Greek text of Géhin's edition of Evagrius's Scholia on Ecclesiastes, logical reference system tag:kalvesmaki.com,2014:tan-key:evagrius General keywords associated with the TAN collection for Evagrius of Pontus Started file.
〈Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαυίδ, βασιλέως Ἰσραὴλ ἐν Ἱερουσαλήμ〉
Ἐκκλησία ἐστὶν ψυχῶν καθαρῶν γνῶσις ἀληθὴς αἰώνων καὶ κόσμων καὶ τῆς ἐν αὐτοῖς κρίσεως καὶ προνοίας. Ἐκκλησιαστὴς δέ ἐστιν ὁ ταύτης τῆς γνώσεως γεννήτωρ Χριστός· ἢ Ἐκκλησιαστής ἐστιν ὁ διὰ τῶν ἠθικῶν θεωρημάτων καθαίρων ψυχὰς καὶ προσάγων αὐτὰς τῇ φυσικῇ θεωρίᾳ.
〈ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής, ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης〉
Πρὸς τοὺς εἰσελθόντας εἰς τὴν νοητὴν ἐκκλησίαν καὶ θαυμάζοντας τὴν θεωρίαν τῶν γεγονότων, ὁ λόγος φησί· μὴ νομίσητε τοῦτο εἶναι τὸ ἔσχατον τέλος, ὦ οὗτοι, τὸ ταῖς ἐπαγγελίαις ὑμῖν ἐναποκείμενον· ταῦτα γὰρ πάντα ματαιότης ἐστὶ ματαιοτήτων ἐνώπιον τῆς γνώσεως αὐτοῦ τοῦ θεοῦ. Ὥσπερ γὰρ μάταια μετὰ τὴν τελείαν ὑγείαν τὰ φάρμακα, οὕτω μετὰ τὴν γνῶσιν τῆς ἁγίας τριάδος μάταιοι τῶν αἰώνων καὶ κόσμων οἱ λόγοι.
〈οὐκ ἔστιν μνήμη τοῖς πρώτοις〉
Εἰ οὐκ ἔστι μνήμη τοῖς πρώτοις, πῶς ὁ Δαυίδ φησιν· «ἐμνήσθην ἡμερῶν ἀρχαίων» καὶ «ἔτη αἰώνια ἐμνήσθην»; ἢ τὸ τηνικαῦτα λήθη τούτων πάντων γενήσεται, ὁπηνίκα ἂν ἡ λογικὴ φύσις ὑποδέξηται τὴν ἁγίαν τριάδα· τότε γὰρ ὁ θεὸς ἔσται τὰ πάντα ἐν πᾶσιν. Εἰ γὰρ τὰ νοήματα τῶν πραγμάτων ἐν τῇ διανοίᾳ γινόμενα εἰς ἀνάμνησιν ἄγει τῶν πραγμάτων τὸν νοῦν, πάντων δὲ τῶν νοημάτων χωρίζεται νοῦς θεὸν θεασάμενος, πάντων ἄρα τῶν γεγονότων ἐπιλανθάνεται νοῦς ὑποδεξάμενος τὴν ἁγίαν τριάδα.
〈ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ〉
Πονηρὸν τὸ ἐπίπονον λέγει, οὐ τὸ τῷ ἀγαθῷ ἀντικείμενον· ἐκεῖνο γὰρ οὐδενὶ δίδωσιν ὁ θεός· οὐ γάρ ἐστιν αἴτιος κακῶν, πηγὴ ἀγαθωσύνης ὑπάρχων, πλὴν εἰ μὴ λέγεται διδόναι ὡς συγχωρῶν κατὰ τὸν τῆς ἐγκαταλείψεως λόγον.
〈διεστραμμένον οὐ δυνήσεται τοῦ ἐπικοσμηθῆναι καὶ ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι〉
Διεστραμμένον τὸν νοῦν τὸν ἀκάθαρτον λέγει· «διεστραμμένη γάρ, φησί, καρδία τεκταίνεται κακά.» Κόσμον δὲ τὴν σοφίαν ἐν ταῖς Παροιμίαις ὠνόμασεν, ἔνθα λέγει· «κόσμος νεανίαις σοφία»· «εἰς κακότεχνον οὖν ψυχὴν οὐκ εἰσελεύσεται σοφία.» Οὐκ εἶπε δέ· οὐ δυνήσεται τοῦ κοσμηθῆναι, ἀλλ'· οὐ δυνήσεται τοῦ ἐπικοσμηθῆναι· κοσμεῖ μὲν γάρ τινα βίος ὀρθός, ἐπικοσμεῖ δὲ σοφία θεοῦ. Διεστραμμένος τοιγαροῦν νοῦς κοσμηθῆναι μὲν δύναται· ἐπικοσμηθῆναι δὲ οὐ δύναται, ἐὰν μὴ διὰ τῶν ἀρετῶν ἐκκαθάρῃ ἑαυτὸν καὶ ποιήσῃ σκεῦος χρήσιμον τῷ δεσπότῃ.
Ὁ τοῦ θεοῦ ἀριθμὸς ὃν ἀριθμεῖ τοὺς ἁγίους πνευματικήν τινα καὶ ὡρισμένην τάξιν δηλοῖ· «ἀριθμῶν γάρ, φησί, πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.» Τούτῳ τῷ ἀριθμῷ καὶ Μωσεῖ προστάσσει ὁ κύριος ἀριθμῆσαι τοὺς υἱοὺς Ἰσραήλ· ὁ δὲ Δαυὶδ περὶ τῶν ἑρπόντων ἀνθρώπων καὶ ταῖς ἡδοναῖς δουλευόντων, τί φησιν; «ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός»· καὶ ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τῆς κακίας λέγει· «πολλοὺς γὰρ τρώσασα καταβέβληκε καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκε.» Τὸ οὖν ἐνταῦθα λεγόμενον ὑστέρημα καὶ οἱ πεφονευμένοι καὶ τὰ ἑρπετὰ τῆς αὐτῆς εἰσι καταστάσεως, τῆς μὴ ἁρμοζούσης τῷ πνευματικῷ ἀριθμῷ. Εἰ δὲ λέγει ὁ Δαυὶδ καὶ τῆς συνέσεως τοῦ θεοῦ μὴ εἶναι ἀριθμόν, οὐχ ὡς ἀναξίας αὐτῆς οὔσης τοῦ ἀριθμοῦ τοῦτο γράφει, ἀλλ' ὡς μὴ πεφυκυίας αὐτῆς διὰ τὸ ἀκατάληπτον ὑποβάλλεσθαι ἀριθμῷ. Ὥσπερ γὰρ τὸ ἀόρατον διχῶς λέγεται, καὶ τὸ μὴ πεφυκὸς ὁρᾶσθαι, ὡς θεός, καὶ τὸ πεφυκὸς μὲν ὁρᾶσθαι, οὐ μὴν δὲ ὁρώμενον, ὡς ἐν τῷ βυθῷ σίδηρος διὰ τὸ καλύπτεσθαι ὑπὸ τοῦ ὕδατος, οὕτω καὶ τὸ ἀναρίθμητον διχῶς λέγεται, καὶ τὸ μὴ πεφυκὸς ἀριθμεῖσθαι καὶ τὸ μὴ ἀριθμούμενον δι' αἰτίαν τινά.
〈ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶντα ξύλα〉
Ὑπερβατῶς εἴρηται· ἔστι δὲ αὐτοῦ ἡ ἐπ' εὐθεῖαν ἀνάγνωσις ἥδε· τοῦ ποτίσαι ἀπ' αὐτῶν τὰ ξύλα δρυμοῦ βλαστῶντα.
〈καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ὑφεῖλον ἀπ' αὐτῶν· οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης〉
Οὐ λόγῳ αἰτεῖ γνῶσιν ψυχή, ἀλλὰ τῇ καθαρότητι· «οὐ γὰρ πᾶς ὁ λέγων μοι· κύριε, κύριε, εἰσελεύσεται, φησίν, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου»· κατὰ ἀναλογίαν γὰρ τῆς καταστάσεως καὶ τὴν γνῶσιν δεχόμεθα, εἴγε ᾧ μέτρῳ μετροῦμεν καὶ ἀντιμετρηθήσεται ἡμῖν· αἴτησις τοίνυν ἐστὶ νοητὴ ἀπάθεια ψυχῆς λογικῆς ἁγίαν γνῶσιν ἐπισπωμένη. Οὕτως οὖν οὐδὲν ὑφαιρεῖ ἀπὸ τῶν ὀφθαλμῶν ὁ πάσης τῆς γνώσεως παρέχων ἑαυτὸν δεκτικόν· πᾶσαν δὲ λέγω γνῶσιν, τὴν πεφυκυῖαν ἐπισυμβαίνειν ψυχῇ συνδεδεμένῃ αἵματι καὶ σαρκί.
