ὁδὸς εἰς ἀρετὴν ἡ τοῦ βίου φυγὴ, ἀγαθή τε καὶ σύντομος.
χρὴ τὸν ἐπιθυμοῦντα τῶν ἀφθάρτων, ἀντ’ οὐδενὸς ἡγεῖσθαι τὰ φθειρόμενα.
εἰ τὴν ζωὴν τὴν ὄντως ποθεῖς, προσδέχου ἀεὶ τὸν ἀνθρώπινον θάνατον,
μίσει τὸν παρόντα βίον· ὁρᾷς γὰρ τὸν τροχὸν ἀπαύστως κυλιόμενον.
μὴ ποθήσῃς ἀγαθὰ ὧν ἡ χρῆσις παρέρχεται, καὶ ἡ κτίσις ἀπόλλυται.
γέλα τοὺς εὐπραγεῖτας, τοῖς δυσπραγοῦσι
τὴν ὑπομονὴν ἄσκει, οἵαν αὐτὴν ἔγνως γυμνασθεῖσαν τοῖς μάρτυσιν· ἐπειδὴ τὸ τῆς συνειδήσεως μάρτυρι καὶ ἡμεῖς ἀπαιτούμεθα.
πάντων προτίμα τὴν ψυχὴν, καὶ τῆς ἀρετῆς ὁ δρόμος ἀκαμάτως ἀνύεται.
πάντα μὲν φθαρτὰ, ἡ ψυχὴ δὲ ἀθάνατος· προτιμᾶσθαι τοίνυν τὰ ἄφθαρτα τῶν φθαρτῶν δέον.
ἑτοιμάζου πρὸς τὰ λυπηρὰ, καὶ κερδαίνεις τὰ πλείονα.
μὴ ζήτει παρὰ τοῦ θεοῦ τὰ ἡδέα, μόνα δὲ τὰ συμφέροντα· ἐκεῖνα γὰρ αἰτηθεὶς, οὐ δίδωσιν· εἰ δὲ καὶ λάβῃς, φθείρονται.
μὴ μέμφου τὴν πενίαν· ἀπερίσπαστον γὰρ τοῦ νόμου τὸν ἀθλητὴν ἀπεργάζεται.
μὴ εὐφραίνου τῷ πλούτῳ· αἱ περὶ αὐτῶν γὰρ φροντίδες χωρίζουσιν ἀπὸ θεοῦ, ὡς τὰ πολλὰ, καὶ παρὰ γνώμην τῶν ἀνθρώπων.
ἐγγὺς τὸ τέλος, ὁ ῥᾳθυμῶν ἑτοιμαζέσθω πρὸς μάστιγας.
οὐ μακρὰν τὸ θέρος· ἀκανθῶν τοίνυν τὸν ἀγρὸν τῆς ψυχῆς ἀπαλλάξωμεν.
οὐδὲν λανθάνει τὸν κριτὴν, ὥστε μάτην λανθάνοντος ἁμαρτάνειν σπεύδομεν.
πρὸ τῶν ἀνθρώπων αἰσχύνου τοὺς ἀγγέλους· πολλοὶ γὰρ ἡμῖν πάρεισιν, καὶ πάσης αἰσχρὰς ἀποσχοινίζουσι πράξεως.
μερίμνα τοῦ κριτοῦ τὸν ζυγὸν, καὶ πᾶν εἴ τι σοι κίβδηλον τῆς βιωτικῆς πείρας ἔκβαλλε.
ζημίαν εἶναι τὴν σχολὴν καὶ τὴν ἄνεσιν νόμιζε· καὶ σπεῦδέ τι πράττειν, ὧν ἀπαιτεῖσθαι μέλλομεν.
ἀεὶ τοῦ βίου λογίζου τὸ ἀβέβαιον, καὶ οὐδέν σε τῶν ἐν αὐτῷ περισπᾶσαι δυνήσεται.
