φόβον ἔχε θεοῦ, καὶ πόθον, καὶ καθαρὸν πρὸς πάντας τῷ μαρτυρίῳ τοῦ συνειδότος κέχρησο.
αὐτὸν ἐφεστάναι τὸν θεὸν πίστευε, ἐν οἷς πράττεις ἑκάστοτε.
φεῦγε τοὺς ἐπαίνους, αἰσχύνου δὲ τοὺς ψόγους.
χαίρου, τὴν ἀρετὴν ἡνίκα πράττεις· ἀλλὰ μὴ ἐπαίρου, μήποτε τὸ ναυάγιον ἐν τῷ λιμένι γένηται.
ὅσον ἐν τῷ νόμῳ προκόπτεις, ἀπολείπεσθαι τῆς τελειότητος γίνωσκε.
πάσης πράξεως τὸ τέλος πρὸ τῆς ἀρχῆς ἐξέταζε.
νύκτωρ καὶ μεθημέραν πρὸς τὴν ἡμέραν τὴν ἐσχάτην ἀπόβλεπε.
μὴ ἀναμίγνυσο τούτῳ, ὃν παρὰ τῶν ἀγαθῶν θεωρεῖς λοιδορούμενον.
σπεῦδε μηδενὶ βλάβην, ἐν οἷς πράττεις, ἢ λέγεις, ἢ φιλοσοφεῖς, γενέσθαι.
μὴ εὐφραίνου τοῖς ἀνθηροῖς τοῦ βίου· τὸ γὰρ χόρτινον ἄνθος, ὡς ψηλαφᾶς, μαραίνεται.
ἐν τοῖς λυπηροῖς εὐχαρίστει, καὶ ὁ ζυγὸς τῶν ἁμαρτιῶν κουφίζεται.
ἐν τοῖς πειρασμοῖς ἀσφαλίζου· πολλοὺς γάρ καὶ μειζόνων ἤλεγξαν.
μὴ μέμφου τὴν τοῦ θεοῦ μακροθυμίαν· κοινὸν γάρ ἐστι φάρμακον.
μίσει τὸ ἀνώμαλον τοῦ βίου, ἐπ’ αὐτὸ δὲ τὸν θεὸν μὴ διάβαλλε.
προσεύχομεν ἑαυτοῖς, καὶ ἄλλους οὐ σκώψομεν· πολλὰ γὰρ ἐν ἡμῖν, ἀφ’ ὧν τοὺς ἄλλους σκώπτομεν.
ψαλμὸς ἔστω σοι εὐχῆς ἐν τῷ στόματί σου· θεὸς γάρ ὀνομαζόμενος, φυγαδεύει τοὺς δαίμονας.
προσευχὴ μετὰ νήψεως γενέσθω, ἵνα μὴ τὸν
ἀεὶ μνημόνευε τοῦ θεοῦ, καὶ οὐρανὸς ἡ διάνοια σου γίνηται.
χαλίνου τὸν ὀφθαλμόν· ὡς γὰρ οὐκ οἴδας, ῥέμβεται.
φείδου τῆς γλώττης. πολλάκις γὰρ προφέρει, ἅπερ ἄμεινον κρύπτεσθαι.
γεώργει τῇ μελέτῃ τοῦ νόμου, τὴν διάνοιαν· ἐκτείλει γὰρ τῶν λογισμῶν τοὺς πονηροὺς, συνεχῶς μελετώμενος.
τὰς ἀρετὰς κρύπτε. μάρτυρας δὲ τοῦ βίου πολλοὺς κέκτησαι.
μίσει τὰς ἡδονὰς τῆς σαρκός· ῥυπερὰν γὰρ μετὰ τοῦ σώματος τὴν ψυχὴν ἐργάζονται.
μόνα δίδου τῇ σαρκὶ ὅσα χρήζει λαβεῖν, οὐχ ὅσα βούλεται.
μὴ ἀγάπα τὸ τρυφᾷν· φιλίαν γὰρ πρὸς τὸν βίον ἐμποιεῖ, ἔχθρα δὲ πρὸς τὸν θεὸν ἐξ ἑκατέρου τίκτεται.
