐχθροὶ μετὰ Βηρσαβεὲ εἰσῆλθον πρὸς τὸν Δαυίδ, διόπερ καὶ ἐν τῷ νʹ ψαλμῷ παρακαλεῖ τὸν κύριον ἵν' οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλήμ.
ὅτι ἀληθείας ἐκζητεῖ Κύριος
Ἀληθείας ἀντὶ τοῦ ἀληθινούς· Ἀληθινῶν γὰρ στόμα, τουτέστι νοῦν, ἐμπλήσει γέλωτος, ἀντὶ τοῦ γνώσεως.
καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.
Μακροθυμεῖ μὲν ὁ κύριος ἐπὶ τοῖς ὑπερηφάνοις· τοῖς δὲ περισσῶς ποιοῦσιν ὑπερηφανίαν καὶ ἀνταποδίδωσι.
μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι
Ἀφίενται μὲν ἀνομίαι διὰ τοῦ ἁγίου βαπτίσματος· ἐπικαλύπτονται δὲ αἱ ἁμαρτίαι διὰ τῆς πικρᾶς μετανοίας.
ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν
Κραζόντων μὲν ἡμῶν πρὸς θεὸν οὐ παλαιοῦνται αἱ τῆς ψυχῆς δυνάμεις αἱ τῆς ψυχῆς, ἀλλ' ἀεὶ ἀνακαινοῦνται ἡμέρᾳ καὶ ἡμέρᾳ· σιωπώντων δὲ παλαιοῦνται τὸν παλαιὸν ἀναλαμβάνουσαι ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.
εἶπα· ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ
Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ καὶ λέγε σύ, φησί, πρῶτος τὰς ἀνομίας μου.
μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις
Τὴν ἄλογον κίνησιν τῆς ψυχῆς ἵππον καὶ ἡμίονον ὀνομάζει.
Σύνεσίς ἐστι λογικὴ διάγνωσις.
Πολλαὶ αἱ μάστιγες τῶν ἁμαρτωλῶν
Αἱ πολλαὶ θλίψεις τῶν δικαίων πολλαὶ μάστιγες λέγονται τῶν ἁμαρτωλῶν.
καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ
Εἰ οἱ καυχώμενοι εὐθεῖς εἰσι τῇ καρδίᾳ, οὐ πάντων ἐστὶ τὸ ἐν κυρίῳ καυχᾶσθαι, διότι μηδὲ πάντες εἰσιν εὐθεῖς τῇ καρδίᾳ.
ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ κυρίῳ
Εἰ ὁ κύριος ἡμῶν σοφία ἐστίν, οἱ δὲ δίκαιοι ἐν κυρίῳ ἀγαλλιῶσιν, οἱ δίκαιοι ἄρα ἐν σοφίᾳ ἀγαλλιῶσιν.
ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ,
Κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη.
ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ
Ψαλτήριόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως.
ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν
Ἀντὶ τοῦ ἐλεήμονα καὶ διακριτικόν.
συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης
Ὡς ἐν ἀσκῷ συνάγων τὰ ὕδατα τῆς θαλάσσης.
τιθεὶς ἐν θησαυροῖς ἀβύσσους
Οἱ λόγοι τῆς ἀβύσσου ἐν τοῖς θησαυροῖς εἰσι τοῦ θεοῦ.
ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην
Σάλος ἐστὶν ἐπαινετὸς ψυχῆς λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν μετάθεσις.
ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν
Ἡ μὲν γένεσις τὴν τῶν λογικῶν οὐσίωσιν δηλοῖ, ἡ δὲ κτίσις τὴν ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον σημαίνει μεταβολήν· Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις.
κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων
Αἱ βουλαὶ τῶν ἐθνῶν καὶ οἱ λογισμοὶ τῶν λαῶν καὶ αἱ βουλαὶ τῶν ἀρχόντων ἀθετοῦνται ὑπὸ κυρίου ὡς ἐναντιούμεναι τῷ θελήματι αὐτοῦ τοῦ πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν
Ὁ μόνος πλάσας μόνος καὶ γινώσκει· διὸ καλῶς λέγεται ὁ θεὸς μόνος καρδιογνώστης.
ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ
Πρότερον δεῖ τινα ῥυσθῆναι ἀπὸ θανάτου, εἶθ' οὕτω διατραφῆναι· καὶ διὰ μὲν πρακτικῆς ῥύεταί τινα ἀπὸ θανάτου ὁ κύριος, διὰ δὲ γνώσεως τρέφει.
ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν
Ἡ τοῦ δικαίου καρδία οὐκ εὐφραίνεται ἐν βρώμασιν ἢ ἐν πόμασιν, ἀλλ' ἐν δικαιοσύνῃ καὶ γνώσει καὶ σοφίᾳ.
τῷ Δαυίδ· ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ
Ὁ τὸ φεῦγον πρόσωπον μὴ ἐπιδείξας ὡς φεῦγον, ἀλλ' ὡς ἀποσταλέν, οὗτος ἠλλοίωσε το πρόσωπον. Πρόσωπον δὲ νῦν τὸ τῆς ψυχῆς λέγει κατάστημα· ἄλλως γὰρ προσποιεῖται φεύγουσα καὶ ἄλλως ἀποσταλεῖσα. Πρόσωπον δὲ ἀνθρώπου ἡ γραφὴ πολλάκις καὶ τὸν λόγον λέγει· οὕτως καὶ ὁ ἄγγελος πρὸς τὸν Λώτ φησιν· Ἰδοῦ ἐθαύμασα σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας.
ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου
Οὐκ ἐν ἄλλῳ τινὶ ἐπαινεθήσομαι, ἀλλ' ἐν σοφίᾳ· ὁ γὰρ Κύριος ἡμῶν σοφία ἐστίν.
ἐξεζήτησα τὸν κύριον καὶ ἐπήκουσέν μου
Πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει· ὁ δὲ κακῶς ζητῶν οὐχ εὑρίσκει.
προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε
Διὰ μὲν πολιτείας ὀρθῆς προσερχόμεθα· διὰ δὲ γνώσεως φωτιζόμεθα· Φωτίσατε γὰρ, φησίν, ἑαυτοῖς φῶς γνώσεως.
οὗτος ὁ πτωχὸς ἐκέκραξεν καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ
Οὐ πάντων ἐπακούει τῶν κραζόντων ὁ κύριος, ἀλλὰ τῶν διὰ τὴν γνῶσιν τὴν τοῦ θεοῦ.
παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς
Ὁ ἄγγελος τοῦ κυρίου ὅλης παρεμβολῆς λόγον ἐπέχει, εἷς ὤν.
γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος
Εἰ γευστός ἐστιν ὁ κύριος, διὰ τῆς πίστεώς ἐστι γευστός· καὶ εἰ χρηστός, διὰ τῆς γνώσεώς ἐστι χρηστός.
φοβήθητε τὸν κύριον, οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν
Εἰ οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτὸν, πῶς οἱ ἅγιοι ἦσαν ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος; Ἀλλ' εἰ καὶ ὑστεροῦντο ἐν βρώμασι καὶ πόμασιν, οὐ μὴν καὶ ἐν γνώσει.
δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον κυρίου διδάξω ὑμᾶς
Παρὰ τοῦ ἁγίου Δαυὶδ διδασκόμεθα τίνα δεῖ ποιεῖν τε καὶ λέγειν τὸν φοβούμενον τὸν θεόν.
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν
Τὸ ἐκκλῖναι ἀπὸ κακοῦ ὁ φόβος διδάσκει, τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγάπη· διὸ μείζων ὁ ἀγαπῶν τοῦ φοβουμένου.
ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν
Εἰ θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον, τοῖς δὲ συντετριμμένοις τὴν καρδίαν ἐγγίζει ὁ κύριος, ταύτῃ ἄρα τῇ θυσίᾳ καὶ οὐκ ἄλλῃ ἐγγίζει ὁ κύριος.
κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν
Ὀστᾶ νῦν λέγει τὰς δυνάμεις τῆς ψυχῆς ἢ τὰ δόγματα τὰ ἀληθῆ τὰ συνέχοντα τὴν ζωὴν τῆς ψυχῆς.
θάνατος ἁμαρτωλῶν πονηρὸς
Πονηρὸς· ἐπίπονος, πικρός.Ἔοικε δὲ λέγειν θάνατον τὴν κόλασιν χωρίζουσαν ψυχὴν ἀπὸ κακίας.
λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ
Λύτρον ἐστὶ δόμα τι τοῖς πολεμίοις διδόμενον πρὸς τῶν ἡττηθέντων ἢ πρὸς τοῦ τῶν ἡττηθέντων προνοουμένου ἐπὶ σωτηρίᾳ καὶ ἀφέσει τῶν αἰχμαλωτισθέντων.
δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με
Οὐδὲν οὕτως ἀνθίσταται τοῖς δαίμοσιν ὡς δικαιοσύνη καὶ γνῶσις.
ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με
Εἰ ὁ νικήσας ἐν πολέμῳ καταδουλοῦται τοὺς πολεμίους, Χριστὸς δὲ νενίκηκε τὸν κόσμον — Θαρσεῖτε γὰρ, φησίν, ἐγὼ νενίκηκα τὸν κόσμον —, Χριστὸς ἄρα τὸν κόσμον κατεδουλώσατο ἵνα πάντες γένωνται δοῦλοι Χριστοῦ.
εἶπον τῇ ψυχῇ μου· σωτηρία σου ἐγώ εἰμι
Αὐτὸ τοῦτο σωτηρία ἐστὶ ψυχῆς τὸ εἰπεῖν αὐτῇ τὸν κύριον· σωτηρία σου ἐγώ εἰμι· καὶ ἐπ' ἄλλου τινὸς οὐκ ἂν οὕτω νοηθείη.
ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω
Εὐεργετοῦνται οἱ ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν ὁδεύοντες, ἐὰν εἰς τὰ ὀπίσω ἀποστραφῶσιν.
καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά
Ἡ αἰσχύνη αὕτη πάθος ἐστὶν ἐπαινετὸν εἰς συναίσθησιν ἄγον τὸν ἁμαρτάνοντα.
ἐλθέτω αὐτοῖς παγίς, ἣν οὐ γινώσκουσιν
Νομίζω περὶ τοῦ σταυροῦ λέγειν αὐτὸν εἰς ὃν ἐμπέπτωκεν ὁ διάβολος ἀγνοῶν. Εἰ γὰρ ἔγνω, οὐκ ἂν αὐτὸν κύριον τῆς δόξης ἐσταύρωσε.
ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ
Ἐντεῦθεν γινώσκομεν ὅτι χωρὶς κυρίου πολεμεῖν τοῖς ἐχθροῖς οὐκ ἰσχύομεν· στερεώτεροι γὰρ ἡμῶν εἰσιν.
ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με.
Οἱ ἀναστάντες μάρτυρες ἄδικοι κατὰ τοῦ σωτῆρος ἔλεγον· Οὗτος εἶπεν· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· τοῦτο δὲ αὐτὸ οὐκ ἐγίνωσκον πῶς ἔλεγον. Δύναται γὰρ τὸ ῥητὸν τοῦτο καὶ ἐπὶ τοῦ σωτῆρος λαμβάνεσθαι ἢ τάχα καὶ ὅλος ὁ ψαλμός.
Ἀφ' ἑαυτῶν μὲν οἱ ἄνθρωποι οὐ γινώσκουσι τὴν κακίαν, ἐρωτώμενοι δὲ ὑπὸ τῶν ἐχθρῶν διὰ τῶν λογισμῶν εἰς γνῶσιν ἔρχονται τῆς κακίας. Νῦν δὲ γνῶσιν τὴν πεῖραν λέγω· λέγεται γὰρ καὶ ἡ πεῖρα γνῶσις· Ἔγνω, φησίν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ.
ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου
Ἄτεκνός ἐστι ψυχὴ ἡ μηδὲν γεννήσασα ἀγαθὸν ἢ μηδενὶ ἀνθρώπων ποιήσασα ἀγαθόν.
καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου
Οὐδὲν οὕτω ταπεινοῖ τὴν ψυχὴν ὡς νηστεία.
Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται
Κόλπον νῦν τὸν νοῦν ὀνομάζει.
Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως
Οἱ τῷ δικαίῳ διὰ τὴν δικαιοσύνην ἐχθραίνοντες ἀδίκως αὐτῷ ἐχθραίνουσι.
ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν
Ἔσεσθε γὰρ, φησίν, ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν· εἰρηνικὸς γὰρ οὗτος ὁ λόγος.
μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν· εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν μηδὲ εἴπαισαν· κατεπίομεν αὐτόν
Καὶ ὁ Παῦλος περὶ τοῦ ἐν Κορίνθῳ· μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ' ἐμὲ
Οἱ μὲν εἰς Χριστὸν βαπτιζόμενοι τὸν Χριστὸν ἐνδύονται, τουτέστι δικαιοσύνην καὶ σοφίαν· οἱ δὲ εἰς τὸν σατανᾶν βαπτιζόμενοι αἰσχύνην ἐνδύονται καὶ ἐντροπήν.
καὶ εἰπάτωσαν διὰ παντός· μεγαλυνθήτω ὁ κύριος
Ἀγγέλων μὲν τὸ διαπαντὸς μεγαλύνειν τὸν κύριον, ἀνθρώπων δὲ τὸ μὴ διαπαντός, δαιμόνων δὲ τὸ μήτε διαπαντὸς μήθ' ὁπωσοῦν.
οὐκ ἔστι φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ
Τῷ γὰρ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι
Τὸ εὑρεῖν ἀντὶ τοῦ ἐπιγνῶναι κεῖται. Πλὴν ζητητέον εἰ ὁ ἐγνωκὼς τὴν ἀνομίαν ὡς ἀνομίαν πάντως καὶ μισεῖ.
κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν
Ἐντεῦθέν τινες ἀπατηθέντες τὰ ὑπὸ τὴν σελήνην ἀπρονόητα ἀπεφήναντο εἶναι, ὧν ἐστι καὶ ὁ Ἀριστοτέλης.
μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου
Ὁ ταύτην τὴν μέθην ἐκνήφων οὐ δικαίως ποιεῖ· διὸ ἐπὶ τῆς ψεκτῆς μέθης εἴρηται· Ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε.
ὅτι παρὰ σοὶ πηγὴ ζωῆς
Εἰ ἡ πηγή ἐστιν ἡ ζωή, ἡ ζωὴ δέ ἐστιν ὁ Χριστός, ἡ πηγή ἐστιν ὁ Χριστός.
ἐν τῷ φωτί σου ὀψόμεθα φῶς
Ἐν τῇ θεωρίᾳ τῶν γεγονότων ὀψόμεθα τὸν Χριστόν. Ἢ ἐν τῇ γνώσει τῇ τοῦ Χριστοῦ ὀψόμεθα τὸν θεόν.
μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας
Εἰ ἡ ὑπερηφανία ἕξις ἐστὶ χειρίστη, πῶς ἔχει πόδας; Ἢ τάχα περὶ τοῦ ζῴου λέγει τοῦ ἐνεργοῦντος τὴν ὑπερηφανίαν.
μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν
Ἐνταῦθα ζῆλον τὴν μίμησιν λέγει.
ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται
Εἰ πρόσκαιρα ὁ χόρτος καὶ τὰ λάχανα, οἱ δὲ ἁμαρτωλοὶ τούτοις ἀπεικάζονται, πρόσκαιροι ἂν εἶεν καὶ οἱ ἁμαρτωλοί. Πάλιν εἰ χόρτος καὶ λάχανον ἐπισυμβαίνει τῇ γῇ, χόρτῳ δὲ καὶ λαχάνῳ ὁμοίωται ἡ κακία, ἐπισυμβατὴ ἄρα καὶ ἡ κακία.
καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου
Φῶς δικαιοσύνης γνῶσις ἐπειδὴ καὶ δικαιοσύνη κανών ἐστιν ἀρετῶν.
ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτὸν
Ἡ ὑποταγὴ αὕτη ἐστὶ φύσεως λογικῆς πρὸς τὴν γνῶσιν τοῦ θεοῦ ἑκούσιος συγκατάθεσις· πολλὰ γὰρ εἴδη τῆς ὑποταγῆς.
μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ
Νῦν εὐόδωσιν τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν λέγει, ὡς καὶ τὸ πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον.
παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμὸν
Ὀργή ἐστιν ὄρεξις τιμωρίας· τιμωρία δέ ἐστιν κακοῦ ἀνταπόδοσις.
Θυμός ἐστιν ὀργὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ' ἐξοχὴν ἀμύνης.
ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται
Τὸ ἐξολοθρευθῆναι οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκπεσεῖν ἐκ θεοῦ.
οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν γῆν
Ἡ γῆ νῦν γνῶσιν σημαίνει· ὡς γὰρ ἐν τόπῳ τῇ θεωρίᾳ λέγεται εἶναι ὁ νοῦς.
καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς
Τόπος ἁμαρτωλοῦ ἡ κακία.
οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης
Τρυφὴ δικαίου πλῆθος εἰρήνης· πλῆθος δὲ εἰρήνης ἐστὶ ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.
κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν
Κρεῖσσον ὀλίγη γνῶσις πνευματικὴ ὑπὲρ πλῆθος σοφίας ἐθνῶν.
ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος
Οὐδὲν οὕτως ὑποστηρίζει τὸν δίκαιον ὡς χάρισμα πνευματικόν· Ἵνα μεταδῷ ὑμῖν χάρισμα πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, φησὶν ὁ ἀπόστολος.
γινώσκει κύριος τὰς ἡμέρας τῶν ἀμώμων.
Τὰς τῆς ψυχῆς ἡμέρας αἵτινες γίνονται ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης.
καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται
Κληρονομία ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις ἡ τοῦ θεοῦ.
οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ
Καιρὸν πονηρὸν λέγει τὸν τῆς κρίσεως χρόνον.
καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.
Ἡμέρας λιμοῦ ὀνομάζει ἐν αἷς πολλοὶ τῶν ἀκαθάρτων στερίσκονται τοῦ ἄρτου τοῦ εἰπόντος· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβάς.
ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον
Τοῦτον τὸν καπνὸν ἀποδιώκει ἀπὸ τῶν λογικῶν ξύλων τὸ πῦρἦλθεν βαλεῖν ἐπὶ τὴν γῆν ὁ Χριστός.
παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει
Ὁδὸς κυρίου ψυχὴ καθαρά.
καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον
Οὐκ εἶπεν ἐγκαταλειφθέντα, ἀλλ' ἐγκαταλελειμμένον, τουτέστιν ἕως ἥξω· ὅτι γὰρ ἐγκαταλιμπάνονται οἱ δίκαιοι πρὸς καιρὸν δοκιμῆς χάριν, ὁ κύριος πρὸς τὸν Ἰώβ· Μή με οἴου ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀποφανῇς δίκαιος.
οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους
Εἰ ἡ δικαιοσύνη ἀρετή ἐστι, τὰ δὲ σπέρματα τῶν ἀρετῶν καὶ αὐταὶ ἄρεται, καλῶς τὸ σπέρμα τῶν ἀρετῶν, ὅπερ ἐστὶν ἡ ἀρετή, οὐ ζητεῖ ἄρτους. Ἄρτον δὲ λέγει τὴν γνῶσιν ἥτις οὐχ ὑστερεῖ ἐν τῷ σπέρματι τοῦ δικαίου· σπέρμα δὲ δικαίου τροπικῶς ὁ λόγος εἴρηται ὁ καταβαλλόμενος ἐν ταῖς ψυχαῖς τῶν ἀκουόντων.
Σπέρμα δικαίων πλησθήσεται γνώσεως· σπέρμα δὲ πονηρῶν ἐν ἐνδείᾳ ἔσται.
ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανείζει, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται
Ὁ δανείζων λόγους καθαίροντας ψυχὴν εὐλογηθήσεται· ὁ δὲ μὴ ἀποδιδοὺς αὐτοὺς ἐπικατάρατος ἔσται.
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν
Τὸ ἐκκλῖναι ἀπὸ κακοῦ ὁ τοῦ κυρίου φόβος παρέχει· τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγάπη προστάσσει.
ὅτι κύριος ἀγαπᾷ κρίσιν
Κρίσιν δικαιοκρισίαν, οὐ τὴν δικαστικήν, ἀλλὰ τὴν ἐξ ἀπλανοῦς καὶ ὑγιοῦς κριτηρίου.
κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν
Δηλονότι ὁ ἀντίδικος.
εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου
καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν
Ὡς δύσκολον τὸ παρελθεῖν τὸν ἀσεβῆ μηδὲν παθόντα.Ἢ τάχα ἡ θεία τοῦτο λέγει γραφή· ὅπου γὰρ ἂν αὕτη παρέλθῃ· καθαιρεῖ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ.
φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα
Τό καὶ ἴδε εὐθύτητα ἀντὶ τοῦ καὶ ὄψῃ εὐθύτητα.
ψαλμὸς· τῷ Δαυὶδ· εἰς ἀνάμνησιν περὶ σαββάτου.
κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
Παιδεύει ἡμᾶς ὁ κύριος εἰς ἀνάμνησιν ἄγων τῆς ἀρετῆς· ὁ δὲ ἅγιος οὐ τὸν ἔλεγχον ἢ τὴν παιδείαν παραιτεῖται, ἀλλὰ τὴν μετ' ὀργῆς καὶ θυμοῦ.
ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ.
Δεῦτε πάντες, φησὶν ὁ Χριστός, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου
Ἐντεῦθεν τὴν φύσιν τῆς ἁμαρτίας γινώσκομεν ὁποία τίς ἐστιν· πλὴν ὅτι ἀπὸ ἀφροσύνης ἡμῖν ἐπισυμβαίνουσιν αἱ ἁμαρτίαι.
Εἰ ἡ φρόνησίς ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ἡ ἀφροσύνη ἐστὶν ἄγνοια ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων.
ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμῶν
Λεκτέον τοῦτο πρὸς τοὺς γελῶντας πολλὰ ἢ τερπομένους ἐπὶ γελοίοις.
κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου
Αὕτη ἐστὶ ἡ φυσικὴ κίνησις τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς τὸ ἐφίεσθαι τοῦ θεοῦ.
καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμοῦ
Τὸ φῶς τῶν ὀφθαλμῶν ἐστιν ἡ θεωρία, ἥτις ἐν καιρῷ πειρασμοῦ διαφεύγει τὸν νοῦν.
καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν
Τάχα δυνάμεις τινὰς λέγει ἁγίας ὑποχωρούσας ἐν καιρῷ πειρασμοῦ πρὸς δοκιμὴν τοῦ πειραζομένου, ἢ πρὸς κόλασιν.
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον
Ἐδέχετο μὲν τοὺς λογισμοὺς τοῦ πειράζοντος, οὐκ ἤκουεν δὲ αὐτῶν μὴ ἐνεργῶν κατ' αὐτούς. Κωφότης δέ ἐστιν ἡ ἀπάθεια δι' ἣν οὐκ ἤκουεν αὐτῶν.
ὅτι εἶπα· μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορρημόνησαν
Ἐπὶ μὲν τοῖς μετανοοῦσιν οἱ ἄγγελοι χαίρουσιν, ἐπὶ δὲ τοῖς σαλευομένοις οἱ δαίμονες.
οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ
Οὐ ταύτην τὴν ζωὴν τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ζωή.
οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν
Ἀνταπεδίδοσαν κακὰ ἀντὶ ἀγαθῶν, οὐ τῶν εἰς ἐκείνους γενομένων, ἀλλὰ τῶν ἁπλῶς γινομένων διὰ τὸν κύριον.
μὴ ἐγκαταλίπῃς με, κύριε· ὁ θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ·
πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου
Καλὸν προοίμιον προσευχῆς τὸ μὴ ἐγκαταλίπῃς με, κύριε· ὁ θεός μου, μὴ ἀποστῇς ἀπὸ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου· Ἔχει γὰρ ἐν ἑαυτῷ καὶ τὴν ἁγίαν τριάδα.
Εἰς τὸ τέλος, τῷ Ἰδιθούμ· ᾠδὴ τῷ Δαυίδ.
[Ἰδιθοὺμ αἱματίζοντος αὐτοὺς ἢ πηδῶντος αὐτούς.]
ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν
Ἐν τοῖς πειρασμοῖς φεύγει τὰ ἀγαθὰ ἀφ' ἡμῶν καὶ σιωπᾷ ἡ ψυχὴ ἀπ' αὐτῶν· ἐκεῖνα γὰρ φθέγγεται ψυχὴ ἃ γινώσκει κἀκεῖνα σιωπᾷ ἃ μὴ γινώσκει. Ἀγαθὰ δὲ νῦν εἴρηκεν τὰς ἀρετὰς καὶ τὰς γνώσεις αἵτινες ἐν καιρῷ πειρασμοῦ διαφεύγουσι τοὺς πειραζομένους.
ἐθερμάνθη ἡ καρδία μου ἐντός μου
Δυνατὸν μὲν τοῦ τῆς ὀργῆς ἐπιστάντος δαίμονος μὴ ὀργισθῆναι, ἀδύνατον δὲ τάχα μὴ θερμανθῆναι.
γνώρισόν μοι, κύριε, τὸ πέρας μου
Πέρας ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις τῆς ἁγίας τριάδος.
πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν·
μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος
Τὰ σωματικὰ πάντα ματαιότης ἐστὶν· ἡ γὰρ ἀσώματος φύσις κατ' εἰκόνα γεγένηται θεοῦ.
θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά
Τοῦτο λεκτέον πρὸς τοὺς ἄπαιδας πλουσίους πλεονεκτοῦντας καὶ μηδένα τῶν πτωχῶν ἐλεοῦντας.
ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου
Μάστιγας τοὺς πειρασμοὺς λέγει.
ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον
Παιδεύων ἡμᾶς ὁ κύριος ὑπὲρ τῶν ἀνομιῶν ἡμᾶς παιδεύει ὡς καὶ τὸν ἐν τῷ εὐαγγελίῳ παραλυτικόν.
τῶν δακρύων μου μὴ παρασιωπήσῃς
Προτρεπτικὸν εἰς τὸ μετὰ δακρύων προσεύχεσθαι.
ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ
καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου
Πάντες οἱ τῶν δικαίων ὡς δικαίων πατέρες, πάροικοί εἰσι καὶ παρεπίδημοι, σκιὰν ἡγούμενοι τὸν βίον τὸν ἐπὶ τῆς γῆς.
ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω
Οὐχ ὑπάρξω τοιοῦτος οἷος ἂν γενοίμην ἐκ τῆς πρὸς σοῦ μοι γενομένης ἀνέσεως. Ἄνεσις δὲ θεοῦ ἐστιν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.
καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας
Λάκκος ταλαιπωρίας κακία καὶ ἀγνωσία.
καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου
Πέτρα ἐστὶν ἡ πίστις Χριστοῦ.
καὶ κατηύθυνεν τὰ διαβήματά μου
Διὰ τῆς πρακτικῆς καὶ τῶν ἀληθινῶν δογμάτων.
καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν
Μετὰ τὴν ἀπάθειαν ᾄδομεν ᾆσμα καινὸν ἀνακαινισθέντος τοῦ οἴκου ἡμῶν.
ὕμνον τῷ θεῷ ἡμῶν
Ὕμνος ἐστὶν ἔκπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων.
Πρῶτον ὁ θεὸς ἀνάγει τινὰ ἐκ λάκκου ταλαιπωρίας, δεύτερον ἐπὶ πέτραν ἵστησιν τοὺς πόδας αὐτοῦ, τρίτον κατευθύνει τὰ διαβήματα, τέταρτον ᾆσμα χαρίζεται καινόν, πέμπτον ὕμνον τῷ θεῷ. Πλὴν σημειωτέον ὅτι ὁ ἐμπεσὼν εἰς τὸν λάκκον ποτὲ οὐκ ἦν ἐν τῷ λάκκῳ. Ζητήσεις δὲ πότερον αὐτὸς ἐμπέπτωκεν ἀφ' ἑαυτοῦ ἢ ὑφ' ἑτέρου τινὸς ἐνεβλήθη ἢ καὶ ὑφ' ἑαυτοῦ καὶ ὑφ' ἑτέρου.
ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν
Ἤτοι ὡς μὴ ὄντα τῇ φύσει ἀριθμητὰ ἢ ὡς ὑπερβαίνοντα διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ ἀριθμοῦ.
ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας
Ὁλοκαυτώματα αἰσθητὰ οὐ ζητεῖ ὁ θεός· Θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.
Ὁλοκαυτοῦται ψυχὴ τῷ πυρὶ τῷ ἁγίῳ ἀποτιθεμένη κακίαν καὶ ἀγνωσίαν.
ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ
Πᾶσαν τὴν θεόπνευστον γραφὴν μίαν εἴρηκεν κεφαλίδα βιβλίου διὰ τὸ πᾶσαν αὐτὴν ἐφ' ἕνα νεύειν σκοπόν· καλῶς οὖν ὁ Σολομὼν παρεγγυᾷ μὴ κτᾶσθαι βιβλία πολλά, τὴν πεπλανημένην αἰνιττόμενος διὰ τοῦ πλήθους ὡς οἶμαι σοφίαν.
τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς
Ἀποκαλύπτει ὁ Χριστὸς τοὺς περὶ ἐλέους καὶ ἀληθείας λόγους τῇ φύσει τῇ λογικῇ καὶ τοὺς περὶ σωτηρίας. Καὶ τοὺς μὲν περὶ ἐλέους καὶ ἀληθείας λόγους εὑρήσεις ἐν τῇ θεωρίᾳ, τοὺς δὲ περὶ σωτηρίας ἐν τῇ πρακτικῇ.
κατέλαβόν με αἱ ἀνομίαι μου καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν
Ἡ μνήμη τῶν παλαιῶν πταισμάτων πέφυκεν ἐπισκοτεῖν ἡμῖν τῇ διανοίᾳ.
καὶ ἡ καρδία μου ἐγκατέλιπέν με
Καρδίαν νῦν λέγει τὴν ποιὰν τοῦ νοῦ διάθεσιν.
Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτὴν
Οὐ κατ' οὐσίαν ἐξαίρουσιν, ἀλλὰ διὰ τῆς κακίας ἀπὸ τῆς ἀρετῆς καὶ τῆς γνώσεως αὐτὴν ἐξαίρουσιν.
ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, κύριε
Οὐκ εἶπεν οἱ ζητήσαντες, ἀλλ' οἱ ζητοῦντές σε, κύριε. Καὶ γὰρ Ἰούδας ὁ προδότης ἐζήτησεν μὲν ποτέ, οὐ ζητεῖ δὲ νῦν.
κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ
Κλίνη ὀδύνης τὸ σῶμά ἐστι τῆς ταπεινώσεως.
ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ
Ἆρον, φησί, τὸν κράβατόν σου καὶ περιπάτει. Τοῖς μὲν γὰρ ὑγιαίνουσιν κατὰ διάνοιαν ἕπεται τὸ σῶμα, οἱ δὲ ἀρρωστοῦντες ἀκολουθοῦσιν τῷ σώματι.
οἱ ἐχθροί μου εἶπαν κακά μοι· Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
Βαρὺς γάρ ἐστιν ἡμῖν καὶ βλεπόμενος.
μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;
Ἀναγκαίως λέγει τῇ κοιμήσει τὴν ἀνάστασιν ἕπεσθαι. Εἰ δὲ κοίμησίς ἐστιν ὁ θάνατος, ἀναγκαίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις.
[Μέχρι τούτου τοῦ ψαλμοῦ καθ' Ἑβραίους ἡ πρώτη βίβλος τῶν ψαλμῶν.]
πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ
Εἰ τὸ πρόσωπον τοῦ πατρὸς οἱ ἄγγελοι βλέπουσι διαπαντός, οὗτος δὲ τὸ πρόσωπον ἐπιθυμεῖ ἰδεῖν τοῦ θεοῦ, ἄγγελος ἄρα ὁ Δαυὶδ ἐπιθυμεῖ γενέσθαι.
ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς
Τροφιμώτατος ὁ τοιοῦτός ἐστι κλαυθμὸς ὁ τρέφων ψυχήν· Μακάριοι γὰρ οἱ κλαίοντες νῦν ὅτι αὐτοὶ γελάσονται.
ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν· ποῦ ἐστιν ὁ θεός σου;
Ὁ θεὸς ὡς μὲν δημιουργὸς ἐν πᾶσίν ἐστι τοῖς γεγονόσιν, ὡς δὲ ἀρετὴ καὶ σοφία ἐν πάσαις ταῖς ἁγίαις δυνάμεσιν. Εἰ δὲ καὶ κατὰ δύναμιν λαμβάνοιτο ἡ ἀρετὴ καὶ ἡ σοφία, καὶ ἐν ταῖς ἀντικειμέναις δυνάμεσιν· εἰ δὲ πῂ μὲν δυνάμει, πῂ δὲ ἐνεργείᾳ, καὶ ἐν ἀνθρώποις ὑπάρχει θεός. Τὸ γὰρ ἀεὶ ἐνεργεῖν κατὰ θεὸν ἀγγέλων ἐστίν, τὸ δὲ μηδέποτε ἐνεργεῖν κατὰ θεὸν δαιμόνων, τὸ δέ ποτε μὲν ἐνεργεῖν καλῶς, ποτὲ δὲ μὴ ἐνεργεῖν ὀρθῶς ἀνθρώπων ἐστίν.
πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη
Φυσικὴ κίνησις τοῦ θυμοῦ.
διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ
[Ἰορδάνης, κατάβασις αὐτῶν, Ἑρμονιείμ, ἀναθεματισμός.]
ἐν τῷ λέγειν αὐτούς μοι καθ' ἑκάστην ἡμέραν· ποῦ ἐστιν ὁ θεός σου;
Τάχα τὸν ἅγιον λυπεῖ τὸ ποῦ ἐπὶ θεοῦ λεγόμενον, ὅπερ ἐστὶ τόπου σημαντικόν. Τῆς ἐσχάτης δὲ ἀγνοίας τὸ ἐν τόπῳ νομίζειν εἶναι τὸν θεόν, ὄγκῳ γὰρ συνυφίσταται τόπος, ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον.
ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με;
Ἀναγκαῖα ταῦτα ἐν καιρῷ λύπης ἐπᾳδόμενα τῇ ψυχῇ.
ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου
Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ σωτήρ ἐν τοῖς εὐαγγελίοις φησί· καὶ πάλιν· Ἐγώ εἰμι ἡ ἀλήθεια.
αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου
Ὄρος ἅγιόν ἐστι τοῦ θεοῦ ὁ Χριστός· σκηνώματα δὲ αὐτοῦ αἱ ἅγιαι δυνάμεις ἐν αἷς κατοικεῖ.
ὁ θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν
Ἐκ προσώπου τῶν ἐν τῇ διασπορᾷ ὁ παρών ἐστι ψαλμὸς ἢ ἐκ προσώπου τῶν ἀπὸ τῶν ἐθνῶν, οἵτινες ἐπίστευσαν ἐξ ἀκοῆς μεταπαραλαβόντες τὸν λόγον τοῦ Ἰσραὴλ.
ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν καὶ κατεφύτευσας αὐτούς
Κακίαν μὲν καὶ ἀγνωσίαν ἐξολοθρεύει θεὸς, ἀρετὴν δὲ καὶ γνῶσιν καταφυτεύει· Πᾶσα γὰρ φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ θεὸς ἐκριζωθήσεται.
οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν
Ἐφ' ἡμῖν μέν ἐστι τὸ κατορθῶσαι τὴν ἀρετὴν σὺν τῇ δυνάμει τοῦ θεοῦ, τὸ δὲ καταξιωθῆναι γνώσεως πνευματικῆς οὐκ ἔστιν τῶν ἐφ' ἡμῖν.
ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν
Κέρας ψυχῆς νοῦς καθαρός. Καὶ διὰ μὲν τῆς πρακτικῆς τοὺς ἐχθροὺς κερατίζει, διὰ δὲ τῆς γνώσεως τοὺς ἐπανισταμένους αὐτῷ καὶ ἀντικειμένους τῇ πνευματικῇ θεωρίᾳ ἐξουθενεῖ.
ἐν τῷ θεῷ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν
Ὅλην τὴν ἡμέραν τὴν ἐν τῷ θεῷ εἶπεν ζωήν, ἥτις συνέστηκεν ἀπὸ ἀπαθείας καὶ γνώσεως θεοῦ.
ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν
Ἔμπροσθεν ἡμῶν λέγονται εἶναι αἱ ἀρεταὶ, ὄπισθεν δὲ αἱ κακίαι. Διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, τὴν δὲ φιλοξενίαν διώκειν.
καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς
Διὰ τῆς κακίας καὶ ἀγνωσίας ἁρπάζουσιν ἡμᾶς οἱ ἐχθροί.
ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν αὐτῶν
Ταῖς γὰρ ἁμαρτίαις ἐπράθημεν, ἀφ' ὧν ὁ Χριστὸς ἡμᾶς ἐξηγόρασεν.
καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με
Ἑαυτοὺς μὲν αἰσχυνόμεθα κατὰ διάνοιαν ἁμαρτάνοντες, τοὺς δὲ ἀνθρώπους κατ' ἐνέργειαν πλημμελοῦντες.
ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος
Τοῦτο λεκτέον πρὸς τοὺς ἐν τοῖς διωγμοῖς ὑπομείναντας .
καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου
Ἀδικεῖ τὴν διαθήκην τοῦ θεοῦ πᾶς ὁ μὴ κατ' αὐτήν πολιτευόμενος.
ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως
Τόπος κακώσεως τὸ σῶμά ἐστι τὸ ἀνθρώπινον καὶ ὁ τούτου συγγενὴς κόσμος.
καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον
Εἴ τις οὐκ ἔστι γνῶσις οὐσιώδης ἢ ταύτην τὴν γνῶσιν οὐκ ἔχει ἐν ἑαυτῷ, θεός ἐστιν ἀλλότριος.
ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν
Ὁ Παῦλός φησι· Καθ' ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ.
ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε;
Ἐκάθευδέ ποτε ἐν τῷ πλοίῳ τῶν μαθητῶν ὁ Χριστὸς, ἀλλὰ σφοδροτέρου προσπεσόντος ἀνέμου ἐξύπνισαν αὐτὸν οἱ μαθηταί, διδάσκοντες ἡμᾶς, σφοδροτέρων λογισμῶν ἐν τῇ ψυχῇ γινομένων, ὀργῆς ἢ ἀδικίας ἢ πορνείας ἢ γαστριμαργίας ἢ ὑπερηφανίας, ἐξυπνίζειν ἀγάπην, δικαιοσύνην, σωφροσύνην, ἐγκρατείαν, ταπεινοφροσύνην, γνῶσιν, σοφίαν.
ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν
Λόγος ἀγαθός ἐστιν ὁ ἀρετὴν ἢ γνῶσιν σημαίνων θεοῦ.
ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων
Τὴν σοφίαν τὴν πνευματικὴν καὶ τὸν λόγον τοῦ θεοῦ συγκρίνει σοφίᾳ κοσμικῇ καὶ λόγῳ ἀνθρωπίνῳ.
περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου
Αὕτη ἡ ῥομφαία χωρίζει ψυχὴν ἀπὸ κακίας καὶ νοῦν ἀπὸ ἀγνωσίας, τὸν λεγόμενον παλαιὸν ἄνθρωπον διαφθείρουσα καὶ ποιοῦσα καινὸν ἐν Χριστῷ κατ' εἰκόνα τοῦ κτίσαντος.
καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε
ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης
Οἱ ἀληθεῖς, καὶ πραεῖς καὶ δίκαιοι βασιλεύονται ὑπὸ Χριστοῦ.
καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου
Δεξιὰ τοῦ θεοῦ ἐστιν ὁ Χριστὸς καὶ θεὸς λόγος ἐν αὐτῷ.
τὰ βέλη σου ἠκονημένα, δυνατέ
Βέλη Χριστοῦ αἱ πρακτικαὶ ἀρεταὶ. Καὶ τῇ μὲν δικαιοσύνῃ τοξεύει τὸν ἄδικον, τῇ δὲ φρονήσει τὸν ἄφρονα, τῇ δὲ σωφροσύνῃ τὸν πόρνον· καὶ πάλιν τοξεύει τὸν δειλὸν τῇ ἀνδρείᾳ καὶ τῇ ἐγκρατείᾳ τὸν ἀκόλαστον καὶ τῇ μακροθυμίᾳ τὸν ὀργίλον καὶ τῇ πίστει τὸν ἄπιστον. Φαίνεται δὲ ὡς ἔοικε τὸ βέλος τῆς πίστεως πρὸ τῶν ἄλλων πεμπόμενον βελῶν, εἴγε δεῖ πρῶτον πιστεῦσαι τὸν προσερχόμενον τῷ θεῶ ὅτι ἔστι, κατὰ τὸν Παῦλον.
διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου
ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
Εἰ πᾶσα δύναμις τῶν οὐρανῶν τῇ τῶν γεγονότων κέχρισται θεωρίᾳ, ὁ δὲ Χριστὸς παρὰ πάντας κέχρισται τοὺς μετόχους αὐτοῦ, τῇ τῆς μονάδος δηλονότι κέχρισται γνώσει. Διὸ καὶ μόνος λέγεται ἐν δεξιᾷ καθέζεσθαι τοῦ πατρός· Χριστὸν δέ φημι τὸν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσαντα κύριον.
θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη
οἱ ἅγιοι μαθηταὶ λαβόντες τὴν βασιλείαν τῶν οὐρανῶν γεγόνασι βασιλεῖς, διόπερ καὶ αἱ ὑπ' αὐτῶν γεννώμεναι κατ' ἀρετὴν ψυχαὶ θυγατέρες λέγονται βασιλέων. Πᾶσαι δὲ αὗται αἱ ψυχαὶ κατὰ τὴν πίστιν καὶ τὴν ἀρετὴν ἑνούμεναι μίαν ἀπεργάζονται βασιλίδα παρεστῶσαν ἐκ δεξιῶν τοῦ Χριστοῦ. Καὶ νῦν μὲν ἡ ἐκκλησία τοῦ κυρίου διάχρυσα ἔχει ἱμάτια, ἐκ μέρους γινώσκουσα καὶ ἐκ μέρους προφητεύουσα· ὅταν δὲ ἔλθῃ τὸ τέλειον καὶ τὸ ἐκ μέρους καταργηθῇ, τότε ὁλόχρυσα ἕξει τὰ ἱμάτια· ἱμάτιον γάρ ἐστι φύσεως λογικῆς ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ.
πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς βασιλέως ἔσωθεν
Πᾶσα ἡ δόξα τῆς ἐκκλησίας ἡμῶν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐστὶ κατ' ἀρετὴν καὶ γνῶσιν ποικίλην θεωρουμένη.
αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι
Πλησίον ἡμῶν εἰσιν ἢ πάντες οἱ τῆς ἀνθρωπίνης καταστάσεως ὄντες ἢ οἱ μὴ πάντη κατὰ τὰ δόγματα ἡμῖν ἐναντιούμενοι.
ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί
Ἀντὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντων τῶν ἀπ' αἰῶνος διὰ πίστεως εὐαρεστησάντων τῷ κυρίῳ ἐγενήθησαν οἱ μαθηταὶ καὶ δι' αὐτῶν ἡμεῖς πάντες οἱ διὰ πίστεως κληρονομήσαντες ἐκείνους καὶ καταξιωθέντες τῆς αὐτῆς ἐκείνοις γνώσεως· αὕτη γάρ ἐστιν ἡ κληρονομία τῆς λογικῆς φύσεως ἡ γνῶσις ἡ τοῦ θεοῦ.
ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις
Φεύγοντες τὴν πορνείαν τῇ σωφροσύνῃ προσφεύγομεν καὶ μαχόμενοι αὐτῇ τῇ σωφροσύνῃ μαχόμεθα. Πάλιν φεύγοντες τὴν ἀδικίαν τῇ δικαιοσύνῃ προσφεύγομεν καὶ μαχόμενοι αὐτῇ μετὰ τῆς δικαιοσύνης μαχόμεθα· ᾖ δὲ μετ' αὐτῆς πολεμοῦμεν δύναμις λέγεται.
διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν
Θαλάσσας καὶ ὄρη νῦν ὀνομάζει φύσεις λογικὰς ὑψουμένας καὶ ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ θεοῦ.
τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεου
Πόλις θεοῦ ἤτοι ἡ ἐκκλησία αὐτοῦ ἢ λογικὴ ψυχή. Ποταμοῦ δὲ ὁρμήματα λέγει χαρίσματα τοῦ πνεύματος τοῦ ἁγίου· Ποταμοὶ γὰρ, φησίν, ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· ἔλεγεν δὲ περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.
ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ
Ἐὰν ἀκούσῃ φωνὴν κυρίου, ψυχὴ λογικὴ σαλεύεται μεταβαίνουσα ἀπὸ κακίας ἐπ' ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ.
τόξον συντρίψει καὶ συγκλάσει ὅπλον
καὶ θυρεοὺς κατακαύσει ἐν πυρί
Τόξον νῦν καὶ τὸ ὅπλον καὶ ὁ θυρεὸς κατάστασιν χειρίστην σημαίνει καὶ λογισμοὺς πονηρούς.
σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός
Σχολῆς χρεία πρὸς τὸ γνῶναι θεόν.
πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας
Ἐπὶ ταῖς νίκαις οἱ ἄνθρωποι πεφύκασιν τὰς χεῖρας κροτεῖν· τοιγαροῦν κροτήσωμεν καὶ ἡμεῖς ἐπὶ τῷ εἰπόντι· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
ὑπέταξεν λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν
Ἔδωκεν ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησεν
Ἣν ἠγάπησεν καλλονὴν Ἰακὼβ ἡ γνῶσίς ἐστιν τοῦ θεοῦ.
ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε
Τῶν κατὰ θεὸν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν· Εὐθυμεῖ γάρ, φησίν, τις ἐν ὑμῖν; Ψαλλέτω.
ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ
Θρόνος μὲν τοῦ θεοῦ ὁ Χριστός· θρόνος δὲ Χριστοῦ ἡ φύσις ἡ λογική.
ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ
Ὅσοι συνάγονται μετὰ τοῦ Ἀβραάμ, οὗτοι τὴν γνῶσιν ἔχουσι τοῦ Ἀβραάμ.
εὐρίζῳ ἀγαλλιάματι πάσης τῆς γῆς
Εὔριζον ἀγαλλίαμά ἐστιν ὁ Χριστός· Τὸ ἀγαλλίαμά μου γάρ, φησί, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. Ῥίζα δὲ αὐτοῦ ὁ θεὸς λόγος ὁ ἐν αὐτῷ.
ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ βορρᾶ
Πρότερον μὲν ἦν ὁ Παῦλος πλευρὰ τοῦ βορρᾶ, ἀφ' οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς· νυνὶ δὲ γέγονεν ὄρος Σιὼν ἔχων ἐν ἑαυτῷ λαλοῦντα τὸν Χριστὸν τὸν ἐλθόντα ἐκ Σιὼν καὶ ἀποστρέψαντα ἀσεβείας ἀπὸ Ἰακώβ.
ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό
Ἵνα τὸ αὐτὸ εἴπωσι πάντες καὶ μὴ ᾖ ἐν αὐτοῖς σχίσματα.
ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσίς
Θαρσεὶς θαλάσσης· λέγεται δὲ Θαρσεὶς μέρος Αἰθιοπίας καὶ Ταρσὸς ἡ πόλις παρὰ Ἰωνᾷ Θαρσεὶς καλεῖται.
καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν
Ὅσα διὰ τῆς πίστεως ἀκούομεν περὶ θεοῦ, ταῦτα διὰ τοῦ καθαροῦ βίου γινώσκομεν, τῶν πεπιστευμένων τὰς ἀποδείξεις διὰ τῆς ἀπαθείας λαμβάνοντες.
δικαιοσύνης πλήρης ἡ δεξιά σου
ὁ Χριστός ἐστιν ἡ δεξιὰ τοῦ θεοῦ πεπληρωμένος δικαιοσύνης· διὸ καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν.
θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν
ὅτι οὗτός ἐστιν ὁ θεὸς, ὁ θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας
Ταῦτα πάντα πληροῦνται ἐπὶ τῶν μαθητῶν μεριζομένων τὴν οἰκουμένην πᾶσαν ἐπὶ τῷ διηγήσασθαι ὅτι ὁ Χριστός ἐστι θεὸς ἡμῶν ὁ ποιμαίνων ἡμᾶς· Ἐγὼ γάρ εἰμι, φησίν, ὁ ποιμὴν ὁ καλός.
ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου
Εἰ ὁ εὐθυμῶν ψάλλει, διὰ δὲ τοῦ ψαλτηρίου ἀνοίγει τὸ πρόβλημα, διὰ τῆς εὐθυμίας διαγινώσκει τὸ πρόβλημα· εὐθυμία δέ ἐστιν ἀπάθεια ψυχῆς λογικῆς.
ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με
Ἡμέραν πονηρὰν τὴν ἡμέραν τῆς κρίσεως λέγει καὶ πτέρναν τὴν ὁδὸν καὶ τὸν βίον.
ἀδελφὸς οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος;
Ἐπαπορητικῶς ἀναγνωστέον τὸ λυτρώσεται ἄνθρωπος.
καὶ ἐκόπασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος
Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως.
ὅτι οὐκ ὄψεται καταφθοράν, ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας
Ὀψόμεθα τοὺς σοφοὺς τοῦ κόσμου τούτου ἐν τῷ αἰῶνι τῷ μέλλοντι στερηθέντας τῆς ζωῆς τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωή.
καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα
Τάφος νοῦ ἀκάθαρτος ψυχή· τάφος δὲ ψυχῆς σῶμα. [Τὰ δὲ λοιπὰ ἐκέξυστο ἢ τάχα τὸ γήϊνον εἶχεν.]
ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν
Οὐκ ἀπὸ ἀρετῶν ὀνομάζονται, ἀλλ' ἀπὸ γηΐνων πραγμάτων· οὐ γὰρ δίκαιοι καὶ σώφρονες λέγονται, ἀλλὰ ῥήτορες καὶ γραμματικοὶ καὶ φιλόσοφοι καὶ τριβοῦνοι καὶ κόμητες.
καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν
Ἐλπὶς ἀγαθὴ τὸ μετὰ ταῦτα αὐτοὺς εὐδοκῆσαι.
ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτοὺς
Ἀγγέλους μὲν ποιμαίνει ζωὴ, ἀνθρώπους δὲ θάνατος καὶ ζωή, δαίμονας δὲ μόνος θάνατος.
καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ
Ἔσονται γὰρ ἐπάνω πέντε πόλεων οἱ εὐθεῖς ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Καὶ ὁ Σολομὼν δὲ ἐν ταῖς Παροιμίαις τὸ αὐτὸ τοῦτό φησι· Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.
ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα
Οὐδὲν γάρ, φησὶν ὁ Παῦλος, εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δηλονότι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Καὶ ὁ μὲν Παυλὸς καὶ οἱ κατ' αὐτὸν οὕτως, οἱ δὲ ἁμαρτωλοὶ οὐχὶ οὐδὲν, ἀλλ' οὐ πάντα· τὰ μὲν γὰρ χρήματα ἐνταῦθα καταλιμπάνουσι, τὰς δὲ ἐξ αὐτῶν ἁμαρτίας προσγενομένας μεθ' ἑαυτῶν ἐκφέρουσιν.
ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται· ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ
Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς τὸ τηνικαῦτα ἐξομολογούμενος εὐλογεῖ τὸν θεὸν, ὁπηνίκα ἂν ἀγαθόν τι αὐτῷ ἐκ θεοῦ προβῇ.
ὁ θεὸς ἐμφανῶς ἥξει
Εἰ ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ δὲ θεὸς ἡμῶν ἐστιν ὁ Χριστός, ὁ Χριστὸς ἐμφανῶς ἥξει· ἀλλ' ὁ Χριστὸς ἐλήλυθεν ἐν σαρκί, τὸ ἐμφανῶς ἄρα τὴν σάρκα δηλοῖ· αἰσθητὴ γὰρ ἦν ἡ σὰρξ τοῦ Χριστοῦ.
πῦρ ἐναντίον αὐτοῦ καυθήσεται,
καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα
Πῦρ ἦλθεν βαλεῖν ἐπὶ τὴν γῆν· πῦρ δὲ ἐνταῦθα τὴν διδασκαλίαν τοῦ θεοῦ λόγου λέγει, ὅπερ πῦρ καίει μὲν τὰς μοχθηρὰς ἕξεις, δοκιμάζει δὲ τοὺς καθαρούς· διὰ γὰρ τοῦτο κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα· ὅσοι γὰρ θέλουσιν ζῆν εὐσεβῶς ἐν Χριστῷ διωχθήσονται, ἀλλὰ και θλῖψιν, φησίν, ἕξετε ἐν τῷ κόσμῳ.
προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ
Ζώντων γὰρ καὶ νεκρῶν ἐστι κριτής, διότι πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ.
ὅτι ὁ θεὸς κριτής ἐστιν
Ἐνταῦθα προδήλως τὸν Χριστὸν λέγει θεόν· Πᾶσαν γὰρ τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ.
Εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ πατὴρ τῷ υἱῷ, ὁ δὲ θεὸς κριτής ἐστιν, ὁ Χριστός ἄρα θεός ἐστιν.
ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ
Πάντα λέγει εἶναι ὑπὸ τὴν πρόνοιαν τοῦ θεοῦ· Οὐχὶ γὰρ δύο στρουθία τοῦ ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.
θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως
Ἀναιρεῖ θυσίας αἰσθητάς· Θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.
τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός·
ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου
Ὅτι οὐ δεῖ ἁμαρτωλὸν ὄντα τινὰ ἐν διδασκάλου προκαθέζεσθαι τάξει.
σὺ δὲ ἐμίσησας παιδείαν
Παιδεία ἐστὶ μετριοπάθεια παθῶν.
καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις
Μερὶς ἡμῶν ἐστιν ἡ γνῶσις ἡ τοῦ θεοῦ· ταύτην δὲ τίθεμεν μετὰ μοιχῶν τὴν ἐκείνων ἕξιν ἀναλαμβάνοντες.
ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος
Ὁμοίωσίς ἐστιν ἡ διὰ τῶν ἀγαθῶν πράξεων μίμησις, διόπερ οὐ τοῖς ἁμαρτάνουσιν, ἀλλὰ τοῖς κατορθοῦσιν ἐξομοιοῦται ὁ κύριος.
σύνετε δὴ ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ μήποτε ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ῥυόμενος
Ἁρπάζεται ψυχὴ παντελῶς ἐκπεσοῦσα θεοῦ.
σοὶ μόνῳ ἥμαρτον
Κατ' ἐνέργειαν ἁμαρτάνοντες καὶ ἀνθρώποις καὶ θεῷ ἁμαρτάνομεν· κατὰ διάνοιαν δὲ πλημμελοῦντες θεῷ μόνῳ ἐξαμαρτάνομεν.
Ἀντὶ τοῦ σοὶ μόνῳ ἔγνωσται τὸ ἁμάρτημά μου.
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
Νικᾷ θεὸς πάντα τὰ συντελοῦντα ποιήσας πρὸς σωτηρίαν.
ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Τὸ ὕσσωπον σύμβολόν ἐστιν ἀπαθείας καὶ ἡ πλύσις γνῶσιν σημαίνει. Καὶ διὰ μὲν ἀπαθείας καθαριζόμεθα· διὰ δὲ τῆς γνώσεως λευκαινόμεθα.
Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην
Ἀγαλλίασίς ἐστι χαρὰ ἐπὶ καλοῖς.
καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ
Τὰ τείχη Ἱερουσαλὴμ τὴν ἀπάθειαν σημαίνει τῆς ψυχῆς, ἥντινα διαφθείραντες οἱ δαίμονες τὸ τῆς μοιχείας πάθος εἰσένεγκαν. Διὸ καὶ εὔχεται οἰκοδομηθῆναι ταῦτα τὰ τείχη καὶ ὁ Σολομὼν δέ φησιν· Οἱ δὲ ἀγαπῶντες τὸν νόμον, περιβάλλουσιν ἑαυτοῖς τεῖχος, τουτέστιν γίνονται καθαροὶ καὶ ἀπαθεῖς.
τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς, ἀνομίαν ὅλην τὴν ἡμέραν;
Ὁ καυχώμενος, φησίν, ἐν κυρίῳ καυχάσθω.
Εἴ ἐστι δυνατὸς ἐν ἀνομίᾳ, ἐστὶν καὶ ἀδύνατος ἐν ἀνομίᾳ. Καὶ ὁ μὲν δυνατὸς ἐν ἀνομίᾳ ἀδύνατος ἐν δικαιοσύνῃ· ὁ δὲ ἀδύνατος ἐν ἀνομίᾳ δυνατὸς ἐν δικαιοσύνῃ.
ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου
[Ἡ γλῶσσά μου ἔκειτο ἐν τῷ τετρασελίδῳ, εἰ μή τι ἄρα σφάλμα ἦν· οἱ γὰρ λοιποὶ σοῦ εἶπον.]
ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην
Οὐ τοῦτο λέγει ὅτι ἀγαθωσύνην μὲν ἐμίσησας, κακίαν δὲ ἠγάπησας, ἀλλ' ἀμφότερα ἀγαπήσας· κακίαν ὑπὲρ ἀγαθωσύνην ἠγάπησας. Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τοῖς εὐαγγελίοις κείμενον τό ἠγάπησαν οἱ ἄνθρωποι τὸ σκότος μᾶλλον ἢ τὸ φῶς.
ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ
ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ
Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστι ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, καὶ τὰ ἑξῆς. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος· ἐλαίᾳ δὲ κατακάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ ἐλεημοσύνης ἐπικρατούσης ἐν αὐτῷ, ἀκολούθως εἵποντο αἱ λοιπαὶ ἀρεταί· οὕτω τὸν Ἰὼβ ἀνδρεῖόν φαμεν, καὶ τὸν Ἰωσὴφ σώφρονα καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρετῆς ὀνομάζοντες αὐτούς.
εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστιν θεός·
διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις
Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν θεὸν οὐκ ἐπεκαλέσαντο
Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου.
τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;
Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.
ὁ θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με
Εἰ ἡ σωτηρία τῆς λογικῆς φύσεως ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ὁ δὲ Δαυὶδ ἐν τῷ ὀνόματι αὐτοῦ θέλει σωθῆναι, τὸ ὄνομα τοῦ θεοῦ νῦν τὴν γνῶσιν σημαίνει τὴν τοῦ θεοῦ.
ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς
Ὁ Χριστός φησιν· Ἐγώ εἰμι ἀλήθεια.
ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με
Ὡς μὴ ἐκ πάσης θλίψεως ῥυομένου ποτὲ τοῦ θεοῦ, τέθειται το ἐκ πάσης.
φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμέ καὶ ἐκάλυψέν με σκότος
Τὴν ἄγνοιαν νῦν σκότος ὀνομάζει· Οὐκ ἔγνωσαν γάρ, φησίν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται.
καὶ εἶπα· τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω;
Πτέρυγές εἰσι τῆς ἁγίας περιστερᾶς ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, δι' ἧς ὑψωθεὶς ὁ νοῦς καταπαύει εἰς γνῶσιν τῆς ἁγίας τριάδος.
καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει
Τοῖς ἀπὸ κακίας καὶ ψευδῶν δογμάτων πόλιν οἰκοδομοῦσιν ἀγνωσία ἐπισυμβαίνει καὶ σύγχυσις γλωσσῶν παύουσα αὐτοὺς τῆς κακῆς ἐνεργείας, καθάπερ καὶ τοῖς ἐν Χαλάνῃ τὸν πύργον κατασκευάσασιν.
σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου
Σημειωτέον ὅτι χαλεπωτέρους τῶν ἐχθρῶν ἡγούμεθα τοὺς φίλους ἐπιβουλεύοντας.
ἐλθέτω θάνατος ἐπ' αὐτοὺς
Θάνατος ὁ διαιρῶν ψυχὴν ἀπὸ κακίας.
ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι
Ἐν μέσῳ τοῦ πρωῒ καὶ τῆς ἑσπέρας ἐστὶν ἡ μεσημβρία· καὶ ὁ μὲν Ἰακὼβ ὄρθρου ἐπάλαιεν μετὰ ἀγγέλου· Ἀβραὰμ δὲ ἐν μεσημβρίᾳ ἑώρακεν τοὺς ἀγγέλους, Λὼτ δὲ ἑσπέρας.
εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτούς,
ὁ ὑπάρχων πρὸ τῶν αἰώνων
Εἰ πάντα δι' αὐτοῦ ἐγένετο, καλῶς λέγεται ὑπάρχειν πρὸ τῶν αἰώνων. Καὶ ἐντεῦθεν γινώσκομεν, ὅτι οἱ αἰῶνες ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γεγόνασιν.
ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ
Βεβηλοῦσι τὴν διαθήκην αὐτοῦ οἱ παραβαίνοντες τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δόγματα αὐτοῦ.
ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον
καὶ αὐτοί εἰσιν βολίδες
Λόγοι κερκώπων μαλακοί· οὗτοι δὲ τύπτουσιν εἰς ταμεῖα κοιλίας.
ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει
Μνημονευτέον τούτου τοῦ ῥυτοῦ ἐν καιρῷ μερίμνης.
σὺ δὲ, ὁ θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς
Φρέαρ διαφθορᾶς ἡ κόλασίς ἐστιν.
οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν
Ἀτελεῖς εἰσιν ἐν τῇ γνώσει οἱ ἁμαρτωλοί· διὸ Δαυὶδ εὔχεται λέγων· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· Ἀβραὰμ γὰρ ἐκοιμήθη πλήρης ἡμερῶν.
κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν
Οἱ μὲν ἐπίγειοι δαίμονες καταπατοῦσιν ἡμᾶς· οἱ δὲ καταχθόνιοι ἐὰν ἀναβῶσιν καλύπτουσιν ἡμᾶς. Διόπερ λέγεται περὶ αὐτῶν τὸ ὅριον ἔθου ὃ οὐ παρελεύσονται οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν
Ἐπαινέσω ἀντὶ τοῦ ἐπαινετοὺς ποιήσω.
κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν
Οὐ πάντες μὲν τοὺς λογισμοὺς ἐμβάλλουσιν πονηρούς· πάντες δὲ αὐτῶν λογισμοὶ φέρουσιν εἰς κακόν· τῇ γὰρ Εὔᾳ φησὶν ὁ ὄφις· Ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν.
αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι
Δι' ὧν ἐνεργοῦμεν ἐπιτηροῦντες μαθεῖν· καρδιογνῶσται γὰρ οὐκ εἰσὶν οἱ δαίμονες.
ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω
Εἰ θέλεις ἀποστρέφειν τοὺς ἐχθρούς σου εἰς τὰ ὀπίσω, προσεύχου ἀδιαλείπτως.
τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων
Φῶς ζώντων ἐστιν ἡ γνῶσις ἡ τῶν ἀγγέλων.
καὶ ἐν σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ
Πρὸς τὸ Πνεῦμα λέγει τὸ ἅγιον· τοῦτο γὰρ ἐν εἴδει ὤφθη περιστερᾶς.
ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ
Ὁ Χριστὸς ἐν τοῖς εὐαγγελίοις φησιν· Ἐγώ εἰμι ἀλήθεια.
υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη
Ὀδόντες εἰσὶ τῶν δαιμόνων οἱ πονηροὶ λογισμοὶ δι' ὧν κατεσθίουσιν ἡμῶν τὴν ψυχήν.
ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ θεός
Ἐὰν ὑψωθῶ, φησὶν ὁ Σωτήρ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.
ἐξεγέρθητι ἡ δόξα μου,
ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα
Δόξαν λέγει τὸ χάρισμα τοῦ νοῦ· αὐτὸς δὲ ὁ νοῦς ψαλτήριον, τὸ δὲ περικείμενον τῷ νῷ, ὅπερ ἐστὶν ἡ ψυχή, κιθάρα.
[Δόξαν λέγει τὸ χάρισμα τοῦ μέσου, ὅπερ ἐστὶν ὁ νοῦς· αὐτὸ δὲ τὸ μέσον ψαλτήριον, τὸ δὲ περικείμενον τῷ μέσῳ κιθάραν, τουτέστι τὴν ψυχήν.]
ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου
Νεφέλαι εἰσὶ φύσεις λογικαὶ τοὺς περὶ προνοίας καὶ κρίσεως ἐπιστάμεναι λόγους.
ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη
Ἀλλοτριοῦνται ἀπὸ μήτρας καὶ πλανῶνται ἀπὸ γαστρὸς οἱ ἐκ παιδὸς οὐκ ἐπὶ τὴν ἀρετήν, ἀλλ' ἐπὶ τὴν κακίαν ὁδεύοντες.
θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως
Θυμοῦ μὲν ἐπικρατήσαντος ἀποθηριοῦται ψυχή· τοῦ δὲ ἐπιθυμητικοῦ ἐπικρατήσαντος ἵππος ἢ ἡμίονος γίνεται· τοῦ νοῦ δὲ ἄγγελος ἢ καὶ θεός.
ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς
ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων
Πᾶσα ψυχὴ μὴ ἀκούουσα λόγον σωζόντων αὐτὴν ἀσπίς ἐστι βύουσα τὰ ὦτα αὐτῆς.
ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται
Ὥσπερ τῷ μέλιτι ἐπισυμβαίνει κηρός, οὕτως κακία ψυχῇ λογικῇ.
ἐπέπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον
Ὃν ὡς ἥλιον οὐκ εἶδον, ὡς πυρὸς πειραθήσονται.
εὐφρανθήσεται δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν· τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ
Ἡ κόλασις τοῦ ἁμαρτωλοῦ ἀσφαλέστερον καὶ καθαρώτερον τὸν δίκαιον ἀπεργάζεται.
ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου
Θηρεύουσι τὴν ψυχὴν διὰ τῶν πονηρῶν λογισμῶν, ὅταν αὐτῇ καλὰ ὑποβάλλουσι τὰ μὴ ὄντα καλά, ὥσπερ ὅταν δέλεαρ τῷ χαλκῷ οἱ ἁλιεῖς περιβάλλουσιν.
ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα
Οὐκ ἔστι κατευθῦναι τὴν ὁδὸν τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός· μὴ ἄνευ ἀνομίας δραμόντα.
ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἰδέ
Τίς ἄρα ἀνθρώπων ἱκανὸς εἰπεῖν τῷ θεῷ· ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ;
μὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου
Ἀποκτενεῖ τούτους ὁ κύριος οἶς συγχωρεῖ ἐπὶ πολὺ ἁμαρτάνειν· ἐκ γὰρ τούτου συμβαίνει λήθην γενέσθαι θεοῦ.
εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις ἔτι
Ἀλλοίωσίς ἐστιν ἡ μὲν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον ῥοπή, ἡ δὲ ἀπὸ τοῦ χείρονος ἐπὶ τὶ κρεῖττον μεταβολή, ἡ δὲ ἀπὸ τοῦ μέσου ἐπὶ τὸ κρεῖττον ἢ ἐπὶ τὸ χεῖρον ῥοπή· περὶ ψυχὴν δὲ λογικὴν συμβαίνουσιν αὗται αἱ ἀλλοιώσεις.
συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν
Τῶν σεισμῶν οἱ μέν εἰσιν χασματίαι, οἱ δὲ βρασματίαι, οἱ δὲ ἐπικλίνται, οἱ δὲ μυκηματίαι. Ἐνταῦθα δὲ τὴν μεταβολὴν τῶν ἐπὶ γῆς πραγμάτων συσσείσεις ὠνόμασεν.
ἐμός ἐστιν Γαλαάδ, καὶ ἐμός ἐστιν Μανασσῆς, καὶ Ἐφραὶμ κραταίωσις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου·
Μωὰβ λέβης τῆς ἐλπίδος μου,
ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου
[Γαλαὰδ μετοικία σοφοῦ μαρτυρίας· Μανασσῆς ἐπιλογισμὸς ἐκλήθη· Ἰούδας ἐξομολογούμενος· Μωὰβ ἐκ πατρός· Ἰδουμαία σιωπή, σιωπῶντα, πυρρά, αἱματούμενοι ἢ γήϊνοι.]
εἰσάκουσον, ὁ θεὸς, τῆς δεήσεώς μου
Δέησίς ἐστιν ἐλλείποντός τινος μεθ' ἱκεσίας περὶ τοῦ ἐκείνου τυχεῖν ἀναπεμπομένη εὐχή.
πρόσχες τῇ προσευχῇ μου
Προσευχὴ δέ ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων μεγαλοφυέστερον ἀναπεμπομένη ὑπ' αὐτοῦ.
ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα
Πῶς ἐν τῇ Ἰουδαίᾳ ὢν ὁ Δαυὶδ λέγει ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα; Ἢ τάχα ἐξελθὼν τὴν κακίαν νῦν τροπικῶς γῆν ὀνομαζομένην ταῦτά φησιν.
ἐν πέτρᾳ ὕψωσάς με
Ἡ δὲ πέτρα ἦν ὁ Χριστός.
ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου
Κληρονομίαν λέγει γνῶσιν θεοῦ.
ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει;
Τίς γὰρ, φησί, τὸν περὶ προνοίας καὶ κρίσεως λόγον ἐξιχνιάσει;
οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας
Ὁ ὑπισχνούμενος καὶ μὴ ἀποδιδοὺς τὰς εὐχὰς τῷ θεῷ οὐκ ἔστὶν ἐν ἡμέρᾳ τῇ οὔσῃ ἐξ ἡμέρας· πρώτη γὰρ ἡμέρα ἐστὶν τὸ ἐκκλῖναι ἀπὸ κακοῦ, δευτέρα τὸ ποιῆσαι ἀγαθόν.
οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου;
Πᾶς ὁ ὑποτασσόμενός τινι τὰ αὐτὰ ἐκείνῳ φρονεῖ· καὶ εἰ κατὰ τὸν Παῦλον πάντες ὑποταγησόμεθα τῷ Χριστῷ, πάντες τὰ αὐτὰ Χριστῷ φρονήσομεν.
πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι
Τιμὴ ψυχῆς λογικῆς ἀρετὴ καὶ γνῶσις θεοῦ.
ὅτι παρ' αὐτοῦ ἡ ὑπομονή μου.
Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε.
πλὴν μάταιοι οἱ υἱοὶ ἀνθρώπων
Μάταιοί εἰσιν οἱ τοῖς ματαίοις καὶ φθαρτοῖς τοῦ αἰῶνος προσκαθεζόμενοι πράγμασιν.
ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι
Οἱ ψευδόμενοι περὶ τὴν δικαιοσύνην — αὐτὴ γὰρ ζυγός ἐστι τῶν ἀρετῶν — ψευδεῖς εἰσιν υἱοὶ ἐκ τοῦ πατρὸς τοῦ διαβόλου γεγενημένοι.
πλοῦτος ἐὰν ῥέῃ μὴ προστίθεσθε καρδίαν
Τοῦτο λεκτέον πρὸς τοὺς πλεονεκτοῦντας.
ἅπαξ ἐλάλησεν ὁ θεὸς, δύο ταῦτα ἤκουσα
Τὸν λόγον ὃν ἅπαξ ἐλάλησεν ὁ θεὸς τὸν περὶ προνοίας καὶ κρίσεως περιέχει λόγον· τοῦτο γὰρ δηλοῦται ἐκ τῶν ἐπιφερομένων ῥητῶν.
ὁ θεὸς ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω
Πᾶς ὁ ἀποθέμενος τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσάμενος τὰ ὅπλα τοῦ φωτὸς ὀρθρίζει πρὸς τὸν θεόν.
ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς
Ἡ μὲν ζωὴ τοῦ ἀνθρώπου ἡ ἁγία γνῶσις ὑπάρχει· τὸ δὲ ἔλεος κυρίου ἡ τῶν γεγονότων θεωρία ἐστίν· πολλοὶ δὲ ἡμῖν τοῦ αἰῶνος τούτου σοφοί καθυπέσχοντο γνώσεις, ἀλλὰ κρεῖσσον τὸ ἔλεος κυρίου ὑπὲρ ζωάς.
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου
Εἰ ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν, ἐκολλήθη δὲ ὁ Δαυὶδ τῷ κυρίῳ, ἓν ἄρα γέγονε πνεῦμα. Νῦν δὲ τὸ πνεύμα τὸν πνευματικὸν σημαίνει, ὡς καὶ ἡ μὴ περπερευομένη ἀγάπη τὸν ἔχοντα τὴν ἀγάπην δηλοῖ.
εἰσελεύσονται εἰς τὰ κατώτατα, τῆς γῆς
Ἵνα πιστεύσαντες σωθῶσιν τῷ κατελθόντι εἰς τὰ κατώτερα μέρη τῆς γῆς.
παραδοθήσονται εἰς χεῖρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται
Τοὺς καταχθονίους δαίμονας νῦν ἀλώπεκας ὀνομάζει οἷς καὶ παραδίδονται πρὸς κόλασιν οἱ ἐπίγειοι δαίμονες.
ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου
Ἐχθρὸς φόβος ἐστὶ ἤτοι ὁ παρὰ τοῦ ἐχθροῦ ἡμῖν ἐγγινόμενος ἢ ὁ ἐναντίος τῷ τοῦ Χριστοῦ θάρσει· Θαρσεῖτε γάρ, φησίν, ἐγώ εἰμι· μὴ φοβεῖσθε.
οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν
Αὕτη ἡ ῥομφαία λόγος ἐστὶ δαιμονιώδης χωρίζων ψυχὴν ἀρετῆς καὶ γνώσεως θεοῦ.
ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει
Τὴν ἐπίτασιν ἐνταῦθα τῆς κακίας σημαίνει.
προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθεῖα
Καρδία βαθεῖά ἐστιν ἡ θεωρήσασα τὸ βάθος τοῦ πλούτου καὶ τῆς γνώσεως τοῦ θεοῦ.
εὐφρανθήσεται δίκαιος ἐν τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ' αὐτόν
Εὐφραίνει ἄδικον πλοῦτος φθαρτός, τὸν δὲ δίκαιον γνῶσις θεοῦ.
Ἄφρων ἐλπίζει εἰς ἄνθρωπον· ὁ δὲ φρόνιμος ἐπὶ τῷ κυρίῳ πέποιθεν.
καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ
Καρδίαν εὐθεῖαν ἐπαινεῖ κύριος· διεστραμμένην δὲ ψυχὴν ἀπώσεται ἀπ' αὐτοῦ.
πρὸς σὲ πᾶσα σὰρξ ἥξει
Ἀντὶ τοῦ πᾶς ἄνθρωπος.
κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου
πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου·
Αὐλὴ κυρίου γνῶσις θεοῦ· ὁ δὲ κατοικῶν ἐν αὐτῇ πλησθήσεται ἀγαθῶν.
ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης,
ἤχους κυμάτων αὐτῆς
Ἐπιτιμᾷ ὁ κύριος τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ καὶ ποιεῖ γαλήνην μεγάλην.
Ἄνεμος σφοδρὸς ἐξεγείρει κῦμα· δαίμων δὲ πονηρὸς ταράσσει ψυχήν.
Ψυχὴ ἀδίκου κυμαίνεται πολλά· καρδία δὲ δικαίου γαληνιάσει διαπαντός.
ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν,
ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν
Ὦ βάθος πλούτου καὶ σοφίας θεοῦ· καὶ πάλιν· Ἐν παντὶ ἐπλουτίσθητε, ὁ Παῦλός φησίν.
Πλοῦτον τὴν γνῶσιν λέγει· Ἐν παντὶ γὰρ ἐπλουτίσθητε, ἐν πάσῃ γνώσει, φησὶν ὁ ἀπόστολος.
ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων
Ἡ γνῶσις ἡ τοῦ θεοῦ ἐπληρώθη φύσεων λογικῶν, εἴπερ ποταμοὶ ῥέουσιν ὕδατος ζῶντος ἐκ τῆς κοιλίας τοῦ πιστεύσαντος Χριστῷ. Ὕδατα δὲ ἔθος λέγειν τῇ γραφῇ τὰς φύσεις τὰς λογικάς· καὶ γὰρ ὁ Δαυὶδ λέγει αἰνεῖν τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν τὸν κύριον.
καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται
Νῦν φύσεις λογικὰς τροπικῶς βουνοὺς ὀνομάζει.
ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων
Ἐνεδύσαντο Χριστὸν καὶ σπλάγχνα οἰκτιρμῶν καὶ τὰ ἑξῆς.
ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου
Ὁ ἀπιστήσας θεῷ ὑπέσχετο ἔχθραν, ὁ δὲ πιστεύσας αὐτῷ ἐψεύσατο αὐτὴν. Σημεῖα κυρίου γεννῶσι πίστιν, δυνάμεις δὲ αὐτοῦ ἐπιστρέφουσι ψυχήν.
ψαλάτωσαν τῷ ὀνόματί σου
Εὐθυμεῖ τις ἐν ὑμῖν, ψαλέτω, φησὶν ὁ ἀπόστολος.
ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν
Οὐκ εἶπεν ὁ μεταστρέψας, ἀλλ' ὁ μεταστρέφων. Κατὰ μὲν γὰρ τὴν ἱστορίαν ἅπαξ γέγονε τοῦτο, κατὰ δὲ διάνοιαν ἀεὶ τοῦτο συμβαίνει, ψυχὰς τεταραγμένας ὑπὸ τῶν ἁλμυρῶν τοῦ βίου τούτου κυμάτων καὶ περιφερομένας παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐπ' ἀρετὴν καὶ γνῶσιν μεταστρέφοντος τοῦ θεοῦ.
οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς
Παραπικραίνοντές εἰσιν οἱ δεδωκότες εἰς τὸ βρῶμα αὐτοῦ χολὴν καὶ εἰς τὴν δίψαν ποτίσαντες ὄξος.
τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν
Ἐγώ εἰμι ἡ ζωή, φησὶν ὁ Χριστός.
διήλθομεν διὰ πυρὸς καὶ ὕδατος
Καὶ τῶν δαιμονιζόμενον τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐν τοῖς εὐαγγελίοις ποτὲ μὲν ἔρριπτεν εἰς τὸ πῦρ, ποτὲ δὲ εἰς τὸ ὕδωρ· ὕδωρ δὲ καὶ πῦρ ἐναντία ἐστὶν ἀλλήλοις. Πάσχουσι δὲ καὶ τοῦτο μέχρι νῦν οἱ ἀκάθαρτοι ἄνθρωποι, δειλιῶντες καὶ θρασυνόμενοι, πολύθεοι ὄντες καὶ ἄθεοι, ἐρῶντες αἰσχρῶς καὶ πάλιν μισοῦντες.
ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι
μετὰ θυμιάματος καὶ κριῶν
Πᾶς ὁ ἔχων τὸ ἡγεμονικὸν καθαρὸν καὶ προσευχόμενος τῷ θεῷ, οὗτος θυμίαμα μετὰ κριοῦ προσφέρει θεῷ.
δεῦτε ἀκούσατε καὶ διηγήσομαι,
πάντες οἱ φοβούμενοι τὸν θεόν
Μόνοι οἱ φοβούμενοι τὸν θεὸν ἀκούειν δύνανται διηγημάτων πνευματικῶν.
ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος
Οὐκ εἶπεν οὐκ ἐθεώρησα, ἀλλ' οὐκ ἐθεώρουν· τὸ μὲν γὰρ πρότερον ὀλιγοχρόνιον σημαίνει τὸν πονηρὸν λογισμόν, τὸ δὲ δεύτερον πολυχρονιώτερον.
εὐλογητὸς ὁ θεός, ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ' ἐμοῦ
Τοῦ μὴ καθαρὰν ἔχοντος τὴν καρδίαν ἀφίσταται ἡ καθαρὰ προσευχή· εἰ δὲ ἡ προσευχή, καὶ τὸ ἔλεος δηλονότι· διὰ γὰρ τῆς προσευχῆς τὸν ἔλεον αἰτοῦμεν παρὰ θεοῦ.
τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου
Ἐν τῇ γῇ ὄντες ἔγνωμεν τὴν ὁδὸν τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός.
ἀναστήτω ὁ θεός καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ
Ὁ Μωσῆς φησιν· Ἐξεγέρθητι, κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε.
ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν
Τοῦτον τὸν καπνὸν ἀποδιώκει τὸ πῦρἦλθεν ὁ κύριος βαλεῖν ἐπὶ τὴν γῆν.
ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ὄνομα αὐτῷ
Δυσμαί εἰσι φύσεις λογικαὶ ἐκπεσοῦσαι τοῦ τῆς δικαιοσύνης ἡλίου.
ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ,
τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν
Ὀρφανός ἐστιν ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπουρανίου πατρὸς ἣν αὐτὸς ἑκὼν ἐπεσπάσατο.
ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ·
ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ
Τόπος θεοῦ ψυχὴ καθαρά· διὸ καὶ ἐπιφέρει· ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ.
ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ
Ὥσπερ τοὺς πεπεδημένους ἐξάγει ἐν ἀνδρείᾳ, οὕτως καὶ τοὺς ἀδίκους ἐξάγει ἐν δικαιοσύνῃ καὶ τοὺς ἄφρονας ἐν φρονήσει.
ἀπὸ προσώπου τοῦ θεοῦ τοῦ Σινᾶ
τοῦ ἐν τῷ Σινᾷ φανέντος.
καὶ ἠσθένησεν, σὺ δὲ κατηρτίσω αὐτήν
Ἐπειδὴ ἠσθένησε, σὺ κατηρτίσω αὐτήν.
τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ
Ζῷα νῦν λέγει φύσεις λογικὰς ἀλογωτέρας οὔσης καταστάσεως.
ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων,
πτέρυγες περιστερᾶς περιηργυρωμέναι
Τοὺς κλήρους καὶ τὰς πτέρυγας οἱ μὲν εἰρήκασι παλαιὰν καὶ καινὴν διαθήκην, οἱ δὲ πρᾶξιν καὶ θεωρίαν, ἄλλοι δὲ γνῶσιν σωμάτων καὶ ἀσωμάτων, ἕτεροι δὲ γνῶσιν θεοῦ καὶ τοῦ ἀποσταλέντος ὑπ' αὐτοῦ Χριστοῦ.
ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς
Βασιλεῖς εἰσιν ἤτοι οἱ ὑποτάξαντες τὰ πάθη ἢ οἱ τῆς θεωρίας τῶν γεγονότων τετυχηκότες. Λέγονται δὲ βασιλεῖαι καὶ αὐτὰ τὰ χαρίσματα τοῦ πνεύματος τοῦ ἁγίου, καθ' ἃ βασιλεύειν λέγονται οἱ μέτοχοι αὐτῶν.
τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον
Ἅρμα θεοῦ ψυχαὶ καθαραὶ ἐφ' ἃς ἐπιβαίνει· Ἐπέβη γὰρ ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη.
ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν,
ἔλαβες δόματα ἐν ἀνθρώπῳ
Αἰχμαλωσία ἐστὶ Χριστοῦ φύσεων λογικῶν ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος.
ὁ Παῦλός φησι περὶ τοῦ Χριστοῦ· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκεν δόματα ἐν ἀνθρώποις, δόματα λέγων τὰ χαρίσματα τοῦ πνεύματος του ἁγίου.
πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ
Κεφαλαὶ ἐχθρῶν εἰσιν τὰ πρώτως ἐκ τῶν δαιμόνων ἐπισυμβαίνοντα νοήματα τῇ ψυχῇ.
ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου, ἐξ ἐχθρῶν παρ' αὐτοῦ
Ποὺς Χριστοῦ ὁ ἐκ Μαρίας ἄνθρωπος γεννηθείς, ὅστις διὰ τοῦ πάθους ἐβάφη τῷ αἵματι, ὅπερ αἷμα κωλύουσιν ἡμᾶς πίνειν οἱ ἐχθροὶ, κύνας ἡμᾶς ἀεὶ βουλόμενοι εἶναι καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· οἴδασι γὰρ ὅτι οἱ τρώγοντες τοῦ Χριστοῦ τὰς σάρκας καὶ πίνοντες αὐτοῦ τὸ αἷμα ἐν αὐτῷ μένουσιν καὶ αὐτὸς ἐν αὐτοῖς.
ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει
Περὶ Παύλου τοῦτό φασι προφητεύεσθαι.
σοι οἴσουσιν βασιλεῖς δῶρα
Ὁ Παῦλος οὐ μόνον αὐτὸς ἑαυτὸν προσῆγεν θεῷ, ἀλλὰ γὰρ καὶ ἄλλους διὰ τῆς διδασκαλίας προσέφερεν τῷ θεῷ.
τοῦ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ
Τοῦ χωρισθῆναι τοὺς δεδοκιμασμένους ὡς ἀργύριον.
ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ
Τὴν μὲν διάθεσιν τῆς κακίας διὰ τῶν Αἰγυπτίων ᾐνίξατο· τὴν δὲ ἕξιν διὰ τῶν Αἰθιόπων δεδήλωκεν.
Διάψαλμα
Τὸ διάψαλμα κεῖται διὰ τό ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.
ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς
Πρότερον μὲν φησι ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, νῦν δὲ ψάλατε τῷ ἐπιβεβηκότι ἐπι τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς· γὰρ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν ἵνα πληρώσῃ τὰ πάντα.
καὶ ἡ δύναμις αὐτοῦ ἐν νεφέλαις
Νεφέλας λέγει νῦν ἁγίας δυνάμεις· Ἐντελοῦμαι γάρ, φησί, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετόν καὶ ἔσται λιμός, οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου. Οἶμαι δὲ αὐτὸν νεφέλας λέγειν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ διδάσκοντες ἡμᾶς.
σῶσόν με, ὁ θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου
Ὕδατα λέγει τοὺς λογισμοὺς καὶ τοὺς πειρασμοὺς τοὺς εἰσερχομένους εἰς τὴν ψυχήν.
ἐνεπάγην εἰς ἰλὺν βυθοῦ καὶ οὐκ ἔστιν ὑπόστασις
Οὐδὲν τοιοῦτον εὑρίσκομεν παθόντα τὸν Δαυὶδ ἐν ταῖς ἱστορίαις· εἰ δὲ ἐπὶ τὸν σωτῆρα ἀναφέρεται ὁ ψαλμός, διὰ τὸ ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με· οὐδὲ ἐπὶ τοῦ σωτῆρος αὐτοῦ ἔγνωμεν τοιοῦτό τι γεγονός.
ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν
Ἐντεῦθεν ὡς οἶμαι δυνατὸν γνῶναι τὸ πλῆθος τῶν δαιμόνων.
ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον
Οὐδένα τῶν ἀνθρώπων ἄκοντα ἁρπάζει θεός· εἰ γὰρ ἥρπαζεν, οὐκ ἂν ἔλεγεν· Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ τὸ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἡρπάγη δὲ ὁ Παῦλος ἕως τρίτου οὐρανοῦ, ἤδη ἑαυτὸν ἐπιδεδωκὼς τῷ θεῷ
ὁ θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου
Οὐ πάντων τὴν ἀφροσύνην γινώσκει θεός, ἀλλὰ τοῦ γινομένου ἄφρονος διὰ τοὺς ἄφρονας καὶ τοῦ γινομένου ἀνόμου διὰ τοὺς ἀνόμους καὶ τοῦ γινομένου ἀσθενοῦς διὰ τοὺς ἀσθενεῖς.
ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με
Οὗτος ὁ στίχος τέθειται ἐν τοῖς εὐαγγελίοις ἐπὶ τοῖς ἐκβληθεῖσιν ἐκ τοῦ ἱεροῦ κολλυβισταῖς καὶ τραπεζίταις.
συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου
Κάλυμμα τῆς ψυχῆς ἡ νηστεία κρύπτουσα τὰ πάθη αὐτῆς, τουτέστιν ἐπιθυμίαν αἰσχρὰν καὶ θυμὸν ἄλογον· ὁ τοίνυν μὴ νηστεύων γεγύμνωται ἀσχημονῶν.
καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον
Οὗτος ὁ οἶνος θυμός ἐστι τῶν δρακόντων.
σῶσόν με ἀπὸ πηλοῦ ἵνα μὴ ἐμπαγῶ
Σκοπὸς οὐχ ὁ τυχὼν ἀλληγορῆσαι τὰ γεγραμμένα ἐπὶ τοῦ σωτῆρος ἡμῶν γεγονότα· οἶμαι δὲ ταῦτα πάντα ἐπὶ τῇ ἐν ᾅδου πορείᾳ λαμβάνεσθαι.
μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ
Ἐνταῦθα φύσιν τινὰ λογικὴν καταχθόνιον εἴρηκε φρέαρ, ἐν ᾧ πολλαὶ τῶν ψυχῶν ἐμπεπτώκασιν.
σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου
καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου
Αἰσχύνεται ἐφ' ἡμῖν ὁ ἀρχιερεὺς ἡμῶν, ὅς ἐστι Χριστός, ὁ διεληλυθὼς τοὺς οὐρανοὺς ὀνειδιζόμενος ὑπὸ τῶν ἐναντίων πνευμάτων.
καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος
Ταῦτα πάντα γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ.
Οἶνος τραπεὶς γεννᾷ ὄξος καὶ ἀρετὴ φθαρεῖσα τίκτει κακίαν.
γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον
Τράπεζα τῶν Ἰουδαίων ἐστὶν ἡ παλαιὰ διαθήκη ἐν ᾗ σκανδαλίζονται τὰ περὶ Χριστοῦ μὴ νοοῦντες· αὕτη γὰρ κηρύσσει Χριστὸν ἐσταυρωμένον,Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν.
γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν
Δυνατὸν ταῦτα περὶ τοῦ ναοῦ τῶν Ἰουδαίων ἐκλαβεῖν καὶ περὶ τῆς πόλεως αὐτῶν προφητευόμενα.
καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου
Πῶς γὰρ δύνανται εἰσελθεῖν εἰς τὴν δικαιοσύνην ἐσκοτισμένοι τοὺς ὀφθαλμούς;
ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων
Βίβλος ζώντων ἡ γνῶσις ἡ τοῦ θεοῦ ἀφ’ ἧς ἐκπίπτουσιν οἱ ἀκαθάρτους ἔχοντες τὰς καρδίας· Μακάριοι γὰρ, φησίν, οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. Τὸ δὲ ἰδεῖν θεὸν τὸ γνώσεως τῆς αὐτοῦ ἐστι καταξιωθῆναι.
καὶ μετὰ δικαίων μὴ γραφήτωσαν
Ἄδικος μετὰ δικαίου γράφεται ἐὰν ἀποθῆται τὸ εἶναι ἄδικος.
Καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον
Ὑπὲρ τὴν ἄλογον καὶ ἀναίσθητον θυσίαν.
ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος
Γενώμεθα πένητες ἵν' ὁ κύριος ἡμῶν ἐπακούσῃ.
αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ
Τοὺς ἐπουρανίους καὶ ἐπιγείους λέγει ἐνταῦθα ὁμωνύμως τοῖς αὐτῶν κόσμοις. Τοιοῦτόν ἐστι καὶ τό οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ.
θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς,
ὅτι ὁ θεὸς σώσει τὴν Σιὼν
καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ιουδαίας
Ἆρα τὰ ἑρπηστικὰ ζῷα αἰνέσει, σωζομένης τῆς Σιὼν καὶ οἰκοδομουμένης τῆς Ἰουδαίας. Εἰ δὲ τὰ ἕρποντα νοητῶς ῥητέον, καὶ τὰ οἰκοδομούμενα δηλονότι νοητῶς ἐκληπτέον.
Ψυχὰς λογικὰς λέγει πόλεις τῆς Ἰουδαίας.
αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν
Οὗτοι ζητοῦσιν ἡμῶν τὴν ψυχὴν οἱ πρὸς κακίαν καὶ ἀγνωσίαν αὐτὴν προτρεπόμενοι.
ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε εὖγε
Τὸ εὖγε εὖγε οἱ δαίμονες λέγουσιν ἁμαρτανόντων ἡμῶν. Ἔστιν δ' ὅτε καὶ γέλωτα ἐκπέμπουσιν ἐμπαίζοντες ἡμῖν.
καὶ λεγέτωσαν διαπαντός· μεγαλυνθήτω ὁ θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου
Σωτήριον τοῦ θεοῦ ὁ Χριστὸς,
ὁ θεός, ἐπὶ σοὶ ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα
Ἐὰν ἐν ταῖς θλίψεσιν ὑπομένωμεν, οὐκ αἰσχυνθησόμεθα ἐν τῷ αἰῶνι τῷ μέλλοντι· γὰρ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.
ὁ θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος
Τὸν σατανᾶν λέγει ἁμαρτωλὸν καὶ παράνομον καὶ ἄδικον. Ἁμαρτωλὸν μὲν διὰ τὴν χειρίστην ἕξιν, παράνομον δὲ διὰ τὸ παραβαίνειν αὐτὸν τὸν φυσικὸν νόμον αὐτοῦ, ἄδικον δὲ διὰ τὸ ἀποστερεῖν αὐτὸν ἡμᾶς τῆς γνώσεως τοῦ θεοῦ.
πληρωθήτω τὸ στόμα μου αἰνέσεως
ὅπως ὑμνήσω τὴν δόξαν σου
Ἐὰν μὴ πληρωθῇ ὁ νοῦς χάριτος θεοῦ, ὑμνῆσαι τὴν δόξαν τοῦ θεοῦ οὐ δύναται· στόμα γὰρ τῆς ψυχῆς τὸν νοῦν ὠνόμασεν, δόξαν δὲ τὸν υἱὸν τοῦ θεοῦ.
[Οὗτος ὁ στίχος οὐκ ἔκειτο ἐν τῷ τετρασελίδῳ οὔτε παρὰ τοῖς οʹ οὔτε παρὰ τοῖς ἄλλοις ἐκδόταις.]
λέγοντες· ὁ θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος
Ταύτας τὰς φωνὰς τέθεικεν ὡς ἀπὸ δαιμόνων λεγομένας ἐπὶ τοῖς ἐγκαταλειφθεῖσιν, αἵτινες οὐκ ἂν ἐῤῥέθησαν, εἰ μὴ ἐγκατελείφθη ὁ ἄνθρωπος· ἔχομεν γὰρ ἐν ταῖς Βασιλείαις ὅτι κύριος ἀπέστη ἀπὸ Σαοὺλ καὶ πνεῦμα πονηρὸν παρὰ κυρίου ἔπνιγε τὸν Σαούλ.
ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ
Δυνατὸν μὲν διαπαντὸς αἰνεῖν τὸν θεὸν καὶ διαπαντὸς εὐλογεῖν καὶ διαπαντὸς σωφροσυνεῖν καὶ δικαιοπραγεῖν, πῶς δὲ δυνατὸν διαπαντὸς ἐλπίζειν; Ὁ γὰρ ἐλπίζων διαπαντὸς οὐδέποτε τυγχάνει τοῦ πράγματος ἐκείνου οὗ ἐλπίζει τυχεῖν. Καὶ ὁ μὲν ἐρεῖ τὸ διαπαντὸς οὐ κατὰ τοῦ πλάτους τῶν αἰώνων τεθεῖσθαι, ἀλλὰ κατὰ τῆς ζωῆς τῆς αἰσθητῆς· ἕτερος δὲ καὶ κατὰ τοῦ πλάτους τῶν αἰώνων τὸ διαπαντὸς ἐκλήψεται, ἵν' ᾖ τὸ πέρας τῆς ἐλπίδος ἡ γνῶσις τῆς ἁγίας τριάδος· ὁ δὲ τρίτος ἐρεῖ τεθεῖσθαι τὸ διαπαντὸς ἐπὶ τῆς ἁγίας τριάδος· αὕτη γὰρ μόνη ἡ γνῶσίς ἐστιν ἀπέραντος.
ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ
Βραχίων τοῦ θεοῦ ὁ Χριστός.
ὁ θεὸς, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα
Εἰρηνοποιήσας διὰ τοῦ αἵματος αὐτοῦ τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς.
καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με
Ἄβυσσον νῦν ὠνόμασεν τὸ χωρίον τῶν καταχθονίων δαιμόνων. Εἰσὶ δέ τινες οἳ καὶ αὐτοὺς τοὺς δαίμονας ἀβύσσους λέγουσι διὰ τὸ ἀπέραντον τῆς κακίας αὐτῶν.
καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ θεός
Σκεῦος ψαλμοῦ ψυχὴ καθαρά.
Εἰς Σαλομὼν
Εἰς Σαλομὼν τὸν υἱὸν Δαυίδ· Βίβλος γὰρ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ. Σαλομὼν γὰρ ἑρμηνεύεται εἰρηνικός· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.
ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου
Μακάριοι γὰρ οἱ εἰρηνοποιοί.
καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσα ἐπὶ τὴν γῆν
Ὡς ὑετὸς μὲν ἐπὶ τὰ ἔθνη, ὡς σταγόνες δὲ ἐπὶ τὸν Ἰσραήλ.
ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη
Ἀντὶ τοῦ μέχρι τῆς συντελείας· σελήνης γὰρ ἀναιρουμένης ἀναιρεῖται χρόνος, χρόνου δὲ ἀναιρεθέντος τέλος ἕξει ὁ αἰσθητὸς κόσμος. Δύναται δὲ σελήνην λέγειν καὶ τὴν ἀντικειμένην δύναμιν ὡς ἄρχουσαν τῆς νυκτός.
ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσιν
Ἀντὶ τοῦ σπανιοῦσιν οἱ χοϊκοί.
βασιλεῖς Θαρσὶς καὶ αἱ νῆσοι δῶρα προσοίσουσιν, βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσιν
Θαρσεὶς ἔθνος Αἰθιοπικόν ἐστιν· ἔτι δὲ τὸ θαρσεῖς σημαίνει τὸ χρῶμα τὸ ὑακίνθινον ὡς παρὰ τῷ προφήτῃ ἔχομεν· Ὁμοίωμα αὐτῶν ὡς θαρσείς· σημαίνει δὲ παρὰ τῷ Ἰωνᾷ καὶ Ταρσὸν τὴν πόλιν. Σαβὰ πόλις τῆς Ἰνδίας ἀφ' ἧς ἦλθεν ἡ βασίλισσα νότου πρὸς Σαλομών. Θαρσεὶς δὲ ἑρμηνεύεται κατάσκοποι, κατασκοπὴ εὐφροσύνης καὶ χαρᾶς.
πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ
Εἰ δουλεύσουσιν αὐτῷ πάντα τὰ ἔθνη, δουλεύσουσι αὐτῷ δηλονότι καὶ τὰ ἔθνη τὰ τοὺς πολέμους θέλοντα. Εἰ δὲ τοῦτο, πᾶσα ἄρα ἡ φύσις ἡ λογικὴ δουλεύσει τῷ Χριστῷ· καὶ τοῦτό ἐστιν τὸ παρὰ τοῦ Παύλου εἰρημένον· Κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.
ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν
Τὴν μὲν κατὰ διάνοιαν ἁμαρτίαν ἀδικίαν ὠνόμασεν, τὴν δὲ κατ' ἐνέργειαν ἁμαρτίαν τόκον. Καὶ τοκιζόμεθα μὲν ἁμαρτάνοντες, ἀδικούμεθα δὲ ἐννοοῦντες· διὸ πρότερον τὸν τόκον περιαιρεῖ, ὕστερον δὲ καὶ τὴν ἀδικίαν αὐτήν· δεῖ γὰρ πρῶτον ἀπέχεσθαι τῆς ἁμαρτίας τῆς κατ' ἐνέργειαν, εἶτα τῆς κατ' ἔννοιαν ἡμῖν γενομένης.
καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας
Χριστὸς ζῇ ἐν τοῖς δεχομένοις αὐτόν· Ζῶ γὰρ, φησὶ Παῦλος, οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός.
καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός
Λέγοντες· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν τὸ καθ' ἡμέραν.
ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ
Λίβανον λέγει πολλαχοῦ τὸ ὄρος καὶ τὸν ναὸν καὶ τοὺς υἱοὺς Ἰσραήλ.
Καρπὸς τοῦ Χριστοῦ τὰ πιστεύσαντα ἔθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸν Ἰσραήλ, ὃν νῦν τροπικῶς Λίβανον εἴρηκεν.
εὐλογητὸς κύριος ὁ θεὸς ὁ θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος
Ὁ Παῦλός φησιν· Ὁ μακάριος καὶ μόνος δυνάστης.
ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν
Εἰρήνην νῦν τὴν εὔροιαν τοῦ αἰσθητοῦ βίου ὠνόμασεν.
ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν
Ἀνάνευσιν λέγει τὴν μνήμην τοῦ θανάτου, ὅθεν ὁ Σύμμαχος ὅτι οὐκ ἐνεθυμοῦντο περὶ τοῦ θανάτου ἑαυτῶν πεποίηκεν.
περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν
Ἡ μὲν ἀδικία ἐν τῷ κακῷ βίῳ θεωρεῖται·· ἡ δὲ ἀσέβεια ἐν τοῖς ψευδέσι δόγμασι.
ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς
Ἔταξαν, φησί, βλασφημεῖν μὲν θεὸν, ἀνθρώπους δὲ ἀδικεῖν.
καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς
Καὶ Ἀβραὰμ ἀπέθανε πρεσβύτης καὶ πλήρης ἡμερῶν.
καὶ εἶπαν· πῶς ἔγνω ὁ θεὸς;
Ζητήσεις τοῦτο πῶς.
καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ
Τὸ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ ἀντὶ τοῦ εἰ γινώσκει ὁ κύριος καὶ ἐφορᾷ τὰ ἀνθρώπινα.
καὶ εἶπα· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου
Ἀντὶ τοῦ καθαρὸς ἐγενόμην.
εἰ ἔλεγον· Διηγήσομαι οὕτως
Ζητήσεις καὶ τοῦτο.
καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο
Καὶ ἐπείρασα τοῦ γνῶναι.
κόπος ἐστὶν ἐναντίον μου
Κόπος ἐστὶ τοῦ γνῶναι τὸν λόγον τὸν περὶ προνοίας.
ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεου
Ὅταν εἰσέλθωμεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, τὸ τηνικαῦτα τὸν λόγον τὸν περὶ προνοίας γνωσόμεθα.
κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις
Εἰκών ἐστι τοῦ ἁμαρτωλοῦ ὁ παλαιὸς ἄνθρωπος ὁ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ὃν ἐξουδενεῖ διὰ τῆς αὐτοῦ γνώσεως.
ὅτι ἐξεκαύθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν
καρδίαν μὲν λέγει τὸ διανοητικόν, νεφροὺς δὲ τὸ παθητικὸν ἀφ' οὗ τίκτεται τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμικόν.
καὶ ἐγὼ διαπαντὸς μετὰ σοῦ
Μετὰ θεοῦ λέγεται εἶναι, πρῶτος μὲν ὁ τὴν ἁγίαν γινώσκων τριάδα, καὶ μετ' αὐτὸν ὁ τοὺς λόγους τοὺς περὶ τῶν νοητῶν θεωρῶν, τρίτος δὲ πάλιν ὁ καὶ αὐτὰ τὰ ἀσώματα βλέπων, καὶ τέταρτος ὁ τὴν θεωρίαν ἐπιστάμενος τῶν αἰώνων· ὁ δὲ τὴν τῆς ψυχῆς ἀπάθειαν κεκτημένος πέμπτος ἂν τούτοις συγκαταταχθείη δικαίως.
τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἐθέλησα ἐπὶ τῆς γῆς;
Οἱ τῶν ἐπουρανίων προτιμῶντες τὰ ἐπίγεια τοῦτο λεγέτωσαν· ἐνταῦθα γὰρ εἰ καὶ μὴ τῷ λόγῳ τοῦτο ὁμολογοῦμεν, ἀλλὰ γοῦν διὰ τῶν ἔργων τοῦτο δεικνύομεν.
ὁ θεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα
Μερὶς τοῦ δικαίου ἐστὶν ἡ γνῶσις ἡ τοῦ θεοῦ.
ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ
Οὗτος πορνεύει ἀπὸ θεοῦ ὁ ἐπιδεδωκὼς ἑαυτὸν τῇ τῶν δαιμόνων λατρείᾳ.
ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.
καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν
ὡς εἰς τὴν εἴσοδον ὑπεράνω,
ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.
ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου
Ταῦτα πάντα πεπλήρωται ἐν τῇ τῶν Ἱεροσολύμων ἁλώσει, ἅπερ Ἰώσηπος ἱστορεῖ καθ' ἕνα διηγούμενος τῶν πεπραγμένων.
Ἀπὸ τῶν Ἰωσήπου περὶ τῆς ἁλώσεως λεγομένων· καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν πέριξ ἁπάντων, οἱ Ῥωμαῖοι κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν καὶ θέμενοι τῆς ἀνατολικῆς πύλης ἄντικρυ, ἔθυσαν τε αὐταῖς αὐτόθι καὶ τὸν Τίτον μετὰ μεγίστων εὐφημιῶν ἀπέφηναν αὐτοκράτορα.
εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου
Σκήνωμα τοῦ ὀνόματος τοῦ θεοῦ ἐστιν ὁ νοῦς, ὅστις βεβηλοῦται γήϊνος ἀντὶ ἐπουρανίου γινόμενος.
ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
Χριστός ἐστι δεξιὰ τοῦ πατρὸς, ὁ ὢν εἰς τοῖς κόλποις τοῦ πατρὸς.
εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς
Ἐντεῦθεν λαβόντες τινὲς ἀνεφήναντο τὰ Ἱεροσόλυμα ὀμφαλὸν εἶναι τῆς γῆς.
σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος
Κεφαλαὶ τῶν δρακόντων εἰσὶν τὰ πρῶτα κατὰ τὴν διάνοιαν συνιστάμενα φαῦλα νοήματα. Συνέτριψαν δὲ αὐτὰ δι' ὧν ἔλεγεν· Ἐρρήθη τοῖς ἀρχαίοις· οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν· πᾶς ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ· καὶ πάλιν· Ἐρρέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν· Οὐ ὀργισθήσῃ ὅλως· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους
Ζητήσεις τίνας φησὶν πηγὰς καὶ χειμάρρους.
σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον
Φαῦσιν νῦν τὴν σελήνην ὠνόμασεν.
σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά
Διὰ τί παρῆκε τὸ μετόπωρον καὶ τὸν χειμῶνα; φασὶ τοίνυν ἀντικεῖσθαι τὸ μὲν θέρος τῷ μετοπώρῳ, τὸν δὲ χειμῶνα τῷ ἔαρι· καὶ τὸ μὲν ἔαρ ἐστὶ καιρὸς γενέσεως, τὸ δὲ θέρος καιρὸς τελειώσεως.
[Ὅρα δὲ μὴ οὕτως ἐρρέθη· φασὶ τοίνυν ἀντικεῖσθαι τὸ μὲν μετόπωρον τῷ ἤρι, τὸν δὲ χειμῶνα τῷ θέρει· τὰ κακὰ καὶ ἀναφαιρετικὰ τῶν ἀγαθῶν ἅπερ καὶ παρῆκε, φησίν, ὁ ψαλμὸς ὡς τοῦ θεοῦ αὐτὰ μὴ πεποιηκότος, ἀναγωγικῶς δηλονότι νοούμενα καὶ τὰ ἑξῆς δὲ τοῦ σχολίου εὑρίσκεται ἁρμόζοντα· εἰ μή τι βαθύτερον ἡμᾶς λανθάνει ἐν τῷ τόπῳ οἷα τὰ πολλά ἐστι τοῦ ἁγίου. Διὸ οὐ πρὸς ἀθέτησιν τοῦ κειμένου ἀλλὰ πρὸς ἀκριβῆ ἐπίσκεψιν ταῦτα παρεθήκαμεν, ὡς ἐνδεχομένου καὶ κατὰ σφάλμα τοῦτο συμβῆναι τοῦ μεταγράψαντος καθὼς καὶ ἐν τῇ θείᾳ ἐν πολλοῖς τόποις γέγονε γραφῇ.]
μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι
Εἰ θηρία λέγεται τὰ δαιμόνια, ἐν δὲ τοῖς θηρίοις ἐπικρατεῖ ὁ θυμός, ἐν τοῖς δαίμοσιν ἐπικρατεῖ ὁ θυμός· καὶ ἐν τῷ Ἰὼβ λέγει· Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι.
τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος
Μνήσθητι τῶν ἐπαγγελιῶν σου, φησίν, ὧν ἐπηγγείλω τῷ Ἀβραὰμ δοῦναι τῷ σπέρματι αὐτοῦ γῆν ῥέουσαν γάλα καὶ μέλι.
ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν
Ἐσκοτισμένος νοῦς πληροῦται ἀνομιῶν· σκότος γὰρ περὶ γνῶσιν καὶ ἀνομία περὶ πρᾶξιν νοεῖται.
μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν
Νῦν ἄφρονα τὸν διάβολον ὀνομάζει.
ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ
Γῆν λέγει τὴν φύσιν τὴν λογικὴν ἥτις ἐτάκη ἀπὸ πυρὸς τοῦ πνευματικοῦ ὃ ἦλθεν βαλεῖν ὁ σωτὴρ ἐπὶ τῆς γῆς. Τῆξις δέ ἐστιν χωρισμὸς ψυχῆς ἀπὸ κακίας· πῦρ δέ ἐστι νοητὸν διδασκαλία πνευματικὴ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, φθαρτικὴ κακίας καὶ ἀγνωσίας.
ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς
Καὶ γνόντες τὴν χάριν, φησὶν ὁ ἀπόστολος, τὴν δοθεῖσάν μοι,Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης οἱ δοκοῦντες στῦλοι εἶναι.
καὶ τοῖς ἁμαρτάνουσιν· μὴ ὑψοῦτε κέρας
Κέρας νῦν τὸν νοῦν ὀνομάζει.
ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς
Νῦν μὲν αἱ κολάσεις κεκερασμέναι προσάγονται τοῖς ἁμαρτάνουσιν, ἐν δὲ τῷ αἰῶνι τῷ μέλλοντι ἄκρατοι καὶ ὡσανεὶ τρυγώδεις προσενεχθήσονται.
καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω
Κλάσματα λέγει τὴν φθοράν τῆς ἕξεως τῆς χειρίστης.
καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ
[Τὸ πρὸς τὸν Ἀσσύριον οὐκ ἔκειτο ἐν τῷ τετρασελίδῳ οὔτε παρὰ τοῖς ἑβδομήκοντα οὔτε παρὰ τοῖς λοιποῖς οὔτε ἐν τῷ βιβλίῳ Εὐσεβίου τοῦ Παμφίλου οὔτε ἐν τῷ ὀκτασελίδῳ.]
καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ
Τόπος θεοῦ ψυχὴ πρακτική.
καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών
Κατοικητήριον θεοῦ νοῦς θεωρητικός.
ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον
Τόξα νῦν τοὺς δαίμονας ὀνομάζει, ἀφ' ὧν τὰ πεπυρωμένα βέλη ἐκπέμπονται· βέλος δὲ πεπυρωμένον ἐστὶν ὁ ἐμπαθὴς λογισμός· τὸ δ' αὐτὸ καὶ ὅπλον καὶ ῥομφαία καλεῖται.
φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων
Τουτέστι διδάσκεις ἡμᾶς διὰ τῶν ἁγίων δυνάμεων.
ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν
Διὸ καλῶς παρεγγυᾷ ὁ σοφὸς Σολομών· Μὴ δῷς ὕπνον, λέγων, σοῖς ὄμμασι μηδ' ἐπινυστάξῃ σοῖς βλεφάροις ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.
πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν
Οὕτως ἄνδρες πλούτου ὡς ἄνδρες αἱμάτων· οἱ γὰρ ἔχοντες τὰ πάθη ἄνδρες τούτων τῶν παθῶν ὀνομάζονται· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κρείττονος ἐν τῷ Δανιὴλ ἔχομεν ἄνδρα ἐπιθυμιῶν.
ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους
Οἱ δαίμονες καθέζονται ἵπποις καὶ ἡμιόνοις οἷς οὐκ ἔστιν σύνεσις ἀναγκάζοντες αὐτοὺς τὰ τῶν ἀλόγων ζῴων ἐνεργεῖν· ἵπποι δὲ καὶ ἡμίονοι ἄνθρωποί εἰσιν ἐμπαθεῖς, ἐφ' ἃ μὴ δεῖ ἀλόγως φερόμενοι καὶ χρεμετίζοντες ἐπὶ τῇ γυναικὶ τοῦ πλησίον.
ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι.
Τοῦτο τὸ ἐνθύμιον αὐτοῦ τοῦ ἀνθρώπου ἐστίν, μὴ ἐφαπτομένης ἔξωθεν δυνάμεως ἀγαθῆς ἢ πονηρᾶς· λέγεται δὲ καὶ λογισμός.
ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα
ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην
Διὰ τῆς πρακτικῆς ἐν τῷ νῦν αἰῶνι τὸν θεὸν ἐκζητοῦμεν.
ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου
Οὐδὲν οὕτω παρακαλεῖ ψυχὴν ὡς μνήμη θεοῦ.
ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην
Μνήμη θεοῦ εὐφραίνει ψυχήν· ὁ δὲ ἐπιλαθόμενος αὐτοῦ πενθήσει πικρῶς.
προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου
Τοῦτο γνώρισμά ἐστι πολλῆς ἀγρυπνίας.
διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα
τὰ ἄδηλα καὶ τὰ κρύφια τοῦ θεοῦ ἐγνωκώς, οὗτος καὶ τὰς μνήμας ἔχει τῶν παρελθόντων αἰώνων καὶ τῶν ἐν αὐτοῖς ἐτῶν καὶ τὰς ἐξ ὧν ταῦτα συνέστηκεν ἀρχαίας ἡμέρας.
ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει;
Ὡς κόπτοντος αὐτοῦ τὸ ἔλεος ἐπί τισιν, εἴρηται ἀλλαχοῦ τὸ παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου
Ἀλλοίωσιν λέγει ἐνταῦθα τὴν ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδον.
καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω
Ἀδολεσχία ἐστὶν ἡ περί τι συνεχὴς διατριβὴ καὶ ὁμιλία.
ὁ θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου
Ἤτοι ἐν παντὶ ἁγίῳ ἡ ὁδὸς τοῦ θεοῦ ἢ ἐν τῷ Χριστῷ ὁ λόγος αὐτοῦ.
σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου
τουτέστι τὸν Χριστόν· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία.
ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου
Βραχίων τοῦ θεοῦ ὁ Χριστὸς δι' οὗ ἐνήργησεν τὰ ἐν ἡμῖν ἀγαθὰ τὰ παρὰ τὴν ἐπιδημίαν αὐτοῦ γεγονότα.
εἴδοσάν σε ὕδατα, ὁ θεός,
εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν
Νῦν τὰ ὕδατα λογικὰς φύσεις σημαίνει.
καὶ ἐτεράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων
Αἱ ἄβυσσοι τὰς καταχθονίους δυνάμεις δηλοῦσιν, αἵτινες ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ ἐταράχθησαν.
φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ
Ὁ τροχὸς ἢ τὸν αἰῶνα σημαίνει τοῦτο ἢ τὸν κόσμον τὸν αἰσθητὸν ἢ τὴν καθαρὰν καὶ αἰώνιον ψυχήν, εἴπερ ἡ κακία παρὰ γωνίαν παρεδρεύει.
ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών
Ἡ κατὰ Μωσέα φιλοσοφία τετραχῇ τέμνεται, εἴς τε ἱστορικὸν καὶ τὸ κυρίως λεγόμενον νομοθετικόν, ἅπερ ἂν εἴη τῆς ἠθικῆς πραγματείας ἴδια, τὸ τρίτον τε εἰς τὸ ἱερουργικόν, ὅ ἐστιν ἤδη τῆς φυσικῆς θεωρίας, καὶ τέταρτον ἐπὶ πᾶσι τὸ θεολογικὸν εἶδος. Τετραχῶς δὲ ἡμῖν ἐκληπτέον καὶ τοῦ νόμου τὴν βουλὴν ὡς τύπον τι δηλοῦσαν, ἢ ὡς σημεῖον ἐμφαίνουσαν ἢ ὡς ἐντολὴν κυροῦσαν εἰς πολιτείαν ὀρθὴν ἢ θεσπίζουσαν ὡς προφητείαν. Ταύτῃ τῇ μεθόδῳ Μωϋσῆς καὶ Ἀαρὼν ὁδηγοῦσι τὸν ἀπὸ κακίας ἐπ' ἀρετὴν ὁδεύοντα λαόν.
ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου
Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι τροπικῶς δηλωτικὸς τῶν πραγμάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λελεγμένων· ἢ λόγος ἀπό τινος οὐ κυρίου μέν, ἐμφεροῦς δὲ τῷ κυρίῳ ἐπὶ τὸ ἀληθὲς καὶ κύριον ἄγων τὸν συνιέντα· ἢ λέξις δι' ἑτέρων τὰ κυρίως δηλούμενα μετ' ἐναργείας παριστάνουσα.
καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσουσιν
ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν
Οἱ τὰς ἐντολὰς ἐκζητοῦντες τοῦ θεοῦ οὐ γίνονται ψεκτοὶ ὡς οἱ πατέρες αὐτῶν.
υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου
Οὗτος νῶτα δίδωσι τοῖς ἐχθροῖς ὁ μὴ φυλάσσων τὸν νόμον τοῦ θεοῦ.
ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν
Ἀντὶ τοῦ ὡς ἐν ἀσκῷ.
καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας
Ἡ δὲ πέτρα, φησίν, ἦν ὁ Χριστός.
καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ
Ὡς χαλεπὸν τὸ μετὰ τὴν γνῶσιν ἁμαρτάνειν.
μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;
Ἔρημον οὖσαν τὸ πρότερον τὴν ψυχὴν Ματθαίου τοῦ τελώνου ὁ σωτὴρ ἡμῶν πεποίηκε τράπεζαν τρέφουσαν διὰ τοῦ εὐαγγελίου τὰς ψυχὰς τῶν ἀνθρώπων.
καὶ πῦρ ἀνήφθη ἐν Ἰακώβ,
καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ
Πῦρ μὲν ἀνάπτεται ἐπὶ τὸν πρακτικόν· ὀργὴ δὲ ἀναβαίνει ἐπὶ τὸν θεωρητικόν.
καὶ θύρας οὐρανοῦ ἀνέῳξεν
Θύρας οὐρανοῦ λέγει φύσεις λογικὰς πρὸς διδασκαλίαν πνευματικὴν κινηθείσας.
ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος
Ὁ σωτήρ φησιν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Τοῦτον οὖν τὸν ἄρτον ἤσθιον μὲν πρότερον ἄγγελοι, νυνὶ δὲ καὶ ἄνθρωποι. Τὸ δὲ ἐσθίειν ἐνταῦθα τὸ γινώσκειν σημαίνει· τοῦτο γὰρ ἐσθίει νοῦς ὃ γινώσκει καὶ τοῦτο οὐκ ἐσθίει ὃ οὐ γινώσκει.
καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χοῦν σάρκας
Τὴν ὀρτυγομήτραν σάρκας ὠνόμασεν.
καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς
Τὸ ἀποτέλεσμα τῆς ἐπιθυμίας ἐπιθυμίαν ὠνόμασεν, ὅπερ κυρίως ἂν εἴποι τις τὸ ἐπιθυμητόν· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον τὸ ἡ ἐλπὶς οὐ καταισχύνει· ἐνταῦθα γὰρ τὸ πέρας τῆς ἐλπίδος, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ θεοῦ, ἐλπίδα ὠνόμασεν· καὶ πάλιν· Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; Ἔργον γὰρ εἶπεν τὸ περὶ ὃ ἡ ἐνέργεια.
Καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν
Συμποδίζεται ὁ θεωρητικὸς μὴ ἐπιβάλλων ὡς δεῖ τῇ θεωρίᾳ τῶν γεγονότων.
ὅταν ἀπέκτεννεν αὐτοὺς, ἐξεζήτουν αὐτόν
Ὅταν τὸν παλαιὸν ἄνθρωπον ὁ θεὸς ἀποκτείνῃ τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, τότε ὁ νέος ἐκζητεῖ αὐτὸν ὁ ἀνακαινούμενος κατ' εἰκόνα τοῦ κτίσαντος.
καὶ ἠπάτησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ
Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ.
ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' αὐτοῦ
Μετὰ θεοῦ οὖσα ἡ καρδία εὐθεῖά ἐστιν· Εὐθὴς γάρ ἐστι κύριος ὁ θεὸς ἡμῶν.
καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιν
Σὰρξ ἀντὶ τοῦ σαρκικοί.
ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτοὺς
Οἱ Ἑβραῖοι λέγουσι κυνόμυιαν θηρία διάφορα καὶ ἀναμεμιγμένα.
ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ
θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν
Τὸ αἴτιον τῷ αἰτιατῷ ὁμωνύμως ἐκλήθη· τὸ γὰρ ἀποτέλεσμα τοῦ θυμοῦ καὶ αὐτὸς θυμὸς εἴρηται, καὶ τὸ ἀποτέλεσμα τῆς ὀργῆς, ὀργή, καὶ τὸ ἀποτέλεσμα τῶν πόνων καὶ αὐτὸ πόνος λέγεται· καὶ ἐπὶ τῆς ἐλπίδος ὡσαύτως.
ἀποστολὴν δι' ἀγγέλων πονηρῶν
Τὸ πονηρὸν ποτὲ μὲν τὸ ἀντικείμενον τῷ ἀγαθῷ λέγει ἡ θεία γραφή, ὡς τὸ ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκφέρει τὸ ἀγαθὸν καὶ ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκφέρει τὰ πονηρά, ποτὲ δὲ τὸ ἐπίπονον πονηρὸν ἀνομάζει, ὡς τὸ περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἀντὶ τοῦ ἐπίπονον. Ἐνταῦθα οὖν τοὺς ἀγγέλους πονηροὺς εἶπεν, οὐ τοὺς τῇ κακίᾳ πεποιωμένους, ἀλλὰ τοὺς πόνους καὶ ὀδύνας ἐνεργοῦντας, ὁποῖοι γεγόνασι καὶ τοῖς Σοδομίταις οἱ ἄγγελοι του θεοῦ καίπερ ἅγιοι καὶ ἀγαθοὶ τυγχάνοντες· τοῦτο δὲ λέγω διὰ τὸ Μωσέα καὶ Ἀαρὼν δι' ἁγίων ἀγγέλων πεποιηκέναι τὰ σημεῖα ἐν Αἰγύπτῳ· τῶν γὰρ τοιούτων δυνάμεων καὶ τεράτων πᾶς τις ὁμολογήσειεν ἐστερεῖσθαι τοὺς δαίμονας, μόνον δὲ ἐνηργηκέναι διὰ Ἰαννοῦ καὶ Ἰαμβροῦ τῶν μάγων κατὰ φαντασίαν ψιλήν, καθ' ἣν ἐφαίνετο μὲν τὰ γινόμενα, οὐ μὴν δὲ καὶ τοὺς Αἰγυπτίους ἐκόλαζεν.
καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν Αἰγύπτῳ ἀπαρχὴν τῶν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ
Ἀπαρχὴν εἴρηκεν πόνων τὴν πληγὴν τὴν ἐπὶ τοῖς πρωτοτόκοις, οὐκ ἐπειδὴ πρῶτον ἐπ' αὐτοῖς ἤλγησαν, ἀλλ' ἐπειδὴ μείζονος ταύτης συμφορᾶς οὐκ ἀπήλαυσαν.
καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ
Ὄρος ἁγιάσματός ἐστιν ἡ γνῶσις ἡ τοῦ θεοῦ.
καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ
Ἐνοικήσω γάρ, φησίν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.
καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν θεὸν τὸν ὕψιστον
Ἁμαρτάνουσα ψυχὴ παραπικραίνει γνῶσιν, ἡ δὲ κατορθοῦσα γλυκαίνει αὐτήν.
καὶ μετεστράφησαν εἰς τόξον στρεβλόν
Τόξον στρεβλὸν ψυχὴ διεστραμμένη, βέλη δὲ αὐτῆς λογισμοὶ πονηροί.
καὶ ἀπώσατο τὴν σκηνὴν Σηλώμ
Τὴν ἐν Σηλὼμ ἑστῶσαν.
καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτοῦ καὶ τὴν καλλονὴν αὐτοῦ εἰς χεῖρας ἐχθροῦ.
Τοῦ σκηνώματος τὴν καλλονὴν.
καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν
Κληρονομίαν ἐνταῦθα τὸ κληρονομεῖν εἴρηκεν.
Κληρονομία θεοῦ ψυχαὶ λογικαί.
τοὺς νεανίσκους αὐτῶν κατέφαγεν πῦρ
Τάχα πῦρ ἐστι τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ.
καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου
Ὥσπερ ἐν τοῖς ἁγίοις ὁ θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ, οὕτως ἐν τοῖς ἁμαρτωλοῖς ὑπνοῖ καὶ κραιπαλᾷ. Καὶ γὰρ καὶ τοῖς μεθύουσι πολλάκις οἱ τοῖχοι κινούμενοι φαίνονται.
καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα
Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, φησὶν ὁ ἀπόστολος.
ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς
ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ
Τῶν δαιμόνων οἱ μὲν τῇ θεωρίᾳ, οἱ δὲ τῇ πράξει ἀντίκεινται. Καὶ οἱ μὲν πρότεροι πετεινὰ οὐρανοῦ ὀνομάζονται, οἱ δὲ δεύτεροι λέγοιντ' ἂν θηρία τῆς γῆς. Τὸ οὖν αἷμα ἐξέχεαν ἐκ τῶν ἐσθιομένων ἀρετῶν καὶ πινομένων δογμάτων ἐστίν.
καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν
Τόπος γνώσεως θεοῦ· καὶ νοῦς τόπος γνώσεως θεοῦ.
ὅτι ἐπτωχεύσαμεν σφόδρα
Στερηθέντες τοῦ πλούτου τῆς γνώσεως ἐπτωχεύσαμεν.
εἰσελθάτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων
Νοῦν μὲν δεσμεῖ ἀγνωσία, ψυχὴν δὲ κακία. Ψυχὴν δέ φημι θυμὸν καὶ ἐπιθυμίαν, ὅπερ λέγεται θυμικὸν καὶ ἐπιθυμητικόν.
ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν
Δότωσαν δίκας ὑπὲρ ὧν ἐπλημμέλησαν ἐν τῷ βίῳ τούτῳ· τὸ γὰρ ἑπταπλάσιον τὸν βίον τοῦτον σημαίνει ὡς καὶ τὸ ὀκταπλάσιον τὸν μέλλοντα. Τοιοῦτόν ἐστι καὶ τό δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ.
ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα
[Ἐξομολογούμενοι εἰς τὸν αἰῶνα.]
ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι
Ἐνταῦθα μὲν κάθηται ἐπὶ τῶν Χερουβὶμ ὁ θεός, ἀλλαχοῦ δὲ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη. Καὶ διὰ μὲν τῆς καθέδρας τὴν σταθερὰν ἕξιν μηνύει τῶν Χερουβίμ, διὰ δὲ τῆς πτήσεως αἰνίττεται τὴν ταχεῖαν ἐνέργειαν.
κύριε ὁ θεὸς τῶν δυνάμεων
Χριστὸς, θεοῦ δύναμις καὶ θεοῦ σοφία.
ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ;
Διὰ τούτων τῶν ῥητῶν παρίστησι πικροτάτην μετάνοιαν.
καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα
Πρόσωπον ἐνταῦθα τὸν Χριστὸν ὠνόμασεν· Εἰκὼν γάρ ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως.
ἄμπελον ἐξ Αἰγύπτου μετῆρας
Ἄμπελον λέγει νῦν τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ θεοῦ
Ἀναδενδράδες εἰσὶν οἱ θεωρητικοί.
ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν·
ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν
Οἱ δαίμονές εἰσιν οἱ τρυγῶντες τοὺς καρποὺς ἡμῶν, οὓς αὐτοὶ ἐκφέρειν ἡμᾶς ἐνεργοῦσιν κακὴν γεωργίαν γεωργοῦντας ἡμᾶς. Μονιὸν δὲ ἄγριον λέγει τὸν σατανᾶν, ὅπερ σημαίνει σῦν ἄγριον.
γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ·
Ἄνδρα δεξιὸν λέγει τὸν Χριστόν, ὅστις ἐστὶν καὶ υἱὸς ἀνθρώπου.
ζωώσεις ἡμᾶς καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα
Ζωοποιήσεις ἡμᾶς· οὐδεὶς δὲ δύναται ζωοποιῆσαι ἡμᾶς εἰ μὴ ὁ εἰπών· Ἐγώ εἰμι ἡ ζωή.
λάβετε ψαλμὸν καὶ δότε τύμπανον
Λάβετε διδασκαλίαν πνευματικὴν καὶ δότε νέκρωσιν μελῶν τῶν ἐπὶ τῆς γῆς.
γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν
Νόμον ὃν οὐκ ἠπίστατο ἤκουσεν.
ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ
Ἀπὸ ἄρσεων, ἀπὸ βασταγμάτων, ἀπὸ φορτίων· Αἱ γὰρ ἀνομίαι αὐτῶν ὑπερῆραν τὴν κεφαλὴν αὐτῶν, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' αὐτούς.
οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος
Πρόσφατός ἐστι θεὸς ὁ μηδὲν οὐσιῶσαι δυνάμενος ἢ ὁ τῇ κακίᾳ πεποιωμένος.
πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτὸ
Στόμα νῦν λέγει τὸν νοῦν ὅστις πλατύνεται διὰ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθῶν.
καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν
Διὰ τοῦτο, φησὶν ὁ Παῦλος, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας.
καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς
Τοῦτον ψωμίζει ὁ θεὸς ὃν δι' ἐντολῶν παιδεύει καὶ τοῦτον χορτάζει ὃν διὰ τῆς αὐτοῦ θεωρίας εὐφραίνει.
ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;
Πρόσωπα ἁμαρτωλῶν εἰσιν αἱ κακίαι καθ' ἃς μορφοῦνται οἱ ἄδικοι.
ἐν σκότει διαπορεύονται.
Σκότος νῦν τὴν ἄγνοιαν λέγει.
ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες·
ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε
Ἐγώ, φησίν, ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν, πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;
εἶπαν· δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους
Ἐντεῦθεν γινώσκομεν ὅτι προκαλοῦνται ἀλλήλους οἱ δαίμονες ἐπ' ἀπωλείᾳ ψυχῆς.
κατὰ σοῦ διαθήκην διέθεντο
Εἰς αὐτὴν ἁμαρτάνει τὴν γνῶσιν ὁ τὸν πεφυκότα νοῦν ὁρᾶν τὴν γνῶσιν ἁμαρτάνειν καταναγκάζων.
οἵτινες εἶπαν· κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ
Ψυχὴ ἀκάθαρτος κλῆρος δαιμόνων· ψυχὴ δὲ καθαρὰ κλῆρος θεοῦ.
ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν
Ὁ τροχὸς ὀλίγον ἐφάπτεται τῆς γῆς.
πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας καὶ ζητήσουσιν τὸ ὄνομά σου, κύριε
Τοῦτο τὸ πρόσωπόν ἐστι τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, οὗ φθαρέντος ὁ νοῦς ἐκζητεῖ τὸ ὄνομα κυρίου.
καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν
Αὕτη ἡ ἀπώλεια σημαίνει φθορὰν κακίας καὶ ἀγνωσίας.
ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου
Αὐλαὶ κυρίου αἱ θεωρίαι τῶν γεγονότων σωμάτων εἰσίν· ἐν ταύταις γὰρ ἡμᾶς δεῖ γενέσθαι τὸ πρότερον, εἶθ' οὕτως εἰσελθεῖν εἰς τὸν ναὸν τοῦ θεοῦ, ὅστις ἐστιν ἡ θεωρία τῶν ἀσωμάτων.
καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν
Δεῖ πρότερόν τινα σπουδάσαι ἑαυτῷ οἶκον εὑρεῖν ἐν ᾧ δυνήσεται δέξασθαι θεὸν, ἔπειτα δὲ καὶ ἄλλους ποιῆσαι οἴκους θεοῦ. Χρησώμεθα δὲ τῶ ῥητῷ πρὸς τοὺς ἀκαθάρτους ἀνθρώπους καὶ διδάσκειν ἐπιχειροῦντας.
καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς
Κατὰ τὴν ἔννοιαν τοῦ ῥητοῦ μείζων ἡ τρυγὼν τοῦ στρουθίου.
μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου
Αὐτὸς μὲν ὁ Δαυὶδ ἐπιθυμεῖ εἰσελθεῖν εἰς τὰς αὐλὰς τοῦ κυρίου, μακαρίζει δὲ τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ κυρίου.
μακάριος ἀνήρ, οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, κύριε· ἀναβάσεις ἐν τῇ καρδία αὐτοῦ διέθετο,
ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τὸν τόπον ὃν ἔθετο
Αἱ ἀναβάσεις αὗται τῶν γνώσεων τῇ καρδίᾳ ἐπισυμβαίνουσιν ἐκ τῆς ἀντιλήψεως τοῦ Θεου· κοιλὰς δὲ κλαυθμῶνός ἐστιν ἤτοι τὸ ἀνθρώπινον σῶμα ἢ ὁ συγγενὴς τούτου κόσμος.
ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας
Σύγκρισις ἁγίας γνώσεως πρὸς γνῶσιν ἀνθρωπίνην.
Σύγκρισιν ποιησάμενος τῆς γνώσεως τῆς τῶν ἔξωθεν σοφῶν καὶ τῆς τοῦ θεοῦ ἀποφαίνεται κρεῖσσον εἶναι τὴν μικρὰν μερίδα παρὰ κυρίου ἢ τοὺς θησαυροὺς μετὰ ἀφοβίας τοὺς παρὰ τῷ Σολομῶνι λεγομένους. Καὶ μετ' ὀλίγον ὁ αὐτός φησιν· Ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.
ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ κύριος ὁ θεὸς
Ἔλεον καὶ ἀλήθειαν ἀντὶ τοῦ ἐλεήμονα καὶ ἀληθινὸν ἀγαπᾷ κύριος· αὕτη δὲ συνήθεια τῆς θείας γραφῆς τὴν ἕξιν λαμβάνειν ἀντὶ τοῦ μετέχοντος. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τοῦ Παύλου λεγόμενον τὸ ἡ ἀγάπη οὐ περπερεύεται, τουτέστιν ὁ ἔχων τὴν ἀγάπην.
ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν
Διὰ μὲν τοῦ ἁγίου βαπτίσματος ὁ κύριος τὰς ἁμαρτίας ἀφίησιν· διὰ δὲ τῆς πικρᾶς μετανοίας τὰς ἁμαρτίας ἐπικαλύπτει.
ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ
Ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.
πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ
Εἰ ἀρχὴ σοφίας φόβος κυρίου, σοφία δὲ ἡμῶν ἐστιν ὁ Χριστός, καλῶς λέγεται ὁ Χριστός ἐγγὺς εἶναι τῶν φοβουμένων αὐτόν.
ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν
Ἀδύνατόν ἐστιν εἰρήνην συναφθῆναι δικαιοσύνῃ, μὴ ἀληθείας ἐλέῳ συναντησάσης. Τὸ μὲν γὰρ ἔλεος τὴν δικαιοσύνην γεννᾷ· ἡ δὲ ἀλήθεια τὴν εἰρήνην. Δικαιοσύνη δὲ καὶ εἰρήνη περὶ πρᾶξιν καὶ θεωρίαν λαμβάνεται.
δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται
Ἡ ἄρχουσα τῶν πρακτικῶν ἀρετῶν ἡ δικαιοσύνη ἐστίν, ἀφ' ἧς καὶ οἱ ἄνθρωποι δίκαιοι ὀνομάζονται.
προσευχὴ· τῷ Δαυίδ
Προσευχή ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων μεγαλοφυέστερον ἀναπεμπομένη ὑπ' αὐτοῦ.
σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σὲ
Ἡ γνῶσις ἡ τοῦ θεοῦ σωτηρία ἐστὶ ψυχῆς.
ἐλέησόν με, κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν
Τουτέστι διὰ βίου.
ὅτι πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου
Αἴρει πρὸς κύριον τὴν ἑαυτοῦ ψυχὴν ὁ διὰ πράξεως καὶ θεωρίας κουφίζων αὐτήν.
πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε καὶ δοξάσουσιν τὸ ὄνομά σου
Τίνι γὰρ εἶπεν ποτε ὁ πατήρ· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῷ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
Εἰ πάντα τὰ ἔθνη ἥξει καὶ προσκυνήσει τὸ ὄνομα κυρίου, ἥξει δηλονότι καὶ τὰ ἔθνη τὰ τοὺς πολέμους θέλοντα. Εἰ δὲ τοῦτο, πᾶσα ἄρα φύσις λογικὴ προσκυνήσει ἐνώπιον κυρίου, ἔπειτα δὲ καὶ δοξάσει τὸ ὄνομα αὐτοῦ, ὅπερ σημαίνει τὸν ἐν αὐτῷ ὑπάρχοντα πατέρα.
ὁδήγησόν με, κύριε, τῇ ὁδῷ σου
καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου
Ἐγώ εἰμι ἡ ὁδός, φησὶν ὁ Χριστός· καὶ πάλιν· Ἐγώ εἰμι ἡ ἀλήθεια. Εὔχεται τοίνυν πρῶτον μὲν ἐν αὐτῷ γενέσθαι ὡς ὁδὸν τὸν Χριστόν, τουτέστιν ὡς ἀρετήν, ἔπειτα δὲ ὡς ἀλήθειαν, ὅπερ ἐστι τῆς θεωρίας.
καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου
Τὸ τάγμα τῶν δαιμόνων συναγωγὴν ὠνόμασε κραταιῶν.
ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν·
καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν
Σημεῖα ἀγαθά ἐστιν τὰ χαρίσματα τοῦ πνεύματος τοῦ ἁγίου· ταῦτα γὰρ μάλιστα αἰσχύνονται δαίμονες.
ὅτι σύ, κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με
Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ κόπων.
ἀγαπᾷ κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ
Ἀγαπᾷ κύριος καὶ τὸν πρακτικὸν καὶ τὸν θεωρητικόν. Ὑπὲρ δὲ τὸν πρότερον τὸν θεωρητικόν· Ἰακὼβ γὰρ πτερνιστὴς ἑρμηνεύεται· ἡ δὲ Σιὼν σκοπευτήριον.
μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος
καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ
Τὸ μὲν παιδίον Ἰησοῦς γεννᾶται ἐν Βηθλεέμ, ὁ δὲ ἄνθρωπος ἐν Σιών, διὰ τὸ πρᾶξιν μὲν τίκτεσθαι ἐν τῇ ψυχῇ, σοφίαν δὲ γεννᾶσθαι ἐν τῷ νῷ.
Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοὶ
Πάντες οἱ εὐφραινόμενοι ἐπὶ γνώσει κατοικοῦσιν ἐν τῇ σοφίᾳ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῇ σοφίᾳ ὡς σοφία εὐφραίνονται ἐπὶ γνώσει.
καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν
Ἐὰν μεταλάβῃς τὸν ᾅδην εἰς τὸν θάνατον, γνώσῃ πῶς ὁ θάνατος διαφθείρει ζωὴν ἀνθρώπου. ᾅδην δὲ νῦν ὀνομάζει τὸν διάβολον, ζωὴν δὲ ἑαυτόν.
ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος
Ὁ βουλόμενος τοῦτο ἐπὶ τοῦ σωτῆρος λαβεῖν, νοησάτω οὕτως· εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, ὁ δὲ αὐτὸς οὗτος καὶ νεκρός ἐστι — ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, καλῶς λέγεται ὁ σωτὴρ ἐν νεκροῖς εἶναι ἐλεύθερος — ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
ὧν οὐκ ἐμνήσθης ἔτι
Ἐκείνου μνημονεύει ὁ κύριος τοῦ ἐν ᾧ γίνεται κἀκείνου οὐ μνημονεύει τοῦ ἐν ᾧ οὐ γίνεται.
καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν
Χεῖρα νῦν λέγει τὴν γνῶσιν τὴν τοῦ θεοῦ ἥτις πέφυκε βοηθεῖν τοῖς πολεμουμένοις.
ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου
Τὸν θυμὸν τοῦ θεοῦ ἔστησεν ὁ Χριστὸς κατὰ πάντων ὁρμήσαντα τῶν ἀνθρώπων, διότι πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια;
Οἱ ἐστερημένοι τῆς ζωῆς οὐ δύνανται ἰδεῖν τὰ θαυμάσια τῆς ζωῆς τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωή.
μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου;
Ὥσπερ ἐν τοῖς ἀπολωλόσιν οὐκ ἔστιν ἀλήθεια, οὕτως ἐν τοῖς ἐσκοτισμένοις οὐκ ἔστι θαυμάσια.
καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ
Γῆ ἐπιλελησμένη ἐστὶν ψυχὴ λογικὴ τῶν τοῦ ἁγίου πνεύματος ἐστερημένη καρπῶν.
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου
Δι' ἡμᾶς γὰρ ἐπτώχευσεν, πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτίσωμεν.
καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με
Φοβερισμοὺς λέγει δυνάμεις τινὰς ἀκαθάρτους καὶ ταραχώδεις.
ὅτι εἶπας· εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου
Τὸ μὲν ἔλεος τοὺς ἀνθρώπους οἰκοδομεῖ· ἡ δὲ ἀλήθεια ἑτοιμάζει τὰς ἁγίας δυνάμεις.
καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου
Εἰ θρόνος ἐστὶ τοῦ Χριστοῦ ἡ φύσις ἡ λογική, ταύτην δὲ πεποίηκεν ὁ θεός, καλῶς λέγεται Χριστὸς κεκαθηκέναι ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. Τὸ δὲ γινώσκεσθαι τὸν Χριστὸν ὑπὸ τοῦ πεφυκότος γινώσκειν αὐτὸν καθέδραν ὀνομάζει ἡ θεία γραφή.
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε
Ἐξομολογήσονται ἀντὶ τοῦ δοξάσουσιν.
καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;
Οὐδεμία λογικὴ φύσις ὁμοία ἐστὶ τῷ Χριστῷ· ἡ μὲν γὰρ τῶν γεγονότων θεωρίαν γινώσκει, ὁ δὲ καὶ αὐτὸν ἐπίσταται τὸν τὰ πάντα ποιήσαντα. Χριστὸν δέ φημι τὸν μετὰ θεοῦ λόγου ἐπιδημήσαντα κύριον.
δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου
Οὐχ ὁ Χριστὸς κυκλοῖ τὴν γνῶσιν τὴν τοῦ πατρὸς, ἀλλ' αὐτὴ κυκλοῖ τὸν Χριστόν. Πολλὴν δὲ ἐν τούτῳ τῷ ῥητῷ καὶ βαθυτάτην θεωρίαν ἀποκεῖσθαι νομίζω, ἣν ὁ ἐξαπλῶσαι βουλόμενος παρελεύσεται τοὺς τῶν σχολίων κανόνας.
σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις
Αὐτὸς γάρ ἐστιν ὁ ἐπιτιμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ καὶ ποιῶν γαλήνην μεγάλην, ἵνα φθάσωσιν οἱ ἐμπλέοντες ἀπελθεῖν εἰς τὴν γῆν ἐφ' ἣν σπεύδουσιν.
τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας
Τὸν Βορρᾶν ἵστησιν ὁ νότος, τουτέστιν ὁ τῷ πνεύματι ζέων τὸν ἐν κακίᾳ ψυχρόν· ἑαυτὸν δὲ ποιεῖ νοῦς Βορρᾶν καὶ ἑαυτὴν ψυχὴ ποιεῖ θάλασσαν· οὐχὶ οὖν καθὸ Βορρᾶς οὐδὲ καθὸ θάλασσα ἐκτίσθησαν ἀπὸ θεοῦ, ἀλλὰ καθὸ φύσεις εἰσὶ λογικαί.
Θαβὼρ καὶ Ἑρμωνιεὶμ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται
Θαβὼρ ἐκλεκτόν· Θαβὼρ δέ ἐστιν τὸ ὄρος τῆς Γαλιλαίας ἐφ' οὗ μετεμορφώθη Χριστός· Ἑρμωνιεὶμ δέ ἐστι τὸ ὄρος ἐφ' οὗ κεῖται ἡ πόλις Ναῒν ἐν ᾗ ἤγειρεν τὸν τῆς χήρας υἱὸν ὁ Χριστός.
καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν
Κέρας νῦν τὸν νοῦν ὀνομάζει· ὑψοῦται δὲ νοῦς διὰ γνώσεως του θεοῦ.
τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου
Τότε ἐλάλησας διὰ τῶν ἁγίων προφητῶν περὶ τοῦ Χριστοῦ σου.
ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν
Τὸ ἅγιον ἔλαιον τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει, μᾶλλον δὲ τὴν οὐσιώδη γνῶσιν δηλοῖ.
οὐκ ὠφελήσει ὁ ἐχθρὸς ἐν αὐτῷ
Εἰ ὅταν ἁμαρτάνωμεν τοὺς ἐχθροὺς ἡμῶν ὠφελοῦμεν, ὁ Χριστὸς δὲ οὐχ ἥμαρτεν, ἄρα τοὺς ἐχθροὺς αὐτοῦ οὐκ ὠφέλησεν ὁ Χριστός.
καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ
Μόνος ἐν τῇ γνώσει τοῦ πατρὸς ὑψοῦται Χριστός.
καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ
Ἐν μὲν τῇ θαλάσσῃ τίθεται ἡ χεὶρ τοῦ Χριστοῦ· ἐν δὲ τοῖς ποταμοῖς ἡ δεξιὰ αὐτοῦ. Πλὴν, ἐὰν θελήσῃ, ἡ θάλασσα γίνεται ποταμός· καὶ πάλιν ὁ ποταμὸς ἐὰν μὴ τηρήσῃ τὸν ἐκ τῆς κοιλίας αὐτοῦ ῥέοντα ποταμὸν τοῦ ζῶντος ὕδατος γίνεται θάλασσα.
καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ
Ὅταν γένηται τὸ θέλημα τοῦ θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τότε καὶ ὁ θρόνος τοῦ Χριστοῦ ἔσται ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ.
καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν
Ὁ μὴ φυλάσσων τὰς ἐντολὰς τοῦ θεοῦ ἐκπίπτει τοῦ εἶναι θρόνος θεοῦ· Εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας.
Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν
Ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου
καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα
Δεῖ πρότερον ἡμᾶς γενέσθαι ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ, τουτέστιν ὁμοίους ταῖς ἁγίαις δυνάμεσιν, ἔπειτα δὲ καὶ αὐτῷ παρεμφερεῖς τῷ τῆς δικαιοσύνης ἡλίῳ. Δεῖ γὰρ πάντως τὴν εὐχὴν τοῦ δεσπότου ἡμῶν πληρωθῆναι· Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος· Δὸς αὐτοῖς, φησίν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, καθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν, πάτερ. Οὕτω γὰρ ἐσόμεθα μηκέτι αὔξησιν καὶ μείωσιν κατὰ τὴν γνῶσιν λαμβάνοντες, κατηρτισμένοι δὲ ἀεὶ ἐν κυρίῳ.
ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ
Ἁγίασμα τοῦ Χριστοῦ αἱ λογικαὶ ψυχαί.
διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν
Ἀδικεῖ τὴν κληρονομίαν ὁ ἁρπάζων τοὺς κληρονόμους καὶ ἁρπάζει τὴν γνῶσιν ὁ ποιῶν ἀκαθάρτους τοὺς πεφυκότας γινώσκειν αὐτήν. Ταῦτα δὲ πάντα ὁ κύριος εἰς ἑαυτὸν ἀναδέχεται ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος. Αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἦρεν, καὶ τὰς νόσους ἐβάστασεν.
τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας
Εἰς γῆν ἀπ' οὐρανοῦ καταράσσεται νοῦς ἀντὶ ἐπουρανίου χοϊκὸς γεγονώς.
ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ
Ἐκ τῆς ἐγκαταλείψεως μειοῦνται αἱ ἀρεταὶ καὶ αἱ γνώσεις ἡμῶν· αὗται γάρ εἰσιν αἱ ἡμέραι τῆς φύσεως τῆς λογικῆς.
τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;
Ἡ αὔξησις τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἐκ τῆς κατὰ μικρὸν μειώσεως πασῶν τῶν κακιῶν καὶ τῆς ἀγνοίας ἐπισυμβαίνει· κακία δὲ καὶ ἀγνωσία θάνατος ψυχῆς λογικῆς, ζωὴ δὲ ἀρετὴ καὶ γνῶσις.
μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου, πολλῶν ἐθνῶν
Κόλπον νῦν τὴν ψυχὴν ὀνομάζει διὰ τὸ καὶ τὴν γνῶσιν τοῦ θεοῦ ἀγαθὰ ὀνομάζεσθαι· ἀγαθὰ δὲ τὰ ἐν κόλποις πέφυκε βάλλεσθαι· Πιστεύω γὰρ, φησί, τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων.
οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου
Τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ τάχα ὁ κυριακὸς ἄνθρωπός ἐστιν.
[Καθ' Ἑβραίους ἡ τετάρτη βίβλος τῶν ψαλμῶν ἐντεῦθεν ἄρχεται, ἀπὸ τοῦ πθʹ ψαλμοῦ.]
μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν
Τότε ἀποστρέφει θεὸς ἄνθρωπον εἰς ταπείνωσιν, ὅταν διὰ τῆς ἁμαρτίας ἐγκατελίπῃ αὐτόν.
ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθεν, καὶ φυλακὴ ἐν νυκτί
Οὐ περὶ τὴν γνῶσιν οὔτε περὶ τὸ γινῶσκον θεωρεῖται ὁ χρόνος· καιρὸς γὰρ καὶ ἡμέρα καὶ χρόνος τῆς σωματικῆς ἐστι φύσεως· σωμάτων δὲ δημιουργός ἐστιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός.
τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται
Ἐξουδενωθήσεται ἡ ζωὴ αὐτῶν.
ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον
Σκιὰ γὰρ ἡμῶν, φησὶν Ἰώβ, ἐστὶν ὁ βίος ἐπὶ τῆς γῆς.
καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος
Τὸ πλεῖον τῶν παρελθόντων ἐτῶν ἐν κόποις καὶ πόνοις γινόμεθα.
τὴν δεξιάν σου οὕτως γνώρισον
Μὴ ἐπὶ κολάσει, ἀλλ' ἐπὶ φιλανθρωπίᾳ γνωρισάσθω σου ἡ δεξιά.
ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου
Χρήσιμον τοῦτο πρὸς τοὺς ἀπὸ τῆς κακίας μετανοήσαντας καὶ καταξιωθέντας γνώσεως.
καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν
Τοῦτο λεκτέον ἐπὶ τῶν μετανοησάντων καὶ γνώσεως καταξιωθέντων.
καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ' ἡμᾶς
Λαμπρότης ἐστὶν γνῶσις θεοῦ· καὶ γὰρ οἱ μετέχοντες αὐτῆς καλοῦνται λαμπρότητες· Ἐν ταῖς λαμπρότησι, φησί, τῶν ἁγίων σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.
καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον
Ἔργα μὲν χειρῶν ἐστιν ἡ καθ' ἕκαστα πρᾶξις· ἔργον δὲ χειρῶν ἡ ἐκ τούτων ἐπισυμβαίνουσα γνῶσις.
ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι
Τὸ μετάφρενον σύμβολόν ἐστι καρδίας.
ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ
Ὅπλον Χριστοῦ γνῶσις ἀληθὴς καὶ ὁ κυκλούμενος ὑπ' αὐτῆς οὐ πτοηθήσεται.
οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας
Ἀκάθαρτόν τινα δύναμιν νῦν βέλος ὠνόμασεν.
ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ
Τὸν μεσημβρινὸν δαίμονά φασιν εἶναι τὸν τῆς ἀκηδίας.
καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου
Εἴ τις βούλοιτο μὴ περιπεσεῖν μάστιγι, γενέσθω οἶκος θεοῦ.
τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου
Ὁ ἐν μηδενὶ πταίων οὗτος διαφυλάσσεται ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου
Ὁ ποὺς μὲν τὴν ψυχὴν σημαίνει· ὁ δὲ λίθος τὴν ἁμαρτίαν.
ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα
Ῥύεται μὲν ἡμᾶς ἀσπίδος καὶ βασιλίσκου τῶν ἀντικειμένων τῇ πρακτικῇ· σκεπάζει δὲ ἀπὸ λέοντος καὶ δράκοντος τῶν ἀντικειμένων τῇ θεωρίᾳ.
καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου
Σωτήριον τοῦ θεοῦ ἐστιν ὁ Χριστός.
τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα
[Ἀπαγγέλλειν κατ' ὄρθρον τὸ ἔλεός σου καὶ τὴν βεβαιότητά σου κατὰ νύκτα.]
ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κιθάρᾳ
Ψαλτήριόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως· κιθάρα δέ ἐστι ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη.
Ἀνὴρ ἄφρων οὐ γνώσεται
Ἔκγονος ἀφροσύνης κακία, κακίας δὲ ἀγνωσία.
ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον.
Τὸ πῦρἦλθε βαλεῖν ὁ κύριος ἡμῶν εἰς τὴν γῆν κατακαίει ξύλα, χόρτον, κάλαμον.
Ὁ σωτήρ φησι· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· ὁ δὲ Παῦλός φησιν· Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησεν, μισθὸν λήψεται· εἴ τινος δὲ τὸ ἔργον κατακαήσεται, οὗτος ζημιωθήσεται. Καὶ μήποτε τοῦτο τὸ πῦρ κατακαίει τὰς μοχθηρὰς ἕξεις μὴ ἀφιὲν ἀνατεῖλαι· καὶ γὰρ ξύλα, χόρτος, καλάμη κακία ὠνόμασται. Δικαίως οὖν ὁ σωτὴρ τοῦτο τὸ πῦρ ἦλθεν βαλεῖν ἐπὶ τὴν γὴν ἵνα τὰ φυόμενα ἐκριζώσῃ, τουτέστι τὰ πάθη.
ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται
Ἐχθρὸς ἀπολλύμενος γίνεται φίλος· τὴν γὰρ ἔχθραν αὐτοῦ ἠφάνισεν ὁ θεός.
καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι
Γῆρας δικαίου γνῶσις ἀληθὴς καὶ νεότης αὐτοῦ ἀπάθεια ψυχῆς.
καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου
Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς ἐμφανιζομένους ἡμῖν δαίμονας καὶ πειρωμένους ἡμᾶς ἐκφοβεῖν.
πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν
Οἱ δίκαιοι φυτευθέντες ἐν τῇ γνώσει τῇ τοῦ κυρίου πολλοὺς ἐν τῷ κόσμῳ τούτῳ ἢ ἐν ταῖς ἐκκλησίαις ἐξανθήσουσιν ἀνθρώπους διὰ τῆς πνευματικῆς διδασκαλίας καρποφοροῦντες αὐτούς.
τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ
Ἀδικία οὐκ ἔστι παρὰ τῷ θεῷ διὰ τὸ εἶναι αὐτὸν κακίας ἀνεπίδεκτον.
ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο
Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
ἐπῆραν οἱ ποταμοί, κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν
Φύσεις λογικὰς ἁγίας ποταμοὺς ὀνομάζει διὰ τὸ ῥεῖν ἐκ τῆς καρδίας αὐτῶν ποταμοὺς ὕδατος ζῶντος.
θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης
Θαυμαστὴ γίνεται ψυχὴ ἀρθεῖσα μετάρσιος καὶ χωρισθεῖσα τῶν τοῦ βίου τούτου κυμάτων.
τῷ οἴκῳ σου πρέπει ἁγίασμα, κύριε
Οἶκος κυρίου ψυχὴ καθαρὰ· Ἐνοικήσω γάρ, φησίν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.
ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις
Ὑπερηφανία ἐστὶν καταφρόνησις κλήσεως ἀγαθῆς.
καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν
Κληρονομίαν εἴρηκεν τὴν φύσιν τὴν λογικὴν ἥτις πέφυκε κληρονομεῖν θεόν· ἀντὶ δὲ τοῦ κληρονομοῦντος κληρονομίαν ὠνόμασεν· ἔθος γὰρ τοῦτο τῇ θείᾳ γραφῇ.
χήραν καὶ προσήλυτον ἀπέκτειναν
Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀποκτείνει ὁ κακῶς τὰς θείας γραφὰς ἐξηγούμενος·
καὶ ὀρφανοὺς ἐφόνευσαν
Ὀρφανός ἐστι νοῦς ἐστερημένος τοῦ ἐπουρανίου πατρός.
μακάριος ἄνθρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε
Ὃν ἀγαπᾷ κύριος παιδεύει, φησὶν ὁ ἀπόστολος. Εἰ δὲ ὃν παιδεύει μακαρίζει, πᾶς ὁ παιδευόμενος ὑπ' αὐτοῦ ἀπαθὴς γενήσεται· τοῦτον γὰρ ἀγαπᾷ κύριος· παιδεία γάρ ἐστιν μετριοπάθεια παθῶν.
τοῦ πραῧναι αὐτῷ ἀφ' ἡμερῶν πονηρῶν
Ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει, ἐν αἷς ὁ παιδευόμενος ὑπ' αὐτοῦ, καθαρὸς γενόμενος ἀπὸ παθῶν, ἀπολαύσει τῆς γνώσεως ἀτάραχος διαμένων.
ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος
Βόθρον τὴν γέενναν ὠνόμασεν.
ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν
Ἕως οὗ ὁ Χριστὸς κρίνῃ τὴν οἰκουμένην· Αὐτὸς γὰρ ἡμῖν ἐγενήθη σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· καὶ τὴν κρίσιν δὲ πᾶσαν αὐτῷ δέδωκεν ὁ πατήρ.
τὸ ἔλεός σου, κύριε, βοηθεῖ μοι
Ἐνταῦθα τὸ ἔλεος τοῦ κυρίου τὴν πρόνοιαν αὐτοῦ σημαίνει, δι' ἣν ἄνθρωπος βοηθεῖται ἤτοι καὶ ἐγκαταλείπεται. Ἀλλὰ βοηθεῖται μὲν ἐνεργούσης αὐτῆς ὁ ἄνθρωπος, ἐγκαταλείπεται δὲ ὑποχωρούσης αὐτῆς.
Ἔλεος μὲν νοῦ γνῶσις, ἔλεος δὲ ψυχῆς ἀπάθεια.
αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου
Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πόνων.
μὴ συμπροσέσται σοι, θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι;
Θρόνον ἀνομίας ὠνόμασε τὸν διάβολον ἐπειδὴ καὶ θρόνος δικαιοσύνης ἐστὶν ὁ Χριστὸς ὅστις ἀντίκειται τῷ διαβόλῳ.
Θρόνος ἀνομίας ἐστὶν ὁ διάβολος ὅστις κόπους παρέχει τοῖς τὰ προστάγματα τοῦ θεοῦ ποιοῦσιν ἀνθρώποις.
Κόπον πλάσσει ἐπὶ τῶν προσταγμάτων τοῦ θεοῦ, βουλόμενος ἡμᾶς παραβαίνειν τὰ προστάγματα αὐτοῦ καὶ ἐνδελεχῶν ἡμῖν ἅμα καὶ παλαίων ἐπὶ τὸ ἐξαπατῆσαι ἡμᾶς.
ἀφανιεῖ αὐτοὺς κύριος ὁ θεὸς ἡμῶν
Ἀφανιεῖ αὐτοὺς κακοὺς ὄντας, δηλονότι καλοὺς ποιῶν.
Τὴν μὲν κακίαν ἀφανίζει κύριος ὡς δικαιοσύνη, τὴν δὲ ἄγνοιαν ὡς σοφία καὶ γνῶσις.
ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς
Χεῖρα νῦν τὴν πρόνοιαν λέγει τοῦ θεοῦ.
καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν
Ὁ ὑψηλὸς τὴν διάνοιαν τοῦ κυρίου ἐστίν.
Ὁ ὑψηλὸς ἐν θεωρίᾳ οὗτος τοῦ κυρίου λέγεται εἶναι ὡς μᾶλλον τῶν ἄλλων νοῶν περὶ θεοῦ.
δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ
Οὗτος προσπίπτει τῷ κυρίῳ ὁ τὴν ἔπαρσιν τῆς ὑπερηφανίας ἀπολιπών.
ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν
καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ
καὶ πρόβατα χειρὸς αὐτοῦ
Ἐγώ εἰμι, φησὶν ὁ Χριστός, ὁ ποιμὴν ὁ καλός.
σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε
Τὸ σήμερον τὸν βίον τοῦτον σημαίνει· Ἰησοῦς γὰρ, φησί, Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας· καὶ πάλιν· Ἄχρις οὗ τὸ σήμερον καλεῖται.
καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου
Ὁδοί εἰσι τοῦ κυρίου αἱ πρακτικαὶ ἀρεταὶ αἱ ἀπάγουσαι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου
Κατάπαυσις κυρίου γνῶσις αὐτοῦ· ὁ δὲ εἰσελθὼν εἰς αὐτὴν ἀναπαύεται ἐπ' αὐτῆς.
Κατάπαυσις κυρίου ἡ γνῶσις αὐτοῦ ἥτις καὶ αἰώνιος ζωὴ λέγεται· Αὕτη γάρ, φησίν, ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
ᾄσατε τῷ κυρίῳ ᾆσμα καινὸν
Ὁ παλαιὸς ἄνθρωπος ὁ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης οὐ δύναται ᾆσαι ᾆσμα καινόν· τοῦ γὰρ καινοῦ ἀνθρώπου ἐστὶν τὸ ᾆσμα τὸ καινὸν τοῦ γενομένου κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν.
φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεοὺς
Εἰ φοβερός ἐστιν ὁ κύριος ἐπὶ πάντας τοὺς θεούς, πάντες οἱ θεοὶ φοβοῦνται τὸν κύριον.
ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια
Ἀντὶ τοῦ ἀδύνατοι.
ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ
Θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον.
εἴπατε ἐν τοῖς ἔθνεσιν· ὁ κύριος ἐβασίλευσεν
Εἴπατε τοῖς ἀδίκοις ὅτι δικαιοσύνη ἐβασίλευσεν καὶ τοῖς ἄφροσιν ὅτι κυριεύει φρόνησις καὶ τοῖς ψεύσταις ὅτι δεσπόζει ἡ ἀλήθεια καὶ τοῖς ἀγνοοῦσιν ὅτι κεκράτηκεν ἡ γνῶσις θεοῦ.
καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται
Σαλεύεται ψυχὴ ἀπὸ γνώσεως θεοῦ εἰς πολύθεον πλάνην ἐκπίπτουσα.
εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ
Τουτέστιν οἱ κατοικοῦντες ἐν τοῖς οὐρανοῖς.
τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ
Ποῖα ἀγαλλιάσονται ξύλα; Λεγέτωσαν οἱ τὴν ἀλληγορίαν παραιτούμενοι.
ὅτι ἔρχεται κρῖναι τὴν γῆν
Οὐ τὴν γῆν κρινεῖ ἀλλὰ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ὁμωνύμως προσαγορευομένους τῇ γῇ.
εὐφρανθήτωσαν νῆσοι πολλαὶ
Νῆσός ἐστι νοῦς ἀκλινὴς ὑπὸ τῶν τοῦ βίου τούτου κυμάτων περικτυπούμενος.
πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται
Τὸ πῦρ τοῦτο καίει ξύλα, χόρτον, καλάμην, τουτέστι τὰς ἕξεις τὰς μοχθηράς.
ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ
Ἀστραπή ἐστι διδασκαλία πνευματικὴ ἀπὸ τῶν νοητῶν νεφελῶν γινομένη, αἷς πολλάκις ἐντέλλεται κύριος ὀργιζόμενος τοῖς ἀνθρώποις μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετόν, ἵνα γένηται λιμὸς οὐκ ἄρτου οὐδὲ ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου.
τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου
Ὅπερ πήγνυσιν ὁ βορρᾶς, τοῦτο τήκει ὁ νότος· διὸ καλῶς λέγει ἡ νύμφη ἐν τοῖς ᾌσμασιν τῶν ᾀσμάτων· Ἐξεγείρου βορρᾶ καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου καὶ ῥευσάτωσαν ἀρώματα.
αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς
Τὸ γλυπτὸν ἤτοι διὰ τὴν φύσιν προσκυνητὸν ἢ διὰ τὸ σχῆμα. Καὶ εἰ μὲν διὰ τὴν φύσιν ἐστὶ προσκυνητόν, λεγέτωσαν διὰ τί μὴ πάντες οἱ λίθοι προσκυνητοί. Εἰ δὲ διὰ τὴν γλυφὴν τὸ σχῆμα προσκυνητὸν καὶ οὐχ ἡ φύσις, ἀλλὰ πᾶν σχῆμα σώματος προσδέεται πρὸς τὸ εἶναι, ὁ δὲ θεὸς οὐδενὸς χρῄζει πρὸς τὸ ὑπάρχειν, οὐκ ἆρα τὸ σχῆμα θεός· εἰ δὲ μὴ θεός, οὐ προσκυνητόν. Πάλιν· τοῦ σχήματος γένος ἢ ποιότης, τοῦ δὲ θεοῦ οὐκ ἔστι γένος ἢ ποιότης, οὐκ ἄρα τὸ σχῆμα θεός. Καὶ εἰ μὲν τὸ σημαινόμενον ὑπὸ τοῦ γλυπτοῦ λέγοιεν εἶναι προσκυνητόν, εἰπάτωσαν τί τὸ σημαινόμενον, πότερον σῶμά ἐστιν ἢ ἀσώματον. Καὶ εἰ μὲν σῶμα, οὐ προσκυνητόν — οὐδὲν γὰρ τῶν συνεστώτων ἐκ τῶν τεσσάρων στοιχείων προσκυνητὸν διὰ τὸ εἶναι φθαρτόν. Εἰ δὲ ἀσώματον λέγοιεν, πάλιν ἐρώτησον πότερον ἔχει γνῶσιν ἢ οὐκ ἔχει· καὶ εἰ μὲν ἔχει γνῶσιν, πεποίωται καὶ διπλοῦν ἐστιν· εἰ δὲ διπλοῦν, οὐ θεός· ἴδιον γὰρ θεοῦ ἡ ἁπλότης· εἰ δὲ οὐκ ἔχει γνῶσιν, τυφλόν ἐστι μηδὲν ἐπιστάμενον· εἰ δὲ αὐτὸ γνῶσίς ἐστιν, λεγέτωσαν πῶς τὸ σχῆμα τὸ ἐν τῷ λίθῳ σύμβολόν ἐστι τῆς γνώσεως.
οἱ ἀγαπῶντες τὸν κύριον, μισεῖτε πονηρά
Τουτέστιν οἱ ἀγαπῶντες τὴν γνῶσιν, μισεῖτε πονηρά.
καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ
[Ἐξομολογεῖσθε μνημονεύοντες τῆς ἁγιωσύνης αὐτοῦ.]
ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ
Δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν.
εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν
Ἐὰν μή τις γένηται ἐν τοῖς πέρασι τῆς γῆς, οὐ δύναται ἰδεῖν τὸ σωτήριον τοῦ θεοῦ· ὁ γὰρ τοιοῦτος οὐκ ἔστιν ἐν σαρκί, ἀλλ' ἐν πνεύματι.
ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης
Ἡ κερατίνη σάλπιγξ σύμβολον νίκης ἐστίν· οἱ γὰρ Ἑβραῖοι νικῶντες ἐν τοῖς πολέμοις τῇ κερατίνῃ ἐσάλπιζον· οὕτως καὶ Ἰωὰβ νικήσας τὸν Ἀβεσσαλὼμ ἐσάλπισεν τῇ κερατίνῃ. Εἴ τις οὖν κατὰ τὸν ἀπόστολον δύναται εἰπεῖν· Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, οὗτος νικήσας τὸν ζητοῦντα λαβεῖν τὴν βασιλείαν τοῦ Χριστοῦ ἡμῶν τοῦ Δαυὶδ ἐσάλπισεν τῇ κερατίνῃ. Ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτι πολλαχοῦ τὸ κέρας νοῦς λέγεται τοῦ ἀνθρώπου, ὡς τό ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, δηλονότι ὁ νοῦς. Ὑψοῦται γὰρ τῷ θεῷ τῷ ὄντι ἐν τοῖς ὑψίστοις ἀκολουθῶν.
ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό
Εἰ τὰ χαρίσματα τοῦ πνεύματος τοῦ ἁγίου ποταμοὶ λέγονται κατὰ τό ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, καλῶς οἱ μετέχοντες τούτων τῶν ποταμῶν καὶ αὐτοὶ ποταμοὶ λέγονται. Σημειωτέον δὲ καὶ τὸ ἐπὶ τὸ αὐτὸ εἶναι τοὺς ποταμούς, ἵνα τὸ αὐτὸ λέγωσι πάντες καὶ μὴ ᾖ ἐν αὐτοῖς σχίσματα.
κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι
Εὐθύτης ἐστὶν ἕξις ἀκαμπτὴς ἐφ' ἃ οὐ χρή.
σὺ ἡτοίμασας εὐθύτητας
Εὐθύτητας ἤτοι τοὺς εὐθεῖς ἤ τὰς ἀρετάς.
καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ
Τὸ ὑποπόδιον τῶν ποδῶν εἶπόν τινες εἶναι τὴν σάρκα τὴν τοῦ Χριστοῦ, ἥτις διὰ τὸν Χριστόν ἐστι προσκυνητή· ὁ δὲ Χριστὸς προσκυνητὸς διὰ τὸν ἐν αὐτῷ λόγον θεόν.
ἐπεκαλοῦντο τὸν κύριον καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν
Οὗτος ἐπικαλεῖται τὴν δικαιοσύνην ὁ δικαιοπραγῶν καὶ τὴν ἀλήθειαν ὁ μὴ ψευδόμενος καὶ τὴν ἀγάπην ὁ μὴ μισῶν.
ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτοὺς
Ὁ στῦλος καὶ ἡ νεφέλη λογικαὶ φύσεις εἰσίν, δι' ὧν ἐλάλει πρὸς τοὺς ἁγίους ὁ κύριος.
ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν
Ὑπὸ καθαροῦ νοῦ πέφυκεν ὑψοῦσθαι θεός.
εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει
Πύλαι σοφίας, ἀρεταί· διὰ γὰρ αὐτῶν εἰσερχόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, κύριε
Τὸν περὶ προνοίας καὶ κρίσεως ᾆσαι θέλει λόγον.
ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με;
Ὁ εἰρηκὼς τῷ θεῷ πότε ἥξεις πρός με, τίνα καὶ πόσα εὐτρέπισεν πρὸς ὑποδοχὴν αὐτοῦ καταλέγει. Πλὴν τοῦτο ἰστέον ὅτι χωρὶς θεοῦ τὸν περὶ προνοίας καὶ κρίσεως λόγον νοῆσαι τῶν ἀδυνάτων ἐστίν, διόπερ καὶ οὗτος βουλόμενος ἐφάψασθαι τοῦ λόγου τούτου, θεὸν καλεῖ πρὸς βοήθειαν, ἑαυτὸν ὡς ἔνι μάλιστα μακαρίσας.
ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον
Ἀπαθοῦς ὁ λόγος.
τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον
Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς καταλαλοῦντας.
ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον
Ὑπερηφανία ἐστὶν μίμησις μεγαλοψυχίας ἢ προσποίησις.
οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ
Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς ἱερατικοὺς ὑπηρετουμένους ὑπὸ δούλων πονηροτάτων.
τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν
Νῦν πόλιν κυρίου λέγει τὴν ἑαυτοῦ ψυχὴν ἐν ᾗ πάντας ἀπέκτεινε λογισμοὺς παρανόμους.
καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγισαν
Ἀλλαχοῦ δέ φησι· Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· Κύριε, κύριε, τίς ὅμοιός σοι.
ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου
Ξηραίνεται νοῦς ὕδατος πνευματικοῦ ἀπορῶν τοῦ ῥέοντος ἐκ τῆς πηγῆς τῆς ζωῆς.
ὡμοιώθην πελεκᾶνι ἐρημικῷ
Τὸν πελεκᾶνα τοῦτόν φασιν τῷ οἰκείῳ αἵματι ἐγείρειν τὰ τεθνηκότα τῶν τέκνων.
ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι
Οὐδὲν ἄλλο τὸν νοῦν οὕτως ἀπεργάζεται κοῦφον ὡς ἀγρυπνία.
τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων
Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς παρὰ τὸν καιρὸν τοῦ πότου αὐλοῖς καὶ ᾠδαῖς τερπομένους.
αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν
Σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς.
σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα μένεις καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν
Ἐγὼ μὲν πρόσκαιρος καὶ θνητός· σὺ δὲ ἀΐδιος καὶ ἀθάνατος.
σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών
Νῦν τὴν Σιὼν τὴν φύσιν λέγει τὴν λογικὴν τὴν πεφυκυῖαν σκοπεύειν τὰ ἐπουράνια.
καὶ τὸν χοῦν αὐτῆς οἰκτιρήσουσιν
Τουτέστι τοὺς χοϊκοὺς αὐτῆς ἀνθρώπους.
ὅτι οἰκοδομήσει κύριος τὴν Σιών
Εἴ τις ἐπιοικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσόν, ἄργυρον, λίθους τιμίους.
καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον
Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις.
τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων
Οἱ ἁμαρτωλοὶ ἄνθρωποί εἰσιν υἱοὶ τῶν τεθανατωμένων.
μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου
Τῶν γινομένων ἡμερῶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης.
καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί
αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις
Ἀπολοῦνται οἱ οὐρανοὶ οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα· Παράγει γάρ, φησὶν ὁ ἀπόστολος, τὸ σχῆμα τοῦ κόσμου τούτου.
Εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον
καὶ πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ
Τὰ ἐντὸς τοῦ ἔσω ἀνθρώπου ἐστὶν ἡ νοητικὴ δύναμις καὶ διανοητικὴ καὶ ἐπιβλεπτικὴ καὶ ὁρμητική, καὶ ἡ φανταστικὴ καὶ ἡ μνημονευτική.
τὸν ἰώμενον πάσας τὰς νόσους σου
-Ἰᾶται τὰς νόσους ὡς ἰατρὸς τῶν ψυχῶν.
τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου
Λυτροῦται ὡς βασιλεύς.
τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς
Στεφανοῖ ὡς ἀγωνοθέτης.
τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου
Ἐμπίμπλησιν ἡμᾶς ἀγαθῶν ὡς πλούσιος.
ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου
Τὸ γῆρας ἀποδύεται ὁ ἀετὸς ὡς καὶ ὁ ἄνθρωπος τὸν παλαιὸν ἄνθρωπον ἀποδύεται τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.
οὐκ εἰς τέλος ὀργισθήσεται οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.
Ἐντεῦθεν γινώσκομεν ὅτι ἄλλο ὀργὴ καὶ ἄλλο μῆνις.
ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσεν κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν
Ὥσπερ ὕψωσε τοὺς ἐν οὐρανοῖς, οὕτως ἠλέησε τοὺς ἐπὶ γῆς φοβουμένους αὐτόν.
ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει
Ἐνταῦθα ὁ ἄνθρωπος τὴν καθόλου φύσιν δηλοῖ· πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητός,
ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει
Μετὰ τὸν θάνατον ἡ ψυχὴ οὐχ ὑπάρχει ἐν τῷ βίῳ τούτῳ.
καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ
τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν
Ἡ μὲν αἰσθητὴ ζωὴ οὐκ ἀΐδιος, τὸ δὲ ἔλεος κυρίου ἀΐδιον.
καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν
Υἱοὶ υἱῶν εἰσιν οἱ τοῦ αὐτοῦ πνεύματος τῆς υἱοθεσίας κατηξιωμένοι.
καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς
Οὗτος μέμνηται τῶν ἐντολῶν ὁ ζῶν κατ' αὐτάς.
κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει
Ἡ μὲν δημιουργικὴ αὐτοῦ βασιλεία πάντων δεσπόζει· ἡ δὲ κατὰ γνῶσιν βασιλεία οὐ πάντων τῶν ἐπὶ γῆς, πάντων δὲ τῶν ἐν οὐρανοῖς δεσπόζει.
εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ
Οὗτος δυνατὸς ὁ ποιῶν τὸν λόγον τοῦ θεοῦ. Ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτι καὶ οἱ ἄγγελοι λόγον ἀκούουσίν τινων διδασκόντων αὐτούς. Καὶ γὰρ αὐτοὶ διαλέκτους ἁρμοζούσας αὐτοῖς ἔχουσι δι᾿ ὧν τὰ προστάγματα ἀλλήλοις σημαίνουσιν· Ἐὰν ταῖς γλώσσαις, φησὶν ὁ Παῦλος, τῶν ἀγγέλων λαλῶ.
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον
Ἱμάτιον κυρίου γνῶσις ἀληθής· ὁ δὲ ἐνδυόμενος αὐτὸ φωτισθήσεται ὑπ' αὐτοῦ.
ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν
Διὰ τί οὐκ εἶπεν ἐκτείνας τὸν οὐρανὸν, ἀλλ' ἐκτείνων; Ἢ ἅπαξ μὲν αὐτὸν κατ' οὐσίαν ἐξέτεινεν, ἀεὶ δὲ αὐτὸν ἐκτείνει κατὰ τὴν πρόνοιαν. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Ἰὼβ κείμενον τὸ ὁ ποιῶν πλειάδα καὶ ἕσπερον καὶ ἀρκτοῦρον καὶ ταμιεῖα νότου.
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον
Τῷ μὲν Ἀβραὰμ οἱ ἄγγελοι ὡς πνεύματα ἐπεφάνησαν· τοῖς δὲ Σοδομίταις ὥσπερ πῦρ φλέγον.
ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς
Ὁ μὲν Ἰὼβ εἶπεν· Κρεμάσας τὴν γῆν ἐπ' οὐδενός· ὁ δὲ Δαυίδ· ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς θεμελιώσας αὐτήν. Ἑκάτεροι δὲ ἀναιροῦσι τὸ εἶναι σῶμά τι ἕτερον βαστάζον αὐτὴν ὑποκάτω· ἡ γὰρ ἀσφάλεια οὐκ ἔστιν οὐσία, ἀλλὰ τέχνη θεοῦ, ἀκίνητον τὴν γῆν ἐν τῇ σφαίρᾳ διαφυλάττουσα.
ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ
Τὸ ἀκατάληπτον τῆς γνώσεως τοῦ θεοῦ διὰ τῆς ἀβύσσου παρίστησιν.
ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα
Ἐπὶ τῶν ἐν ἀγνοίᾳ ὄντων στήσεται ἡ γνῶσις.
ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία
Λογικάς τινας διὰ τῶν λόγων τούτων αἰνίττεται φύσεις.
ὅριον ἔθου ὃ οὐ παρελεύσονται οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν
Περὶ τῶν καταχθονίων δαιμόνων ταῦτα λέγεσθαί φασιν.
ὁ ἀποστέλλων πηγὰς ἐν φάραγξιν
Ὁ διδοὺς γνῶσιν τοῖς κενωθεῖσιν ὑπὸ τῆς ἀγνοίας καὶ δίκην φαράγγων κοιλανθεῖσιν ὑπὸ τῆς κακίας.
ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει.
Κατασκηνοῖ ἐπ' αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπειδὴ ἔσχον πίστιν ὡς κόκκον σινάπεως.
ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ
Ὑπερῷα θεοῦ φύσεις καθαραὶ ποτίζουσαι τοὺς ὑψηλοτέρους τὴν καρδίαν.
ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ
Καρπὸς τῶν ἔργων ἐστιν ἡ θεωρία τῶν γεγονότων.
ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν
καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων
γὰρ ἀσθενῶν λάχανα ἐσθίει.
χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου
Ὥσπερ ἔστι τινὰ ξύλα τοῦ παραδείσου, οὕτω καὶ ξύλα τοῦ πεδίου.
ἐκεῖ στρουθία ἐννοσσεύσουσιν
Εἴ τις ἀπὸ ἀγρυπνίας καὶ ἀσκήσεως γέγονεν ὡς στρουθίον, οὗτος δύναται καὶ νεοσσῶν γενέσθαι πατήρ.
πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις
Ὁ χοιρογρυλλίου ἔχων κατάστασιν προσφευγέτω τῇ πνευματικῇ πέτρᾳ τῇ ἀκολουθούσῃ ἐν τῇ ἐρήμῳ καὶ ποτιζούσῃ τὸν Ἰσραήλ.
ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ
ἥλιος τῆς δικαιοσύνης ἔγνω νῦν τοὺς ἐν οἷς ἔδυ ποτε.
σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς
Καὶ οἱ δαίμονες ἐν τοῖς εὐαγγελίοις τοὺς χοίρους ἐξῃτήσαντο.
ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται
Ἐν οἷς ἀνατέλλει ὁ ἥλιος τῆς δικαιοσύνης, ἐν τούτοις καὶ αἱ κακίαι κατὰ δύναμιν ἐνυπάρχουσιν.
ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας
Ἔργον νῦν λέγει αὐτὴν τὴν ὕλην περὶ ἣν ἡ ἐργασία· ἐργασίαν δὲ αὐτὴν τὴν τέχνην τὴν περὶ ὕλην γινομένην.
αὐτὴ ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος.
Αὕτη ἡ θάλασσα τὸν βίον τοῦτον σημαίνει.
ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς
Τῶν ἑρπετῶν ἀνθρώπων διὰ τὴν κακίαν οὐκ ἔστιν ἀριθμός· γὰρ ἀριθμῶν, φησί, πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.
ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν
καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν
Οἱ ἐκπίπτοντες τοῦ παρὰ τοῦ θεοῦ δοθέντος αὐτοῖς πνεύματος γίνονται χοϊκοί.
καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς
Ἣν Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκεν, ταύτην Δαυὶδ ἀνακαινισμὸν προσηγόρευσεν.
ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται
Τὰ καπνιζόμενα ὄρη ἀποβάλλει τὴν κακίαν, ἁπτομένου αὐτῶν τοῦ πνευματικοῦ πυρὸς τοῦ βληθέντος ἐπὶ τῆς γῆς.
ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς
καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς
Οὐχὶ μὴ ὑπάρχειν αὐτούς, ἀλλὰ μὴ ὑπάρχειν αὐτοὺς ἁμαρτωλούς.
διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ
Ὁ κτησάμενοι πᾶσαν τὴν γνῶσιν τὴν τοῦ θεοῦ, οὗτοι δύνανται διηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ.
ζητήσατε τὸν κύριον καὶ κραταιώθητε
Ὁ τὰς ἐντολὰς ποιῶν τοῦ θεοῦ, οὗτος ζητεῖ τὸν θεόν.
Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός
Τοῦτο λέγει τὸ πρόσωπον ζητεῖν ἡμᾶς ὅπερ οἱ ἄγγελοι βλέπουσι διαπαντός.
σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ
Οἱ τοῦ σπέρματος ὄντες τοῦ Ἀβραὰμ δυνάμει εἰσὶν ἐκλεκτοί.
υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ
Πολλοὶ μὲν κλητοί· ὀλίγοι δὲ ἐκλεκτοί.
ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς
Τὰς χιλίας γενεὰς οἱ μὲν τὰς πολλὰς αὐτὸν λέγειν γενεὰς ἐνόμισαν, οἱ δὲ τὰς ὑπὸ τούτου τοῦ ἀριθμοῦ περιγραφομένας.
λέγων· σοὶ δώσω τὴν γῆν Χαναὰν
Πρὸ τῆς ἐπιδημίας τῆς τοῦ Χριστοῦ οἱ Χαναναῖοι κατεῖχον ἡμῶν τὰς ψυχὰς, μὴ ἐῶντες ἡμᾶς καρποὺς ἐκφέρειν πνευματικούς.
ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ
Πάροικοί εἰσιν οἱ μηδὲν ἴδιον τῶν τοῦ κόσμου τούτου νομίζοντες.
οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς
Ἐντεῦθεν γινώσκομεν ὅτι οἱ ἀδικούμενοι ὑπὸ ἀνθρώπων κατ' ἐγκατάλειψιν ἀδικοῦνται θεοῦ.
μὴ ἅπτεσθε τῶν χριστῶν μου
Οὗτοι οἱ χριστοὶ Χριστοῦ μετέχοντες λέγονται χριστοί· ὁ δὲ Χριστὸς τοῦ πατρὸς μετέχων λέγεται Χριστός· Χριστὸν δέ φημι τὸν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσαντα κύριον.
μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον κυρίου ἐπύρωσεν αὐτόν
πολλοὺς πειρασμοὺς ἐπάγει τοῖς ἁγίοις ὁ διάβολος μέχρι τοῦ ἐλθεῖν τὸν λόγον τοῦ θεοῦ τὸν πυροῦντα καὶ καθαρίζοντα τὰς καρδίας αὐτῶν.
καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χαμ
ἐντεῦθεν γινώσκομεν ὅτι πνευματικὸς ὄντως ὁ νόμος ἐστί, καὶ τὰ πραττόμενα τότε συμβολικῶς Ἰωσὴφ ἐγίνετο. Καὶ γὰρ ὁ σῖτος ὡς ἔοικεν γνῶσιν σημαίνει καὶ ὁ λιμὸς ἀγνωσίαν καὶ ἡ Αἴγυπτος τὸν κόσμον τοῦτον δηλοῖ· ὁ γὰρ Φαραὼ τὸν διάβολον ὑπὸ πολλῶν ἡρμηνεύθη σημαίνειν.
καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ
Χωρὶς ἀρετῆς καὶ γνώσεως θεοῦ οὐκ ἄν τις γένοιτο τῶν ἐχθρῶν ἰσχυρότερος.
ἐξαπέστειλεν Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃν ἐξελέξατο αὐτόν·
ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων ἐν γῇ Χάμ
Μωσῆς καὶ Ἀαρὼν μόνοι ᾔδεσαν τοὺς λόγους τῶν σημείων καὶ τῶν τεράτων.
καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ
Οἱ ἀκούοντες τῶν λόγων τοῦ θεοῦ καὶ μὴ ποιοῦντες αὐτοὺς, παραπικραίνουσι τοὺς λόγους αὐτοῦ.
εἶπεν καὶ ἦλθε κυνόμυια
Τὴν κυνόμυιαν οἱ Ἑβραῖοι ἑρμηνεύουσιν πλῆθος πάμμικτον ἀγρίων καὶ σαρκοβόρων θηρίων· οἱ δὲ Ἕλληνες λέγουσι κυνόμυιαν τὴν τοῦ κυνὸς τοῦ ὑλακτοῦντος μυῖαν.
καὶ ἐπάταξεν τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν
Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἦσαν αἱ ἄμπελοι αὐτῶν καὶ αἱ κληματίδες αὐτῶν ἐκ Γομόρρας.
εἶπεν καὶ ἦλθεν ἀκρίς
Ἡ ἀκρὶς αὕτη κατεσθίει τὸ σπέρμα τὸ πονηρόν.
καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ
Ἀντὶ τοῦ μετὰ ἀργυρίου καὶ χρυσίου, ἅπερ σύμβολά ἐστι τῆς ἔξωθεν σοφίας.
διεπέτασεν νεφέλην εἰς σκέπην αὐτοῖς καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα
Ἡ νεφέλη φύσιν ἁγίαν δηλοῖ καὶ ὁ στῦλος τοῦ πυρὸς ὁμοίως δύναμιν σημαίνει νοεράν.
καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς
Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς, ἐν τοῖς εὐαγγελίοις φησίν.
καὶ ἐξήγαγεν τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ
Εἰ ὁ λαὸς ἐξῆλθεν ἐν ἀγαλλιάσει, οἱ δὲ ἐκλεκτοὶ αὐτοῦ ἐν εὐφροσύνῃ, μεῖζον ἡ εὐφροσύνη τῆς ἀγαλλιάσεως, ἐπεὶ καὶ μείζονες οἱ ἐκλεκτοὶ τοῦ λαοῦ.
καὶ πόνους λαῶν ἐκληρονόμησαν
Νῦν τὸ ἀποτέλεσμα τοῦ πόνου πόνον ὠνόμασεν.
καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν
Εἰ ὁ νόμος πνευματικός ἐστι, χρῄζει πρὸς τὸ γνωσθῆναι ζητήσεως.
τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου
Τὸ τίς ἐνταῦθα οὐ τὸ ἀδύνατον, ἀλλὰ τὸ σπάνιον δηλοῖ· ἐστὶ δ' ὅτε καὶ τὸ ἀδύνατον σημαίνει, ὡς τὸ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;
μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.
Ἐφ' ἑκάστης ἀρετῆς τὸ ἐν παντὶ καιρῷ λεκτέον ποιοῦντες σωφροσύνην, ποιοῦντες ἀνδρείαν ἐν παντὶ καιρῷ, ποιοῦντες ἀγάπην, μακροθυμίαν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου
Οὗτος ἐπαινετὸς ὁ κληρονομήσας τὴν φύσιν τὴν τοῦ θεοῦ· Ἐν τῷ κυρίῳ ἐπαινηθήσεται ἡ ψυχή μου, τουτέστιν ἐν δικαιοσύνῃ ἐπαινηθήσεται ἡ ψυχή μου, καὶ ἐν σοφίᾳ, καὶ ἐν γνώσει καὶ ἐν ἀγάπῃ· Ταῦτα γὰρ πάντα ὁ κύριος ἡμῶν κατ' ἐπίνοιαν ὀνομάζεται.
καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ
Διὰ τοῦτο σῴζει ἡμᾶς ὁ κύριος, ἵνα γνῶσιν ἡμῖν τῆς δυναστείας αὐτοῦ χαρίσηται.
καὶ ἐπετίμησεν τῇ ἐρυθρᾷ θαλάσσῃ καὶ ἐξηράνθη
Καὶ ἐν τοῖς εὐαγγελίοις ὁ Χριστὸς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
καὶ ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη
Μακάριος οὗτος ᾧ μηδεὶς τῶν ἐχθρῶν ὑπολείπεται.
ἐτάχυναν ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ·
καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ
Οὐκ ἀνέμειναν τὴν χάριν αὐτοῦ, ἀλλ' ἐπελάθοντο τῶν ἔργων αὐτοῦ καὶ ἐπεθύμησαν ἐπιθυμίαν κακήν.
Καὶ παρώργησαν Μωϋσῆν ἐν τῇ παρεμβολῇ καὶ Ἀαρὼν τὸν ἅγιον κυρίου
Οἱ τὰς ἐντολὰς τοῦ θεοῦ παραβαίνοντες τὸν Μωϋσῆν παροργίζουσιν· οἱ δὲ τὴν πίστιν ἀθετοῦντες τὸν Ἀαρὼν παροξύνουσιν· ὁ μὲν γὰρ πρᾶξιν, ὁ δὲ θεωρίαν σημαίνει.
καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἔσθοντος χόρτον
Οἱ δοξάζοντες κτίσμα παρὰ τὸν κτίσαντα, οὗτοι ἀλλάσσουσι τὴν δόξαν αὐτῶν· Καὶ ἤλλαξαν, φησὶν ὁ Παῦλος, τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
καὶ εἶπεν τοῦ ἐξολοθρεῦσαι αὐτούς
Ἡ ἐξολέθρευσις νῦν τὴν μετάθεσιν τῶν ἐκ τοῦ βίου τούτου σημαίνει.
τοῦ ἀποστρέψαι τὴν ὀργὴν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι
Σημειωτέον ὅτι καὶ εἷς ἅγιος ὡς ὁ Μωσῆς δυνατός ἐστιν ἀποστρέψαι ὀργὴν φερομένην ἐπ' ἔθνος ὅλον.
καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν
Ἡ γῆ ἡ ἐπιθυμητὴ ἡ βασιλεία ἐστὶν τῶν οὐρανῶν.
καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ αὐτοῖς
Χεῖρα λέγει τὰς κολαστικὰς αὐτοῦ δυνάμεις.
καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ
Τελετὰς ἤγαγον τῷ Βεελφεγὼρ μυηθέντες ἐν τοῖς μυστηρίοις αὐτοῦ.
καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις
Ἀντὶ τοῦ οἱ πίπτοντες.
καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο καὶ ἐκόπασεν ἡ θραῦσις
Ἀνωτέρω μὲν λέγει ὅτι ἔστη Μωϋσῆς καὶ ἀπέστρεψε τὴν ὀργὴν αὐτοῦ· ἐνταῦθα δὲ ὅτι ἔστη Φινεὲς καὶ οὐχὶ ἀπέστρεψε τὴν θραῦσιν, ἀλλ' ἐκόπασεν ἡ θραῦσις.
καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ
Ἀντὶ τοῦ προσέκρουσε θεῷ.
οὐκ ἐξωλέθρευσαν τὰ ἔθνη ἃ εἶπεν κύριος αὐτοῖς
Ὁ ἀποθέμενος τὰ πάθη οὗτος ἐξωλέθρευσεν τὰ ἔθνη ἃ εἶπεν κύριος.
καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσιν [...]
καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν
Μίγνυταί τις τοῖς ἔθνεσι δουλεύων γλυπτοῖς.
καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν
Πορνεύει ψυχὴ σπέρματα λαμβάνουσα παρὰ τῆς ἀντικειμένης δυνάμεως καὶ τίκτουσα τέκνα πονηρά.
καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ
Κληρονομία κυρίου ψυχαὶ λογικαί.
καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτοὺς
καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν
Οἱ δαίμονές εἰσιν οἱ μισοῦντες ἡμᾶς καὶ θλίβοντες τὰς ψυχὰς ἡμῶν.
καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ
Ἐντεῦθεν γινώσκομεν ὅτι καὶ τοῦ ἐλεεῖσθαι ἀξίους ὁ κύριος ἡμᾶς ἀπεργάζεται.
Καὶ ἐπισυνάγαγεν ἡμᾶς ἐκ τῶν ἐθνῶν· τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ. τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.
Τούτους συνάγει ἀπὸ τῶν ἐθνῶν ὁ θεὸς οὓς ἀφίστησιν ἀπὸ κακίας καὶ ἀγνωσίας.
Ὁ κύριος ἡμῶν ἡ αἴνεσίς ἐστιν, εἴ γε ὁ καυχώμενος, ἐν κυρίῳ καυχάσθω.
[Παρ' Ἑβραίοις ἡ τετάρτη βίβλος ἵσταται μέχρι τοῦ ρεʹ ψαλμοῦ.]
ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης
Ὁ μὲν ἀπὸ ἀνατολῶν ἐξελθὼν οὗτος πέπαυται τοῦ ἐπιθυμεῖν καὶ ὀργίζεσθαι, ἀπαθὴς γεγονώς· ὁ δὲ ἀπὸ δυσμῶν συναχθεὶς ἀπέχεται μοιχείας καὶ φόνου καὶ τῶν κατ' ἐνέργειαν τέως ἁμαρτιῶν· εἰ δέ τις τοῦ βορρᾶ καὶ τῆς θαλάσσης ἀπήλλακται, οὗτος ἐν ἀληθέσι δόγμασιν ὢν, οὐκέτι περιφέρεται παντὶ ἀνέμῳ τῆς διδασκαλίας οὐδὲ περὶ τὴν πίστιν ναυαγεῖ, κυβέρνησιν θείαν κτησάμενος διὰ τῆς χάριτος τοῦ Χριστοῦ.
ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον
Πόλις κατοικητηρίου ἐστὶν ἡ γνῶσις τοῦ θεοῦ.
ὅτι ἐχόρτασε ψυχὴν κενήν
Ψυχὴ κενή ἐστιν ἡ ἀρετῶν καὶ γνώσεων ἐστερημένη.
καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ
Κάθηνται ἐν σκότει καὶ σκιᾷ θανάτου οἱ ἀγνοίᾳ συζῶντες, πεπέδηνται σιδήρῳ οἱ ἐν κακίᾳ διάγοντες.
καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν
Ὥσπερ ὀφθαλμὸς κυρίου καὶ χεῖρες ὀνομάζονται δυνάμεις τινὲς νοεραί, οὕτω καὶ βουλὴ κυρίου λέγεται φύσις ἁγία ἡ παροξυνομένη ἐπὶ τοῖς ἁμαρτάνουσιν.
καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν
Καθὸ φῶς ἐστιν ὁ κύριος ἐξάγει ἡμᾶς ἐκ σκότους, καθὸ δὲ ζωὴ ἐκ θανάτου καὶ πάλιν ὡς δυνατὸς διαρρήξει δεσμούς.
ὅτι συνέτριψεν πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν
Πύλας χαλκᾶς ἤτοι τὰς κακίας λέγει ἢ τοὺς ἐνεργοῦντας αὐτὰς δαίμονας· διὰ δὲ τοῦ μοχλοῦ τὸ δυσκαμπὲς πρὸς τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ δεδηλῶσθαι νομίζω.
πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν
Ὥσπερ οἱ νοσοῦντες πᾶν βρῶμα βδελύσσονται, οὕτως οἱ ἀκάθαρτοι πᾶσαν γνῶσιν ἀπωθοῦνται.
ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς
Ἰάσατο αὐτοὺς ὁ λόγος κατὰ τὴν ἐπίνοιαν τοῦ ἰατροῦ.
ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ
ὁ τοὺς περὶ προνοίας ἐπιστάμενος λόγους οὗτος δοξάζει τὰ ἐλέη κυρίου.
καὶ θυσάτωσαν θυσίαν αἰνέσεως
Ἀναίρεσιν νομικῆς λατρείας.
οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς,
αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου
Ὅσοι πειρασμοῖς πολλοῖς καὶ ποικίλοις διὰ τὴν τῆς ἀρετῆς ἐργασίαν περιπίπτουσιν, οὗτοι ὁρῶσι τὰ ἔργα κυρίου, τουτέστι τοὺς λόγους τῶν γεγονότων καὶ γινομένων.
καὶ ὑψώθη τὰ κύματα αὐτῆς·
ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν
καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων
Εἰ τὰ κύματά εἰσιν οἱ πειρασμοί, τῶν δὲ πειρασμῶν οἱ μὲν ἀναγκάζουσιν ἡμᾶς βλασφημεῖν τὸν θεόν, οἱ δὲ καὶ εἰς ζῶντας καὶ εἰς νεκροὺς ἐξαμαρτάνειν, καλῶς λέγεται τὰ κύματα ἀναβαίνειν ἕως τῶν οὐρανῶν καὶ καταβαίνειν ἕως τῶν ἀβύσσων· τινὲς δὲ ταῦτά φασιν ὑπερβολικῶς λαλεῖν τὸν Δαυίδ.
καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη
Σοφίαν θεοῦ καταπίνει κακία· δικαιοσύνη δὲ κυρίου διαφθείρει κακίαν.
καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς
Σιγὴν τῶν κυμάτων τὴν φθορὰν ὠνόμασε τῶν πειρασμῶν.
καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν
Λιμὴν μὲν ψυχῆς ἡ ἀπάθεια· λιμὴν δὲ νοῦ γνῶσις σωμάτων καὶ ἀσωμάτων.
ἔθετο ποταμοὺς εἰς ἔρημον
Οὗτοι οἱ ποταμοί εἰσιν περὶ ὧν εἶπεν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις οἱ καταστρέφοντες τὴν οἰκίαν τοῦ μωροῦ τοῦ οἰκοδομήσαντος ἐπὶ τῆς ψάμμου.
γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ
Ὅσον ἐκ τοῦ ῥητοῦ, γινώσκομεν ὅτι οὐ καρποφορεῖ πολλάκις ἡ γῆ διὰ τὴν κακίαν τῶν κατοικούντων ἐν αὐτῇ.
καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας καὶ ἐποίησαν καρπὸν γενήματος·
καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπληθύνθησαν σφόδρα
Οὐ πάντως οἱ γεωργοῦντες καρποὺς αἰσθητοὺς εὐλογοῦνται, ἀλλ' οἱ ποιοῦντες καρποὺς πνευματικούς· γὰρ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, πίστις, πραΰτης, ἐγκράτεια.
καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ
Ἐγκατέλιπεν αὐτοὺς πλανωμένους καὶ οὐκ ἀντελάβετο αὐτῶν διὰ τὴν κακίαν αὐτῶν.
καὶ ἔθετο ὡς πρόβατα πατριάς
Τότε ἡμεῖς γινόμεθα πρόβατα ὅταν καὶ ὁ κύριος γένηται ἡμῶν ποιμήν.
καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς
Τὸν ἄνομον ἀνομίαν ὠνόμασεν.
ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου
Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἡτοίμασεν τῷ θεῷ τὴν καρδίαν αὐτοῦ.
ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα
Τοῦ νοῦ μὲν σύμβολόν ἐστι τὸ ψαλτήριον, τῆς δὲ ψυχῆς ἡ κιθάρα. Καὶ νοῦς μὲν ἐγείρεται ἀποβάλλων ἄγνοιαν, ψυχὴ δὲ κακίαν· ψυχὴν δὲ λέγω τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ ἐστὶ τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν.
καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου
Τὴν τοῦ θεοῦ ἀλήθειαν αἱ λογικαὶ νεφέλαι γινώσκουσιν αἷς ἐντέλλεται μὴ βρέξαι ἐπὶ τοὺς ἁμαρτωλοὺς ὑετόν.
ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ
Ὁ ἅγιος τοῦ θεοῦ ἐστιν ὁ Χριστός.
ἐμός ἐστιν Γαλαάδ, καὶ ἐμός ἐστιν Μανασσῆς, καὶ Ἐφραῒμ ἀντίλημψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου·
[Γαλαὰδ μετοικία μαρτυρίας, σοφοῦ μαρτυρίας· Μανασσῆς ἐπιλογισμὸς ἐκλήθη· Ἐφραῒμ αὔξησις, καρποφορία· Ἰούδας ἐξομολογούμενος.]
Μωὰβ λέβης τῆς ἐλπίδος μου
Λέβης ἐστὶν ὁ τῷ πνεύματι ζέων καὶ ἐλπίζων ἐπὶ τὸν κύριον, ἥτις ἐλπὶς οὐ καταισχύνει τὸν ἐλπίζοντα.
ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου
Ἡ σάρξ ἐστι τὸ ὑπόδημα τοῦ Χριστοῦ, ᾗ χρησάμενος ὁ κύριος ἐπεδήμησεν τῷ βίῳ τῶν ἀνθρώπων.
ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν
Εἰ ὁ ἄρχων τοῦ κόσμου τούτου ἐξεβλήθη ὑπὸ τοῦ σωτῆρος ἔξω, πόσῳ μᾶλλον οἱ ἀρχόμενοι δαίμονες ὑπ' αὐτοῦ.
καὶ ματαία σωτηρία ἀνθρώπου
Ἡ σωτηρία τῆς λογικῆς φύσεως πνευματικὴ γνῶσίς ἐστι· διὸ καλῶς γέγραπται ὅτι ἡ παρὰ τῶν ἀνθρώπων σωτηρία ματαία ἐστίν.
καὶ λόγοις μίσους ἐκύκλωσάν με
Λόγους μίσους ὠνόμασεν ἤτοι τοὺς ἀπὸ μίσους προφερομένους ἢ τοὺς μισητοὺς ἡμᾶς ποιοῦντας παρὰ θεῷ.
ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσευχόμην
Ἐντεῦθεν γινώσκομεν ὅτι τι κακηγορουμένους ἡμᾶς δεῖ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μήποτε μνησικακίᾳ περιπεσόντες ἐκκρουσθῶμεν ἀπὸ τῆς γνώσεως.
καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ
Ὧν ἐκκόπτει ὁ σατανᾶς τὰ ἔργα τὰ δεξιὰ τούτων ἕστηκεν ἐκ δεξιῶν· ἐν δὲ τῷ Ζαχαρίᾳ τῷ Ἰησοῦ εἱστήκει ἐκ δεξιῶν ὁ διάβολος, οὐχ ἁπλῶς, ἀλλὰ τῷ ἀντικεῖσθαι αὐτῷ.
καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν.
Ὅταν αἰτῶμεν ἐπίγεια καὶ οὐκ ἐπουράνια ἡ προσευχὴ ἡμῶν γίνεται εἰς ἁμαρτίαν.
γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι.
Ἡμέραι ὀλίγαι αἱ ὑπὸ τοῦ νοητοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· περὶ γὰρ τοῦ Ἀβραὰμ ἔχει ὅτι ἀπέθανεν Ἀβραὰμ πλήρης ἡμερῶν· καὶ πάλιν ὁ Δαυὶδ λέγει· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου.
καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος
Τοῦτον τὸν στίχον ἐπὶ τοῦ Ἰούδα ὁ Πέτρος τέθεικεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων.
Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτοῦ χήρα
Οὐ καταρᾶσθαι ὁ δίκαιος, ἀλλὰ προσεύχεσθαί μοι δοκεῖ· Εὐλογεῖτε γὰρ τοὺς ἐχθροὺς ὑμῶν, φησὶν ὁ ἀπόστολος, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. Ὀρφανοὶ τοίνυν εἰσὶν λογισμοὶ πονηροὶ τὸν ἑαυτοῦ θάψαντες πατέρα τὸν σατανᾶν· χήρα δὲ ψυχὴ ἡ μηκέτι λαμβάνουσα σπέρματα παρὰ τοῦ διαβόλου. Εὖ δὲ καὶ ἡ τάξις ἔχει· πρότερον μὲν γὰρ περιαιρεῖ τὰς κατ' ἐνέργειαν ἁμαρτίας, ἔπειτα δὲ καὶ τὰ τούτων φαῦλα νοήματα.
μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ
Μηδεὶς ἐλεήσει τὰ ἐκ τῶν ἐπισπειρομένων ζιζανίων γεννήματα.
γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ
Ματθαίου τοῦ τελώνου καὶ εὐαγγελιστοῦ ἐν γενεᾷ μιᾷ ἐξηλείφθη τὸ πονηρὸν ὄνομα, ὅπερ τὴν χειρίστην κατάστασιν ἐδήλου· οὐ γὰρ ἔσχε τέκνα διάδοχα τῆς κακίας αὐτοῦ.
καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη
Ὑπὲρ ἧς ἁμαρτίας, μετὰ τὸν τοκετόν, προσφέρει ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιτερῶν, τὴν μίαν ὑπὲρ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκάρπωσιν.
ἀνθ' ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος
καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν
Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἀνελεήμονας.
Καὶ ἠγάπησεν κατάραν καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἐθέλησεν εὐλογίαν καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ
Εἰ τῷ ἀγαπῶντι τὴν κατάραν ἔρχεται ἡ κατάρα, καὶ τῷ ἀγαπῶντι δηλονότι τὴν εὐλογίαν ἔρχεται ἡ εὐλογία· καὶ πάλιν, εἰ τῷ μὴ θέλοντι τὴν εὐλογίαν, οὐκ ἔρχεται ἡ εὐλογία, καὶ τῷ μὴ θέλοντι τὴν κατάραν οὐκ ἔρχεται ἡ κατάρα. Καὶ τίς οὖν θέλει ἐλθεῖν αὐτῷ κατάραν; Οὐδεὶς μὲν τῷ λόγῳ, πλὴν δὲ δι' ὧν πράττουσι θέλουσι τὴν κατάραν· εἰ γὰρ μὴ ἤθελον, οὐκ ἄν τι τῶν κατάρας ἀξίων κατειργάσαντο. Ὡσαύτως καὶ ἐπὶ τοῦ θέλειν τὴν εὐλογίαν νοητέον· οὐ γὰρ ὁ λόγῳ θέλων τὴν εὐλογίαν οὗτος εὐλογεῖται, ἀλλ' ὁ παρέχων ἑαυτὸν ἄξιον τῆς εὐλογίας κυρίῳ δι' ἔργων ἀγαθῶν.
καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον
Ὥσπερ τοὺς Χριστὸν ἐνδυσαμένους διὰ τῶν κακιῶν ἐκδύει ὁ σατανᾶς, οὕτως καὶ τοὺς κατάραν ἐνδυσαμένους διὰ τῶν ἀρετῶν ἐκδύει ὁ Χριστός.
καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζώννυται
Αὕτη ἡ ζώνη σημαίνει τὴν τοῦ ἐπιθυμητικοῦ ἄλογον πύρωσιν.
τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου
Εἰ ἐνδύονται κατάραν ὡς ἱμάτιον οἱ λαλοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ σωτῆρος, οἱ δὲ αἱρετικοί εἰσιν οἱ λαλοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ Χριστοῦ, ἀναιροῦντες αὐτήν, οὗτοι ἄρα ἐνδύονται κατάραν ὡς ἱμάτιον καὶ διπλοΐδα αἰσχύνην αὐτῶν.
τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον
Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς καταφρονοῦντας τῆς ἐγκρατείας.
καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν
Τοῦτο γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ· ἐκίνουν γὰρ οἱ Ἰουδαῖοι τὰς κεφαλὰς αὐτῶν λέγοντες· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.
καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις
Τοῦτον εὐλογεῖ κύριος ὃν ἀντικείμενοι καταρῶνται.
ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα αἰσχύνην αὐτῶν
ὁ μὲν Σαμουὴλ ἐνδύεται διπλοΐδα ἣν πεποίηκεν αὐτῷ ἡ ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶ μήτηρ ἡμῶν· οἱ δὲ ἁμαρτωλοὶ ἐνδύονται διπλοΐδα αἰσχύνης αὐτῶν.
