De temperamentis Galen Georg Helmreich Andrew W. Mellon Foundation Published original versions of the electronic texts A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation Mark Schiefsky, Harvard University Gregory R. Crane, Universität Leipzig Uwe Vagelpohl, University of Warwick Keyboarding Digital Divide Data Editor-in-Chief, Perseus Digital Library Gregory R. Crane Project Manager (University of Leipzig) Matt Munson Project Assistant (University of Leipzig) Annette Geßner Lead Developer (University of Leipzig) Thibault Clérice Technical Advisor Bruce Robertson A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation University of Leipzig Germany tlg0057.tlg009.1st1K-grc2.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Galeni De temperamentis libri III Galen Georg Helmreich B. G. Teubner Leipzig 1-115 1904 Internet Archive

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Greek English Latin
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ

Ὅτι μὲν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ τῶν ζῴων σώματα κέκραται καὶ ὡς οὐκ ἴση πάντων ἐστὶν ἐν τῇ κράσει μοῖρα, παλαιοῖς ἀνδράσιν ἱκανῶς ἀποδέδεικται φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· εἴρηται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν τὰ εἰκότα δι’ ἑτέρου γράμματος, ἐν ᾦ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐσκοπούμεθα. νυνὶ δ’, ὅπερ ἐστὶν ἐφεξῆς ἐκείνῳ, ἁπάσας ἐξευρεῖν τῶν κράσεων τὰς διαφοράς, ὁπόσαι τ’ εἰσὶ καὶ ὁποῖαι κατ’ εἴδη τε καὶ γένη διαιρουμένοις, ἐν τῷδε τῷ γράμματι δίειμι τὴν ἀρχὴν ἀπὸ τῆς τῶν ὀνομάτων ἐξηγήσεως ποιησάμενος. ἐπειδὰν μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαι λέγωσι τὰ σώματα, τῶν ἄκρως τοιούτων ἀκούειν φασὶ χρῆναι, τουτέστι τῶν στοιχείων αὐτῶν, ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ γῆς· ἐπειδὰν δὲ ζῷον ἢ φυτὸν ἤτοι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν εἶναι λέγωσιν, οὐκέθ’ ὡσαύτως. οὐδὲ γὰρ δύνασθαι ζῷον οὐδὲν οὔτ’ ἄκρως θερμὸν ὑπάρχειν ὡς πῦρ οὔτ’ ἄκρως ὑγρὸν ὡς ὕδωρ. ὡσαύτως δ’ οὐδὲ ψυχρὸν ἢ ξηρὸν ἐσχάτως, ἀλλ’ ἀπὸ τοῦ πλεονεκτοῦντος ἐν τῇ κράσει γίγνεσθαι τὰς προσηγορίας, ὑγρὸν μὲν καλούντων ἡμῶν, ἐν ᾧ πλείων ὑγρότητός ἐστι μοῖρα, ξηρὸν δ’, ἐν ᾧ ξηρότητος· οὕτω δὲ καὶ θερμὸν μέν, ἐν ᾧ τὸ θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖ, ψυχρὸν δ’, ἐν ᾧ τὸ ψυχρὸν τοῦ θερμοῦ. αὕτη μὲν ἡ τῶν ὀνομάτων χρῆσις.

Ὥρα δ’ ἂν εἴη λέγειν ἤδη καὶ περὶ τῶν κράσεων αὐτῶν. ἡ μὲν δὴ πλείστη δόξα τῶν ἐπιφανεστάτων ἰατρῶν τε καὶ φιλοσόφων, ὑγράν τ’ εἶναι καὶ θερμὴν κρᾶσιν, ἑτέραν τῆς ὑγρᾶς τε καὶ ψυχρᾶς, καὶ τρίτην ἐπὶ ταύταις τὴν ξηράν τε καὶ ψυχράν, ἑτέραν τῆς ξηρᾶς θ’ ἅμα καὶ θερμῆς. ἔνιοι δ’ ἐξ αὐτῶν ὑγρὰν μέν τινα καὶ ψυχρὰν ἅμα κρᾶσιν ὑπάρχειν φασὶ καὶ θερμὴν ἅμα καὶ ξηρὰν ἑτέραν, οὐ μὴν οὔτε τὴν θερμὴν ἅμα καὶ ὑγρὰν οὔτε τὴν ψυχρὰν ἅμα καὶ ξηράν. οὐδὲ γὰρ ἐγχωρεῖν οὔθ’ ὑγρότητα πλεονεκτούσῃ θερμότητι συνδραμεῖν οὔτε ξηρότητα ψυχρότητι. δαπανᾶσθαι μὲν γὰρ ὑπὸ τοῦ θερμοῦ κρατοῦντος τὴν ὑγρότητα καὶ οὕτω θερμὸν ἅμα καὶ ξηρὸν γίγνεσθαι τὸ σῶμα, μένειν δ’ ἄπεπτόν τε καὶ ἀκατέργαστον, ἐν οἷς ἂν σώμασιν ἀρρωστῇ τὸ θερμόν, ὥστ’ ἀναγκαῖον εἶναι θερμότητος μὲν ἐπικρατούσης ἕπεσθαι ξηρότητα, ψυχρότητος δὲ πλεονεκτούσης ἀκολουθεῖν ὑγρότητα. οὗτοι μὲν δὴ κατὰ τάδε πεπείκασι σφᾶς αὐτούς, ὡς δύο εἰσὶν αἱ πᾶσαι διαφοραὶ τῶν κράσεων. Ὅσοι δὲ τέτταρας εἶναι νομίζουσι, διχῶς τούτοις ἀντιλέγουσιν, ἔνιοι μὲν εὐθὺς τὸ πρῶτον ἀξίωμα μὴ συγχωροῦντες, ὡς ἐξικμάζεσθαι τὴν ὑγρότητα πρὸς τοῦ θερμοῦ κρατοῦντος ἀναγκαῖόν ἐστιν, ἔνιοι δὲ τοῦτο μὲν συγχωροῦντες, ἀμφισβητοῦντες δ’ ἑτέρως. οἱ μὲν δὴ πρῶτοι τοῦ θερμοῦ μὲν ἔργον εἶναί φασι τὸ θερμαίνειν ὥσπερ τοῦ ψυχροῦ τὸ ψύχειν, τοῦ ξηροῦ δ’ αὖ τὸ ξηραίνειν ὥσπερ τοῦ ὑγροῦ τὸ ὑγραίνειν. καὶ διὰ τοῦθ’ ὅσα μὲν σώματα θερμὰ τὴν φύσιν ἐστὶν ἅμα καὶ ξηρὰ καθάπερ τὸ πῦρ, ᾗ μὲν θερμά, θερμαίνειν, ᾗ δὲ ξηρά, ξηραίνειν. ὅσα δ’ ὑγρὰ καὶ θερμὰ καθάπερ ὕδωρ θερμόν, ὑγραίνειν ταῦτα καὶ θερμαίνειν [πέφυκεν ἀεὶ], ἓν ἑκατέρας κἀνταῦθα ποιότητος ἔργον ἐχούσης ἀχώριστον. οὔκουν συγχωροῦσιν, εἴ τι θερμόν [ἐστιν], εὐθὺς τοῦτο καὶ ξηραίνειν, ἀλλ’ εἰ μὲν ὑγρότης προσείη τῇ θερμότητι, θερμαίνειν ἅμα καὶ ὑγραίνειν ὥσπερ τὰ λουτρὰ τῶν γλυκέων ὑδάτων. εἰ δ’ ὥσπερ θερμὸν οὕτω καὶ ξηρὸν εἴη καθάπερ τὸ πῦρ, οὐ θερμαίνειν μόνον, ἀλλὰ καὶ ξηραίνειν εὐθύς, οὐκ ἐκ τῆς θερμότητος τοῦτο λαβόν, ἀλλ’ ἐκ τῆς συνούσης αὐτῷ ξηρότητος. ὑπομιμνήσκουσι δ’ ἐνταῦθα τῶν ἐν ἡλίῳ θερινῷ διατριψάντων ἐπὶ πλέον, εἶθ’, ὡς εἰκός, αὐανθέντων ὅλον τε τὸ σῶμα καὶ ξηρὸν καὶ αὐχμηρὸν ἐχόντων καὶ διψώντων οὐκ ἀνεκτῶς. ἴασιν γὰρ αὐτοῖς εἶναί φασιν ἑτοίμην τε καὶ ῥᾴστην, οὐκ εἰ πίοιεν μόνον, ἀλλ’ εἰ καὶ λούσαιντο θερμοῖς ὕδασι γλυκέσιν, ὡς τῆς ὑγρότητος, εἴτε μετὰ ψυχρότητος εἴτε μετὰ θερμότητος εἴη, τὸ ἑαυτῆς ἀεὶ δρᾶν δυναμένης, ὑγραίνειν τὰ πλησιάζοντα. κατὰ δὲ τὸν αὐτὸν λόγον φασὶ καὶ τὴν ξηρότητα ξηραίνειν ἀεί. τὸν γοῦν βορρᾶν ξηρὸν καὶ ψυχρὸν ἄνεμον ὑπάρχοντα ξηραίνειν ἅπαντα. καὶ τοῦτ’ εἶναι τὸ πρὸς Ὁμήρου λεγόμενον Ὡς δ’ ὅτ’ ὀπωρινὸς Βορέης νεοαρδέ’ ἀλωὴν Αἶψα ξηραίνει. Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸν τῆς μήκωνος ὀπὸν καὶ ἄλλα μυρία φάρμακα ξηραίνειν ἅμα καὶ ψύχειν. ὥστ’ οὐκ ἀναγκαῖον, οὔτ’, εἴ τι ψυχρόν, εὐθὺς τοῦτο καὶ ὑγρὸν ὑπάρχειν, οὔτ’, εἴ τι θερμόν, εὐθὺς καὶ ξηρόν. οὔκουν οὐδὲ τὴν θερμὴν κρᾶσιν ἐξ ἀνάγκης εἶναι καὶ ξηράν, ἀλλὰ δύνασθαί ποτε τὸ μὲν θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖν ἐν τῇ κράσει τοῦ ζῴου, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ. καὶ γὰρ δὴ καὶ τὴν γένεσιν καὶ τὴν ἀλλοίωσιν καὶ τὴν μεταβολὴν ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γίγνεσθαι. τίς γοῦν εἰπών, ὅτι τὸ λευκὸν ἠλλοιώθη τε καὶ μετέβαλεν, ἐγένετο γὰρ θερμόν, οὐκ ἂν εἴη καταγέλαστος; ἐπιζητεῖ γὰρ ὁ λόγος οὐ τὴν κατὰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἀντίθεσιν, ἀλλὰ τὴν κατὰ τὸ χρῶμα· μεταβάλλει γὰρ τὸ μὲν λευκὸν εἰς τὸ μέλαν, ὥσπερ γε καὶ τὸ μέλαν εἰς τὸ λευκόν, τὸ δὲ θερμὸν εἰς τὸ ψυχρόν, ὥσπερ αὖ καὶ τὸ ψυχρὸν εἰς τὸ θερμόν· οὕτω δὲ καὶ τὸ μὲν ὑγρὸν εἰς τὸ ξηρόν, τὸ δ’ αὖ ξηρὸν εἰς τὸ ὑγρόν. εἰ γὰρ δὴ φάσκοι τις ἠλλοιῶσθαι τὸ σῶμα τῷ τέως ὑγρὸν ὑπάρχον εἶναι τανῦν λευκὸν ἢ τῷ τέως ξηρὸν ὂν τανῦν φαίνεσθαι μέλαν, οὐκ ἂν ὑγιαίνειν δόξειεν. εἰ δέ γε τὸ τέως ὑγρὸν νῦν ξηρὸν φαίη γεγονέναι ἢ τὸ πρότερον ὑπάρχον μέλαν νῦν εἶναι λευκὸν ἢ ἐκ θερμοῦ ψυχρὸν ἢ ἐκ ψυχροῦ θερμὸν γεγονέναι, σωφρονεῖν τ’ ἂν δόξειεν ὁ τοιοῦτος καὶ λέγειν τὰ εἰκότα. τὸ γὰρ μεταβάλλον, ᾗ μεταβάλλει, ταύτῃ μεταχωρεῖν δεῖ πρὸς τοὐναντίον. ἐγένετο γοῦν ἢ γίγνεται μουσικὸς ὅδε, φαμέν, ἐξ οὐ μουσικοῦ δηλονότι, καὶ γραμματικὸς ἐξ οὐ γραμματικοῦ καὶ ῥητορικὸς ἐξ οὐ ῥητορικοῦ· τὸ δ’ ἐκ μουσικοῦ γραμματικὸν ἢ ἐκ γραμματικοῦ μουσικὸν ἢ ἐξ ἄλλου τινὸς τῶν ἑτερογενῶν γίγνεσθαί τι λέγειν ἄτοπον. ἐγχωρεῖ γὰρ τὸν τέως γραμματικὸν νῦν μουσικὸν εἶναι προσκτησάμενον τῇ γραμματικῇ τὴν μουσικήν, οὐκ ἀποβαλόντα τὴν γραμματικήν. καὶ μὴν εἰ προσεκτήσατό τι παραμένοντος τοῦ προτέρου, παντί που δῆλον, ὡς οὐκ ἠλλοιώθη κατὰ τὸ μένον· ὥστ’ οὐκ ἐκ γραμματικοῦ μουσικὸς ἐγένετο· καὶ γὰρ καὶ νῦν ἔτι γραμματικός ἐστιν· ἀλλ’ ἐξ ἀμούσου μουσικός· οὐ γὰρ ἔτ’ ἐγχωρεῖ μένειν αὐτὸν ἄμουσον μουσικὸν ἤδη γεγονότα. πασῶν οὖν τῶν μεταβολῶν ὑπὸ τῶν ἐναντίων τε κἀκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γιγνομένων δηλονότι καὶ τὸ ὑγρόν, εἰ μεταβάλλοι ποτέ, καθ’ ὅσον ὑγρόν, αὐτό τε ξηρανθήσεται καὶ τὸ ξηραῖνον αὐτὸ ξηρὸν λεχθήσεται. Μὴ τοίνυν λεγέτωσαν, φασίν, ὡς θερμὴν ἅμα καὶ ὑγρὰν κρᾶσιν οὐκ ἐγχωρεῖ γενέσθαι. θερμὴν μὲν γὰρ ἅμα καὶ ψυχρὰν εἶναι τὴν αὐτὴν ἢ ὑγρὰν ἅμα καὶ ξηρὰν οὐκ ἐγχωρεῖ· συνυπάρχειν γὰρ ἀλλήλαις οὐχ οἷόν τε καθ’ ἓν καὶ ταὐτὸν σῶμα τὰς ἐναντίας ποιότητας· ἅμα δ’ ὑγρόν τι καὶ θερμὸν καὶ ψυχρὸν ἅμα καὶ ξηρὸν εἶναι δυνατόν, ὡς ὅ τε λόγος ἀπέδειξε καὶ τὰ μικρῷ πρόσθεν εἰρημένα παραδείγματα. τοιοῦτος μὲν ὁ τῶν προτέρων λόγος. ὁ δὲ τῶν δευτέρων οὐδὲν ἄτοπον εἶναί φησιν, ὑποκειμένου τοῦ θερμοῦ δραστικωτάτου τῶν τεττάρων, ὡς μὴ μόνον εἰς τὸ ψυχρὸν ἀλλὰ καὶ εἰς τὸ ὑγρὸν ἐνεργεῖν, εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμήν, ὅταν εἰς ταὐτὸν ἅμα συνέλθῃ πλῆθος ὑγρότητός τε καὶ θερμότητος εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζῴου. ὁ δέ γ’ ἐκείνων λόγος οὐχ ὡς οὐκ ἄν ποτε γένοιτο καθ’ ἓν καὶ ταὐτὸν σῶμα τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ πλέον, τὸ δὲ θερμὸν τοῦ ψυχροῦ δείκνυσιν, ἀλλ’ ὡς οὐκ ἂν διαμείναι τοιοῦτον ἄχρι παντός· ἀεὶ γὰρ ἐξικμαζόμενον ὑπὸ τοῦ θερμοῦ τὸ  ὑγρὸν ἐν τῷ χρόνῳ ξηρὸν ἀποδείξει τὸ σῶμα καὶ οὕτως οὐκ ἂν ἔτι θερμὸν καὶ ὑγρόν, ἀλλὰ θερμὸν εἴη καὶ ξηρόν· αὐτὸ δ’ αὖ πάλιν τοῦτο τὸ θερμὸν καὶ τὸ ξηρὸν ἐπὶ προήκοντι τῷ χρόνῳ ψυχρὸν ἔσται καὶ ξηρόν. ἐπειδὰν γὰρ ἐκβοσκήσηται τὴν ἰκμάδα πᾶσαν αὐτοῦ τὸ θερμόν, ἄρχεσθαι τοὐντεῦθεν ἤδη φασὶ καὶ αὐτὸ μαραίνεσθαι μηκέτ’ εὐποροῦν τροφῆς, ὅθεν ἐξήπτετο. θαυμαστὸν οὖν οὐδὲν εἶναι νομίζουσι καὶ κατ’ ἀρχὰς εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζῴου συνδραμεῖν εἰς ταὐτὸν ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ πλέον ἢ τὸ θερμὸν τοῦ ψυχροῦ. δυνατὸν δὲ κἀν τῷ χρόνῳ προϊόντι γενέσθαι τὴν τέως ὑγρὰν καὶ θερμὴν κρᾶσιν αὖθις ξηρὰν καὶ θερμήν, ὥσπερ αὖ πάλιν τὴν ξηρὰν καὶ θερμὴν ἀποσβεννυμένου τοῦ θερμοῦ ψυχρὰν καὶ ξηρὰν ἀποτελεσθῆναι. Ὅτι μὲν οὖν ἐγχωρεῖ θερμὴν ἅμα καὶ ὑγρὰν εἶναί τινα καὶ ψυχρὰν καὶ ξηρὰν ἑτέραν τῆσδε κρᾶσιν, ἐκ τούτων ἐπιδεικνύουσιν. ὅτι δὲ πλείους τῶν τεττάρων διαφορὰς κράσεων ἀδύνατον ὑπάρχειν, ἐκ τῶνδε πειρῶνται διδάσκειν. ὑποκειμένων γάρ, φασί, τεττάρων ποιοτήτων εἰς ἀλλήλας τὸ δρᾶν τε καὶ πάσχειν ἐχουσῶν, θερμότητός τε καὶ ψυχρότητος καὶ ξηρότητος καὶ ὑγρότητος, ἀντιθέσεις γίγνεσθαι δύο, τὴν μὲν ἑτέραν, ἐν ᾗ τὸ θερμὸν ἀντίκειται τῷ ψυχρῷ, τὴν δ’ ἑτέραν, ἐν ᾗ τὸ ξηρὸν τῷ ὑγρῷ, καὶ διὰ τοῦτο τέτταρας ἀποτελεῖσθαι τὰς πάσας συζυγίας. ἓξ μὲν γὰρ γίγνεσθαι τῶν τεττάρων ἀλλήλαις ἐπιπλεκομένων τὰς συζεύξεις, ἀλλὰ τὰς δύο τούτων ἀδυνάτους ὑπάρχειν. οὔτε γὰρ ὑγρὸν ἅμα καὶ ξηρὸν οὔτε θερμὸν ἅμα καὶ ψυχρὸν δύναται γενέσθαι σῶμα. λείπεται δὴ τέτταρας εἶναι συζυγίας κράσεων, ὑγρὰς μὲν δύο, ξηρὰς δὲ δύο θερμότητι καὶ ψυχρότητι διῃρημένας.

Ἃ μὲν οὖν οἱ χαριέστατοι τῶν πρὸ ἡμῶν ἰατρῶν τε καὶ φιλοσόφων εἰρήκασι, ταῦτ’ ἐστίν. ἃ δ’ ἐγὼ παραλιπεῖν αὐτοὺς νομίζω, λέγειν ἤδη καιρός. ἓν μὲν δὴ καὶ πρῶτον, ὅτι τὴν εὔκρατον, ὥσπερ οὐχ ἁπασῶν τῶν εἰρημένων ἀρετῇ θ’ ἅμα καὶ δυνάμει προὔχουσαν, ἐπελάθοντό τε καὶ τελέως παρέλιπον, ὥσπερ οὐδ’ ὅλως οὖσαν, καίτοι μηδὲ φθέγξασθαί τι χωρὶς ἐκείνης ὑπὲρ τῶν ἄλλων δυνάμενοι. τὸ γοῦν ἐν τῇ θερμῇ κράσει πλεονεκτεῖν τὸ θερμὸν ἔν τε τῇ ψυχρᾷ τὸ ψυχρὸν οὐδ’ ἐπινοῆσαι δυνατὸν ἄνευ τοῦ προτέραν ὑποθέσθαι τὴν εὔκρατον. οὐδὲ γὰρ οὐδὲ τὴν ὑγιεινὴν δίαιταν εἰς ἄλλο τι βλέποντες ἐξευρίσκουσιν ἢ εἰς τὴν εὔκρατον ἐκείνην φύσιν, τὸ μὲν θερμότερον τοῦ δέοντος σῶμα κελεύοντες ἐμψύχειν, τὸ δ’ αὖ ψυχρότερον θερμαίνειν, ὡσαύτως τὸ μὲν ὑγρότερον ξηραίνειν, τὸ δὲ ξηρότερον ὑγραίνειν, ἀντεισάγοντες ἀεὶ δηλονότι τῷ πλεονάζοντι τὸ λεῖπον, ὡς εὔκρατόν τινα καὶ μέσην ἐργάσασθαι κατάστασιν. ἣν οὖν ἀεὶ μεταδιώκουσι καὶ πρὸς ἣν ἀποβλέποντες ἐπανορθοῦνται τὰς δυσκράτους, ἐγὼ μὲν ἠξίουν ἁπασῶν πρώτην λέγεσθαι πρὸς αὐτῶν. οἱ δ’ ἄρα τοσοῦτον ἀποδέουσι τοῦ μεμνῆσθαι πρώτης, ὥσθ’ ὅλως παραλείπουσιν αὐτήν. ἀλλ’ οὐ παραλέλειπται, φασί τινες ἐξ αὐτῶν, ἐν γὰρ τῇ θερμῇ καὶ ὑγρᾷ περιέχεται. καὶ πῶς οὐχὶ πέντε λέγετε τὰς πάσας εἶναι κράσεις, ἀλλὰ τέτταρας, εἴπερ τῆς ἀρίστης μέμνησθε; δυοῖν γὰρ θάτερον, ἢ τῶν δυσκράτων ἀνάγκη παραλελεῖφθαι μίαν ἢ τὴν εὔκρατον. ἐγὼ μὲν δὴ σαφῶς οἶδα τὴν εὔκρατον αὐτοὺς παραλιπόντας ἐξ ὧν ἀξιοῦσιν. ἐπειδὰν γὰρ θερμὴν καὶ ξηρὰν ἢ ψυχρὰν καὶ ὑγρὰν ἤ τιν’ ἄλλην λέγωσι κρᾶσιν, οὐ τῶν ἄκρων ἡμᾶς ἀκούειν χρῆναι ποιοτήτων, ἀλλὰ κατὰ τὴν πλεονεκτοῦσαν ἀεὶ γίγνεσθαι τὴν προσηγορίαν. Εἰ δ’ οὐ βούλονται τὴν εὔκρατον παραλελεῖφθαι, τῶν ἄλλων τινὰ δειχθήσονται παραλιπόντες. ἔστω γὰρ εὔκρατον εἶναι τὴν ὑγρὰν καὶ θερμήν, ὥσπερ αὐτοὶ βούλονται. παραλελοίπασιν ἄρα τὴν ἀντικειμένην τῇ ψυχρᾷ καὶ ξηρᾷ δυσκρασίᾳ, ἐν ᾗ τὸ ὑγρὸν πλεονεκτεῖ καὶ τὸ θερμόν. ἀλλ’ αὐτή, φασίν, ἐστὶν ἥδε. καὶ πῶς ἐνδέχεται καὶ πλεονεκτεῖν ἅμα καὶ μὴ πλεονεκτεῖν τὸ θερμὸν καὶ κρατεῖσθαι καὶ μὴ κρατεῖσθαι τὸ ψυχρόν; εἰ μὲν γὰρ εὔκρατός ἐστιν, οὐδὲν οὐδενὸς ἀμέτρως ἐπικρατεῖ, εἰ δὲ δύσκρατος, ἀνάγκη πλεονεκτεῖν τι τῶν ἐκ τῆς ἀντιθέσεως. ἀλλ’ αὐτὸ τοῦτο, φασίν, ἴδιόν ἐστι τῆς εὐκράτου τὸ κρατεῖν ἐν αὐτῇ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ. κρατήσαντος γὰρ δὴ τοῦ ψυχροῦ μετρίως μέν, οὐκ ἀγαθὴν εἶναι τὴν κρᾶσιν, ἔτι δὲ μᾶλλον, νόσον ἤδη γίγνεσθαι, καθάπερ, εἰ καὶ σφοδρῶς κρατήσειε, θάνατον. οὕτω δὲ κἀπὶ τοῦ ξηροῦ συμπίπτειν ἐν ἀρχῇ μὲν δυσκρασίαν, ἐπὶ πλέον δὲ νόσον, ἐπὶ πλεῖστον δὲ κρατήσαντος θάνατον, ὥσπερ οὐχὶ κἀπὶ τῆς ὑγρᾶς καὶ θερμῆς ταῦτα συμπίπτοντα. τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν, ἐπειδὰν μὲν ἐπ’ ὀλίγον ἢ τὸ θερμὸν τοῦ ψυχροῦ τύχῃ πλεονεκτῆσαν ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, δυσκρασίαν οὕτω γιγνομένην, ἐπειδὰν δ’ ἐπὶ πλέον, νόσον, ἐπειδὰν δ’ ἐπὶ πλεῖστον, θάνατον; ὁ γὰρ αὐτὸς ἐπ’ ἀμφοῖν λόγος. ἢ μηδὲ τὰς ἀμέτρως ὑγρὰς καὶ θερμὰς καταστάσεις αἰτιώμεθα μηδ’ ὅσα μεθ’ ὑγρότητος ἀμέτρου νοσήματα συνίσταται θερμά, μηδὲ ταῦθ’ ὁμολογῶμεν εἶναι νοσήματα. Πρὸς δὴ τοὺς τοιούτους λόγους ἀπομαχόμενοί τινες τῶν ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως ὁμόσε χωροῦσιν οὔτε κατάστασιν ὑγρὰν καὶ θερμὴν μέμφεσθαι λέγοντες οὔθ’ εὑρεθῆναί τι νόσημα φάσκοντες ὑγρὸν καὶ θερμόν, ἀλλὰ πάντως ἢ θερμὸν καὶ ξηρὸν ὑπάρχειν ὡς τὸν πυρετόν, ἢ ψυχρὸν καὶ ὑγρὸν ὡς τὸν ὕδερον, ἢ ψυχρὸν καὶ ξηρὸν ὡς τὴν μελαγχολίαν. ἐπιμέμνηνται δ’ ἐνταῦθα καὶ τῶν ὡρῶν τοῦ ἔτους, ὑγρὸν μὲν καὶ ψυχρὸν εἶναι τὸν χειμῶνα φάσκοντες, ξηρὸν δὲ καὶ θερμὸν τὸ θέρος καὶ ψυχρὸν καὶ ξηρὸν τὸ φθινόπωρον, εὔκρατον δ’ ἅμα καὶ θερμὴν καὶ ὑγρὰν ὥραν εἶναί φασι τὸ ἔαρ. οὕτω δὲ καὶ τῶν ἡλικιῶν τὴν παιδικὴν εὔκρατον θ’ ἅμα καὶ θερμὴν καὶ ὑγρὰν εἶναί φασιν. δηλοῦσθαι δὲ τὴν εὐκρασίαν αὐτῆς νομίζουσι κἀκ τῶν ἐνεργειῶν τῆς φύσεως ἐρρωμένων τηνικαῦτα μάλιστα. καὶ μὲν δὴ καὶ τὸν θάνατόν φασιν εἰς ξηρότητα καὶ ψῦξιν ἄγειν τὰ τῶν ζῴων σώματα. καλεῖσθαι γοῦν ἀλίβαντας τοὺς νεκροὺς ὡς ἂν οὐκέτι λιβάδα καὶ ὑγρότητα κεκτημένους οὐδεμίαν, ἐξατμισθέντας θ’ ἅμα διὰ τὴν ἀποχώρησιν τοῦ θερμοῦ καὶ παγέντας ὑπὸ τῆς ψύξεως. ἀλλ’ εἴπερ ὁ θάνατος, φασί, τοιοῦτος, ἀναγκαῖον ἤδη τὴν ζωήν, ὡς ἂν ἐναντίαν οὖσαν αὐτῷ, θερμὴν τ’ εἶναι καὶ ὑγράν· καὶ μὴν εἴπερ ἡ ζωή, φασί, θερμόν τι χρῆμα καὶ ὑγρόν, ἀνάγκη πᾶσα καὶ τὴν ὁμοιοτάτην αὐτῇ κρᾶσιν ἀρίστην ὑπάρχειν· εἰ δὲ τοῦτο, παντί που δῆλον, ὡς εὐκρατοτάτην, ὥστ’ εἰς ταὐτὸ συμβαίνειν ὑγρὰν καὶ θερμὴν φύσιν εὐκράτῳ καὶ μηδὲν ἄλλ’ εἶναι τὴν εὐκρασίαν ἢ τῆς ὑγρότητός τε καὶ θερμότητος ἐπικρατούσης. οἱ μὲν δὴ τῶν ἀμφὶ τὸν Ἀθήναιον λόγοι τοιοίδε. δοκεῖ δέ πως ἡ αὐτὴ δόξα καὶ Ἀριστοτέλους εἶναι τοῦ φιλοσόφου καὶ Θεοφράστου γε μετ’ αὐτὸν καὶ τῶν Στωϊκῶν, ὥστε καὶ τῷ πλήθει τῶν μαρτύρων ἡμᾶς δυσωποῦσιν. ἐγὼ δὲ περὶ μὲν Ἀριστοτέλους, ὅπως ἐγίγνωσκεν ὑπὲρ θερμῆς καὶ ὑγρᾶς κράσεως, ἴσως ἄν, εἰ δεηθείην, ἐπὶ προήκοντι τῷ λόγῳ δείξαιμι· δοκοῦσι γάρ μοι παρακούειν αὐτοῦ.