ἀποστρέφου τὴν ἐν τῷ βίῳ χαρὰν· αὕτη γὰρ ὀλισθαίνει καὶ σκελίζει τοὺς τρέχοντας.
πλοῦτον εἰ μὲν ἔχεις, σκόρπιζε· εἰ δ' οὐκ ἔχεις, μὴ σύναγε.
ὅπλον ἡγοῦ τὴν νηστείαν, καὶ τὴν προσευχὴν τεῖχος, καὶ λουτῆρα τὰ δάκρυα.
ὅσα ἐξήμαρτες, πάντα μετὰ στεναγμῶν μέμνησο· γίνεται γὰρ ἐντεῦθεν τῇ ψυχῇ διηνεκὴς κατάνυξις.
περιποιοῦ τοὺς πτωχούς· οὗτοι γὰρ ἡμῖν τὸν κριτὴν καταλλάσσουσι.
ταῖς χρείαις τῶν ἁγίων κοινώνει· δι’ αὐτῶν γάρ σοι κοινωνία πρὸς τὸν θεὸν γίνεται.
τὴν ἐκκλησίαν ὡς οὐρανὸν πάτει· καὶ μηδὲν ἐν αὐτῇ μηδὲ λέγε, μηδὲ λογίζου γήϊνον.
ἀναγκαῖαν νόμιζε τὴν αὐτάρκειαν, παραχώρει δὲ τῷ θεῷ τὴν ὑπὲρ ταύτης μέριμναν.
κύλλα τὴν σάρκα ἀγαθοῖς πόνοις, παντελῶς δὲ αὐτὴν μὴ καταπεσεῖν φρόντιζε.
πίνε τὸν οἶνον ἐλάχιστον· ὅσον γὰρ κολοβοῦται, εὐεργετεῖ τοὺς πίνοντας.
κόλαζε τὸν θυμὸν· μανίας γὰρ ἐστὶ πατὴρ, τὸ μέτρον ἐξερχόμενος.
ἐν ταῖς νόσοις, τῇ προσευχῇ πρὸ τῶν ἰατρῶν καὶ φαρμάκων κέχρησο.
τοὺς ἱερεῖς πάντας μὲν τίμᾳ, τοῖς ἀγαθοῖς δὲ πρόστρεχε.
ἀγάπα τοῦ θεοῦ τοὺς οἴκους, οἶκον δὲ θεοῦ καὶ σαυτὸν κατασκεύασον.
εἰς τὴν ἐκκλησίαν σύχναζε· θορύβων γὰρ ἡμᾶς καὶ ζάλης ἀπαλλάττει τῶν ἔξωθεν.
ὅσα ἐν τῇ γῇ, πρόσκαιρα, μὴ σὲ νῦν λύπει τὸ χωριζόμενον.
ὅταν σοι λογισμὸς ἡδυπαθείας ἐγγένηται, ἀντίστησον αὐτῷ τὴν τῶν ἀνθρώπων καὶ αἰσχύνην, καὶ τὴν τοῦ θεοῦ πρόσκρουσιν.
ἀσφαλίζου τὴν ἀκοὴν, καὶ τοὺς ὀφθαλμοὺς· δι’ αὐτῶν γὰρ πάντα τὰ βέλη τῆς κακίας εἰσέρχονται.
ἡνίκα προσεύχῃ, τὸν λογισμὸν πρὸς θεὸν ἀνάγαγε· κἂν περισπασθεὶς κατέλθῃ, πάλιν αὐτὸν ἀνάγαγε.
οὐ παύεται ἡ διάνοια τίκτουσα· σὺ δὲ τοὺς μὲν φαύλους ἔκτειλε, τοὺς δὲ ἀγαθοὺς γεώργησον.
χαῖρε τῇ ταπεινώσει· τὸ γὰρ ἐξ αὐτῆς ὕψος πολὺ, καὶ πεσεῖν μὴ δυνάμενον.