ὅτι παρέστη ἐκ δεξιῶν πένητος
Εἴ τις ἐστὶ δεξιός, οὗτος πάντως καὶ ἐν δεξιᾷ παρίσταται τῷ δικαίῳ· εἴ δέ τις ἐν δεξιᾷ παρίσταταί τινι, οὗτος οὐ πάντως ἐστὶ καὶ δεξιός. Καὶ γὰρ ὁ διάβολος, φησί, στήτω ἐκ δεξιῶν αὐτοῦ, τουτέστι τοῦ Ἰούδα.
εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου
Οὐδεὶς τῶν πατέρων τὸν ἴδιον υἱὸν κύριον ἑαυτοῦ εἶπέν ποτε, ὁ δὲ Δαυὶδ τὸν Χριστὸν κύριον ἑαυτοῦ εἶπεν, οὐκ ἄρα ὁ Χριστὸς υἱός ἐστι τοῦ Δαυίδ.
μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου
Εἰ ἀρχὴ τοῦ υἱοῦ ὁ πατήρ, ἡ δὲ ἀρχὴ ἦν μετὰ Χριστοῦ, ὁ πατὴρ ἦν μετὰ τοῦ Χριστοῦ. Καλῶς τοίνυν λέγει ἐν τοῖς εὐαγγελίοις τό οὐκ εἰμὶ μόνος, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με πατήρ. Ἡμέραν δὲ δυνάμεως εἶπεν τὴν ἡμέραν τοῦ σταυροῦ ἢ τῆς ἐνανθρωπήσεως.
ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε
Ἀντὶ τοῦ πρὸ πάσης λογικῆς φύσεως ἐγέννησά σε· τὸ γὰρ βαθύτερον περιεργάζεσθαι τὴν γέννησιν τοῦ Χριστοῦ καὶ τοῦ ἑωσφόρου οὐ τῆς ἡμετέρας ἐστὶ δυνάμεως· πολὺς γὰρ ὁ περὶ τούτου λόγος καὶ δυσθεώρητος.
κρινεῖ ἐν τοῖς ἔθνεσιν, πληρώσει πτώματα
Πληροῖ πτώματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τῆς ἐπιθυμίας τῆς ἀπάτης.
ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν
Εἰ διὰ τοῦτο ὑψώσει τὴν κεφαλὴν αὐτοῦ ὁ Χριστὸς, ἐπειδὴ ἐκ τοῦ χειμάρρου τοῦ ἐν τῇ ὁδῷ ἔπιεν ὕδωρ, τάχα ὁ χείμαρρος τὸν ἐν τῷ βίῳ τούτῳ θάνατον αὐτοῦ σημαίνει, ὃν ἐν τοῖς εὐαγγελίοις ποτήριον ὀνομάζει, πάτερ λέγων εἰ δυνατόν, παρελθάτω τὸ ποτήριον τοῦτο· καὶ πάλιν· Ὅταν ὑψωθῶ, φησὶν ὁ σωτήρ, πάντας εἱλκύσω πρὸς ἐμαυτόν.
μεγάλα τὰ ἔργα κυρίου
Μεγάλα τὰ ἔργα κυρίου διὰ τὴν ἀποκειμένην ἐν αὐτοῖς σοφίαν ὠνόμασεν.
καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
Εἰ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, οἱ δὲ δίκαιοι διὰ τὴν δικαιοσύνην ὀνομάζονται δίκαιοι, καὶ αὐτοὶ ἄρα μένουσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καλῶς οὖν καὶ ὁ Παῦλος εἶπεν· Ἡμεῖς δὲ πάντοτε σὺν κυρίῳ ἐσόμεθα.
τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτὸν
Ἡ τροφὴ τῶν φοβουμένων τὸν κύριον ἡ σοφία ἐστὶν ἡ τοῦ θεοῦ· Ἀρχὴ γὰρ σοφίας φόβος κυρίου.
ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλεν τῷ λαῷ αὐτοῦ
Τὴν θεωρίαν τῶν γεγονότων ἰσχὺν ἔργων αὐτοῦ ὀνομάζει· ἰσχὺς δὲ εἴρηται ἡ γνῶσις διὰ τὸ ἰσχὺν ἐντιθέναι τῇ φύσει τῇ λογικῇ.
ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ
Ἡ μὲν ἀλήθεια ἐν τοῖς ὀρθοῖς δόγμασι θεωρεῖται, ἡ δὲ κρίσις ἐν τῇ πρακτικῇ. Πιστὰς δὲ εἶπεν τὰς ἐντολὰς ἀντὶ τοῦ πίστεως ἀξίας· ὃ γὰρ ὑπισχνοῦνται, τοῦτο καὶ ποιοῦσιν· ὑπισχνοῦνται δὲ κάθαρσιν ψυχῆς λογικῆς τοῖς φυλάττουσιν αὐτάς.
ἀρχὴ σοφίας φόβος κυρίου,
σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν
Σύνεσις ἀγαθὴ δίδοται τοῖς ποιοῦσι δηλονότι τὴν ἀρχὴν τῆς σοφίας.
ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα
Οὗτος θέλει ἐν ταῖς ἐντολαῖς αὐτοῦ σφόδρα ὁ μετὰ πάσης ἀκριβείας φυλάσσων αὐτάς.
δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ
Ἡ σοφία τοῦ θεοῦ, καθὸ μὲν παρέχει ἀφθονίαν θεωρημάτων, πλοῦτος καλεῖται, καθὸ δὲ παρασκευάζει τοὺς ἀνθρώπους δοξάζειν τὸν κεκτημένον αὐτήν, ὀνομάζεται δόξα.
ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν
Ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς μαθητάς φησιν· Ὃ ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί.
χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶν οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει
Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς ἀπερισκέπτως ἐκφέροντας τὰ μυστήρια τῆς θείας γραφῆς ἀδιακρίτως. Καὶ γὰρ ὁ Παῦλός φησιν· Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους τῶν μυστηρίων θεοῦ.
ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται
Ἀκοῆς ἀντὶ τοῦ φήμης, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ γέγραπται· Ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ πάλιν· Μέλλετε ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων, ἀντὶ τοῦ φήμας πολέμων.
τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ
Οὐδὲν οὕτω φοβεῖται ὁ σατανᾶς ὡς νοῦν ὑψωθέντα ἐν γνώσει θεοῦ.
ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται
Εἰ ἡ ἐπιθυμία τῶν ἁμαρτωλῶν ἀπολεῖται, ἡ δὲ τῶν ἁμαρτωλῶν ἐπιθυμία ἡ κακία ἐστίν, ἡ κακία ἄρα ἀπολεῖται τῶν ἁμαρτωλῶν.
ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου
Ἀνατολαὶ μέν εἰσι αἱ φύσεις αἱ νοεραὶ ἐν αἷς τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει, δυσμαὶ δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ ἐν αἷς ἔδυ ποτὲ ὁ πνευματικὸς καὶ ἐπουράνιος ἥλιος.
τίς ὡς κύριος ὁ θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν
καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ
Οἰκεῖ μὲν ὁ θεὸς ἐν ταῖς ἁγίαις δυνάμεσι, προνοεῖται δὲ τῶν ταπεινῶν ἀνθρώπων, ἵνα γένηται τὸ θέλημα αὐτοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν
Ψυχὴν μὲν ἐγείρει ἀπὸ κακίας ἐπ' ἀρετὴν ὁ θεός· νοῦν δὲ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν προτρέπεται.
ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην
Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.Καὶ στεῖρα μὲν ἐγκαταλιπόντος τοῦ θεοῦ γίνεται ψυχή, μήτηρ δὲ ἐνεργοῦντος.
ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ.
Εἰ ἁγίασμα τοῦ θεοῦ ἡ Ἰουδαία ἐστίν, ἡ δὲ Ἰουδαία ἐξομολογουμένη ἑρμηνεύεται, πᾶσα ἐξομολογουμένη ψυχὴ ἁγίασμά ἐστι τοῦ θεοῦ. Τὸν δὲ ἐξουσιαζόμενον Ἰσραὴλ ἐξουσίαν ὠνόμασεν. Καὶ γὰρ βασιλεία λέγεται καὶ αὐτὸ τὸ ἀξίωμα καὶ οἱ βασιλευόμενοι καὶ ἡ χώρα ἐν ᾖ διάγουσιν οἱ βασιλευόμενοι.
τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων
Τὰ ὄρη καὶ οἱ βουνοὶ νοεραὶ φύσεις εἰσὶ χαίρουσαι ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ· εἰ γὰρ χαίρουσιν οἱ ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ μετανοοῦντι, πόσῳ μᾶλλον ἐπὶ τοσαύταις μυριάσιν ὁδευούσαις ἀπὸ κακίας πρὸς ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ.
τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων
Ὡς πρὸς μὲν τὴν ἱστορίαν ἅπαξ ἐν τῇ ἐρήμῳ στρέψας τὴν πέτραν ἐπότισε τὸν Ἰσραήλ· ὡς δὲ πρὸς τὸ πνεῦμα ἀεὶ στρέφει τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χριστός, καὶ ποτίζει τὸν Ἰσραήλ.
ποῦ ἐστιν ὁ θεὸς αὐτῶν;
Ἔνθα τὸ ποῦ λέγεται, ἐκεῖ καὶ τὸ ποτέ· Τὸ μὲν γὰρ τόπου ἐστὶ σημαντικόν, τὸ δὲ χρόνου. Εἰ δὲ χρόνος οὐ λέγεται ἐπὶ θεοῦ, ποιητὴς γὰρ χρόνων ἐστίν, οὐκοῦν οὐδὲ τὸ ποῦ ῥηθήσεται ἐπ' αὐτοῦ, δημιουργὸς γὰρ καὶ τόπων ἐστίν, εἴγε καὶ ὁ τόπος αὐτὸς τῆς σωματικῆς ἐστι φύσεως.
πάντα ὅσα θέλησεν ἐποίησεν
Ἐντεῦθεν γινώσκομεν ὅτι ὅσα βούλεται ὁ θεός, ταῦτα καὶ δύναται· πάντα γάρ, φησίν, ὁ θεὸς ἃ ἠθέλησεν ἐποίησεν· οὐκ εἴ τι δὲ δύναται, τοῦτο πάντως καὶ βούλεται. Νεκρῶν μὲν ἀνάστασιν δύναται ποιῆσαι νῦν, οὐ βούλεται δὲ καὶ πάλιν ἐνανθρωπῆσαι, ἀλλ' οὐ βούλεται.
τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων·
στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται,
ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται,
χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν
Οὐ ταὐτὸν αἴσθησις καὶ αἰσθητήριον οὐδὲ αἰσθητικόν τε καὶ αἰσθητόν. Αἴσθησις μὲν γάρ ἐστιν ἡ δύναμις καθ' ἣν εἰώθαμεν ἀντιλαμβάνεσθαι τῶν ὑλῶν· αἰσθητήριον δὲ τὸ ὄργανον ἐν ᾧ καθίδρυται αὕτη· αἰσθητικὸν δὲ τὸ ζῷον αὐτὸ τὸ κεκτημένον τὰς αἰσθήσεις· αἰσθητὸν δὲ τὸ πεφυκὸς ταῖς αἰσθήσεσιν ὑποπίπτειν. Ἀλλ' οὐχ οὕτως ἐπὶ τῶν εἰδώλων· πάντων μὲν γὰρ τούτων ἐστέρηνται, μόνα δὲ ἔχει τὰ τῶν φυσικῶν αἰσθητηρίων μιμήματα, οἷον ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνα καὶ τὰ ἑξῆς.
εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων
Οὐχ οἱ μεγάλοι μετὰ τῶν μικρῶν εὐλογοῦνται, ἀλλ' οἱ μικροὶ μετὰ τῶν μεγάλων, ἵνα καὶ αὐτοὶ γένωνται μεγάλοι. Τὸ δὲ μικρὸν ἐνταῦθα καὶ τὸ μέγα οὐκ ἐπὶ τοῦ ἐκτός, ἀλλ' ἐπὶ τοῦ ἐντὸς νοητέον.
οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων
Τὸν μὲν κύριον ὡς κύριον αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις ἐπίστανται, τὸν δὲ κύριον ὡς ἄνθρωπον γινώσκουσι καὶ οἱ ἄνθρωποι.
οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, κύριε
Οὐ δύναται νεκρὸς αἰνέσαι τὴν ζωὴν τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ζωή.
οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου
Οὐκ εἶπεν οἱ καταβάντες, ἀλλ' οἱ καταβαίνοντες.
ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον
Καὶ Παῦλος ἔπειτα· Ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι.
καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι
Ὁ τὸν ἥλιον τῆς δικαιοσύνης ἐπικαλούμενος ἐν ταῖς ἡμέραις τούτου τοῦ ἡλίου διάγων ἐπικαλείσθω.
καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην [...]
ἐλεήμων ὁ κύριος καὶ δίκαιος
Πᾶς γάρ, φησίν, ὃν ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. Τοιγαροῦν ὁ ἐλεήμων ἐπικαλείσθω τὸν ἐλεήμονα, καὶ τὴν δικαιοσύνην ὁ δίκαιος· ἠχὼ γὰρ ὥσπερ τίς ἐστιν ἡ ἐν ἡμῖν δικαιοσύνη τῆς πρώτης δικαιοσύνης, κατὰ ἀνάκλασιν ἡμῖν ἐπισυμβαίνουσα.
ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου
Ὥσπερ ὁ νοσῶν ἐπιστρέφει πρὸς τὴν ὑγίειαν, οὕτω καὶ ἡ ψυχὴ εἰς τὴν ἀνάπαυσιν αὐτῆς. Εἰ δὲ τοῦτο, ἦν ἄρα ποτὲ ἐν τῇ ἀναπαύσει αὐτῆς ἡ ψυχή· Καὶ γὰρ ὁ νοσήσας ἐν τῇ ὑγιείᾳ ὑπῆρχέν ποτε. Τοῦτο τοιοῦτο καὶ ὁ ἀπόστολος λέγει τὸ θέλω ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. Ἡ γὰρ ἀνάλυσις τῶν ὑποστρεφόντων ἐπὶ τὸν πρότερον αὐτῶν τόπον ἐστίν.
ἐπίστευσα, διὸ ἐλάλησα
Πίστις ἐστὶ ψυχῆς αὐτεξουσίου λογικὴ συγκατάθεσις.
πᾶς ἄνθρωπος ψεύστης
Εἰ ἄνθρωπός ἐστι καὶ ὁ Δαυίδ, ψεύστης ἐστίν. Εἰ δὲ ψεύστης ἐστίν, ψεύστης ἐστὶν λέγων ἑαυτὸν ψεύστην. Εἰ δὲ ψεύστης ἐστὶν λέγων ἑαυτὸν ψεύστην, οὐκ ἔστι ψεύστης, ἀλλ' ἀληθευτής ἐστιν. Εἰ δὲ ἀληθευτής ἐστιν, ἀληθευτής ἐστι λέγων ἑαυτὸν ψεύστην ἄνθρωπος ὢν. Εἰ δὲ ἀληθευτής ἐστι λέγων ἑαυτὸν ψεύστην ἄνθρωπος ὤν, ψεύστης ἐστίν. Περιεγράφη ἄρα ὁ λόγος εἰς ἀμφότερα, καὶ εἰς τὸ εἶναι αὐτὸν ἀληθευτὴν ἐὰν ἄνθρωπος ᾖ, καὶ εἰς τὸ εἶναι αὐτὸν ψεύστην. Καὶ καλεῖται ὁ λόγος οὗτος παρὰ τοῖς διαλεκτικοῖς ἄπορος.
Ἐφ ὅσον ἄνθρωπός τίς ἐστι, ψεύστης ἐστίν· ἐὰν δὲ ἀποθῆται τὸ εἶναι ἄνθρωπος, οὐκέτι ψεύστης, ἀλλὰ ἀληθευτής ἐστι. Τὸ γὰρ ἄνθρωπος ὄνομα ποτὲ μὲν οὐσίαν δηλοῖ, ποτὲ δὲ χειρίστην κατάστασιν, οἶον· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι· καὶ πάλιν· Ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Τὸ μὲν γὰρ πρότερον οὐσίαν σημαίνει, τὸ δὲ δεύτερον ἕξιν κακίστην δηλοῖ.
οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος
Ἄνθρωπον λέγει ἡ γραφὴ τὸν διάβολον, ὅτι ἐχθρὸς ἄνθρωπος ἐπέσπειρε τὰ ζιζάνια.
πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτοὺς
Τῶν δαιμόνων οἱ μὲν ὡς πρακτικόν, οἱ δὲ ὡς θεωρητικὸν ἐκύκλουν αὐτόν. Καὶ τοὺς μὲν προτέρους τῇ δικαιοσύνῃ, τοὺς δὲ δευτέρους τῇ σοφίᾳ ἠμύνατο.
οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι καὶ ἐκδιηγήσομαι τὰ ἔργα κυρίου
Τῶν ζώντων ἐστὶ διηγεῖσθαι τὰ ἔργα κυρίου.
ἀνοίξατέ μοι πύλας δικαιοσύνης
Ὡς ἀνοίγονται πύλαι δικαιοσύνης, οὕτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης· διὰ γὰρ τούτων τῶν πυλῶν εἰσέρχεται νοῦς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
αὕτη ἡ πύλη τοῦ κυρίου
Μετὰ τὸ εἰσελθεῖν διὰ τῶν πρακτικῶν ἀρετῶν, εὑρήσομεν τὴν πύλην τῆς γνώσεως, ἥτις ἐστὶν ἡ θεωρία τῶν γεγονότων σωμάτων τε καὶ ἀσωμάτων.
λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
Γωνία ἐστὶν διδασκαλία τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς εἰρηνεύουσα.
αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος
Ταύτην τὴν ἡμέραν οὐ νομοθέται, οὐ προφῆται πεποιήκασιν, ἀλλ' αὐτὸς τῆς δικαιοσύνης ἥλιος· ἡμέραν δὲ λέγει τὴν γνῶσιν τοῦ Χριστοῦ.
συστήσατε ἑορτὴν ἐν τοῖς πυκάζουσιν.
Οὗτοι πυκάζουσιν οἱ φύλλοις καὶ καρποῖς κομῶντες, φύλλοις μὲν τοῖς καθήκουσι, καρποῖς δὲ ταῖς ἀρεταῖς. Καὶ γὰρ τὸ φύλλον αὐτῶν οὐκ ἀπορρυήσεται καὶ τὸν καρπὸν αὐτῶν δώσουσιν ἐν καιρῷ αὐτῶν,διὰ τὸ γεγενῆσθαι αὐτοὺς ξύλα πεφυτευμένα παρὰ τὰς διεξόδους τῶν ὑδάτων.
μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ
Οὐ διὰ τὴν ἀμωμότητα μακάριος ἄνθρωπος ὀνομάζεται, ἀλλὰ διὰ τὴν γνῶσιν τὴν τοῦ θεοῦ ἣν μέλλει κτᾶσθαι διὰ τῆς ἀμωμότητος· Μακάριοι γάρ, φησίν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.
οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν
Εἰ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς τοῦ θεοῦ οὐ πορεύονται, οἱ ἐργαζόμενοι δηλονότι τὴν δικαιοσύνην ἐν ταῖς ὁδοῖς τοῦ θεοῦ πορεύονται. Οὐκοῦν ὁδοὶ τοῦ θεοῦ εἰσιν αἱ θεωρίαι τῶν γεγονότων ἐν αἷς πορευσόμεθα δικαιοσύνην κατεργαζόμενοι. Εἰ δὲ ἡ δικαιοσύνη ἡμῶν ἐστιν ὁ Χριστός, ἐγενήθη γὰρ ἡμῖν σοφία παρὰ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, καλῶς λέγει ἐν ταῖς Παροιμίαις ὁ Σολομὼν τὴν σοφίαν ἀρχὴν εἶναι τῶν ὁδῶν τοῦ κυρίου, ἥτις ἐστὶν ὁ Χριστός· λέγω δὲ Χριστὸν τὸν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσαντα κύριον.
σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάσσεσθαι σφόδρα
Ὁ μὴ κατὰ διάνοιαν ἁμαρτάνων σφόδρα φυλάσσει τὰς ἐντολὰς τοῦ θεοῦ.
τότε οὐ μὴ ἐπαισχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου
Εἰ ὁ πάσας ποιήσας τὰς ἐντολὰς, πταίσας δὲ ἐν μιᾷ γίνεται πάντων ἔνοχος, καλῶς γέγραπται· τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου· οἶδεν γὰρ καὶ μία παραμεληθεῖσα ἐντολὴ αἰσχύνης ἡμῖν γίνεσθαι πρόξενος.
ἐξομολογήσομαί σοι, κύριε, ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου
Οὗτος ἐν εὐθύτητι καρδίας δοξάζει τὸν θεὸν ὁ τοὺς περὶ κρίσεως λόγους παρὰ κυρίου μεμαθηκώς, τίνος χάριν ὁ οὐρανὸς μὲν τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ τίς ὁ λόγος τῶν καταχθονίων δαιμόνων καὶ διὰ τί μὴ οὗτοι γεγόνασιν ἄνθρωποι, τίς τε ἡ αἰτία τοῦ ᾅδου, καὶ τίς ὁ παράδεισος, καὶ τίς πάλιν ἡ ἄνω Ἱερουσαλὴμ καὶ ἡ ταύτης Σιών, ἀφ' ἧς λέγεται ἔρχεσθαι ὁ Χριστός — ἥξει γάρ, φησίν, ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ — καὶ τίς ὁ λόγος τοῦ ἐκπεσόντος Ἰσραὴλ καὶ τῶν ἀντεισαχθέντων ἐθνῶν· τίνος χάριν μὴ πάντες ἄνθρωποι ἐκλήθημεν ἀπαρχῆς τὸν τοῦ Μωσέως νόμον δεξάμενοι, ἀλλ' ἡμεῖς μὲν ἀγγέλων γεγόναμεν κλῆροι, ὁ δὲ Ἰσραὴλ μερὶς ἐχρημάτισε τοῦ κυρίου ἠπίστησεν. Καλῶς τοίνυν λέγει καὶ ὁ Δαυίδ· Τὰ κρίματά σου ἄβυσσος πολλή· καὶ Παῦλός φησιν· Ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου ὅπως ἂν μὴ ἁμάρτω σοι
Κρύπτειν δεῖ τὰς ἐντολὰς τοῦ θεοῦ ἐν τῇ καρδίᾳ διὰ τοὺς ἁπράζοντας αὐτὰς δαίμονας· τὸ δ' αὐτὸ καὶ ὁ Σολομὼν ἐν ταῖς Παροιμίαις παραινεῖ· Υἱέ, φησίν, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὖς σου. Τὰς οὖν ἐνταῦθα ἐντολὰς λεγομένας ἐν τοῖς εὐαγγελίοις ὁ κύριος σπόρον ὠνόμασεν ὑπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ ἁρπαζόμενον. Οὗτος οὖν κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ ὁ διαπαντὸς αὐτὴν ἐργαζόμενος, εἴπερ οἱ ἁρπάζοντες αὐτὴν ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς ἁρπάζειν λέγονται.
Κίνδυνος γὰρ οὐ μόνον τὸ λέγειν ψευδῆ, ἀλλὰ καὶ τἀληθῆ τοῖς μὴ δυναμένοις χωρεῖν· οὐδὲ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλειν ἔμπροσθεν τῶν χοίρων οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσίν.
ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου.
Τὴν πολλὴν δὲ βάσανον ἀδολεσχίαν ἐκάλεσεν οὐ ψεκτῶς, ἐπεὶ καὶ Ἰσαὰκ ἐξῆλθεν εἰς τὸ πεδίον ἀδολεσχῆσαι τῷ θεῷ. Ἐκ πολλῆς οὖν τῶν ἐντολῶν μελέτης ἔρχεταί τις εἰς τὸ κατανοῆσαι τὰς ὁδοὺς τοῦ θεοῦ, τόν τε νόμον καὶ τοὺς προφήτας, τὰς φερούσας ἐπὶ τὴν βασιλικὴν καὶ τελείαν ὁδὸν τὸν Χριστὸν τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός.
ἀνταπόδος τῷ δούλῳ σου
Ὁ ποιήσας πάντα τὰ συντελοῦντα πρὸς τὴν γνῶσιν τὴν τοῦ θεοῦ, οὗτος λεγέτω καὶ τῷ κυρίῳ τὸ ἀνταπόδος τῷ δούλῳ σου.
ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου
Ὁ νόμος ἀποκαλύψεως δεῖται. Ἡ γὰρ ἐντολὴ κυρίου τηλαυγής ἐστιν· νόμον δὲ ἐνταῦθα ὠνόμασεν τὴν πνευματικῶς ἀλληγορουμένην τῆς γραφῆς ἱστορίαν, ὅπερ καὶ Παῦλος πεποίηκεν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ γράφων· Λέγετέ μοι, φησίν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀναγινώσκετε; Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· καὶ ἀνάγει πᾶσαν τὴν ἱστορίαν πνευματικῶς ἀλληγορῶν ἐπὶ τὴν ἄνω Ἱερουσαλήμ.
ἐπετίμησας ὑπερηφάνοις
Ὁ ἀντιτασσόμενος τοῖς ὑπερηφάνοις, οὗτος καὶ ὑπερηφάνοις ἐπιτιμᾷ, κύριος δὲ ὑπερηφάνοις ἀντιτάσσεται, κύριος ἄρα καὶ τοῖς ὑπερηφάνοις ἐπιτιμᾷ.
ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου
Ἡ περί τι συνεχὴς ὁμιλία καὶ διατριβὴ ἀδολεσχία καλεῖται.
ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου
Τῶν ἁμαρτωλῶν αἱ ψυχαὶ τῷ ἐδάφει κολλῶνται τὰ ἐπίγεια φρονοῦσαι, τῶν δὲ δικαίων ἤτοι συνδεσμούμεναι σώμασιν ἢ χρονίζουσαι δι' οἰκονομίαν ἐν αὐτοῖς.
δίδαξόν με τὰ δικαιώματά σου
Ἐπιποθεῖ ὁ Δαυὶδ γνῶναι τὰ δικαιώματα τοῦ θεοῦ, τί ἐστι τὸ ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι, ἐν δὲ τῷ ἑβδόμῳ ἀφήσεις αὐτὸν ἐλεύθερον, καὶ τίς ἡ ἀγαπωμένη γυνὴ καὶ τὰ ταύτης τέκνα δι' ἣν τὴν ἐλευθερίαν ἀποθεῖται ὁ δοῦλος, καὶ τίς ὁ λόγος τοῦ τιτρωσκομένου ὠτὸς καὶ τῆς αἰωνίου δουλείας ἣν αὐτὸς ἀφ' ἑαυτοῦ ὁ δοῦλος προείλετο.
ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας
Ἀκηδία ἐστὶ κίνησις ἐν τῷ αὐτῷ πολυχρόνιος θυμοῦ καὶ ἐπιθυμίας· τοῦ μὲν τοῖς παροῦσιν ὀργιζομένου, τῆς δὲ ἐφιεμένης τῶν μὴ παρόντων. Νυσταγμός ἐστι ψυχῆς λογικῆς ἀμέλεια τῶν ἀρετῶν καὶ τῆς γνώσεως τῆς τοῦ θεοῦ. Ὕπνος ἐστὶ ψυχῆς λογικῆς χωρισμὸς ἑκούσιος ἀπὸ τῆς ὄντως ζωῆς· διὸ καὶ ὁ σοφὸς Σολομῶν παραινεῖ μὴ δοῦναι ὕπνον τοῖς ὄμμασι μηδὲ ἐπινυστάξαι τοῖς βλεφάροις.
ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου
Οἱ λόγοι τῶν ἐντολῶν, πλατύνοντες τὴν καρδίαν, εὔκολον αὐτῇ παρασκευάζουσι τῆς πρακτικῆς τὴν ὁδόν.
συνέτισόν με καὶ ἐξερευνήσω τὸν νόμον σου
Συνέσεως χρῄζομεν πρὸς τὸ νοῆσαι τὸν νόμον.
ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου ὅτι αὐτὸν ἠθέλησα
Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου ὅτι αὐτὸν τὸν ἀνωτέρω τὸν εἰρημένον νόμον ἠθέλησα.
κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν
Τὰ γὰρ μαρτύρια τοῦ θεοῦ ἀφιλαργυρίαν διδάσκει λέγοντα· Οὐκ ἐπιθυμήσεις.
ἐν τῇ ὁδῷ σου ζῆσόν με.
Ἐγώ εἰμι, φησίν, ἡ ὁδός, ἐν τοῖς εὐαγγελίοις ὁ κύριος.
καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα
Καὶ μὴ περιέλῃς ἐκ τῆς καρδίας μου γνῶσιν ἀληθῆ.
Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην
Καὶ ὁ Παῦλός φησιν· Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα
Τὰς χεῖρας ἐπαίρομεν τῆς ψυχῆς διὰ τῶν ἐντολῶν τοῦ θεοῦ κατεργαζόμενοι τὴν πρακτικήν.
αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου
Πάνυ ἡ ἐλπὶς πέφυκεν ἐν τοῖς πειρασμοῖς παρακαλεῖν τὴν ψυχὴν, προσδοκίαν ἀγαθῶν παρέχουσα.
ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου
Χαλεπὸν ἐν καιρῷ πειρασμοῦ μνησθῆναι τῆς γνώσεως τοῦ θεοῦ· ὁ γὰρ φαῦλος λογισμὸς χρονίζων ἐν τῇ διανοίᾳ περισπᾷ τὸν νοῦν καὶ χωρίζει αὐτὸν τῆς μνήμης τῆς τοῦ θεοῦ, ἀφ' οὗ συμβαίνει καὶ τὸ παραβαίνειν τὸν νόμον αὐτοῦ.
μερίς μου, κύριε
Ὥσπερ ἐστὶν μερὶς ἡ ἀφροσύνη τοῦ ἄφρονος, οὕτω καὶ τοῦ φρονίμου ἡ φρόνησις καὶ τοῦ δικαίου ἡ δικαιοσύνη.
ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου
Ἡ ἀπάθεια πέφυκεν ἀτάραχον τὴν καρδίαν φυλάττειν, ἥτις ἡμῖν προσγίνεται ἐκ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθῶν.
σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι
Οἱ κακοὶ λογισμοὶ σχοινία τῶν δαιμόνων ἐστὶ περιπλεκόμενα τῇ ψυχῇ καὶ μὴ συγχωροῦντα αὐτῇ τὴν ὁδὸν ἐκείνην ὁδεῦσαι τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός. Τούτοις δὲ τοῖς σχοινίοις καὶ ὁ σατανᾶς δέδηκε τὴν θυγατέρα τοῦ Ἀβραὰμ ἣν ἔλυσεν ὁ Χριστός, εἴπερ σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Εἰ δὲ διττή ἐστιν ἡ ἁμαρτία, ἡ μὲν κατὰ διάνοιαν, ἡ δὲ κατ' ἐνέργειαν, διττὰ ἄρα νοητέον καὶ τὰ σχοινία. Καὶ ὁ μὲν λύσας τὰ κατὰ διάνοιαν σχοινία καὶ τὰ κατ' ἐνέργειαν λέλυκεν· ὁ δὲ τὰ κατ' ἐνέργειαν οὐ πάντως καὶ τὰ κατὰ διάνοιαν λέλυκεν. Καὶ ἡ μὲν παλαιὰ διαθήκη τὰ κατ' ἐνέργειαν λύει σχοινία, ἡ δὲ καινὴ τὰ κατὰ διάνοιαν· Ἐρρέθη γάρ, φησί, τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω· Οὐκ ὀργισθήσῃ.
καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην
Εἰ οὗτος ἐπιλανθάνεται τοῦ νόμου ὁ μὴ ζῶν κατ' αὐτόν, οὗτος μνημονεύει τοῦ νόμου ὁ κατὰ τὸν νόμον πολιτευόμενος.
μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογήσασθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου
Λεκτέον τοῦτο πρὸς τοὺς ἀμελοῦντας νύκτωρ τῶν προσευχῶν.
μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου
Ὁ μέτοχος τῶν φοβουμένων τὸν κύριον καὶ αὐτὸς φοβεῖται τὸν κύριον· καὶ ὁ μέτοχος τῶν δικαίων καὶ αὐτὸς δίκαιός ἐστι. Τῶν μὲν γὰρ ὁ φόβος κοινός, τῶν δὲ ἡ δικαιοσύνη.
χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με
Ἡ χρηστότης τοῦ θεοῦ τῇ γευστικῇ δυνάμει τῆς ψυχῆς ὑποπίπτει· Γεύσασθε γάρ, φησί, καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος. Γεῦσις δέ ἐστιν ἡ ἀπάθεια ψυχῆς λογικῆς διὰ τοῦ πνευματικοῦ νόμου προσγινομένη· χρηστότης δέ ἐστιν γνῶσις ἀληθὴς τῶν γεγονότων ὑπὸ Θεου· παιδεία δὲ μετριοπάθεια παθῶν· γνῶσις δέ ἐστι ἡ θεωρία τῆς ἁγίας τριάδος.
ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα
Τῶν γὰρ πιστευόντων θεῷ οἱ μὲν ἐν ταῖς ἐντολαῖς αὐτοῦ τυγχάνοντες πιστεύουσιν αὐτῷ, οἱ δὲ οὐκ ἐν ταῖς ἐντολαῖς ὄντες.
ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν
Ὥσπερ ὁ τυρὸς ἦν ὅτε οὐκ ἦν τυρός, οὕτω καὶ οἱ δαίμονες ἦν ποτε ὅτε οὐκ ἦσαν πονηροί. Εἰ δὲ τὸ γάλα πρεσβύτερόν ἐστι τοῦ τυροῦ, δηλονότι καὶ ἡ ἀρετὴ πρεσβυτέρα τῆς κακίας ἐστίν· τυρῷ γὰρ Δαυὶδ τὴν κακίαν ἀπείκασεν.
ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου
Χρηστέον τούτῳ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς ἐγκαταλειφθέντας παρὰ θεῷ εἰς ὠφέλειαν ψυχῆς.
αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με
Πεποίηται μὲν ἡ ψυχή, πέπλασται δὲ τὸ σῶμα· Ποιήσωμεν γάρ, φησίν, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· καὶ πάλιν· Λαβὼν χοῦν ἀπὸ τῆς γῆς ἔπλασεν.
οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται
Εὐφραίνονται πρακτικοὶ ἀκούοντες γνωστικῶν.
ἔγνων, κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου καὶ ἀληθείᾳ ἐταπείνωσάς με
Ζητήσεις πότερον τοὺς περὶ κρίσεως λόγους μεμαθηκὼς Δαυὶδ γέγραφε τοῦτο ἢ ἁπλῶς πεπιστευκὼς ὅτι οὐκ ἐνδέχεται τὸν δίκαιον θεὸν ἀδικῆσαι.
αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ
Ἡ αἰσχύνη εἰς συναίσθησιν πέφυκεν ἄγειν τὸν ἁμαρτάνοντα.
ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες· πότε παρακαλέσεις με;
Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πόνων.
διηγήσαντό μοι παράνομοι ἀδολεσχίας ἀλλ' οὐχ ὡς ὁ νόμος σου, κύριε
Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἐκ τῆς ἔξωθεν σοφίας περὶ γνώσεως θεοῦ ἐπαγγελλομένους διδάσκειν.
παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ
Ἀντὶ τοῦ παρ' ὀλίγον ἐγενόμην γήϊνος ὑπὸ τῶν ἐχθρῶν πειραζόμενος.
εἰς τὸν αἰῶνα, κύριε ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ
Ἐν ταῖς ἐπουρανίαις δυνάμεσιν ὁ τοῦ θεοῦ λόγος ἀεὶ διαμένει ἀκίνητος· Δυνατοὶ γὰρ εἰς ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ.
ὅτι τὸ σύμπαντα δοῦλα σά
Εἰ τὰ σύμπαντα δοῦλα τοῦ θεοῦ, πῶς ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τοῦ μύρμηκός φησιν· Ἐκεῖνος γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφήν; Καὶ τάχα τοιοῦτόν ἐστι τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον ὅτι ἐκεῖνος νόμον μὴ ἔχων τὸν καταναγκάζοντα μήτε γνώσεως μέτοχος ὤν, ἑτοιμάζεται θέρους τὴν τροφήν.Ὁ θεὸς γὰρ λέγεται δεσπότης διττῶς ἢ ὡς δημιουργὸς ἢ ὡς γινωσκόμενος· διὸ καὶ Παῦλος γράφει· Νυνὶ δὲ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ, δηλονότι κατὰ ἀρετὴν καὶ γνῶσιν, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, δηλονότι καὶ ταύτης τῆς δουλείας. Καλῶς οὖν λέγεται ὁ μύρμηξ μὴ εἶναι ὑπὸ δεσπότην κατὰ ταύτην τὴν δεσποτείαν.
εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου
Τὸν καιρὸν τῶν πειρασμῶν καιρὸν ὠνόμασε ταπεινώσεως, καθ' ὃν μάλιστα θλίβεται λογισμοὺς πονηροὺς ἔχουσα ἡ ψυχὴ, ἀφ' ὧν οὐδὲν ἕτερον οὕτω ῥύεται αὐτὴν ὡς ἡ θεωρία τῶν λόγων τοῦ θεοῦ· ἔχων γὰρ ὁ νόμος πνευματικὰ θεωρήματα πρὸς ἑαυτὸν περισπᾷ τὴν διάνοιαν καὶ ἀπωθεῖται τοὺς λογισμούς.
πλατεῖα ἐντολή σου σφόδρα
Ὑπὲρ πάντας τοὺς ἔξωθεν λόγους οἱ λόγοι τῶν ἐντολῶν τοῦ θεοῦ πλατύνουσι καθαίροντες τὴν ψυχήν.
ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου
Νοῦς παθῶν γυμνωθεὶς καὶ γνώσεως μέτοχος γεγονὼς πανουργότερος γίνεται τῶν δαιμόνων, λέγων πολλάκις τὸ τοῦ Παύλου τὸ οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
ὑπὲρ πρεσβυτέρους συνῆκα
Χρησώμεθα τούτῳ τῷ ῥητῷ πρὸς τοὺς γέροντας τοὺς τὸν μακρὸν χρόνον καὶ τὴν ἀπάθειαν νομίζοντας εἶναι πρόξενον τῆς γνώσεως τοῦ θεοῦ.
ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου
Ὁ ἡδόμενος καὶ τρεφόμενος ἐπὶ τῇ γνώσει νοῦς ὀνομάζεται στόμα.
ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου
Τὸ ἀμετάθετον τοῦ σκοποῦ ὅρκον ὠνόμασεν.
τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, κύριε
Ἑκούσια τοῦ στόματος ἡμῶν ἐστι παρθενία, βρωμάτων καὶ πομάτων ἀποχή, ἀναχώρησις ἡ ἐν τοῖς ἐρήμοις τόποις διαγωγή· τὰς γὰρ ἐντολὰς ὁ νόμος ἡμᾶς καταναγκάζει ποιεῖν. Ὁ τοίνυν πάσας ποιήσας τὰς ἐντολάς, προστεθεικὼς δὲ καὶ τὰ προειρημένα, οὗτος λεγέτω· τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, κύριε· παραβαίνων δὲ τοῦ νόμου τινὰ τοῦτο λέγειν οὐχ ἕξει παρρησίαν.
ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός
Ζητήσεις πῶς ἡ ψυχὴ τοῦ Δαυὶδ διαπαντὸς ἐν ταῖς χερσὶ τοῦ θεοῦ, πότερον ὡς ἐν δικαιοσύνῃ ἢ ὡς ἐν γνώσει. Καὶ τάχα τὸ πρότερον· ἀγγέλων μὲν γάρ ἐστι τὸ διαπαντὸς βλέπειν τὸ πρόσωπον τοῦ θεοῦ, τουτέστι τὴν θεωρίαν αὐτοῦ, ἀνθρώπων δὲ τὸ δύνασθαι διαπαντὸς δικαιοπραγεῖν κατ' ἐνέργειαν, ὅπερ ἐστὶ τὸ εἶναι ἐν ταῖς χερσὶ τοῦ θεοῦ. Ἡ γὰρ κατὰ διάνοιαν δικαιοπραγία μόνῳ προσῆν τῷ Χριστῷ, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, δηλονότι κατ' ἐνέργειαν, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· σαφὲς, ὅτι κατὰ διάνοιαν.
ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν
Ἡ ἀντάμειψις τῶν δικαιωμάτων ἡ γνῶσις αὐτῶν ἐστιν.
παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα
Ὁ παράνομος καθὸ παράνομος ὑπάρχει μισητός ἐστι, καθὸ δὲ εἰκὼν καὶ πλάσμα θεοῦ ἀγαπητός ἐστι. Κατὰ τὴν δευτέραν γοῦν ἔννοιαν καὶ τοῖς ἐν τῇ φυλακῇ προσβάλλειν ἡμῖν προτέτακται καὶ εὖ ποιεῖν τοὺς κακούργους νενομοθέτηται. Δύναται δὲ παρανόμους ἐνταῦθα λέγειν λόγους καὶ νόμους οὓς μεμίσηκεν ὁ Δαυίδ.
ἐκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου
Ἐὰν μὴ ἐκκλίνωσιν ἀφ' ἡμῶν οἱ δαίμονες, τὰς ἐντολὰς τοῦ θεοῦ ποιεῖν οὐκ ἰσχύομεν· πρὸς γὰρ ταύτας μάλιστα ἵστανται διὰ τὸ προξένους ἡμῖν γίνεσθαι τῆς γνώσεως τοῦ θεοῦ.
ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου
Ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.
καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου·
Δι' οὗ ἐμοὶ κόσμος ἐσταυρώθη κἀγὼ τῷ κόσμῳ.
ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με
Πῶς οὖν Ἰὼβ ποιήσας κρίμα καὶ δικαιοσύνην, ὡς αὐτὸς ὁ κύριος ἐμαρτύρησεν, παρεδόθη τοῖς ἀδικοῦσιν αὐτόν; Ἢ τὴν ψυχὴν αὐτοῖς οὐ βούλεται παραδίδοσθαι· σώματος γὰρ καὶ κτημάτων ὁ δίκαιος οἶδεν καταφρονεῖν.
ποίησον τῷ δούλῳ σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με
Μόνος ὁ σοφὸς δοῦλός ἐστι τῆς σοφίας καὶ μόνος ὁ δίκαιος δοῦλος τῆς δικαιοσύνης ἐστίν· οὕτω καὶ ὁ Παῦλος ἐν ταῖς ἐπιστολαῖς ἑαυτὸν προέγραφεν δοῦλον Ἰησοῦ Χριστοῦ.
καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ
Καιρός ἐστι χρόνος κατορθώσεως.
διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα
Ὁ μὴ πάσας τὰς ἐντολὰς κατορθώσας πᾶσαν ὁδὸν ἄδικον οὐκ ἐμίσησεν. Εἰ δὲ ὁ φόβος τοῦ κυρίου μισεῖ ἀδικίαν, οὗτος δὲ οὐκ ἐμίσησεν ἀδικίαν, οὗτος οὐ φοβεῖται τὸν κύριον. Ὁ δὲ μὴ φοβούμενος τὸν κύριον οὐ μακάριος, εἴπερ μακάριος ἀνήρ ἐστιν ὁ φοβούμενος τὸν κύριον.
ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους
Ἡ ἑρμηνεία τῶν λόγων τοῦ θεοῦ φωτίζει τοὺς νηπίους ἐν Χριστῷ.
τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα
Ὁ ἀνοίξας διὰ τῆς πρακτικῆς τὴν καρδίαν ἕλκει τὸ ἅγιον πνεῦμα τὸ ἀποκαλύπτον αὐτῷ τὰ μυστήρια τοῦ θεοῦ.
καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία
Τοῦ μὲν κατὰ διάνοιαν ἁμαρτάνοντος κυριεύειν λέγεται ἡ ἀνομία, τοῦ δὲ κατ' ἐνέργειαν παρανομοῦντος κατακυριεύειν. Ἢ τάχα τῶν μὲν ὀλίγα ἁμαρτανόντων κυριεύει ἡ ἀνομία, τῶν δὲ πλείονα κατακυριεύει.
τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου
Τοῦτο τὸ πρόσωπον διαπαντὸς οἱ ἄγγελοι βλέπουσι τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς. Πλὴν τοῦτο σημειωτέον ὅτι τῆς ἀγγελικῆς γνώσεώς ἐστιν ἡ θεωρία τῶν δικαιωμάτων.
διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου
Τοὺς κατὰ διάνοιαν πειρασμοὺς νῦν τροπικῶς ὕδατα ὀνομάζει, ἀφ' ὧν ὑδάτων εἴργει ἡμᾶς ἐν ταῖς Παροιμίαις ὁ σοφὸς Σολομὼν λέγων· Ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς.
πεπυρωμένον τὸ λόγιόν σου σφόδρα
Τὸ πεπυρωμένον λόγιον τοῦ θεοῦ κατακαίει ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις καταναλίσκον.
θλῖψις καὶ ἀνάγκη εὕροσάν με
Ὥς περιζητουσῶν ἡμᾶς τῶν θλίψεων καὶ τῶν ἀναγκῶν, λέγει τὸ εὕροσάν με. Ἢ τάχα θλίψεις οἱ θλίβοντες λέγονται καὶ ἀνάγκαι οἱ τὰς ἀνάγκας ἐπάγοντες· ἔθος γὰρ ἔχει ἡ γραφὴ τὰς ἕξεις ἀντὶ τῶν ἐχόντων αὐτὰς ὀνομάζειν· οὕτω παρὰ Παύλῳ· Ἡ ἀγάπη οὐ περπερεύεται· καὶ παρὰ Σολομῶνι· Ἡ κακὴ βουλὴ ἀπέλιπεν τὴν διδασκαλίαν τὴν ἐκ νεότητος καὶ τῆς θείας ἐπελάθετο διαθήκης. Ποιεῖ δὲ πολλάκις καὶ τὸ ἀνάπαλιν ἡ γραφὴ καὶ τὸν πεφυκότα δέχεσθαι τὴν ἀρετὴν ἀντὶ τῆς ἀρετῆς ὀνομάζει· ἐν γὰρ ταῖς Παροιμίαις φησίν· Οἱ ἀπαίδευτοι ἔνθεσθε καρδίαν, ἀντὶ τοῦ ἀρετήν· καὶ ὁ Παῦλος· Μὴ μετατίθεσθε ἀπὸ τοῦ νοὸς ἡμῶν, ἀντὶ τοῦ ἀπὸ τῆς τοιᾶσδε γνώμης.
συνέτισόν με καὶ ζῆσόν με
Ἡ σύνεσις προτέρα ἐστὶ τῆς γνώσεως ὡς εἶναι τὸν γνωστικὸν καὶ συνετόν, τὸν δὲ συνετὸν οὐ πάντως καὶ γνωστικόν.
ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, κύριε
ἐξ ὅλης καρδίας ἀγαπῶν τὸν θεόν, οὗτος ἐν ὅλῃ κράζει καρδίᾳ.
προέφθασα ἐν ἀωρίᾳ καὶ ἐξέκραξα
Ἀωρία ἐστὶ νοητὴ διάθεσις ἕξεως ἐπὶ τὴν γνῶσιν σπουδάζουσα.
ἐγγὺς εἶ σύ, κύριε
Ἐγγύς ἐστιν ἡ δικαιοσύνη τοῦ πεφυκότος δικαιοπραγεῖν καὶ ἡ γνῶσις τοῦ πεφυκότος γινώσκειν· πολλῷ δὲ πλέον ἐστὶν ἐγγύτερον τῶν κατ' ἐνέργειαν κτησαμένων δικαιοσύνην καὶ γνῶσιν.
μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία
Εἰ ἡ σωτηρία τῆς λογικῆς φύσεώς ἐστιν ἡ γνῶσις ἡ τοῦ θεοῦ, αὕτη δὲ καθαραῖς καρδίαις ἐγγίνεται, καλῶς λέγεται τὸ μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία· Εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία.
πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες·
Μακάριοι, φησίν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην
Ὁ ζῆλος τοῦ οἴκου σου, φησί, κατέφαγέν με.
ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα· κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με
Ὁ ἀγαπῶν τὰς ἐντολὰς ποιείτω αὐτὰς καὶ ζήσεται ἐν αὐταῖς ἢ δι' αὐτῶν, ἐν αὐταῖς μὲν τοὺς λόγους τῆς πρακτικῆς ἐγνωκώς, δι' αὐτῶν δὲ σοφίας καταξιωθείς.
ἀρχὴ τῶν λόγων σου ἀλήθεια
Εἰ ἀρχὴ τῶν λόγων τοῦ θεοῦ ἐστιν ἀλήθεια, ὁ δὲ Χριστός ἐστιν ἡ ἀλήθεια· Ἐγὼ γὰρ, φησίν, εἰμὶ ἡ ἀλήθεια, ὁ Χριστὸς ἄρα ἀρχὴ τῶν λόγων ἐστὶν τοῦ θεοῦ· ἀρχὴν δὲ ἐνταῦθα λέγει ὡς αἴτιον. Πάλιν· εἰ ἡ ἀρχὴ τῶν λόγων ἐστὶν ἡ ἀλήθεια, ἐν οἷς ἂν αὕτη ἐγγένηται, ἐν ἐκείνοις γενήσονται καὶ οἱ λόγοι τοῦ θεοῦ.
ἄρχοντες κατεδίωξάν με δωρεάν
Ἄρχοντας λέγει τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου· Ἔρχεται γάρ, φησίν, ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Κόσμον δὲ λέγει οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τοὺς κοσμικὸν βίον βιοῦντας.
καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου
Τὸ ἐδειλίασεν ἀντὶ τοῦ εὐλαβήθη ἐχρήσατο.
ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι
Ὥσπερ ἡ ὀγδόη σύμβολόν ἐστι τοῦ μέλλοντος αἰῶνος δύναμιν ἀναστάσεως περιέχουσα, οὕτω καὶ ἡ ἑβδόμη σύμβολόν ἐστι τούτου τοῦ κόσμου. Μήποτε οὖν τοὺς περὶ δικαίας κρίσεως λόγους τοῦ κόσμου τούτου τοῦ αἰσθητοῦ γινώσκων ὁ Δαυὶδ ᾔνει τὸν κύριον.
εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
Εἰ οἱ μικροὶ σκανδαλίζονται — ὅστις γὰρ ἂν σκανδαλίσῃ, φησίν, ἕνα τῶν μικρῶν τούτων —, οἱ δὲ ἀγαπῶντες τὸν κύριον οὐ σκανδαλίζονται, οἱ μικροὶ οὐκ ἀγαπῶσι τὸν κύριον. Διὸ καὶ ἀγνοοῦσι τοὺς λόγους τῶν γινομένων, ἐφ' οἷς καὶ σκανδαλίζονται.
εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου
Τὸ ἀξίωμα, τινὲς μὲν ἡρμήνευσαν τὴν ἀπάθειαν, ἄλλοι δὲ τὴν ἀξίωσιν, τουτέστιν τὴν ἱκεσίαν.
ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου
Ὥσπερ τῶν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν — εὐθυμεῖ γάρ τις, φησίν, ἐν ὑμῖν, ψαλλέτω — οὕτω τὸ ὑμνεῖν τῶν θεωρούντων τοὺς λόγους τῶν δικαιωμάτων ἐστίν. Ἀλλὰ τὸ μὲν ψάλλειν ἀνθρώποις ἁρμόζει, τὸ δὲ ὑμνεῖν ἀγγέλοις ἢ τοῖς ἔχουσι σχεδὸν ἀγγελικὴν κατάστασιν· οὕτω καὶ οἱ ἀγραυλοῦντες ποιμένες οὐκ ἤκουσαν ψαλλόντων τῶν ἀγγέλων, ἀλλ' ὑμνούντων καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Εὐθυμία τοίνυν ἐστὶν ἀπάθεια ψυχῆς ἀπὸ τῶν ἐντολῶν τοῦ θεοῦ καὶ τῶν ἀληθῶν δογμάτων προσγινομένη· ὕμνος δέ ἐστι δοξολογία μετ' ἐκπλήξεως ἐπὶ τῇ θεωρίᾳ τῶν γινομένων ὑπὸ θεοῦ.
ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη σου
Δικαιοσύνη, τουτέστιν δικαιοσύνης ποιητικαί.
ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε
Τὸ αἰνεῖν τὸν κύριον τῶν ζώντων ἐστίν· Οἱ γὰρ νεκροὶ οὐκ αἰνέσουσι τὸν κύριον.
ἐπλανήθην ὡς πρόβατον ἀπολωλός
Πρῶτον μὲν τὴν πλανηθεῖσαν ψυχὴν ὡς δικαιοσύνη ἐπιστρέφει ὁ κύριος, ἔπειτα δὲ καὶ ὡς σοφία, εἴπερ πλάνη ἐστὶ ψυχῆς κακία καὶ ἀγνωσία.
πρὸς κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα καὶ εἰσήκουσέν μου
Τῶν δι' ἀρετὴν καὶ γνῶσιν θλιβομένων ἐπακούει ὁ κύριος.
τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς
Οὐδὲν οὕτως ἁρμόζει πρὸς τὰς ἀντικειμένας δυνάμεις ὡς τὰ βέλη τοῦ Χριστοῦ τὰ ἀντικείμενα τοῖς πεπυρωμένοις βέλεσι τοῦ πονηροῦ καὶ οἱ ἄνθρακες οἱ καταναλίσκοντες ξύλα, χόρτον, καλάμην. Εἰ δέ ἐστι βέλος ἀγάπης κατὰ τὴν ἐν τοῖς ᾌσμασι νύμφην· Τετρωμένη γάρ, φησίν, ἀγάπης ἐγώ· ἐστὶ βέλος δικαιοσύνης καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ τῶν λοιπῶν ἀρετῶν, οἷς βέλεσι τιτρωσκόμενοι ὑποκάτω τοῦ θεοῦ πίπτουσιν οἱ λαοί.
οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη
Οὐκ ἔστι τοῦ αὐτοῦ λέγειν τὸ μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου καὶ τὸ οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ἢ τάχα ἡμέρας ἐκεῖ λέγει ἃς ὁ φόβος τοῦ κυρίου κατὰ τὸν Σολομῶντα προστίθησι, τὰς ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενομένας, ἐν αἷς καὶ Ἀβραὰμ ἀπέθανεν πλήρης ἡμερῶν.Ἐνταῦθα δὲ πρὸς τὴν αἰσθητὴν ζωὴν ἀποδύρεται· ἔχει γὰρ καὶ οὗτος ἐπιθυμίαν εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρείσσον· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον, διὰ τοὺς ὠφελημένους, εἴπερ ὁ Δαυὶδ κατὰ τὸν Λουκᾶν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἢ κατὰ τὸν Πέτρον ἰδίᾳ γενεᾷ ὑπηρετήσων ἐξαπεστάλη.
μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν
Τότε μάλιστα χαλεπώτεροι γίνονται πολεμοῦντες οἱ δαίμονες ὅταν τις αὐτοῖς πρὸς τοὺς λογισμοὺς ἀποκρίνηται καὶ διδάσκει ἡμᾶς τοῦτο ποιεῖν ὁ Χριστὸς πειραζόμενος. Νηφούσης γάρ ἐστι διανοίας πρὸς τοὺς λογισμοὺς ἀπαντᾶν· νήφειν δὲ ἡμᾶς ἐν τῇ πάλῃ οὐ βούλονται οἱ ἐχθροὶ, ἵνα μὴ εὐπορήσωμεν νοημάτων ἀντικειμένων τοῖς λογισμοῖς αὐτῶν· ἐφ' ὅσον γὰρ οὐδὲν αὐτοῖς προσφέρομεν οἴκοθεν, χρονίζοντες αὐτῶν ἐν ἡμῖν οἱ λογισμοὶ διαστρέφουσι τὴν ψυχήν. Διὸ καλῶς λέγει ἐν ταῖς Παροιμίαις τὸ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς σὸν ὄμμα πρὸς αὐτήν, δηλονότι τὴν ἀντικειμένην δύναμιν ἢ τὴν κακίαν ἣν σωματικῶς ἡ σοφία μορφοῖ εἰς γυναῖκα.
ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα
Οὗτος, ὦ οἶμαι, ἐστὶν ὁ ἥλιος ὁ ἀνατέλλων ἐπὶ τὴν σπαρεῖσαν γῆν καὶ ξηραίνων αὐτήν· καὶ αὕτη ἡ σελήνη καθ' ἢν ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦται.
κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου
Τὴν ἔξοδον τὴν ἀπὸ κακίας εἰς ἀρετήν, καὶ τὴν εἴσοδον τὴν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν γνῶσιν τοῦ θεοῦ.
ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί,
φυλαὶ κυρίου μαρτύριον τῷ Ἰσραήλ
Προφητεύει περὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ· πρότερον γὰρ ὁ Ἰσραὴλ ἐκαλεῖτο ἐπὶ τὴν Ἱερουσαλὴμ καὶ ἐπὶ τὸν οἶκον κυρίου, νυνὶ δὲ καὶ πᾶσαι αἱ φυλαὶ τετυχήκασιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῦ θεοῦ.
γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου
Πυργόβαρίς ἐστι νοῦς θεωρητικός.
πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ
Ὁ θεὸς ἐν μὲν τοῖς σωματικοῖς οὐρανοῖς ὡς δημιουργὸς κατοικεῖ διὰ τῆς πολυποικίλου σοφίας αὐτοῦ, ἐν δὲ τοῖς νοητοῖς ὡς δικαιοσύνη καὶ γνώσις καὶ σοφία.
τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν
Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦλτες· εὐθηνία τοίνυν ἁμαρτωλῶν ἐστιν ἀπόλαυσις ἀνεμπόδιστος τῶν σωματικῶν ἡδονῶν.
ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς
Τὸν προδότην Ἰούδαν ζῶντα κατέπιον· εἶχε γὰρ πρὸ τῆς παραδόσεως τὴν ζωὴν τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ζωή· τοὺς δὲ ἀπ' ἀρχῆς ἐν κακίᾳ ἐντρεφομένους νεκροὺς καταπίνουσιν.
ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν
Ὕδωρ τροπικῶς λέγει τοὺς πειρασμοὺς τοὺς καταποντίζοντας τὴν ψυχήν· οἱ δὲ αὐτοὶ πειρασμοὶ καὶ λογισμοὶ καλοῦνται. Χειμάρρουν δὲ πάλιν λέγει τοὺς λογισμοὺς διὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀθρόως ἐπιπηδᾶν εἰς τὸν νοῦν καὶ πάλιν ἀποξηραίνεσθαι.
ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν
Ἡ μὲν παλαιὰ διαθήκη τὰς κατ' ἐνέργειαν συντρίβει παγίδας, νομοθετοῦσα τὸ οὐ μοιχεύσεις· ἡ δὲ καινὴ τὰς κατὰ διάνοιαν φθείρει παγίδας παραγγέλλουσα τό οὐκ ἐπιθυμήσεις. Πλὴν ἐπὶ μὲν τοῦ Ἀβιμέλεχ τοῦ Γεράρων τὴν κατ' ἐνέργειαν ὁ θεὸς παγίδα διέφθειρεν μὴ συγχωρήσας τῆς ἀλλοτρίας αὐτὸν ἅψασθαι γυναικός· ἐπὶ δὲ τοῦ Ἰωσὴφ τὴν κατὰ διάνοιαν· οὐ γὰρ εἰσάγει αὐτὸν ἡ γραφὴ ἐπιθυμήσαντα τῆς ἀλλοτρίας γυναικός. Καὶ μακάριος μὲν οὗ συνέτριψεν ὁ κύριος τὴν κατ' ἐνέργειαν παγίδα· μακαριώτερος δὲ οὗ τὴν κατὰ διάνοιαν παγίδα διέφθειρε. Τὸ γὰρ μηδὲ ὅλως γενέσθαι παγίδος δεκτικὸν τοῦ σωτῆρος μόνου ἐστίν, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ
Οὐκ εἶπεν ὅτι οὐ σαλευθήσεται ὁ κατοικήσας τὴν Ἱερουσαλήμ, ἀλλ' ὁ κατοικῶν· αἱ γὰρ ἀρεταὶ ἐν τῷ ἀεὶ γίνεσθαι ἔχουσι τὸ εἶναι.
ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων
Τῷ κλήρῳ τῶν δικαίων τὴν τῶν ἁμαρτωλῶν ῥάβδον οὐ τέθεικεν· εἰ δὲ κλῆρος δικαίων ἐστὶν ἡ γνῶσις τοῦ θεοῦ, οὐκ ἀφήσει κύριος τοὺς δικαίους ἐν ἀγνωσίᾳ, ἵνα μὴ γένηται αὐτοῖς αὕτη πρόξενος ἁμαρτίας.
ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν
Οὐκ ἐργασαμένων, ἀλλ' ἐργαζομένων.
ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιών
Αἰχμαλωσία ἐστὶ φύσεως λογικῆς ἀπὸ ἀρετῆς καὶ γνώσεως ἐπὶ κακίαν καὶ ἀγνωσίαν μετάβασις.
ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν
Μετὰ ταῦτα γὰρ ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.
οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν
Οἱ μὲν τὴν πρακτικὴν μετὰ πόνου καὶ δακρύων κατεργαζόμενοι ἐν δάκρυσι σπείρουσιν· οἱ δὲ τῆς γνώσεως ἀπόνως μεταλαμβάνοντες ἐν ἀγαλλιάσει θεριοῦσι. Πλὴν τούτῳ τῷ ῥητῷ προσεκτέον ὅτι πάντες ἔχοντες σπέρματα τῶν ἀρετῶν ἐπιδημοῦμεν τῷ βίῷ. Καὶ ὥσπερ ἕπεται τοῖς σπέρμασι δάκρυα, οὕτω τοῖς δράγμασιν ἡ χαρά.
ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων
Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς.
Ἐφ' ὅσον οἶκός ἐστιν ἡ ψυχή, ὡς οἰκοδεσπότην ἔχει ἐν ἑαυτῇ τὸν Χριστόν· ἐὰν δὲ γένηται πόλις, ὡς βασιλέα καθεζόμενον ἔχει ἐν ἑαυτῇ τὸν Χριστόν· ἐὰν δὲ γένηται καὶ ναός, ὡς θεὸν ὑπάρχοντα ἔχει ἐν ἑαυτῷ τὸν Χριστόν. Καὶ διὰ μὲν πρακτικῆς κτᾶται ὡς οἰκοδεσπότην αὐτόν, διὰ δὲ φυσικῆς θεωρίας ὡς βασιλέα, καὶ πάλιν διὰ θεολογίας ὡς θεόν. Καὶ τῷ μὲν τρίτῳ ἕπεται ἐξ ἀνάγκης τὰ δύο, ὥσπερ καὶ τῷ δευτέρῳ τὸ πρῶτον· τῷ δὲ πρώτῳ νῦν οὐκ ἐξ ἀνάγκης τὸ δεύτερον καὶ τὸ τρίτον.
ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον
Ὥσπερ ὁ ὕπνος ἀφίστησιν ἡμᾶς τῶν αἰσθητῶν, οὕτω καὶ ἡ τοῦ θεοῦ θεωρία χωρίζει ἡμᾶς τῶν αἰσθητῶν.
Ὥσπερ ὑπνοῦντες οὐδ' αὐτὸ τοῦτο γινώσκομεν ὅτι ὑπνοῦμεν, οὕτω καὶ θεωροῦντες οὐδ’ αὐτὸ τοῦτο ἐπιστάμεθα ὅτιπερ ἐν θεωρίᾳ γεγόναμεν.
Εἰ ἡ πρακτικὴ ἄρτου λόγον ἐπέχει, ὁ δὲ ὕπνος τῆς γνώσεως, καλῶς μετὰ τὴν βρῶσιν τοῦ ἄρτου τῆς ὀδύνης δίδοται ἡμῖν ὁ ὕπνος· μόνη γὰρ ἡ γνῶσις τοῦ θεοῦ πέφυκε λύειν τὸν κάματον τῆς πρακτικῆς.
Εἰ ὁ ὕπνος εἴωθεν τὸ σῶμα θερμαίνειν, καλῶς ἡ γνῶσις λέγεται ὕπνος· πάντας γὰρ τοὺς κεκτημένους αὐτὴν ποιεῖ τῷ πνεύματι ζέοντας.
Ὥσπερ ὁ ὕπνος πέπτων τὰς τροφὰς διὰ τῶν χυμῶν τρέφει τὸ σῶμα, οὕτω καὶ ἡ γνῶσις τρέφει τὴν ψυχὴν τοὺς τῆς πρακτικῆς αὐτὴν λόγους διδάσκουσα.
μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ
Εἰ φόβος κυρίου προστίθησιν ἡμέρας, μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον.
Εἰ ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον, μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον.
Εἰ ἀρχὴ σοφίας φόβος κυρίου, μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον.
Εἰ τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον.
ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα
Ἡ γυνὴ τοῦ νοῦ ἡ σοφία ἐστίν· Ἐράσθητι γάρ, φησίν, αὐτῆς καὶ τηρήσει σε· τίμησον αὐτὴν ἵνα σε περιλάβῃ καὶ κτήσῃ ἀπ' αὐτῆς λόγους σοφοὺς καὶ δόγματα ὀρθά. Λέγει δὲ αὐτὴν καὶ ἀδελφὴν τοῦ νοῦ· Εἶπον τὴν σοφίαν ἀδελφὴν σὴν εἶναι· ἀδελφὴν δὲ αὐτὴν ὀνομάζει διότι καὶ αὐτὴ ἐκ τοῦ πατρὸς τῶν πάντων ἐστί. Μνημονευτέον δὲ καὶ τοῦ Ἀβραὰμ πῶς τὴν ἰδίαν γυναῖκα ὠνόμασεν ἀδελφήν, παντὸς τοῦ βουλομένου τὴν σοφίαν εἶναι διδάσκων.
καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.
Καὶ ὁ Σολομών φησιν· Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν.
πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ·
πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι
Τὸν νῦν μάρτυρα καλεῖ τὸν μηδέποτε ἡττηθέντα καὶ διὰ τοῦτο Ἰσραὴλ ὀνομαζόμενον.
ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν
Μακρύνουσι τὴν ἀνομίαν αὐτῶν οἱ ἐχθροὶ συνεχεῖς πειρασμοὺς ἐπιπέμποντες ἤτοι κατὰ διάνοιαν διὰ τῶν λογισμῶν ἢ καὶ ἐκ τῶν ἔξωθεν ὡς ἐπὶ τοῦ Ἰώβ.
αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών
Αἰσχυνθήτωσαν πάντες οἱ μισοῦντες τὴν σοφίαν ἢ τὸν σοφόν.
οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων,
καὶ οὐκ εἶπαν οἱ παράγοντες· εὐλογία κυρίου ἐφ' ὑμᾶς
Ταῦτα τὰ δράγματα τῶν ζιζανίων ἐστὶ καὶ οὐ πληροῖ τὸν νοῦν· οὐ γάρ ἐστιν ἐκ τοῦ πληρώματος τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου· διόπερ καὶ οἱ ἅγιοι οὓς παράγοντας εἶπεν τὸν κόσμον τοῦτον οὐκ εὐλογοῦσι τοὺς τὰ δράγματα ταῦτα συνάγοντες· ἐστὶ γὰρ δράγματα κακίας καὶ ἀγνωσίας.
ἐκ βαθέων ἐκέκραξά σε, κύριε
τὰ βάθη ἐρευνῶν τοῦ θεοῦ, οὗτος ἐκ βαθέων κράζει πρὸς κύριον.
ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται;
Ἐὰν αἱ κατὰ διάνοιαν ἁμαρτίαι τὸν νοῦν ἀκάθαρτον ποιοῦσαι τῆς τοῦ θεοῦ γνώσεως αὐτὸν ἀφιστῶσιν, οὐδεὶς ἀνθρώπων καταξιωθήσεται γνώσεως· Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν; Ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Καὶ Οὐδείς, φησί, καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν ἐν μιᾷ ἡμέρᾳ ἡ ζωὴ αὐτοῦ.
ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε, κύριε
Ἕνεκεν, ὡσεὶ ἔλεγεν, τῆς γνώσεώς σου ὑπέμεινά σε, κύριε.
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον
Ἡ ἐλπὶς ἐκ δοκιμῆς πέφυκε γίνεσθαι, ἡ δὲ δοκιμὴ ἐκ τῆς ὑπομονῆς, ἡ δὲ ὑπομονὴ ἐκ τῆς θλίψεως, ἡ δὲ θλῖψις ἐκ τῆς ἐγκρατείας καὶ τῶν πειρασμῶν. Τούτων δ' αἴτιος ὁ φόβος τοῦ θεοῦ ὅστις τῇ ὀρθῇ πίστει συνέζευκται· πίστις δέ ἐστιν ἡ πρὸς τὰ μὴ κατειλημμένα συγκατάθεσις.
καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ
Τὸ τηνικαῦτα ὁ νοῦς ἀπαλλάττεται τῶν κατὰ διάνοιαν ἁμαρτιῶν, ὁπηνίκα ἂν γνώσεως καταξιωθῇ· ἡ γὰρ πρακτικὴ οὐ τὰ νοήματα τῆς καρδίας περιαιρεῖ, ἀλλὰ τὰ ἐμπαθῆ νοήματα· ἡ δὲ γνῶσις καὶ τὰ νοήματα περικόπτει. Ἴδια γὰρ λοιπὸν ὁ νοῦς κτησάμενος θεωρήματα τοὺς παρὰ τῶν ἀντικειμένων πεμπομένους λογισμοὺς ἀπωθεῖται.
κύριε, οὐχ ὑψώθη μου ἡ καρδία
οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου
Τὸ τῆς ὑπερηφανίας πάθος καρδίας ψεκτὸν ὕψωμα καὶ ὀφθαλμῶν μετεωρισμὸν ὠνόμασεν.
ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ
Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε, φησίν, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, τουτέστιν ἐὰν μὴ ἀπάθειαν κτήσησθε, γνώσεως οὐ καταξιωθήσεσθε.
μνήσθητι, κύριε, τοῦ Δαυὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ
Ἐκείνου μνημονεύει ὁ κύριος τοῦ ἐν ᾧ γίνεται· κἀκείνου οὐ μνημονεύει ἐν ᾧ οὐ γίνεται. Εἰ δὲ πραΰτητος μνημονεύει ὁ κύριος, πολλῆς ἀοργησίας χρεία, ἵνα τις δέξηται τὸν κύριον. Πραΰτης γάρ ἐστιν ἀταραξία θυμοῦ κατὰ στέρησιν ἡδονῶν προσγινομένη φθαρτῶν.
ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ
Τόπος κυρίου ὁ νοῦς καθαρός.
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά
Παρ' Ἑβραίοις τὸ Ἐφραθὰ Μαρία σημαίνει.
εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ
Περὶ τῆς σοφίας λέγει προφητικῶς ἥτις ἐστὶν ὁ Χριστός.
προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ
Προσκυνοῦμεν τὴν σάρκα τοῦ σωτῆρος οὐ διὰ τὴν φύσιν, ἀλλ' ἐπειδὴ ὁ Χριστός ἐστιν ἐν αὐτῇ· καὶ ἡ μὲν σὰρξ προσκυνητὴ διὰ τὸν Χριστόν, ὁ δὲ Χριστὸς διὰ τὸν θεὸν λόγον τὸν ἐν αὐτῷ. Χριστὸν δὲ ἐνταῦθά φημι τὴν λογικὴν καὶ ἁγίαν ψυχὴν τὴν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσασαν τῷ βίῳ τῶν ἀνθρώπων· μόνη γὰρ σὰρξ οὐ πέφυκε δέχεσθαι θεόν, διότι ὁ θεὸς ἡμῶν σοφία ἐστίν, ἐν δὲ καρδίᾳ ἀγαθῇ, φησὶ Σαλομών, ἀναπαύσεται σοφία. Οὐδὲν δὲ τῶν συνεστώτων ἐκ τῶν τεσσάρων στοιχείων γνώσεώς ἐστι δεκτικόν, γνωστὸς δὲ ἡμῶν ὁ θεός.
ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου
Ἡ σὰρξ μέν ἐστι κιβωτὸς τοῦ Χριστοῦ· κιβωτὸς δὲ θεοῦ ὁ Χριστός, εἴπερ ὁ θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ.
οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην
Ὥσπερ ἐνδύεταί τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ μακροθυμίαν καὶ τὰς λοιπὰς ἀρετάς. Καὶ τοῦτό ἐστι τὸ ἐν τοῖς εὐαγγελίοις ἔνδυμα γάμου.
ὤμοσεν κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν
Τὸ ἀψευδὲς τῆς ἐπαγγελίας ὅρκον ὠνόμασεν. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, ὁ δὲ θεὸς κατ' οὐδενὸς ἔχει μείζονος ὀμόσαι, οὐκ ἄρα ὄμνυσι θεός.
ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου
Καὶ δώσει αὐτῷ, φησὶ Γαβριὴλ τῇ Μαριάμ, ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.
Θρόνος μέν ἐστι τοῦ θεοῦ ἡ φύσις ἡ λογική· θρόνος δὲ Χριστοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων.
τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων
Ταύτης τῆς θήρας ὁ ἐν ταῖς Παροιμίαις οὐκ ἐπιτεύξεται δόλιος· ἐκ ταύτης δὲ τῆς θήρας ἦν καὶ τὸ προσενεχθὲν βρῶμα τῷ Ἰσαὰκ ὑπὸ Ἰακὼβ τοῦ παιδὸς αὐτοῦ.
τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται
Θήρα, πτωχοί, ἱερεῖς, ὅσιοι, τέσσαρα εἴδη τῶν οἰκείων τῆς Σιών.
ἡτοίμασα λύχνον τῷ χριστῷ μου
Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων.
ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό
Οὗτοι κατοικοῦσιν ἐπὶ τὸ αὐτὸ οἱ τὸ αὐτὸ ἐν κυρίῳ φρονοῦντες.
ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα
Μύρον ἐκκενωθὲν ὄνομά σου.
τὸν πώγωνα τὸν Ἀαρών
Τοῦτον τὸν πώγωνα φέρει ὁ καταντήσας εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.
τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ
Εἰ τὸ ἔνδυμα τῶν ἱερέων δικαιοσύνη ἐστίν — οἱ ἱερεῖς σου γάρ, φησίν, ἐνδύσονται δικαιοσύνην —, ἱερεὺς δὲ ἦν ὁ Ἀαρών, τὸ ἔνδυμα αὐτοῦ ἦν ἄρα δικαιοσύνη.Ἐπὶ οὖν τὸν τοιοῦτον πώγωνα καὶ τὸ ἔνδυμα τὸ τοιοῦτον ἔρχεται τὸ οὐράνιον μύρον, ὅ ἐστιν γνῶσις ἡ τοῦ θεοῦ.
ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών
Ἐν τῷ Δευτερονομίῳ Μωσῆς μὲν τὸ ὄρος τοῦτο ὀνομάζει Ἀερμών· οἱ Φοίνικες δὲ καλοῦσιν αὐτὸ Σανιώρ, οἱ δὲ Ἀμμοραῖοι Σανίρ· ἔστι δὲ πέραν τοῦ Ἰορδάνου. Λόγος δὲ τοὺς ἀποστατήσαντας τῶν ἀγγέλων ἐπὶ τούτου τοῦ ὄρους ἐσκέφθαι περὶ τῆς ἀποστασίας καὶ συνθήκας πεποιηκέναι.
οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου,
ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν
Οἱ μὲν θεωρητικοὶ ἐν οἴκῳ κυρίου εἰσίν· οἱ δὲ πρακτικοὶ ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν.
ὅτι ἐγὼ ἔγνων ὅτι μέγας ὁ κύριος
Γνώσεως χρεία πρὸς τὸ θεωρῆσαι τὴν μεγαλειότητα τοῦ κυρίου.
πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν τοῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις
Ὥσπερ ὁ οὐρανὸς ἁγίων δυνάμεών ἐστιν οἰκητήριον, οὕτω καὶ ἡ γῆ τῶν ἀνθρώπων· Ὁ οὐρανὸς γάρ, φησί, τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ ὥσπερ ἐν ταῖς τροπικῶς λεγομέναις θαλάσσαις οἰκοῦσιν οἱ ἀντικείμενοι ἡμῖν δαίμονες, ἐν αἷς καὶ ὁ δράκων ἐπλάσθη, τοῦ ἐμπαίζειν αὐτοῖς, οὕτως καὶ ἐν ταῖς ἀλληγορικῶς λεγομέναις ἀβύσσοις οἱ καταχθόνιοι δαίμονες, πρὸς οὓς μὴ πεμφθῆναι παρεκάλουν τὸν Χριστὸν ἐν τοῖς εὐαγγελίοις οἱ ἐπίγειοι δαίμονες· ἡ δὲ τούτων τῶν κόσμων καὶ τῶν διαφόρων σωμάτων ἀκριβεστέρα γνῶσις ἐν τοῖς περὶ κρίσεως λόγοις ἀπόκειται.
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς
Νεφέλη ἐστὶ φύσις λογικὴ τοὺς περὶ προνοίας λόγους πεπιστευμένη.
ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν
Ἀστραπή ἐστιν διδασκαλία πνευματικὴ λογικὰς ψυχὰς ἀπὸ κακίας ἐπ' ἀρετὴν ἐπανάγουσα.
ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ
Οἱ τροπικῶς νῦν λεγόμενοι ἄνεμοι τοὺς τῆς ψυχῆς στάχυς ἐκ τῶν καλύκων προβάλλουσιν, ἵν' οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θερίσωσιν.
Ἄνεμός ἐστι φύσις λογικὴ τὸν ἀπὸ πρακτικῆς ὑψωθέντα νοῦν ἐπὶ τὴν τῆς γνώσεως μεταφέρουσα τελειότητα.
καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν
Εἰ ἡ κληρονομία ἡμῶν ἡ γνῶσίς ἐστιν ἡ τοῦ Θεου, πῶς λέγονται κατέχειν ταύτην οἱ ἀντικείμενοι; Καὶ ζητήσεις μήποτε λέγονται κατέχειν αὑτήν, οὐχ ὡς γινώσκοντες, ἀλλ' ὡς κωλύοντες ἡμᾶς εἰσελθεῖν πρὸς αὐτήν.
Εἰ ἡ βασιλεία τῶν οὐρανῶν ἡ θεωρία τῶν γεγονότων ἐστίν, αὕτη δὲ κατὰ τὸν κύριον ἐντὸς ὑμῶν ἐστιν, τὰ δὲ ἐντὸς ὑπὸ δαιμόνων κεκράτηται, καλῶς λέγονται οἱ ἀλλόφυλοι τὴν γῆν τῆς ἐπαγγελίας κατέχειν.
τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων·
στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται,
ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται [...]
ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς
Ἵνα τὰς αἰσθήσεις ἀποβάλωσι τὰς ψεκτὰς καθ' ἃς κινούμενοι τὰ εἴδωλα θεοὺς εἶναι νομίζουσιν καὶ οὕτω θείαν εὕρωσιν αἴσθησιν· οὕτω γὰρ πείθομαι καταρᾶσθαι τὸν ἅγιον ψαλμῳδόν.
εὐλογητὸς κύριος ἐκ Σιὼν ὁ κατοικῶν Ἱερουσαλήμ
ὁ ἐν καθαρᾷ καρδίᾳ κατοικῶν κατοικεῖ ἐν Ἱερουσαλήμ.
ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Οἱ ταλαιπωροῦντες ἐν τῷ αἰῶνι εἰκότως χρῄζουσι καὶ τοῦ ἐλέους ἐν τῷ αἰῶνι.
Ἡ ἐξομολόγησις ἐν τῇ γραφῇ τὴν δοξολογίαν καὶ εὐχαριστίαν σημαίνει· κεῖται δὲ καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῆν ἁμαρτιῶν ἐν τοῖς εὐαγγελίοις, ἔνθα οἱ βαπτιζόμενοι ὑπὸ Ἰωάννου ἐξωμολογοῦντο τὰς ἁμαρτίας αὑτῶν.
τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων
Εἰ τοῦ ὕδατός ἐστι βάσις ἡ γῆ, πῶς ἡ γῆ ἐπὶ τῶν ὑδάτων ἐστερεώθη; Πῶς δὲ καὶ ὁ Ἰὼβ ἀληθεύει λέγων τὸ κρεμάσας τὴν γῆν ἐπ' οὐδενός; Καὶ μήποτε ἡ μὲν ὑποκάτω γῆ τῆς ἀβύσσου κρέμαται ἐπ' οὐδενός, ἡ δὲ ἐπάνω γῆ τῆς ἀβύσσου, ἐφ' ἧς ἡμεῖς κατοικοῦμεν, ἐπὶ τῶν ὑδάτων τῆς ἀβύσσου ἐστερεώθη, ὡς εἶναι τὴν ἄβυσσον ἐν μέσῳ τῆς γῆς περιεχομένην ὡς ἐν ἀγγείῳ. Καὶ ταῦτα μὲν εἴ τις βούλοιτο τῇ ἱστορίᾳ συναγωνίζεσθαι, πρὸς δὲ διάνοιαν· δοξολογεῖτε, φησί, τὸν στερεώσαντα τὴν φύσιν τὴν λογικὴν ἐπὶ τῆς ἀληθοῦς γνώσεως. Ὅτι δὲ ἐν τοῖς εὐαγγελίοις ὁ κύριος γῆν λέγει τὰς λογικὰς ψυχὰς καὶ ὕδωρ τὴν γνῶσιν ἐκ τοῦ σπόρου τοῦ πεσόντος ἐπὶ τὴν γῆν τὴν καλὴν ἔστι μαθεῖν καὶ ἐκ τοῦ ῥέοντος ποταμοῦ ἐκ τῆς κοιλίας τοῦ πεπιστευκότος ὕδατος ζῶντος. Καὶ τὰ ἑξῆς δὲ τοῦ ψαλμοῦ ἀκολουθεῖ τῇ δευτέρᾳ ἐξηγήσει, ἐν οἷς σελήνη καὶ ἀστέρες φωτίζουσι ταύτην τὴν γῆν ἐν ἀγνοίᾳ τέως διάγουσαν καὶ μήπω δυναμένην φωτισθῆναι ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου· Καὶ πάλιν Αἴγυπτος καταλιμπάνεται σύμβολον οὖσα κακίας, τῶν κατὰ διάνοιαν πρωτοτόκων φθαρέντων· καὶ κολάζεται Φαραὼ τοῖς πνευματικοῖς ἐναποπνιγόμενος ὕδασιν· καὶ ὁ Ἰσραὴλ ὁδεύει τὴν ἔρημον πεινῶν καὶ διψῶν καὶ πειραζόμενος, ἥτις ἐστὶ σύμβολον τῆς πρακτικῆς, σπεύδων ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας, ἥντινά φασὶν εἶναι τὴν γνῶσιν τοῦ θεοῦ.
ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ κύριος
Ὅταν μὲν ὡς ἀκαθάρτων ἡμῶν ὄντων μνημονεύει ἡμῶν ὁ κύριος, κατὰ τὴν ἐπίνοιαν τῆς δικαιοσύνης ἡμῶν μνημονεύει· ὅταν δὲ πάλιν ὡς καθαρῶν, κατὰ τὴν ἐπίνοιαν τῆς σοφίας. Πλὴν τοῦτο ἰστέον ὅτιπερ αὗται αἱ ἐπίνοιαι κατὰ τῆς τῶν γεγονότων θεωρίας κατηγοροῦνται, ἥτις ὡς δημιουργὸν παρίστησιν τὸν Χριστόν.