Τὸ δέ γε νῦν ἔχον πειράσομαι πρῶτον ἐνδείξασθαι τοῖς λέγουσι ταῦτα, πῇ ποτε σοφίζονται σφᾶς αὐτούς, εἶτ’ ἐφεξῆς ἀποδεῖξαι τὸν ἅπαντα λόγον εἰς ἓν ἀθροίσας κεφάλαιον. ὅτι μὲν δὴ τὸ ἔαρ οἴονται θερμὸν εἶναι καὶ ὑγρὸν ἅμα καὶ εὔκρατον, ἐνταῦθα σοφίζονται προφανῶς. οὔτε γὰρ ὑγρὸν ὡς ὁ χειμὼν οὔτε θερμὸν ὡς τὸ θέρος, ὥστ’ οὐδέτερον ἀμέτρως. ἀμετρίας δ’ ἦν ἕκαστον τῶν τοιούτων ὀνομάτων καὶ κατ’ αὐτοὺς ἐκείνους δηλωτικόν. ἐσφάλησαν δὲ διχῶς, πρῶτον μὲν ἐκ τοῦ βούλεσθαι πάντως ἐν ταῖς ὥραις εὑρεῖν τὴν τετάρτην συζυγίαν τῶν κράσεων, ἔπειτα δ’ ἐκ τοῦ θερμότερον ἢ κατὰ τὸν χειμῶνα καὶ ὑγρότερον ἢ κατὰ τὸ θέρος ὑπολαμβάνειν ὑπάρχειν τὸ ἔαρ. ἀλλ’ οὔτ’ ἀναγκαῖον ἐν ταῖς ὥραις ὑποτίθεσθαι τὴν τετάρτην συζυγίαν τῶν κράσεων, εἰ μὴ καὶ φαίνοιτο, καὶ τὸ παραβάλλειν αὐτὸ ταῖς ἑκατέρωθεν ὥραις οὐδὲν μᾶλλον ὑγρὸν καὶ θερμὸν ἢ ξηρὸν ἀποδείξει καὶ ψυχρόν. εἰ μὲν γὰρ ἀμετρίας ἐστὶν ὀνόματα τὸ θερμὸν καὶ τὸ ὑγρόν, οὐκ ἀληθεύεται κατ’ αὐτούς· σύμμετρον γὰρ ἐν ἅπασι τὸ ἔαρ. εἰ δ’ ὅτι θέρους μέν ἐστιν ὑγρότερον, χειμῶνος δὲ θερμότερον, ὑγρόν ἐστι καὶ θερμόν, οὐδὲν ἧττον αὐτὸ ψυχρὸν καὶ ξηρὸν νομίζεσθαι προσήκει, διότι θέρους μέν ἐστι ψυχρότερον, χειμῶνος δὲ ξηρότερον. ἢ τίς ἀποκλήρωσις, ἓν μὲν τῶν ἐκ τῆς ἀντιθέσεως ἀπὸ τοῦ χειμῶνος, ἓν δ’ ἀπὸ τοῦ θέρους λαμβάνειν; ἐν ἑκατέροις γὰρ ἀμφοτέρων διαφέρον οὐκ ἐξ ἡμίσεος ὀφείλει τὴν παραβολὴν ἀλλ’ ὁλόκληρον ἴσχειν. καὶ μὴν εἴπερ οὕτω γίγνοιτο, τἀναντία φήσομεν ὑπάρχειν αὐτό.  θερμὸν μὲν γὰρ ἔσται καὶ ξηρόν, εἰ τῷ χειμῶνι, ψυχρὸν δ’ αὖ καὶ ὑγρόν, εἰ τῷ θέρει παραβάλλοιτο. κατ’ οὐδετέραν οὖν τῶν παραβολῶν ὁλοκλήρως γιγνομένην ὑγρὸν ἔσται καὶ θερμόν. εἰ δ’ ἔξεστιν ἐκείνοις ἐξ ἑκατέρας αὐτῶν ἥμισυ λαβοῦσιν ὑγρὸν ἀποφαίνειν αὐτὸ καὶ θερμόν, ἐξέσται δήπου καὶ ἡμῖν ἐπὶ θάτερον ἥμισυ μετελθοῦσι ξηρὸν καὶ ψυχρὸν ἀποφῆναι, ξηρὸν μὲν ὡς πρὸς τὸν χειμῶνα, ψυχρὸν δ’ ὡς πρὸς τὸ θέρος. ἅπαντ’ οὖν οὕτως ἔσται τὸ ἔαρ, ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμόν. Ἀλλ’ οὐδὲ κατ’ αὐτοὺς ἐκείνους οἷόν τ’ ἐστὶν ἐν ἑνὶ καὶ ταὐτῷ πράγματι τὰς τέτταρας ἐπικρατῆσαι ποιότητας. οὔκουν οὔτε θέρει παραβάλλειν οὔτε χειμῶνι τὸ ἔαρ, ἀλλ’ αὐτὸ καθ’ ἑαυτὸ σκοπεῖσθαι δίκαιον. οὐδὲ γὰρ οὐδὲ τὸν χειμῶνα διὰ τοῦτο λέγομεν ὑγρὸν εἶναι καὶ ψυχρόν, ὅτι τῶν ἄλλων ὡρῶν ἐστιν ὑγρότατός τε καὶ ψυχρότατος, ἀλλὰ τοῦτο μὲν ἄλλως αὐτῷ συμβέβηκεν· ὅτι δὲ πλεονεκτεῖ κατ’ αὐτὸν ἡ μὲν ὑγρότης τῆς ξηρότητος, ἡ δὲ ψυχρότης τῆς θερμότητος, διὰ τοῦθ’ ὑγρὸς καὶ ψυχρὸς εἶναι λέγεται. κατὰ ταὐτὰ δὲ καὶ τὸ θέρος, ὅτι κἀν τούτῳ τὸ μὲν ὑγρὸν ἀπολείπεται τοῦ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ, διὰ τοῦτο θερμὸν εἶναι λέγεται καὶ ξηρόν. καὶ γὰρ καὶ δίκαιον ἐκ τῆς οἰκείας φύσεως ἑκάστην τῶν ὡρῶν ἐξεταζομένην, ἀλλὰ μὴ πρὸς ἄλλην τινὰ παραβαλλομένην ἢ θερμὴν ἢ ψυχρὰν ἢ ξηρὰν ἢ ὑγρὰν ὀνομάζεσθαι. καὶ δὴ καὶ σκοπουμένῳ σοι κατὰ τάδε φανεῖται τὸ ἔαρ ἀκριβῶς μέσον ἁπασῶν τῶν ὑπερβολῶν. οὔτε γὰρ ὡς ἐν χειμῶνι πλεονεκτεῖ τὸ ψυχρὸν ἐν αὐτῷ τοῦ θερμοῦ οὔθ’ ὡς ἐν θέρει πλεονεκτεῖται. κατὰ ταὐτὰ δὲ καὶ ξηρότητός τε καὶ ὑγρότητος ἰσομοιρία τίς ἐστιν ἐν αὐτῷ μήθ’ ὡς ἐν θέρει κρατοῦντος τοῦ ξηροῦ μήθ’ ὡς ἐν χειμῶνι τοῦ ὑγροῦ καὶ διὰ τοῦτ’ ὀρθῶς εἴρηται πρὸς Ἱπποκράτους· "ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες". Ἀλλὰ καὶ τὸ φθινόπωρον ἧττον μὲν ἢ τὸ θέρος θερμόν, ἧττον δ’ ἢ ὁ χειμὼν ψυχρόν. ὥστε ταύτῃ μὲν οὔτε θερμὸν ἁπλῶς οὔτε ψυχρόν, ἀμφότερα γάρ ἐστι, καὶ οὐδέτερον ἄκρως. ἕτερον δέ τι πρόσεστιν αὐτῷ κακόν, ὅπερ ἐπεσημήνατο καὶ Ἱπποκράτης ἐν Ἀφορισμοῖς εἰπών· "ὁκόταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή". καὶ τοῦτό γ’ ἐστὶ τὸ μάλιστα νοσῶδες ἐργαζόμενον τὸ φθινόπωρον, ἡ ἀνωμαλία τῆς κράσεως. οὐκ ὀρθῶς οὖν εἴρηται ψυχρὸν καὶ ξηρόν, οὐ γάρ ἐστι ψυχρόν αὐτὸ καθ’ αὑτὸ θεωρούμενον, ὥσπερ ὁ χειμών, ἀλλὰ τῷ θέρει παραβαλλόμενον ἐκείνου ψυχρότερον. οὐ μὴν οὐδ’ ὁμαλῶς εὔκρατον, ὡς τὸ ἔαρ, ἀλλ’ ἐν τούτῳ δὴ καὶ μάλιστα διενήνοχεν ἐκείνης τῆς ὥρας, ὅτι τὴν εὐκρασίαν τε καὶ τὴν ὁμαλότητα διὰ παντὸς ἴσην οὐ κέκτηται. πολὺ γὰρ θερμότερόν ἐστι κατὰ τὴν μεσημβρίαν ἢ κατὰ τὴν ἕω τε καὶ τὴν ἑσπέραν. ὑγρότητος δὲ καὶ ξηρότητος οὐκ ἀκριβῶς μέν ἐστι μέσον, ὡς τὸ ἔαρ, ἀλλ’ ἐπὶ τὸ ξηρότερον ῥέπει. λείπεται δὲ κἀν τούτῳ τοῦ θέρους, οὐ μὴν τοσοῦτόν γ’ ὅσον θερμότητι. δῆλον οὖν, ὡς οὐδὲ τὸ φθινόπωρον ἁπλῶς οὕτω ῥητέον, ὡς ἐκεῖνοι λέγουσι, ψυχρόν τ’ εἶναι καὶ ξηρόν. ἄκρως μὲν γὰρ οὐδέτερόν ἐστιν, ἐπικρατεῖ δ’ ἐν αὐτῷ τὸ ξηρὸν τοῦ ὑγροῦ καὶ δικαίως ἂν λεχθείη ταύτῃ μὲν ξηρόν, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μικτὸν ἐξ ἀμφοῖν καὶ ἀνώμαλον. Ὥστ’ εἴπερ τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι σπουδάζουσιν, ἴστωσαν οὐ μόνον ἦρι κακῶς προσάψαντες ὑγρότητα καὶ θερμότητα κράσεως, ἀλλὰ καὶ φθινοπώρῳ ψυχρότητα καὶ ξηρότητα. καίτοι γ’, εἰ καὶ τοῦτο συνεχωρεῖτο ξηρὸν εἶναι καὶ ψυχρόν, οὐκ ἦν ἀναγκαῖον εὐθέως ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ἔαρ. οὐ γὰρ εἰ τέτταρες αἱ πᾶσαι συζυγίαι κράσεών εἰσιν ἀμέτρων, ἤδη καὶ πάσας ἀναγκαῖον εἰς τὰς τέτταρας ὥρας νενεμῆσθαι. ἀλλ’ εἴπερ ἄρα τάξις τίς ἐστιν ἐν τῷ κόσμῳ καὶ κατὰ τὸ βέλτιον, οὐ τὸ χεῖρον ἅπαντα κεκόσμηται, πιθανώτερον ἦν, εὐκράτους μὲν τὰς πλείους ὥρας γίγνεσθαι, μίαν δ’ ἐξ αὐτῶν, εἴπερ ἄρα, τὴν δύσκρατον· οἱ δὲ τοὐναντίον ἐπιδεῖξαι σπεύδουσιν, ὡς οὐδεμία τῶν ὡρῶν ἐστιν εὔκρατος, ἀλλ’ ἐξ ἀνάγκης ἐν αὐταῖς ἐπικρατεῖ νῦν μὲν τὸ ψυχρόν, αὖθις δὲ τὸ θερμόν, καὶ νῦν μέν, εἰ τύχοι, τὸ ξηρόν, αὖθις δὲ τὸ ὑγρόν. ἐγὼ δὲ τοσοῦτον ἀποδέω ἢ θερμὸν καὶ ὑγρὸν ἀποφαίνειν τὸ ἔαρ, ἢ ὅ τί περ ἂν εὔκρατον ᾖ, θερμὸν καὶ ὑγρὸν εἶναι συγχωρεῖν, ὥστε πᾶν τοὐναντίον ἀποφαίνομαι χειρίστην εἶναι κατάστασιν κράσεως τοῦ περιέχοντος ἡμᾶς ἀέρος τὴν θερμὴν καὶ ὑγράν, ἣν ἐν μὲν ταῖς ὥραις οὐκ ἂν εὕροις ὅλως, ἐν δὲ ταῖς νοσώδεσι καὶ λοιμώδεσι καταστάσεσιν ἐνίοτε συμπίπτει, καθάπερ που καὶ Ἱπποκράτης ἐμνημόνευσε λέγων· "ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου". τοῦτο γὰρ ἴδιόν ἐστιν ὑγρᾶς καὶ θερμῆς καταστάσεως ὕειν συνεχῶς ἐν καύμασιν. εἰ δ’ ἤτοι μόνον εἴη καῦμα, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν ἔχοντος θέρους, ἢ ὕοι μὲν ἀλλ’ ἐν κρύει, καθάπερ ἐν χειμῶνι, θερμὴν καὶ ὑγρὰν οὐχ οἷόν τε τὴν τοιαύτην εἶναι κατάστασιν. ἆρ’ οὖν ἄνοσον ἐκεῖνο τὸ θέρος, ἐν ᾧ, φησίν, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου; καὶ μὴν ἄνθρακας ἐν τούτῳ γενέσθαι διηγεῖται, σαπέντων δηλονότι τῶν ἐν τῷ σώματι περιττωμάτων καί τινας ἰχῶρας θερμοὺς καὶ ὑγροὺς ἀμέτρως γεννησάντων. εἴσῃ δ’ ἐξ αὐτῆς τῆς ῥήσεως, εἰ πᾶσαν αὐτήν σοι παραγράψαιμι, τόνδε τὸν τρόπον ἔχουσαν· "ἄνθρακες ἐν Κρανῶνι θερινοί. ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. ἐγίνοντο δὲ μᾶλλον νότῳ καὶ ὑπεγίνοντο μὲν ὑπὸ τὸ δέρμα ἰχῶρες. ἐγκαταλαμβανόμενοι δ’ ἐθερμαίνοντο καὶ κνησμὸν ἐνεποίεον· εἶτα φλύκταιναι ὥσπερ πυρίκαυστοι ἐπανίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον". Ἀλλ’ ἐνταῦθα μὲν ὡς ἂν μιᾶς ὥρας μετακοσμηθείσης ἧττον τὸ κακόν. εἰ δὲ δύο ἢ τρεῖς ὑπαλλαχθεῖεν ἢ καὶ σύμπαν τὸ ἔτος ὑγρὸν καὶ θερμὸν γένοιτο, μέγιστον ἀνάγκη συμπεσεῖν οὕτω λοιμόν, οἷον ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν διηγεῖται. παραγράψω δὲ πρῶτα μὲν ἃ περὶ τῆς τῶν ὡρῶν ἀκοσμίας εἶπεν, ἐφεξῆς δὲ καὶ τὰ περὶ τῆς ἐπιγενομένης φθορᾶς τῶν ἀνθρώπων. ἐν ἅπασι δ’ αὐτοῖς προσέχειν σε τὸν νοῦν ἀκριβῶς ἀξιῶ καὶ σκοπεῖσθαι πρῶτον μέν, ὁποῖόν τι πρᾶγμα θερμὴ καὶ ὑγρὰ κρᾶσίς ἐστιν, ὡς οὐδὲν ἦρι παρόμοιον, εὐκράτῳ χρήματι· δεύτερον δ’ ὡς ἀναγκαῖον ἐν αὐτῇ σήπεσθαι πάντα. ἄρχεται μὲν οὖν ὁ Ἱπποκράτης τῆς διηγήσεως ὧδε· "ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος". εἶτα τούτοις ἐπιφέρει τὰ κατὰ μέρος ἁπάσης τῆς καταστάσεως, ὄμβρους πολλοὺς ἐν θερμῇ καὶ νοτίᾳ καταστάσει γενέσθαι γράφων, εἶτ’ αὖθις ἐπὶ τέλει τὸν σύμπαντα λόγον εἰς ἓν κεφάλαιον ἀγαγὼν οὕτω φησί· "γενομένου δὲ τοῦ ἔτεος ὅλου νοτίου καὶ ὑγροῦ καὶ μαλακοῦ" τάδε καὶ τάδε συνέπεσεν, ἃ σύμπαντα μὲν γράφειν ἐν τῷδε τῷ λόγῳ μακρόν. ἔνεστι δὲ τῷ βουλομένῳ λαβόντι τὸ τρίτον τῶν Ἐπιδημιῶν ἀναγιγνώσκειν τὰ κατὰ μέρος εἰς ἓν ἅπαντα κεφάλαιον ἀναγόμενα, σηπεδόνα μεγίστην, ἧς καὶ αὐτῆς ὀνομαστὶ πολλάκις ὁ Ἱπποκράτης ἐπιμέμνηται, ποτὲ μὲν ὡδίπως λέγων· "ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον"· ποτὲ δὲ πάλιν ὡδί· "καὶ ἐν αἰδοίοισιν ἄνθρακες οἱ κατὰ θέρος καὶ ἄλλα, ἃ σῆψις καλέεται", καὶ ὡς ἐκ τῆς σήψεως ταύτης πολλοῖς μὲν βραχίων καὶ πῆχυς ὅλος ἀπερρύη, πολλοῖς δὲ μηρὸς ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς ὅλος. ἀλλὰ καὶ σαρκῶν καὶ ὀστῶν καὶ νεύρων ἐκπτώσεις ἐγίγνοντο μεγάλαι. καὶ ὅλως οὐδὲν ἔστιν εὑρεῖν ὧν ἔγραψε παθημάτων, ὃ μὴ σηπεδόνος ἔκγονον ὑπάρχει, δεόντως. οὔτε γὰρ ὑπὸ ξηροῦ τι σήπεσθαι πέφυκεν οὔθ’ ὑπὸ ψυχροῦ. μάθοις δ’ ἄν, εἰ θεάσαιο τά τε κρέα καὶ τἆλλα σύμπαντα τὰ πρὸς τῶν ἀνθρώπων ταριχευόμενα, τὰ μὲν ἁλσί, τὰ δ’ ἅλμῃ, τὰ δ’ ὄξει, τὰ δ’ ἄλλῳ τινὶ τῶν ξηραινόντων σκευαζόμενα καλῶς. μάθοις δ’ ἂν καὶ ὡς ἐν τῷ βορρᾷ, ξηρῷ καὶ ψυχρῷ  τὴν φύσιν ὑπάρχοντι, ἄσηπτα μέχρι πλείστου διαμένει πάντα· σήπεται δ’ ἑτοίμως ἐν νοτίαις καταστάσεσιν. ἔστι γὰρ οὖν καὶ οὗτος ὁ ἄνεμος ὑγρὸς καὶ θερμός. Ὥστε πᾶν τοὐναντίον ἡμεῖς ἀποφαινόμεθα τοῖς ὑγρὸν καὶ θερμὸν ὑπολαμβάνουσιν εἶναι τὸ ἔαρ. οὔτε γὰρ τοιοῦτόν ἐστιν οὔθ’ ὑγιεινὸν ἂν ἦν, εἴπερ ἦν τοιοῦτον. οἱ δὲ καὶ τοιοῦτον εἶναί φασιν αὐτὸ καὶ διὰ τοῦθ’ ὑπάρχειν ὑγιεινόν, ἐν ἀμφοτέροις ἁμαρτάνοντες, ὅσα τε ταῖς αἰσθήσεσιν ἔνεστι διαγνῶναι καὶ ὅσα τῷ λόγῳ διασκέψασθαι. ταῖς μὲν γὰρ αἰσθήσεσιν ἔνεστιν ἐναργῶς μαθεῖν εὔκρατον ἀκριβῶς αὐτό, τῷ λόγῳ δ’ ἐξευρεῖν, ὡς διὰ τοῦτ’ ἐστὶν ὑγιεινόν, διότι μηδὲν ἐπικρατεῖ τῶν τεττάρων. εἰ δέ γ’ ἤτοι τὸ θερμὸν ἐπεκράτει πολλῷ τοῦ ψυχροῦ ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, σηπεδόνων τ’ ἂν ἦν εὔφορον οὕτω καὶ πασῶν τῶν ὡρῶν νοσωδέστατον. ἀλλ’ ἡ τῆς τῶν τεττάρων κράσεως ἰσομοιρία τῆς τ’ εὐκρασίας αὐτοῦ καὶ τῆς ὑγιείας αἰτία. πόθεν οὖν ἐπῆλθέ τισιν ἰατροῖς τε καὶ φιλοσόφοις ὑγρὸν καὶ θερμὸν ἀποφήνασθαι τὸ ἔαρ; ἐκ τοῦ βουληθῆναι δηλονότι τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι. τοῦτο δ’ αὐτὸ πάλιν ἐκ τοῦ παραλιπεῖν τὴν πρώτην ἁπασῶν, τὴν εὔκρατον, ἐγένετο. καὶ γὰρ οὖν καὶ διαιτημάτων καὶ φαρμάκων ἁπάντων τε τῶν ὄντων εἰς τὰς τέτταρας ταύτας συζυγίας ἀνάγουσι τὰς διαφοράς.

Ὧι καὶ δῆλον, εἰς ὅσον οἱ περὶ φύσεως λογισμοὶ σφαλέντες τῆς ἀληθείας εἰς τὰς ἰάσεις βλάπτουσι καὶ βέλτιόν ἐστι δυοῖν θάτερον, ἢ μηδ’ ὅλως ἅπτεσθαι τῶν τοιούτων λόγων, ἀλλ’ ἐπιτρέψαι τῇ πείρᾳ τὸ πᾶν, ἢ πρότερον ἐν τῇ λογικῇ θεωρίᾳ γυμνάσασθαι. τὸ δὲ μήτε τῇ πείρᾳ προσέχειν τὸν νοῦν ἐπιχειρεῖν τε θεωρίᾳ φυσικῇ πρὸ τοῦ τὸν λογισμόν, ᾧ μέλλοιμεν εὑρίσκειν αὐτήν, ἀσκῆσαι πρεπόντως εἰς τὰ τοιαῦτ’ ἀναγκαῖον ἀπάγειν σοφίσματα, καὶ περί τε τῶν φαινομένων ὡς ἀναισθήτους ἀναγκάζει διαλέγεσθαι μάρτυρά τε καλεῖν Ἀριστοτέλην παρακούοντας ὧν διδάσκει. πολλαχῶς γὰρ ἐκεῖνος οἶδε καὶ τὸ θερμὸν λεγόμενον καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν· οἱ δ’ οὐκ ἀκούουσιν αὐτοῦ πολλαχῶς ἀλλ’ ὡσαύτως ἀεί. καὶ μὲν δὴ καὶ ὡς οὐ ταὐτόν ἐστιν ἢ οἰκείῳ τινὶ καὶ συμφύτῳ θερμῷ θερμὸν ὑπάρχειν ἢ ἐπικτήτῳ τε καὶ ἀλλοτρίῳ διῆλθεν Ἀριστοτέλης· οἱ δὲ καὶ τούτου παρακούουσιν. ἔτι δὲ πρὸς τούτοις ὁ μὲν Ἀριστοτέλης, ὡσαύτως δὲ καὶ ὁ Θεόφραστος, εἰς ὅ τι χρὴ βλέποντας ἢ εὔκρατον ἢ δύσκρατον ὑπολαμβάνειν εἶναι τὴν φύσιν, ἀκριβῶς εἰρήκασιν· οἱ δ’ οὐδὲ τοῦτο γιγνώσκουσιν, ἀλλ’ ὅταν ἀκούσωσί που λεγόντων αὐτῶν ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ζῷον ἢ τὴν τοῦ παιδὸς κρᾶσιν ὑγρὰν καὶ θερμήν, οὔθ’ ὅπως εἴρηται ταῦτα συνιᾶσιν ἐμπλήκτως τε μεταφέρουσι τὸν λόγον ἐπὶ τὰς ὥρας ὥσπερ ταὐτὸν ὂν ἀλλ’ οὐ μακρῷ διαφέρον ἢ τὴν οἰκείαν κρᾶσιν ὑγρὰν εἶναι καὶ θερμὴν ἢ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος. οὔτε γὰρ ταὐτόν ἐστιν οὔθ’ ὁμοίως ὑγρὰ καὶ θερμὴ ζῴου κρᾶσις ἀέρος ὑγρᾷ καὶ θερμῇ κράσει λέγεται. Τί δὴ τὸ τούτων ἁπάντων αἴτιον, ἤδη διηγήσομαι καὶ δείξω σαφῶς τοῖς προσέχειν τὸν νοῦν βουλομένοις, ὡς μικρὰ πταίσματα τῶν ἐν ἀρχῇ τῆς λογικῆς θεωρίας διδασκομένων αἴτια μεγίστων ἁμαρτημάτων γίγνεται, καὶ κινδυνεύει πάντα τὰ κακῶς πραττόμενα κατά τε τὰς τέχνας ἁπάσας καὶ μέντοι καὶ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις ἕπεσθαι σοφίσμασιν. ἕπεται τοιγαροῦν ἤδη καὶ τάδε τὰ σοφίσματα τῷ μὴ διελέσθαι περὶ τῶν σημαινομένων ὀρθῶς, ἀλλ’ οἰηθῆναι τὸ θερμὸν λέγεσθαι διχῶς, τὸ μὲν ὡς ἄκρατον καὶ ἄμικτον καὶ ἁπλοῦν, τὸ δ’ ὡς ἐν τῇ πρὸς τοὐναντίον ἐπιμιξίᾳ πλεονεκτοῦν. ὅτι δὲ καὶ παραβάλλοντες ἑτέρᾳ κράσει πολλάκις ἑτέραν ἀποφαινόμεθα τὴν ἑτέραν αὐτῶν εἶναι θερμὴν ἐν ἴσῳ τῷ θερμοτέραν, ἐπιλανθάνονται τοῦδε. καὶ μὴν οὕτω τὰ ζῷα θερμὰ καὶ ὑγρὰ λέγεται πρὸς τῶν παλαιῶν, οὐ κατὰ τὴν ἰδίαν κρᾶσιν ἁπλῶς, ἀλλὰ τοῖς τε φυτοῖς καὶ τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ τῶν τεθνεώτων τὰ ζῷα καὶ τῶν φυτῶν ἐστιν ὑγρότερα καὶ θερμότερα. καὶ μὲν δὴ καὶ τῶν ζῴων αὐτῶν ἀλλήλοις κατ’ εἴδη παραβαλλομένων, ξηρότερον μὲν κύων, ὑγρότερον δ’ ἄνθρωπος. εἰ δὲ μύρμηκι καὶ μελίττῃ παραβάλλοις τὸν κύνα, ξηρότερα μὲν ἐκεῖνα, τὸν κύνα δ’ ὑγρότερον εὑρήσεις. ὥστε ταὐτὸν ζῷον ξηρὸν μὲν ὡς πρὸς ἄνθρωπον ὑπάρχει, ὑγρὸν δ’ ὡς πρὸς μέλιτταν· οὕτω δὲ καὶ θερμὸν μὲν ὡς πρὸς ἄνθρωπον, ψυχρὸν δ’ ὡς πρὸς λέοντα· καὶ θαυμαστὸν οὐδέν, εἰ τὰ πρὸς ἕτερόν τι λεγόμενα τὰς ἐναντίας ἅμα κατηγορίας ἐπιδέχεται. οὐ γὰρ τοῦτ’ ἄτοπον, εἰ ταὐτὸν σῶμα θερμὸν ἅμα λέγεται καὶ ψυχρόν, ἀλλ’ εἰ καὶ πρὸς ταὐτόν· οὐδὲ γὰρ ὅτι δεξιὸς ἅμα καὶ ἀριστερὸς ὁ αὐτὸς ἄνθρωπος, ἄτοπον, ἀλλ’ εἰ πρὸς τὸν αὐτόν· εἰ δὲ πρὸς ἄλλον μὲν δεξιός, πρὸς ἄλλον δ’ ἀριστερός, οὐδέν ἄτοπον. οὕτως οὖν καὶ κύων ὑγρὸς ἅμα καὶ ξηρὸς καὶ ψυχρὸς ἅμα καὶ θερμός, ἀλλ’ οὐ πρὸς ταὐτό. πρὸς μὲν γὰρ ἄνθρωπον ξηρός, ὑγρὸς δὲ πρὸς μύρμηκα, καὶ πρὸς μὲν ἄνθρωπον θερμός, ψυχρὸς δὲ πρὸς λέοντα. καὶ γὰρ δὴ καὶ θερμὸς μὲν ὡς ζῶν· εἰ γάρ τι τέθνηκεν, οὐ θερμόν· οὐ θερμὸς δ’ ὡς πρὸς ἕτερον, εἰ οὕτως ἔτυχε, κύνα. ταυτὶ μὲν οὖν ἅπαντα πρὸς ἄλληλα ἐκ παραβολῆς λέγεται, τὰ δ’ ὡς ἐν ζῴων γένει καθ’ ἕτερον τρόπον, ὥσπερ αὖ καὶ ὅσα κατ’ εἶδος ζῴου. κύων γὰρ ὡς πρὸς μὲν μύρμηκα καὶ μέλιτταν ὑγρός, ὡς δ’ ἐν ζῴων γένει ξηρός. αὐτῶν δὲ τῶν κυνῶν κατ’ εἶδος ὁδὶ μὲν ξηρός, ὁδὶ δ’ ὑγρός, ἄλλος δέ τις, ὡς κύων, εὔκρατος.