ἄσκει τοσοῦτον, ὅσον χαλάσαι τῆς σαρκὸς τὰ κινήματα· κἂν ἀσθενήσῃ, πρὸς ὑγείαν τὸ σῶμα, μὴ πρὸς τρυφὴν θερπάπευσον.
τοὺς πονηροὺς τῶν λογισμῶν, λογισμοῖς ἑτέροις ἀναμόχλευε.
λογίζου τῶν οὐρανῶν ἀγαθῶν τὴν εὐπρέπειαν· καὶ πάθος οὐδέν σοι τῆς γῆς, ἢ τῶν ἐκ ταύτης τερπνῶν ἐπεισέρχεται.
ἡνίκα τι περὶ θεοῦ ἐπέρχεταί σοι νοεῖν, μὴ τὸν θεὸν, ἀλλὰ σαυτόν· οὐδὲν γὰρ ἀσφαλὲς, ὑπὲρ τὸ μὲτρον, ὅπερ χωροῦμεν, ἐπέρχεται.
τὰς φαύλους ἐνθυμήσεις σπόρον εἶναι τοῦ διαβόλου πίστευε· οὕτω γὰρ αὐταὶ παύονται, ὁ δὲ σπορεὺς αἰσχύνεται.
φείδου τὰ πολλὰ γέλωτος· χαυνοῖ γὰρ τὴν ψυχήν· χαυνωθεῖσα δὲ, τῷ τοῦ νόμου χαλινῷ εὐχερῶς ἀποδύεται.
εἰς ἔργα δεῖ τὴν ψυχὴν καὶ προσευχὰς μερίζεσθαι οὕτω γὰρ οὐ πολλὰς εὑρίσκον πρὸς ἡμᾶς τὰς εἰσόδιους ὁ διάβολος.
ἔργον εἶναι τοῦ νόμου τὴν ἀνάγνωσιν νόμιζε, ὅταν μετὰ τῆς γλώττης ὁ νοῦς τρυγῆσαι τὶ θέλων, ἐν ταῖς βίβλοις ἐργάζηται.
ἐὰν εἰς ἔργα τὴν χεῖρα κινῇς, ἡ γλῶττα ψαλλέτω, καὶ ὁ νοῦς προσευχέσθω· ἀπαιτεῖ γὰρ ἀεὶ παρ’ ἡμῶν ὁ θεὸς μνημονεύεσθαι.
πᾶσαν μὲν πρᾶξιν διὰ προσευχῆς σφράγιζε· ταύτην δὲ μάλιστα, ἐφ’ ἣν τὸν λογισμὸν θεωρεῖς ἀμφιβάλλοντα.
εἰ βούλει τὰ τῶν χειρῶν ἔργα, θεῖα σοὶ καὶ μὴ χοϊκὰ γίνεσθαι, κοινά σοι τὰ ἐξ αὐτῶν γενέσθω πρὸς τοὺς χρήζοντας.
χαῖρε τῇ τῶν ἁγίων ἐντεύξει· δι’ αὐτῶν γὰρ ὁ θεὸς ἐμψανίζεται.
τοὺς ἀληθῶς ἁγίους ἀπὸ τῶν ἔργων διάκρινε. ἕκαστον γὰρ δένδρον ἐκ τοῦ καρποῦ γνωρίζεται.
ἀεί τι κερδαίνειν ἐκ τῆς θεωρίας τῆς τῶν ἁγίων σπούδαζε· ἐπιτήρει δὲ αὐτῶν βλέμμα, καὶ σχῆμα· ἐπωφελὲς γὰρ ἑκάτερον.
ἀκακίαν ἄσκει τῇ καρδίᾳ, καὶ ἁγνείαν τῷ σώματι· ταῦτα γὰρ ἄμφω σε θεοῦ ναὸν ἀπεργάζεται.
οὕτως οὖν φύλαττε τὸν ναὸν, ὡς τοῦ κτήσαντος καὶ κρίναι μέλλοντος, καὶ τὴν εἰκόνα σε τὴν ἑαυτοῦ καθαρὰν μεθοδεύοντος.