ὁ διδοὺς τροφὴν πάσῃ σαρκί
Ἡ τρεφομένη σὰρξ παρὰ τοῦ θεοῦ αὕτη ὄψεται τὸ σωτήριον τοῦ θεοῦ.
τῷ Δαυίδ
[Εἰς τὸ Εὐσεβίου τῷ Δαυίδ μόνον ἐπεγέγραπτο καὶ ἔξω ἀνεπίγραφος παρὰ τοῖς γʹ καὶ ἐν τῷ τετρασελίδῳ· ὁμοίως τῷ Δαυίδ ἐπεγέγραπτο παρὰ μόνοις τοῖς οʹ.]
ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν
Ὅσαι ψυχαὶ κάθηνται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ λόγον ἰτεῶν ἀκάρπων ἐπέχουσιν, τὰ ὄργανα κρεμάσασαι τὰ συντελοῦντα πρὸς τὴν πρακτικήν.
ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν
Ἔγνων ἐγὼ καὶ δαίμονας ἀναγκάζοντας λέγειν ψαλμοὺς καὶ ᾠδὰς πνευματικὰς ἐν αἷς κεῖται τοιαύτη τις ἐντολὴ ἣν ἀπαντηθέντες παρέβημεν, ἵν' ἀκούσαντες καταγελάσωσιν ὡς λεγόντων ἡμῶν καὶ μὴ ποιούντων. Διὸ καὶ Δαυὶδ λέγει· Μὴ καταγελασάτωσάν μου ὑπερήφανοι.
πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
Ὁ ἐν κακίᾳ διάγων ἐπὶ γῆς ἐστιν ἀλλοτρίας· διὸ οὐ δύναται εἰπεῖν· ᾌσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με. Τῶν γὰρ ἐξελθόντων ἐστὶν ἀπὸ κακίας τὸ λέγειν· ᾌσωμεν τῷ κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
μνήσθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ
Τὸ ἐκκενοῦτε, ἐκκενοῦτε ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ ὡς παρὰ τῶν ἐχθρῶν λεγόμενον τέθειται· δηλοῖ δὲ τοὺς παλαίοντας ἡμῖν πειρᾶσθαι καὶ τῶν φυσικῶν τῆς ἀρετῆς ἅπτεσθαι σπερμάτων, ἅπερ τροπικῶς ὠνόμασε θεμέλιον ἀπ' ἀρχῆς καταβεβλημένον ἐν τῇ ψυχῇ, ἵνα παντάπασιν ὁ νοῦς ἀρετῆς ἐκπεσὼν κατὰ τὴν παροιμίαν περιπατήσῃ γυμνότερος ὑπέρου, μὴ ἐνδυσάμενος τὸν Χριστὸν μηδὲ ἔχων ἔνδυμα γάμου.
Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν
Ὅσοι κατὰ τὴν διδασκαλίαν τὴν τοῦ Χριστοῦ τὰ φαῦλα νοήματα διαφθείρουσι τῆς ψυχῆς, οὗτοι τὰ νήπια τῆς Βαβυλῶνος ἐδαφίζουσι πρὸς τὴν πέτραν.
καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι
Ἐναντίον ἀγγέλων ψάλλειν ἐστὶν τὸ ἀπερισπάστως ψάλλειν, ἤτοι τυπουμένου τοῦ ἡγεμονικοῦ ἡμῶν μόνοις τοῖς σημαινομένοις πράγμασιν ὑπὸ τοῦ ψαλμοῦ, ἢ καὶ μὴ τυπουμένου· ἢ τάχα οὗτος ἐναντίον ἀγγέλων ψάλλει ὁ νοῶν τὴν δύναμιν τῶν ψαλμῶν.
καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς κυρίου, ὅτι μεγάλη ἡ δόξα κυρίου
Ὁδοὶ κυρίου εἰσὶν αἱ ἀρεταὶ αἱ φέρουσαι ἐπὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ.
ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει
Τοὺς μὲν ταπεινοὺς ὁ κύριος διὰ τῶν ἀρετῶν ἐφορᾷ· τοὺς δὲ κατὰ διάνοιαν ὑψηλοὺς διὰ τῆς σοφίας γινώσκει. Τούτους γὰρ ἐφορᾶν καὶ γινώσκειν λέγεται ὁ θεὸς τοὺς ἐν οἷς χωρεῖ καὶ τούτους μὴ ἐφορᾶν μηδὲ γινώσκειν τοὺς ἐν οἷς οὐ χωρεῖ· καὶ τοῦτο καθόλου σημειωτέον καὶ ἐν πάσῃ τῇ θείᾳ γραφῇ.
ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με
Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, πέρας δὲ τῆς ἐλπίδος ἐστὶν ἡ γνῶσις ἡ τοῦ θεοῦ, ἥτις λέγεται ἡμῶν εἶναι ζωή, καλῶς γέγραπται τὸ ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με.
σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου
Καθέδρα ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς καθ' ἣν δυσκίνητος γίνεται πρὸς κακίαν· ἔγερσίς ἐστιν ἀπὸ τῶν αἰσθητῶν πραγμάτων ἐπὶ τὰ νοητὰ μετάβασις.
ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου
Γλῶσσαν τροπικῶς τὴν καρδίαν ὠνόμασεν.
ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
Οὐκ ἔστι τόπος ἔνθα μή ἐστιν ἡ γνῶσις ἡ τοῦ θεοῦ καὶ οἱ λόγοι τῶν γεγονότων. Κἂν γὰρ τὰ σώματα διαφύγῃ ὁ νοῦς, ἀλλ' εἰς τοὺς λόγους αὐτῶν ἐμπεσεῖται· εἰ δὲ καὶ τούτους παρέλθοι, τὴν γοῦν ἀσώματον οὐ διαφεύξεται φύσιν, ἀλλ' ἐν ἀυτῇ ὄψεται τὸν δημιουργόν· εἰ δὲ καὶ τοὺς λόγους τῆς ἀσωμάτου φύσεως ὁ νοῦς ὑπερβαίη, ὄψεται πάλιν τὴν ἁγίαν τριάδα, ἥτις γνῶσίς ἐστιν ἀπέραντος καὶ οὐσιώδης σοφία.
καὶ εἶπα· ἄρα σκότος καταπατήσει με καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου
ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
Εἰ ἡ ἄγνοια καρδίας σκότος ἐστίν, ἐσκοτίσθη γάρ, φησίν, ἡ ἀσύνετος αὐτῶν καρδία, εἰκότως ἄρα ὁ αἴτιος ἡμῖν τοῦ σκότους τούτου γινόμενος καὶ αὐτὸς ὀνομάζεται σκότος, ὅστις ἡμῶν τὴν ἐν γνώσει τρυφὴν προαιρεῖται σκοτίζειν, τοῦ θεοῦ μὴ συγχωροῦντος, ἀλλὰ τὸ σκότος φωτίζοντος· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ὡς γὰρ τὴν ἄγνοιαν διὰ τῆς κακίας ἐπεκτησάμεθα, οὕτω καὶ τὴν γνῶσιν διὰ τῆς ἀρετῆς προσελάβομεν.
ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε
Οὗτινος τοὺς νεφροὺς κτᾶται ὁ κύριος, λεγέτω τὸ κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.
οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς
Ὀστοῦν τὴν ψυχὴν ὠνόμασε νῦν ἣν ἐποίησεν μόνος ὁ θεὸς κακίας ἐκτός, ὕστερον δὲ γέγονεν ἐν τοῖς κατωτάτοις τῆς γῆς, τουτέστιν ἐν ἐσχάτῃ ἀκαθαρσίᾳ, ἀλλ' ὅμως καὶ τοῦτο μέλλουσαν αὐτὴν πάσχειν προεῖδεν ὁ κύριος καὶ διὰ τῆς προνοίας πάλιν τῷ ἰδίῳ βιβλίῳ αὐτὴν ἐγκατέγραψεν.
τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου
Ἀκατέργαστός ἐστι ψυχὴ ἡ μήπω δι' ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως .
καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται
Βιβλίον θεοῦ ἐστιν ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, ἐν ᾧ πέφυκε διὰ τῆς γνώσεως γράφεσθαι νοῦς καθαρός· ἐν δὲ τούτῳ τῷ βιβλίῳ εἰσὶ γεγραμμένοι καὶ οἱ περὶ προνοίας καὶ κρίσεως λόγοι, δι' οὗ βιβλίου γινώσκεται ὁ θεὸς ὡς δημιουργὸς καὶ σοφὸς καὶ προνοητὴς καὶ κριτής· καὶ δημιουργὸς μὲν διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· σοφὸς δὲ διὰ τοὺς ἀποκειμένους λόγους αὐτοῖς· προνοητὴς δὲ διὰ τὰ συντελοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν· κριτὴς δὲ πάλιν διὰ τὰ διάφορα σώματα τῶν λογικῶν καὶ τοὺς ποικίλους κόσμους καὶ τούς περιέχοντας τούτους αἰῶνας.
ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς
Ἐν γνώσει πλασθήσονται καὶ οὐδεὶς ἔσται γνώσεως ἐκτός, ὅπως γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.
ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ
Ἔγειρε, φησίν, ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν και ἐπιφαύσει ὁ Χριστός· διὸ ἔγερσίς ἐστι ψυχῆς ἡ ἀπὸ κακίας ἐπ' ἀρετὴν ἐπάνοδος.
λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου
Αἱ λογικαὶ ψυχαὶ πόλεις εἰσὶ τοῦ θεοῦ, πεφυκυῖαι δέχεσθαι νόμον θεοῦ καὶ αὐτὸν τὸν θεόν, ἅστινας λαμβάνουσιν οἱ ἐχθροὶ πρὸς ματαιότητα καὶ ἐργασίαν κακίας.
τέλειον μῖσος ἐμίσουν αὐτοὺς
Εἰ ὁ τελείως μισήσας τὸν πονηρὸν ἀπέχεται πάσης κακίας, ὁ μεταλαμβάνων ἡστινοσοῦν κακίας αὐτοῧ τελείως οὐ μεμίσηκε τὸν πονηρόν.
δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου
Εἰ ὁ θεὸς ἡμῶν ἐστι πῦρ καταναλίσκον, διὰ τῆς ἐπινοίας δηλονότι τοῦ πυρὸς δοκιμάζει τὰς ψυχὰς τῶν ἀνθρώπων.
οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους
Διὰ τῶν λογισμῶν οἱ δαίμονες ἡμῖν παρατάσσονται, ποτὲ μὲν ἐπιθυμίαν κινοῦντες, ποτὲ δὲ ὀργὴν, καὶ ἄλλοτε πάλιν ἐν τῷ αὐτῷ θυμὸν καὶ ἐπιθυμίαν, δι' ὧν γίνεται ὁ λεγόμενος πεπλεγμένος λογισμός, ἀλλ' οὗτος ἐν καιρῷ τῆς ἀκηδίας συμβαίνει μόνον. Οἱ δὲ ἄλλοι ἐκ διαλειμμάτων ἐπέρχονται ἀλλήλους διαδεχόμενοι· τὸν δὲ τῆς ἀκηδίας λογισμὸν κατ' ἐκείνην τὴν ἡμέραν οὐδεὶς διαδέχεται λογισμός, πρῶτον μὲν ὅτι καὶ χρονίζει, ἔπειτα δὲ ὅτι καὶ σχεδὸν πάντας τοὺς λογισμοὺς ἔχει ἐν ἑαυτῷ.
ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως
Τὸν ὀξύτατον λογισμὸν ἠκονημένον ὡς ὄφεως λέγει. Τοιοῦτος δέ ἐστι καὶ ὁ λογισμὸς ὁ πρὸς βλασφημίαν θεοῦ τὸν νοῦν ἐξαρπάζων.
ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου, ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι
Πάνυ τετηρημένως τέθεικε τοῦτο· τὰ γὰρ φαῦλα νοήματα πολλάκις οὐ γυμνὰ ἐναποτίθενται ἡμῖν οἱ δαίμονες, ἵνα μὴ ὁ νοῦς ἄντικρυς τὸ ἄλογον αὐτῶν θεασάμενος τοὺς λογισμοὺς ἀπορρίψῃ, ἀλλὰ μετά τινων ἄλλων χρηστοφανῶν νοημάτων, καὶ τὰ πονηρὰ νοήματα ἐπισπείρουσι. Καὶ τοῦτο μόνον ἐπὶ τῶν τελείων ποιοῦσι τῶν μὴ ἐχόντων πάθη· τοῖς γὰρ ἀκαθάρτοις καὶ φανερῶς ἐμβάλλουσι τοὺς λογισμοὺς οὓς ἀπώσασθαι διὰ τὰ πάθη ἀδυνατοῦσι κἂν τὴν ἀλογίαν αὐτῶν ἐπιγνῶσιν· οὕτω καὶ τῇ Εὔᾳ φησίν· Ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν.
διελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν
Ὅσον ὑψοῦνται νικῶντες οἱ ἐχθροί, τοσοῦτον ἡττώμενοι ταπεινοῦνται.
ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν
Κύκλωμα εἶπεν τὸ κυκλῶσαι αὐτὸν τάγμα· κεφαλὴν δὲ ἤτοι τὸν προεστῶτα διάβολον τοῦ τάγματος τούτου ἢ τὸ πρῶτον ἐν τῇ καρδίᾳ πονηρὸν συνιστάμενον νόημα, περὶ οὗ εἶπεν καὶ ὁ θεὸς ἐν τῇ Γενέσει τό σὺ τηρήσεις αὐτοῦ κεφαλήν καὶ αὐτός σου τηρήσει πτέρναν.
πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες,
ἐν πυρὶ καταβαλεῖς αὐτούς
Τοῦτο τὸ πῦρ μετὰ τῶν ἀνθράκων κατακαίει ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις καταναλίσκον.
ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν
Θηρεύσει τὸν ἄδικον τὰ κακοῦντα αὐτὸν καὶ κολάζοντα.
ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων
Ἔγνω τῷ προφητικῷ πνεύματι τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ.
καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου
Σὺν τῷ προσώπῳ σου, σὺν τῇ σοφίᾳ σου τῇ θεωρουμένῃ ἐν τοῖς γεγονόσιν.
κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου
Τούτου κατευθύνεται ἡ προσευχὴ ὡς θυμίαμα τοῦ δυναμένου εἰπεῖν· Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις. Καὶ ἔστιν ἓν εἶδος προσευχῆς ὁμιλία νοῦ πρὸς θεὸν ἀτύπωτον τὸν νοῦν διασῴζουσα· ἀτύπωτον δὲ λέγω νοῦν τὸν μηδὲν σωματικὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς φανταζόμενον. Μόνα γὰρ ἐκεῖνα τῶν ὀνομάτων καὶ ῥημάτων τυποῖ τὸν νοῦν ἡμῶν καὶ σχηματίζει τὰ σημαίνοντά τι τῶν αἰσθητῶν, προσευχόμενον δὲ νοῦν πάντη δεῖ τῶν αἰσθητῶν ἐλεύθερον εἶναι· τὸ δὲ τοῦ θεοῦ νόημα διασῴζει τὸν νοῦν ἀναγκαίως ἀτύπωτον· οὐ γάρ ἐστι σῶμα θεός.
θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου
Οὐδὲν οὕτω φυλάσσει τὴν καρδίαν ἡμῶν ὡς ὁ φόβος τοῦ θεοῦ, εἴγε τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου
Ἔλαιον λέγει ἁμαρτωλοῦ τὴν εὐποιΐαν τὴν μὴ διὰ τὴν γνῶσιν τοῦ θεοῦ γινομένην, ἀλλὰ διὰ τὴν δόξαν τὴν παρὰ τῶν ἀνθρώπων. Τοῦτο γάρ ἐστιν καὶ τὸ σαλπίζειν τὸν τὴν ἐλεημοσύνην ποιοῦντα.
διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην
Τὰς δυνάμεις τῆς ψυχῆς ὀστᾶ τῆς ψυχῆς ὀνομάζει, ἅπερ διασκορπίζεται κακίας ἐφαπτόμενα καὶ ἀγνωσίας. Εὖ δὲ καὶ τὸ φάναι· διεσκορπίσθησαν, οἱ γὰρ ἐν ἀρετῇ ὄντες εἷς εἰσιν ἐν κυρίῳ.
πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί
Ἀμφίβληστρόν ἐστι κόλασις ποικίλη ἀπὸ τῶν βυθῶν τῆς κακίας τοὺς ἀκαθάρτους ἀνιμωμένη, ἀλλὰ τοῦτο μὲν τὸ ἀμφίβληστρον τοῦ μέλλοντός ἐστιν αἰῶνος, τοῦ δὲ ἐνεστῶτος αἰῶνός ἐστιν ἀμφίβληστρον διδασκαλία πνευματικὴ τοὺς ἀποπλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπὶ τὴν ἀρετὴν ἐπανάγουσα.
ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι
Πάσαις οἱ ἐχθροὶ ἡμῶν ἐπιβουλεύουσι ταῖς ἀρεταῖς. Καὶ ἐν μὲν τῇ ἀνδρείᾳ κρύπτουσι τὴν τῆς δειλίας παγίδα, ἐν δὲ τῇ σωφροσύνῃ τὴν τῆς πορνείας καὶ πάλιν ἐν τῇ ἀγάπῃ τιθέασι τοῦ μίσους τὴν παγίδα καὶ ἐν τῇ πραΰτητι ἐμβάλλουσι τὴν θρασύτητα καὶ ἐν τῇ ἐλεημοσύνῃ τὸ μὴ διὰ τὸν θεόν, ἀλλὰ διὰ τοὺς ὁρῶντας ἐλεεῖν καὶ ἐν τῇ νηστείᾳ τὸ διὰ τοὺς ἀνθρώπους νηστεύειν. Καὶ ταῦτα μὲν ὡς ἐπὶ τῆς πρακτικῆς, τί δέ τις ἂν εἴποι καὶ ἐπὶ τῆς θεωρίας, ὁπόσας παγίδας οἱ ἐχθροὶ διὰ τῶν αἱρέσεων τοῖς ὀρθοῖς δόγμασιν ἐναπέκρυψαν;
ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ
Ὁ ἀπολέσας τὴν φυγὴν ταύτην οὐ δύναται λέγειν τὸ ἐν θλίψει ἐπλάτυνάς μοι, διέξοδον ἀπὸ τῶν πιεζόντων αὐτὸν λογισμῶν μὴ εὑρίσκων, ὅπερ μάλιστα συμβαίνει τοῖς μὴ ἔχουσι διάκρισιν λογισμῶν. Ἐνταῦθα δὲ ἤτοι ταπεινοφροσύνης χάριν τέθειται τοῦτο ἢ ὄντως καὶ αὐτὸς ἀπώλεσε τὴν φυγὴν κατ' ἀναλογίαν τῆς αὐτοῦ καταστάσεως πειραζόμενος καὶ μὴ εὑρίσκων τοὺς λόγους τῶν προσπεσόντων αὐτῷ πειρασμῶν· πάντως γὰρ καὶ τούτῳ ἡ πάλη ἐγένετο οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
μερίς μου ἐν γῇ ζώντων
Εἰ ὁ κύριος ἡμῶν σοφία ἐστίν, ἡ μερὶς δὲ τῶν ζώντων ὁ κύριός ἐστιν, ἡ μερὶς ἄρα τῶν ζώντων ἡ σοφία ἐστὶ καθ' ἣν καὶ χρηματίζουσι ζῶντες.
ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με
Πειρασμοὶ συνεχεῖς διώκουσι τὸν νοῦν ἀπὸ γνώσεως.
ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου
Οὐ πάντων ἐστὶ τὸ λέγειν· ἔκβαλλε ἐκ φυλακῆς τὴν ψυχήν μου, εἰ μὴ τῶν δυναμένων διὰ καθαρότητα καρδίας καὶ χωρὶς τοῦ σώματος τούτου ἐπιβάλλειν τῇ θεωρίᾳ τῶν γεγονότων.
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου
Καὶ ὁ Ἰώβ φησιν· Ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων.
ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν
Εἰ οἱ συναποθνῄσκοντες τῷ Χριστῷ δικαιοῦνται, οἱ ζῶντες ἄρα τὴν ζωὴν ἀντικειμένην τούτῳ τῷ θανάτῳ οὐ δικαιοῦνται ἐνώπιον τοῦ θεοῦ.
ἐμνήσθην ἡμερῶν ἀρχαίων
καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου
Ὁ γινώσκων τοὺς λόγους τῶν γεγονότων, οὗτος μελετᾷ ἐν τοῖς ἔργοις τοῦ θεοῦ.
ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι
Γῆ ἄνυδρός ἐστι ψυχὴ καθαρὰ πνευματικὴν γνῶσιν ἐπιζητοῦσα.
ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου
Τὴν θεωρίαν ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶνος, ἣν καὶ βασιλείαν οὐρανῶν ὀνομάζειν ἔθος τῇ θείᾳ γραφῇ· τοῦτο γὰρ ἀκούειν λέγεται νοῦς ὃ γινώσκει καὶ τοῦτο μὴ ἀκούειν ὃ μὴ γινώσκει. Τὸ δὲ ἔλεος τοῦ θεοῦ πνευματικήν τινα θεωρίαν σημαίνει, εἴπερ νοῦς ἐστιν ὁ τοῦ ἐλέους τούτου καταξιούμενος. Ἔλεον δὲ ὀνομάζει τὴν θεωρίαν, διότι αὕτη τοὺς κοπιῶντας ἀναπαύει καὶ πεφορτισμένους ταῖς ἀνομίαις. Καὶ γὰρ ὁ Σολομὼν ἐν ταῖς Παροιμίαις φησί· Δότε μέθην τοῖς ἐν λύπαις καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις ἵν' ἐπιλάθωνται τῆς πενίας, τουτέστι τῆς ἀγνωσίας· αὕτη γὰρ ἡ πενία φύσεως λογικῆς, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι. Ὁ γὰρ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴκου κυρίου ἐπιλανθάνεται τῆς πενίας καὶ τῶν πόνων καὶ τῶν ὀδυνῶν.
καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου
Οὐδὲν οὕτως ἀποδιώκει τοὺς ἐχθροὺς ἡμῶν ὡς θεωρία πνευματική.
εὐλογητὸς κύριος ὁ θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν τοὺς δακτύλους μου εἰς πόλεμον
Ὁ διδαχθεὶς παρὰ κυρίου τὸν πρὸς τὴν ἀντικειμένην δύναμιν πόλεμον ἐπίσταται λόγους ἀρετῶν καὶ κακιῶν καὶ διαφορὰς λογισμῶν, γνωρίσματά τε ἀπαθείας καὶ ὅρους αὐτῆς. Ἔτι δὲ καὶ τῶν νυκτερινῶν φαντασμάτων ἢ ἐνυπνίων γινώσκει τοὺς λόγους, ὧν οἱ μὲν ἀπὸ τοῦ λογιστικοῦ μέρους γίνονται τῆς ψυχῆς κινουμένης τῆς μνήμης, οἱ δὲ ἀπὸ τοῦ θυμικοῦ, ἕτεροι δὲ ἀπὸ τοῦ ἐπιθυμητικοῦ. Ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν τῷ Μοναχῷ διειλήφαμεν· τῆς γὰρ ἠθικῆς πραγματείας ἡ τοιαύτη τῶν λόγων ἐξέτασις· νυνὶ δὲ ποσῶς κεκινήκαμεν τὸν ὑπὸ τοῦ κυρίου διδασκόμενον πόλεμον παραστῆσαι βουλόμενοι.
ἄνθρωπος ματαιότητι ὡμοιώθη
Ματαιότης ἐστὶν ἕξις χειρίστη λογικῆς ψυχῆς, καθ' ἣν τὰς φθαρτὰς ἡδονὰς προαιρουμένη τῶν ἀϊδίων καὶ ἀφθάρτων καταφρονεῖ.
ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται
Ἁφή ἐστι θεοῦ διδασκαλία πνευματικὴ τὸν ἐκ τῆς κακίας ἐναποκείμενον καπνὸν ταῖς λογικαῖς ψυχαῖς ἐξελαύνουσα.
ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτοὺς
Ταῦτα τὰ βέλη ἀντίκεινται τοῖς πεπυρωμένοις βέλεσι τοῦ πονηροῦ.
ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν,
ἐκ χειρὸς υἱῶν ἀλλοτρίων
Χείρ ἐστιν ἀλλοτρία λογισμὸς μετὰ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἐγγινόμενος καὶ κατέχων τὸν νοῦν, ἀλλ' αὐτὴ μὲν ἡ χεὶρ ἅπτεται τῶν πρακτικῶν· τῶν δὲ θεωρητικῶν ἐστιν ἡ χεὶρ γνῶσις ψευδὴς αὐτῶν τῶν πραγμάτων ἢ τῆς θεωρίας αὐτῶν, ἄδικον ἢ ἄσοφον τὸν δημιουργὸν ὑποβάλλουσα.
ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα
Καὶ ὁ προφήτης φησί· Πλὴν κρίματα λαλήσω πρός σε· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται· καὶ πάλιν ὁ Δαυίδ φησι· Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν.
ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστιν·
Μακαριότης ἀδίκων ἐστὶ βίος ἀπενθὴς μετὰ πλήθους χρημάτων.
μακάριος ὁ λαός, οὗ κύριος ὁ θεὸς αὐτοῦ
Μακαριότης δικαίων ἐστὶν ἀπάθεια ψυχῆς μετὰ γνώσεως θεοῦ.
ὑψώσω σε, ὁ θεός μου, ὁ βασιλεύς μου
Ὕψωσις πνευματική ἐστι εὐχαριστία νοῦ καθαροῦ ἐπὶ τοῖς συμβᾶσιν αὐτῷ παρὰ θεῷ ἀγαθοῖς.
καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας
Πάντων μὲν τῶν γεγονότων ἡ θεωρία πεπεράτωται· μόνης δὲ τῆς ἁγίας τριάδος ἡ γνῶσίς ἐστιν ἀπέραντος· οὐσιώδης γάρ ἐστι σοφία.
γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου
Αὕτη ἡ γενεὰ ἐκ τῶν κατ' ἀρετὴν καὶ γνῶσιν γεννωμένων συνίσταται.
ἐξομολογησάσθωσάν σοι, κύριε, πάντα τὰ ἔργα σου
Νῦν τὰ ἔργα τὰς λογικὰς φύσεις λέγει· αὗται γὰρ πεφύκασιν ἐξομολογεῖσθαι θεῷ· εἰ δ' ἀναπέμπεταί τις ἐξομολόγησις καὶ ἀπὸ τῆς φύσεως τῆς σωματικῆς, θεὸς ἂν εἰδείη καὶ οἱ τούτου φίλοι.
ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ
Εἰ ἡ βασιλεία τοῦ θεοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων ἐστίν, καλῶς εἴρηται ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων. Πλὴν καὶ τοῦτο ἰστέον ὅτι γενεὰ καὶ γενεὰ ἐν τοῖς αἰῶσιν λέγεται, τῶν μὲν διδασκόντων, τῶν δὲ μανθανόντων· ἐν δὲ τῇ ἁγίᾳ τριάδι γενεὰ καὶ γενεὰ οὐ ῥηθήσεται, πάντων γεγονότων ἐν θεῷ ἓν κατὰ τὴν προσευχὴν τοῦ κυρίου τὴν λέγουσαν· Δὸς αὐτοῖς ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν καθὼς ἐγὼ καὶ σὺ ἓν ἐσμὲν πάτερ.
καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ
Ὡς ἰατρὸς τῶν ψυχῶν ὁ Χριστὸς ἐν εὐκαιρίᾳ δίδωσιν αὐτοῖς τὴν τροφήν. Χρήσει δὲ τῷ ῥητῷ τούτῳ λύων τὸ ἐν τοῖς εὐαγγελίοις ὑπὸ τοῦ σωτῆρος λεγόμενον τὸ τί ἐμοὶ καὶ σοί, γύναι; καὶ οὔπω ἥκει ἡ ὥρα μου. Καὶ γὰρ ἐκεῖ καιρὸν σημείων οὐχ ἔφασκεν εἶναι, εἴπερ τὰ σημεῖα οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἀπιστία γὰρ μετὰ τὸ κήρυγμα εἴωθε γίνεσθαι, κηρύσσειν δὲ οὔπω ὁ κύριος ἤρξατο τὴν βασιλείαν οὐρανῶν.
καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει
Ἐξολέθρευσις ἁμαρτωλοῦ ἐστι χωρισμὸς λογικῆς ψυχῆς ἀπὸ τῆς ἐπισυμβάσης αὐτῇ κατὰ κακίαν ζωῆς.
καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ
Καὶ ὁ Παῦλος φησιν· Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίαις σαρκίναις. Πλὰξ τοίνυν σαρκίνη ἐστὶν ψυχὴ λογικὴ εὐκόλως ὑποδεχομένη τὸν νόμον τοῦ θεοῦ. Ἔστι δὲ καὶ ψεκτὴ σάρξ, ὡς τὸ οὐ μὴ καταμείνῃ τὸ πνεῦμα μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας· καὶ πάλιν ὁ Παῦλός φησι· Σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται· ἐνταῦθα γὰρ ἡ σὰρξ τὴν κακίαν σημαίνει.
Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα
Ἀλήθειαν εἶπε τὸν ἀληθινὸν ἀπὸ τῆς ἕξεως ὀνομάσας τὸν μετέχοντα τῆς ἕξεως· οὕτω καὶ ἐλεημοσύνην ἀγαπᾷ κύριος καὶ κρίσιν, τουτέστι τὸν ἐλεήμονα καὶ δικαιοκρίτην. Καὶ παρὰ τῷ Παύλῳ· Ἡ ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ ὁ ἔχων τὴν ἀγάπην. Κατὰ τὰ αὐτὰ δὲ καὶ ἀπὸ τῶν χειρόνων ἕξεων εὑρήσεις ὀνομαζομένους τοὺς κεκτημένους αὐτάς.
κύριος λύει πεπηδημένους
Οὔτε τὰ πράγματα δεσμεῖ τὸν νοῦν οὔτε τὰ τούτων νοήματα, ἀλλὰ τὰ ἐμπαθῆ τῶν πραγμάτων νοήματα. Καὶ γὰρ τὸν χρυσὸν ὁ κύριος ἔκτισεν καὶ αὐτὸς τὴν γυναῖκα πεποίηκεν· οὐδὲν δὲ τῶν γεγονότων ὑπὸ θεοῦ ἐναντιοῦται τῇ σωτηρίᾳ τῇ τῶν ἀνθρώπων, ἀλλ' ἡ πορνεία καὶ ἡ πλεονεξία δεσμοῦσι τὸν νοῦν ἀναγκάζουσι χρονίζειν τὰ νοήματα τῶν πραγμάτων ἐν τῇ καρδίᾳ. Ἵστησι γὰρ τὸν νοῦν τὰ πράγματα διὰ τῶν ἐμπαθῶν νοημάτων, καθάπερ καὶ τὸ ὕδωρ τὸν διψῶντα διὰ τῆς δίψης καὶ τὸν πεινῶντα ὁ ἄρτος διὰ τῆς πείνης. Τί οὖν πρὸς ταῦτα; Ὁ ἰατρὸς τῶν ψυχῶν οὔτε τὰ πράγματα διαφθείρει, αὐτὸς γὰρ αὐτῶν ἐστι δημιουργός, οὔτε τὸν νοῦν μὴ νοεῖν αὐτὰ καταναγκάζει, τοῦ γὰρ ὑπ' αὐτοῦ νοεῖσθαι ἕνεκεν γέγονεν, ἀλλὰ διὰ τῆς πνευματικῆς διδασκαλίας καὶ τῶν ἐντολῶν ἀνατρέψας τὰ πάθη, ἅπερ ἕτερά ἐστι τῶν νοημάτων καὶ τῶν πραγμάτων ἀφ' ἡμῶν ἔχοντα τὰς ἀρχὰς, ἐλεύθερον ἀφῆκε τὸν νοῦν τῶν δεσμῶν· καὶ τοῦτ' ἂν εἴη τό κύριος λύει πεπεδημένους.
κύριος σοφοῖ τυφλοὺς
Τυφλότης ἐστὶ στέρησις γνώσεως.
τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει
Οὓς διασκορπίζει ἡ κακία, τούτους συνάγει ἡ ἀρετή· οὕτω καὶ ὁ κύριος ἐν τοῖς εὐαγγελίοις φησί· Καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ σκορπίζει.
ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν
Ὁ ἀριθμὸς ᾧ χρώμενος ὁ θεὸς ἀριθμεῖ τὰ λογικὰ καταστάσεων ἀρίστων μηνύει διαφορὰς καὶ ἃ τίθησιν ὀνόματα αὐτοῖς διαφόρους καὶ πνευματικὰς γνώσεις σημαίνει. Περὶ δὲ τῶν ἑρπετῶν τῶν ἐν τῇ θαλάσσῃ φησίν· Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός. Πῶς γὰρ ἐφαρμοσθήσεται ὁ πνευματικὸς ἀριθμὸς τοῖς ἕρπουσιν ἐπὶ γαστέρα καὶ δουλεύουσι ταῖς ἡδοναῖς, ὧν ὁ θυμὸς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως καὶ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Καὶ πάλιν ὁ Σολομὼν πολλοὺς λέγει τοὺς τετρωμένους ὑπὸ τῆς κακίας καὶ ἀναριθμήτους τοὺς πεφονευμένους.
καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν
Ζητήσεις μήποτε συνεκδοχικῶς διὰ τῶν κοράκων πᾶσαν τῶν πτηνῶν τὴν φύσιν σημαίνει ὡς ἐπικαλουμένην θεὸν ἢ κόρακας νῦν λέγει φύσεις λογικὰς νοητῶς τρέφειν δικαίους πεπιστευμένας καὶ κολάζειν ἀδίκους προστασσομένας, εἴπερ τοῦ μὲν καταγελῶντος πατρὸς καὶ ἀτιμάζοντος γῆρας μητρὸς ἐκκόπτουσι κόρακες τοὺς ὀφθαλμοὺς ἐκ τῶν φαράγγων· τῷ δὲ Ἠλίᾳ ἄρτον κομίζουσι τὸ πρωῒ καὶ κρέα τὸ δείλῃ.
οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ·
εὐδοκεῖ κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ
Ματαία, φησί, δύναμις ἀνθρώπου καὶ τάχος ποδῶν· Φόβος γὰρ κυρίου προστίθησι γνῶσιν καὶ ἀγαθὴ ἐλπὶς δωρεῖται ἔλεον.
Ἐπαίνει Ἱερουσαλήμ, τὸν κύριον, αἴνει τὸν θεόν σου, Σιών,
ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου
Μοχλοὶ μὲν τῆς Ἱερουσαλήμ εἰσιν αἱ πρακτικαὶ ἀρεταὶ κωλύουσαι τοὺς ἐχθροὺς παρεισδύνειν, τῆς δὲ Σιὼν τὰ οὐράνια δόγματα καὶ ἡ ὀρθὴ πίστις τῆς προσκυνητῆς καὶ ἁγίας τριάδος, εἴπερ ἡ μὲν Ἱερουσαλὴμ τὴν ψυχὴν σημαίνει, ἡ δὲ Σιὼν τὸν νοῦν· ἑρμηνεύεται γὰρ Ἱερουσαλὴμ μὲν ὅρασις εἰρήνης, ἡ δὲ Σιὼν σκοπευτήριον.
ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην
Τὰ ὅρια τῆς εἰρήνης φασὶν εἶναι τὴν ἀπάθειαν τῆς ψυχῆς.
καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε
Οὗτος ὁ πυρὸς ἐκ τοῦ σπέρματός ἐστιν ἐκείνου τοῦ καλοῦ τοῦ σπαρέντος ὑπὸ τοῦ κυρίου ἐν τῷ ἀγρῷ, ὅπερ πνευματικὴν γνῶσιν σημαίνει.
τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος,
βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;
ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά·
Διττῶς λέγεται διδόναι θεὸς ἢ ἐνεργῶν ἢ συγχωρῶν. Καὶ ἐπὶ μὲν τῶν ἀγαθῶν ὡς ἐνεργῶν, ἐπὶ δὲ τῶν κακῶν ὡς συγχωρῶν, ὡς εἰ καὶ περὶ τοῦ ἡλίου τις ἔλεγεν ὅτι αὐτός ἐστιν ὁ τὴν ἡμέραν ποιῶν καὶ τὴν νύκτα, ἀλλ' ἡμέραν μὲν λάμπων, νύκτα δὲ ὑποχωρῶν. Κατὰ οὖν τὸ δεύτερον σημαινόμενον τὸ διδόναι τὸν θεὸν ἐνταῦθα νομιστέον, εἴπερ ἀποστέλλων τὸν λόγον αὐτοῦ τήκει αὐτά.
Ἡ χιὼν καὶ ὁ κρύσταλλος καὶ ἡ ὁμίχλη καὶ τὸ ψῦχος κατὰ στέρησιν τοῦ ἡλίου τῆς δικαιοσύνης ἐπισυμβαίνει τῇ φύσει τῇ λογικῇ, ἅπερ ἔτηξεν ὁ τοῦ θεοῦ λόγος ἀποσταλείς· Πῦρ γὰρ ἦλθεν βαλεῖν ἐπὶ τὴν γῆν.
ἀπαγγέλλων τὸν λόγιον αὐτοῦ τῷ Ιακωβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ·
οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει
Εἰ οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, ἀλλὰ μόνῳ τῷ Ἰακὼβ καὶ τῷ Ἰσραήλ, καὶ ἡμεῖς οἱ ἐξ ἐθνῶν τὰ λόγια αὐτοῦ καταδεξάμενοι, Ἰακὼβ καὶ Ἰσραήλ ἐσμεν, ἐπεὶ καὶ ἡμῖν ἐποίησεν.
αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν
Αἶνός ἐστιν ὕμνος εἰς θεὸν ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων.
αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς
Τὸ φῶς νῦν συμβολικῶς λογικὴν φύσιν σημαίνει· Ὑμεῖς γάρ, φησίν, ἐστὲ τὸ φῶς τοῦ κόσμου.
αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν
Οὐρανός ἐστι νοητὸς φύσις λογικὴ τὸν τῆς δικαιοσύνης ἥλιον ἐν ἑαυτῇ περιφέρουσα.
καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν,
αἰνεσάτωσαν τὸ ὄνομα κυρίου
Τὸ ὕδωρ τὸ ἐπάνω τῶν οὐρανῶν λογικὰς φύσεις σημαίνει κεχωρισμένας ἀπὸ τῶν ἐν τοῖς οὐρανοῖς ὄντων ὑδάτων. Ἄλλο γάρ ἐστιν ὕδωρ τὸ ὑποκάτω τοῦ στερεώματος καὶ ἄλλο τὸ ἐπάνω τοῦ στερεώματος καὶ ἕτερον τὸ ἐν τοῖς οὐρανοῖς καὶ ἄλλο πάλιν τὸ ἐπάνω τῶν οὐρανῶν, ὅπερ νῦν αἰνεῖν λέγεται τὸ ὄνομα κυρίου. Ταῦτα δὲ πάντα τὰ ὕδατα σημαίνει ἅγια καὶ λογικὰ τάγματα διαφόροις ἐνδιατρίβοντα κόσμοις, ἅπερ ὁ ἱερὸς ἀπόστολος ὀνόμασιν ἑτέροις δεδήλωκεν θρόνους λέγων καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας.
καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ
Κέρας ἐστὶ νοῦς καθαρός.
ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ
Ὕμνος ἐστὶν ἔκπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων καὶ γινομένων ὑπὸ θεοῦ.
ᾄσατε τῷ κυρίῳ ᾆσμα καινὸν
Οὗτος ᾄδει ᾆσμα καινὸν ὁ τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενος τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης καὶ ἐνδυσάμενος τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα.
καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν
Ῥομφαία ἐστὶ νοητὴ λόγος πνευματικὸς ἐκκόπτων ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας.
τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις
Δεσμός ἐστι νοητὸς ἀπάθεια ψυχῆς λογικῆς. Δεσμός ἐστι νοητὸς διδασκαλία πνευματικὴ μὴ συγχωροῦσα τὸν νοῦν ἐπὶ τὴν κακίαν ὁδεύειν. Δεσμός ἐστι νοητὸς ὁ φόβος κυρίου ἐκκλίνων ἀπὸ κακίας. Δεσμός ἐστι νοητὸς ἀγάπη πνευματικὴ μηδὲν προτιμῶσα τῆς γνώσεως τοῦ θεοῦ. Δεσμός ἐστι νοητὸς ἐπιθυμία...
αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σὰλπιγγος
Σάλπιγξ ἐστὶ νοῦς θεωρητικὸς ἢ νοῦς διδασκαλίαν πνευματικὴν γνῶναι πεπιστευμένος.
αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ
Ψαλτήριον.
Κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη.
αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ
Τύμπανόν ἐστι νέκρωσις τοῦ ἐπιθυμητικοῦ δι' αὐτὸ τὸ καλόν.
Χορὸς ἐστι συμφωνία ψυχῶν λογικῶν τὸ αὐτὸ λεγουσῶν καὶ μὴ ἐχουσῶν σχίσματα ἐν αὐταῖς.
αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ
Χορδαί εἰσιν συμφώνησις ἀνταναιρεθείσης φωνῆς ἀρετῶν.
Ὄργανόν ἐστιν ἐκκλησία θεοῦ ἀπὸ πρακτικῶν καὶ θεωρητικῶν συνεστῶσα ψυχῶν.
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις
Κύμβαλόν ἐστιν εὔηχον ψυχὴ πρακτικὴ τῷ πόθῳ προσηλουμένη Χριστοῦ.
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.
Κύμβαλόν ἐστιν ἀλαλαγμοῦ νοῦς καθαρὸς παρὰ τῆς τοῦ Χριστοῦ ἐμπνεόμενος σωτηρίας.
πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον
Εἰ τὸ φῶς τοῦ κυρίου, κατὰ τὸν Σολομῶντα, ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν, πᾶσα λογικὴ φύσις ἀναπνέουσα τοῦτο τὸ φῶς αἰνεσάτω τὸν κύριον.