Ὁ μηδὲν ἁμαρτάνων οὐκ ἀποκωλύει τὴν καρδίαν αὐτοῦ ἀπὸ πάσης πνευματικῆς εὐφροσύνης.
〈καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος〉
Πνεῦμα τὴν ψυχὴν ὀνομάζει· ἡ γὰρ προαίρεσίς ἐστι ποιὰ νοῦ κίνησις. Καὶ ὁ Δαυίδ· «εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου»· καὶ ὁ Στέφανος· «κύριε Ἰησοῦ, φησί, δέξαι τὸ πνεῦμά μου»· καὶ ἐν ταῖς Βασιλείαις· «οὐκ ἐλύπησε, φησίν, ὁ Δαυὶδ τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ.»
〈τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ〉
Εἰ «παντὸς ἀνδρὸς κεφαλὴ ὁ Χριστός», ἀνὴρ δὲ καὶ ὁ σοφός, κεφαλὴ τοῦ σοφοῦ ὁ Χριστός· ἀλλ' ὁ Χριστὸς ἡμῶν σοφία ἐστίν—«ἐγεννήθη γὰρ ἡμῖν σοφία ἀπὸ θεοῦ»—, ἡ κεφαλὴ ἄρα τοῦ σοφοῦ ἡ σοφία ἐστίν, ἐν ᾗ τοὺς ὀφθαλμοὺς ἔχει τῆς διανοίας ὁ σοφὸς θεωρῶν ἐν αὐτῇ τοὺς λόγους τῶν γεγονότων.
〈ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον〉
Ἐντεῦθεν δείκνυται ὅτι ἡ προαίρεσις τοῦ πνεύματος προαίρεσις καρδίας ἐστίν.
〈ὅτι τίς φάγεται καὶ τίς πίεται πάρεξ αὐτοῦ;〉
Τίς γὰρ χωρὶς Χριστοῦ δυνήσεται φαγεῖν τὰς σάρκας αὐτοῦ ἢ πιεῖν τὸ αἷμα αὐτοῦ, ἅπερ ἀρετῶν σύμβολά ἐστι καὶ γνώσεως;
〈καὶ τῷ ἁμαρτάνοντι ἔδωκεν περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος〉
Τοῦτο ὅμοιόν ἐστι τῇ παροιμίᾳ τῇ λεγούσῃ· «ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτὸν» καὶ «σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ»· διόπερ ἀρκεσθῶμεν τοῖς ἐκεῖσε κειμένοις σχολίοις. Πλὴν τοῦτο ἰστέον, ὅτι ματαιότητα τὴν συναγωγὴν τῶν ἁμαρτιῶν ἀπεφήνατο, οὐ τὸ τυχεῖν αὐτὸν παρὰ θεοῦ ἀγαθοῦ διδασκάλου.
〈εἶδον σὺν τὸν περισπασμὸν ὃν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τοῦ ἀνθρώπου τοῦ περισπᾶσθαι ἐν αὐτῷ.
σύμπαντα ἃ ἐποίησεν καλὰ ἐν καιρῷ αὐτοῦ, καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ὁ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ θεὸς ἀπ' ἀρχῆς καὶ μέχρι τέλους.
ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ·
καί γε πᾶς ἄνθρωπος ὃς φάγεται καὶ πίεται καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστιν〉
Εἶδον, φησί, τὰ αἰσθητὰ πράγματα περισπῶντα τὴν διάνοιαν τοῦ ἀνθρώπου, ἅπερ ἔδωκεν ὁ θεὸς πρὸ τῆς καθάρσεως τοῖς ἀνθρώποις ἵν' ἐν αὐτοῖς περισπῶνται. Πρόσκαιρον δὲ αὐτῶν τὴν καλλονὴν λέγει καὶ οὐκ ἀΐδιον· μετὰ γὰρ τὴν κάθαρσιν οὐκ ἔτι ὡς περισπῶντα τὸν νοῦν αὐτοῦ μόνον ὁ καθαρὸς τὰ αἰσθητὰ πράγματα καθορᾷ, ἀλλ' ὡς ἐγκείμενα αὐτῷ πρὸς τὴν πνευματικὴν θεωρίαν. Ἄλλως γὰρ τυποῦται ὁ νοῦς τοῖς αἰσθητοῖς διὰ τῶν αἰσθήσεων ἐπιβάλλων αἰσθητῶς, καὶ ἄλλως διατίθεται τοὺς λόγους τοὺς ἐναποκειμένους τοῖς αἰσθητοῖς θεωρῶν· ἀλλ' αὕτη μὲν ἡ γνῶσις καθαροῖς μόνον ἐπισυμβαίνει, ἡ δὲ διὰ τῶν αἰσθήσεων κατανόησις τῶν πραγμάτων καὶ καθαροῖς καὶ ἀκαθάρτοις. Διὸ καὶ περισπασμὸν πρόσκαιρον εἶπεν αὐτὴν παρὰ θεοῦ δεδομένην· προνοούμενος γὰρ ὁ θεὸς τῆς ἐμπαθοῦς ψυχῆς ἔδωκεν αὐτῇ αἰσθήσεις καὶ πράγματα αἰσθητά, ὅπως ἐν αὐτοῖς περισπωμένη καὶ νοηματιζομένη ἐκφεύγῃ τοὺς μέλλοντας αὐτῇ παρὰ τῶν ἀντικειμένων ἐμβάλλεσθαι λογισμούς. Ἔδωκε δὲ αὐτοῖς, φησί, καὶ τὸν αἰῶνα, τουτέστι τοὺς λόγους τοῦ αἰῶνος· αὕτη γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἣν ἐντὸς ἔχειν ἡμᾶς εἶπεν ὁ κύριος, ἥτις καλυπτομένη ὑπὸ τῶν παθῶν οὐχ εὑρίσκεται τοῖς ἀνθρώποις. Ἔγνων οὖν, φησίν, ὅτι οὐκ ἔστι τὰ πράγματα ἀγαθά, ἀλλ' οἱ λόγοι τῶν πραγμάτων, ἐφ' οἷς καὶ εὐφραίνεσθαι πέφυκεν ἡ φύσις ἡ λογικὴ καὶ ἐργάζεσθαι τὸ ἀγαθόν· οὐδὲν γὰρ οὕτω τρέφει καὶ ποτίζει τὸν νοῦν ὡς ἀρετὴ καὶ γνῶσις θεοῦ.
Τὸ ἀγαθὸν ποιοῦμεν διὰ τῆς εὐκαίρου χρήσεως τῶν ὑπὸ τοῦ θεοῦ δεδομένων ἡμῖν· οὕτω γὰρ καὶ πάντα καλὰ ἔσται ἐν καιρῷ αὐτοῦ καὶ «ἰδοὺ πάντα καλὰ λίαν».
〈ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ θεός, αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ' αὐτῶν οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν, καὶ ὁ θεὸς ἐποίησεν, ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ〉
Εἰ «πάντα ὅσα ἐποίησεν ὁ θεὸς ἔσται εἰς τὸν αἰῶνα», τὴν δὲ κακίαν ὁ θεὸς οὐκ ἐποίησεν, οὐκ ἔσται ἄρα εἰς τὸν αἰῶνα ἡ κακία.
Ἀπὸ τῆς πολυποικίλου σοφίας οὐκ ἔστιν ἀφελεῖν καὶ ταύτῃ οὐκ ἔστι προσθεῖναι. Ἐποίησε δέ, φησίν, αὐτὴν ὁ θεὸς ἵνα οἱ ἄνθρωποι ἐφιέμενοι τῆς γνώσεως παύσωνται τῆς κακίας· «τῷ γὰρ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.»
〈τὸ γενόμενον ἤδη ἐστίν, καὶ ὅσα τοῦ γίνεσθαι, ἤδη γέγονεν, καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον〉
Εἰ «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», ἡ δὲ βασιλεία τῶν οὐρανῶν οἱ λόγοι τῶν γεγονότων καὶ γενησομένων αἰώνων εἰσί, μακάριοι ἄρα οἱ δεδιωγμένοι, ὅτι αὐτοὶ γνώσονται τὴν θεωρίαν τῶν γεγονότων. Τοῦτον γὰρ λέγεται ζητεῖν ὁ θεὸς ὃν φωτίζει τῇ γνώσει καὶ τοῦτον μὴ ζητεῖν ὃν μὴ φωτίζει τῇ γνώσει· «ἐπλανήθην, φησὶν ὁ Δαυίδ, ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην»· καὶ γὰρ αὐτὸς ἦν διωκόμενος· «πολλοί, φησίν, οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.»