αἱ τῶν βιωτικῶν ὁμιλίαι τὸν λογισμὸν ἀπὸ θεοῦ χωρίζουσι· διόπερ αὐταῖς μηδὲ συλλάλει, καὶ τοὺς λαλοῦντας ἔκκλινε.
ὅταν λοιδορηθῇς, σκόπει μή τι σοι τῆς λοιδορίας πέπρακται ἄξιον. εἰ δὲ οὐ πέπρακται, καπνὸν εἶναι φεύγοντα τὴν λοιδορίαν νόμιζε.
ἐν οἷς ἀδικῇ τῇ ὑπομονῇ πρόσφευγε, καὶ πρὸς τοὺς ἀδικοῦντας ἡ βλάβη μεθίσταται.
ἡνίκα πλοῦτον ἢ δόξαν ὁρᾶς, ἢ βιωτικὴν δυναστίαν, λογίζου τὸ ἐν αὐτοῖς φθαρτὸν, καὶ διαφεύγεις τὸ δέλεαρ.
καρτέρει τὰς θλίψεις· ἐν αὐταῖς γὰρ αἱ ἀρεταὶ, καθάπερ ἐν ἀκάνθαις ῥόδα, φύονταί τε καὶ τρέφονται.
μηδὲ εἶναι τῆς ἀρετῆς ἴσον εἰς ἀξίωμα νόμιζε· ὄψις γάρ ἐστι θεοῦ, διόπερ ἐστι, καθὰ καὶ αὐτὸς, ἄτρεπτος.
θρήνει τὸν ἁμαρτωλὸν εὐθηνοῦντα· τὸ ξίφος γὰρ αὐτῷ τῆς δίκης ἐπιτείνεται.
μητέρα κακῶν τὴν ῥαθυμίαν νόμιζε. ἀγαθὰ γὰρ ἃ μὲν ἔχεις συλᾷ· ἃ δὲ οὐκ ἔχεις, οὐκ ἐᾷ προσκτήσασθαι.
ὅταν φαῦλα πράττων, ἐπ’ αὐτοῖς μὴ αἰσχύνεται, βαρεῖται τὸ τραῦμα, καὶ τὸ πτῶμα εἰς ἀπόγνωσιν ἔρχεται.
ὁσάκις ἀθυμεῖς, λογίζου πόσα τοῖς πιστοῖς παρεσκεύασται, καὶ ὁ καρπός σοι τοῦ πνεύματος εὐχερῶς παραγίνεται.
χρὴ τὸν πιστὸν ταπεινοῦσθαι πρὸς πάντας. τὸ γὰρ πρὸς ἐνίους ταπεινοῦσθαι, πεπλανημένην τὴν ταπείνωσιν κέκτηται.
τῆς πρὸς τὸν πλησίον ἀγάπης μηδὲν προτιμήσῃς, πλὴν ὅσα ἐξ αὐτῆς ἡ ἀγάπη πρὸς τὸν θεὸν παραβλέπεται.
μηδενὶ παρὰ τὸν νόμον τοῦ θεοῦ πρόσκεισο μηδὲ πρόσπασχε· θεὸν γὰρ ἀνάξιον ποιεῖ τὸν αὐτοῦ τινα προτιμῶντα.
μὴ συνηγόρει τοῖς κακοῖς· αὐτοὺς μὲν γὰρ εἰς κακίαν ἀλείφεις· σὺ δὲ μολύνῃ τῇ κοινωνίᾳ τοῦ πράγματος.
νουθέτει τὸν ἁμαρτάνοντα, μὴ κατηγόρει τὸν πταίοντα· λοιδόρου μὲν γὰρ τὸ δεύτερον, τὸ δὲ πρότερον διορθοῦντος.
ἀκούειν ἀεὶ καὶ λαλεῖν τὰ τῶν ἁγίων σπούδαζε· εἰς ζῆλον γὰρ ἀγαθὸν τὴν ψυχὴν ἐρεθίζουσι.
εἰ ἐκκλησίαν κατ’ οἶκον ἕκαστος τὴν διάνοιαν ἔχομεν, καὶ τελεῖν ἐν αὐτῇ τοὺς θεσμοὺς τῆς ἐκκλησίας ὀφείλομεν.