Λέλεκται μὲν οὖν ἐπὶ πλεῖστον ἡμῖν ὑπὲρ ἁπάσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν τῷ δευτέρῳ Περὶ διαγνώσεως σφυγμῶν· ἀνάγκη δ’, ὡς ἔοικεν, εἰπεῖν τι καὶ νῦν ὑπὲρ αὐτῶν διὰ κεφαλαίων, ὅσον εἰς τὰ παρόντα χρήσιμον. τὸ μὲν ἁπλῶς ξηρόν, ὃ πρὸς μηδὲν ἕτερον λέγεται, μόνοις τοῖς στοιχείοις ὑπάρχει, πυρί τε καὶ γῇ, καὶ μὲν δὴ καὶ τὸ ὑγρὸν ὕδατι καὶ ἀέρι. κατὰ ταὐτὰ δὲ καὶ περὶ θερμοῦ καὶ ψυχροῦ χρὴ νοεῖν· οὐδὲν γὰρ τῶν ἄλλων σωμάτων ἀκριβῶς οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν ἀλλ’ ἢ τὰ στοιχεῖα μόνα. ὅ τι δ’ ἂν τῶν ἄλλων λάβῃς, ἐκ τούτων κέκραται καὶ διὰ τοῦτο κατὰ τὸ δεύτερον σημαινόμενον οὐκέθ’ ἁπλῶς θερμὸν ἢ ψυχρὸν ὡς ἄμικτόν τε καὶ εἰλικρινές, ἀλλ’ ὡς ἤτοι πλέονος μὲν τοῦ θερμοῦ, τοῦ ψυχροῦ δ’ ἐλάττονος, ἢ τοῦ μὲν ψυχροῦ πλέονος, ἐλάττονος δὲ τοῦ θερμοῦ μετέχον ἕκαστον τῶν ἄλλων ἢ θερμὸν ἢ ψυχρὸν λέγεται. δύο μὲν δὴ ταῦτα σημαινόμενα τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, τὸ μὲν ἁπλῶς λεγόντων ἡμῶν ἄμικτόν τε καὶ εἰλικρινές, ἕτερον δὲ μικτὸν μὲν ἐκ τῶν ἐναντίων, ἀλλὰ τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορευόμενον. οὕτω μὲν οὖν ὑγρὸν αἷμα καὶ φλέγμα καὶ πιμελὴ καὶ οἶνος ἔλαιόν τε καὶ μέλι καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστον λέγεται. ὀστᾶ δὲ καὶ χόνδροι καὶ ὄνυχες καὶ ὁπλαὶ καὶ κέρατα καὶ τρίχες καὶ λίθοι καὶ ξύλα καὶ ψάμμος καὶ κέραμος ἐλάττονα μὲν ὑγροῦ μοῖραν ἔχει, πλείονα δὲ ξηροῦ καὶ διὰ τοῦτο πάλιν ἅπαντα τὰ τοιαῦτα ξηρὰ προσαγορεύεται. μύρμηξ δὲ ξηρὸν καὶ σκώληξ ὑγρὸν ὡς ζῷα καὶ πάλιν ἐν αὐτοῖς τοῖς σκώληξιν ὁδὶ μὲν ξηρότερος, ὁδὶ δ’ ὑγρότερος ἢ ἁπλῶς ὡς σκώληξ ἢ τῷδέ τινι παραβαλλόμενος ἑτέρῳ. Αὐτὸ δὲ δὴ τοῦτο τί ποτ’ ἐστίν, ὅταν οὕτω λέγωμεν, ὡς σκώληξ ὑγρός, ὡς ἄνθρωπος θερμός, ὡς κύων ψυχρός, εἰ μή τις ἀκριβῶς ἀκούσειέ τε καὶ νοήσειεν, ἅπαντα συγκεχύσθαι τὸν λόγον ἀνάγκη. τὸ δ’ ἀκριβῶς ἐστιν, ὃ κἀν τῷ δευτέρῳ Περὶ διαγνώσεως τῶν σφυγμῶν λέγεται, τὸ κατὰ γένος ἢ εἶδος ὀνομάζεσθαι τηνικαῦθ’ ἕκαστον οὐ θερμὸν μόνον ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, ἀλλὰ καὶ μέγα καὶ μικρὸν καὶ ταχὺ καὶ βραδὺ καὶ τῶν τοιούτων ἕκαστον, ὅταν ὑπὲρ τὸ σύμμετρόν τε καὶ μέσον ᾖ, οἷον ζῷον θερμόν, ὅταν ὑπὲρ τὸ μέσον ᾖ τῇ κράσει ζῷον, ἢ ἵππος θερμός, ὅταν ὑπὲρ τὸν μέσον ἵππον ᾖ. τὰ μέσα δ’ ἐν ἑκάστῳ γένει τε καὶ εἴδει τὰ σύμμετρά ἐστιν· ἴσον γὰρ ἀπέχει τῶν ἄκρων ἐν ἐκείνῳ τῷ γένει τε καὶ εἴδει. γένος μὲν οὖν τὸ ζῷον, ἵππος δὲ καὶ βοῦς καὶ κύων εἴδη. καὶ δὴ καὶ μέσον μέν ἐστι τῇ κράσει καθ’ ὅλον τὸ γένος τῶν ζῴων ὁ ἄνθρωπος· ἐν γὰρ τοῖς ἐφεξῆς τοῦτο δειχθήσεται. μέσος δ’ ὡς ἐν ἀνθρώποις κατ’ εἶδος ὁ καλούμενος εὔσαρκος· οὗτος δ’ ἐστίν, ὃν οὔτε παχὺν οὔτε λεπτὸν ἔχομεν εἰπεῖν οὔτε θερμὸν οὔτε ψυχρὸν οὔτ’ ἄλλῳ τινὶ τῶν ἀμετρίαν ἐνδεικνυμένων ὀνομάτων προσαγορεῦσαι. ὅστις δ’ ἂν ὑπὲρ τοῦτον ᾖ, πάντως οὗτος ἢ θερμότερός ἐστιν ἢ ψυχρότερος ἢ ξηρότερος ἢ ὑγρότερος.  ὀνομάζεται δὲ πῇ μὲν ἁπλῶς ὁ τοιοῦτος, πῇ δ’ οὐχ ἁπλῶς· ἁπλῶς μέν, ὅτι θερμὸς ἢ ψυχρὸς ἢ ξηρὸς ἢ ὑγρὸς εἶναι λέγεται, μηκέτι παραβαλλόμενος ἀφωρισμένως ἑνὶ τῷδε. καθ’ ἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ παντὸς τοῦ εἴδους παραβάλλεται. οὕτω δὲ καὶ κύων ζῷον ξηρὸν ἁπλῶς μέν, ὡς ἄν τῳ δόξειε, λέγεται, μηκέτι παραβαλλόμενος, εἰ τύχοι, μύρμηκι, καθ’ ἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ τῇ κράσει τῶν ζῴων ἁπάντων, ὅ τί ποτ’ ἂν ᾖ τοῦτο, παραβάλλεται. Πρόδηλον οὖν ἤδη γέγονεν, ὡς ἕκαστον τῶν οὕτω λεγομένων ἢ ἓν ἑνὶ παραβάλλοντες ὅτῳ δήποτε θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν ὡς πρὸς ἐκεῖνο λέγομεν ἢ τῷ μέσῳ, καθ’ ὅπερ ἂν εἶδος ἢ γένος ᾖ τὸ λεγόμενον, οἷον εἶδος μὲν ἵππον καὶ βοῦν καὶ κύνα καὶ πλάτανον καὶ κυπάριττον καὶ συκῆν, γένος δὲ ζῷον ἢ φυτόν. ἐπὶ τούτοις τρίτον ἄλλο σημαινόμενον ἦν τῶν ἁπλῶς λεγομένων, ἃ δὴ καὶ τὰς ἀμίκτους τε καὶ ἄκρας ἔφαμεν ἔχειν ποιότητας ὀνομάζεσθαί τε στοιχεῖα· καὶ μὲν δὴ καὶ τὰς ποιότητας αὐτὰς ὀνομάζομεν ἐνίοτε τοῖς ποιοῖς σώμασιν ὁμωνύμως. ἀλλὰ περὶ μὲν τούτων μετ’ ὀλίγον ἐροῦμεν. εἰς δὲ τὰ παρόντα, τῶν ποιῶν σωμάτων τριχῶς λεγομένων, ἐπισκοπεῖσθαι προσήκει, πῶς ἐν ἑκάστῃ ῥήσει κέχρηταί τις τῇ προσηγορίᾳ, πότερον ὡς ἁπλοῦν τι καὶ ἄμικτον δηλῶν ἢ ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς παραβάλλων ἢ ὡς πρὸς τὸ τυχὸν ὁτιοῦν· οἷον ὅταν ὀστοῦν εἴπῃ τις ξηρὸν ἢ ψυχρὸν ἁπλῶς οὑτωσὶ μόνον ὀνομάσας ἄνευ τοῦ προσθεῖναι λέοντος ἢ κυνὸς ἢ ἀνθρώπου, δῆλον, ὡς πρὸς τὴν ὅλην φύσιν ἀποβλέπων ἁπάντων τῶν ἐν τῷ κόσμῳ σωμάτων ἐπινοεῖ τι μέσον, ᾧ παραβάλλων αὐτὸ ξηρὸν εἶναί φησιν. ἂν δέ γ’ εἴπῃ τὸ τοῦ λέοντος ὀστοῦν [ἢ τοῦ ἀνθρώπου ἢ τοῦ κυνὸς] ξηρὸν εἶναι, δῆλον, ὡς ἐν αὐτοῖς πάλιν τοῖς τῶν ζῴων ὀστοῖς τῷ μέσῳ παραβάλλει. καὶ χρὴ κἀνταῦθά τι νοῆσαι, πάντων τῶν ζῴων τῶν μὲν μᾶλλον τῶν δ’ ἧττον ἐχόντων ὀστᾶ ξηρά, μέσον εἶναι τὴν κρᾶσιν ὀστοῦν ἔν τινι γένει ζῴων, οἷον ἀνθρώπων, εἰ τύχοι, καὶ τούτῳ τἆλλα παραβαλλόμενα τὰ μὲν ξηρά, τὰ δ’ οὐ ξηρὰ προσαγορεύεσθαι. καὶ μὲν δὴ κἀν τοῖς ἀνθρώποις αὐτοῖς πάλιν ὁ μέν τις ξηρόν, ὁ δ’ ὑγρὸν ὀστοῦν ἔχειν λεχθήσεται, τῷ μέσῳ παραβαλλόμενος ὡς ἐν ἀνθρώποις. Ὅτι δ’ ἐν ἅπασι τοῖς οὖσι τὸ μέσον τῶν ἄκρων ἐστί τὸ σύμμετρόν τε καὶ κατ’ ἐκεῖνο τὸ γένος ἢ εἶδος εὔκρατον, ἀεὶ χρὴ προσυπακούειν ἐν ἅπαντι τῷ λόγῳ, κἂν παρελθόντες ποτὲ τῇ λέξει τύχωμεν αὐτό, καὶ δὴ καὶ τούτων οὕτως ἐχόντων, ὅταν ὑγρὰν εἶναί τις εἴπῃ τήνδε τὴν κρᾶσιν ἢ θερμήν, ἐρωτᾶν, ὅπως εἴρηκεν, ἆρά γε τῷδέ τινι παραβάλλων ἀφωρισμένως ἑνί, καθάπερ, εἰ τύχοι, τῷ Πλάτωνι τὸν Θεόφραστον, ἢ κατὰ γένος ὁτιοῦν ἢ εἶδος· [ἢ γὰρ ὡς ἄνθρωπον ἢ ὡς ζῷον ἢ ὡς οὐσίαν ἁπλῶς]. τὸ γὰρ δὴ τρίτον σημαινόμενον ἑκάστου τῶν τοιούτων ὀνομάτων, ὅπερ ἁπλοῦν ἐλέγομεν εἶναι καὶ ἄμικτον, οὐκ ἔστιν ἐν τοῖς κεκραμένοις, ἀλλ’ ἐν αὐτοῖς τοῖς πρώτοις, ἃ δὴ καὶ στοιχεῖα προσαγορεύομεν, ὥστε τριχῶς ἑκάστου τῶν ποιῶν σωμάτων λεγομένου τῶν δύο μόνων ἡμᾶς χρῄζειν εἰς τὴν περὶ κράσεων πραγματείαν ἢ πρὸς τὸ τυχὸν ὁτιοῦν παραβάλλοντας ἢ πρὸς τὸ σύμμετρον ὁμογενές. Ἐπεὶ δὲ πολλὰ τὰ γένη, καθάπερ οὖν καὶ τὰ ἄτομα, δυνήσεται ταὐτὸν σῶμα καὶ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν εἶναι κατὰ πολλοὺς τρόπους. ἀλλ’ ὅταν μὲν ἑνὶ τῷ τυχόντι παραβάλληται, πάνυ σαφές ἐστιν, ὡς ἐγχωρεῖ τἀναντία λέγεσθαι ταὐτόν, οἷον Δίωνα Θέωνος μὲν καὶ Μέμνονος ξηρότερον, Ἀρίστωνος δὲ καὶ Γλαύκωνος ὑγρότερον. ὅταν δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδές, ἐνταῦθ’ ἤδη συγχεῖσθαί τε καὶ ταράττεσθαι συμβαίνει τοὺς ἀγυμνάστους. ὁ γὰρ αὐτὸς ἄνθρωπος ὑγρὸς ἅμα καὶ θερμὸς εἶναι δύναται καὶ ξηρὸς καὶ ψυχρός, ξηρὸς μὲν καὶ ψυχρὸς ὡς πρὸς τὸν σύμμετρον ἄνθρωπον παραβαλλόμενος, ὑγρὸς δὲ καὶ θερμὸς ὡς πρὸς ἄλλο τι ἢ ζῷον ἢ φυτὸν ἢ οὐσίαν ἡντινοῦν, οἷον ὡς πρὸς μὲν ζῷον, εἰ τύχοι, μέλιττάν τε καὶ μύρμηκα, πρὸς δὲ φυτὸν ἐλαίαν ἢ συκῆν ἢ δάφνην, πρὸς οὐσίαν δέ τιν’ ἑτέραν, ἣ μήτε ζῷόν ἐστι μήτε φυτόν, οἷον λίθον ἢ σίδηρον ἢ χαλκόν. ἐν τούτοις δὲ τὸ μὲν πρὸς ἄνθρωπον παραβάλλειν πρὸς ὁμοειδές ἐστι παραβάλλειν, τὸ δὲ πρὸς μέλιτταν ἢ μύρμηκα πρὸς ὁμογενές, ὡσαύτως δὲ καὶ πρὸς φυτὸν ὁτιοῦν. ἔστι γὰρ ἀνωτέρω τοῦ ζῴου τοῦτο τὸ γένος, ὥσπερ οὖν καὶ αὐτοῦ τούτου λίθος καὶ σίδηρος καὶ χαλκὸς ἐκ τῶν ἄνωθεν γενῶν. καλείσθω γοῦν 〈πρὸς〉 ὁμογενὲς ἕνεκα συντόμου διδασκαλίας ἡ τοιαύτη σύμπασα παραβολή, τοσόνδε μόνον ἐν αὐτῇ διελομένων ἡμῶν, ὡς, ἐπειδὰν μὲν ἁπλῶς οὐσία τις εὔκρατος λέγηται καὶ ταύτης δέ τις ἑτέρα ξηροτέρα καὶ θερμοτέρα καὶ ψυχροτέρα καὶ ὑγροτέρα, τὴν μὲν εὔκρατον ἐνταῦθα τὴν ἐκ τῶν ἐναντίων ἀκριβῶς ἴσων συνελθόντων ὀνομάζομεν, ὅσον δ’ ἀπολείπεται τῆσδε καὶ πλεονεκτεῖ κατά τι, τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορεύομεν· ἐπειδὰν δ’ ἤτοι φυτὸν εὔκρατον ἢ ζῷον ὁτιοῦν εἴπωμεν, οὐκέθ’ ἁπλῶς ἀλλήλοις ἐν τῇ τοιαύτῃ λέξει τἀναντία παραβάλλομεν, ἀλλὰ πρὸς τὴν τοῦ φυτοῦ φύσιν ἢ τὴν τοῦ ζῴου τὴν ἀναφορὰν ποιούμεθα, συκῆν μὲν εὔκρατον. εἰ τύχοι, λέγοντες, ὅταν, οἵᾳ μάλιστα πρέπει τὴν φύσιν ὑπάρχειν συκῇ, τοιαύτη τις ᾖ, κύνα δ’ αὖ καὶ σῦν καὶ ἵππον καὶ ἄνθρωπον, ἐπειδὰν καὶ τούτων ἕκαστον ἄριστα τῆς οἰκείας ἔχῃ φύσεως. αὐτὸ δὲ δὴ τοῦτο τὸ τῆς οἰκείας φύσεως ἔχειν ἄριστα ταῖς ἐνεργείαις κρίνεται. καὶ γὰρ καὶ φυτὸν καὶ ζῷον ὁτιοῦν ἄριστα διακεῖσθαι τηνικαῦτά φαμεν, ὅταν ἐνεργῄσῃ κάλλιστα. συκῆς μὲν γὰρ ἀρετὴ βέλτιστά τε καὶ πλεῖστα τελεσφορεῖν σῦκα· κατὰ ταὐτὰ δὲ καὶ τῆς ἀμπέλου τὸ πλείστας τε καὶ καλλίστας ἐκφέρειν σταφυλάς, ἵππου δὲ τὸ θεῖν ὠκύτατα καὶ κυνὸς εἰς μὲν θήρας τε καὶ φυλακὰς ἄκρως εἶναι θυμοειδῆ, πρὸς δὲ τοὺς οἰκείους πρᾳότατον. Ἅπαντ’ οὖν ταῦτα, τά τε ζῷα λέγω καὶ τὰ φυτά, τὴν ἀρίστην τε καὶ μέσην ἐν τῷ σφετέρῳ γένει κρᾶσιν ἔχειν ἐροῦμεν οὐχ ἁπλῶς, ὅταν ἰσότης ἀκριβὴς ᾖ τῶν ἐναντίων, ἀλλ’ ὅταν ἡ κατὰ δύναμιν αὐτοῖς ὑπάρχῃ συμμετρία. τοιοῦτον δέ τι καὶ τὴν δικαιοσύνην εἶναί φαμεν, οὐ σταθμῷ καὶ μέτρῳ τὸ ἴσον, ἀλλὰ τῷ προσήκοντί γε καὶ κατ’ ἀξίαν ἐξετάζουσαν. ἰσότης οὖν κράσεως ἐν ἅπασι τοῖς εὐκράτοις ζῴοις τε καὶ φυτοῖς ἐστιν, οὐχ ἡ κατὰ τὸν τῶν κερασθέντων στοιχείων ὄγκον, ἀλλ’ ἡ τῇ φύσει τοῦ τε ζῴου καὶ τοῦ φυτοῦ πρέπουσα. πρέπει δ’ ἔσθ’ ὅτε τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ πλέον ὑπάρχειν. οὐ γὰρ ὁμοίαν χρὴ κρᾶσιν ἔχειν ἄνθρωπον καὶ λέοντα καὶ μέλιτταν καὶ κύνα. πρὸς δὴ τὸν ἐρόμενον, ἧστινός ἐστι κράσεως ἄνθρωπος ἢ ἵππος ἢ βοῦς ἢ κύων ἢ ὁτιοῦν ἄλλο τῶν πάντων, οὐχ ἁπλῶς ἀποκριτέον. οὐ γὰρ ἐγχωρεῖ τὰ πολλαχῶς λεγόμενά τε καὶ κρινόμενα καθ’ ἕνα τρόπον ἀποκρινάμενον ἀνέγκλητον εἶναι. χρὴ τοίνυν δυοῖν θάτερον, ἢ πάσας ἐπέρχεσθαι τὰς διαφορὰς ἢ περὶ τίνος ἤρετο πυθόμενον ἐκείνην μόνην εἰπεῖν. εἰ μὲν γὰρ ὡς ἐν ζῴοις πυνθάνοιτο, τίνος εἴη κράσεως, ἐπὶ τὸ μέσον ἁπάντων τῶν ζῴων τῇ κράσει βλέποντα τὴν ἀπόκρισιν ποιητέον· εἰ δ’ ἁπλῶς τε καὶ ὡς πρὸς ἅπασαν οὐσίαν, οὕτως ἤδη παραβάλλειν τἀναντία τῶν ἐν αὐτῷ πρὸς ἄλληλα καὶ σκοπεῖσθαι, μηκέτι πρὸς τὰς ἐνεργείας ἀναφέροντα τὴν κρᾶσιν, ἀλλὰ πρὸς τοὺς ὄγκους τῶν στοιχείων. εἰ δ’ ἀφωρισμένως τῷδέ τινι παραβάλλων ἤρετο, πρὸς ἐκεῖνο μόνον αὐτὸ παραβλητέον. ἔτι δὲ μᾶλλον, εἴ τινος τῶν ἀτόμων οὐσιῶν, οἷον, εἰ τύχοι, Δίωνος ἢ τοῦδέ τινος τοῦ κυνὸς ἐρωτηθείημεν ὁποία τις ἡ κρᾶσίς ἐστιν, οὐχ ἁπλῶς ἀποκριτέον. ἀφορμὴ γὰρ οὐ σμικρὰ τοῖς σοφισταῖς ἐντεῦθεν εἰς τὸ συκοφαντεῖν. εἰ γὰρ εἴποις ξηρᾶς καὶ θερμῆς κράσεως εἶναι τὸν Δίωνα, ῥᾷστον αὐτῷ, προχειρισαμένῳ τοῦτο μὲν τῶν θερμοτέρων τε καὶ ξηροτέρων ἐκείνου τὴν κρᾶσιν ἀνθρώπων ὁντινοῦν, ὑγρὸν καὶ ψυχρὸν ὡς πρὸς ἐκεῖνον ἀποφῆναι τὸν Δίωνα, τοῦτο δ’ ἄλλο τι φυτὸν ἢ ζῷον, οἷον, εἰ τύχοι, λέοντά τε καὶ κύνα, καὶ τούτων ὑγρότερόν τινα καὶ ψυχρότερον ἀποδεῖξαι τὸν Δίωνα. Χρὴ τοίνυν, ὅστις μήθ’ ἑαυτὸν ἐξαπατῆσαι βούλεται  μήθ’ ὑπ’ ἄλλου σοφισθῆναι, τοῦτον ἀπὸ τῶν ἁπλῶς λεγομένων θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν οὐσιῶν ἀρξάμενον οὕτως ἐπὶ τὰς ἄλλας μετιέναι καὶ πρῶτον μὲν αὐτὸ δὴ τοῦτ’ ἐπ’ αὐτῶν διορίσασθαι, τὸ μηδὲ ταύτας, εἰ καὶ ὅτι μάλιστα δοκοῦσιν ἁπλῶς λέγεσθαι, πεφευγέναι τὴν πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβολήν. ὥσπερ γὰρ κύνα μέσον ἁπάντων κυνῶν τῇ κράσει λέγομεν, ὅταν ἴσον ἀπέχῃ τῶν ἄκρων, οὕτω καὶ οὐσίαν ἐροῦμεν εἶναι μέσην τῇ κράσει τὴν ἴσον ἀπέχουσαν τῶν ἄκρων, ἃ δὴ καὶ πρῶτα πάντων ἐστὶ στοιχεῖα. ἴσον δ’ ἀφέξει δηλονότι τῶν ἄκρων, ἐξ ἴσου κερασθέντων ἁπάντων. τὴν οὖν ὑπερβάλλουσαν ἢ ἐλλείπουσαν τῆσδε θερμὴν ἢ ψυχρὰν ἢ ξηρὰν ἢ ὑγρὰν εἶναι φήσομεν, ἅμα μὲν τῇ μέσῃ παραβάλλοντες, ἅμα δὲ καὶ τῶν ἐναντίων στοιχείων ἐξέτασιν ἐπ’ αὐτῆς ποιούμενοι. καὶ δὴ καὶ κατὰ τοῦτο μὲν ἁπλῶς ἐροῦμεν αὐτὴν ἢ θερμὴν ἢ ψυχρὰν ἢ ξηρὰν ἢ ὑγρὰν ὑπάρχειν. ἐπειδὰν δὲ τῇ μέσῃ κράσει παραβάλλωμεν, οὐχ ἁπλῶς, ἀλλ’ ὅτι πρὸς τὸ σύμμετρον ὁμογενὲς οὕτως ἔχει. γένος δ’ ἦν αὐτῶν ἡ οὐσία. πάντα γὰρ ὑπὸ ταύτην πέπτωκεν ὡς ἀνωτάτω τι γένος, ἔμψυχά τε καὶ ἄψυχα, καὶ κοινόν ἐστιν ἥδε καὶ ἀνθρώπου καὶ κυνὸς καὶ πλατάνου καὶ συκῆς καὶ λίθου καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων ἁπάντων γένος. ὑπ’ αὐτῇ δ’ ἐστὶν ἕτερα γένη πολλά, τὸ μὲν ζῷον ὄρνιθός τε καὶ ἰχθύος, τὸ δὲ φυτὸν δένδρου τε καὶ βοτάνης, ἀετοῦ δὲ καὶ κόρακος ὄρνις, καὶ λάβρακος καὶ φυκίδος ἰχθύς. ὡσαύτως δὲ καὶ τὸ μὲν δένδρον ἐλαίας τε καὶ συκῆς γένος, ἡ βοτάνη δ’ ἀναγαλλίδος τε καὶ παιωνίας. ἔσχατα δὲ γένη ταῦτα καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται, κόραξ καὶ φυκὶς καὶ συκῆ καὶ ἀναγαλλίς· οὕτω δὲ καὶ ἄνθρωπος καὶ βοῦς καὶ κύων. ἄνωθεν μὲν κατιόντων ἔσχατα γένη ταῦτα καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται, κάτωθεν δ’ ἀνιόντων ἀπὸ τῶν ἀτόμων οὐσιῶν πρῶτα. καὶ δέδεικται δι’ ἑτέρου γράμματος, ὡς εὐλόγως οἱ παλαιοὶ ταῦτα σύμπαντα τὰ μεταξὺ τῶν ἀτόμων τε καὶ τῶν πρώτων γενῶν εἴδη θ’ ἅμα καὶ γένη προσαγορεύουσιν.

Ὁπότ’ οὖν διῄρηται τὰ σημαινόμενα καὶ ὧς οὐχ ἁπλῶς ἀποφαίνεσθαι χρὴ θερμόν τι καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν σῶμα, σαφῶς ἐπιδέδεικται, ζητητέον ἐφεξῆς αὐτῶν τὰ γνωρίσματα. καίτοι κἀνταῦθα χρὴ πρότερον ὑπὲρ τῶν ὀνομάτων διελέσθαι τῶν ἐμπίπτειν μελλόντων ἐξ ἀνάγκης εἰς τὸν ἐφεξῆς λόγον ἐξαπλῶσαί τέ τι πρᾶγμα, δυνάμει μὲν ἤδη προαποδεδειγμένον, οὐ μὴν ἐναργῶς γε πᾶσι τοῖς ἀναγιγνώσκουσι τόδε τὸ γράμμα νοηθῆναι δυνάμενον. ὑπὲρ τῶν ὀνομάτων οὖν πρῶτον εἰπόντες οὕτως ἐπανίωμεν ἐπὶ τὸ πρᾶγμα. Τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ὅτι μὲν οὐχ ἕν τι σημαίνει παρὰ τοῖς Ἕλλησιν, ἐπειδὰν ἐπὶ σωμάτων λέγηται, δέδεικται πρόσθεν· ὅτι δὲ καὶ τὰς ἐν τοῖς σώμασι ποιότητας αὐτὰς μόνας ἄνευ τῶν δεδεγμένων αὐτὰς οὐσιῶν οὕτως ὀνομάζουσιν ἐνίοτε, τοῦτο μὲν οὔπω εἴρηται πρόσθεν, ἤδη δ’ αὐτὸ λέγεσθαι καιρός. ὥσπερ οὖν τὸ λευκὸν ὄνομα κατά τε τοῦ χρώματος ἐπιφέρουσιν, ἐπειδὰν οὕτω λέγωσιν, ἐναντίον ἐστὶ τὸ λευκὸν χρῶμα τῷ μέλανι, κατά τε τοῦ δεδεγμένου τὸ χρῶμα σώματος, ἐπειδὰν τὸ τοῦ κύκνου σῶμα λευκὸν εἶναι φάσκωσιν, οὕτω καὶ τὸ θερμὸν ὄνομα κατά τε τῆς ποιότητος ἐπιφέρουσιν, ὡς εἰ καὶ θερμότητα προσηγόρευον,ἀλλὰ καὶ κατὰ τοῦ σώματος, ὃ τὴν θερμότητα δέδεκται. τὴν γὰρ δὴ ποιότητα παρὰ τὸ δεδεγμένον αὐτὴν σῶμα χρὴ νομίζειν εἶναί τινα φύσιν ἔχουσαν ἰδίαν, ὡς ἐν τοῖς Περὶ τῶν στοιχείων λόγοις δέδεικται. θερμότης μὲν οὖν ποιότης, ἡ δ’ αὐτὴ καὶ θερμὸν ὀνομάζεται, καθάπερ λευκότης καὶ λευκόν. αὐτὸ δὲ τὸ σῶμα τὸ θερμὸν ἓν τοῦτο μόνον ὄνομα κέκτηται τὸ θερμόν, ὥσπερ τὸ λευκόν. οὐ μὴν οὔτε θερμότης οὔτε λευκότης αὐτὸ τὸ σῶμά ποτε προσαγορεύεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν ὀνομάζεται τό τε σῶμα αὐτὸ καὶ ἡ ποιότης· οὐ μὴν καὶ ψυχρότης ἢ ξηρότης ἢ ὑγρότης ἔτι καλεῖται τὸ σῶμα καθάπερ ἡ ἐν αὐτῷ ποιότης. Τούτων οὖν οὕτως ἐχόντων εὔλογον, ἐπειδὰν μὲν ἤτοι θερμότητά τις ἢ ψυχρότητα διαλεγόμενος εἴπῃ, μηδὲν γίγνεσθαι σόφισμα· μόναι γὰρ ἐκ τῶν τοιούτων ὀνομάτων αἱ ποιότητες δηλοῦνται· θερμὸν δ’ εἰπόντος ἢ ψυχρόν, ἐπειδὴ καὶ ἡ ποιότης οὕτω καὶ τὸ σῶμα τὸ δεδεγμένον αὐτὴν ὀνομάζεται, πρόχειρον γίγνεσθαι τῷ κακουργεῖν ἐθέλοντι τὸ μὴ δηλούμενον ὑπὸ τοῦ λέγοντος ἀκούειν, ἵν’ ἔχῃ σοφίζεσθαι. τοιοῦτον γάρ τι δρῶσι καὶ οἱ πρὸς τὸν ἀφορισμὸν ἀντιλέγοντες, ἐν ᾧ φησιν Ἱπποκράτης· "τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν". οὐ γὰρ σῶμά τι θερμὸν ἔμφυτον τῷ ζῴῳ λέγεσθαι πρὸς Ἱπποκράτους ἀκούσαντες οὐδὲ ζητήσαντες, ὅ τί ποτ’ ἐστὶ τοῦτο, κατὰ τῆς ποιότητος μόνης, ἣν δὴ καὶ θερμότητα καλοῦμεν, εἰρῆσθαι τοὔνομα δεξάμενοι τὴν ἀντιλογίαν οὕτω ποιοῦνται. καὶ φαίνεται καίτοι σμικρὸν ὂν τὸ διαστέλλεσθαι τὰς ὁμωνυμίας ἐν τῇ χρείᾳ τῶν πραγμάτων ἱκανῶς ἀξιόλογον ὑπάρχον.

Ἀλλ’ ἐπειδὴ καὶ τοῦτο σαφῶς ἤδη διώρισται, ἐπὶ τὸ ὑπόλοιπον αὖθις ἐπανιτέον. οὔσης γάρ τινος ἀκράτου καὶ ἀμίκτου ποιότητος, θερμότητός τε καὶ ψυχρότητος καὶ ξηρότητος καὶ ὑγρότητος, ὅσα ταύτας ἐδέξατο σώματα, θερμὰ δηλονότι καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ τελέως τε καὶ ἀκριβῶς ἐστι. ταυτὶ μὲν οὖν μοι νόει τὰ τῶν γιγνομένων τε καὶ φθειρομένων ἁπάντων στοιχεῖα, τὰ δ’ ἄλλα σώματα τά τε τῶν ζῴων καὶ τὰ τῶν φυτῶν καὶ τὰ τῶν ἀψύχων ἁπάντων, οἷον χαλκοῦ καὶ σιδήρου καὶ λίθων καὶ ξύλων, ἐν τῷ μεταξὺ τῶν πρώτων ἐκείνων τετάχθαι. οὐδὲν γὰρ αὐτῶν οὔτ’ ἄκρως θερμὸν οὔτ’ ἄκρως ψυχρὸν οὔτ’ ἄκρως ξηρὸν οὔτ’ ἄκρως ὑγρόν ἐστιν, ἀλλ’ ἤτοι μέσον ἀκριβῶς ὑπάρχει τῶν ἐναντίων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, ἢ θατέρῳ τῶν ἄκρων προσκεχώρηκεν, ὡς μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ μᾶλλον ξηρὸν ἢ ὑγρόν. εἰ μὲν δὴ μέσον ἀκριβῶς εἴη καθ’ ἑκατέραν τῶν ἀντιθέσεων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, εὔκρατον ἁπλῶς τοῦτο λεχθήσεται· θατέρου δὲ πλεονεκτήσαντος ἤτοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἢ κατ’ ἀμφοτέρας, οὐκέτ’ εὔκρατον. εἰ μὲν δὴ θερμὸν εἴη μᾶλλον ἢ ψυχρόν, ὃ μᾶλλόν ἐστι, τοῦτο λεχθήσεται. κατὰ ταὐτὰ δὲ καὶ εἰ ψυχρὸν εἴη μᾶλλον, ὀνομασθήσεται ψυχρόν, ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν. εἰ δ’ ἐξ ἑκατέρας τῆς ἀντιθέσεως ἐπικρατοίη θάτερον, ἤτοι θερμὸν ἅμα καὶ ὑγρὸν ἢ θερμὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν ἅμα καὶ ὑγρὸν ὀνομασθήσεται τὸ σῶμα. Ταύτας μὲν οὖν τὰς τέτταρας δυσκρασίας, ὡς καὶ πρόσθεν εἴπομεν, οἱ πλεῖστοι γιγνώσκουσιν ἰατροί τε καὶ φιλόσοφοι. τὰς δ’ ἄλλας τέτταρας τὰς ἐξ ἡμίσεος τούτων γιγνομένας οὐκ οἶδ’ ὅπως παραλείπουσιν, ὥσπερ καὶ τὴν πρώτην ἁπασῶν κρᾶσιν, τὴν ἀρίστην. ἀλλ’ ὅτι γε δυνατὸν ἐπικρατοῦντος τοῦ θερμοῦ μηδὲν μᾶλλον ὑγρὰν ἢ ξηρὰν εἶναι τὴν κρᾶσιν, ὅσον ἐπὶ ταύτῃ τῇ συζυγίᾳ, πρόδηλον μὲν οἶμαι κἀκ τῶν ἤδη προειρημένων εἶναι. ῥᾷστον δέ, κἂν εἰ μηδὲν προείρητο, συλλογίσασθαι, συγχωρησάντων γ’ ἅπαξ αὐτῶν ἑτέραν μὲν εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμήν, ἑτέραν δὲ ξηρὰν καὶ θερμήν. εἰ γὰρ οὐκ ἀναγκαῖόν ἐστι πάντως εἶναι ξηρὰν τὴν θερμήν, ἀλλ’ ἐγχωρεῖ καὶ ὑγρὰν ὑπάρχειν αὐτήν, ἐγχωρήσει δηλονότι καὶ μέσην· ἐγγυτέρω γάρ ἐστιν ἡ μέση τῆς ξηρᾶς κράσεως ἤπερ ἡ ὑγρά. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐστί τις ἑτέρα ψυχρὰ κρᾶσις, ἐφ’ ἧς ἐστιν ἰσχυρότερον τὸ ψυχρόν· οὐ μὴν οὔθ’ ὑγρὰν οὔτε ξηρὰν ἀναγκαῖον εἶναι τὴν αὐτήν, ἀλλ’ ἐγχωρεῖ καὶ μέσην γενέσθαι· πάλιν γὰρ κἀνταῦθα τὸν αὐτὸν ἐπάξεις λόγον. ὥστ’, εἴπερ οὐκ ἀναγκαῖόν ἐστιν ὑγρὰν εἶναι τὴν ψυχράν, ἀλλ’ ἐγχωρεῖ καὶ ξηρὰν γενέσθαι, πρόδηλον, ὡς καὶ τὴν μέσην ἐγχωρήσει· ἐγγυτέρω γάρ ἐστιν αὕτη τῆς ὑγρᾶς ἤπερ ἡ ξηρά. ὡς οὖν αὗται αἱ δύο δυσκρασίαι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἐδείχθησαν, ἡ μὲν θερμὴ μόνον, ἡ δὲ ψυχρά, κατὰ τὸν αὐτὸν  τρόπον ἄλλαι δύο γενήσονται κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ἡ μὲν ξηρὰ μόνον, ἡ δ’ ὑγρά, συμμέτρως ἐχόντων πρὸς ἄλληλα τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. πάλιν γὰρ κἀνταῦθα φήσομεν, ὡς, εἴπερ οὐκ ἔστιν ἀναγκαῖον, εἴ τίς ἐστι ξηρὰ κρᾶσις, εὐθὺς ταύτην εἶναι καὶ θερμήν, ἀλλ’ ἐνδέχεται καὶ ψυχρὰν ὑπάρχειν, οὐκ ἀδύνατον ἔσται καὶ τὸ μήτε ψυχρὰν εἶναί τινα μήτε θερμήν, ἀλλ’ εὔκρατον μὲν κατὰ τοῦτο, ξηρὰν δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. ὡσαύτως δὲ καὶ τὴν ὑγρὰν κρᾶσιν οὐκ ἀναγκαῖον οὔτε θερμὴν οὔτε ψυχρὰν ὑπάρχειν, ἀλλ’ ἐνδέχεται μέσην ἀμφοῖν εἶναι κατά γε ταύτην τὴν ἀντίθεσιν. Εἰ τοίνυν οὐκ ἀναγκαῖον οὔτε τῇ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν δυσκρασίᾳ τὴν ἐκ τῆς ἑτέρας ἀντιθέσεως ἕπεσθαι οὔτ’ ἐκείνῃ τὴν ἐκ ταύτης, ἐνδέχεταί ποτε καὶ τὴν εὔκρατον ὅσον ἐπὶ θερμότητι καὶ ψυχρότητι φύσιν ἤτοι ξηρὰν ἢ ὑγρὰν γενέσθαι καὶ τὴν ἐν τούτοις πάλιν εὔκρατον ἤτοι θερμὴν ἢ ψυχράν. ὥστ’ εἶναι καὶ ταύτας τέτταρας ἑτέρας ἐκείνων δυσκρασίας, ὡς οἱ πρόσθεν ἰατροί τε καὶ φιλόσοφοι παρέδοσαν ἡμῖν, καὶ μέσας γε ταύτας τετάχθαι τῶν εὐκράτων ἕξεων καὶ τῶν κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις δυσκράτων. ἡ μὲν γὰρ ἄκρως εὔκρατος οὐδετέραν ἀντίθεσιν ἔχει πλεονεκτοῦσαν, ἡ δ’ ἐξ ὑπεναντίου τῇδε δύσκρατος ἀμφοτέρας μοχθηράς. ἐν μέσῳ δ’ ἑκατέρων ἐστὶν ἡ κατὰ μὲν τὴν ἑτέραν εὔκρατος ὑπάρχουσα, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος, ἥτις ἐξ ἡμίσεος μὲν εὔκρατος, ἐξ ἡμίσεος δὲ δύσκρατος οὖσα, μέση δεόντως ἂν εἶναι λέγοιτο τῆς ὅλης εὐκράτου τε καὶ δυσκράτου. καὶ εἴπερ ἔχει ταῦθ’ οὕτως, ὥσπερ οὖν ἔχει, θαρρούντως ἤδη λέγομεν, ἐννέα τὰς πάσας εἶναι τῶν κράσεων διαφοράς, εὔκρατον μὲν μίαν, οὐκ εὐκράτους δὲ τὰς ὀκτώ, τέτταρας μὲν ἁπλᾶς, ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμήν, ἄλλας δὲ τέτταρας συνθέτους, ὑγρὰν ἅμα καὶ θερμὴν καὶ ξηρὰν ἅμα καὶ θερμὴν καὶ ψυχρὰν ἅμα καὶ ὑγρὰν καὶ ψυχρὰν ἅμα καὶ ξηράν.

