ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ

1:1 Παῦλος ἀπόστολος ⸂ Χριστοῦ Ἰησοῦ ⸃ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς 2 τοῖς ἐν ⸀ Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ · χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ⸀ ἡμῶν .

3 Εὐχαριστοῦμεν τῷ ⸀ θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε ⸀ περὶ ὑμῶν προσευχόμενοι , 4 ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ⸂ ἣν ἔχετε ⸃ εἰς πάντας τοὺς ἁγίους 5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς , ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου 6 τοῦ παρόντος εἰς ὑμᾶς , καθὼς καὶ ἐν παντὶ τῷ ⸀ κόσμῳ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν , ἀφʼ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ · 7 ⸀ καθὼς ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν , ὅς ἐστιν πιστὸς ὑπὲρ ⸀ ἡμῶν διάκονος τοῦ Χριστοῦ , 8 ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι .

9 Διὰ τοῦτο καὶ ἡμεῖς , ἀφʼ ἧς ἡμέρας ἠκούσαμεν , οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ , 10 ⸀ περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ⸂ τῇ ἐπιγνώσει ⸃ τοῦ θεοῦ , 11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς , 12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ⸀ ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί , 13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ , 14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν , τὴν ἄφεσιν τῶν ἁμαρτιῶν · 15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου , πρωτότοκος πάσης κτίσεως , 16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ ⸀ πάντα ἐν τοῖς οὐρανοῖς ⸀ καὶ ἐπὶ τῆς γῆς , τὰ ὁρατὰ καὶ τὰ ἀόρατα , εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι · τὰ πάντα διʼ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται · 17 καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν , 18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας · ὅς ⸀ ἐστιν ἀρχή , πρωτότοκος ἐκ τῶν νεκρῶν , ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων , 19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι 20 καὶ διʼ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν , εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ , ⸂[ διʼ αὐτοῦ ]⸃ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ⸀ ἐν τοῖς οὐρανοῖς · 21 καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς — 22 νυνὶ δὲ ⸀ ἀποκατηλλάγητε ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου — παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ , 23 εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε , τοῦ κηρυχθέντος ἐν ⸀ πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν , οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος .

24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν , καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ , ὅ ἐστιν ἡ ἐκκλησία , 25 ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ , 26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν ,— ⸀ νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ , 27 οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν , ⸀ ὅ ἐστιν Χριστὸς ἐν ὑμῖν , ἡ ἐλπὶς τῆς δόξης · 28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ , ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν ⸀ Χριστῷ · 29 εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει .

2:1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ⸀ ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί , 2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν , ⸀ συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς ⸂ πᾶν πλοῦτος ⸃ τῆς πληροφορίας τῆς συνέσεως , εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ ⸀ θεοῦ , Χριστοῦ , 3 ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας ⸀ καὶ γνώσεως ἀπόκρυφοι . 4 ⸀ τοῦτο λέγω ἵνα ⸀ μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ . 5 εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι , ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι , χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν .

6 Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον , ἐν αὐτῷ περιπατεῖτε , 7 ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ ⸀ βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε , ⸀ περισσεύοντες ἐν εὐχαριστίᾳ .

8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων , κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν · 9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς , 10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι , ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας , 11 ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ ⸀ σώματος τῆς σαρκός , ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ , 12 συνταφέντες αὐτῷ ἐν τῷ ⸀ βαπτισμῷ , ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ⸀ ἐκ νεκρῶν · 13 καὶ ὑμᾶς νεκροὺς ὄντας ⸀ ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν , συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ · χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα , 14 ἐξαλείψας τὸ καθʼ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν , καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ · 15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ , θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ .

16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ⸀ ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων , 17 ἅ ἐστιν σκιὰ τῶν μελλόντων , τὸ δὲ σῶμα ⸀ τοῦ Χριστοῦ . 18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων , ⸀ ἃ ἑόρακεν ἐμβατεύων , εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ , 19 καὶ οὐ κρατῶν τὴν κεφαλήν , ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ .

20 Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου , τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε · 21 Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς , 22 ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει , κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων ; 23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος , οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός .

3:1 Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ , τὰ ἄνω ζητεῖτε , οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος · 2 τὰ ἄνω φρονεῖτε , μὴ τὰ ἐπὶ τῆς γῆς , 3 ἀπεθάνετε γάρ , καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ · 4 ὅταν ὁ Χριστὸς φανερωθῇ , ἡ ζωὴ ⸀ ὑμῶν , τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ .

5 Νεκρώσατε οὖν τὰ ⸀ μέλη τὰ ἐπὶ τῆς γῆς , πορνείαν , ἀκαθαρσίαν , πάθος , ἐπιθυμίαν κακήν , καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία , 6 διʼ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ⸂ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας ⸃· 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν ⸀ τούτοις · 8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα , ὀργήν , θυμόν , κακίαν , βλασφημίαν , αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν · 9 μὴ ψεύδεσθε εἰς ἀλλήλους · ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ , 10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος αὐτόν , 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος , περιτομὴ καὶ ἀκροβυστία , βάρβαρος , Σκύθης , δοῦλος , ἐλεύθερος , ἀλλὰ ⸀ τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός .

12 Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ , ἅγιοι καὶ ἠγαπημένοι , σπλάγχνα οἰκτιρμοῦ , χρηστότητα , ταπεινοφροσύνην , πραΰτητα , μακροθυμίαν , 13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν · καθὼς καὶ ὁ ⸀ κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς · 14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην , ⸀ ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος . 15 καὶ ἡ εἰρήνη τοῦ ⸀ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν , εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι · καὶ εὐχάριστοι γίνεσθε . 16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ · διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ⸀ ψαλμοῖς , ⸀ ὕμνοις , ᾠδαῖς πνευματικαῖς ⸀ ἐν χάριτι , ᾄδοντες ἐν ⸂ ταῖς καρδίαις ⸃ ὑμῶν τῷ ⸀ θεῷ · 17 καὶ πᾶν ⸂ ὅ τι ⸃ ⸀ ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ , πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ , εὐχαριστοῦντες τῷ ⸀ θεῷ πατρὶ διʼ αὐτοῦ .

18 Αἱ γυναῖκες , ὑποτάσσεσθε ⸀ τοῖς ἀνδράσιν , ὡς ἀνῆκεν ἐν κυρίῳ . 19 οἱ ἄνδρες , ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς .

20 Τὰ τέκνα , ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα , τοῦτο γὰρ ⸂ εὐάρεστόν ἐστιν ⸃ ἐν κυρίῳ . 21 οἱ πατέρες , μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν , ἵνα μὴ ἀθυμῶσιν . 22 οἱ δοῦλοι , ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις , μὴ ἐν ⸀ ὀφθαλμοδουλίαις , ὡς ἀνθρωπάρεσκοι , ἀλλʼ ἐν ἁπλότητι καρδίας , φοβούμενοι τὸν ⸀ κύριον . 23 ⸀ ὃ ἐὰν ποιῆτε , ἐκ ψυχῆς ἐργάζεσθε , ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις , 24 εἰδότες ὅτι ἀπὸ κυρίου ⸀ ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας · ⸀ τῷ κυρίῳ Χριστῷ δουλεύετε · 25 ὁ ⸀ γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν , καὶ οὐκ ἔστιν προσωπολημψία . 4:1 οἱ κύριοι , τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε , εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν ⸀ οὐρανῷ .

2 Τῇ προσευχῇ προσκαρτερεῖτε , γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ , 3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν , ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου , λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ , διʼ ὃ καὶ δέδεμαι , 4 ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι .

5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω , τὸν καιρὸν ἐξαγοραζόμενοι . 6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι , ἅλατι ἠρτυμένος , εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι .

7 Τὰ κατʼ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ , 8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα ⸀ γνῶτε τὰ περὶ ⸀ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν , 9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ , ὅς ἐστιν ἐξ ὑμῶν · πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε .

10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου , καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ ( περὶ οὗ ἐλάβετε ἐντολάς , ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν ), 11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος , οἱ ὄντες ἐκ περιτομῆς , οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ , οἵτινες ἐγενήθησάν μοι παρηγορία . 12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν , δοῦλος ⸀ Χριστοῦ , πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς , ἵνα ⸀ σταθῆτε τέλειοι καὶ ⸀ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ . 13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ⸂ πολὺν πόνον ⸃ ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει . 14 ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς . 15 ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ ⸂ Νύμφαν καὶ τὴν κατʼ οἶκον αὐτῆς ⸃ ἐκκλησίαν . 16 καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή , ποιήσατε ἵνα καὶ ἐν τῇ ⸀ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ , καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε . 17 καὶ εἴπατε Ἀρχίππῳ · Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ , ἵνα αὐτὴν πληροῖς .

18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου . μνημονεύετέ μου τῶν δεσμῶν . ἡ χάρις μεθʼ ⸀ ὑμῶν .