τὰ φαιδρά σε τῆς γῆς μὴ τερπέτω τὰ πρόσκαιρα· ἄγκιστρα γάρ ἐστι, τὴν ψυχὴν ὡς ἰχθῦν σαγινεύοντα.
ἀπέχου τοὺς πειρασμοὺς· εἰσελθὼν δὲ, τὴν ἀνδρείαν ἐπίδειξε·
μή ποτε πτωχὸν παρίδῃς δακρύοντα, ἵνα μὴ παροφθῇ τῆς εὐχῆς σου τὸ δάκρυον.
ἡ φιλοσοφία χρῆμα τοῖς ἀνθρώποις ἐξαίρετον·
χιτὼν ἡ ἀρετὴ ἐστι τοῦ θεοῦ. ταύτην ὕφαινε, καὶ γίνῃ στολιστὴς τοῦ τὴν κτίσιν ἐνδύοντος.
ὅσα ἐπὶ γῆς, κλέπτεται, τὰ κατ’ οὐρανὸν ἐργάζου· ταῦτα γὰρ εἰς τοὺς τῶν συλώντων δακτύλους οὐκ εἰσέρχεται.
παραιτεῖσθαι δεῖ τὸ τρυφᾷν· ἕλκει γὰρ εἰς πράξεις, ἀφ’ ὧν στεναγμοὶ μετὰ τὴν νῆψιν γίνονται.
τοὺς λογισμοὺς ἄμεινον τοὺς φιλοσάρκους βδελύττεσθαι· φθείρουσι γὰρ τὸ σῶμα, καὶ τὴν ψυχὴν μολύνουσιν.
οὐδὲ τὰ τῆς γῆς ἀγαθὰ χωρὶς κόπων ἀνύεται· ἀνθ' ὅτου τοίνυν τὰ οὐράνια, διὰ τὸν μόχθον ἐκκλίνομεν;
εἰ βούλει τὴν ἀρετὴν ἐκτὸς κόπου ἐργάζεσθαι , λογίζου τὸν κόπον πρόσκαιρον, τὸν δὲ μισθὸν αἰώνιον.
ὅσοι πρὸς τὰς ἡδονὰς τὰς ἀτόπους προστετήκασι τῆς ἀπολαύσεως τὸ βαρὺ, καὶ τῆς τιμωρίας τὸ μακρὸν λογιζέσθωσαν.
ὅσον ὁ βίος ῥυπαρὸς, κτηνώδης εἰκότως ἡ ψυχὴ, καὶ πενθεῖν ὡς τὸ λογιστικὸν ὑφ’ ἑαυτῶν ζημειωθέντες ὀφείλουσι.
πάντα νόμιζε φθαρτὰ, καὶ τὴν ἀρετὴν ἄφθαρτον.
ἀμέλει τῶν ἄλλων ὅσα κτηνώδη κατασκευάζει τὸν ἄνθρωπον· ἐργάζου δὲ ταῦτα, ὅσα σε οὐράνιον ἀναδεῖξαι δυνήσονται.
ἐπιμελοῦ τῆς ἀρετῆς· αὕτη γὰρ διὰ φιλοσοφίας νέον Ἀδὰμ ἀναδείκνυσιν.
εἰ κρατεῖς γαστρός, κράτει καὶ γλώσσης, ἵνα μὴ· τὸ μὲν ὑπάρχεις δοῦλος, τὸ δὲ τυγχάνεις ἀνόητος ἐλεύθερος.
ἀγάπα τὸν θεὸν, ὑπὲρ αὐτὸν δὲ τοὺς οἰκείους μὴ πρόσπασχε· μήπως αὐτοῦ, κατὰ τὴν αὐτοῦ φωνὴν εὑρεθῇς, ὡς οὐ θέλεις, ἀνάξιος.
καρτέρει τὰς θλίψεις· ἐν αὐταῖς γὰρ τοῖς ἀθλοῦσιν οἱ στέφανοι.
