Τὰς νυκτερινὰς ἡμῖν ἐπάγουσιν οἱ πόλεμοι φαντασίας, ἵνα μεθ' ἡμέραν ἢ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν εὐχερέστερον συνταράξωσι· ταῦτα γὰρ ἐν ὕπνοις προκινηθέντα, ῥᾷον ἐξάπτονται.
Τινές φασιν ὅτι τῶν μορίων τοῦ σώματος οἱ δαίμονες κατὰ τοὺς ὕπνους ἁπτόμενοι, κινοῦσι τὸ πάθος τῆς πορνείας· τοῦτο δὲ κινούμενον ἀναφέρει τὰς μιαρὰς φαντασίας ἐπὶ τὸν νοῦν. Τινὲς δὲ ὅτι τῷ μὲν νοῒ σχήμασιν αἰσχροῖς παραφαινόμενοι, τῶν δὲ μορίων ἐπαφώμενοι, κινοῦσι τὴν ὄρεξιν.
Σημεῖον ἀπαθείας, τὸ ψιλὰ τὰ νοήματα τῶν πραγμάτων ἀεὶ ἀναβαίνειν ἐπὶ τὴν καρδίαν, καὶ ἐγρηγορότος τοῦ σώματος, καὶ κατὰ τοὺς ὕπνους.
Σάλπιγξ μὲν ἠχοῦσα συνάγει στρατιώτας· ψαλμῳδία δὲ, ἀγγέλους· ᾠδὴ δὲ ἄσεμνος, δαίμονας.
Ἀληθής ἐστιν ἡσυχία, τὸ καθήμενον ἐν τῷ κελλίῳ, μηδεμίαν μνήμην ἔχειν κοσμικοῦ πράγματος· ἐργασία δὲ τελεία, τὸ προσέχειν ἀπερισπάστως μόνῳ Θεῷ.
Εἰ καὶ οἱ πατέρες τῆς Σκήτεως ἀντέλεγον τοῖς πονηροῖς λογισμοῖς, ἀλλ' ἐκεῖνοι πολλὴν εἶχον ἁπλότητα καὶ φόβον Θεοῦ· ἡμῖν δὲ τὸ τοιοῦτον οὐ πᾶσιν ἀσφαλὲς, οὐ γὰρ ἀπορήσει λόγον ὁ πονηρός. Καὶ λοιπὸν ὅλην τὴν ἡμέραν ἀδολεσχοῦντες, ὑποκλαπησόμεθα τὴν πρὸς Θεὸν ὁμιλίαν, συλλαλοῦντες τῷ πολεμίῳ.
Σφόδρα λυμαίνεται τῷ μνημονικῷ τῆς ψυχῆς, ἐναποτεθείσα μνησικακία.
Μνησίκακος προσευχόμενος, σπείρει κατὰ πέτρας.
Προσευχόμενος ὑπὲρ ἐχθρῶν, ἀπελάσεις μνησικακίαν.
Πάντας μὲν ἀγαπᾶν ἐπίσης, χαλεπόν· πᾶσι δὲ ἐντυγχάνειν ἀπαθῶς, δυνατόν.
Ἡ πηγὴ μὲν καθαρισθεῖσα, διειδὲς ὕδωρ νάει· νοῦς δὲ καθαρθεὶς, λαμπρὰ πηγάζει νοήματα.
Ὥσπερ τόπος, οὕτω καὶ ψυχὴ, δι' ἐπιμελείας ἐξημεροῦται.
Σοφῶν παλαιῶν ὁ λόγος· τοὺς φρονίμους μᾶλλον ἀπὸ τῶν ἀφρόνων, ἢ τοὺς ἄφρονας ἀπὸ τῶν φρονίμων ὠφελεῖσθαι· οὗτοι μὲν γὰρ φυλάττονται τὰς ἐκείνων ἁμαρτίας· ἐκεῖνοι δὲ τὰ τούτων οὐ μιμοῦνται κατορθώματα.
Ὁ εἰς γνώσιν ἐλθὼν, ἔχει τὸν μετ' αὐτόν· ὁ εἰς ἄγνοιαν ἐλθὼν, οὐκ ἔχει τὸν μετ' αὐτόν· δύο δὲ ἄγνοιαι, καὶ μία γνῶσις· τί βούλεται δηλοῦν ὁ λογος; ὅτι διττή ἐστιν ἡ ἄγνοια· ἡ μὲν ἐξ ἀμαθίας, ὡς ἡ τῶν παίδων· ἡ δὲ ἐκ ταπεινοφροσύνης, ὡς ἡ τῶν ἐναρέτων ἀνδρῶν· ὁ τοίνυν ἐλθὼν εἴτε εἰς ταύτην εἴτε εἰς ἐκείνην, οὐ προτίθησιν ἑαυτόν τινος· ἀλλ' ὁ μὲν παῖς ἄκων τοῦτο ποιεῖ, ὁ δὲ ἐνάρετος ἑκών· ἰδοὺ δύο ἄγνοιαι· ἡ μὲν ἐκ φύσεως, ἡ δὲ ἐκ προαιρέσεως· μία δὲ γνῶσις ἡ φυσιοῦσα, εἰς ἣν ὁ ἐλθὼν, προτίθησιν ἑαυτόν τινος, διὰ τὴν φυσίωσιν.