〈ἐκεῖ εἶπα ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός, καὶ τοῦτο δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσίν〉
Λαλιὰν νῦν τοῦ ἀνθρώπου τὸν βίον αὐτοῦ ὠνόμασεν, εἴγε περὶ παντὸς ἀργοῦ λόγου δώσομεν εὐθύνας ἐν ἡμέρᾳ κρίσεως, ἐν ᾗ καὶ οἱ καθαροὶ καὶ οἱ ἀκάθαρτοι φανεροῦνται.
〈καί γε αὐτοῖς συνάντημα υἱῶν τοῦ ἀνθρώπου καὶ συνάντημα τοῦ κτήνους, συνάντημα ἓν αὐτοῖς· ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου, καὶ πνεῦμα ἓν τοῖς πᾶσιν· καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος; οὐδέν, ὅτι τὰ πάντα ματαιότης.
τὰ πάντα πορεύεται εἰς τόπον ἕνα· τὰ πάντα ἐγένετο ἀπὸ τοῦ χοός, καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν·
καὶ τίς οἶδεν τὸ πνεῦμα υἱῶν τοῦ ἀνθρώπου εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω, καὶ πνεῦμα τοῦ κτήνους εἰ καταβαίνει αὐτὸ κάτω εἰς τὴν γῆν;
καὶ εἶδον ὅτι οὐκ ἔστιν ἀγαθὸν εἰ μὴ ὃ εὐφρανθήσεται ἄνθρωπος ἐν ποιήμασιν αὐτοῦ, ὅτι αὐτὸ μερὶς αὐτοῦ· ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἐὰν γένηται μετ' αὐτόν;〉
Συνάντημα λέγει τὰ κοινῶς συμβαίνοντα πᾶσιν ἀνθρώποις καὶ δικαίοις καὶ ἀδίκοις ἐν τῷ κόσμῳ τούτῳ, οἷον ζωήν, θάνατον, νόσον, ὑγείαν, πλοῦτον, πενίαν, ἀποβολὰς μελῶν, γυναικῶν, τέκνων, ὑπαρχόντων, ἀφ' ὧν οὐκ ἔστι διαγνῶναι πρὸ τῆς κρίσεως τὸν δίκαιον καὶ τὸν ἀσεβῆ. Κοινὸν δὲ λέγει αὐτῶν καὶ τὸ ἀπὸ τοῦ χοὸς εἶναι καὶ τὸ ἐπιστρέφειν πάλιν ἐπὶ τὸν χοῦν καὶ τὸ μίαν αὐτοὺς ἔχειν ψυχὴν οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει· «πνεῦμα γάρ, φησίν, ἓν τοῖς πᾶσι.» Κτῆνος δὲ νῦν εἶπε τὸν ἄνθρωπον τὸν γενόμενον ἐν τιμῇ καὶ μὴ συνιέντα, ἀλλὰ διὰ τῶν ἀλόγων ἡδονῶν συμπαραβληθέντα τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὁμοιωθέντα αὐτοῖς. Ἀλλ' οὐδὲ δι' ὧν ἐνεργοῦσιν οἱ δίκαιοι καὶ οἱ ἄδικοι γνώριμοι σαφῶς ἔσονται πρὸ τῆς κρίσεως, πολλῶν ἀδίκων μεταβάντων ἐπὶ δικαιοσύνην καὶ ὑψωθέντων καὶ πολλῶν δικαίων τῆς ἀρετῆς ἐκπεσόντων καὶ ταπεινωθέντων. Τί οὖν τὸ περισσὸν εὗρον ἐν τούτοις; νῦν, οὐδέν, φησίν. Πάντα γὰρ ματαιότης πλὴν τῆς πνευματικῆς εὐφροσύνης, ἥτις ἐπὶ τοῖς ποιήμασι καὶ ταῖς ἀρεταῖς τοῦ ἀνθρώπου πέφυκεν γίνεσθαι· ταύτης γὰρ τῆς εὐφροσύνης ὁ ἐκπεσὼν οὐκ ἐπανήξει πάλιν ἐνταῦθα ποιήσων τὰ συντελοῦντα πρὸς κτῆσιν αὐτῆς.
Ὅτι καὶ ἡ ἄλογος ψυχὴ λέγεται πνεῦμα.
〈καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον σὺν πάσας τὰς συκοφαντίας τὰς γενομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς, καὶ οὐκ ἔστιν αὐτοῖς ὁ παρακαλῶν〉
Συκοφαντίας λέγει τοὺς ἀντικειμένους ἡμῖν· «ἔκδεξαι γάρ, φησί, τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι»· καὶ πάλιν περὶ τοῦ σωτῆρος Χριστοῦ φησι· «καὶ ταπεινώσει συκοφάντην καὶ συμπαραμενεῖ τῷ ἡλίῳ.» Οἱ δὲ συκοφαντούμενοι πρὸ τοῦ Χριστοῦ ἦσαν οἱ ἄνθρωποι οἷς οὐχ ὑπῆρχεν ὁ παρακαλῶν, ὁποῖος ἦν ὁ λέγων ταῦτα· «παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ.»
〈καὶ ἐπῄνεσα ἐγὼ σὺν τοὺς τεθνηκότας, τοὺς ἤδη ἀποθανόντας, ὑπὲρ τοὺς ζῶντας, ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν·
καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὔπω ἐγένετο, ὃς οὐκ εἶδεν σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον〉
Καὶ ἐπῄνεσα τοὺς ἤδη συναποθανόντας τῷ Χριστῷ καὶ ῥυσθέντας ἀπὸ τῶν συκοφαντούντων αὐτοὺς ὑπὲρ τοὺς ζῶντας ἐν κακίᾳ καὶ ἐπιμένοντας αὐτῇ μέχρι τοῦ νῦν. Ἀγαθὸς δὲ ὁ μήτε προσδεηθεὶς τοιούτου θανάτου χωρίζοντος αὐτὸν ἀπὸ κακίας μήτε ἐν κακίᾳ γενόμενος, ὃς οὐκ ἔγνω τὸν πονηρὸν κόπον τὸν ποιούμενον πρὸς τῶν συκοφαντούντων τοὺς ὑπὸ τὸν ἥλιον.
〈καὶ εἶδον ἐγὼ σὺν πάντα τὸν μόχθον καὶ σὺν πᾶσαν ἀνδρείαν τοῦ ποιήματος ὅτι αὐτὸ ζῆλος ἀνδρὸς ἀπὸ τοῦ ἑταίρου αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος〉
Εἶδον, φησίν, πᾶσαν κακίαν καὶ τὸν ἀνδριζόμενον ἐν αὐτῇ πονηρόν· τοῦτον γὰρ καὶ λέγει ἀνδρεῖον ἐν ἀσεβείαις συκοφαντοῦντα πτωχοὺς καὶ πάλιν ποίημα ὡς «πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων» τοῦ θεοῦ. Εἶδον καὶ πᾶσαν αὐτοῦ τὴν ζηλοτυπίαν ἣν κέκτηται πρὸς τοὺς ἀνθρώπους, ματαίαν οὖσαν καὶ πληροφοροῦσαν τὴν καρδίαν αὐτοῦ· δεῖ γὰρ τὸν θεὸν πάντως γενέσθαι τὰ πάντα ἐν πᾶσι καὶ τοῦ Χριστοῦ πληρωθῆναι τὴν εὐχὴν τὴν λέγουσαν· «δὸς αὐτοῖς ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν ἕν, καθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν, πάτερ.»
〈ἄφρων περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ〉
Εἰ αἱ χεῖρες πρακτικῆς ἐργασίας εἰσὶ σύμβολον, πᾶς μὴ ἐργαζόμενος δικαιοσύνην περιλαμβάνει τὰς χεῖρας αὐτοῦ· διόπερ καὶ ὁ τοιοῦτος, φησί, κατεσθίει τὰς σάρκας αὐτοῦ, τῶν ἐκ τῆς σαρκὸς φυομένων κακῶν ἐμπιπλάμενος.
〈ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πληρώματα δύο δρακῶν μόχθου καὶ προαιρέσεως πνεύματος〉
Ἡ προαίρεσις τοῦ πνεύματος ὡς θέλημα ψυχικὸν ἐμπαθὲς εἶναί μοι δοκεῖ· ὅθεν καὶ προτιμᾶται ἡ ἀγαθὴ δρὰξ τῆς ἀρετῆς τῶν δύο δρακῶν τῆς κακίας καὶ τῆς ἀγνωσίας καὶ τῆς προαιρέσεως τοῦ πνεύματος. Τοιοῦτόν ἐστι καὶ τὸ «κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολὺν» καὶ τὸ «κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης ἢ πολλὰ γενήματα μετὰ ἀδικίας». Ὅμοιον τούτοις καὶ τὸ «ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν» καὶ τὸ «κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ». Ἀκολουθήσει δὲ τούτοις καὶ τὸ «κρεῖσσον ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας», ὡσεὶ ἔλεγέ τις· κρεῖσσον μαθεῖν θεώρημα ἓν πνευματικὸν ἢ πλῆθος θεωρημάτων τῆς μωρανθείσης σοφίας.