εἰ τελεῖται σύναξις ἐν ἐκκλησίᾳ παράβαλε· εἰ δὲ μὴ τελεῖται, σὺ ψάλλων ἀποστολικὸν εὐαγγέλιον, ἄπελθε.
τὴν τῶν ἀρετῶν δόξαν ἐκ τῶν ἁγίων κατόπτευε· ἀθάνατοι γὰρ αὐτῶν αἱ δόξαι, καὶ μετὰ θάνατον γίνονται.
τὴν κακίαν τότε μισήσεις, ὅταν λογίσῃ δαιμόνων ὅτι ἐστὶ καθ’ ἡμῶν στιλβομένη μάχαιρα.
εἰ νουθετεῖς τὸν πταίσαντα, κρᾶσον συμπαθείᾳ τὰ ῥήματα καὶ τὰ μὲν ὦτα μαλάσσονται, ἡ δὲ καρδία φωτίζεται.
ὅταν ἐν ἁγίοις λαλεῖς, ἐρώτα τὰ τοῦ πνεύματος· ὅταν δὲ μὴ τοιούτοις λαλεῖς, οὐ ταῦτα λάλει.
τὰς πράξεις ἀεὶ τὰς ἀγαθὰς ἐπίσπευδε, μή ποτε καταλιπὼν αὐτὰς, ἡμιτελὴς ἀπελεύσῃ.
οὕτω τρέχε, ἵνα καταλάβῃς, τουτέστιν
ἀπαύστως. δεῖ γὰρ τὴν ἀρετὴν τρέχειν, μέχρις ἂν
μὴ γίνου περὶ τὴν ἐργασίαν τῶν ἐντολῶν ὀλίγωρος· τοῖς γὰρ τοιούτοις ὁ κόπος ἀκερδὴς, ἐπὶ κόπον προστίθεται.
τὴν ὑπομονὴν καὶ πρὸ τῆς ἀνάγκης ἄσκει, ὅπως αὐτῆς εὕρεις καὶ ἐν τῇ ἀνάγκῃ τὴν πανοπλίαν ἕτοιμον.
μάχου τοῖς πονηροῖς λογισμοῖς, καὶ λέγε πρὸς αὐτοὺς ὅσα τῷ νόμῳ λαλεῖται.
σπουδῇ πολλῇ τὸν ὀφθαλμὸν ἐκ τοῦ βίου μετάστησον· καπνὸς γὰρ ἐξ αὐτοῦ πονηρὸς, θολὴν τὴν ψυχὴν ἀναδίδοται.
εἰ φαύλῃ τινὶ συνηθείᾳ κεκράτησαι, κατὰ μικρὸν ἀπότεμνε· καὶ κόπου πολλοῦ χορὶς, τῆς ψυχῆς ἀποβαλεῖς τὴν ἄκανθαν.
καθαρὸν ὄντα τὸν θεὸν, καθαρῶς ἀγάπα. καὶ τοῦ ἐπὶ πάντων, πάντα δεύτερα νόμιζε.
εἰ θέλεις εἶναι ναὸς θεοῦ, θυσίαν ἐνδελεχησμοῦ τὴν προσευχὴν αὐτῷ τὴν διηνεκῆ πρόσφερε.
τὸν ἀμελῶς βιοῦντα, μὴ προσλάμβανε σύμβουλον· ὁ γὰρ τοῖς κακοῖς χαίρων, ἀγαθὰ καὶ μισεῖν καὶ συμβουλεύειν οὐκ ἀνέχεται.
πάσης ἀπέχου φθορᾶς, καὶ τοῦ μυστικοῦ δείπνου πᾶσαν ἡμέραν μέτεχε. οὕτω γὰρ Χριστοῦ τὸ σῶμα τὸ ἡμέτερον γίνεται.
ἐν οἷς παιδεύῃ παρὰ θεοῦ, μὴ γόγγυζε· παιδεύει μὲν γὰρ ὡς πατήρ, εὐχαριστεῖσθαι δὲ ὡς εὐεργέτης ἐστὶν ἄξιος.