Ἀρχὴ σωτηρίας, φόβος Θεοῦ· οὗτος τίκτει καταφρόνησιν πάντων τῶν τοῦ κόσμου τερπνῶν· αὕτη δὲ γεννᾷ τὴν ταπείνωσιν. Σημεῖα δὲ ταπεινώσεως, νέκρωσις ἰδίου θελήματος, ἐξομολόγησις ἐγκάρδιος καὶ ἔργων καὶ λόγων καὶ ἐνθυμήσεων· τὸ μὴ πιστεύειν τῇ οἰκείᾳ συνέσει, ἀλλὰ τῷ κατὰ πνεῦμα πατρὶ πάντα ἀνατίθεσθαι καὶ τῶν τούτου λόγων ἐκκρέμασθαι, καὶ δουλεύειν τοῖς αὐτοῦ προστάγμασιν ἀνεπαισχύντως· τὸ μὴ τολμᾶν ὑβρίσαι τινὰ τῶν ἁπάντων, ἀλλὰ καὶ μᾶλλον πᾶσαν ὕβριν ὑπομένειν παρὰ παντός· τὸ μὴ μετρεῖν ἑαυτόν· τὸ μὴ ἐπιχειρεῖν καὶ νεωτέρῳ πράγματι παρὰ τὸν κανόνα τῶν πατέρων· τὸ ἀρκεῖσθαι τῇ εὐτελείᾳ, καὶ μὴ δὲ ταύτης ἄξιον ἑαυτὸν ὁμολογεῖν· τὸ πάντων ἑαυτὸν ἔσχατον ἡγεῖσθαι, καὶ πράξει καὶ λόγῳ· ἐν ἁπάσῃ πληροφορίᾳ, τὸ γλώσσης κρατεῖν, καὶ μήτε ἐν λόγοις προπετεύεσθαι, μήτε τῇ φωνῇ τραχύνειν· τὸ μὴ προχείρως γελᾶν. Τούτοις καὶ τοῖς τοιούτοις ἡ ταπείνωσις κατορθουμένη πρὸς τὸ τῆς θείας ἀγάπης ὕψος ἀνάγει, τῆς μηκέτι φόβον κολάσεως ἐχούσης, ἀλλὰ πόθον τοῦ νυμφίου διαπυρώτατον.
Χαρακτῆρες τῆς τελείας ἀγάπης, τὸ τοὺς ἐχθροὺς ἀγαπᾶν· «Ἀγαπᾶτε γὰρ, φησὶ,
τοὺς ἐχθροὺς ὑμῶν·»
τὸ τοὺς μισοῦντας εὐεργετεῖν·
«Καλῶς γὰρ, φησὶ, ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς·»
τὸ
ὑπερεύχεσθαι τῶν ἀδικούντων· «Προσεύχεσθε γὰρ, φυσὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων
ὑμᾶς»
· τὸ μὴ μόνον μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ
καὶ μᾶλλον ἀγαθοποιεῖν· «Νίκα γὰρ, φησὶν, ἐ<ν> τῷ ἀγαθῷ τὸ κακόν»
· τὸ χαίρειν μὲν ἐπὶ τοῖς κατορθώμασι τοῦ πλησίον· λυπεῖσθαι δὲ ἐπὶ
τοῖς ἀτυχήμασιν αὐτοῦ, καὶ συνδιατίθεσθαι τούτῳ πρὸς ἀμφότερα· «Χαίρειν γὰρ, φησὶ,
μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων»
· τὸ τοὺς
ἀμαθεῖς διδάσκειν καὶ χειραγωγεῖν ἐπὶ σωτηρίᾳ· τὸ τοῖς χρῄζουσι δανείζειν τὸν ἔλεον ἐν
ἱλαρότητι καρδίας· τὸ οἰκειοῦσθαι τὰ πλημμελήματα τῶν ἁμαρτανόντων, καὶ οὕτως ἐπ' αὐτοῖς
ἀλγεῖν καὶ θρηνεῖν, καὶ θερμῶς ἐξιλεοῦσθαι τὸν Θεὸν ὡς ἐπὶ ἰδίοις· τὸ τὴν ψυχὴν τιθέναι
ὑπὲρ τῶν φίλων. Οὗτοι τῆς τελείας ἀγάπης οἱ χαρακτῆρες χριστομίμητον ποιοῦσι τὸν ἄνθρωπον·
ἥδ' ἐν τραπέζαις καὶ ἀστειότησι καὶ τοιαύταις ἑταιρίαις, πεπλανημένη καὶ ψευδὴς καὶ σκιὰ
ἀγάπης ἐστίν :-