〈ἔστιν εἷς καὶ οὐκ ἔστιν δεύτερος, καί γε υἱὸς καί γε ἀδελφὸς οὐκ ἔστιν αὐτῷ· καὶ οὐκ ἔστιν περασμὸς τῷ παντὶ μόχθῳ αὐτοῦ, καί γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίπλαται πλούτου. καὶ τίνι ἐγὼ μοχθῶ καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθωσύνης; καί γε τοῦτο ματαιότης καὶ περισπασμὸς πονηρός ἐστιν〉
Εἴ τις οὐκ ἔχει ἀδελφόν, οὗτος υἱοθεσίας οὐκ εἴληφε πνεῦμα, καὶ εἴ τις οὐκ ἔστι πατήρ, οὗτός ἐστι πονηρός· «οὐ γὰρ μὴ γένηται, φησίν, ἔγγονα πονηροῖς.» Εἰκότως δὲ ὁ τοιοῦτος οὐδ' ἐμπίπλαται κακίας στερίσκων τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ γνώσεως θεοῦ. Πατέρα δὲ ἐνταῦθα λέγω καὶ ἀδελφὸν κατὰ τὴν ἔννοιαν τῆς γραφῆς· οὐ γὰρ ἀγνοῶ τὰς τεθείσας προτάσεις ὡς οὐκ ἀληθεύουσιν ἐπὶ τῶν αἰσθητῶν ἀδελφῶν καὶ πατέρων τιθέμεναι. Εἰ δέ τις βούλοιτο καὶ τὴν ψιλὴν ἔννοιαν τούτων τῶν ῥητῶν ἐκλαβεῖν, πάνυ καταγνώσεται τῶν ἀτέκνων πλουσίων καὶ σπουδαζόντων ἑαυτοῖς ἐκπορίζειν πλῆθος χρημάτων, μάλιστα εἰ καὶ δυσπρόσιτοι εἶεν τοῖς φίλοις· ἀληθεύει γὰρ πάνυ τὰ ῥήματα ταῦτα κατὰ τῶν ἀνθρώπων λεγόμενα.
〈καί γε ἐὰν κοιμηθῶσιν οἱ δύο, καὶ θέρμη αὐτοῖς· καὶ ὁ εἷς πῶς θερμανθῇ;〉
Ἄνευ κυρίου οὐκ ἄν τις γένοιτο τῷ πνεύματι ζέων· «ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν.»
〈καὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς, οἱ δύο στήσονται κατέναντι αὐτοῦ, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀπορραγήσεται〉
Ἐγὼ νομίζω τὸν ἐπικραταιούμενον ἕνα τὸν πονηρὸν εἶναι οὗ κατέναντι ἵστανται οἱ δύο, ὅ τε ἄνθρωπος καὶ ὁ ἄγγελος τοῦ θεοῦ, ἵνα τὸν διάβολον νικήσας ὁ ἄνθρωπος καταξιωθῇ γνώσεως θεοῦ καὶ γένηται ἔντριτον σπαρτίον οὐ ταχέως ἀπορρηγνύμενον. Ἔστι δὲ τοῦτο σαφῶς μαθεῖν καὶ παρὰ τοῦ πατριάρχου Ἰακὼβ ὃς τοὺς παῖδας τοῦ Ἰωσὴφ εὐλογῶν φησιν· «ὁ ἄγγελός μου ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα.» Ὅμοιον τούτῳ καὶ τὸ παρὰ τῷ Δαυὶδ κείμενον· «παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.»
Σπαρτίον ἔντριτόν ἐστι νοῦς ἀπαθὴς πνευματικῆς πληρούμενος γνώσεως ἢ νοῦς σοφὸς ἄγγελον θεοῦ παρεπόμενον ἔχων. Εὖ δὲ καὶ τὸ μὴ φάναι αὐτὸν «οὐκ ἀπορραγήσεται», ἀλλ' «οὐ ταχέως ἀπορραγήσεται»· τρεπτὴ γάρ ἐστιν ἡ φύσις ἡ λογική.
〈ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι〉
Παῖς ἐστιν ὁ τὴν ἐκ νεότητος διδασκαλίαν φυλάξας, πρεσβύτερος δὲ ὁ καταλελοιπὼς τὴν διδασκαλίαν τὴν ἐκ νεότητος καὶ τῆς θείας ἐπιλαθόμενος διαθήκης καὶ γεγηρακὼς τῇ κακίᾳ· καὶ ὁ μὲν πρότερός ἐστι τοῦ Χριστοῦ, ὁ δὲ δεύτερος τοῦ πονηροῦ.
〈ὅτι ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσεται βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγεννήθη πένης〉
Οἶκος δεσμίων ἐστὶν ὁ κόσμος ὁ αἰσθητός, ἐν ᾧ «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται».
〈φύλαξον τὸν πόδα σου, ἐν ᾧ ἂν πορεύῃ εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ ἐγγὺς τοῦ ἀκούειν· ὑπὲρ δόμα τῶν ἀφρόνων θυσία σου, ὅτι οὐκ εἰσὶν εἰδότες τοῦ ποιῆσαι κακόν〉
«Οὐκ οἴδασι πῶς προσκόπτουσιν», μηδ' αὐτὸ τοῦτο εἰδότες ὅτι παρανομοῦσιν.
〈μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνέτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ, καὶ σὺ ἐπὶ τῆς γῆς· ἐπὶ τούτῳ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι.
ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων〉
«Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.» Ἢ τάχα νῦν οὐ τοῦτο βούλεται λέγειν, προστάσσει δὲ μὴ ἀπερισκέπτως θεολογεῖν· οὐ γὰρ δυνατὸν τὸν ἐν αἰσθητοῖς ὄντα καὶ ἀπὸ τούτων λαμβάνοντα τὰ νοήματα περὶ τοῦ ὄντος ἐν τοῖς νοητοῖς θεοῦ καὶ πᾶσαν διαφεύγοντος αἴσθησιν ἀπταίστως διαλεχθῆναι. Διὰ τοῦτό φησι· «καὶ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι», τουτέστιν ἀληθεῖς καὶ περιεσκεμμένοι· τὸ γὰρ ὀλίγον τοιοῦτόν τι σημαίνειν μοι φαίνεται, ὡς καὶ τὸ «κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολὺν» καὶ «κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης». Τοῖς γὰρ μὴ τοῦτο φυλαττομένοις φησί· «παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων», ἐνύπνιον λέγων τὸν καθευδούσαις ταῖς ψυχαῖς ἐφιστάμενον μετὰ πλήθους πειρασμῶν δαίμονα καὶ ἐκταράσσοντα τὴν ψυχήν, περὶ οὗ καὶ Ἰώβ φησι πρὸς τὸν κύριον· «ἐκφοβεῖς με ἐνυπνίοις καὶ ἐν ὁράμασί με καταπλήσσεις»· καὶ Δαυὶδ τοῦτον ἐκκλίνων τὸν ἐχθρὸν παρακαλεῖ τὸν κύριον λέγων· «φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν»· καὶ ἐν ταῖς Παροιμίαις· «μὴ δῷς ὕπνον σοῖς ὄμμασι μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.» Λέγει δὲ αὐτὸν καὶ φωνὴν τοῦ ἄφρονος, μετὰ ψευδῶν παραγινόμενον λόγων καὶ τὴν ψυχὴν ἀπατῶντα· καὶ τοῦτό ἐστι τὸ «ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος». Δυνατὸν δὲ καὶ τοῦτο ἐφαρμόσαι τῇ φωνῇ τοῦ ἄφρονος τὸ «ἐκ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτία». Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις προστάσσει ἀγρυπνεῖν τὸν ἄνθρωπον καὶ προσεύχεσθαι, ἵνα μὴ ἐμπέσῃ εἰς πειρασμόν· ὕπνος γάρ ἐστι λογικῆς ψυχῆς ἄγνοια καὶ κακία· ὅθεν καὶ ὁ Παῦλος τοὺς οὕτω καθεύδοντας διυπνίζει λέγων· «ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.»
〈καθὼς ἂν εὔξῃ εὐχὴν τῷ θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν, σὺ οὖν ὅσα ἂν εὔξῃ ἀπόδος.
ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι〉
Τῶν ἀγαθῶν δώρων τὰ μὲν ἀπὸ ψυχῆς προσφέρεται τῷ θεῷ, τὰ δὲ ἀπὸ τοῦ σώματος, τὰ δὲ ἀπὸ τῶν πέριξ τοῦ σώματος. Καὶ ἀπὸ μὲν ψυχῆς προσφέρομεν αὐτῷ πίστιν ὀρθὴν καὶ δόγματα ἀληθῆ, δικαιοσύνην καὶ ἀνδρείαν καὶ σωφροσύνην· ἀπὸ δὲ τοῦ σώματος ἐγκράτειαν καὶ παρθενίαν καὶ μονογαμίαν· ἀπὸ δὲ τῶν πέριξ τοῦ σώματος υἱοὺς καὶ θυγατέρας καὶ δούλους καὶ χρήματα καὶ κτήματα. Ἴδωμεν τοίνυν τὸ ὑποσχέσθαι καὶ χρονίσαι· μήποτε οὐ τούτου τοῦ χρόνου τὸ μέγα διάστημα σημαίνει ὁ χρονισμός, ἀλλὰ τὴν παντελῆ ἄρνησιν τῆς ὑποσχέσεως· φαίνεται γὰρ ὁ Ἰακὼβ μετὰ πολλὰ ἔτη τὰς δεκάτας ἀποδεδωκὼς τῷ θεῷ ἃς ὑπέσχετο δώσειν αὐτῷ ἐπὶ τὴν Μεσοποταμίαν βαδίζων καὶ Ἄννα τὸν Σαμουὴλ μετὰ πολὺν χρόνον προσαγαγοῦσα τῷ θεῷ. Ἐπὶ μὲν τῶν δώρων τῶν πέριξ τοῦ σώματος οὕτως· ἐπὶ δὲ τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος δώρων, πῶς ἐκληπτέον; ἐγὼ νομίζω ὅτι ὁ ὑποσχόμενος πίστιν ὀρθὴν καὶ λέγων κτίσμα ἕν τι τῶν ἀπὸ τῆς ἁγίας τριάδος χρονίζει, καὶ ὁ ἐπαγγειλάμενος πάντα ὁμολογεῖν διὰ τοῦ θεοῦ γεγενῆσθαι καὶ αὐτοματισμὸν πάλιν εἰσάγων χρονίζει· καὶ ἐπὶ τῶν ἄλλων δογμάτων ὡσαύτως. Ἐπὶ δὲ τῶν ἀρετῶν οὕτως· ὁ ὑποσχόμενος δικαιοσύνην καὶ ἀδικῶν χρονίζει τοῦ ἀποδοῦναι, καὶ ὁ ἐπαγγειλάμενος σωφροσύνην καὶ πάλιν πορνεύων χρονίζει. Ἐπὶ δὲ τῶν τοῦ σώματος· ὁ ὑποσχόμενος ἐγκράτειαν καὶ πάλιν μεταλαμβάνων ἐδεσμάτων ποικίλων χρονίζει, καὶ ὁ ἐπαγγειλάμενος παρθενίαν ἢ μονογαμίαν καὶ γαμήσας ἢ διγαμήσας χρονίζει τοῦ ἀποδοῦναι. Τὸ δὲ πῶς «ἀγαθὸν τὸ μὴ εὔξασθαι ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι» λύσομεν τὸ ἀπὸ τοῦ εὐαγγελίου προσάγοντες ὅτι ὁ δοῦλος ὁ μὴ ἐγνωκὼς καὶ μὴ ποιήσας δαρήσεται ὀλίγας, ὁ δὲ ἐγνωκὼς καὶ μὴ ποιήσας δαρήσεται πολλάς.
〈μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτεῖν τὴν σάρκα σου καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ ὅτι ἄγνοιά ἐστιν, ἵνα μὴ ὀργισθῇ ὁ θεὸς ἐπὶ φωνῇ σου καὶ διαφθείρῃ τὰ ποιήματα χειρῶν σου·
ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιοτήτων καὶ λόγων πολλῶν〉
«Ἐν πλήθει, φησίν, ἐνυπνίων» πονηρῶν «καὶ ματαιοτήτων καὶ λόγων» ψευδῶν γίνεται ἄνθρωπος, διαφθαρέντων αὐτοῦ τῶν ἔργων ἀπὸ τῆς ἐγκαταλείψεως τοῦ θεοῦ, ἥτις συμβέβηκεν αὐτῷ διὰ τῆς οἰκείας παρανομίας.
〈ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι· ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάσσει καὶ ὑψηλοὶ ἐπ' αὐτούς.
καὶ περισσεία γῆς ἐπὶ παντί ἐστι, βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου.
ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· καί τις ἠγάπησεν ἐν πλήθει αὐτοῦ γένημα· καί γε τοῦτο ματαιότης.
ἐν πλήθει ἀγαθωσύνης ἐπληθύνθησαν οἱ ἔσθοντες αὐτήν· καὶ τί ἀνδρεία τῷ παρ' αὐτῆς; ὅτι ἀρχὴ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ.
γλυκὺς ὕπνος τοῦ δούλου, εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται· καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ἀφίων αὐτὸν τοῦ ὑπνῶσαι〉
Ἐὰν ἴδῃς, φησίν, ἐν τοῖς ἀνθρώποις τοὺς μὲν συκοφαντουμένους, τοὺς δὲ ἀδικουμένους ἐν κρίσει καὶ ἄλλους δικαιοπραγοῦντας, μὴ θαυμάσῃς ἐπὶ τοῖς γινομένοις ὡς οὐκ οὔσης προνοίας. Γίνωσκε γὰρ ὅτι ὁ θεὸς διὰ τοῦ Χριστοῦ φυλάσσει τὰ πάντα καὶ οὗτος πάλιν προνοεῖ πάντων διὰ τῶν ἁγίων ἀγγέλων περισσευομένων ἐν γνώσει τῶν ἐπὶ γῆς. Βασιλεὺς γάρ ἐστιν ὁ θεὸς τοῦ γεγονότος δι' αὐτοῦ κόσμου, ὃς ἀποδώσει θλῖψιν μὲν τοῖς πλεονεξίαν καὶ τὴν ματαιότητα τοῦ βίου τούτου προτιμήσασι τῆς γνώσεως τοῦ Χριστοῦ, τοῖς δὲ ἐν ἀγαθωσύνῃ ζήσασιν καὶ ἐν ἀνδρείᾳ καὶ τῇ δικαιοσύνῃ δουλεύσασι δώσει γνῶσιν θεοῦ καὶ γλυκεῖαν ἀνάπαυσιν, εἰ καὶ ὀλίγους τινὰς τῶν ἐνταῦθα ἢ πολλοὺς λόγους ἐγνώκασιν, ἐκ μέρους ἐγνωκότες καὶ ἐκ μέρους προφητεύσαντες· καὶ τοὺς μὲν τοιοῦτον διαδέξεται τέλος, τοὺς δὲ ἐμπλησθέντας τῆς κακίας οὐκ ἐάσει διαναπαύσασθαι ὁ ἐξ αὐτῆς τικτόμενος σκώληξ. Ὅτι δὲ τὸν κόσμον τοῦτον πεπίστευκεν ἀγγέλοις ὁ κύριος, δείκνυσι Μωσῆς λέγων· «ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ.» Τὸν δὲ κόσμον ἀγρὸν καὶ αὐτὸς ὁ κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις ὠνόμασε λέγων· «ἀγρός ἐστιν ὁ κόσμος.» Τὴν δὲ περισσείαν τῆς γῆς τὴν γνῶσιν λέγει τῶν ἐπὶ γῆς, εἴγε «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν»· τίς δέ ἐστιν ἄλλη κληρονομία τῆς φύσεως τῆς λογικῆς πλὴν τῆς γνώσεως τοῦ θεοῦ; Ὑψηλοὺς δὲ εἶπε τοὺς ἀγγέλους, ἐπειδὴ τοῦ ὑψηλοῦ κυρίου μετέχουσιν· «ὑψηλὸς γάρ, φησίν, ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος.»
〈ἔστιν ἀρρωστία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτοῦ〉
Τὸ μὲν πλῆθος τῆς κακίας νῦν ὑπὸ τοῦ πλούτου δηλοῦται· αὕτη δὲ ἡ κακία ὑπὸ τῆς ἀρρωστίας σημαίνεται. Πᾶς οὖν ὁ φυλάσσων ἑαυτῷ τοῦτον τὸν πλοῦτον οὐ γνώσεται σοφίαν θεοῦ οὐδὲ παραβαλεῖ καρδίαν αὐτοῦ εἰς σύνεσιν οὐδὲ παραβαλεῖ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ αὐτοῦ· οὐδὲ γὰρ ἐδέξατο ῥήσεις ἐντολῶν θεοῦ οὐδὲ ἔκρυψεν αὐτὰς ἐν τῇ καρδίᾳ αὐτοῦ.