​Ἐν ἑκάστῃ δὲ τῶν εἰρημένων κράσεων τὸ μᾶλλόν τε καὶ ἧττον πάμπολυ κατά τε τὰς ἁπλῶς λεγομένας κράσεις ἐπί τε τῆς ὅλης οὐσίας, ἤδη δὲ καὶ καθ’ ἓν ὁτιοῦν γένος. εἰ δή τις βούλεται διαγνωστικὸς εἶναι κράσεων, ἄρχεσθαι τούτῳ προσήκει τῆς γυμνασίας ἀπὸ τῶν καθ’ ἕκαστον γένος εὐκράτων τε καὶ μέσων φύσεων. ἐκείναις γὰρ τὰς ἄλλας παραβάλλων ῥᾳδίως ἐξευρήσει τὸ πλεονάζον ἢ λεῖπον ἐν ἑκάστῃ. περὶ πρώτων οὖν ῥητέον τῶν ἁπλῶς λεγομένων εὐκράτων τε καὶ δυσκράτων, ἃς ἐπὶ πάσης οὐσίας γεννητῆς, οὐκ ἐπὶ ζῴων μόνον ἢ φυτῶν, ἔφαμεν ἐξετάζεσθαι. πάλιν δὲ κἀνταῦθα τό γε τοσοῦτον χρὴ διαστείλασθαι περὶ τῶν ὀνομάτων, ὡς θερμὴ κρᾶσις ἄλλη μέν ἐστιν ἐνεργείᾳ, δυνάμει δ’ ἄλλη, καὶ ὡς δυνάμει ταῦτ’ εἶναι λέγομεν, ὅσα μήπω μέν ἐστιν ἃ λέγεται, ῥᾷστον δ’ αὐτοῖς γενέσθαι φυσικήν τιν’ ἐπιτηδειότητα κεκτημένοις εἰς τὸ γενέσθαι. περὶ πρώτων οὖν διέλθωμεν τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἀπὸ τῆς συμπάσης οὐσίας ἀρξάμενοι κἄπειτα μεταβῶμεν ἐπὶ τὰ φυτὰ καὶ τὰ ζῷα. τελέως γὰρ ἂν οὕτως ἡμῖν ἀπειργασμένον εἴη τὸ προτεθέν. Ἐπειδὴ τοίνυν τὸ μέσον ἐν ἅπαντι γένει καὶ μάλιστα κατὰ τὰς συμπάσας οὐσίας ἐκ τῆς τῶν ἄκρων μίξεως γίγνεται, χρὴ καὶ τὴν νόησιν αὐτοῦ καὶ τὴν διάγνωσιν ἐξ ἐκείνων συνίστασθαι. τὸ μὲν δὴ τῆς νοήσεως ῥᾷστον. ἀπὸ γὰρ τοῦ θερμοτάτου πάντων τῶν εἰς αἴσθησιν ἡκόντων, οἷον ἤτοι πυρὸς ἤ τινος ὕδατος ἄκρως ζέοντος, ἐπὶ τὸ ψυχρότατον καταντῶντες ἁπάντων ὧν ἴσμεν, οἷον ἤτοι κρύσταλλον ἢ χιόνα, νοήσαντές τι διάστημα, μέσον ἀκριβῶς τοῦτο τέμνομεν. οὕτω γὰρ ἐξευρήσομεν τῇ νοήσει τὸ σύμμετρον, ὅπερ ἑκατέρου τῶν ἄκρων ἴσον ἀπέχει. ἀλλὰ καὶ κατασκευάσαι πως αὐτὸ δυνάμεθα τὸν ἴσον ὄγκον κρυστάλλου μίξαντες ὕδατι ζέοντι. τὸ γὰρ ἐξ ἀμφοῖν κραθὲν ἴσον ἑκατέρου τῶν ἄκρων ἀφέξει τοῦ τε καίοντος καὶ τοῦ νεκροῦντος διὰ ψῦξιν. οὔκουν οὐδὲ χαλεπὸν ἔτι τοῦ κραθέντος οὕτως ἁψαμένους ἔχειν τὸ μέσον ἁπάσης οὐσίας ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἀντιθέσει καὶ μεμνῆσθαι τούτου καὶ κρίνειν ἅπαντα τἆλλα καθάπερ τινὶ κανόνι παραβάλλοντας. καὶ μὲν δὴ καὶ ξηρὰν γῆν ἢ τέφραν ἤ τι τοιοῦτον ἕτερον ἀκριβῶς αὐχμηρὸν ἀναδεύσας ὕδατι κατὰ τὸν ὄγκον ἴσῳ τὸ μέσον ἐργάσῃ σῶμα τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν ἀντιθέσεως. οὔκουν οὐδ’ ἐνταῦθα χαλεπὸν οὐδὲν ὄψει θ’ ἅμα καὶ ἁφῇ τὸ τοιοῦτον σῶμα διαγνόντα παραθέσθαι τῇ μνήμῃ καὶ τούτῳ κανόνι τε καὶ κριτηρίῳ χρῆσθαι πρὸς τὴν τῶν ἐλλειπόντων ἢ πλεοναζόντων ὑγρῶν τε καὶ ξηρῶν διάγνωσιν. ἔστω δὲ δηλονότι τὸ κρινόμενον σῶμα συμμέτρως θερμόν. εἰ γὰρ εἰς ἄκρον ἤτοι θερμότητος ἢ ψύξεως ἄγοιτο τουτὶ τὸ μέσον ὑγροῦ καὶ ξηροῦ σῶμα, φαντασίαν ἐνίοτε παρέξει ψευδῆ καὶ δόξει ποτὲ μὲν ὑγρότερον εἶναι τοῦ συμμέτρου, ποτὲ δὲ ξηρότερον. εἰ μὲν γὰρ θερμανθείη πλέον ἢ δεῖ, τηκόμενόν τε καὶ ῥέον ὑγροτέρου φαντασίαν ἑαυτοῦ παρέξει· ψυχόμενον δὲ περαιτέρω τοῦ προσήκοντος ἵσταταί τε καὶ πήγνυται καὶ ἀκίνητον γίγνεται καὶ σκληρὸν ἁπτομένῳ φαίνεται κἀκ τούτου φαντασίαν προβάλλει ψευδῆ ξηρότητος. εἰ δ’ ὥσπερ ἴσον ὑγροῦ καὶ ξηροῦ μετέσχεν, οὕτω καὶ θερμότητος καὶ ψύξεως εἴη μέσον, οὔτε σκληρὸν οὔτε μαλακὸν ἁπτομένῳ φανεῖται τὸ τοιοῦτον σῶμα. Τὸ μὲν οὖν ὅλα δι’ ὅλων αὐτὰ κεράσαι, τὸ θερμὸν λέγω καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἀδύνατον ἀνθρώπῳ. γῆ γὰρ ὑγρῷ φυραθεῖσα μέμικται μέν, ὡς ἄν τῳ δόξειε, καὶ οὕτω κέκραται πᾶσα παντί, παράθεσις μήν ἐστι τὸ τοιοῦτον κατὰ σμικρὰ καὶ οὐ δι’ ὅλων κρᾶσις, ἀλλὰ τὸ δι’ ὅλων ἄμφω κεράσαι θεοῦ καὶ φύσεως ἔργον, ἔτι δὲ μᾶλλον, εἰ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὅλα δι’ ὅλων ἀλλήλοις κεραννύοιτο. τὸ μέντοι παράθεσιν ἐργάσασθαι τοιαύτην, ὡς ἐκφεύγειν τὴν αἴσθησιν ἕκαστον τῶν ἁπλῶν σωμάτων, οὐ φύσεως τοῦτό γε μόνης ἢ θεοῦ τοὖργον, ἀλλὰ καὶ ἡμέτερόν ἐστιν. οὐδὲν γὰρ χαλεπὸν ὑγροῦ καὶ ξηροῦ μέσον ἐργάσασθαι πηλὸν ἐκ τῆς τοιαύτης μίξεως, ὡσαύτως δὲ καὶ θερμοῦ καὶ ψυχροῦ, καί σοι φανεῖται τὸ τοιοῦτον σῶμα καὶ τῇ θερμότητι μὲν εὔκρατον, ἀλλὰ καὶ σκληρότητος καὶ μαλακότητος ἐν τῷ μέσῳ. Τοιοῦτον δ’ ἐστὶ καὶ τὸ τῶν ἀνθρώπων δέρμα, μέσον ἀκριβῶς ἁπάντων τῶν ἐσχάτων, θερμοῦ καὶ ψυχροῦ καὶ σκληροῦ καὶ μαλακοῦ, καὶ τούτου μάλιστα τὸ κατὰ τὴν χεῖρα. γνώμων γὰρ αὕτη πάντων ἔμελλεν ἔσεσθαι τῶν αἰσθητῶν, ὄργανον ἁπτικὸν ὑπὸ τῆς φύσεως ἀπεργασθεῖσα τῷ φρονιμωτάτῳ τῶν ζῴων οἰκεῖον. ἴσον οὖν ἀπέχειν αὐτὴν ἐχρῆν ἁπάντων τῶν ἄκρων, θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. καὶ δὴ καὶ γέγονεν ἐκ τῆς τούτων ἁπάντων ἰσομοιρίας οὐ μιχθέντων μόνον, ἀλλὰ καὶ δι’ ὅλων ἀλλήλοις κερασθέντων, ὅπερ οὐκέτ’ οὐδεὶς ἡμῶν ἐργάσασθαι δυνατός ἐστιν, ἀλλὰ φύσεως τοὖργον. ὅσα μὲν οὖν σκληρότερα τοῦ δέρματός ἐστι μόρια, καθάπερ ὀστᾶ καὶ χόνδροι καὶ κέρατα καὶ τρίχες ὄνυχές τε καὶ σύνδεσμοι καὶ ὁπλαὶ καὶ πλῆκτρα, πλέον ἐν τούτοις ἐστὶ τὸ ξηρόν· ὅσα δὲ μαλακώτερα, καθάπερ αἷμα καὶ φλέγμα καὶ πιμελὴ καὶ στέαρ καὶ μυελὸς ἐγκέφαλός τε καὶ νωτιαῖος, ὑγροῦ πλέον ἐν τούτοις ἐστὶν ἢ ξηροῦ· καὶ μὲν δὴ καὶ ὅσῳ τὸ πάντων ξηρότατον ἐν ἀνθρώπῳ μόριον ὑπερβάλλει σκληρότητι τοῦ δέρματος, τοσούτῳ πάλιν ἀπολείπεται τὸ ὑγρότατον. ἔοικε δέ πως ὁ λόγος ἤδη τῶν χρησιμωτάτων αὐτῶν ἐφάπτεσθαι καὶ διδάσκειν, ἅμα μὲν ὡς οὐ ζῴων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων σωμάτων εὐκρατότατός ἐστιν ὁ ἄνθρωπος, ἅμα δ’ ὡς τῶν ἐν αὐτῷ μορίων τὸ τῆς χειρὸς δέρμα τὸ ἔσωθεν ἁπάσας ἐκπέφευγεν ἀκριβῶς τὰς ὑπερβολάς. Ἐπιστήσαντες οὖν πάλιν ἐνταῦθα τὸν λόγον ἐπισκεψώμεθα, τίς ἄριστα κέκραται πάντων ἄνθρωπος, ὃν καὶ τῆς ὅλης μὲν οὐσίας, ἔτι δὲ μᾶλλον ἀνθρώπων τε καὶ τῶν ἄλλων ζῴων ἐν τῷ μέσῳ χρὴ τάξαντας, καθάπερ τινὰ κανόνα καὶ γνώμονα, τοὺς ἄλλους ἅπαντας τούτῳ παραβάλλοντας θερμοὺς καὶ ψυχροὺς καὶ ξηροὺς καὶ ὑγροὺς ὀνομάζειν. δεῖ δὲ συνδραμεῖν ἐς ταὐτὸν ἐπὶ τοῦδε πολλὰ γνωρίσματα. καὶ γὰρ ὡς πρὸς τὴν ὅλην οὐσίαν ἐξετάζοντι μέσον χρὴ φαίνεσθαι τὸν τοιοῦτον, ἔτι δὲ μᾶλλον ὡς πρὸς ἀνθρώπους τε καὶ ζῷα. τὰ μὲν οὖν ἁπάσης τῆς οὐσίας κοινὰ γνωρίσματα προείρηται· τὰ δ’ ὡς ἐν ζῴων εἴδεσιν ἐνεργείας τελειότητι κρίνεται τῆς ἑκάστῳ πρεπούσης. πρέπει δ’ ἀνθρώπῳ μὲν  εἶναι σοφωτάτῳ, κυνὶ δὲ πρᾳοτάτῳ θ’ ἅμα καὶ ἀλκιμωτάτῳ, λέοντι δ’ ἀλκιμωτάτῳ μόνον, ὥσπερ γε καὶ προβάτῳ πρᾳοτάτῳ. καὶ μέν γε καὶ ὡς τὰς τοῦ σώματος ἐνεργείας οἰκείας εἶναι προσήκει τῷ τῆς ψυχῆς ἤθει, δέδεικται μὲν καὶ πρὸς Ἀριστοτέλους ἐν τοῖς περὶ ζῴων μορίων, δέδεικται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν οὐδὲν ἧττον. ἡ μὲν δὴ μέθοδος αὕτη. Τὸ δ’ ἀσκῆσαι γνωρίζειν ἑτοίμως ἐν ἑκάστῳ γένει ζῴου καὶ κατὰ τὰ σύμπαντα τὸ μέσον οὐ τοῦ τυχόντος ἀνδρός, ἀλλ’ ἐσχάτως ἐστὶ φιλοπόνου καὶ διὰ μακρᾶς ἐμπειρίας καὶ πολλῆς γνώσεως ἁπάντων τῶν κατὰ μέρος ἐξευρίσκειν δυναμένου τὸ μέσον. οὕτω γοῦν καὶ πλάσται καὶ γραφεῖς ἀνδριαντοποιοί τε καὶ ὅλως ἀγαλματοποιοὶ τὰ κάλλιστα γράφουσι καὶ πλάττουσι καθ’ ἕκαστον εἶδος, οἷον ἄνθρωπον εὐμορφότατον ἢ ἵππον ἢ βοῦν ἢ λέοντα, τὸ μέσον ἐν ἐκείνῳ τῷ γένει σκοποῦντες. καί πού τις ἀνδριὰς ἐπαινεῖται Πολυκλείτου κανὼν ὀνομαζόμενος, ἐκ τοῦ πάντων τῶν μορίων ἀκριβῆ τὴν πρὸς ἄλληλα συμμετρίαν ἔχειν ὀνόματος τοιούτου τυχών. ἐστὶ μὲν οὖν ἐπὶ πλέον, ὃν νῦν ἡμεῖς ζητοῦμεν, ἢ ὁ κανὼν οὗτος. οὐ μόνον γὰρ ὑγρότητός τε καὶ ξηρότητος ἐν τῷ μέσῳ καθέστηκεν ὁ οὕτως εὔσαρκος ἄνθρωπος, ἀλλὰ καὶ διαπλάσεως ἀρίστης τετύχηκεν, ἴσως μὲν ἑπομένης τῇ τῶν τεττάρων στοιχείων εὐκρασίᾳ, τάχα δέ τινα θειοτέραν ἀρχὴν ἑτέραν ἐχούσης ἄνωθεν. ἀλλὰ τό γε πάντως εὔκρατον εἶναι τὸν τοιοῦτον ἐξ ἀνάγκης ὑπάρχει· τὸ γὰρ ἐν εὐσαρκίᾳ σύμμετρον εὐκρασίας ἐστὶν ἔκγονον. εὐθὺς δ’ ὑπάρχει τῷ τοιούτῳ σώματι καὶ ταῖς ἐνεργείαις ἄριστα διακεῖσθαι καὶ σκληρότητός τε καὶ μαλακότητος ἔχειν μετρίως θερμότητός τε καὶ ψυχρότητος. καὶ ταῦθ’ ὑπάρχει [ἅπαντα] τῷ δέρματι καὶ τούτου μάλιστα τῷ τῆς χειρὸς ἐντός, ὅταν γε μηδένα τύλον ἔχῃ τοιοῦτον, οἷος τοῖς ἐρέττουσί τε καὶ σκάπτουσι γίγνεται. διττῆς γὰρ ἕνεκα χρείας τῶν χειρῶν γεγενημένων, ἁφῆς καὶ ἀντιλήψεως, αἱ μαλακαὶ μὲν εἰς τὴν τῆς ἁφῆς ἀκρίβειαν, αἱ σκληραὶ δ’ εἰς τὴν τῆς ἀντιλήψεως ἰσχὺν ἐπιτηδειότεραι. Καὶ δὴ καὶ τὸ δέρμα τὸ μέσον οὐ μόνον ἁπάντων τῶν τοῦ ἀνθρώπου μορίων, ἀλλὰ καὶ τῆς ὅλης οὐσίας ἁπάντων τῶν ἐν γενέσει τε καὶ φθορᾷ σωμάτων οὐ τὸ τετυλωμένον ἐστὶ καὶ σκληρὸν καὶ λιθῶδες, ἀλλὰ τὸ κατὰ φύσιν ἔχον, ᾧ δὴ καὶ μάλιστά φαμεν ἀκριβοῦσθαι τὴν ἁφήν. ὅτι μὲν οὖν σκληρότητός τε καὶ μαλακότητος ἐν τῷ μέσῳ καθέστηκεν ἁπάντων τῶν μορίων, ἱκανῶς ἐναργές· ὅτι δὲ καὶ θερμότητός τε καὶ ψυχρότητος, ἐκ τῆς οὐσίας ἂν αὐτοῦ μάλιστα καταμάθοις. ἔστι γὰρ οἷον ἔναιμόν τι νεῦρον, ἀκριβῶς μέσον ὑπάρχον νεύρου τε καὶ σαρκός, ὡς εἰ καὶ κραθέντων ἀμφοῖν ἐγένετο. ἀλλὰ νεῦρον μὲν ἅπαν ἄναιμόν τε καὶ ψυχρόν, σὰρξ δὲ πολύαιμός τε καὶ θερμή· μέσον δ’ ἀμφοῖν τὸ δέρμα μήτ’ ἄναιμον τὸ πάμπαν ὡς τὸ νεῦρον, ἀλλὰ μηδὲ πολύαιμον ὡς ἡ σὰρξ γενόμενον. εἰ δὴ τοῦτο κανόνα τε καὶ οἷον κριτήριον ἁπάντων τῶν τοῦ ζῴου μορίων προστησάμενος ἐξετάζοις τε καὶ παραβάλλοις αὐτῷ τἆλλα, τὰς ὀκτὼ διαφορὰς εὑρήσεις τῶν δυσκρασιῶν ἐν αὐτοῖς. Καὶ δὴ καὶ κατὰ μέρος δίειμί σοι περὶ πάντων ἐφεξῆς. φλέγμα μέν ἐστιν ὑγρότατον καὶ ψυχρότατον, αἷμα δὲ θερμότατον, ἀλλ’ οὐχ οὕτως ὑγρὸν ὡς τὸ φλέγμα. θρὶξ δὲ ψυχρότατον καὶ ξηρότατον· ἧττον δ’ αὐτῆς ὀστοῦν ψυχρόν τ’ ἐστὶ καὶ ξηρὸν καὶ τοῦδε χόνδρος ἧττον ξηρός, ἐφεξῆς δὲ χόνδρῳ σύνδεσμος, ἔπειτα τένων, εἶθ’ ὑμὴν καὶ ἀρτηρία καὶ φλέψ, αὐτὰ δηλονότι τὰ σώματα τῶν ἀγγείων, εἶθ’ ὅσα νεῦρα σκληρά. τὰ δὲ μαλακὰ νεῦρα κατὰ τὴν τοῦ δέρματος ὑπάρχει φύσιν ἐν τῇ καθ’ ὑγρότητά τε καὶ ξηρότητα μεσότητι. κατὰ γὰρ τὴν ἑτέραν ἀντίθεσιν οὐκ ἔστι μέσον θερμοῦ καὶ ψυχροῦ τὸ νεῦρον τὸ μαλακόν, ἀλλὰ τοσοῦτον ἀπολείπεται θερμότητος, ὅσον καὶ αἵματος. οὕτω δὲ καὶ τἆλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα τοσούτῳ ψυχρότερα δέρματος ὅσῳ καὶ ἀναιμότερα. καὶ οἵ γε χιτῶνες αὐτοὶ τῶν ἐναιμοτάτων ἀγγείων, ἀρτηρίας λέγω καὶ φλεβός, ἄναιμοί τ’ εἰσὶ καὶ ψυχροὶ φύσει. τῇ γειτνιάσει δὲ τοῦ αἵματος θερμαίνονταί τε καὶ εἰς μέσην ἀφικνοῦνται κατάστασιν κράσεως. τὸ δ’ αἷμα πάλιν αὐτὸ παρὰ τῆς καρδίας ἔχει τὴν θερμασίαν. φύσει γὰρ ἐκεῖνο τὸ σπλάγχνον ἁπάντων ἐστὶ τῶν τοῦ ζῴου μορίων ἐναιμότατόν θ’ ἅμα καὶ θερμότατον, ἐφεξῆς δ’ αὐτῷ τὸ ἧπαρ. ἀλλ’ ἡ μὲν καρδία βραχὺ δέρματος ἀποδεῖ σκληρότητι, τὸ δ’ ἧπαρ πολύ. καὶ τοίνυν καὶ ὑγροτέρα τοσούτῳ δέρματός ἐστιν ὅσῳ μαλακωτέρα. καὶ μὲν δὴ καὶ ἡ σὰρξ ὑγροτέρα δέρματος, ἀλλ’ αὕτη μὲν καὶ θερμοτέρα. νωτιαῖος δ’ ὑγρότερος μέν, ἀλλὰ καὶ ψυχρότερος, καὶ τοῦδε μᾶλλον ἐγκέφαλος ὑγρότερος, ἔτι δὲ τοῦδε μᾶλλον ἡ πιμελή, καὶ ἡ πῆξις αὐτῆς διὰ τὴν τῶν ὑμένων γειτνίασιν· ἐλαίῳ γὰρ ἔοικε παχεῖ καὶ διὰ τοῦτο πήγνυται ψυχροῖς καὶ ἀναίμοις ὁμιλοῦσα μορίοις. οὔτε δ’ ἥπατι περιπήγνυσθαι πιμελὴν οὔτ’ ἀρτηρίαις καὶ φλεψὶν οὔτε καρδίᾳ δυνατόν, ἀλλ’ οὐδ’ ἄλλῳ τινὶ θερμῷ πάνυ μορίῳ. διότι δὲ πέπηγε ψυχρῷ, διὰ τοῦτο χεῖται θερμαινομένη τοῖς ἄλλοις ὁμοίως τοῖς πεπηγόσιν. οὐ μὴν ἐγκέφαλός γε θερμαινόμενος χεῖται καὶ διὰ τοῦθ’ ἧττον ὑγρός ἐστι πιμελῆς. ἧττον δ’ ὑγρὰ πιμελῆς ἐστι καὶ ἡ τοῦ πνεύμονος σάρξ, οὐδὲ γὰρ αὕτη χεῖται θερμαινομένη. πολὺ δ’ ἔτι μᾶλλον ἡ τοῦ σπληνός τε καὶ τῶν νεφρῶν σὰρξ ἧττόν ἐστιν ὑγρὰ πιμελῆς. ἅπαντα μέντοι ταῦτα δέρματός ἐστιν ὑγρότερα. τὰς δὲ τούτων ἀποδείξεις ἐν τῷ μετὰ ταῦτα λόγῳ διέξειμι καὶ μὲν δὴ καὶ ὅσα λείπει τῇ συμπάσῃ περὶ κράσεων πραγματείᾳ διὰ τῶν ἐφεξῆς δυοῖν ὑπομνημάτων εἰρήσεται.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ

Ὅτι μὲν δὴ τῶν πολλαχῶς λεγομένων ἐστὶν ὑγρόν τε σῶμα καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμόν, ἐν τῷ πρὸ τούτου λόγῳ διῄρηται. δέδεικται δὲ καί, ὡς ἐννέα διαφοραὶ τῶν κράσεών εἰσι, μία μὲν ἡ σύμμετρός τε καὶ εὔκρατος, αἱ λοιπαὶ δὲ πᾶσαι δύσκρατοι, τέτταρες μὲν ἁπλαῖ, μιᾶς ἐν ἑκάστῃ πλεονεκτούσης ποιότητος ἤτοι θερμότητος ἢ ψυχρότητος ἢ ξηρότητος ἢ ὑγρότητος, ἕτεραι δὲ τέτταρες, ἐπειδὰν ἐξ ἑκατέρας ἀντιθέσεως ἡ ἑτέρα κρατήσῃ δύναμις. λέγω δ’ ἀντιθέσεις δύο, μίαν μὲν τὴν κατὰ τὸ θερμόν τε καὶ ψυχρόν, ἑτέραν δὲ τὴν κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν. Ἐφεξῆς δὲ τούτων ἐπὶ τὰ γνωρίσματα μεταβάντες ὑπὲρ τῆς εὐκράτου φύσεως ἐσκοπούμεθα, διότι πρώτη πασῶν ἥδε καὶ ἀρετῇ καὶ δυνάμει καὶ τάξει νοήσεώς ἐστιν. ἐπεὶ δ’ εὔκρατον ἄλλο μὲν ἁπλῶς εὑρίσκεται λεγόμενον ἐν πάσῃ τῇ τῶν ὄντων φύσει, καθ’ ἕκαστον δὲ γένος ἄλλο, περὶ πρώτου δεῖν ἐδόκει σκοπεῖσθαι τοῦ κοινῇ κατὰ πάσης φύσεως ἐξεταζομένου. κανὼν δ’ ἦν αὐτοῦ καὶ κρίσις ἡ τῶν στοιχείων ἰσομοιρία, δι’ ἣν καὶ τὸ τῶν ἐσχάτων ἁπάντων ἀκριβῶς μέσον ἀποτελεσθὲν εὔκρατόν τε καὶ σύμμετρον ὀνομάζεται. τὰ δ’ ἄλλα τὰ καθ’ ἕκαστον γένος εὔκρατα ταῖς οἰκείαις τῶν σωμάτων ἐνεργείαις τε καὶ χρείαις κρίνεται καὶ διὰ τοῦτο ταὐτὸν σῶμα ζῴου τινὸς ἢ φυτοῦ μέσον μὲν εἶναι  δύναται τῶν ὁμογενῶν ἁπάντων, τουτέστιν εὔκρατόν τε καὶ σύμμετρον ἐν ἐκείνῳ τῷ γένει, δύσκρατον δ’ ἑτέρῳ τινὶ παραβαλλόμενον ἢ φυτῶν ἢ ζῴων ἢ ἀψύχων γένει. τὸ μὲν γὰρ τοῦ ζῶντος σῶμα τῷ τοῦ νεκροῦ παραβαλλόμενον ὑγρότερόν ἐστι καὶ θερμότερον, οἷον, εἰ τύχοι, λέων ζῶν τεθνεῶτος λέοντος ἢ αὐτὸς ἑαυτοῦ τις ἢ ἕτερος ἑτέρου θερμότερός τ’ ἐστι καὶ ὑγρότερος, καὶ διὰ τοῦτ’ εἴρηται πρὸς τῶν παλαιῶν ὑγρόν τ’ εἶναι καὶ θερμὸν τὸ ζῷον, οὐχ ὡς ἢ τῆς ὑγρότητος ἐν αὐτῷ πλεονεκτούσης ἁπλῶς ἢ τῆς θερμότητος· οὕτω [μὲν] γὰρ εὑρεθήσεται πάμπολλα ζῷα ξηρὰ καὶ ψυχρά, καθάπερ ἐμπίδες τε καὶ κώνωπες καὶ μυῖαι καὶ μέλιτται καὶ μύρμηκες· ἀλλ’ ὡς τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ καὶ μέλιττα ζῶσα τεθνεώσης μελίττης ὑγροτέρα τ’ ἐστὶ καὶ θερμοτέρα καὶ μύρμηξ μύρμηκος, ἀνθρώπῳ μέντοι παραβαλλόμενα καὶ ἵππῳ καὶ βοὶ καὶ τοῖς ἄλλοις ζῴοις τοῖς ἐναίμοις ἅπαντα τὰ τοιαῦτα ψυχρὰ καὶ ξηρὰ τὴν κρᾶσίν ἐστι. καὶ μὲν δὴ κἂν εἰ πρὸς τὴν ὅλην οὐσίαν ἀποβλέπων ἐξετάζοις, οὐδ’ οὕτως ἐκπέπτωκε τοῦ ξηρά τ’ εἶναι καὶ ψυχρά. ὥσπερ γὰρ καθ’ ἕκαστον γένος, ὅταν ἐξίστηταί τι τῆς μεσότητος, ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομάζεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς συμπάσης οὐσίας, ὅταν ὑπερβάλλῃ τι τὸ μέσον, οὐκέτ’ εὔκρατον, ἀλλ’ ἤτοι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν ὀνομασθήσεται. Δέδεικται γὰρ δὴ πρόσθεν, ὡς ἄνθρωπός ἐστιν οὐ τῶν ζῴων μόνον ἢ φυτῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων εὐκρατότατον. ἐπεὶ δ’ ἐκ πολλῶν καὶ διαφερόντων σύγκειται μορίων, εὔδηλον, ὡς τὸ μέσον ἁπάντων τῇ κράσει τοῦτο καὶ ἁπλῶς ἐστιν εὔκρατον. τὸ γὰρ τοῦ μέσου τῇ κράσει ζῴου μέσον μόριον ἁπάντων ἁπλῶς εὐκρατότατον ἔσται. ἐδείχθη δὲ τοῦτ’ ἐν ἀνθρώπῳ τὸ καλούμενον δέρμα καὶ μάλιστα τοῦ δέρματος τὸ τῶν χειρῶν ἐντός, ὅταν, οἷον ὑπὸ τῆς φύσεως ἀπειργάσθη, τοιοῦτον φυλάττηται. καὶ μὲν δὴ καὶ ὡς οὐ παντὸς ἀνθρώπου τὸ δέρμα μέσον ἁπλῶς ἐστιν ἁπάσης οὐσίας, ἐδείχθη πρόσθεν, ἀλλ’ ὅστις ἂν εὐκρατότατος ᾖ· πολλὴν γὰρ εἶναι καὶ αὐτοῖς τοῖς ἀνθρώποις πρὸς ἀλλήλους τὴν διαφοράν. εὐκρατότατος δ’ ἐστίν, ὃς ἂν τῷ μὲν σώματι φαίνηται μέσος ἀκριβῶς ἁπάντων τῶν ἄκρων, ἰσχνότητός τε καὶ παχύτητος, μαλακότητός τε καὶ σκληρότητος, ἔτι δὲ θερμότητός τε καὶ ψυχρότητος. ἔστι γὰρ εὑρεῖν ἁψάμενον ἑκάστου τῶν ἀνθρωπίνων σωμάτων ἢ χρηστὴν καὶ ἀτμώδη θερμασίαν ἢ πυρώδη καὶ δριμεῖαν ἢ τούτων μὲν οὐδετέραν, ἐπικρατοῦσαν δέ τινα ψῦξιν. ἀκούειν δὲ χρὴ ψῦξιν ἐπικρατοῦσαν ὡς ἐν ζῴου σώματι καὶ ταῦτ’ ἐναίμου τε καὶ ὑγροῦ ὄντος. τῷ μὲν δὴ σώματι τοιοῦτος ὁ εὐκρατότατος ἄνθρωπος· ὡσαύτως δὲ καὶ τῇ ψυχῇ μέσος ἀκριβῶς ἐστι θρασύτητός τε καὶ δειλίας, μελλησμοῦ τε καὶ προπετείας, ἐλέου τε καὶ φθόνου. εἴη δ’ ἂν ὁ τοιοῦτος εὔθυμος, φιλόστοργος, φιλάνθρωπος, συνετός. Ἐκ τούτων μὲν οὖν ὁ εὐκρατότατος ἄνθρωπος γνωρίζεται πρώτως καὶ μάλιστα· προσέρχεται δ’ αὐτοῖς οὐκ ὀλίγα τῶν ἐξ ἀνάγκης ἑπομένων· καὶ γὰρ ἐσθίει καὶ πίνει συμμέτρως καὶ πέττει καλῶς τὰς τροφὰς οὐκ ἐν γαστρὶ μόνον, ἀλλὰ κἀν ταῖς φλεψὶ καὶ καθ’ ὅλην τὴν ἕξιν τοῦ σώματος ἁπάσας τε συνελόντι φάναι τάς τε φυσικὰς καλουμένας ἐνεργείας καὶ τὰς ψυχικὰς ἀμέμπτους ἔχει. καὶ γὰρ καὶ ταῖς αἰσθήσεσιν ἄριστα διάκειται καὶ ταῖς τῶν κώλων κινήσεσιν εὔχρους τ’ ἐστὶ καὶ εὔπνους ἀεὶ καὶ μέσος ὑπνώδους τε καὶ ἀγρύπνου καὶ ψιλοῦ τριχῶν καὶ δασέος καὶ μέλανος τὴν χρόαν καὶ λευκοῦ καὶ τρίχας ἔχει παῖς μὲν ὢν πυρροτέρας μᾶλλον ἢ μελαντέρας, ἀκμάζων δ’ ἔμπαλιν.

