Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts section.
Οὐδὲ γὰρ μόνον περὶ τῆς ἡμέρας ἐστὶν ἡ ἀμφισβήτησις, ἀλλὰ καὶ περὶ τοῦ εἴδους αὐτοῦ τῆς νηστείας. οἱ μὲν γὰρ οἴονται μίαν ἡμέραν δεῖν αὐτοὺς νηστεύειν· οἱ δὲ δύο, οἱ δὲ καὶ πλείονας. οἱ δὲ τεσσαράκοντα ὥρας ἡμερινάς τε καὶ νυκτερινὰς συμμετροῦσι τὴν ἡμέραν αὐτῶν. (Τούτοις καὶ ἱστορίαν προστίθησιν (
Ἐν οἷς καὶ οἱ πρὸ Σωτῆρος πρεσβύτεροι οἱ προστάντες τῆς ἐκκλησίας ἧς σὺ νῦν ἀφηγῇ, Ἀνίκητον λέγομεν καὶ Πίον, Ὑγῖνόν τε καὶ Τελεσφόρον καὶ Ξύστον, οὔτε αὐτοὶ ἐτήρησαν, οὔτε τοῖς μετ’ αὐτῶν ἐπέτρεπον· καὶ οὐδὲν 10 ἔλαττον αὐτοὶ μὴ τηροῦντες, εἰρήνευον τοῖς ἀπὸ τῶν παροικιῶν ἐν αἷς ἐτηρεῖτο ἐρχομένοις πρὸς αὐτούς. καί τοι μᾶλλον ἐναντίον ἦν τὸ τηρεῖν, τοῖς μὴ τηροῦσι. καὶ οὐδέ ποτε διὰ τὸ εἶδος τοῦτο ἀπεβλήθησαν τινές· ἀλλ’ αὐτοὶ μὴ τηροῦντες οἱ πρὸ σοῦ πρεσβύτεροι, τοῖς ἀπὸ τῶν παροικιῶν τηροῦσιν ἔπεμπον εὐχαριστίαν. καὶ τοῦ μακαρίου Πολυκάρπου ἐπιδημήσαντος τῇ Ῥώμῃ ἐπὶ Ἀνικήτου· καὶ περὶ ἄλλων τινῶν μικρὰ σχόντες πρὸς
Ἐν ᾧ ἄν τις δύναιτο εὖ ποιεῖν τοῖς πλησίον καὶ οὐ ποιεῖ· ἀλλότριος τῆς ἀγάπης τοῦ Κυρίου νομισθήσεται.