Greek text of Géhin's edition of Evagrius's Explication of Proverbs, logical reference
system
tag:kalvesmaki.com,2014:tan-key:evagrius
General keywords associated with the TAN collection for Evagrius of Pontus
tag:evagriusponticus.net,2012:scriptum:géhin-1987
Géhin's 1987 edition of Evagrius's Scholia on Proverbs
Started file
Text needs to be proofread
Σὰρξ ἐν ταῖς γραφαῖς τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς λέγεται.
Βλέφαρα τὰ περὶ τοῦ νοῦ ἐνεργήματα, οἱ λογισμοὶ τοῦ νοῦ.
Αἱ ὁδοὶ αἱ πράξεις καὶ αἱ ἀρεταί.
Τὰ ἀριστερὰ τὰ χαλεπὰ καὶ ἀηδῆ.
Δεξιὰ τὰ εὔθυμα καὶ κρείττονα καὶ εὐρύτερα.
Φαύλη γυνὴ ἡ διαλεκτική.
Ἀγγεῖα αἱ πράξεις αἱ ὑποδεχόμεναι καὶ χωροῦσαι θεωρίαν.
Ὕδατα οἱ λόγοι.
Φρέαρ τὸ τοῦ νοῦ βάθος.
Ἔλαφος ἐπὶ ἀλεξικάκου εἴρηται.
Πῶλος ὁ τῶν κακῶν ἀνεπίδεκτος· ἐνίοτε καὶ κατὰ τοῦ ἐναντίου λέγεται.
Χάριτες αἱ ἀρεταί.
Φίλος ὡς πρὸς τὴν ψυχὴν πολλάκις τὸ σῶμα ἐκλήθη.
Παῖδες νόθοι οἱ τῶν ἑτεροδόξων λόγοι.
Χάρις τὸ ἐκ τῆς παντελείας τῶν ἀρετῶν γινόμενον.
Πονηρία καὶ ἀπόνοια ἡ ἀμαθία καὶ ἡ ἄνοια.
Πλοῦτος πολλάκις τὰ ἀγαθὰ καὶ αἱ ἀρεταί.
Ἀπώλεια ἡ κόλασις.
Βακτηρία τὰ ἠθικὰ παιδεύματα.
Ῥάβδος ἐνίοτε ἐπὶ κόλασιν.
Τροφαὶ οἱ λόγοι.
Φάτναι τὰ ἠθικὰ παιδεύματα.
Βόες ἱερεῖς καὶ διδάσκαλοι.
Γενήματα οἱ ἐξ ἰδίας ἕξεως λόγοι προσφερόμενοι σοφοί.
Χείλη σοφὰ οἱ ὀρθοὶ λογισμοί.
Πλάνη τὸ μὴ εἰδέναι τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ.
Γινώσκει τὰ παρὰ πάντων ὁ κύριος οὐκ αἰσθήσει χρώμενος· φῶς γάρ ἐστι ἀληθινόν.