Ἐπεὶ δὲ καὶ τῆς κατὰ τὰς ἡλικίας αὐτοῦ διαφορᾶς ἐπεμνήσθημεν, οὐδὲν ἂν εἴη χεῖρον ἤδη τι καὶ περὶ τούτων εἰπεῖν. ἐβουλόμην μὲν οὖν πρότερον ἑκάστου τῶν εἰρημένων γνωρισμάτων ἐπελθεῖν τὰς αἰτίας, ἀλλ’ ἐπεὶ πρὸς τὰ παρόντα μᾶλλον ἡ περὶ τῶν ἡλικιῶν ἐπείγει σκέψις εὐπορωτέρους θ’ ἡμᾶς πρὸς τὴν τῶν αἰτιῶν εὕρεσιν ἀπεργάζεται, πρώτην ταύτην ἐνστησόμεθα. Νοήσωμεν οὖν ἄρτι διαπλαττόμενον ἐν ταῖς μήτραις τῶν κυουσῶν τὸ ζῷον, ἵνα γνῶμεν, ὅπως ὑγρότατόν τ’ ἐστὶ καὶ θερμότατον. ἡ μὲν γὰρ πρώτη σύστασις ἐξ αἵματος αὐτῷ καὶ σπέρματος, ὑγρῶν καὶ θερμῶν χρημάτων. ἀεὶ δὲ καὶ μᾶλλον τούτων ξηρῶν γιγνομένων ὑμένες μὲν πρῶτα διαπλάττονται καὶ χιτῶνες καὶ σπλάγχνα καὶ ἀγγεῖα, τελευταῖα δ’ ὀστᾶ καὶ χόνδροι καὶ ὄνυχες πηγνυμένης ἀποτελοῦνται τῆς οὐσίας· πρὶν γὰρ ἤτοι δύνασθαι τείνεσθαι τὴν ὑποβεβλημένην οὐσίαν ἢ πήγνυσθαι, τῶν εἰρημένων οὐδὲν ἐγχωρεῖ γενέσθαι. χιτῶνες μὲν οὖν καὶ ὑμένες ἀρτηρίαι τε καὶ φλέβες καὶ νεῦρα τεινομένης αὐτῆς, ὀστᾶ δὲ καὶ χόνδροι καὶ ὄνυχες καὶ ὁπλαὶ καὶ πλῆκτρα πηγνυμένης ἀποτελοῦνται· τελειωθέντων δ’ οὕτως ἐν τῇ κυούσῃ τίκτεται μὲν ἐφεξῆς, ἔτι δ’ ὑγρὸν ἐσχάτως ἐστὶν ὥσπερ βρύον, οὐκ ἀγγείοις μόνον καὶ σπλάγχνοις καὶ σαρξίν, ἀλλὰ καὶ τοῖς ὀστοῖς αὐτοῖς, ἃ δὴ ξηρότατα τῶν ἐν ἡμῖν ὑπάρχει μορίων. ἀλλ’ ὅμως καὶ ταῦτα καὶ ὅλα σὺν αὐτοῖς τὰ κῶλα διαπλάττουσιν αἱ τροφοὶ τῶν βρεφῶν ὥσπερ κήρινα. τοσαύτη τις ὑγρότης ἐστὶν ἐν ἅπαντι τῷ σώματι τῶν βρεφῶν. Ἀλλὰ καὶ νέον ἱερεῖον εἴτ’ οὖν ἐσθίειν ἐθέλοις εἴτ’ ἀνατεμὼν σκοπεῖσθαι, μυξώδη μὲν καὶ πλαδαρὰν εὑρήσεις τὴν σάρκα, τὸ δ’ ὀστῶδες γένος ἅπαν ἄρτι πηγνυμένῳ τυρῷ ἐμφερές, ὥστε μηδὲ φαγεῖν ἡδέα δι’ ὑπερβάλλουσαν ὑγρότητα τῶν νεογενῶν ζῴων εἶναι τὰ σώματα καὶ μάλιστά γε τοῦτο πέπονθε τὰ ὕεια καὶ τὰ προβάτεια, διότι καὶ μάλιστ’ ἐστὶν ὑγρότατα· τὰ δ’ αἴγεια, διότι ξηρότερα, βελτίω τ’ ἐστὶ καὶ ἡδίω φαγεῖν. ἔμπαλιν δὲ τοῖς νέοις ἱερείοις τὰ γεγηρακότα ξηρὰ μὲν ἱκανῶς καὶ ἄνικμα καὶ ἄχυμα τά τ’ ὀστᾶ σύμπαντα καὶ τοὺς συνδέσμους αὐτῶν ἔχει, νευρώδη δὲ καὶ σκληρὰν τὴν σάρκα καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας καὶ τὰ νεῦρα δίκην ἱμάντων ἀηδῆ τε καὶ ἄχυμα. τὰ δ’ ἐν τῷ μέσῳ τούτων καὶ τῶν ἄρτι γεγενημένων, ὅσα μὲν ἤδη προβέβηκε ταῖς ἡλικίαις, ὅσον ἀπολείπεται τοῦ γήρως, τοσοῦτον καὶ τῆς ἐσχάτης ξηρότητος· ὅσα δὲ νεώτερα καὶ ἔτ’ αὐξανόμενα, τοσοῦτον καὶ ταῦτα τῆς τῶν ἐμβρύων ὑγρότητος ἀποκεχώρηκεν, ὅσον καὶ ταῖς ἡλικίαις προελήλυθεν. ἡ δ’ ἀκμὴ μάλιστα πάντων τῶν ζῴων ἐν τῷ μέσῳ καθέστηκε τῶν ἀκροτήτων οὔτ’ εἰς ἔσχατον ἥκουσα ξηρότητος, ὡς τὸ γῆρας, οὔτ’ ἐν ὑγρότητι καὶ πλάδῳ πολλῷ καθεστῶσα, καθάπερ ἡ τῶν βρεφῶν ἡλικία. Τί δὴ οὖν ἔνιοι τῶν ἐλλογίμων ἰατρῶν ὑγρὸν ἀποφαίνονται τὸ γῆρας; ἢ δηλονότι τῷ πλήθει τῶν περιττωμάτων ἐξαπατηθέντες; οἵ τε γὰρ ὀφθαλμοὶ δακρύουσιν αὐτοῖς αἵ τε ῥῖνες ἀναπίμπλανται κορύζης ἔν τε τῷ στόματι σιέλων πλῆθος ἀθροίζεται, ἀλλὰ καὶ βήττουσι καὶ ἀναπτύουσι φλέγμα, δηλοῦντες ἄρα καὶ τὸν πνεύμονα μεστὸν εἶναι τοῦ τοιούτου χυμοῦ· καὶ ἡ γαστὴρ δ’ αὐτοῖς πεπλήρωται φλέγματος ἕκαστόν τε τῶν ἄρθρων ὑπόμυξον. ἀλλ’ οὐδὲν τούτων ἐναντιοῦται τῷ ξηρὰ τῶν γερόντων εἶναι τὰ σώματα. τὰ μὲν γὰρ νεῦρα καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας καὶ τοὺς ὑμένας καὶ τοὺς χιτῶνας ἁπάντων τῶν ὀργάνων ξηρότερα μὲν εὑρήσεις τῶν πρόσθεν πολύ, περιπεπλασμένον δ’ αὐτοῖς ἔνδοθέν τε καὶ ἔξωθεν ἤτοι φλεγματώδη τινὰ χυμὸν ἢ ὑγρότητα μυξώδη. ἀλλὰ τοσούτου δεῖ τὰ τοιαῦτα σύμπαντα γνωρίσματα τὸ γῆρας ὑγρὸν ἀποφαίνειν, ὥστε καὶ μαρτυρεῖν μοι δοκεῖ τῇ ξηρότητι. δι’ αὐτὸ γάρ τοι τοῦτο ξηρότερον ἕκαστον γίγνεται τῶν μορίων, ὅτι μηκέθ’ ὁμοίως τρέφεται νῦν ὑπ’ ἀρρωστίας τοῦ θερμοῦ. πλῆθος μὲν γὰρ ἔξωθεν αὐτὸ περιττωμάτων ὑγρῶν ἐπικλύζει, τὸ βάθος δ’ αὐτὸ τοῦ σώματος ἑκάστου ξηρόν ἐστι μήθ’ ἕλκειν εἴσω τὴν τροφὴν  δυναμένου μήτ’ ἀπαλαύειν ἱκανῶς. ὑγρὸς οὖν ὁ γέρων ἐστίν, οὐ τοῖς οἰκείοις μορίοις, ἀλλὰ τοῖς περιττώμασι, καὶ ξηρός, οὐ τοῖς περιττώμασιν, ἀλλὰ τοῖς μορίοις αὐτοῖς, ὥστ’ ἄλλῳ μὲν ὑγρός, ἄλλῳ δὲ ξηρός. ἀλλ’ οὐχ ὑπὲρ τῶν περιττωμάτων αὐτοῦ νῦν ὁ λόγος ἀλλὰ τῶν οἰκείων μορίων ἐστίν, ὧν αἱ κατὰ φύσιν ἐνέργειαι συμπληροῦσι τὴν ζωήν. τούτοις οὖν ξηρός ἐστιν ὁ γέρων, οἷς ὁ παῖς ἦν ὑγρός, αὐτοῖς τοῖς στερεοῖς μέρεσι τοῦ σώματος, ὀστοῖς καὶ συνδέσμοις καὶ ὑμέσι καὶ ἀρτηρίαις καὶ φλεψὶ καὶ νεύροις καὶ χιτῶσι καὶ σαρξί, καὶ καλῶς Ἀριστοτέλης εἰκάζει τὸ γῆρας αὐαινομένῳ φυτῷ. καὶ γὰρ οὖν καὶ τὰ φυτά, νέα μὲν ὄντα, μαλακά τ’ ἐστὶ καὶ ὑγρά, γηρῶντα δ’ ἀεὶ καὶ μᾶλλον φαίνεται ξηραινόμενα καὶ τελευτῶντα τελέως ἀποξηραίνεται καὶ τοῦτ’ ἔστιν αὐτοῖς ὁ θάνατος. Ὅτι μὲν δὴ ξηρότατον ὡς ἐν ἡλικίαις τὸ γῆρας, ἐκ τῶν εἰρημένων εὔδηλον· ὅτι δὲ καὶ ψυχρότατόν ἐστιν, ἔτ’ ἐναργέστερον, ὥστ’ οὐδ’ ἠμφισβήτησεν οὐδεὶς ὑπέρ γε τούτου. καὶ γὰρ ἁπτομένοις οἱ γέροντες ψυχροὶ φαίνονται καὶ ῥᾳδίως ἀποψύχονται καὶ μελαίνονται καὶ πελιδνοῦνται καὶ τοῖς ψυχροῖς ἑτοίμως ἁλίσκονται νοσήμασιν, ἀποπληξίαις, παραλύσεσι, νάρκαις, τρόμοις, σπασμοῖς, κορύζαις, βράγχοις. ἀπόλωλε δ’ αὐτῶν ὀλίγου δεῖν ἅπαν τὸ αἷμα καὶ διὰ τοῦτο συναπόλωλεν ἡ τῆς χρόας ἐρυθρότης. ἀλλὰ καὶ πέψις αὐτοῖς καὶ ἀνάδοσις ἐξαιμάτωσίς τε καὶ πρόσθεσις καὶ θρέψις ὄρεξίς τε καὶ κίνησις καὶ αἴσθησις ἀμυδρὰ πάντα καὶ κακῶς διακείμενα. καὶ τί γὰρ ἄλλ’ ἢ ὁδὸς ἐπὶ θάνατόν ἐστι τὸ γῆρας; ὥστ’ εἴπερ ὁ θάνατος σβέσις ἐστὶ τῆς ἐμφύτου θερμασίας, εἴη ἂν καὶ τὸ γῆρας οἷον μαρασμός τις αὐτῆς. Οὐ μὴν περί γε τῆς τῶν παίδων ἡλικίας καὶ τῆς τῶν ἀκμαζόντων οὔθ’ ὡμολόγηταί τι τοῖς ἰατροῖς οὔτε κρῖναι τὴν διαφωνίαν αὐτῶν εὐπετές. πιθανοὶ γὰρ ἑκατέρων οἱ λόγοι τῶν τε τοὺς παῖδας ἀποφαινόντων θερμοτέρους εἶναι τῶν ἀκμαζόντων καὶ τῶν ἔμπαλιν τούτοις τοὺς ἀκμάζοντας τῶν παίδων. οἱ μὲν γὰρ ὅτι θερμότατος ἁπάντων ἐστὶ τῶν ἐν τῷ ζῴῳ κατὰ φύσιν ὑπαρχόντων ὁ τοῦ αἵματος χυμός, εἶθ’ ὅτι τὰ κυούμενα τὸ μὲν πρῶτον ὀλίγου δεῖν αἷμα μόνον ἐστίν, ὕστερον δὲ· διαπλαττομένων ἤδη τῶν μορίων τὸ μὲν ὀστοῦν γίγνεται, τὸ δ’ ἀρτηρία, τὸ δὲ φλέψ, τὸ δ’ ἄλλο τι, πάντα μὴν ἐρυθρὰ καὶ πλεῖστον αἵματος εἰλικρινεστάτου τε καὶ θερμοτάτου μετέχοντα, συλλογίζονται θερμότατον εἶναι τὸ κυούμενον· εἰ δὲ τοῦτο, καὶ τοὺς παῖδας ὅσῳπερ ἐγγυτέρω τοῖς κυουμένοις, θερμοτέρους εἶναι τῶν ἀκμαζόντων. οἱ δ’, ὅτι πολὺ μὲν κἀν τοῖς ἀκμάζουσι τὸ αἷμα καὶ πλέον ἢ ἐν τοῖς παισίν, ὥστε διὰ τοῦτο συνεχῶς αἱμορραγεῖν, ἀλλὰ καὶ ὁ τῆς ξανθῆς χολῆς χυμὸς αἵματος πολὺ θερμότερος ὑπάρχων πλεῖστος αὐτοῖς ἐστι, διὰ τοῦτο θερμοτέρους ἀποφαίνουσι τῶν παίδων τοὺς ἀκμάζοντας. Αὖθις δ’ ἀπὸ τῶν ἐνεργειῶν οἱ μὲν ὅτι καὶ αὐξάνονται καὶ πλειόνων ἢ κατὰ τὴν ἀναλογίαν τοῦ σώματος ὀρέγονταί τε καὶ κρατοῦσιν ἐδεσμάτων, ἰσχυρὰν ἐν τοῖς παισὶν εἶναί φασι τὴν θερμασίαν· οἱ δὲ τὸ μὲν αὐξάνεσθαι διὰ τὴν ὑγρότητα μᾶλλον ἢ τὴν τοῦ θερμοῦ ῥώμην ὑπάρχειν αὐτοῖς φασι, ταῖς μέντοι πέψεσιν οὐχ ὅπως πλεονεκτεῖν ἀλλὰ καὶ πολὺ τῶν ἀκμαζόντων ἀπολείπεσθαι. ἐμέτους τε γὰρ ἀπέπτων αὐτοῖς γίγνεσθαι σιτίων καὶ διαχωρήσεις ὑγρῶν καὶ τραχέων καὶ ἀχυμώτων. εἰ δ’ ὀρέγονται πλειόνων, οὐδὲν εἶναι τοῦτό φασι πρὸς τὴν ῥώμην τοῦ θερμοῦ. πρῶτον μὲν γὰρ οὐδὲ πλεονεξίᾳ θερμότητος ὀρέγεσθαι τὰ ζῷα, τοὐναντίον [δ’] ἅπαν ἀποψυχομένων τῶν ὀρεκτικῶν μορίων· ἔπειτα δὲ διότι μὴ μόνον εἰς θρέψιν ἀλλὰ καὶ εἰς αὔξησιν αὐτοῖς ἡ τροφὴ διοικεῖται, διὰ τοῦτο πλειόνων ἐδεσμάτων προσδεῖσθαι. κατὰ μέντοι τὰς ἄλλας ἁπάσας ἐνεργείας καὶ πάνυ σαφῶς ἀπολείπεσθαι τοὺς παῖδας τῶν ἀκμαζόντων. οὔτε γὰρ βαδίζειν οὔτε θεῖν οὔτε βαστάζειν οὔθ’ ὅλως οὐδὲν τῶν πρακτικῶν ἐνεργειῶν ὁμοίως ἐπιτελεῖν, ἀλλὰ καὶ τὰς αἰσθήσεις καὶ τὰς νοήσεις ἐν τοῖς ἀκμάζουσί φασιν εἰς ἄκρον ἥκειν ἀρετῆς. ὅλως δὲ τὸ μὲν ἀτελὲς ἔτι, τὸ δ’ ἤδη τέλειον εἶναι ζῷον. ἐν δὲ τοῖς τελείοις εὔλογόν φασι τὸ πρακτικώτατόν τε καὶ ἀρχικώτατον τῶν στοιχείων ἐπικρατεῖν. ἀλλὰ καὶ τοὺς ὕπνους πλείστους μὲν ἐν τοῖς παισὶν ἰδεῖν ἔστι γιγνομένους, ἐλαχίστους δ’ ἐν τοῖς ἀκμάζουσι. καίτοι τούτους γε, φασίν, οὐδὲ μανεὶς ἄν τις ἑτέρως ἡγήσαιτο γίγνεσθαι ἢ τοῦ θερμοῦ νικηθέντος πως καὶ βαρυνθέντος ὑπὸ πλήθους ὑγρότητος, ὡς ἔκ τε τῶν οἰνωθέντων ἔστιν ἰδεῖν ἔτι τε τῶν πλείω λουσαμένων. οὕτω δὲ καὶ μήκων ὑπνοποιός ἐστι καὶ μανδραγόρας καὶ θριδακίνη καὶ πάνθ’ ὅσα τὴν κρᾶσιν ὑγρότερα καὶ ψυχρότερα. Τοιαῦται μέν τινες αἱ ἑκατέρωθεν ἀμφισβητήσεις εἰσὶ περὶ τῶν προκειμένων ἡλικιῶν τῆς κράσεως. ἁπάσας γὰρ αὐτὰς ἐπεξέρχεσθαι περιττὸν εἶναί μοι δοκεῖ τοῦ τύπου τῶν ἐπιχειρημάτων ἤδη σαφῶς κἀξ ὧν εἰρήκαμεν ἐγνωσμένου. πόρρωθεν γὰρ ἑκάτεροι καὶ σχεδὸν ἀπὸ τῶν δευτέρων τὰ πρότερα συλλογίζονται καὶ ὥσπερ εἰδότων ἤδη τῶν ἀκροατῶν, ὅπως μὲν αὔξησις, ὅπως δὲ πέψις, ὅπως δὲ θρέψις γίγνεται, ποιοῦνται τὸν λόγον. ὡσαύτως δ’ ὑπὲρ αἰσθήσεως καὶ νοήσεως καὶ πρακτικῶν καὶ φυσικῶν ἐνεργειῶν διέρχονται καὶ γενέσεως ὕπνου μνημονεύουσι καὶ σιτίων φύσεως, ὧν οὐδὲν ἁπλῶς ἐστι καὶ ῥᾳδίως γνωστόν, ἀλλὰ παμπόλλης μὲν τῆς ζητήσεως δεόμενον, ἴσως δ’ οὐδ’ εὑρεθῆναι δυνάμενον, εἰ μὴ πρότερόν τις εἰδείη γνωρίζειν ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμὴν κρᾶσιν. ὅ τι γὰρ ἂν ἐκείνων ὡς γιγνώσκοντες ἤδη λέγωσιν, εἰ ἀναγκάσειέ τις αὐτοὺς ἀποδεικνύναι, πάντως δεήσονται τοῦ περὶ κράσεων λόγου τοῦ νῦν ἡμῖν ἐνεστῶτος. ὥστε δι’ ἀλλήλων καὶ ἐξ ἀλλήλων αὐτοῖς γίγνεσθαι τὰς ἀποδείξεις, ἐκ μὲν τῶν νῦν ζητουμένων, ὡς ἤδη γιγνωσκομένων, ἐπειδὰν ὑπὲρ τῶν ἐνεργειῶν διαλέγωνται καὶ τὴν τῶν ἐδεσμάτων τε καὶ φαρμάκων ἐξευρίσκωσι δύναμιν ὕπνων τε πέρι καὶ τῶν ἄλλων τῶν τοιούτων ἐπισκέπτωνται. πάλιν δ’ αὖ τὰ νῦν ἐνεστῶτα δι’ ἐκείνων ὡς ἤδη προεγνωσμένων ἀποδεικνύουσιν. ἐγὼ δ’ οὐκ ἐπαινῶ τὰς τοιαύτας ἀποδείξεις, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐδ’ ἀποδείξεις εἶναι νομίζω, καθάπερ ἐπὶ πλέον δι’ ἑτέρων ἐδήλωσα, καὶ βέλτιον εἶναί φημι κατὰ πᾶσαν διδασκαλίαν ὁρίσασθαι τὴν τάξιν τῶν νοημάτων. Εἴπερ οὖν ἀρχὴ μὲν ἁπάσης ἐστὶ τῆς περὶ τῶν κράσεων πραγματείας ἡ περὶ τῶν στοιχείων ἐπίσκεψις, εἴτ’ ἀπαθῆ καὶ ἀμετάβλητα τελέως ἐστὶν εἴτ’ ἀλλοιοῦσθαί τε καὶ μεταβάλλεσθαι δυνάμενα, μετὰ δὲ τὴν ἐκείνων ἐπιστήμην ἐφεξῆς ἐστι δεύτερος ὁ νῦν ἡμῖν ἐνεστηκὼς λόγος, οὐ χρὴ λαμβάνειν αὐτῶν τὰς πίστεις ἐκ τῶν μηδέπω γιγνωσκομένων, ἀλλ’ ὥσπερ ὀρθόν τ’ ἐστι καὶ δίκαιον, ἤ τι τῶν ἐναργῶν εἶναι προσήκει τὸ ληφθησόμενον εἰς τὴν ἀπόδειξιν ἤ τι τῶν προαποδεδειγμένων. οὔτ’ οὖν ὕπνου γενέσεως μημονευτέον οὔτε πέψεως οὔτ’ αὐξήσεως οὔτ’ ἄλλου τῶν τοιούτων οὐδενός, ἀλλ’ ἀπὸ μόνης καὶ ψιλῆς τῆς οὐσίας τῶν ὑποκειμένων πραγμάτων ἡ ζήτησις γιγνέσθω, καθάπερ καὶ διὰ τοῦ πρώτου λόγου πεποιήμεθα. Διελόμενοι γάρ, ὡς ἕτερον μέν ἐστι τὸ κατ’ ἐνέργειαν, ἕτερον δὲ τὸ κατὰ δύναμιν, ὑπὲρ τοῦ κατ’ ἐνέργειαν ὄντος ἤδη θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸν λόγον ἔφαμεν χρῆναι ποιήσασθαι πρότερον, ἔπειθ’ οὕτως ἐπὶ τὰ κατὰ δύναμιν ἀφικέσθαι. πρόχειρος δ’ ἐστὶ πᾶσι καὶ γνώριμος ἡ τῶν κατ’ ἐνέργειαν ἤδη θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν διάγνωσις· ἁφὴ γὰρ τά γε τοιαῦτα διακρίνειν πέφυκεν ἡ καὶ τὸ πῦρ αὐτὸ θερμὸν εἶναι διδάξασα καὶ τὸν κρύσταλλον ψυχρόν. εἰ δ’ ἄλλοθέν ποθεν ἔχουσιν ἔννοιάν τε καὶ διάγνωσιν θερμοῦ καὶ ψυχροῦ, λεγέτωσαν ἡμῖν. ἀμήχανον γάρ τινα σοφίαν ἐπαγγέλλονται, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐμπληξίαν, εἰ πραγμάτων αἰσθητῶν ἕτερόν τι πρεσβύτερον αἰσθήσεως ἔχουσι κριτήριον. καὶ μὴν εἰ μηδὲν ἄλλο τῶν ἐνεργείᾳ θερμῶν ἐγχωρεῖ κριτήριον ὑπάρχειν, ἁπτέσθωσαν ἤδη πολλῶν ἐφεξῆς ἀνδρῶν καί γερόντων καὶ μειρακίων καὶ παίδων καὶ βρεφῶν. οὕτω γὰρ ἐξευρήσουσι τοὺς μᾶλλόν τε καὶ ἧττον θερμούς. εἰ δ’ αἰσθητῶν πραγμάτων ἀποδείξεις λογικὰς ζητοῦσιν, ὥρα τι καὶ περὶ τῆς χιόνος αὐτῆς ἤδη σκοπεῖν, εἴτε λευκήν, ὡς ἅπασιν ἀνθρώποις φαίνεται, νομιστέον αὐτὴν εἴτε καὶ μὴ λευκήν, ὡς Ἀναξαγόρας ἀπεφήνατο. καὶ μὲν δὴ καὶ περὶ πίττης  ὡσαύτως ἀνασκοπεῖν καὶ κόρακος ἁπάντων τε τῶν ἄλλων. οὐ γὰρ δὴ τὸ μὲν λευκὸν ἀπιστεῖσθαι χρὴ τοὺς ὀφθαλμοὺς ὁρῶντας, ἄνευ δ’ ἀποδείξεως ἐπὶ τῶν μελάνων πιστεύεσθαι. ἅπαντ’ οὖν ἤδη τὰ τῶν αἰσθήσεων ἄπιστα φάμενοι μήτε τὸν κύκνον λευκὸν εἶναι λεγόντων, ἐὰν μὴ πρότερον ἐπισκέψωνται λόγῳ, μήτε τὴν τίτανον ἢ τὴν ἡμέραν ἢ αὐτὸν τὸν ἥλιον. οὕτω δὲ καὶ περὶ τῶν φωνῶν ἀπιστησάτωσαν ἀκοῇ καὶ περὶ τῶν ὀσμῶν ταῖς ῥισὶ καὶ περὶ πάντων τῶν ἁπτῶν ἁφῇ. εἶτα ταῦτ’ οὐ Πυρρώνειος ἀπορία καὶ λῆρος ἀπέραντος; οὐ μὴν δίκαιόν γ’ ἦν τοὺς τὴν ἀρίστην αἵρεσιν ἑλομένους τῶν ἐν φιλοσοφίᾳ, τὴν τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἀρχὰς καὶ στοιχεῖα τιθεμένην, εἰς τοσοῦτον ἀποπλανηθῆναι τῶν ταῦτα θεμένων ἀνδρῶν, ὡς μὴ γιγνώσκειν, ὅτι τε πάσης ἀποδείξεως ἀρχαὶ τὰ πρὸς αἴσθησίν τε καὶ νόησίν εἰσιν ἐναργῆ καὶ ὅστις περὶ τούτων ἀπορεῖ, μάτην ὑπὲρ τῶν ἄλλων ζητεῖ, μηδ’ ὁπόθεν ἄρξηται καταλελοιπὼς ἑαυτῷ. Πόθεν οὖν εἰς μακρὰν οὕτως ἄλην ἐξετράποντο καὶ λόγῳ ζητεῖν ἐπεχείρησαν αἰσθητῶν πραγμάτων διάγνωσιν, ἐγὼ μὲν οὐδ’ ἐπινοῆσαι δύναμαι, καὶ διὰ τοῦθ’ ἁφῇ μὲν κρίνω τὸ κατ’ ἐνέργειαν θερμόν· εἴ τι δ’ οὔπω μέν ἐστι θερμόν, ἐπιτήδειον δὲ γενέσθαι τοιοῦτον, ὅ δὴ καὶ δυνάμει θερμὸν ὀνομάζεται, τοῦτ’ ἐξευρίσκειν λόγῳ πειρῶμαι. τοῖς δ’ οὐκ οἶδ’ ὅπως ἀντέστραπται πάντα καὶ ῥητορεία μακρὰ περὶ τῶν ἐπιχειρημάτων ἤσκηται. τούτους μὲν οὖν ἐάσωμεν, ἀναμνήσαντες δ’ ἡμᾶς αὐτοὺς καὶ νῦν τό γε τοσοῦτον, ὡς ἀρχὴ δογμάτων μοχθηρῶν ἐστι μία τὸ μηδὲν ὑπὲρ ἀποδείξεως ἐσκέφθαι πρότερον, ἀλλ’ ἅμα τά τε πράγματα ζητεῖν καὶ ὡς εἰδότας, ὅ τί ποτ’ ἐστὶν ἀπόδειξις, ἐπιχειρεῖν ἀποδεικνύειν, ἐπανελθόντες αὖθις ἐπὶ τὸ προκείμενον ἁφῇ κρίνωμεν πρώτως καὶ μάλιστα τὸ κατὰ τὰς ἡλικίας θερμόν. ἔσται δ’ ἡ κρίσις [ἡμῖν] ἀρίστη καθ’ ἓν καὶ ταὐτὸν σῶμα βρέφους ἑνός. οὐ γὰρ ἀδύνατον ὁποία τέ τις ἡ θερμασία διετεῖ τὴν ἡλικίαν ὑπάρχοντι προυπῆρχεν αὐτῷ μεμνῆσθαι καὶ ὁποία νῦν ἐστι δυοῖν ἢ τριῶν ἐτῶν, εἰ τύχοι, μεταξὺ γενομένων. εἰ γὰρ ὅλως φαίνοιτο μεταβολή τις ἐπὶ τὸ θερμὸν ἢ ψυχρὸν γεγονέναι τῷ βρέφει, χαλεπὸν οὐδὲν ἔτι συλλογίζεσθαι τὴν ἕως τῆς ἀκμῆς ἐσομένην ὑπεροχήν. εἰ δὲ καὶ πλείω παιδία πολλοῖς ἀκμάζουσιν ἐθέλοις παραβάλλειν, ἰσχνὰ μὲν ἰσχνοῖς, εὔσαρκα δ’ εὐσάρκοις καὶ παχέα παχέσι παράβαλλε· οὕτω δὲ καὶ χρόας ὡσαύτως ἔχοντα καὶ τῶν ἄλλων ἁπάντων ὡς οἷόν τε. τὴν γὰρ ἐν ταῖς ἡλικίαις διαφορὰν ἐξευρεῖν ζητῶν ἐπὶ τῶν ὁμοίων ὡς ἔνι μάλιστα φύσεων ἀσφαλέστερον ἂν ἐπισκέπτοιο. τὸ δ’ ἐπὶ τῶν ἐναντίων ἐξετάζειν οὐ σμικρὸν ἔχει τὸν παραλογισμόν, οὐ διὰ τὴν ἡλικίαν ἐνίοτε τῆς τῶν δοκιμαζομένων σωμάτων διαφορᾶς ἀλλὰ διὰ τὴν φυσικὴν ὑπαρχούσης κρᾶσιν. ὡσαύτως δὲ καὶ διαίτῃ πάσῃ καὶ τοῖς καιροῖς, ἐν οἷς ἐξετάζεται, παραπλησίως ἔχοντα προαιρεῖσθαι τὰ σώματα, μὴ γεγυμνασμένον ἠργηκότι παραβάλλοντας ἢ λελουμένον ἀλούτῳ μηδ’ ἄσιτον ἐδηδοκότι καὶ διψῶντα μεμεθυσμένῳ μηδὲ τὸν ἐν ἡλίῳ θαλφθέντα τῷ ῥιγώσαντι διὰ κρύος ἢ τὸν ἀγρυπνήσαντα τῷ κεκοιμημένῳ μηδ’ ὅλως τοῖς ἐξ ἐναντίας φύσεως ἢ διαίτης ἢ περιστάσεως πραγμάτων ἡστινοσοῦν, ἀλλ’ ὡς οἷόν τε πάνθ’ ὡσαύτως ὑπαρχέτω τἆλλα πλὴν τῆς ἡλικίας αὐτῆς. οὕτω δὲ δηλονότι καὶ αὐτὸν τὸν ἕνα παῖδα παραβάλλων ἑαυτῷ τὰς ἔξωθεν ἁπάσας αὐτοῦ περιστάσεις ἀκριβῶς ὁμοίας φυλάξεις, ἵνα μὴ τὸ διά τινα τούτων ἐν θάλψει τε καὶ ψύξει διάφορον εἰς τὴν τῆς ἡλικίας ἀναφέρηται μεταβολήν. μακρὰν ἴσως σοι δόξω λέγειν τὴν ἐξέτασιν ἀλλ’ ἀληθῆ γε παντὸς μᾶλλον ἐξ αὐτῆς τε τοῦ ζητουμένου τῆς οὐσίας λαμβανομένην, ὡς ἐν τοῖς ὑπὲρ ἀποδείξεως ἐλέγετο. σὺ δ’ ἴσως αἱρήσῃ τὴν ἐπίτομον οὐδὲν φροντίζων, εἰ ψευδὴς εἴη. ἴσθι τοίνυν οὐ μόνον ψευδῆ βαδίσων ἀλλὰ καὶ μακράν. οὐ γὰρ ἔτεσι τρισὶν ἢ τέτταρσιν ἐξευρήσεις τὸ ζητούμενον, ἀλλ’ ἐν παντὶ τῷ βίῳ φυλάξεις τὴν ἄγνοιαν. ὅσον γὰρ ἐπὶ ταῖς ἀντιλογίαις τῶν ἀνδρῶν, οὐδὲν ἀποδειχθῆναι δύναται σαφῶς· οὐδὲ γὰρ εὔλογον ὅλως ἐκ τῶν ὑστέρων πιστοῦσθαι τὰ πρότερα. Κρίνωμεν οὖν αἰσθήσει τὸ θερμὸν καὶ ψυχρὸν σῶμα τό γε κατ’ ἐνέργειαν ἤδη τοιοῦτον καὶ μηκέτι δυνάμει, παρέντες τήν γε πρώτην τὰ ἄλλα σύμπαντα γνωρίσματα. καὶ δὴ σὲ μὲν ὡς [εὖ] κρινοῦντα πρὸς τὴν πεῖραν ἀπολύω, τὴν δ’ ἐμὴν αὐτὸς κρίσιν ἑρμηνεύσω. πολλῶν γὰρ ἐφεξῆς ἁπτόμενος σωμάτων ἐπιμελῶς οὐ παίδων μόνον ἢ βρεφῶν ἀλλὰ καὶ μειρακίων καὶ ἀκμαζόντων εὕρισκον οὐδετέρους ἀληθεύοντας οὔτε τοὺς θερμότερον ἁπλῶς οὔτε τοὺς ψυχρότερον εἰπόντας εἶναι τὸν ἀκμάζοντα τοῦ παιδός. εἰ γὰρ τὰς ἄλλας ἁπάσας τὰς ἔξωθεν ἀφελὼν ἀλλοιώσεις τὰς ἐκ τῆς ἡλικίας μόνης ἐπισκέπτοιο διαφοράς, οὐδέτερός σοι φανεῖται θερμότερος ἁπλῶς. ποιότητι γάρ τοι διαφέρουσιν αὐτῶν αἱ θερμότητες ἐπ’ ἀνίσῳ τῇ διαπνοῇ, δι’ ἣν καὶ σοφιζόμενοί τινες ἢ τοὺς πέλας ἢ σφᾶς αὐτοὺς οἱ μὲν τὴν τοῦ παιδός, οἱ δὲ τὴν τοῦ νεανίσκου θερμασίαν ἰσχυροτέραν εἶναι νομίζουσιν. ἔστι γὰρ ἡ μὲν τῶν παίδων ἀτμωδεστέρα τε καὶ πολλὴ καὶ ἡδεῖα τοῖς ἁπτομένοις, ἡ δὲ τῶν ἀκμαζόντων ὑπόδριμύ τι καὶ οὐχ ἡδὺ κέκτηται. τοῦτ’ οὖν τὸ διάφορον τῆς προσβολῆς ἀναπείθει τοὺς πλείους ἀποφαίνεσθαι θερμότερον εἶναι τὸ τῶν ἀκμαζόντων σῶμα. τὸ δ’ οὐχ οὕτως ἔχει. τῷ γὰρ ἀσκήσαντι τὴν ἁφὴν ἐν διαφόροις ὕλαις διαγνωστικὴν εἶναι θερμότητος ἰσχυροτέρας τε καὶ ἀσθενεστέρας καὶ ἴσης εὖ οἶδ’ ὅτι καὶ ἡ τῶν παίδων ἴση γε φανεῖται κατὰ τὴν ἰσχὺν τῇ τῶν ἀκμαζόντων ἢ πλείων. Ἡ δ’ ἄσκησις ἥδε· χρὴ γὰρ ἀπὸ τῶν ἐναργεστάτων ἄρξασθαι. τῶν βαλανείων ἐνίοτε θερμὸς οὕτως ἐστὶν ὁ ἀήρ, ὡς μηδένα φέρειν αὐτὸν ἀλλὰ καίεσθαι δοκεῖν, ἐνίοτε δ’ οὕτω ψυχρός, ὡς ἱδροῦν μὴ δύνασθαι. καὶ μὴν καὶ ὅτι τρίτη τις ἄλλη παρὰ τάσδε κατάστασίς ἐστιν, ἧς μάλιστα χρῄζομεν, ἡ εὔκρατος, οὐδὲν δέομαι λέγειν. αἱ δ’ αὐταὶ τρεῖς καταστάσεις ἐν τῷ τῆς κολυμβήθρας ὕδατι φαίνονται. καὶ γὰρ θερμὸν οὕτως, ὡς καίεσθαι πρὸς αὐτοῦ, καὶ ψυχρόν, ὡς μηδὲ θερμαίνεσθαι, καὶ εὔκρατον, ὡς συμμέτρως θερμαίνεσθαι, πολλάκις εὑρίσκεται. εἰ τοίνυν ἐροίμην σε, πότερόν ἐστι θερμότερον, ἆρά γε τὸ ὕδωρ τὸ εὔκρατον ἢ ὁ ἀὴρ ὁ εὔκρατος, οὐκ ἂν ἔχοις εἰπεῖν οὐδέτερον. ἀμφοῖν γὰρ ὄντων ὁμοίως ἡδέων τε καὶ συμμέτρων τῷ σώματι τὸ μὲν θερμότερον εἶναι λέγειν αὐτῶν, τὸ δὲ ψυχρότερον οὐδένα νοῦν ἔχειν ἡγοῦμαι. καὶ μὴν εἰ νοήσαις τὸ τῆς δεξαμενῆς ὕδωρ εἰς ἄκρον θερμότητος ἀφικνούμενον, ὡς ζεῖν, ἢ τὸν ἀέρα τελέως ἐκφλογούμενον, ὅτι πρὸς ἀμφοῖν· ὡσαύτως καυθήσῃ, πρόδηλον. εἰ δὲ δὴ καὶ νοήσαις αὖθις ἢ τὸ ὕδωρ οὕτω ψυχρόν, ὡς ἐγγὺς ἤδη πήξεως ἥκειν, ἢ τὸν ἀέρα τελέως ἐψυγμένον, ὡς ἐν τοῖς νιφετοῖς γίγνεται, δῆλον, ὡς καὶ πρὸς τούτων ἑκατέρων ὁμοίως ψυχθήσῃ τε καὶ ῥιγώσεις. οὐκοῦν καὶ θερμότητα καὶ ψῦξιν ἄκραν ὡσαύτως μὲν ἀέρι νοήσεις ἐγγιγνομένην, ὡς δ’ αὔτως ὕδατι, καὶ τῶν ἄκρων ἑκατέρων τὸ μέσον ὁμοίως ἀμφοῖν ἐγγιγνόμενον. ὥστε καὶ τὸ μεταξὺ πάντων τῶν ἄκρων τε καὶ τοῦ μέσου κατά τε τὸ ὕδωρ καὶ τὸν ἀέρα τὰς αὐτὰς ὑπεροχάς τε καὶ διαστάσεις ἕξει, καὶ τοσούτῳ ποτὲ φήσεις εἶναι τοῦ μετρίου θερμότερον θάτερον, ὅσῳ θάτερον. οὕτω δὲ καὶ ψυχρότερον τοῦ μετρίου τοσούτῳ φήσεις εἶναί ποτε τὸ ὕδωρ, ὅσῳ καὶ τὸν ἀέρα, καίτοι τό γε τῆς προσβολῆς ἴδιον οὐ ταὐτὸν ἑκατέροις ἦν. οὐ γὰρ ὡσαύτως ὕδωρ εὔκρατον, ὡς ἀὴρ εὔκρατος προσπίπτει. καὶ τί δεῖ λέγειν ἐπὶ τῶν οὕτως ἀνομοίων; αὐτοῦ γὰρ τοῦ ἀέρος ὁμοίως ὄντος θερμοῦ διαφέρουσαι γίγνονται προσβολαὶ παρὰ τὸ ποτὲ μὲν οἷον ἀχλυώδη τε καὶ ἀτμώδη, ποτὲ δ’ οἷον λιγνυώδη τε καὶ καπνώδη, ποτὲ δὲ καθαρὸν ἀκριβῶς ὑπάρχειν. ἐν πολλαῖς οὖν καὶ διαφερούσαις οὐσίαις ἰσότης γίγνεται θερμότητος ἐξαπατῶσα τοὺς ἀσκέπτους ὡς ἄνισος, ὅτι γε μὴ κατὰ πᾶν ὁμοία φαίνεται. λελογισμένου μήν ἐστιν ἀνδρὸς τοὺς λογισμοὺς οὓς εἴρηκα καὶ γεγυμνασμένου τὴν αἴσθησιν ἐν πολλῇ τῇ τῶν κατὰ μέρος ἐμπειρίᾳ τὴν ἰσότητα τῆς θερμότητος ἐξευρεῖν ἔν τε τοῖς παισὶ καὶ τοῖς ἀκμάζουσι καὶ μὴ τῷ τὴν μὲν ἐφ’ ὑγρᾶς οὐσίας φαίνεσθαι τὴν δ’ ἐπὶ ξηρᾶς ἐξαπατᾶσθαι. καὶ γὰρ λίθος ὕδατι δύναταί ποτε τὴν ἴσην δέξασθαι θερμασίαν, οὐδὲν διαφέρον, εἰ ξηρὸς μὲν ὁ λίθος ἐστίν, ὑγρὸν δὲ τὸ ὕδωρ. Οὕτως οὖν ἔμοιγε μυριάκις ἐπισκεψαμένῳ καὶ παῖδας καὶ νεανίσκους πολλοὺς καὶ μειράκια καὶ τὸν αὐτὸν παῖδα καὶ βρέφος καὶ μειράκιον γενόμενον, οὐδὲν μᾶλλον ἐφάνη θερμότερος οὔτε παιδὸς ἀκμάζων οὔτ’ ἀκμάζοντος παῖς. ἀλλ’,  ὡς εἴρηται, μόνον ἐν μὲν τοῖς παισὶν ἀτμωδεστέρα τε καὶ πολλὴ καὶ ἡδεῖα, ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερμασίας ἡ προσβολή. πολὺ μὲν γὰρ τῆς τῶν παίδων οὐσίας ὑγρᾶς οὔσης ἐκτὸς ἀπορρεῖ, βραχὺ δὲ τῆς τῶν ἀκμαζόντων ξηρᾶς ὑπαρχούσης. οὐδέτερος οὖν αὐτῶν ἁπλῶς φαίνεται θερμότερος, ἀλλ’ ὁ μὲν τῷ πλήθει τῆς διαπνοῆς, ὁ δὲ τῇ δριμύτητι· τὸ γὰρ ἔμφυτον θερμὸν ὁ παῖς ἔχει πλέον, εἴ γ’ ἐξ αἵματός τε καὶ σπέρματος ἡ γένεσις αὐτῷ, καὶ ἥδιον[, ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερμασίας ἡ προσβολή].