〈καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ, καὶ ἐγέννησεν υἱόν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν〉
Περισπασμὸς πονηρός ἐστιν ἄγνοια μετὰ κολάσεως ἀπὸ τῆς πνευματικῆς θεωρίας χωρίζουσα τὸν ἀκάθαρτον.
〈καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει καὶ οὐδὲν λήμψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ.
καί γε τοῦτο πονηρὰ ἀρρωστία· ὥσπερ γὰρ παρεγένετο, οὕτως καὶ ἀπελεύσεται〉
Καὶ ὁ Ἰώβ φησιν· «αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ»· ὁ δὲ ἐνταῦθα «καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει». Ἀλλ' ὁ Ἰὼβ μὲν ὡς δίκαιος γυμνὸς ἄπεισι κακίας τε καὶ πονηρίας· οὗτος δὲ μεθ' ἧς ἀγνοίας ἦλθεν εἰς τὸν κόσμον τοῦτον, μετὰ ταύτης καὶ ἀπελεύσεται ἐκεῖ.
〈ἰδοὺ ὃ εἶδον ἐγὼ ἀγαθόν, ὅ ἐστιν καλόν, τοῦ φαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ ἰδεῖν ἀγαθωσύνην ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ ἐὰν μοχθήσῃ ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ, ὧν ἔδωκεν αὐτῷ ὁ θεός· ὅτι αὐτὸ μερὶς αὐτοῦ.
καί γε πᾶς ἄνθρωπος ᾧ ἔδωκεν αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτὸν τοῦ φαγεῖν ἀπ' αὐτοῦ καὶ λαβεῖν τὸ μέρος αὐτοῦ καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστιν.
ὅτι οὐ πολλὰ μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· ὅτι ὁ θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ〉
Ἡ γνῶσις ἡ τοῦ θεοῦ λέγεται τοῦ νοῦ καὶ βρῶσις καὶ πόσις καὶ ἀγαθωσύνη καὶ μερὶς καὶ πλοῦτος καὶ ὑπάρχοντα καὶ εὐφροσύνη καὶ περισπασμὸς θεοῦ καὶ φῶς καὶ ζωὴ καὶ δόμα· καὶ πολλὰ ἕτερα ὀνόματα τίθησι τῇ γνώσει τὸ πνεῦμα τὸ ἅγιον, ἅπερ νῦν καταλέγειν οὐ δυνατόν, μὴ συγχωροῦντος τοῦ τῶν σχολίων κανόνος.
Πρὸς ἀντιδιαστολὴν τῶν λαβόντων μὲν πλοῦτον σοφίας καὶ γνώσεως, οὐ μὴν δὲ διαφυλαξάντων, εἴρηται τὸ «καὶ ἐξουσίασεν αὐτόν». Καὶ γὰρ ὁ προδότης Ἰούδας ἔλαβε πλοῦτον νοητὸν καὶ ὑπάρχοντα πνευματικά, ἀλλ' οὐκ ἐξουσίασεν αὐτῶν, κέρδους ἕνεκεν προδεδωκὼς τὴν σοφίαν καὶ τὴν ἀλήθειαν τοῦ θεοῦ.
Ὅταν ἄνθρωπος παρὰ θεοῦ δέξηται γνῶσιν πνευματικήν, ὀλιγάκις μέμνηται τούτου τοῦ βίου καὶ τῆς αἰσθητῆς ζωῆς, τῆς καρδίας αὐτοῦ ἀεὶ περὶ τὴν θεωρίαν ἀσχολουμένης.
Περισπασμὸς θεοῦ ἐστι γνῶσις ἀληθὴς ἀπὸ τῶν αἰσθητῶν πραγμάτων χωρίζουσα τὴν κεκαθαρμένην ψυχήν.
〈ἔστιν πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνθρωπον·
ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ παντὸς οὗ ἐπιθυμεῖ, καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ θεὸς φαγεῖν ἀπ' αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτά· καί γε τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν.
ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος ὅ τι ἔσονται αἱ ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ἡ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησθήσεται ἀπὸ ἀγαθωσύνης, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα· ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα,
ὅτι ἐν ματαιότητι ἦλθεν καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται,
καί γε ἥλιον οὐκ εἶδεν καὶ οὐκ ἔγνω, ἀναπαύσεις τούτῳ ὑπὲρ τοῦτον.
καὶ εἰ ἔζησεν χιλίων ἐτῶν καθόδους καὶ ἀγαθωσύνην οὐκ εἶδεν, μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται;〉
Ἐν τούτῳ τῷ κεφαλαίῳ λέγει περὶ τῶν ἀπαθείας καταξιωθέντων καὶ γνώσεως καὶ πάλιν ἐκπεπτωκότων φθόνῳ τοῦ διαβόλου. Τὸ δὲ δεύτερον κεφάλαιον περιέχει ἀνδρὸς ἀκαθάρτου καὶ πολύπαιδος βίον μακρὸν καὶ μὴ ἐπεγνωκότος θεόν, οὗ καὶ προτιμότερον τὸ ἔκτρωμα τίθεται εἶναι, καὶ τοῦ αὐτοῦ μετὰ θάνατον αὐτῷ τόπου τυγχάνον.
Ὁ διαφθείρων τὸν πλοῦτον τὸν πλουτισθέντα ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ ὁ πονηρός ἐστιν, ὅντινα καὶ ξένον καὶ ἀλλότριον λέγει τῆς γνώσεως τοῦ θεοῦ. Τὸ δὲ φαγεῖν λέγεται καὶ ἐπὶ τῆς βρώσεως καὶ ἐπὶ τῆς διαφθορᾶς· «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, φησί, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται—ἀντὶ τοῦ διαφθερεῖ. Τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα.» Οὗτος δὲ ὁ ξένος καὶ πρὸς τὸν Δαυὶδ ἐλθὼν πέπεικεν αὐτὸν θῦσαι τὴν ἀμνάδα τοῦ πένητος· ξένον γὰρ αὐτὸν ὠνόμασε τότε καὶ Νάθαν ὁ προφήτης.
〈πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς στόμα αὐτοῦ, καί γε ψυχὴ οὐ πληρωθήσεται〉
Πᾶσα κακία τοῦ ἀνθρώπου μένει ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ οὐ μὴ εἴπῃ τὸ «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν».
〈ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; διότι ὁ πένης οἶδεν πορευθῆναι κατέναντι τῆς ζωῆς〉
Τῆς εἰπούσης· «ἐγώ εἰμι ἡ ζωή.»
〈ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ, καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος〉
Ἀγαθὸς ὁ ἀκολουθῶν γνώσει θεοῦ ὑπὲρ τὸν ἀκολουθοῦντα τοῖς θελήμασι τῆς ψυχῆς· ἢ ἀγαθὸν γνῶσις θεοῦ ὑπὲρ ἡδονὴν φθαρτήν. Κατὰ δὲ τὸν Σύμμαχον· βέλτιον πρὸς τὸν μέλλοντα βλέπειν ἢ ἐπὶ τοῖς παροῦσιν εὐφραίνεσθαι.
Οὐ πᾶσι δὲ τοῖς ἐν τῷ κεφαλαίῳ ἐφαρμόζειν τὴν ματαιότητα καὶ τὸν περισπασμὸν τὸν πονηρὸν καὶ τὴν προαίρεσιν τοῦ πνεύματος προσήκει, ἀλλὰ τοῖς μὲν ψεκτοῖς πράγμασιν ἐφαρμόζειν, τοῖς δὲ ἐπαινετοῖς μὴ ἐφαρμόζειν. Τοῦτο δὲ λέγω διὰ τὸ μὴ παντὶ τῷ κεφαλαίῳ ἐπιφέρειν αὐτὸν κατὰ κοινοῦ τὴν ματαιότητα καὶ τὸν περισπασμὸν καὶ τὴν προαίρεσιν τοῦ πνεύματος, ἐν ᾧ καὶ ἐπαινετά τινα πράγματα ἐνυπάρχει· οὐ γὰρ ὁ πένης ματαιότης ἐστὶν ὁ πορευόμενος κατέναντι τῆς ζωῆς, ἀλλ' ὁ ζήσας χιλίων ἐτῶν καθόδους καὶ ἀγαθωσύνην μὴ θεασάμενος· οὐδ' αὖ πάλιν τὸ ἀγαθὸν ὅραμα τῶν ὀφθαλμῶν ἐστι ματαιότης, ἀλλ' ὁ πορευόμενος τῇ ψυχῇ.