ὅταν ἀτιμασθῇς, χαῖρε· εἰ μὲν γὰρ ἀδίκως, ὁ μισθὸς πολὺς· εἰ δὲ δικαίως, ἐὰν σωφρονῇς, ἐκουφίσθῃς τῆς μάστιγος.
σκιᾷ καὶ τροχῷ τὰ λυπηρὰ τοῦ βίου καὶ τὰ φαιδρὰ παράβαλλε. ὡς γὰρ σκιὰ οὐ μένει, καὶ ὡς τροχὸς κυλίεται.
ἀεὶ προκόπτειν κατὰ θεὸν σπούδαζε. ὁ γὰρ μικρῷ ἐπὶ μικρὸν προστιθεὶς, πλοῦτον καλὸν καταβραχὺ συλλέγει, παρὰ πάντων ζητούμενον.
εἰ βούλει τῆς κολάσεως ἐκφυγεῖν τὸ ἐπίπονον, μηδένα ποτὲ λοιδορήσῃς· ἐκ τούτου γὰρ τὸ θεῖον παροξύνεται.
εἰ θέλεις ἐκ τοῦ οἴκου σοῦ ἀποδιώξαι πᾶσαν
εἰ θέλεις πάσης ἁμαρτίας ἀνώτερον εἶναι, πράξεις ἀλλοτρίας μὴ καταμάνθανε· πολλὰ γάρ εἰσιν ἐν σοὶ, ἀφ' ὧν ἕτερον ὑπολαμβάνεις.
φεύγε τὴν ὑπερηφανίαν, ὦ ἄνθρωπε, κἂν πλούσιος ἢ, μήποτε τὸν θεὸν ἀντιτασσόμενον ἕξεις.
φίλει τὴν ταπεινοφροσύνην, κἂν μέγας ὑπάρχεις, ἵνα ὑψωθὴς ἐν ἡμέρα κρίσεως.
μὴ σκώψῃς ἄνθρωπον, καὶ μῶμον οὐχ ἕξεις· ἐν πάσῃ ζωῇ σοῦ.
ὅταν ἐν ἐκκλησίᾳ ὑπάρχεις, μὴ μετεωρίζου. ἐνώπιον γὰρ βασιλέως οἱ ἑστῶτες, οὔτε γελῶσιν, ὅτε μετεωρίζονται.
μὴ καταφρόνει τῆς ζωῆς σοῦ, καὶ ἀδιαφόρως πράττε παρὰ τὸν νὸμον, ἵνα μὴ παρὰ νόμον τὴν ἀπώλειαν ἕξεις.
ἐκ τὰ πάσης ἀσφαλείας μνημόνευε τῶν εἰρημένων, ἵνα σε λαμπρὸν τῷ βίῳ ἀναδείξωσιν.
ζήλωσον βιὸν σεμνὸν, ἵνα ἔχεις παῤῥησίαν ἐπιστρέφειν τοὺς ἁμαρτάνοντας.
ἀσφαλίζου τὴν αὐθάδειαν, μὴ ἐπιπλήξεις τινί, ἵνα μὴ κατακριθῇς ὡς ὑψηλοφρονήσας.
μὴ γελάσεις ἐπὶ πτώματι ἑτέρου, ἵνα μὴ γελασθῇς ὑφ' ὧν οὐ θέλεις.
φύλασσε τὰς παραινέσεις ταύτας, ἵνα στέφανον δόξης προξενήσωσί σοι.
γένου ἐγκρατὴς τῶν ἐντολῶν τούτων, ἵνα προσάξωσί σε ἐμφανῆ τοῖς ἀνθρώποις, καὶ εὐάρεστον τῷ θεῷ· οὕτω γὰρ ἥδεται τὸ θεῖον, καὶ τοιούτοις κατορθώμασι θεραπεύεται ὁ θεὸς.
ἀεὶ προκόπτειν ἐν τοῖς ἀγαθοῖς ἔργοις σπούδαζε·