Fragments of the Imitation on the Song of Songs preserved in Vaticanus Gr. 2028
tag:kalvesmaki.com,2014:tan-key:evagrius
General keywords associated with the TAN collection for Evagrius of Pontus
Started file
Ἀπαγγείλατέ μοι, ποιμένες, ποῦ ποιμαίνει δεσπότης ἐμὸς καὶ
ποῦ κοιτάζει τοὺς ἄρνας αὐτοῦ καὶ εἰς τόπον χλόης αὐτοῦ κατα
παύσατέ με.
Ἐὰν μὴ γνῷς τὴν ἀγάπην, οὐκ ὄψῃ μονὰς ποιμένος ἡμῶν καὶ
πηγὰς αὐτοῦ ἀποκρύψομεν ἀπὸ σοῦ, ἐπαύλεις δὲ ἐρίφων περιλή
ψονταί σε.
Ἐξεγείρατέ με, ἐξεγείρατε, ὦ φίλοι, καὶ ἐξισχύσατε καρδίαν
μου, ἕως οὗ θελήσει ὁ
ποιμὴν ὁ καλὸς ἐκθρέψαι ψυχήν μου μετὰ
ἀγέλης αὐτοῦ.
Ἰδοὺ οὗτος κάθηται ἐπὶ τῶν ὀρέων, ποιμαίνει ἐπὶ τῶν
βουνῶν: εἶδος αὐτοῦ ὡς εἶδος φωτὸς καὶ φωνὴ αὐτοῦ ὡς φωνὴ
βροντῆς.
Τί ὁ ποιμὴν πρὸς τοὺς ποιμένας ἀπαγγ[είλατέ] μοι· ὡς ἡδεῖα ἡ
φωνὴ αὐτοῦ· καὶ
γλυκὺς ὁ λόγος αὐτοῦ ὀσμὴ ἱματίων αὐτοῦ ὡς
ὀσμὴ ὑσσώπου.
Εἰσήγαγεν ἡμᾶς ὁ νυμφίος εἰς κῆπον αὐτοῦ καὶ εἰς παράδεισον
τοῦ πατρὸς αὐτοῦ·
κρί[νοις ἐστε]φάνωσεν ἡμᾶς καὶ ἔδωκε βότρυας
ἐπὶ κόλπους ἡμῶν.
Ὡς ὡραῖος, νυμφίε, παράδεισος πατρός σου· ἄνθη αὐτοῦ ὡς
[ἄνθη τοῦ πεδίου] καὶ
κέδροι αὐτοῦ ὡς κέδροι τοῦ Λιβάνου.
Ἀποκρίνεται ὁ νυμφίος καὶ λέγει μοι· εἴσελθε εἰς κῆπόν μου καὶ
ἀνάπαυσαι ὑπὸ
σκιάν μου· μῆλά μου δώσω ἐν τῷ στόματί σου καὶ
ῥοάς μου ἐν λάρυγγί σου.