〈εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται τοῦ κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν·
ὅτι εἰσὶν λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. τί περισσὸν τῷ ἀνθρώπῳ;
ὅτι τίς οἶδεν τί ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ, ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ; καὶ ἐποίησεν αὐτὰς ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον, καὶ καθὼς ἔσται, τίς ἀπαγγελεῖ αὐτῷ;〉
Τῶν ὀνομάτων τὰ μὲν τῆς σωματικῆς ἐστι φύσεως, τὰ δὲ τῆς ἀσωμάτου· καὶ τὰ μὲν τῆς σωματικῆς φύσεως ὀνόματα σημαίνει τὴν ἑκάστου πράγματος ποιότητα, ἥτις συνίσταται ἐκ μεγέθους καὶ χρώματος καὶ σχήματος· τὰ δὲ τῶν ἀσωμάτων ὀνόματα δηλοῖ τὴν ἑκάστου λογικοῦ κατάστασιν, ἤτοι ἐπαινετὴν οὖσαν ἢ ψεκτήν· ἀλλὰ τὰ μὲν πρότερα ὀνόματα ἁπλῶς τοῖς πράγμασι τέθειται, τὰ δὲ δεύτερα οὐχ ἁπλῶς· τῆς γὰρ προαιρέσεως ἤρτηται. Τοῦ γὰρ αὐτεξουσίου ἐστὶ τὸ ῥέψαι πρὸς ἀρετὴν καὶ καταξιωθῆναι γνώσεως τῆς ποιούσης αὐτὸν ἄγγελον ἢ ἀρχάγγελον ἢ θρόνον ἢ κυριότητα ἢ ῥέψαι πρὸς κακίαν καὶ πλησθῆναι ἀγνοίας τῆς ποιούσης αὐτὸν δαίμονα ἢ σατανᾶν ἢ ἄλλον τινὰ κοσμοκράτορα τοῦ σκότους τούτου. Εἴ τι οὖν, φησίν, γέγονε κατὰ τὸν τῆς κοσμοποιΐας καιρόν, ἔλαβεν ὄνομα σημαῖνον αὐτοῦ τὴν κατάστασιν, ἔλαβε δὲ καὶ ὁ ἄνθρωπος τὸ οἰκεῖον τῆς καταστάσεως αὐτοῦ ὄνομα. Μὴ τοίνυν λεγέτω, φησίν, ὁ ἄνθρωπος· τίνος χάριν τοιούτῳ σώματι συνεζεύχθην καὶ διὰ τί μὴ γέγονα ἄγγελος, εἰ μὴ ἄρα προσωποληψία ἐστὶ παρὰ τῷ θεῷ ἢ αὐτεξούσιοι οὐ γεγόναμεν; οἱ γὰρ τοιοῦτοι λόγοι πληθύνουσι ματαιότητα. Πῶς δὲ ἐρεῖ καὶ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; ἢ πῶς ἀνταποκρίνεται τῷ θεῷ; ἀλλὰ τούτων μὲν παυσάσθω τῶν λόγων, τὰ δὲ συντελοῦντα πρὸς ἀρετὴν καὶ γνῶσιν ποιείτω, ἐφ' ὅσον ἐστὶν ἐν τῷ σκιώδει τούτῳ αἰῶνι, πάντα τὰ τῇδε μάταια καὶ σκιὰν λογιζόμενος καὶ ὡς λήθῃ καλυφθήσεται τὰ τοῦ βίου τούτου μετὰ τὴν ἔξοδον.
〈ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ〉
Τὰ ὀνόματα τῇ ἰδίᾳ φύσει οὔτε ἀγαθά ἐστιν οὔτε πονηρά· ἀπὸ γὰρ διαφόρων συνέστηκε γραμμάτων, οὐδεμία δὲ γραμμή ἐστιν ἀγαθὴ ἢ κακή· τιθέμενα δὲ πράγμασιν ἀγαθοῖς λέγεται ἀγαθὰ καὶ πονηροῖς πονηρά. Ἐνταῦθα οὖν τὸ ὄνομα τὸ ἀγαθὸν πρᾶγμα σημαίνει ἀγαθόν· οὐδὲν δὲ τῶν γεγονότων ἀγαθὸν λέγει ὁ Σολομὼν εἰ μὴ ἀρετὴν καὶ γνῶσιν θεοῦ. Τὸ δὲ ἔλαιον νῦν τὴν σωματικὴν σημαίνει τρυφὴν ἥτις τοῖς τρυφῶσι φαίνεται εἶναι ἀγαθή. Τὸ μὲν γὰρ ἀγαθὸν τῇ φύσει λέγεται εἶναι ἀγαθὸν ὡς ἡ ἀρετή, τὸ δέ τισιν ὡς ὁ χρυσὸς καὶ ὁ ἄργυρος· οὕτω καὶ ὁ πλούσιος τὰ ἀγαθὰ αὐτοῦ ἀπέλαβεν ἐν τῇ ζωῇ αὐτοῦ «καὶ Λάζαρος ὁμοίως τὰ κακά». Ὅτι δὲ τὸ ἔλαιον ἀντὶ τρυφῆς παραλαμβάνεται, παρίστησιν ὁ Δαυὶδ λέγων περὶ τῶν ἀνθρώπων ὅτι «ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν».
Εἰ ὁ ἐπαινετὸς θάνατος καθ' ὃν συναποθνῄσκουσιν οἱ δίκαιοι τῷ Χριστῷ διαλύειν πέφυκε ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας, οὕτω πάλιν ἡ ἀντικειμένη γένεσις τούτῳ τῷ θανάτῳ συνάπτει ψυχὴν κακίᾳ καὶ ἀγνωσίᾳ· διὸ καὶ προτιμότερος ὁ τοιοῦτος θάνατός ἐστιν τῆς τοιαύτης γενέσεως.
〈ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ ὅτι πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τὸ τέλος παντὸς ἀνθρώπου, καὶ ὁ ζῶν δώσει ἀγαθὸν ἐν καρδίᾳ αὐτοῦ〉
Τέλος τοῦ ἀνθρώπου ἡ μακαριότης ἐστίν. Εἰ δὲ μακαρίζει τὸ πένθος ἐν τοῖς εὐαγγελίοις ὁ κύριος· «μακάριοι γάρ, φησίν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται», καλῶς τὸ πένθος ὁ Σολομὼν τέλος τοῦ ἀνθρώπου φησίν, ὅπερ τοὺς ἐν αὐτῷ ζῶντας πληροῖ τῶν πνευματικῶν ἀγαθῶν.
〈ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία.
καρδία σοφῶν ἐν οἴκῳ πένθους, καὶ καρδία ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης.
ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων·
ὅτι ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως ὁ τῶν ἀφρόνων· καί γε τοῦτο ματαιότης.
ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπολλύει τὴν εὐτονίαν τῆς καρδίας αὐτοῦ〉
Ὅταν μὲν ὑπὲρ τῆς ἀρετῆς ἀγωνιζόμενος ὁ θυμὸς πυκτεύῃ τοῖς δαίμοσιν, ἔστιν ἰσχυρὸς καὶ ἐπαινετός· ὅταν δὲ ὑπὲρ τῶν φθαρτῶν πραγμάτων διαμάχηται τοῖς ἀνθρώποις, γίνεται ψεκτός. Ἐνταῦθα τοίνυν ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὁ μὲν ἄφρων ἀγαθύνεται ἐν τῇ κακίᾳ καὶ γελᾷ καὶ εὐφραίνεται ἐπ' αὐτῇ, μήτε ᾄσματα αἰσχρὰ παραιτούμενος μήτε γέλωτας τὴν ψυχὴν αὐτοῦ διαφθείροντας δίκην πυρὸς ἐν ἀκάνθαις ἀναπτομένου· ὁ δὲ δίκαιος καὶ θυμοῦται κατὰ τῶν τοιούτων παθῶν καὶ ἀγανακτεῖ καὶ προτιμότερον ἡγεῖται εἶναι πένθος μὲν τῆς τοιαύτης εὐφροσύνης, ἐπιτίμησιν δὲ σοφοῦ τῶν τοιούτων ᾀσμάτων· ματαιότητα δὲ τὴν τοιαύτην ζωὴν ὀνομάζει καὶ συκοφαντίαν, εὐκόλως ἀπατῶσαν καρδίαν σοφοῦ καὶ διαλύουσαν τὴν ἐν ταῖς ἀρεταῖς αὐτῆς εὐτονίαν.
〈ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτῶν〉 Κρείσσων, φησίν, ὁ ποιητὴς τοῦ νόμου ὑπὲρ τὸν
ἀκροατὴν τοῦ νόμου· οἱ γὰρ πρῶτοι λόγοι τῆς διδασκαλίας λέγονται λόγοι, οἱ δὲ ἔσχατοι λόγοι καλοῦνται λόγοι τῶν ἔργων, εἴγε καὶ οἱ λόγοι διὰ τὰ καλὰ ἔργα καλοὶ λόγοι λέγονται εἶναι.