Θερμοῦ μὲν δὴ καὶ ψυχροῦ σώματος ἁφὴ μόνη γνώμων ἐστίν, ὑγροῦ δὲ καὶ ξηροῦ σὺν τῇ ἁφῇ καὶ λογισμός. εἰ μὲν γὰρ ξηρόν, πάντως καὶ σκληρόν. ἀλλὰ τοῦτο μὲν ἁφῇ αἰσθητόν· οὐ μὴν εἴ τι σκληρόν, εὐθὺς ἤδη καὶ ξηρόν. ἀχώριστος μὲν γάρ ἐστι ξηροῦ σώματος ἡ σκληρότης, οὐ μὴν ἰδία γε τούτου μόνου. καὶ γὰρ τὸ πεπηγὸς ὑπὸ ψύξεως σκληρὸν ὥσπερ ὁ κρύσταλλος. ὅθεν οὐδ’ εὐθὺς ἐπιχειρεῖν δεῖ τῇ τοῦ ὑγροῦ τε καὶ ξηροῦ διαγνώσει πρὶν ἐπισκέψασθαι, πῶς ἔχει ψυχρότητος ἢ θερμότητος. οὔτε γάρ, εἰ μετὰ ψυχρότητος ἄκρας σκληρόν, ἤδη τοῦτο καὶ ξηρόν, οὔτ’ εἰ μετὰ θερμότητος σφοδρᾶς μαλακόν, εὐθέως ὑγρόν. ἀλλ’ ὅταν μετρίως θερμὸν ᾖ, σκοπεῖν ἐφεξῆς, εἰ μαλακόν ἐστιν ἢ σκληρόν. εἰ μὲν γὰρ μαλακόν, ὑγρόν, εἰ δὲ σκληρόν, ξηρόν. ἀλλ’ εἴπερ ταῦθ’ οὕτως ἔχει, τῶν ἐν ἀνθρώπου σώματι μορίων σκληρὸν οὐδὲν ἂν εἴη [ὑγρόν]. οὐ γὰρ ἐγχωρεῖ τοσαύτην· ἐν αὐτῷ γενέσθαι ψῦξιν, ὡς σκληρυνθῆναί τι διὰ πῆξιν. εἰς μὲν γὰρ σύστασίν τινα τὸ τέως ῥυτὸν ἀφίξεταί ποτε, καθάπερ ἡ πιμελή. τὸ γὰρ ἐλαιῶδες ἐν αἵματι καὶ λιπαρόν, ῥυτὸν ὄν, ὅταν ἐν ψυχρῷ γένηται χωρίῳ, πήγνυται, σκληρὸν μὴν οὐδ’ οὕτω γίγνεται. Δεόντως οὖν εἴρηται τοῖς παλαιοῖς, ὑγρότατον μὲν ἡ πιμελή, δεύτερον δ’ ἐπ’ αὐτῇ τὸ σαρκῶδες γένος, εἴδη δ’ αὐτοῦ πλείω· πρῶτον μὲν ἡ κυρίως ὀνομαζομένη σάρξ, ἣν οὐκ ἂν εὕροις καθ’ ἑαυτὴν οὐδαμόθι τοῦ σώματος, ἀλλ’ ἔστιν ἀεὶ μόριον μυός. ἐφεξῆς δ’ ἑκάστου τῶν σπλάγχνων ἡ ἴδιος οὐσία. καλοῦσι δ’ αὐτὴν οἱ περὶ τὸν Ἐρασίστρατον παρέγχυμα καὶ ὡς περὶ μικροῦ καὶ φαύλου διανοοῦνται πράγματος οὐκ εἰδότες, ὡς ἡ καθ’ ἕκαστον σπλάγχνον ἐνέργεια τῆς σαρκὸς ταύτης ἐστίν. ἀλλὰ τούτων μὲν οὔπω νῦν ὁ καιρός. Ὅτι δ’ αὐτὸ τὸ ἴδιον ἐγκεφάλου σῶμα καὶ πνεύμονος ἐφεξῆς ἐστι τῇ πιμελῇ καθ’ ὑγρότητα, τῇ μαλακότητι πάρεστι τεκμήρασθαι. οὐ γὰρ δὴ ὑπὸ ψυχροῦ γε πέπηγεν, ὅτι μηδὲ θερμῷ χεῖται. πλησίον δὲ τούτων ἐστὶ καὶ ὁ μυελὸς τὴν φύσιν, οὐ μὴν ὁμογενὴς ὁ καθ’ ἕκαστον ὀστοῦν μυελὸς ἐγκεφάλῳ τε καὶ νωτιαίῳ. ἀλλ’ ἐγκέφαλος μὲν καὶ νωτιαῖος ἐκ ταὐτοῦ γένους, οἱ δ’ ἄλλοι σύμπαντες μυελοὶ φύσεως ἑτέρας εἰσίν. ὑγρότερος μέν ἐστι καὶ θερμότερος ἐγκέφαλος νωτιαίου καὶ διὰ τοῦτο καὶ μαλακώτερος· καὶ μέντοι καὶ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ πρόσθεν ὑγρότερα τοσοῦτον, ὅσονπερ καὶ μαλακώτερα. πάντα μὴν ταῦτα δέρματος οὐχ ὑγρότερα μόνον, ἀλλὰ καὶ ψυχρότερα καὶ ὅλως ἄναιμον πᾶν ἐναίμου ψυχρότερον. ἐγγυτάτω δ’ ἐστὶ δέρματος ἡ τῶν μαλακῶν νεύρων φύσις· ἡ δὲ τῶν σκληρῶν, οἷόνπερ αὐτὸ τὸ δέρμα, καθ’ ὑγρότητα δηλονότι καὶ ξηρότητα· θερμότητι γὰρ ἀπολείπεται τοσοῦτον, ὅσον εἰκὸς ἀπολείπεσθαι τὸ παντελῶς ἄναιμον ἐναίμου σώματος. Ἡ δὲ τοῦ σπληνὸς καὶ τῶν νεφρῶν καὶ τοῦ ἥπατος σὰρξ ὑγροτέρα μὲν τοσούτῳ δέρματος, ὅσῳ καὶ μαλακωτέρα· θερμοτέρα δ’ ὅσῳ καὶ πολυαιμοτέρα. καὶ μὴν καὶ ἡ τῆς καρδίας σὰρξ ἁπάντων μὲν τούτων ξηροτέρα τοσοῦτον, ὅσονπερ καὶ σκληροτέρα· θερμοτέρα δ’ οὐ τούτων μόνων, ἀλλὰ καὶ πάντων ἁπλῶς τῶν τοῦ σώματος μορίων. καί σοι καὶ τοῦτο σαφῶς ἔνεστιν αἰσθήσει μαθεῖν ἐν ταῖς τῶν ζῴων ἀνατομαῖς ταῖς κατὰ τὸ στέρνον γιγνομέναις εἰς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας καθέντι τοὺς δακτύλους· εὑρήσεις γὰρ οὐκ ὀλίγῳ τινὶ τὸ χωρίον τοῦτο τῶν ἄλλων ἁπάντων θερμότερον. ἀλλ’ ἡ μὲν τοῦ ἥπατός τε καὶ τοῦ σπληνὸς καὶ τῶν νεφρῶν καὶ τοῦ πνεύμονος σὰρξ ἁπλῆ τὴν φύσιν ἐστὶ ταῖς καθ’ ἕκαστον σπλάγχνον ἀρτηρίαις καὶ φλεψὶ καὶ νεύροις περιπεφυκυῖα. τῆς καρδίας δ’ οὐχ ἁπλοῦν τὸ τῆς σαρκὸς εἶδος, ἀλλ’ οἷαίπερ αἱ ἐν τοῖς μυσὶν ἶνές εἰσιν, αἷς ἡ σὰρξ περιπέπηγε, τοιαῦται κἀν τῇ καρδίᾳ. πλὴν οὐ ταὐτὸν γένος τῶν ἰνῶν, ἀλλ’ αἱ μὲν ἐν τοῖς μυσὶν νεύρων εἰσὶ καὶ συνδέσμων μόρια. τῆς καρδίας δὲ τὸ τῶν ἰνῶν γένος ἴδιον ὥσπερ καὶ τοῦ τῆς ἀρτηρίας τε καὶ τῆς φλεβὸς χιτῶνος ἐντέρων τε καὶ γαστρὸς καὶ μήτρας καὶ τῶν κύστεων ἑκατέρων. ἔστι γὰρ οὖν δὴ κἀν τούτοις ἅπασι τοῖς ὀργάνοις τὴν οἰκείαν σάρκα περιπεπηγυῖαν ἰδεῖν ταῖς ἰδίαις αὐτῶν ἰσίν. Αὗται μὲν οὖν αἱ σάρκες θερμότεραι τοῦ δέρματος ὑπάρχουσιν, αἱ δ’ ἶνες, αἱ μὲν ὀλίγῳ τινὶ μᾶλλον, αἱ δ’ ἧττον, βραχὺ δέρματος ψυχρότεραί τ’ εἰσὶ καὶ ξηρότεραι, τινὲς δ’ ὅμοιαι κατὰ πᾶν εἰσι τῇ τοῦ δέρματος οὐσίᾳ. πάντες δ’ ὑμένες ἤδη ξηρότεροι δέρματος, ὥσπερ γε καὶ αἱ περὶ τὸν ἐγκέφαλόν τε καὶ τὸν νωτιαῖον μήνιγγες· ὑμένες γὰρ δὴ καὶ αἵδε. καὶ μὲν δὴ καὶ σύνδεσμοι πάντες, εἰς ὅσον σκληρότεροι δέρματος, εἰς τοσοῦτον καὶ ξηρότεροι. καὶ οἱ τένοντες δέ, κἂν εἰ τῶν συνδέσμων εἰσὶ μαλακώτεροι, δέρματος γοῦν ἐναργῶς ἤδη σκληρότεροι. χόνδροι δὲ μετὰ τοὺς συνδέσμους εἰσὶ καὶ τι μέσον ἀμφοῖν σῶμα· καλοῦσι δ’ αὐτὸ νευροχονδρώδη σύνδεσμον ἔνιοι τῶν ἀνατομικῶν. ἔστι δὲ τοῦτο σύνδεσμος σκληρὸς καὶ χονδρώδης. ὀστοῦν δὲ τὸ πάντων σκληρότατον, ὧν καλύπτει τὸ δέρμα, καὶ τῶν ἐξεχόντων αὐτοῦ ξηρότατον μὲν ἡ θρίξ, ἐφεξῆς δὲ κέρας, εἶτ’ ὄνυχές τε καὶ ὁπλαὶ καὶ πλῆκτρα καὶ ῥάμφη καὶ ὅσα τοιαῦτα καθ’ ἕκαστον τῶν ἀλόγων ζῴων ἐστὶ μόρια. Τῶν δὲ χυμῶν ὁ μὲν χρηστότατός τε καὶ οἰκειότατός ἐστι τὸ αἷμα. τούτου δ’ οἷον ὑπόστασίς τις καὶ ἰλὺς ἡ μέλαινα χολὴ· ταῦτ’ ἄρα καὶ ψυχροτέρα τ’ ἐστὶ καὶ παχυτέρα τοῦ αἵματος· ἡ δέ γε ξανθὴ θερμοτέρα μακρῷ, ψυχρότατον δὲ καὶ ὑγρότατον ἁπάντων τῶν ἐν τῷ ζῴῳ τὸ φλέγμα. κριτήριον δὲ καὶ τῆς τούτου διαγνώσεως ἡ ἁφή, καθάπερ καὶ Ἱπποκράτης ἐν τῷ Περὶ φύσεως ἀνθρώπου πεποίηται. ἀλλ’ ὅτι μὲν ψυχρόν, ἡ ἁφὴ μόνη διαγιγνώσκει· τὸ δ’ ὅτι καὶ ὑγρόν, ἁφή θ’ ἅμα καὶ ὄψις καὶ λογισμός, ἁφὴ μὲν καὶ ὄψις, ὅτι τοιοῦτον ἑκατέρᾳ φαίνεται, λογισμὸς δὲ διορισάμενος, ὡς οὐ πλήθει θερμότητος, ἀλλ’ ὑγρότητι συμφύτῳ τοιοῦτον ἐγένετο. περὶ μὲν οὖν τῶν κατὰ τὸ σῶμα μορίων τε καὶ χυμῶν ὧδ’ ἔχει.

Περὶ δὲ τῶν ἑπομένων ταῖς κράσεσιν ἐφεξῆς χρὴ διελθεῖν. ἕπεται μὲν οὖν καὶ τὰ προειρημένα, μᾶλλον δ’ ἀχώριστα τελέως ἐστί, ξηρῷ μὲν σκληρότης, ὑγρῷ δὲ μαλακότης, ὅταν γε μετὰ χλιαρᾶς ᾖ θερμότητος. ἀλλὰ καὶ παχύτητες ἕξεως καὶ λεπτότητες ἕπονται κράσεσιν, οὐ ταῖς συμφύτοις μόνον, ἀλλὰ κἂν ἐξ ἔθους μακροῦ τις ἐπίκτητος γένηται. πολλοὺς γὰρ καὶ τῶν φύσει λεπτῶν ἐθεασάμην παχυνθέντας καὶ τῶν παχέων λεπτυνθέντας τοὺς μὲν ἀργίᾳ τε καὶ τῷ ἁβροδιαίτῳ τὴν ὅλην κρᾶσιν ὑπαλλάξαντας ἐπὶ τὸ ὑγρότερον, τοὺς δ’ ἐν ταλαιπωρίαις πλείοσι καὶ φροντίσι καὶ διαίτῃ λεπτῇ καταξηρανθέντας. εἰρήσεται δὲ καὶ τούτων τὰ γνωρίσματα. κάλλιον γὰρ ἡμᾶς αὐτοὺς ἔκ τινων σημείων ὁρμωμένους, πρὶν παρ’ ἑτέρου πυθέσθαι, δύνασθαι γνωρίζειν, εἰ φύσει τοιοῦτος ἦν ὁ ἄνθρωπος ἢ ἐξ ἔθους ἐγένετο. διδάσκαλος δὲ καὶ τούτων τῶν γνωρισμάτων, ὥσπερ οὖν καὶ τῶν ἄλλων ἁπάντων, ὁ θαυμάσιος Ἱπποκράτης. Ὅσοι μὲν οὖν εὐρυτέρας ἔχουσι τὰς φλέβας, θερμότεροι φύσει, ὅσοι δὲ στενοτέρας, ψυχρότεροι. τοῦ θερμοῦ γὰρ ἔργον ἀνευρῦναί τε καὶ διαφυσῆσαι ταύτας· ὥστ’ εὐλόγως εἰς ταὐτὸν ὡς τὸ πολὺ συντρέχει στενότης μὲν φλεβῶν ἕξει πιμελώδει τε καὶ παχυτέρᾳ, λεπτότης δ’ ἕξεως εὐρύτητι φλεβῶν. εἰ δ’ ἅμα τις εἴη πιμελώδης τε καὶ παχὺς καὶ τὰς φλέβας εὐρείας ἔχοι, δι’ ἔθος οὗτος, οὐ φύσει πιμελώδης ἐγένετο· ὥσπερ εἰ καὶ στενὰς μὲν ἔχοι τὰς φλέβας, εἴη δ’ ἰσχνός, οὐδ’ οὗτος ἐξ ἀνάγκης φύσει τοιοῦτος. κἀν τοῖσι  λιμαγχικοῖσι, φησί, τὰς μετριότητας ἀπὸ τούτων σκεπτέον, τῆς τῶν ἀγγείων εὐρύτητος δηλονότι καὶ στενότητος, οὐ τῆς ἄλλης ἕξεως ὅλου τοῦ σώματος. οἱ μὲν γὰρ στενὰς ἔχοντες τὰς φλέβας ὀλίγαιμοί τ’ εἰσὶ καὶ μακρὰς ἀσιτίας οὐ φέρουσιν. ὅσοις δ’ εὐρεῖαι καὶ πλῆθος αἵματος, τούτοις ἔνεστι καὶ χωρὶς βλάβης ἀσιτῆσαι. αἱ δ’ αἰτίαι τῶν εἰρημένων ἤδη μὲν δῆλαι, κἂν ἐγὼ μὴ λέγω, τοῖς γε προσέχουσι τὸν νοῦν. ἐπεὶ δ’ οὐ πάντες προσέχουσιν, ἀναγκαῖον ἤδη καὶ δι’ ἐκείνους εἰπεῖν, ὡς ὅσον ἐν αἵματι πῖόν τ’ ἐστὶ καὶ κοῦφον καὶ λεπτόν, ἐν μὲν τοῖς θερμοτέροις σώμασι τροφή τις γίγνεται τοῦτο τῷ θερμῷ, κατὰ δὲ τὰ ψυχρότερα διασώζεται, καὶ τῶν φλεβῶν ἔξω διηθούμενον, ἐπειδὰν μὲν ψυχροῖς περιπέσῃ μορίοις, οἷοίπερ οἱ ὑμένες εἰσίν, ἐκείνοις περιπήγνυται, κατὰ δὲ τὰ φύσει θερμότερα — τοιαῦτα δ’ ἐστὶ δηλονότι τὰ σαρκώδη — δαπανᾶταί τε πρὸς τοῦ θερμοῦ καὶ διαφορεῖται, πλὴν εἴ ποτε πρὸς τῷ ψυχροτέρῳ τῆς κράσεως ἔτι καὶ τὸ τῆς διαίτης ἀταλαίπωρον ἐπιθρέψειέ τι καὶ αὐτοῖς τοῖς σαρκώδεσι μορίοις πιμελῆς. οὕτω τοι καὶ τὰ φωλεύοντα ζῷα πολλάκις εὑρίσκεται πιμελωδέστερα καὶ γυναῖκες ἀνδρῶν, ὅτι καὶ τῇ κράσει ψυχρότερον ἄρρενος τὸ θῆλυ καὶ οἰκουρεῖ τὰ πολλά. Ὅσαι μὲν οὖν ἕξεις σωμάτων εὔκρατοί τ’ εἰσὶ φύσει καὶ πονοῦσι τὰ μέτρια, ταύτας ἀναγκαῖον εὐσάρκους γίγνεσθαι, τουτέστι πάντη συμμέτρους· ὅσοις δὲ τὸ μὲν ὑγρὸν αὔταρκες, ἀπολείπεται δ’ οὐ πολλῷ τῆς ἄκρας συμμετρίας τὸ θερμόν, οὗτοι πολύσαρκοι γίγνονται. πολύσαρκοι δὲ καὶ ὅσοι φύσει μὲν εὔκρατοι, ῥᾳθύμως δὲ καὶ ἀπόνως βιοῦσιν. εἴρηται γὰρ δὴ καὶ τοῦτο κάλλιστα πρὸς τῶν παλαιῶν, ὡς ἐπίκτητοι φύσεις εἰσὶ τὰ ἔθη, καὶ οὐδὲν ἴσως δεήσει τοῦθ’ ἅπαξ εἰρηκότας νῦν μηκέτι διορίζεσθαι καθ’ ἕκαστον κεφάλαιον, εἴτε φύσει ψυχρότερος εἴτ’ ἐξ ἔθους ὅδε τις, ἀλλὰ τοῦτο μὲν ἀπολιπεῖν τοῖς ἀναγιγνώσκουσιν, αὐτὸν δὲ βραχυλογίας ἕνεκα τὰς οἰκείας ἑκάστῃ τῶν κράσεων ἕξεις τοῦ σώματος ἐπελθεῖν. εἰσὶ δή τινες ἰσχνοί θ’ ἅμα καὶ φλέβας ἔχοντες μικράς, ἀλλ’ εἰ τέμοις ἐξ αὐτῶν ἡντινοῦν, προπίπτει πιμελή, δῆλον ὡς ὑποπεφυκυῖα τῷ δέρματι κατὰ τὸν ἔνδον ὑμένα. σπάνιον μὲν οὖν ἐπ’ ἀνδρῶν τὸ τοιοῦτον, ἐπὶ δὲ γυναικῶν καὶ πάνυ πολλάκις εὑρισκόμενον. ἐστὶ γὰρ καὶ φύσεως ψυχροτέρας καὶ ἀργοτέρου βίου τὸ τοιοῦτον γνώρισμα. πιμελὴ μὲν γὰρ ἀεὶ διὰ ψῦξιν ἕξεως γίγνεται· πολυσαρκία δὲ πλήθους αἵματος ἔκγονος, εὐσαρκία δὲ φύσεως εὐκράτου γνώρισμα. πάντως μὲν οὖν οἱ πολύσαρκοι καὶ τὴν πιμελὴν εὐθέως ἔχουσι πλείονα τῶν εὐσάρκων· οὐ μὴν ἀνάλογον ἀεὶ ταῖς σαρξὶν ἡ πιμελὴ συναύξεται, ἔστι γὰρ ἰδεῖν τῶν παχέων τοὺς μὲν τὴν σάρκα πλείονα, τοὺς δὲ τὴν πιμελὴν ἔχοντας, ἐνίοις δ’ ὁμοίως ἄμφω συνηυξημένα. οἷς μὲν οὖν ὁμοίως ἄμφω συνηύξηται, τοσούτῳ πλέον ὑγρόν ἐστιν ὑπὲρ τὴν εὔκρατον φύσιν, ὅσῳ καὶ ψυχρόν. οἷς δ’ ἡ πιμελὴ πλείων, τὸ ψυχρὸν ἐπὶ τούτων πλέον ἐστὶν ἤπερ τὸ ὑγρόν, ὥσπερ οἷς ἡ σὰρξ πλείων, ὑγρότης μέν ἐστι τοῦ δέοντος πλείων, οὐ μὴν καὶ ψῦξις. ὅταν γὰρ ἐν τοῖς οἰκείοις ὅροις μένοντος τοῦ θερμοῦ προσγένηταί τις αἵματος χρηστοῦ περιουσία, πολυσαρκίαν ἀναγκαῖον ἀκολουθῆσαι. τὸ δ’ ὅσῳ χρὴ πλέον εἶναι τοῦ συμμέτρου τὸ αἷμα, μέτρῳ μὲν οὐχ οἷόν τε μηνῦσαι καὶ σταθμῷ, λόγῳ δ’ ἐγχωρεῖ διελθεῖν. ὡς ἐπειδὰν μήπω νοσῶδες μηδὲν γένηται τῷ τοῦ ζῴου σώματι σύμπτωμα παχυνομένῳ, τὸ πλῆθος τῆς ὑγρότητος τηνικαῦτα τῶν τῆς ὑγιείας ὅρων ἐντός ἐστιν. ἐπιδέδεικται γὰρ ἡμῖν καὶ δι’ ἄλλων, ὡς ἀναγκαῖόν ἐστιν οὐ σμικρὸν ὑποθέσθαι πλάτος τῆς ὑγιεινῆς καταστάσεως· ἀλλὰ καὶ νῦν φαίνεται σχεδὸν ἐν ὅλῳ τῷ λόγῳ τὴν μὲν εὔκρατόν τε καὶ μέσην φύσιν οἷον κανόνα τινὰ τῶν ἄλλων ἀεὶ τιθεμένων ἡμῶν, ὅσαι δ’ ἐφ’ ἑκάτερα τῆσδε, δυσκράτους ἀποφαινόντων· ὅπερ οὐκ ἂν ἦν, εἰ μὴ τὸ μᾶλλόν τε καὶ ἧττον ἡ ὑγιεινὴ κατάστασις ἐδέχετο. ἄλλη μὲν γάρ ἐστιν ἡ ὑγιεινή, ἄλλη δ’ ἡ νοσώδης δυσκρασία· νοσώδης μὲν ἡ ἐπὶ πλεῖστον ἀποκεχωρηκυῖα τῆς εὐκράτου, ὑγιεινὴ δ’ ἡ ἐπ’ ὀλίγον. ὁρίσαι δ’ οὐδ’ ἐνταῦθα μέτρῳ καὶ σταθμῷ τὸ ποσὸν ἐγχωρεῖ, ἀλλ’ ἱκανὸν γνώρισμα τῆς ὑγιεινῆς δυσκρασίας τὸ μηδέπω μηδεμίαν ἐνέργειαν τοῦ ζῴου βεβλάφθαι σαφῶς. ὅσον δ’ οὖν μεταξὺ τοῦ τ’ ἄκρως ἐνεργεῖν καὶ τοῦ βεβλάφθαι σαφῶς ἐνέργειαν ὑπάρχει, τοσοῦτον καὶ τῆς ὑγιείας τὸ πλάτος ἐστὶ καὶ τῆς κατ’ αὐτὴν δυσκρασίας. τούτῳ δ’ ἐφεξῆς ἐστιν ἡ νοσώδης δυσκρασία, ὅταν γε διὰ δυσκρασίαν νοσῇ τὸ ζῷον· οὐ γὰρ δὴ διὰ ταύτην γε μόνην ἀλλὰ καὶ κατ’ ἄλλας διαθέσεις οὐκ ὀλίγας, ὑπὲρ ὧν ἐν τοῖς περὶ τῆς τῶν νοσημάτων διαφορᾶς λογισμοῖς ἐπὶ πλέον εἰρήσεται. Νυνὶ δὲ πάλιν ἀναληπτέον τὸν ἐξ ἀρχῆς λόγον. ὡς γὰρ τοῦ συμφύτου θερμοῦ τὴν ἀρίστην εὐκρασίαν φυλάττοντος αὐξηθὲν τὸ ὑγρὸν ἐν ὅροις ὑγιεινοῖς οὐ πιμελώδη τὸν ἄνθρωπον, ἀλλὰ πολύσαρκον ἀποδείκνυσι συναυξανομένης μὲν ἐπ’ ὀλίγον καὶ τῆς πιμελῆς, ἀλλὰ πολλῷ πλείονι μέτρῳ τῆς σαρκός, οὕτως αὖ πάλιν, εἰ καὶ τὸ ὑγρόν τε καὶ ξηρὸν ἀκριβῆ τὴν πρὸς ἄλληλα φυλάττοι συμμετρίαν, ἧττον δ’ εἴη θερμὸς ὁ ἄνθρωπος, ἀνάγκη πιμελῶδες μᾶλλον ἢ πολύσαρκον γενέσθαι τούτῳ τὸ σῶμα. εἰ δ’ αὖ πάλιν αὐξηθείη τὸ θερμόν, ἐν συμμετρίᾳ μενούσης τῆς ἑτέρας ἀντιθέσεως, πλέον ἀπολείπεται τούτῳ τὸ σῶμα πιμελῆς ἢ σαρκός· ὥσπερ εἰ καὶ κρατήσαι ποτὲ τὸ ξηρόν, ἐν συμμετρίᾳ μενούσης τῆς ἑτέρας ἀντιθέσεως, ἰσχνότερόν θ’ ἅμα καὶ σκληρότερον ἔσται τὸ σῶμα. ταῦτ’ εἴρηταί μοι καὶ ἤδη δῆλον, ὡς οὐ λόγῳ μόνον ἐδείχθησαν αἱ ἁπλαῖ δυσκρασίαι τοῖς τῶν ζῴων ὑπάρχουσαι σώμασιν, ἀλλὰ καὶ τὰ γνωρίσματα σαφῆ πασῶν ἐστιν οὐκ ἐν θερμότητι καὶ ψυχρότητι καὶ μαλακότητι καὶ σκληρότητι μόνον, ἀλλὰ κἀν ταῖς ἄλλαις ἁπάσαις τῆς ἕξεως ὅλου τοῦ σώματος διαφοραῖς, ὧν ὑπὲρ μὲν τῆς κατὰ λεπτότητά τε καὶ πάχος εἴρηται νῦν, ὑπὲρ δὲ τῶν ἄλλων ἤδη λεγέσθω.