μακάριον τὸ πάσχειν κακῶς, τὸ ποιεῖν δὲ τρισάθλιον· τοῦ Χριστοῦ γὰρ κληρονόμος ὁ πάσχων, τοῦ δὲ διαβόλου ὁ ποιῶν συγκληρόνομος.
καλὸς ὁ τῆς νηστείας ἄρτος, ἐπειδὴ τῆς ζύμης τῶν ἡδονῶν ἐστὶν ἐλεύθερος.
ἅγιος ὁ τῆς προσευχῆς βωμὸς· ἕλκει γὰρ πρὸς ἡμᾶς τὸν ἅγιον τῶν ἁγίων, ἁγίως.
μὴ δόκει τὴν δικαιοσύνην ἀρετῆς εἶναι πάρεργον· ταύτης γὰρ χωρὶς, πᾶσα πρᾶξις ἀκάθαρτος.
εἰ σπερεῖς πτωχοῖς, τὰ σαυτοῦ σπεῖρε· τὰ γὰρ ἀλλότρια, ζιζανίων πικρότερα.
τυφλὸς ἐστιν ὁ ἐλεήμων, εἰ μὴ τυγχάνει δίκαιος, γεωργῶν ἀγρὸν, ὃν θεωρῆσαι οὐ δύναται.
προσδόκα μὲν ἀεὶ, μὴ φοβοῦ δὲ τὸν θάνατον, ἀληθὴς χαρακτὴρ φιλοσοφίας ἑκάτερον.
σχηματίζου τὴν ἀρετὴν, οὐχ’ ὅπως ἀπατήσῃς, ἀλλ’ ὅπως ὠφελήσεις τοὺς βλέποντας.
λέγειν χρὴ καλὰ, καὶ τὰ μὴ καλὰ πράττοντα, ὅπως ἄρξηται τῶν ἔργων τοὺς λόγους αἰσχύνεσθαι.
εἰ τὸν οὐρανὸν ποθεῖς, μηδὲν σοι καὶ τῇ γῇ· οὐκ ἐᾷ γὰρ αὕτη πρὸς ἐκεῖνον ἀνίπτασθαι.
μὴ βούλου πλουτεῖν φιλοπτωχείας ἕνεκα· ἀπὸ γὰρ δικαίων ἐλεεῖν ὁ θεὸς νομοθετεῖ τὸν δίκαιον.
εἰ ποτήριον ψυχροῦ δικαιοῖ τὸν οἰκτίρμονα, πόση τις ἀμοιβὴ τὸν πάντα σκορπίζοντα τοῖς πτωχοῖς διαδέχεται;
μήτηρ τῶν ἀρετῶν, ἁγνεία καὶ συμπάθεια· οὐ τοίνυν ἔνι τῷ Χριστῷ δίχα ταύτης ἢ ἐκείνης στρατεύεσθαι.
μὴ ἀμέλει τῆς συμπαθείας· αὕτη γὰρ τὸν ἀγαθὸν δεσπότην ἐξ οὐρανοῦ κατήγαγεν.
μὴ καταφρόνει τῆς ἁγνείας· τὸ γὰρ ἐξ αὐτῆς ὄργανον, τὸν δι' ἡμᾶς σαρκωθέντα τοῖς ἀνθρώποις παρέστησε.
μὴ εἴπης· στήσομαι τὸν ἐχθρὸν· κριτὴν γὰρ δίκαιον ἐν οὐρανῷ κετήμεθα.
μὴ βούλου τρυφᾷν, μὴ πλουτεῖν, μὴ δοξάζεσθαι· φθορὰ γὰρ ταῦτα τοῦ βίου· ἡμεῖς δὲ οὐκ ἐσμὲν οἱ φθειρόμενοι.
ἐπὶ νεκρῷ μὴ θρήνει· κοινὴ γὰρ ἡ ὁδὸς, ὁ δὲ φθάνων μακάριος.
τὸν ἁμαρτάνοντα πένθησον οὐχὶ δὲ τὸν πτωχεύοντα· στεφανοῦται γὰρ οὗτος, ἐκεῖνος κολάζεται.
