Χριστοῦ γέννησις ἐστί, Θεοῦ Λόγου σύνθετος γέννησις ἐκ Παρθένου.
Χριστοῦ σταυρὸς ἐστί, πολυποικίλου σοφίας
τετραμερὴς φανέρωσις· ἢ δύναμις τοῦ ἔσω ἡμῶν ἀνθρώπου
, καὶ πονηροῦ τελεία κατάλυσις.
Χριστοῦ ἀνάστασις ἐστί, μετάθεσις τῆς λογικῆς φύσεως ἐκ φθορᾶς εἰς τὴν ἀφθαρσίαν, καὶ ἀπὸ τῆς ἀγνοίας ἐπὶ τὴν ἀπλανῆ τῶν ὄντων γνῶσιν.