〈μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύσεται〉
Σημειωτέον ὅτι κόλπον ἄντικρυς ἐνταῦθα τὴν ψυχὴν ὀνομάζει· οὐ γὰρ ἄν τις εἴποι τὸ θυμὸν ἐν τῷ αἰσθητῷ ἀναπαύσασθαι κόλπῳ.
〈μὴ εἴπῃς· τί ἐγένετο ὅτι αἱ ἡμέραι αἱ πρότερον ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου〉
Εἰ «φόβος κυρίου προστίθησιν ἡμέρας», ἐφ' ἡμῖν ἐστι τὸ ἀγαθῶν ἢ ἀγαθωτέρων ἀπολαύειν τῶν τῆς ἁγίας γνώσεως ἡμερῶν. Τὸ δὲ νομίζειν τοῖς πρεσβυτέροις κατὰ τὸν χρόνον καὶ τὰ πρωτεῖα τῆς γνώσεως δίδοσθαι οὐ σοφῶν· οὐδὲ γὰρ εἴ τι ἀρχαῖον, τοῦτο καὶ τιμῆς ἄξιον, ἐπειδὴ παλαιὰ μὲν πάντως καὶ ἡ κακία, ἀλλ' οὐχὶ καὶ τιμᾶσθαι διὰ τὸν χρόνον ἀξία, εἴπερ «οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοὶ οὐδ' οἱ γέροντες οἴδασι κρίμα».
〈ἀγαθὴ σοφία μετὰ κληροδοσίας, καὶ περισσεία τοῖς θεωροῦσιν τὸν ἥλιον·
ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ τοῦ ἀργυρίου, καὶ περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ' αὐτῆς〉
Ὥσπερ ἔχουσί τι περισσὸν οἱ θεωροῦντες τὸν ἥλιον τῶν τεθεωρηκότων μέν, μηκέτι δὲ θεωρούντων, οὕτω κέκτηνταί τι πλέον οἱ τυχόντες σοφίας καὶ ἐξουσιάσαντες αὐτῆς—τοῦτο γάρ ἐστι τὸ «μετὰ κληροδοσίας»—τῶν λαβόντων καὶ ἐκπεσόντων αὐτῆς δι' οἰκείας παρανομίας. Ὅτι πᾶς ὁ κτησάμενος σοφίαν καὶ ἀπολέσας αὐτὴν πρῶτον μὲν σκιὰν σοφίας καὶ οὐ σοφίαν ἐκτήσατο, ἔπειτα δὲ καὶ ἔοικεν ἀνθρώπῳ σκιὰν ἀργυρίου κατεσχηκότι, ἀργύριον δὲ μὴ κτησαμένῳ· ἡ γὰρ σοφία πέφυκεν οὐ λαμβανομένη, ἀλλὰ συνοῦσα ζωοποιεῖν διὰ τῆς γνώσεως τὸν κεκτημένον αὐτήν.
〈ἔστιν δίκαιος ἀπολλυόμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ〉
Ἀπώλεια λέγεται καὶ ἡ διὰ δοκιμὴν ἐγκατάλειψις, ὡς ἐπὶ τοῦ Ἰώβ· «ἀπωλόμην γάρ, φησί, καὶ ἔξοικος ἐγενόμην.»
«Ἐμοῦ δὲ παρὰ μικρόν, φησὶν ὁ Δαυίδ, ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν.»
〈μὴ γίνου δίκαιος πολὺ καὶ μὴ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς.
μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου.
ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου, ὅτι ὁ φοβούμενος τὸν θεὸν ἐξελεύσεται τὰ πάντα〉
Μὴ ἐγχρονιζέτω, φησίν, ἐν τῇ καρδίᾳ σου λογισμὸς ἀσεβής, μήποτε ἀσεβήσασα ἡ ψυχή σου ἀποθάνῃ ἐν ἀγνωσίᾳ. Ἐν οὐ καιρῷ αὐτῶν ἀπέθανον οἱ Σοδομῖται καὶ οἱ Γομορρῖται. Καὶ εἰ ὁ χρόνος οὗτος καιρός ἐστι κατορθώσεως, οἱ ἐν τῷ χρόνῳ τούτῳ ἀποθνῄσκοντες καὶ χωριζόμενοι τῆς ζωῆς τῆς εἰπούσης· «ἐγώ εἰμι ἡ ζωή», οὐκ ἐν καιρῷ ἀποθνῄσκουσιν.
Ἀγαθὸν τὸ ἀντέχεσθαί σε τοῦ μὴ δίκαιον εἶναι πολύ, καί γε ἀπὸ ἀσεβείας μὴ μιάνῃς τὴν καρδίαν σου, ὅτι φοβούμενος τὸν θεὸν ἀπὸ πάσης ἐξελεύσῃ κακίας.
〈στόμα βασιλέως φύλαξον〉 Στόμα νῦν λέγει τὸν λόγον ἢ τὴν ἐντολήν.
〈ὅτι καί γε γινώσκω ἐγὼ ὅτι ἔσται ἀγαθὸν τοῖς φοβουμένοις τὸν θεόν, ὅπως φοβῶνται ἀπὸ προσώπου αὐτοῦ·
καὶ ἀγαθὸν οὐκ ἔσται τῷ ἀσεβεῖ, καὶ οὐ μακρυνεῖ ἡμέρας ἐν σκιᾷ ὃς οὐκ ἔστιν φοβούμενος ἀπὸ προσώπου τοῦ θεοῦ〉
Νῦν ἀγαθὸν τὴν γνῶσιν λέγει τὴν τοῦ θεοῦ.
〈ἔστιν ματαιότης ἣ πεποίηται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶν δίκαιοι ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀσεβῶν, καὶ εἰσὶν ἀσεβεῖς ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν δικαίων· εἶπα ὅτι καί γε τοῦτο ματαιότης〉
Ἔστι ματαιότης, φησίν, ἥτις γίνεται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶ δίκαιοι καὶ ὡς ἀσεβεῖς περιπίπτουσι συμφοραῖς, καὶ εἰσὶν ἀσεβεῖς καὶ ὡς δίκαιοι ἀπολαύουσιν ἀγαθῶν. Περὶ γὰρ τούτων καὶ ὁ προφήτης φησὶ πρὸς τὸν κύριον· «πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται;»· καὶ ὁ Δαυίδ· «παρ' ὀλίγον, φησίν, ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν.»
〈ὅτι σὺν πᾶν τοῦτο ἔδωκα εἰς τὴν καρδίαν μου, καὶ καρδία μου σὺν πᾶν εἶδεν τοῦτο〉
Ὁ μὲν ἄνθρωπος προσάγει τῇ καρδίᾳ τὰ πράγματα πρὸς τὴν ἔρευναν αὐτῶν ἀποκλίνων, ἡ δὲ καρδία μετὰ ταῦτα γινώσκει τὰ πράγματα· καὶ τοῦτό ἐστι τὸ «ἐκύκλωσα ἐγώ, καὶ ἡ καρδία μου τοῦ γνῶναι». Κυκλοῖ γὰρ τὸ πρᾶγμα καὶ ὁ προσάγων αὐτὸ τῇ καρδίᾳ διὰ τῆς ἐξετάσεως καὶ ἡ καρδία πάλιν γινώσκουσα αὐτό. Πλὴν τοῦτο ἰστέον, ὅτι οὐ πάντα ὅσα κυκλοῖ ὁ ἄνθρωπος καὶ γινώσκει ἡ καρδία· πολλὰ γὰρ ἐξετάζομεν, ὀλίγα δὲ γινώσκομεν.
〈ὅτι οὐκ ἔστιν ποίημα καὶ λογισμὸς καὶ γνῶσις καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ〉
Εἰ οὐκ ἔστιν ἐν ᾅδῃ λογισμός, πῶς ὁ πλούσιος παρακαλεῖ τὸν Ἀβραὰμ ἀποστεῖλαι τὸν Λάζαρον πρὸς αὐτόν;
〈καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτοῦ〉 Οὐκ ἔγνω ὁ ἄνθρωπος ὅτι καιρός ἐστι χρόνος
κατορθώσεως· καιρὸν γὰρ τὴν εὐκαιρίαν δηλοῖ.
〈καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου, ἄμωμος, καὶ ἐν ὁράσει ὀφθαλμῶν σου〉
Ἐν πράξει καὶ θεωρίᾳ.
〈καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου〉
Ἐντεῦθεν γινώσκομεν ὅτι τὸ μὲν θυμικὸν τῇ καρδίᾳ συνέζευκται, τὸ δὲ ἐπιθυμητικὸν τῇ σαρκί.
Νῦν πονηρίαν τὴν πορνείαν λέγει καὶ τὴν γαστριμαργίαν.