γέλα μὲν τοῦ βίου τὸν τροχὸν, ἀτάκτως
λάλει τῷ θεῷ πολλὰ, καὶ τοῖς ἀνθρώποις ὀλίγα, τῇ μελέτῃ δὲ τοῦ νόμου κατορθώσεις ἑκάτερα.
λουτὴρ ἀγαθὸς ψυχὴ, τῆς προσευχῆς τὸ δάκρυον· ἀλλὰ μετὰ τὴν προσευχὴν, μέμνησο τίνος χάριν ἐδάκρυσας.
τοὺς δυνάστας τοῦ βίου μὴ μακάριζε· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται, ὅθεν αὐτοὶ τὸν κριτὴν αὐστηρότερον ἕξουσιν.
δεῖ πονεῖν τὸν Ἀδὰμ, ἡμεῖς δὲ πονοῦντες ἐν τῷ νόμῳ, τὴν ἀμοιβὴν κερδαίνομεν.
ἀνάγκη τῆς εὔας τοὺς κληρονόμους θλίβεσθαι, ἀλλ’ ὅταν εὐχαρίστως τὰς θλίψεις ὐπομείνωμεν, εἰς εὐλογίαν ἡμῖν ἡ κατάρα μετέρχεται.
λύχνῳ πρὸς τὰς πράξεις τῷ συνειδότι κέχρησο. τοῦτο γάρ σοι ποίας μὲν ἐν βίῳ ἀγαθὰς, ποίας δὲ πονηρὰς ὑποδείκνυσιν.
ἑαυτοὺς κρίνομεν, καὶ ὁ κριτὴς καταλλάσσεται· χαίρει γὰρ ὡς ἀγαθὸς τὸν ἁμαρτωλὸν θεωρῶν, τὸ φορτίον αὐτὸ σκορπίζοντα.
εἴ τι ῥυπαρὸν ἡμῖν πέπρακται, τῇ μετανοίᾳ πλύνωμεν· μέλλομεν γὰρ καθαρὰν τὴν εἰκόνα μεθεδεύεσθαι.
πρὶν γυμνωθῆναι τὰ ἕλκη τῆς ψυχῆς θεραπεύωμεν, ἵνα κερδαίνωμεν τοῖς φαρμάκοις τὰς μάστιγας.
ὥσπερ δυσχερῶς οἱ δεσμῶται βαδίζουσιν, οὕτω τὸν δρόμον τῆς ἀρετῆς οἱ συμπλακέντες τῷ βίῳ, καθαρὸν οὐκ ἀνύουσιν.
χρὴ τὴν ἁμαρτίαν μισεῖν· οὕτω γὰρ αὐτῆς τὴν παγίδα, κἂν ὀλισθήσῃ τις πρὸς αὐτὴν, ἐξελεύσεται.
ὃς οὐ μισεῖ τὴν ἁμαρτίαν, ἐν ἁμαρτωλοῖς, εἰ καὶ μὴ πράττει τὴν ἁμαρτίαν, κρίνεται.
ἐπὶ τῷ πλησίον ἁμαρτάνοντι στέναζε, ἵνα καὶ σεαυτὸν στενάξῃς· πάντες γάρ ἐσμὲν ἐν ἐπιτιμίοις καὶ ἁμαρτίαις ὑπεύθηνοι.
ἀναμίμνησκε τοῦ κριτοῦ τὸν φίλον ἁμαρτήσαντα, καὶ τὸ σὸν ἐμπλάττεις τραῦμα· κοινὸν γάρ ἐστι τῆς βουλῆς τὸ φάρμακον.
λέγειν τι μέλλων, ἢ πράττειν, τῆς μετὰ μικρὸν
τῆς ἁμαρτίας τὴν τιμωρίαν φοβοῦ, τὴν αἰσχύνην δὲ νάρκα· τὸ χαλεπὸν γὰρ ἑκατέρωθεν ἄμετρον.