Δασεῖα μὲν ἡ θερμὴ καὶ ξηρὰ κρᾶσίς ἐστιν, ἀλλ’ αὕτη μὲν ἐσχάτως· μετρίως δ’ ἡ θερμὴ μέν, σύμμετρος δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ὥσπερ γε καὶ ἡ ξηρὰ μέν, εὔκρατος δέ κατὰ τὸ θερμόν τε καὶ ψυχρόν· ἔστι γὰρ καὶ ἥδε μετρίως δασεῖα. ψιλαὶ δὲ τριχῶν αἱ ψυχραὶ πᾶσαι κράσεις, εἴτ’ οὖν ἀμέτρως ἔχοιεν ὑγρότητος εἴτε μετρίως. ἀλλ’ ἐσχάτως μὲν ἄτριχος ἡ ψυχρὰ καὶ ὑγρὰ κρᾶσις [ἐστίν], ἔλαττον δὲ ταύτης ἡ ψυχρά θ’ ἅμα καὶ κατὰ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος, ἔτι δ’ ἔλαττον ἡ ψυχρὰ θ’ ἅμα καὶ ξηρά. καίτοι δόξει τις, ὡς ἐν γῇ ξηρᾷ ταῖς πόαις ἀδύνατόν ἐστι καὶ φῦναι καὶ τραφῆναι καὶ αὐξηθῆναι, κατὰ τὸν αὐτὸν λόγον κἀν τῷ δέρματι ταῖς θριξίν. ἔχει δ’ οὐχ οὕτως· γῆ μὲν γὰρ ὡς γῆ ξηρὰ λέγεται, δέρμα δ’ ὡς δέρμα· καὶ τοίνυν τὸ μὲν ἐν γῇ ξηρὸν ἄνικμον ἐσχάτως ἐστί, τὸ δ’ ἐν ἀνθρώπου σώματι καὶ τῶν ὁμοίων ἀνθρώπῳ ζῴων οὔτ’ ἄνικμον ἐπιτήδειόν τε καὶ μάλιστα πάντων εἰς γένεσιν τριχῶν. ἐκ μὲν γὰρ τῶν ὀστρακοδέρμων τε καὶ μαλακοστράκων, οἷον ὀστρέων καὶ καράβων καὶ καρκίνων, ὅσα τε φολιδωτὰ τῶν ζῴων ἐστίν, ὥσπερ οἱ ὄφεις, ἢ λεπιδωτά, καθάπερ οἱ ἰχθύες, οὐκ ἂν δύναιτο φύεσθαι θρίξ. ὄντως γάρ ἐστι τὰ τούτων δέρματα τελέως ξηρὰ δίκην ὀστράκου τινὸς ἢ πέτρας. ἐκ μέντοι τῶν μαλακοδέρμων, οἷόνπερ καὶ ὁ ἄνθρωπός ἐστιν, ὅσῳπερ ἂν ξηρότερόν τε καὶ θερμότερον ᾖ τὸ δέρμα, τοσούτῳ μᾶλλον ἐγχωρεῖ φύεσθαι τρίχας. ἵνα γάρ, ὡς ἐκεῖνοι προκαλοῦνται, τῷ τῆς γῆς ἑπώμεθα παραδείγματι, τὰς πόας οὔτ’ ἐν ξηρᾷ πάνυ καὶ αὐχμώδει φύεσθαι δυνατὸν οὔτ’ ἐν ὑγρᾷ καὶ τελματώδει, ἀλλ’ ἐπειδὰν μὲν ἄρχηται δαπανᾶσθαι τὸ περιττὸν τῆς ὑγρότητος, ἐκφύονται τῆς γῆς· αὐξάνονται δ’ ἐπὶ πλέον, ὅταν καὶ ἥδε ξηραίνηται, μετρίως μὲν ἐν τῷ ἦρι, τάχιστα δὲ καὶ μέχρι πλείστου κατὰ τὴν ἀρχὴν τοῦ θέρους, ἀποξηραίνονται δὲ τελέως αὐανθείσης τῆς γῆς ἐν μέσῳ τῷ θέρει. καί σοι πάρεστιν, εἰ βούλει, καὶ νῦν, ὥσπερ που κἀν τῷ πρὸ τούτου λόγῳ δέδεικται, τὸ μὲν ἔαρ, ὅτι τῶν ὡρῶν εὐκρατότατόν ἐστιν, εἰκάζειν εὐκράτου δέρματος φύσει καὶ μάλιστά γε τὰ μέσα τῆς ὥρας τῆσδε. τηνικαῦτα γὰρ οὖν καὶ ἡ γῆ μέση πως ὑγρότητός τε καὶ ξηρότητός ἐστιν. ὅσα δὲ τῷ θέρει συνάπτει τῆς ἠρινῆς ὥρας, ταῦτ’ ἤδη ξηροτέραν ἔχει τοῦ συμμέτρου τὴν γῆν, ἔτι δὲ μᾶλλον ἀρχομένου θέρους. Ὃ τοίνυν λέγω δέρμα θερμὸν καὶ ξηρόν, εἰκάζοις ἂν μάλιστα τῇ τῆς γῆς διαθέσει τῇ γιγνομένῃ τελευτῶντος ἦρος ἢ ἀρχομένου θέρους. μεσοῦντος γὰρ θέρους ἄκρως ξηρὰ  γίγνεται τοῖς τῶν ὀστρακοδέρμων ὁμοίως, οὐ μὴν ἀνθρώπων γ’ συῶν ἢ ὄνων ἢ ἵππων ἢ ἄλλου του τῶν τριχωτῶν ζῴων. ὥστ’, εἴπερ τῇ γῇ βούλονται παραβάλλειν τὸ δέρμα, καὶ κατὰ τοῦτο τὸν λόγον ὁμολογοῦντα τοῖς πρὸς ἡμῶν ἔμπροσθεν εἰρημένοις εὑρήσουσιν. αὐτοὶ δὲ σφᾶς αὐτοὺς ὑπὸ τῆς ὁμωνυμίας σοφισθέντες παραλογίζονται. ἐν γὰρ τῷ θερμῷ καὶ ξηρῷ δέρματι πολλὰς καὶ μεγάλας ἐλέγομεν φύεσθαι τρίχας, ὡς ὑπὲρ ἀνθρώπου δηλονότι ἢ ζῴου τριχωτοῦ τὸν λόγον, οὐχ ὑπὲρ ὀστρέων τε καὶ καρκίνων ποιούμενοι. διαπνεῖται μὲν γὰρ ἀεί τι καθ’ ἕκαστον δέρμα [ὑπὸ] τοῦ θερμοῦ συναπάγοντος ἑαυτῷ τῆς ἔνδοθεν ὑγρότητος οὐκ ὀλίγον. ἀλλ’ ἐν οἷς μὲν ὑγρόν ἐστι τὸ δέρμα καὶ ἀκριβῶς μαλακόν, οἷος ὁ νεωστὶ πηγνύμενος τυρός, οὐχ ὑπομένουσιν αἱ τῶν διεκπεσόντων ὁδοί, τῶν τέως διεστηκότων αὐτοῦ μορίων αὖθις ἀλλήλοις ἑνουμένων· ἐν οἷς δ’ ἤδη σκληρὸν ὑπάρχει πεπηγότι παραπλήσιον τυρῷ, κατατιτρᾶται μὲν ὑπὸ τῆς ῥύμης τῶν ἐξιόντων, ἑνωθῆναι δ’ ὑπὸ ξηρότητος οὐ δυνάμενον ὑπομένοντας ἴσχει τοὺς πόρους ἀεὶ καὶ μᾶλλον συριγγουμένους ταῖς συνεχέσι πληγαῖς τῶν διαρρεόντων. ἐὰν μὲν οὖν τὸ διαρρέον ἢ ἀτμὸς ἢ ὑγρὸν εἰλικρινὲς ᾖ, τῷ μὲν ἀτμῷ ταχεῖά τ’ ἐστὶ καὶ ἀκώλυτος ἡ φορά· τὸ δ’ ὑγρὸν ἴσχεται πολλάκις ἐν τοῖς μικροτέροις πόροις καί τι καὶ παλινδρομεῖν αὖθις πρὸς τὸ βάθος ἀναγκάζεται. εἰ δ’ οἷον αἰθαλώδης τε καὶ παχεῖα καὶ γεώδης ἡ ἀναθυμίασις εἴη, κίνδυνος αὐτῇ πολλάκις ἐν ταῖς στεναῖς τῶν διεξόδων σφηνωθείσῃ μήτ’ εἴσω ῥᾳδίως ὑπονοστεῖν ἔτι μήτε κενοῦσθαι δύνασθαι. ταύτην οὖν ἑτέρα τοιαύτη πάλιν ἐκ τοῦ βάθους ἀναφερομένη πλήττει τε καὶ ὠθεῖ πρόσω καὶ ταύτην αὖθις ἑτέρα κἀκείνην ἄλλη καὶ πολλὰς αἰθαλώδεις οὕτω μοι νόει σφηνουμένας ἐπ’ ἀλλήλαις ἀναθυμιάσεις ἐν τῷ χρόνῳ περιπλέκεσθαί τε καὶ συνάπτεσθαι καί τι ποιεῖν ἓν σῶμα τοιοῦτον, οἷον ἐκτὸς ἡ λιγνύς ἐστι, πλὴν ὅσῳ πεπύκνωται, τοσούτῳ καὶ ἀκριβῶς ἔσφιγκται τῇ τῆς διεξόδου στενότητι πιληθέν. ἐπειδὰν δὲ τὸν πόρον ἀποφράξῃ πάντα τὸ τοιοῦτον σῶμα, τοὐντεῦθεν ἤδη βιαίως πληττόμενον ὑπὸ τῶν ὁμοίων ἑαυτῷ περιττωμάτων οὐκ ἐχόντων διέξοδον ὠθεῖται πρόσω σύμπαν ἐν τῷδε, ὥστε καὶ προκύπτειν ἀναγκάζεται τοῦ δέρματος ἱμαντῶδες ἤδη γεγονός. ἔοικε δ’ αὐτοῦ τὸ μὲν ἐν τῷ πόρῳ σφηνωθὲν οἷον ῥίζῃ τινὶ πόας ἢ φυτοῦ, τὸ δ’ ἐξέχον ἤδη τοῦ δέρματος οἷόνπερ αὐτὸ τὸ φυτόν. Ἡ θρὶξ δ’ ἐστὶ μέλαινα μέν, ὅταν ὑπὸ ῥώμης τοῦ θερμοῦ συγκαυθείσης τῆς ἀναθυμιάσεως ἀκριβὴς λιγνὺς γένηται τὸ περίττωμα, ξανθὴ δ’, ὅταν ἧττον κατοπτηθῇ. ξανθῆς γὰρ χολῆς τηνικαῦτ’ ἐστὶν ἰλυῶδες περίττωμα τὸ σφηνωθέν, οὐ μελαίνης. ἡ δὲ λευκὴ θρὶξ ἔκγονος φλέγματος, ἡ πυρρὰ δ’, ὥσπερ τῇ χρόᾳ μεταξὺ ξανθῆς ἐστι καὶ λευκῆς, οὕτω καὶ τῇ γενέσει μεταξὺ φλεγματώδους τε καὶ χολώδους ἰλύος. οὖλαι δὲ τρίχες ἢ διὰ τὴν ξηρότητα τῆς κράσεως ἢ διὰ τὸν πόρον, ἐν ᾧ κατερρίζωνται, γίγνονται, διὰ μὲν τὴν ξηρότητα παραπλησίως ἱμᾶσι τοῖς ἐπὶ πλέον ὑπὸ πυρὸς ξηρανθεῖσι. καίτοι τί δεῖ τῶν ἱμάντων μνημονεύειν αὐτὰς τὰς τρίχας ὁρῶντας, εἰ πλησιάσειαν πυρί, παραχρῆμα διαστρεφομένας; οὕτω μὲν οὖν Αἰθίοπες ἅπαντες οὖλοι. τῇ δὲ τῶν πόρων ἐν οἷς ἐρρίζωνται φύσει κατὰ τάδε. πολλάκις μὲν ἡ ἀναθυμίασις εὐθυπορεῖν ὑπ’ ἀρρωστίας ἀδυνατοῦσα, καθ’ ὃν ἂν αὐτὴ τρόπον ἑλίττηται, καὶ τὸν πόρον οὕτως ἐτύπωσεν. ἐνίοτε δ’ ἡ μὲν ἀναθυμίασις εὔρωστός ἐστιν, ὑπὸ δὲ τῆς τοῦ δέρματος φύσεως σκληροτέρας τοῦ προσήκοντος οὔσης εἰργομένη φέρεσθαι καθ’ εὐθὺ πρὸς τὸ πλάγιον ἐπιστρέφεται, καθάπερ γε κἀκτὸς ἰδεῖν ἔστιν οὐ μόνον ἀτμὸν ἢ καπνὸν ἀλλὰ καὶ τὰς φλόγας αὐτάς, ὅταν ἀποκλεισθῶσι τῆς ἄνω φορᾶς, λοξὰς ἐφ’ ἑκάτερα μέρη σχιζομένας. οὕτως οὖν καὶ ἡ ἐκ τοῦ σώματος ἀναθυμίασις, ὅταν εἰρχθῇ κατά τι καὶ κωλυθῇ φέρεσθαι πρόσω, λοξὴν ὑπὸ τὸ δέρμα διέξοδον ὁδοποιεῖται, μέχρι περ ἂν ἀθροισθεῖσα χρόνῳ πλείονι βιάσηταί τε καὶ ἀναπνεύσῃ πρὸς τοὐκτός. ἐνίοτε δ’ ἅμ’ ἀμφοῖν συνδραμόντων, ἀρρώστου τε τῆς πρώτης ἀναθυμιάσεως, ἣ τὸν πόρον ἐδημιούργησε, καὶ ξηροῦ τοῦ δέρματος, ἡ λοξότης γίγνεται ταῖς ῥίζαις τῶν τριχῶν. οἷαι δ’ ἂν ἐν τῇ ῥιζώσει διαπλάττωνται, τοιαύτας εἰκὸς ὑπάρχειν αὐτὰς ἕως παντός. οὐδὲ γὰρ οὐδ’ ἄλλο τι τῶν σκληρῶν καὶ ξηρῶν σωμάτων εὐθῦναι δυνατὸν ἄνευ τοῦ μαλάξαι πρότερον. αὕτη μὲν οὖν ἡ γένεσις τῶν τριχῶν. Ἐφεξῆς δ’ ἂν εἴη λέγειν τὰς αἰτίας ἁπάντων τῶν συμβεβηκότων ταῖς κράσεσιν ἐν ταῖς τῶν τριχῶν διαφοραῖς καθ’ ἡλικίαν καὶ χώραν καὶ φύσιν σώματος. Αἰγύπτιοι μὲν οὖν καὶ Ἄραβες καὶ Ἰνδοὶ καὶ πᾶν τὸ ξηρὰν καὶ θερμὴν χώραν ἐποικοῦν ἔθνος μελαίνας τε καὶ δυσαυξεῖς καὶ ξηρὰς καὶ οὔλας καὶ κραύρας ἔχουσι τὰς τρίχας. ὅσοι δ’ ἔμπαλιν τούτοις ὑγρὰν καὶ ψυχρὰν χώραν ἐποικοῦσιν, Ἰλλύριοί τε καὶ Γερμανοὶ καὶ Δαλμάται καὶ Σαυρομάται καὶ σύμπαν τὸ Σκυθικὸν εὐαυξεῖς μετρίως καὶ λεπτὰς καὶ εὐθείας καὶ πυρράς· ὅσοι δ’ ἐν τῷ μεταξὺ τούτων εὔκρατον νέμονται γῆν, εὐαυξεστάτας τε καὶ ἰσχυροτάτας καὶ μελαίνας μετρίως καὶ παχείας συμμέτρως καὶ οὔτ’ ἀκριβῶς οὔλας οὔτ’ ἀκριβῶς εὐθείας. οὕτω δὲ κἀν ταῖς ἡλικίαις βρέφεσι μέν, οἷαίπερ αἱ τῶν Γερμανῶν, ἀκμάζουσι δὲ [οἷαι] τοῖς Αἰθίοψιν, ἐφήβοις δὲ καὶ παισὶ τοῖς εὔκρατον ἐποικοῦσι γῆν ἔθνεσιν ἀνάλογον αἱ τρίχες ἔχουσιν ἰσχύος τε καὶ πάχους καὶ μεγέθους καὶ χρόας. Οὕτω δὲ καὶ κατ’ αὐτὰς τῶν σωμάτων τὰς φύσεις ἀνάλογον ἡλικίαις τε καὶ χώραις αἱ τρίχες διάκεινται. παῖδες μὲν οἱ πάνυ σμικροὶ ψιλοὶ τριχῶν, ὅτι μήπω μήτε πόρος αὐτοῖς ἐστι μηδεὶς κατὰ τὸ δέρμα μήτε λιγνυώδη περιττώματα. προσάγοντες δὲ τῷ ἡβάσκειν ὑποφύουσι σμικρὰς καὶ ἀσθενεῖς, ἀκμάζοντες δ’ ἰσχυροτέρας καὶ πολλὰς καὶ μεγάλας καὶ μελαίνας ἴσχουσιν, ὅτι τε πλῆθος ἤδη πόρων ἐν αὐτοῖς ἐγένετο καὶ ὅτι μεστοὶ τῶν αἰθαλωδῶν εἰσι περιττωμάτων ὑπὸ ξηρότητός τε καὶ θερμότητος· αἱ δ’ ἐν τῇ κεφαλῇ τε καὶ ταῖς ὀφρύσι καὶ κατὰ τὰ βλέφαρα καὶ παισὶν οὖσιν ἡμῖν ὑπάρχουσιν ἤδη. γένεσις γὰρ δὴ ταύταις οὐχ οἵα ταῖς πόαις, ἀλλ’ οἵα τοῖς φυτοῖς κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως ἀπειργασμέναις, οὐκ ἐξ ἀνάγκης ἑπομέναις ταῖς κράσεσιν, ὡς κἀν τοῖς Περὶ χρείας μορίων δείκνυται. ἀλλά τοι κἀν ταῖσδε τὸ μὲν εἶναι διὰ τὴν τῆς φύσεως τέχνην, τὸ δ’ ἤτοι μελαίναις ἢ πυρραῖς ἤ τιν’ ἄλλην ἐχούσαις διαφορὰν ἐξ ἀνάγκης ἕπεται τῇ κράσει τῆς ἡλικίας. ὑπόπυρροι μὲν γάρ εἰσι τοὐπίπαν, ὅτι καὶ τὸ σφηνούμενον ἐν τοῖς πόροις οὐδέπω μέλαν ἐστίν· ἥ τε γὰρ ὑγρότης πολλὴ καὶ ἡ διέξοδος ῥᾳδία καὶ ἡ σύγκαυσις ἀσθενής· εὐαυξεῖς δὲ καὶ παχεῖαι συμμέτρως τῇ τῶν τρεφόντων αὐτὰς περιττωμάτων ἀφθονίᾳ. τὸ μὲν γὰρ μόριον αὐτὸ τοῦ σώματος, ἐν ᾧ γίγνονται, ξηρόν· ὅλον γὰρ τὸ κρανίον ὀστέϊνόν ἐστι· τὸ δὲ περικείμενον αὐτῷ δέρμα ξηρότερον τοσούτῳ τοῦ κατὰ τὸ λοιπὸν σῶμα δέρματος ἅπαντος, ὅσῳπερ καὶ σκληρότερον. ἀναφέρεται μέντοι πλῆθος οὐκ ὀλίγον ἔκ τε τῶν κατὰ τὸν ἐγκέφαλον, ἤδη δὲ κἀξ ὅλου τοῦ σώματος αἰθαλωδῶν περιττωμάτων, ὥσθ’ οἷον τοῖς ἀκμάζουσιν ὅλον γίγνεται τὸ σῶμα, τοιοῦτον ἤδη τὸ δέρμα τῆς κεφαλῆς ἐστι τοῖς βρέφεσιν. Εὐλόγως οὖν ἔνιοι φαλακροῦνται τοῦ χρόνου προϊόντος, οἷς ἐξ ἀρχῆς ἦν ξηρότερον τὸ δέρμα. δέδεικται γὰρ ἔμπροσθεν, ὡς τῶν γηρασκόντων ἅπαντα ξηραίνεται τὰ μόρια. γίγνεται δὲ πολλοῖς ὀστρακῶδες τὸ δέρμα πλέον ἢ δεῖ ξηρανθέν. ἐν τοιούτῳ δ’ οὐδὲν φύεσθαι δύναται, καθότι καὶ διὰ τῶν ἔμπροσθεν ὡμολόγηται. καὶ γὰρ δὴ καὶ τῶν χειρῶν τὰ ἔνδον ὥσπερ γε καὶ τὰ κάτω τῶν ποδῶν ἄτριχα καὶ ψιλὰ ξηρότητί τε καὶ πυκνότητι τοῦ κατ’ αὐτὰ τένοντος, ὃς ὑποτέτακται τῷ δέρματι. ὅσοις δ’ εἰς τέλος ξηρότητος οὐκ ἀφικνεῖται τὸ δέρμα τῆς κεφαλῆς, ἄρρωστοι τούτοις γίγνονται καὶ λευκαὶ πάντως αἱ τρίχες, ἃς ὀνομάζουσιν οἱ ἄνθρωποι πολιάς, ἄρρωστοι μὲν ἐνδείᾳ τῆς οἰκείας τροφῆς, λευκαὶ δέ, διότι καὶ τὸ τρέφον αὐτὰς τοιοῦτον οἷον εὐρώς τις φλέγματος ἐν χρόνῳ διασαπέντος. ὅταν γὰρ ὁ μὲν πόρος ἔτι μένῃ, τὸ περίττωμα δ’ ὀλίγον ᾖ καὶ γλίσχρον, ἀρρώστως δ’ ὑπὸ τῆς θερμασίας ὠθῆται πρόσω, πάσχει τι παραπλήσιον ἐν τῷδε σηπεδόνι καὶ δὴ φαλακροῦνται μὲν μᾶλλον τὸ βρέγμα γηρῶντες οἱ ἄνθρωποι, πολιοῦνται δὲ τοὺς κροτάφους μᾶλλον, ὅτι τὸ μὲν ξηρότατόν ἐστι τῶν μορίων ἁπάντων τῆς κεφαλῆς· ἐπὶ γὰρ ὀστῷ τὸ δέρμα ταύτῃ ψιλῷ· οἱ κρόταφοι δ’ ὑγρότεροι· μύες γὰρ ἐνταῦθ’ εἰσὶν ὑπὸ τῷ δέρματι μεγάλοι, σαρκώδης δὲ πᾶς μῦς, ἡ δὲ σὰρξ ὀστοῦ καὶ δέρματος ὑγροτέρα.

