Fragments of Counsel that survive in the definitions collection published
in 2000 by Furrer-Pilliod
tag:kalvesmaki.com,2014:tan-key:evagrius
General keywords associated with the TAN collection for Evagrius of Pontus
Started file
Numbering begins with 1; Muyldermans begins with 27,
respecting Syriac manuscript numeration, where the work appears after several other
works.
Needs proofreading.
ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως ἐστὶ τὸ σῶμα
τοῦ Κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ τὸ καταπατῆσαν τὰς ἑπτὰ δυνάμεις τοῦ δράκοντος τοῦ ἀποστάτου
διὰ τῆς ἑπταδυνάμου δυνάμεως τοῦ πληρώματος τοῦ ἁγίου καὶ ἀχράντου πνεύματος αὐτοῦ, ὡς ἐν
τῷ Ἡσαίᾳ
βασιλεία ἐστὶ Θεοῦ τελείωσις οἰκοδομῆς Χρίστου, πλήρωμα νόμου καὶ χάριτος,
τελείωσις τέκνων Θεοῦ, γνῶσις ἀνελπίστων αὐτοῦ κληρονομιῶν, πλήρῶμα βουλῆς αὐτοῦ εὐχῇ,
ἕνωσις ἀμέριστος αὐτοῦ τε καὶ τῆς λογικῆς φύσεως αὐτοῦ, τριὰς ἑνοῦσα τὰ σύμπαντα, καὶ
μονάς μὴ ἔχουσα δυάδα, πάντα γὰρ εἴη ὁ Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν
θυσιαστήριόν ἐστι νοῦς καθαρὸς καὶ ἄϋλος ἐν καιρῷ προσευχῆς μὴ παραδεχόμενος
μηδὲ ψιλὸν νόημα
θυσία ἱερά ἐστι συνειδὸς καθαρὸν ἀπερίεργον· τὸ δὲ τούτου ἀντίζυγον
εἰδωλόθυτον
κυριακή ἐστι σύμβολον ἀρχῆς καὶ τελειώσεως τῆς τοῦ Κυρίου προνοίας· διὸ καὶ
πρώτη καὶ μονὰς καὶ ὀγδοάς, καὶ τῆς ἀπὸ ἕκτης τρίτη, ἥτις ἐστὶν ἀναστάσιμος τοῦ πρώτου
φωτὸς καὶ λάμψις ἀκτῖνος τοῦ ἡλίου τῆς δικαιοσύνης, ἡμέρα Κυρίου· κυριακή, ἀρχὴν
λαμβάνουσα καὶ τέλος μὴ ἔχουσα διὰ τὸ ἐν αὐτῇ βασιλεῦον νοερὸν καὶ ἅγιον φῶς τοῦ Χριστοῦ,
καὶ τοὺς ἐν αὐτῇ θετοὺς ἀστέρας τοὺς ἐν ἡμέρᾳ συμβασιλεύοντας τῷ Χριστῷ τῷ ἡλίῳ τῆς
δικαιοσύνης εἰς ἀπεράντους αἰῶνας
πῦρ ἀλλότριόν ἐστιν ἀγάπη αἰσθητῶν, διʼ ἧς ὁ Θεὸς οὐ λειτουργεῖταί ποτε
πῦρ ἅγιόν ἐστιν ἀγάπη θεία τὰς καθαρὰς κατεσθίουσα θυσίας, ὥσπερ στέαρ
πῖον
πῦρ καυστικὸν ἐστι ζῆλος κριτικὸς τὰς κακίας καταναλίσκων τῶν ῥαθύμων
πέτρα στερεά ἐστι πίστις ἀρραγὴς τοῦ κύριου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς οἰκοδομὴν
ψυχῆς ἐν τῷ ἡγεμονικῷ προθεμελιουμένη
πῦρ χωνευτήριόν ἐστι δριμυτάτη κατάνυξις τῇ τοῦ Χριστοῦ χάριτι ἐν καιρῷ
προσευχῆς τῷ νῷ προσγινομένη κατὰ θεωρίαν μνήμην λαμβάνοντι τῆς ἀποστερήσεως αὐτοῦ, ἣν
θεραπεύει τὸ ὕδωρ τὸ ζῶν, ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐλπιζομένη ἐπιφάνεια
παρασκευή ἐστι παρασκευασία τῶν ἐν τῷ ἕκτῳ ἀριθμῷ επὶ τὴν κατάπαυσιν
σάββατόν ἐστι σύμβολον τῶν συνταφέντων τῷ Χριστῷ ἀπὸ παθημάτων εἰς κατάπαυσιν
ἀπαθείας ἐπ' ἐλπίδι τῆς σὺν αὐτῷ ἀναστάσεως
τεσσαρακοστή ἐστι σύμβολον καθαρισμοῦ τοῦ ἡμῶν σώματος εἰς παρασκευασίαν
δοχῆς τοῦ ἁγίου σώματος τοῦ Χριστοῦ, τάφος γὰρ τοῦ ἁγίου σώματος τοῦ Χριστοῦ ἐστι τὸ σῶμα
τῶν λογικῶν· ἡ δὲ ἀνάστασις αὐτοῦ ζωὴ πάντων τῶν ἀνθρώπων