Word of Instruction preserved in Barb. Gr. 515, edited by Muyldermans
tag:kalvesmaki.com,2014:tan-key:evagrius
General keywords associated with the TAN collection for Evagrius of Pontus
Started file
I have opted for the Armenian as the basic reference
system.
Οὐχ ἁρμόσει ἄφρονι γνῶσις· καὶ λίθος ἄτιμος ἐν σφενδόνι χρυσοῦ:-
Οὐκ ἀρέσει ἄφρονι τέκνα σοφῶν· καὶ ἀσύνετος ἀθετήσει αὐτά:-
χρόνος μακρὸς οὐ δίδωσι σοφίαν· καὶ ἔτη πολλὰ οὐ δωρεῖται γνῶσιν:-
Ὥσπερ ποταμοῦ ῥοῦς δυσκάθεκτος· οὕτως ἀνδρὸς ἀδίκου πλεονεξία ἀκόρεστος:-
Σκώληξ ἐν ξύλῳ· καὶ λόγος μνησικακοῦντος ἐν ψυχῇ αὐτοῦ:-
Ἐὰν κτήσῃ ἀγάπην, συνήσεις λόγους σοφῶν· καὶ ζητήσης εἰρήνην· καὶ οὐκ ἐξουδενώσης
καρποὺς κοιλίας αὐτῶν:-
Ἀνὴρ θυμώδης οὐκ ὄψεται φῶς· καὶ ἀκαθαρτος οὐ συνήσει αὐτό:-
Ὕδωρ ἀληθινὸν πιέται ἀνὴρ πραύς· ὕδωρ δὲ ψεύδους δοθήσεται ἀνδρὶ ὀργίλῳ:-
Πάσῃ φυλακῇ τήρει πατέρων πλοῦτον· καὶ μὴ ἐπιλάθῃ τοῦ γεννήσαντός σε:-
Δοῦλος ὑπνώδης ἀπολεῖ τὸ χρυσίον τὸ ἐν τῷ κόλπῳ αὐτοῦ· καὶ μέθυσος τὴν ζωὴν αὐτοῦ:-
Εἶδον ἄνδρας ὡς νεοσσοὺς γυπῶν ὑψωθέντας· καὶ ὑπὸ ὀσμῆς τεθνηκότος, πάλιν εἰς γῆν
κατενε χθέντας:-
Ἐλεήμων ἀνὴρ φυλάξει τὸν πλοῦτον αὐτοῦ· ὁ δὲ θρασὺς προσθήσει καὶ τὸ ἱμάτιον
αὐτοῦ:-
Ἐρασθεὶς παιδείας, παροξύνης τοὺς ἐχθρούς σου· καὶ ζητῶν σοφίαν, ἐκθλίψεις αὐτοὺς:-
Διασκορπιοῦσι πλοῦτον υἱοὶ παράνομοι· καὶ ἀφρονες οὐκ ὄψονται θησαυρὸν πατέρων αὐτῶν:-
Λυομένων στοιχείων εὐφρανθήσονται δίκαιοι· ἀδίκων δὲ ψυχαὶ πενθήσουσιν ἑαυτούς:-
Πτωχοὶ διαρπάσουσι σκεύη πλουσίων· καὶ ταπεινοὶ μεριοῦνται πλοῦτον αὐτῶν:-
Λύκος πεισῶν ἐξιχνιάσει ποίμνην· καὶ πνεῦμα πορνείας τοὺς πληροῦντας γαστέρα αὐτῶν:-
Οἶκοι φιλαργύρων πλησθήσονται θηρίων ὀργῆς· καὶ λύπης ὄρνιθες νοσσεύσουσιν ἐν αὐτοῖς:-