Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
This pointer pattern extracts paragraphs
This pointer pattern extracts chapters
1. Χρὴ γινώσκειν ὅτι πάσης τῆς γῆς ὁ περίμετρος.
στάδιά ἐστι δισχίλια καὶ μυριάδες εἴκοσι πέντε· μῆκος
δὲ τῆς ἡμετέρας οἰκουμένης ἀπὸ στόματος Γάγγου ἕως
Γαδείρων στάδια ὀκτακισμύρια τρισχίλια ὀκ τακόσια·
τὸ δὲ πλάτος ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἕως τοῦ
Τανάϊδος ποταμοῦ στάδια τρισμύρια πεντακισχίλια
τὸ δὲ μεταξὺ Εὐφράτου καὶ Τίγριδος ποταμοῦ, ὃ καλεῖται
Μεσοποτάμιον, διάστημα ἔχει σταδίων τρισχιλίων,
Ταύτην τὴν ἀναμέτρησιν πεποίηκεν Ἐρατοσθένης
ὁ τῶν ἀρχαίων μαθητικώτατος.
2. Ἀπὸ τοῦ Βυζαντίου εἰς τὸ Σωσθένιον στάδια
ὀγδοήκοντα, μίλια δέκα καὶ ἥμισυ· ἀπὸ δὲ τοῦ Σωσθενίου
εἰς τὸ Ἱερὸν στάδια τεσσαράκοντα, μίλια πέντε
ἥμισυ· τὸ πᾶν μίλια δεκαέξ. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς
Οὐρίου ἤτοι στόματος τοῦ Πόντου ἕως τοῦ ἱεροῦ στόματος
τοῦ Ἴστρου ποταμοῦ στάδια τρισχίλια ἑξακόσια
τεσσαράκοντα, μίλια τετρακόσια ὀγδοήκοντα πέντε ἥμισυ.
3. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως Βορυσθένους
ποταμοῦ τοῦ καὶ Δανάπρεως καλουμένου στάδια πεντακισχίλια
ἑξακόσια, μίλια ἑπτακόσια τεσσαρακονταὲξ
ἥμισυ. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως Πορθμίας
πόλεως, τῆς ἐν τέλει τῆς Εὐρώπης τῶν τοῦ Πόντου μερῶν
ἴσος εἶναι τῶ περίπλῳ τῶν τῆς Ἀσίας μερῶν.
4. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως Ἀμισοῦ
στάδια τετρακισχίλια ἑξακόσια ἐξήκοντα, μίλια ἑξακόσια
εἰκοσιὲν ἥμισυ. Ἀπὸ δὲ Ἀμισοῦ ἕως τοῦ Φάσεως
ποταμοῦ στάδια τρισχίλια ὀκτακόσια δύο, μίλια πεντακόσια
ἑπτά. Ἀπὸ δὲ τοῦ Φάσεως ποταμοῦ ἕως τοῦ
στόματος τῆς Μαιώτιδος λίμνης
λίμνης
5. Ὁμοῦ γίνεται ὁ περίπλους τοῦ Εὐξείνου Πόντου,
τῶν τε δεξιῶν τῶν τε παρὰ τὴν Ἀσίαν μερῶν τοῦ
Πόντου, ἀριστερῶν δὲ τῶν παρὰ τὴν Εὐρώπην μερῶν
τοῦ Πόντου, ἀπὸ τοῦ Ἱεροῦ
μίλια χίλια διακόσια.
6. Περὶ τοῦ σταδίου. Τὸ στάδιον πήχεις ἔχει τετρακοσίους, πόδας ὀκτακοσίους, ὀργυιὰς ἑκατὸν τριάκοντα τρεῖς ἥμισυ.
7. Περὶ τοῦ μιλίου. Τὸ μίλιον ἔχει στάδια ἑπτὰ ἥμισυ, πήχεις τρισχιλίους, πόδας ἑξακισχιλίους.
8. Περὶ τοῦ ἐνιαυτοῦ. Ἅπας ἔχει ὥρας ὀκτακισχιλίας
ἑπτακοσίας