τῶν μελλόντων ἀγαθῶν καὶ τὸ κάλλος καὶ τὸ πλῆθος ἄπειρον.
πάντα σκιὰ, καὶ καπνὸς, καὶ πομφόλυγες.
μὴ σπεῖρε πονηρὰ· τὸ γὰρ θέρος ἐγγὺς, καὶ τὸ πῦρ τῶν γεωργῶν τῶν ἀγαθῶν ἐκδέχεται.
ῥόδα τοῦ βίου ὑποκριταὶ, πλεονέκται, ὑποφιλήδονοι· ἀλλὰ μικρὸν καρτέρει, καὶ τὸν χόρτον θεωρεῖς πατούμενον.
πᾶσα πονηρὰ πρᾶξις, ὁπλίζει τὸν διάβολον· ὁπλισθεὶς δὲ, χαλεπῶς τοῖς ὁπλίταις κέχρηται.
εἰ βούλει τὸν ἐχθρὸν ἀσθενεῖν, τὴν ἁμαρτίαν περίκοπτε· γυμνὸς γὰρ ὧν πτερῶν, ὡς στρουθίον, ἐμπαίζεται.
οὐαὶ τῷ ἀσεβεῖ· ὅταν πάντες φωτίζωνται, τότε μόνος σκοτίζεται.
οὐαὶ τῷ βλασφήμῳ· δεσμεῖται γὰρ τὴν γλῶσσαν, καὶ πῶς ἀπολογίσασθαι τῷ κριτῇ οὐ δύναται;
οὐαὶ τῷ ἀνόμῳ· πρὸς κριτὴν γὰρ αὔστηρόν τε, καὶ δίκαιον, καὶ νομοθέτην ἀπέρχεται.
οὐαὶ τῷ πλεονέκτῃ· ὁ πλοῦτος αὐτὸν φεύγει, καὶ τὸ πῦρ ὑποδέχεται.
οὐαὶ τῷ ῥᾳθύμῳ· ζητήσει γὰρ τὸν καιρὸν, ὃν κακῶς ἐδαπάνησεν.
οὐαὶ τῷ ἀλάζονι· ὅταν εἰσέλθει εἰς τὸν τάφον, τίς ὑπάρχει διδάσκεται.
οὐαὶ τῷ φιλοπόρνῳ· ῥυποῖ γὰρ στολὴν, καὶ τοῦ νυμφῶνος ἐκβέβληται.
οὐαὶ τῷ λοιδόρῳ, καὶ σὺν αὐτῷ μεθύσῳ· μετὰ φονευτῶν τάττεται, καὶ μετὰ μοιχῶν κολάζονται.
οὐαὶ τῷ τρυφῶντι· καιρὸν γὰρ ὀλίγον ὡς μόσχος εἰς σφαγὴν ἑτοιμάζεται.
οὐαὶ τῷ ὑποκριτῇ· ὁ ποιμὴν αὐτὸν ἀρνεῖται, καὶ λύκος ὁ κριὸς ἀποφαίνεται.
μακάριος ὁ τὴν στενὴν ὁδεύων ὁδὸν· στεφανηφορῶν γὰρ εἰς τὸν οὐρανὸν εἰσέρχεται.
μακάριος ὁ τὰς ἡδονὰς πατῶν· τρέμουσι γὰρ τὴν πρὸς αὐτὸν πάλην οἱ δαίμονες.
μακάριος ὁ τῇ ἀρετῇ καθαρὸς, καὶ τὴν ψυχὴν ἀνυπόκριτος· κρίνειν γὰρ μέλλει τὸν κόσμον, οὐχὶ δὲ μετὰ τοῦ κόσμου κρίνεσθαι.
μακάριος ὁ ἀγρυπνῶν ἐν προσευχαῖς καὶ ἀναγνώσεσι, καὶ τῷ ἔργῳ τῷ ἀγαθῳ· φωτισθήσεται γὰρ ὁ τοιοῦτος, τοῦ μὴ ὑπνοῦν εἰς θάνατον.