Ἀκριβῶς δὲ χρὴ προσέχειν τῷ λεγομένῳ τὸν νοῦν, ὅπως μὴ λάθωμεν ἡμᾶς αὐτοὺς παρακούσαντές τι καὶ σφαλέντες, οἷα δὴ πολλοὶ τῶν πάνυ δοκούντων ἀρίστων ἰατρῶν εἶναι σφάλλονται, εἴ τίς ἐστι φαλακρός, εὐθὺς τοῦτον οἰόμενοι ξηρὰν ἔχειν ἅπαντος τοῦ σώματος τὴν κρᾶσιν. οὐ γὰρ δὴ ἁπλῶς οὕτως εἰκάζειν ἐχρῆν, ἀλλὰ διορίζεσθαι πρότερον ἄμεινον ἦν, ὡς τῶν ἀνθρώπων τὸ σῶμα τῶν μὲν ὁμαλῶς κέκραται σύμπαν, ἐνίων δὲ καὶ οὐκ ὀλίγων τούτων ἀνωμάλως διάκειται. τὰ μὲν γάρ τινα τῶν μορίων αὐτοῖς ὑγρότερα τοῦ συμμέτρου τε καὶ προσήκοντός ἐστι, τὰ δὲ ψυχρότερα, τὰ δὲ ξηρότερα, τὰ δὲ θερμότερα, τὰ δὲ καὶ παντελῶς εὔκρατά τε καὶ σύμμετρα. δεῖ δὲ προσέχειν μάλιστα τούτῳ τὸν νοῦν, ἐπειδὰν ἐπισκέπτῃ σώματος κρᾶσιν. εἰ μὲν γὰρ ὁμαλῶς εὔρυθμον ὅλον ἐστὶν ἁπάσας τε τῶν μορίων ἀποσῶζον τὰς πρὸς ἄλληλα συμμετρίας ἐν μήκει καὶ πλάτει καὶ βάθει, δύναιτ’ ἂν ὅλον ὁμοίως κεκρᾶσθαι τὸ τοιοῦτον. εἰ δέ τι σῶμα θώρακα μὲν ἔχει καὶ τράχηλον καὶ ὤμους μεγίστους, ἰσχνὰ δὲ καὶ σμικρὰ τὰ κατ’ ὀσφὺν καὶ σκέλη λεπτά, πῶς ἂν ὁμοίως εἴη τοῦτο διακείμενον ἅπασι τοῖς μορίοις; οὐ μὴν οὐδ’ εἰ τὰ μὲν σκέλη παχέα καὶ τὰ κατ’ ὀσφὺν εὐρέα, τὸν θώρακα δ’ ἔχει στενόν, οὐδὲ τοῦτ’ ἂν εἴη κεκραμένον ὁμαλῶς τοῖς μορίοις. ἕτερα δὲ σώματα μεγίστην ἔχει τὴν κεφαλήν, ἕτερα δὲ σμικράν, οἵανπερ οἱ στρουθοί. καὶ τοῖς σκέλεσι τὰ μὲν βλαισά, τὰ δὲ ῥαιβά, καὶ ἄκροις τοῖς κώλοις τὰ μὲν ἰσχνά, τὰ δὲ παχέα, καὶ θώραξ τοῖς μέν, ὡς εἴρηται πρόσθεν, εὐρύς, ἐνίοις δὲ στενὸς οὕτως ὡς σανίς, οὓς δὴ καὶ σανιδώδεις ὀνομάζουσιν. ὅταν δὲ καὶ τὰ κατ’ ὠμοπλάτας αὐτοῖς ἄσαρκα τελέως ᾖ καὶ γυμνὰ καὶ προπετῆ δίκην πτερύγων, ὀνομάζονται μὲν αἱ τοιαῦται φύσεις ὑπὸ τῶν ἰατρῶν πτερυγώδεις, εἰς ὅσον δ’ ἥκουσι κακίας ἀπολωλεκότος τοῦ θώρακος ὀλίγου δεῖν ἅπασαν τὴν ἐντὸς εὐρυχωρίαν, ἐν ᾗ πνεύμων τε καὶ καρδία τέτακται, πρόδηλον παντί. μυρίαι δ’ ἄλλαι τῶν τοῦ σώματός εἰσι μορίων προδήλως αἱ διαθέσεις, ὅταν ἐκτραπόμενον τῆς φυσικῆς ἀναλογίας εἰς ἀνώμαλόν τινα δυσκρασίαν εὐθὺς ἐν τῷ κυΐσκεσθαι μεταπέσῃ. οὔκουν ἐπὶ τῶν τοιούτων ἐξ ἑνὸς χρὴ μορίου τεκμαίρεσθαι περὶ τοῦ παντός. Οὐδὲ γὰρ οἱ φυσιογνωμονεῖν ἐπιχειροῦντες ἁπλῶς ἀποφαίνονται περὶ πάντων, ἀλλ’ ἐκ τῆς πείρας καὶ οἵδε διδαχθέντες. εἰ μέν τις ἱκανῶς εἴη δασὺς τὰ στέρνα, θυμικὸν ἀποφαίνονται, μηροὺς δ’ εἴπερ εἴη τοιοῦτος, ἀφροδισιαστικόν· οὐ μὴν τήν γ’ αἰτίαν προστιθέασιν. οὐδὲ γὰρ ὅτι λέοντι μὲν ἐμφερὴς τὰ στέρνα, τράγῳ δὲ τὰ κατὰ μηροὺς ἐπειδὰν φῶσι, τὴν πρώτην αἰτίαν ἐξευρήκασι. διὰ τί γὰρ ὁ μὲν λέων θυμικός, ὁ δὲ τράγος ἀφροδισιαστικός, ὁ λόγος ἐξευρεῖν ἐπιζητεῖ. μέχρι γὰρ τοῦδε τὸ μὲν γιγνόμενον εἰρήκασι, τὴν δ’ αἰτίαν αὐτοῦ παραλελοίπασιν. ἀλλ’ ὁ φυσικὸς ἀνὴρ ὥσπερ τῶν ἄλλων ἁπάντων οὕτω καὶ τὰς τούτων αἰτίας ἐξευρίσκειν ἐπιχειρεῖ. διότι γὰρ ἀνωμάλως διάκεινται κατὰ τὰς τῶν μορίων κράσεις οὐ λέων μόνον καὶ τράγος ἀλλὰ καὶ τῶν ἄλλων ζῴων πάμπολλα, διὰ τοῦτ’ ἄλλα πρὸς ἄλλας ἐνεργείας ἑτοίμως ἔχει. περὶ μὲν δὴ τούτων Ἀριστοτέλει καλῶς ἐπὶ πλεῖστον εἴρηται. τὸ δ’ οὖν εἰς τὰ παρόντα χρήσιμον ἤδη φαίνεται, διότι χρὴ σκοπεῖσθαι τῶν ἀνθρώπων τὰς κράσεις, ἕκαστον τῶν μορίων ἐξετάζοντα καθ’ ἑαυτό, καὶ μὴ νομίζειν, εἴ τῳ δασὺς ὁ θώραξ, ὅλον ἐξ ἀνάγκης τούτῳ τὸ σῶμα ξηρότερόν τε καὶ θερμότερον ὑπάρχειν, ἀλλ’ ἐν τῇ καρδίᾳ τὸ θερμὸν εἶναι πλεῖστον, διὸ καὶ θυμικόν· δύνασθαι δ’ ἐνίοτε δι’ αὐτὸ τοῦτο μὴ ὁμοίως ἅπαν αὐτοῖς τὸ σῶμα θερμὸν καὶ ξηρὸν ὑπάρχειν, ὅτι πλεῖστον ἀνέπνευσεν ἐνταῦθα καὶ πρὸς τὸ περιέχον ἐξεκενώθη τὸ θερμόν. εἰ μὲν γὰρ ὅλου τοῦ σώματος ἡ κρᾶσίς ἐστιν ὁμαλή, εὐθὺς ἂν εἴη τούτοις αὐτός τε σύμπας ὁ θώραξ εὐρύτατος αἵ τε φλέβες εὐρεῖαι καὶ αἱ ἀρτηρίαι μεγάλαι θ’ ἅμα καὶ μέγιστον καὶ σφοδρότατον σφύζουσαι καὶ τρίχες πολλαὶ καθ’ ὅλον τὸ σῶμα καὶ αἱ τῆς κεφαλῆς εὐαυξέσταται μὲν καὶ μέλαιναι καὶ οὖλαι κατὰ τὴν πρώτην ἡλικίαν, ἐπὶ δὲ προήκοντι τῷ χρόνῳ φαλάκρωσις ἀκολουθήσει. καὶ μὲν δὴ καὶ σύντονον καὶ διηρθρωμένον καὶ μυῶδες, ἐπειδὰν ὁμαλῶς ἔχωσι τῆς κράσεως, ὅλον ἔσται τοῖς τοιούτοις ἀνθρώποις τὸ σῶμα καὶ τὸ δέρμα σκληρότερόν τε καὶ μελάντερον ὥσπερ καὶ δασύτερον. οὕτω δὲ κἂν εἰ τἀναντία περὶ τὸν θώρακα συμπέσοι, τῆς κράσεως ὁμαλῆς ὑπαρχούσης ἐν ὅλῳ τῷ σώματι, τουτέστιν ὑγροτέρων τε καὶ ψυχροτέρων ἁπάντων τῶν μορίων γενομένων, ὁ μὲν θώραξ αὐτοῖς στενὸς καὶ ἄτριχος ἔσται, καθάπερ οὖν καὶ σύμπαν τὸ σῶμα ψιλὸν τριχῶν ἁπαλόν τε καὶ λευκὸν τὸ δέρμα καὶ ὑπόπυρρον ταῖς θριξὶ καὶ μάλιστ’ ἐν νεότητι καὶ οὐ φαλακροῦνται γηρῶντες, εὐθὺς δὲ καὶ δειλοὶ καὶ ἄτολμοι καὶ ὀκνηροὶ καὶ σμικρὰς καὶ ἀδήλους ἔχοντες τὰς φλέβας καὶ πιμελώδεις καὶ νεύροις καὶ μυσὶν ἄρρωστοι καὶ ἀδιάρθρωτοι τὰ κῶλα καὶ βλαισοὶ γίγνονται. διαφόρου μέντοι τῆς κράσεως ἐν τοῖς μορίοις ἀπεργασθείσης, οὐκέτ’ ἐξ ἑνὸς αὐτῶν οἷόν τε περὶ τοῦ σύμπαντος ἀποφαίνεσθαι σώματος, ἀλλ’ ἄμεινον ἐφ’ ἕκαστον ἰέναι καὶ σκοπεῖσθαι, πῶς μὲν ἡ γαστὴρ ἔχει κράσεως, ὅπως δ’ ὁ πνεύμων, ὅπως δ’ ὁ ἐγκέφαλος ἕκαστόν τε τῶν ἄλλων ἰδίᾳ καὶ καθ’ ἑαυτό. Ταυτὶ μὲν οὖν ἐκ τῶν ἐνεργειῶν γνωρίζειν· οὐ γὰρ ἔστιν οὔθ’ ἁψάμενον οὔτ’ ὀφθαλμοῖς θεασάμενον ἐξευρεῖν τὴν κρᾶσιν αὐτῶν. προσεπισκέπτεσθαι δὲ καὶ τὰς τῶν περιεχόντων αὐτὰ μορίων διαθέσεις, ὧν ἁπάντων ἔξωθέν ἐστι τὸ δέρμα, κατὰ μὲν τὴν ἡμετέραν οἴκησιν εὔκρατον οὖσαν ἐνδεικνύμενον τῶν ὑποκειμένων μορίων τὴν φύσιν οὐδ’ ἐν ταύτῃ πάντων ἁπλῶς, ἀλλ’ ὅσα ταῖς κράσεσιν ὡσαύτως ἔχει τῷ δέρματι. κατὰ δὲ τὰς ὑπὸ ταῖς ἄρκτοις τε καὶ τῇ μεσημβρίᾳ χώρας, ἐπειδὴ τῶν μὲν εἰς τὸ βάθος ἀπελήλαται τὸ θερμὸν ὑπὸ τοῦ περιέχοντος ἔξωθεν κρύους νικώμενον, τῶν δ’ εἰς τὸ δέρμα προελήλυθεν ὑπὸ τοῦ περιέχοντος θάλπους ἑλκόμενον, οὐκ ἐκ τῆς κατὰ τὸ δέρμα διαθέσεως οἷόν τε γνῶναι σαφῶς ὑπὲρ τῆς τῶν ἐντὸς μορίων κράσεως. ἀνώμαλος γὰρ ἡ τοῦ σώματος κρᾶσις ἐν ταῖς δυσκράτοις χώραις οὐχ ὡσαύτως ἐχόντων τῶν τ’ ἔξωθεν μορίων καὶ τῶν ἐντός. Κελτοῖς μὲν γὰρ καὶ Γερμανοῖς καὶ παντὶ τῷ Θρᾳκίῳ τε καὶ Σκυθικῷ γένει ψυχρὸν καὶ ὑγρὸν τὸ δέρμα καὶ διὰ τοῦτο μαλακόν τε καὶ λευκὸν καὶ ψιλὸν τριχῶν· ὅσον δ’ ἔμφυτον θερμόν, εἰς τὰ σπλάγχνα καταπέφευγεν ἅμα τῷ αἵματι κἀνταῦθα κυκωμένου τε καὶ στενοχωρουμένου καὶ ζέοντος αὐτοῦ θυμικοὶ καὶ θρασεῖς καὶ ὀξύρροποι ταῖς γνώμαις ἀποτελοῦνται. Αἰθίοψι δὲ καὶ Ἄραψι καὶ ὅλοις τοῖς κατὰ μεσημβρίαν ἡ μὲν τοῦ δέρματος φύσις, ὡς ἂν ὑπό τε τοῦ περιέχοντος θάλπους καὶ τῆς ἐμφύτου θερμασίας ἔξω φερομένης διακεκαυμένη, σκληρὰ καὶ ξηρὰ καὶ μέλαινα. τὸ δ’ ὅλον σῶμα τῆς μὲν ἐμφύτου θερμότητος ἥκιστα μετέχει, θερμὸν δ’ ἐστὶν ἀλλοτρίῳ τε καὶ ἐπικτήτῳ θερμῷ. Καὶ γὰρ δὴ καὶ τοῦτο κάλλιστα πρὸς Ἀριστοτέλους ἐπὶ πολλῶν διώρισται. καὶ χρὴ προσέχειν αὐτῷ τὸν νοῦν, εἴπερ τῳ καὶ ἄλλῳ, καὶ σκοπεῖσθαι καθ’ ἕκαστον σῶμα, πότερον οἰκείῳ θερμῷ θερμόν ἐστιν ἢ ἐπικτήτῳ. πάντα γοῦν τὰ σηπόμενα θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δ’ οἰκείῳ καὶ τὰ τῶν ἐποικούντων τὴν μεσημβρινὴν χώραν σώματα θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δ’ οἰκείῳ, καὶ παρ’ ἡμῖν δὲ κατὰ μὲν τὸν χειμῶνα τὸ φύσει θερμὸν πλέον, τὸ δ’ ἐπίκτητον ἔλαττον, ἐν δὲ τῷ θέρει τὸ μὲν ἐπίκτητον πλέον, ἔλαττον δὲ τὸ σύμφυτον. ἅπαντ’ οὖν ταῦτα διορίζεσθαι χρὴ τὸν μέλλοντα καλῶς διαγνώσεσθαι κρᾶσιν. οὐ γὰρ [δὴ] ἁπλῶς, εἰ τὸ δέρμα μελάντερον, ἤδη θερμότερος ὁ ἄνθρωπος ὅλος, ἀλλ’ εἰ τῶν ἄλλων ἁπάντων ὡσαύτως ἐχόντων. εἰ γὰρ ὁ μὲν ἐν ἡλίῳ θερμῷ διέτριψεν ἐπὶ πλέον, ὁ δ’ ἐν σκιᾷ, τῷ μὲν ἔσται μελάντερον τὸ χρῶμα τῷ δὲ λευκότερον. ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν τῆς ὅλης κράσεως ὑπάλλαξιν. αὐτὸ γὰρ τὸ δέρμα ξηρότερον μὲν ἡλιούμενον, ὑγρότερον δ’ ἔσται σκιατραφούμενον. ἡ φυσικὴ δ’ οὐκ εὐθὺς ὑπαλλαχθήσεται κρᾶσις οὔθ’ ἥπατος οὔτε καρδίας οὔτε τῶν ἄλλων σπλάγχνων. Ἄριστον οὖν, ὡς εἴρηται καὶ πρόσθεν, ἑκάστου τῶν μορίων ἴδια πεπορίσθαι τῆς κράσεως τὰ γνωρίσματα, οἷον τῆς μὲν γαστρός· εἰ πέττει καλῶς, εὔκρατος, εἰ δ’ οὐ πέττει καλῶς, δύσκρατος. ἀλλ’ εἰ μὲν κνισσώδεις τινὰς ἢ καπνώδεις ἐργάζοιτο τὰς ἐρυγάς, ἄμετρον αὐτῇ καὶ πυρῶδες τὸ θερμόν, εἰ δ’ ὀξείας, ἄρρωστόν τε καὶ ἀσθενές. οὕτω δὲ  καὶ τὰ μὲν βόεια κρέα καὶ πάντα τὰ δυσκατέργαστα τῶν καλῶς πεττόντων ἄμετρον τὸ θερμόν, ἀσθενὲς δὲ τῶν ταῦτα μὲν ἀπεπτούντων, ἰχθῦς δὲ πετραίους ἤ τι τοιοῦτον πεττόντων. ἐπισκέπτεσθαι δ’ ἐνταῦθα πάλιν, εἰ μὴ διά τινα χυμὸν ἑτέρωθεν ἐπιρρέοντα τὸ σύμπτωμα γίγνεται τῇ γαστρί. φλέγμα μὲν γὰρ ἐνίοις ἐκ τῆς κεφαλῆς, ξανθὴ δ’ ἄλλοις ἐξ ἥπατος εἰς τὴν γαστέρα καταρρεῖ χολή, σπάνιον μὲν δὴ τοῦτο καὶ ὀλιγίστοις συμβαίνει. παμπόλλοις δ’ ἐκ τῆς κεφαλῆς κατέρχεται φλέγμα καὶ μάλιστ’ ἐν Ῥώμῃ τε καὶ τοῖς ὑγροῖς οὕτω χωρίοις. ἀλλά τοι καὶ τὸ σπάνιον ἐπιβλέπειν χρὴ καὶ μηδὲν ἐν παρέργῳ τίθεσθαι μηδ’ ἀμελεῖν. οἶδα γὰρ ἐγώ τισιν ἱκανῶς φλεγματώδεσιν ἀνθρώποις ἀθροιζομένην ἐν τῇ γαστρὶ χολὴν παμπόλλην ξανθήν, ἣν ἐδέοντο πρὸ τῶν σιτίων ὕδωρ πολὺ πιόντες ἢ οἶνον ἐξεμεῖν. εἰ δ’. ἥψαντό ποτε σιτίων, πρὶν ἐμέσαι, διέφθειρόν τε ταῦτα καὶ τὴν κεφαλὴν ὠδυνῶντο καὶ τούτους ᾤοντό τινες εἶναι χολώδεις φύσει. καίτοι μαλακοί τ’ ἦσαν ὅλον τὸ σῶμα καὶ λευκοὶ καὶ ἄτριχοι καὶ πιμελώδεις καὶ ἄφλεβοι καὶ ἄμυοι καὶ ἄναιμοι καὶ ἁπτομένοις οὐ λίαν θερμοί. ἄλλους δέ τινας οἶδα μηδεπώποτε μὲν ἐμέσαντας χολὴν ξανθήν, ἰσχνοὺς δὲ καὶ δασεῖς καὶ μυώδεις καὶ μέλανας καὶ φλεβώδεις καὶ θερμοὺς ἱκανῶς, εἴ τις ἅψαιτο, φαινομένους, οἷος καὶ ὁ φιλόσοφος Εὔδημος. Ἀλλ’ ἐνταῦθα καὶ ἀνατομικόν τι θεώρημα συνέπεσεν, ὃ μὴ γιγνώσκοντες ἔνιοι τῶν ἰατρῶν ἀποροῦνται δεινῶς ἐπὶ τῇ διαφωνίᾳ τῶν συμπτωμάτων, ἀγνοοῦντες, ὡς ὁ πόρος, ᾧ τὴν χολὴν εἰς τὴν γαστέρα τὸ ἧπαρ ἐξερεύγεται, τοῖς μὲν διπλοῦς ἐστι, τοῖς δ’ ἁπλοῦς, ὡς κἀν ταῖς τῶν τετραπόδων ζῴων ἀνατομαῖς ἔνεστι θεάσασθαι. τὰ πολλὰ μὲν οὖν ἁπλοῦς ἐστιν εἰς τὸ μεταξὺ πυλωροῦ τε καὶ νήστεως ἐμφυόμενος, ὃ δὴ γαστρὸς ἔκφυσιν ὀνομάζουσιν, ἢ διπλοῦς γιγνόμενος εἰς μὲν τὴν ἔκφυσιν ἐμβάλλει θατέρῳ στόματι τῷ μείζονι, θατέρῳ δὲ τῷ μικροτέρῳ κατὰ τὸν πυθμένα μικρὸν ἄνω τοῦ πυλωροῦ. σπανιώτατα δέ ποτε τὸ μὲν ἄνω μέρος αὐτοῦ μεῖζον εὑρίσκεται, τὸ κάτω δ’ ἔλαττον. ἀλλ’ ἐφ’ ὧν γε μεῖζόν ἐστιν, ἐπὶ τούτων ἡ γαστὴρ ἐφ’ ἡμέραν ἐμπίπλαται χολῆς οὐκ ὀλίγης, ἣν ἐμεῖν τε δέονται πρὸ τῶν σιτίων καὶ βλάπτονται κατασχόντες. οἷς δὲ παντελῶς ἁπλοῦς ἐστιν ὁ πόρος, εἰς τὴν νῆστιν ἡ χολὴ τούτοις σύμπασα καταρρεῖ. πῶς οὖν χρὴ διαγιγνώσκειν αὐτούς; οὐ γὰρ δὴ ἀνατεμεῖν γε ζῶντας τοὺς ἀνθρώπους ἀξιῶ. πρῶτον μὲν ὅλῃ τοῦ σώματος τῇ κράσει, καθότι καὶ μικρὸν ἔμπροσθεν ἐλέγετο, δεύτερον δὲ τοῖς ὑπιοῦσι κάτω. χολώδη μὲν γὰρ ἄκρατα διὰ τῆς γαστρὸς ἐξεκενοῦτο συνεχῶς Εὐδήμῳ, διότι καὶ πολλὴν ἤθροιζε χολὴν καὶ οὐδὲν αὐτῆς εἰς τὴν ἄνω κοιλίαν ἀφικνεῖτο. τοῖς δ’ ἄλλοις, οἷς ἡ μὲν ἕξις φλεγματώδης, ἐμοῦσι δὲ χολήν, ἥκιστα διαχωρεῖται χολώδη· καὶ γὰρ ὀλίγον γεννᾶται τῆς ξανθῆς χολῆς αὐτοῖς καὶ πλεῖστον εἰς τὴν ἄνω κοιλίαν ἀφικνεῖται. τρίτον ἐπὶ τοῖς εἰρημένοις εἶδος γνωρισμάτων ἐν αὐτοῖς τοῖς ἐμουμένοις ἐστίν. οἷς μὲν γὰρ ἐν τῇ γαστρὶ θερμοτέρᾳ τὴν κρᾶσιν ὑπαρχούσῃ τὸ χολῶδες γεννᾶται περίττωμα, πρασοειδὲς φαίνεται· ξανθὸν δ’ ἀκριβῶς ἐστιν ἢ ὠχρόν γε πάντως, οἷς ἐξ ἥπατος ὑπέρχεται, καὶ οἷς μὲν ἐν γαστρὶ τὸ πρασοειδὲς τοῦτο γεννᾶται, χρὴ πάντως αὐτοῖς τὸ ἐδηδεσμένον σιτίον οὐκ ἄρτον οὐδὲ κρέας εἶναι χοίρειον ἤ τι τοιοῦτον παραπλήσιον, ἀλλὰ θερμότερόν τι τῶνδ’ ἐξ ἀνάγκης καὶ οὐκ εὔχυμον. οἷς δ’ ἐξ ἥπατος εἰς αὐτὴν ἀφικνεῖται, ξανθὸν ἢ ὠχρὸν ἐμεῖται, κἂν εὐχυμώτατον ᾖ τὸ ληφθὲν σιτίον κἂν ἄκρως πεφθῇ, καὶ μᾶλλόν γε τοῖς ἀκριβῶς πέψασιν ἐμεῖται τὰ ξανθὰ καὶ πολλῷ μᾶλλον ἔτι τοῖς ἐπὶ πλέον αὐτῶν ἀσιτήσασι. τὰ δὲ πρασοειδῆ μόνοις τοῖς κακῶς πέψασιν ἐν τῇ κοιλίᾳ γεννᾶται. καὶ μὲν δὴ καὶ φροντίδες καὶ θυμοὶ καὶ λῦπαι καὶ πόνοι καὶ γυμνάσια καὶ ἀγρυπνίαι καὶ ἀσιτίαι καὶ ἔνδειαι πλείονα τὸν τῆς ξανθῆς χολῆς τούτοις ἀθροίζουσι χυμόν, ὅτι καὶ πλείονα γεννῶσιν ἐν ἥπατι. ταῦτα τ’ οὖν ἀκριβῆ τὰ γνωρίσματα καὶ πρὸς τούτοις ἔτι, τῷ μὲν αὐχμηρῷ καὶ πυρώδει τοῦ κατὰ τὴν γαστέρα θερμοῦ τῆς εἰς τὸ χολῶδες τροπῆς ἑπομένης, ἄρτοι καὶ κρέα χοίρεια καὶ βόεια κάλλιον πεφθήσονται τῶν πετραίων ἰχθύων. εἰ δ’ ἐξ ἥπατος καταρρέοι, παρὰ τὴν τῶν ἐδεσμάτων ὑπάλλαξιν οὐδεμία τῆς πέψεως ἔσται διαφορά. ἐν τούτοις μὲν δὴ διώρισται τὸ διά τι ἄλλο καὶ μὴ διὰ τὴν κρᾶσιν γιγνόμενον. Κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ κἀκ τῆς κεφαλῆς εἰς τὴν γαστέρα φλέγμα καταρρέον ὀξυρεγμίας αἴτιον γίγνοιτο, χρὴ κἀνταῦθα κατὰ τὰς ὁμοίας μεθόδους ἀποχωρίζειν αὐτὸ τοῦ τῆς γαστρὸς ἰδίου παθήματος. οὕτω δὲ καὶ τὰς τῆς κεφαλῆς ὀδύνας, εἰ διὰ τὴν οἰκείαν αὐτῆς δυσκρασίαν ἢ διὰ τὰ τῆς γαστρὸς περιττώματα 〈γίγνονται〉. καὶ μὲν δὴ καὶ τὸν ἐγκέφαλον ἐπισκέπτεσθαι καθ’ ἑαυτόν, ὁποίας ἐστὶ κράσεως, ἄμεινον, οὐκ ἐκ τῆς τοῦ παντὸς σώματος διαθέσεως. αὐτοῦ δὲ καθ’ ἑαυτὸν ὁποίας ἐστὶ κράσεως ἐπίσκεψις ἥ τε πολίωσίς ἐστιν οἵ τε κατάρροι καὶ βῆχες καὶ κόρυζαι καὶ σιέλων πλῆθος. ἅπαντα γὰρ ταῦτα ψυχρότερον αὐτὸν ἐμφαίνει καὶ ὑγρότερον ὑπάρχειν, ἔτι δὲ μᾶλλον, εἰ ἐπὶ ταῖς τυχούσαις προφάσεσιν εἰς τοιαύτας ἔρχεται διαθέσεις. ἡ δέ γε φαλάκρωσις ἐπὶ ξηρότητι καὶ ἡ τῶν μελαινῶν τε καὶ πολλῶν γένεσις τριχῶν εὐκρασίας ἐγκεφάλου γνώρισμα. Κατὰ τοῦτον οὖν τὸν τρόπον ἀεὶ χρὴ σκοπεῖσθαι περὶ κράσεως, ἕκαστον ἰδίᾳ μόριον ἐξετάζοντα, καὶ μὴ περὶ πάντων ἀποφαίνεσθαι τολμᾶν ἐξ ἑνός, ὥσπερ ἐποίησαν ἔνιοι, τοὺς μὲν σιμοὺς ὑγροὺς εἶναι φάμενοι, τοὺς δὲ γρυποὺς ξηροὺς καὶ οἷς μὲν οἱ ὀφθαλμοὶ μικροί, ξηρούς, οἷς δὲ μεγάλοι, ὑγρούς. τοῦτο μέν γε καὶ διαπεφώνηται πρὸς αὐτῶν. οἱ μὲν γάρ τινες ὑποθέμενοι τῶν ὑγρῶν εἶναι μορίων τοὺς ὀφθαλμούς, ἐν οἷς ἂν μείζους εὑρίσκωσιν, ὑγρότητα κράσεως ἐν τούτοις κρατεῖν ὑπολαμβάνουσιν. ἔνιοι δὲ τῇ ῥώμῃ τοῦ θερμοῦ κατὰ τὴν πρώτην διάπλασιν ἀναπνεύσαντος ἀθροωτέρου τε καὶ πλείονος οὐκ ὀφθαλμοὺς μόνον ἀλλὰ καὶ στόμα καὶ τοὺς ἄλλους ἅπαντας πόρους γενέσθαι φασὶ μείζονας, ὅθεν οὐχ ὑγρότητος, ἀλλὰ θερμότητος εἶναι γνώρισμα. ἀμφότεροι δὲ διαμαρτάνουσι τῆς ἀληθείας ἑνὶ μὲν καὶ κοινῷ λόγῳ, διότι περὶ παντὸς τοῦ σώματος ἐξ ἑνὸς ἀποφαίνεσθαι τολμῶσι μορίου· κατὰ δεύτερον δὲ τρόπον, ὅτι τῆς διαπλαστικῆς ἐν τῇ φύσει δυνάμεως οὐ μέμνηνται τεχνικῆς τ’ οὔσης καὶ τοῖς τῆς ψυχῆς ἤθεσιν ἀκολούθως διαπλαττούσης τὰ μόρια. περὶ ταύτης γάρ τοι καὶ ὁ Ἀριστοτέλης ἠπόρησε, μή ποτ’ ἄρα θειοτέρας τινὸς ἀρχῆς εἴη καὶ οὐ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. οὔκουν ὀρθῶς μοι δοκοῦσι ποιεῖν οἱ προπετῶς οὕτως ὑπὲρ τῶν μεγίστων ἀποφαινόμενοι καὶ ταῖς ποιότησι μόναις ἀναφέροντες τὴν διάπλασιν. εὔλογον γὰρ ὄργανα μὲν εἶναι ταύτας, τὸ διαπλάττον δ’ ἕτερον. ἀλλὰ καὶ χωρὶς τῶν τηλικούτων ζητημάτων ἐνὸν ἐξευρίσκειν, ὡς ἔμπροσθεν ἐδείξαμεν, ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμὴν κρᾶσιν ἁμαρτάνουσιν οἱ τῶν οἰκείων μὲν ἀμελοῦντες γνωρισμάτων, ἐπὶ δὲ τὰ πόρρω τε καὶ ζητήσεως ἱκανῆς τετυχηκότα καὶ μέχρι τοῦ δεῦρο καὶ παρ’ αὐτοῖς τοῖς ἀρίστοις φιλοσόφοις ἀπορούμενα μεταβαίνοντες. οὐδὲ γὰρ οὐδ’ ὅτι τὰ μὲν παιδία σιμότερα, γρυπότεροι δ’ οἱ παρακμάζοντες, εὔλογον ὑγροὺς μὲν νομίζειν τοὺς σιμοὺς ἅπαντας, ξηροὺς δὲ τοὺς γρυπούς. ἀλλ’ ἐνδέχεται μὲν καὶ τῆς διαπλαστικῆς δυνάμεως ἔργον εἶναι τὸ τοιοῦτον μᾶλλον ἢ τῆς κράσεως. εἰ δ’ ἄρα καὶ τῆς κράσεως εἴη γνώρισμα, τῆς ἐν τῇ ῥινὶ μόνης ἂν εἴη, οὐ τῆς ἐν ὅλῳ τῷ σώματι. μάτην οὖν ὑπ’ αὐτῶν κἀκεῖνο λέγεται τὸ ῥῖνά τ’ ὀξεῖαν γίγνεσθαι καὶ ὀφθαλμοὺς κοίλους καὶ κροτάφους συμπεπτωκότας ἐν ταῖς ξηραῖς φύσει κράσεσιν, ὅτι κἀν τοῖς πάθεσιν οὕτω συμπίπτει τοῖς συντήκουσί τε καὶ κενοῦσι πέρα τοῦ μετρίου τὰ σώματα. πολλάκις μὲν γὰρ οὕτω συμπίπτει, πολλάκις δ’ οὐχ οὕτως. ἀλλ’ ἔστιν ἰδεῖν καὶ μαλακὴν καὶ πιμελώδη καὶ λευκὴν καὶ πολύσαρκον ὅλου τοῦ σώματος τὴν ἕξιν ἐπὶ σμικροῖς ὀφθαλμοῖς ἢ ὀξείᾳ ῥινὶ καὶ ξηρὰν καὶ ἄσαρκον καὶ μέλαιναν καὶ δασεῖαν ἐπὶ μεγάλοις ὀφθαλμοῖς σιμῇ τε ῥινί. βέλτιον οὖν, εἴπερ ἄρα, τῆς ῥινὸς μόνης ὑγρότητα μὲν τῇ σιμότητι, ξηρότητα δὲ τῇ γρυπότητι τεκμαίρεσθαι καὶ μὴ περὶ τῆς ἅπαντος τοῦ ζῴου κράσεως ἐντεῦθεν ἀποφαίνεσθαι. Κατὰ ταὐτὰ δὲ καὶ τῶν ὀφθαλμῶν καὶ παντὸς οὑτινοσοῦν ἑτέρου μορίου τὴν ἰδίαν κρᾶσιν ἐκ τῶν οἰκείων ἐπισκοπεῖσθαι γνωρισμάτων ἄμεινον, οὐ περὶ τῆς ὅλου τοῦ σώματος κράσεως ἀφ’ ἑνὸς μέρους ἔνδειξιν λαμβάνειν. εἴτε γὰρ ὑγρότητος  εἴτε θερμότητος ἐπικρατούσης εἴτε καὶ ἀμφοτέρων ὀφθαλμοὺς γλαυκοὺς τίθεσθαι γνώρισμα χρή, τῆς οἰκείας ἂν εἶεν οὕτω γε, οὐ τῆς ἁπάντων τῶν τοῦ σώματος μορίων ἐνδεικτικοὶ κράσεως. οὐδὲ γάρ, εἰ ξηρὰ καὶ ἄσαρκα τὰ σκέλη, ξηρὰ πάντως καὶ ἡ κρᾶσις ὅλου τοῦ σώματος. ἔνιοι γὰρ ἱκανῶς εὔσαρκοι καὶ πιμελώδεις καὶ παχεῖς καὶ προγάστορες καὶ μαλακοὶ καὶ λευκοὶ γίγνονται μετὰ τοιούτων σκελῶν. ἀλλ’ εἰ μὲν ὁμαλῶς ἅπαν ἔχει τὸ σῶμα τῆς κράσεως, οἷς μὲν ἰσχνὰ τὰ σκέλη, ξηροὶ πάντως εἰσίν, ὑγροὶ δ’, οἷς παχέα. καὶ οἷς μὲν ἡ ῥὶς ὀξεῖα καὶ γρυπή, ξηροί, σιμῆς δ’ οὔσης ὑγροί· κατὰ ταὐτὰ δὲ καὶ περὶ τῶν ὀφθαλμῶν τε καὶ τῶν κροτάφων ἁπάντων τε τῶν ἄλλων μορίων. οἷς δ’ ἀνώμαλος ἡ κρᾶσις καὶ οὐχ ἡ αὐτὴ πάντων τῶν μερῶν, ἄτοπον ἐπὶ τούτων ἐξ ἑνὸς μορίου φύσεως ὑπὲρ ἁπάντων ἀποφαίνεσθαι. τοιοῦτον δέ τι τοὺς πλείστους αὐτῶν ἠπάτησεν, οὐχ ὑπὲρ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ζῴων ἀποφήνασθαι τολμήσαντας ὑπὲρ ὅλης τῆς κράσεως ἐκ μόνων τῶν κατὰ τὸ δέρμα γνωρισμάτων. οὔτε γάρ, εἰ σκληρὸν τὸ δέρμα, ξηρὸν ἐξ ἀνάγκης τὸ ζῷον, ἀλλ’ ἐγχωρεῖ τὸ δέρμα μόνον, οὔτ’ εἰ μέλαν οὔτ’ εἰ δασύ. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ εἰ μαλακὸν ἢ λευκὸν ἢ ψιλὸν τριχῶν, ὑγρὸν ἐξ ἀνάγκης ὅλον τὸ ζῷον. ἀλλ’ εἰ μὲν ὁμαλῶς κέκραται σύμπαν, εὔλογόν ἐστιν, οἷόνπερ τὸ δέρμα, τοιοῦτον εἶναι καὶ τῶν ἄλλων ἕκαστον μορίων, εἰ δ’ ἀνωμάλως, οὐκέτι. τῶν γοῦν ὀστρέων ὑγρότατον μὲν ὅλον τὸ σῶμα, ξηρότατον δὲ τὸ δέρμα· τὸ γὰρ δὴ ὄστρακον αὐτοῖς οἷόνπερ ἡμῖν τὸ δέρμα. καὶ ἡ προσηγορία δ’ ἐντεῦθεν, ὀστρακοδέρμων ἁπάντων τῶν τοιούτων ζῴων ὀνομασθέντων ἐκ τοῦ τὸ δέρμα παραπλήσιον ἔχειν ὀστράκῳ. καὶ τὰ μαλακόστρακα δέ, καθάπερ ἀστακοί τε καὶ κάραβοι καὶ καρκῖνοι, ξηρὸν μὲν ἔχει τὸ δέρμα, τὴν δ’ ἄλλην ἅπασαν κρᾶσιν ὑγράν. καὶ αὐτό γε τοῦτο πολλάκις αἴτιον ὑπάρχει τοῖς ζῴοις τῆς ἐν ταῖς σαρξὶν ὑγρότητος, ὅτι πᾶν αὐτοῖς τὸ ξηρὸν καὶ γεῶδες ἡ φύσις ἀποτίθεται πρὸς τὸ δέρμα. μὴ τοίνυν μήθ’ ὅτι ξηρὸν τοῦτο τοῖς ὀστρέοις, εὐθέως καὶ τὴν σάρκα νομιστέον ὑπάρχειν ξηρὰν μήθ’, ὅτι πλαδαρὰ καὶ μυξώδης ἥδε, τοιοῦτον ὑποληπτέον εἶναι καὶ τὸ δέρμα. δίκαιον γὰρ ἕκαστον τῶν μορίων ἐξ ἑαυτοῦ γνωρίζεσθαι. Ταῦτά τ’ οὖν ἁμαρτάνουσιν οἱ τὰ περὶ κράσεων ἡμῖν ὑπομνήματα καταλελοιπότες ἔτι τε πρὸς τούτοις, ὅτι μηδὲ μέμνηνται τοῦ πρὸς Ἱπποκράτους ὀρθότατα παρῃνημένου τοῦ δεῖν ἐπισκέπτεσθαι τὰς μεταβολὰς ἐξ οἵων εἰς οἷα γίγνονται. πολλάκις γὰρ τὰ παρόντα γνωρίσματα τῆς ἔμπροσθεν κράσεώς ἐστιν, οὐ τῆς νῦν ὑπαρχούσης τῷ σώματι. φέρε γὰρ εἴ τις ἔτη γεγονὼς ἑξήκοντα δασὺς ἱκανῶς εἴη, μὴ διότι νῦν ἐστι θερμὸς καὶ ξηρός, ἀλλ’ ὅτι πρόσθεν μὲν ἐγένετο τοιοῦτος, ὑπομένουσι δ’ αἱ τότε γεννηθεῖσαι τρίχες, ὥσπερ ἐν τῷ θέρει πολλάκις αἱ κατὰ τὸ ἔαρ ἀναφυεῖσαι βοτάναι. τισὶ μὲν γὰρ ἐν τῷ χρόνῳ προϊόντι κατὰ βραχὺ συνέβη τῆς ἄγαν ἐκείνης ἀπαλλαγῆναι δασύτητος ἐκπιπτουσῶν ὑπὸ ξηρότητος ἄκρας τῶν τριχῶν, ἐνίοις δ’ ἄχρι πλείστου παραμένουσιν, οἷς ἂν μήτ’ ἀποξηρανθῶσιν ἱκανῶς ἐπὶ προήκοντι τῷ χρόνῳ καὶ τὴν πρώτην ἔκφυσιν αἱ τρίχες αὐτοῖς ἰσχυρὰν ποιήσωνται δίκην φυτῶν ἀκριβῶς ἐνερριζωμένων τῇ γῇ. μὴ τοίνυν, εἰ δασύς τις ἱκανῶς ἐστιν, εὐθὺς τοῦτον οἰώμεθα μελαγχολικὸν ὑπάρχειν, ἀλλ’ εἰ μὲν ἀκμάζων, οὔπω τοιοῦτον· εἰ δὲ παρακμάζων, ἤδη μελαγχολικόν· εἰ δὲ γέρων, οὐκέτι. γίγνονται μὲν γὰρ αἱ μελαγχολικαὶ κράσεις ἐκ συγκαύσεως αἵματος. οὐ μήν, ἐπειδὰν ἄρξηται τοῦτο πάσχειν, εὐθὺς καὶ κατώπτηται τελέως. ἀλλ’ ἐν τάχει μὲν ἱκανῶς ἔσται δασὺς ὁ θερμὸς καὶ ξηρός, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν λόγων, οὐκ εὐθέως δὲ μελαγχολικός. ἡ γὰρ τοῦ δέρματος πύκνωσις εἴργουσα τῶν παχυτέρων περιττωμάτων τὴν διέξοδον ἀναγκάζει συγκαίεσθαι κατὰ τὰς ἄκρως θερμὰς κράσεις, ὥστε τοιοῦτον αὐτοῖς ὑπάρχειν ἤδη τὸ περίττωμα τὸ φύον τὰς τρίχας, οἷον ἐν τοῖς ἀγγείοις ἔσεσθαι μέλλει προελθόντος τοῦ χρόνου. Καὶ ταῦτ’ οὖν ἠμέληται τοῖς ἔμπροσθεν ἔτι τε πρὸς τούτοις, ἐπειδὰν ἐκ τῆς φύσεως τῶν περιττωμάτων ἀδιορίστως ὑπὲρ τῶν κράσεων ἀποφαίνωνται. νομίζουσι γὰρ ἀνάλογον ἔχειν τὰς κράσεις τῶν μορίων τῇ φύσει τῶν περιττωμάτων. τὸ δ’ οὐχ ὅλως ἀληθές ἐστιν, ἀλλ’ ἐγχωρεῖ ποτε περίττωμα μὲν ἀθροίζεσθαι φλεγματῶδες, ὑγρὸν δ’ οὐκ εἶναι τὸ μόριον, ἀλλὰ ψυχρὸν μὲν ἐξ ἀνάγκης, οὐ γὰρ δὴ ἄλλη γέ τις ἡ τοῦ φλέγματος γένεσις, ὑγρὸν δ’ οὐκ ἐξ ἀνάγκης· ἐγχωρεῖ γὰρ καὶ ξηρὸν εἶναι. τὸ δ’ ἀπατῆσαν αὐτοὺς εὐφώρατον. οὐ γὰρ ἐνενόησαν, ὡς ἐκ τῶν σιτίων, οὐκ ἐξ αὐτοῦ τοῦ σώματος ἡμῶν γίγνεται τὸ φλέγμα. θαυμαστὸν οὖν οὐδέν, εἰ μὴ κρατῆσάν ποτε τὸ σῶμα τῶν προσενεχθέντων σιτίων, ὑγρῶν, εἰ τύχοι, τὴν φύσιν ὑπαρχόντων, ὅμοιον αὐτοῖς ἀποτελέσει καὶ τὸ περίττωμα. μὴ τοίνυν ὑπολαμβανέτωσαν ὥσπερ τὸ σῶμα ξηρὸν οὕτω καὶ τὸ περίττωμα δεῖν ξηρὸν εἶναι. εἰ γάρ τις εὐθὺς ἐξ ἀρχῆς ἐγένετο τῇ κράσει ψυχρότερός τε καὶ ξηρότερος, οὐ μελαγχολικὸς ὁ τοιοῦτος, ἀλλὰ φλεγματικός ἐστι τοῖς περιττώμασιν. εἰ δ’ ἐκ μεταπτώσεως ἐγένετο ψυχρὸς καὶ ξηρός, ἐξ ἀνάγκης ὁ τοιοῦτος εὐθὺς ἤδη καὶ μελαγχολικός ἐστιν, οἷον εἴ τις ἔμπροσθεν ὑπάρχων θερμὸς καὶ ξηρὸς ἐκ συγκαύσεως τοῦ αἵματος πλείστην ἐγέννησε τὴν μέλαιναν χολήν. οὗτος γάρ ἐστιν ὁ πρὸς τῷ ξηρὸς εἶναι καὶ ψυχρὸς εὐθὺς καὶ μελαγχολικὸς ὑπάρχων. εἰ δ’ ἀπ’ ἀρχῆς εἴη ψυχρὸς καὶ ξηρός, ἡ μὲν ἕξις τοῦ σώματος τούτῳ λευκὴ καὶ μαλακὴ καὶ ψιλὴ τριχῶν, ἄφλεβος δὲ καὶ ἄναρθρος καὶ ἰσχνὴ καὶ ἁπτομένοις ψυχρὰ καὶ τὸ τῆς ψυχῆς ἦθος ἄτολμον καὶ δειλὸν καὶ δύσθυμον, οὐ μὴν μελαγχολικά γε τὰ περιττώματα. Ταῦτ’ οὖν ἅπαντα διαμαρτάνουσιν οἱ πολλοὶ τῶν ἰατρῶν ἐκ τοῦ τῶν οἰκείων μὲν ἀποχωρῆσαι γνωρισμάτων, ἐπὶ δὲ τὰ συμβεβηκότα μὴ διὰ παντός, ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ μεταβῆναι. ταύτῃ τοι καὶ τὸ θερμαῖνον ἡγοῦνται πάντως ξηραίνειν. ἔγνωκα γὰρ ἔτι τοῦτο προσθεὶς οἷον κορωνίδα τε καὶ κεφαλήν τινα τῷ λόγῳ παντὶ καταπαύειν ἤδη τὸ δεύτερον γράμμα. θερμὸν γοῦν ὕδωρ ἐπαντλοῦντες ἑκάστοτε τοῖς φλεγμαίνουσι μορίοις, εἶθ’ ὁρῶντες αὐτῶν ἐκκενουμένην τὴν ὑγρότητα προφανῶς οἴονται δείκνυσθαι τὸ ξηραίνεσθαι πάντα πρὸς τῆς θερμασίας, οὐκ εἰ μετὰ ξηρότητος μόνον, ἀλλ’ εἰ καὶ μεθ’ ὑγρότητος εἴη. ἔστι δ’ οὐ ταὐτὸν ἢ κενῶσαί τινος ὑγρότητα παρεσπαρμένην ἔν τισι χώραις ἢ ξηροτέραν ἀπεργάσασθαι τὴν οἰκείαν κρᾶσιν. ἀνώμαλος γάρ τις ἐν τοῖς φλεγμαίνουσι μορίοις γίγνεται δυσκρασία, τῶν μὲν ὁμοιομερῶν σωμάτων οὔπω τῆς οἰκείας ἐξεστηκότων φύσεως, ἀλλ’ ἔτι μεταβαλλομένων τε καὶ ἀλλοιουμένων, ἐμπεπλησμένων δὲ τοῦ ῥεύματος ἁπασῶν τῶν μεταξὺ χωρῶν. ἅπαντ’ οὖν, ὅσα θερμὰ καὶ ὑγρὰ τὴν κρᾶσιν ἐστί, προσαγόμενα τοῖς οὕτω διακειμένοις ἐκκενοῖ μὲν τὸ περιττὸν ἐκεῖνο τὸ τὰς μεταξὺ χώρας τῶν ὁμοιομερῶν κατειληφός· αὐτὰ δὲ τὰ σώματα τοσοῦτον ἀποδεῖ τοῦ ξηραίνειν, ὥστε καὶ προσδίδωσιν τοῖς εἰρημένοις ἀποδείξεως, ἣν μακροτέραν τ’ εἶναι νομίζων δὲ τοῖς εἰρημένοις ἀποδείξεως, ἣν μακροτέραν τ’ εἶναι νομίζων ἢ ὥστε προσγράφεσθαι κατὰ τόνδε τὸν λόγον ἔτι τ’ ἀκροατοῦ δεομένην ἐπισταμένου περὶ φαρμάκων δυνάμεως, ἀναβάλλομαι τό γε νῦν διελθεῖν. ἀλλ’ ἐπειδὰν τὸν τρίτον λόγον περὶ κράσεων ἅπαντα διέλθω καὶ δείξω περὶ τῶν κατὰ δύναμιν ὑγρῶν καὶ ξηρῶν καὶ ψυχρῶν καὶ θερμῶν ἅπασαν τὴν μέθοδον, ἐφεξῆς οὕτω βιβλίον ὅλον ὑπὲρ ἀνωμάλου δυσκρασίας ἔγνωκα γράψαι. τελειωθήσεται γὰρ ἅπας ἡμῖν ὁ περὶ κράσεων λόγος εἴς τε τὴν θεραπευτικὴν μέθοδον οὐ σμικρὰς ἀφορμὰς παρέξει.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ

Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἢ τῷ τὴν ἄκραν δεδέχθαι ποιότητα τοιοῦτον εἶναί φαμεν ἢ ἐπικρατήσει τινὸς ἐξ αὐτῶν ἢ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβάλλοντες ἢ πρὸς ὁτιοῦν τῶν ἐπιτυχόντων, ἔμπροσθεν εἴρηται. δέδεικται δὲ καί, ὡς ἄν τις μάλιστα δύναιτο διαγιγνώσκειν ἀκριβῶς αὐτά. λοιπὸν δ’ ἂν εἴη περὶ τῶν δυνάμει τοιούτων διελθεῖν αὐτὸ πρότερον ἐξηγησαμένους τοὔνομα τί ποτε σημαίνει τὸ δυνάμει. σύντομος δὲ καὶ ῥᾴστη καὶ σαφὴς ἡ ἐξήγησις. ὃ γὰρ ἂν ὑπάρχῃ μὲν μήπω τοιοῦτον, οἷον λέγεται, πέφυκε δὲ γενέσθαι [τοιοῦτον], δυνάμει φαμὲν ὑπάρχειν αὐτό, λογικὸν μὲν τὸν ἄρτι γεγενημένον ἄνθρωπον, πτηνὸν δὲ τὸν ὄρνιν, καὶ θηρατικὸν μὲν τὸν κύνα, ταχὺν δὲ τὸν ἵππον, ὅπερ ἔσεσθαι πάντως ἕκαστον αὐτῶν μέλλει μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν αὐτῷ γενομένου, τοῦθ’ ὡς ὂν ἤδη λέγοντες. ὅθεν οἶμαι καὶ δυνάμει ταῦτα πάντα φαμὲν ὑπάρχειν, οὐκ ἐνεργείᾳ. τέλειον μὲν γάρ τι καὶ ἤδη παρὸν ἡ ἐνέργεια· τὸ δυνάμει δ’ ἀτελές τι καὶ μέλλον ἔτι καὶ οἷον ἐπιτήδειον μὲν εἰς τὸ γενέσθαι, μήπω δ’ ὑπάρχον ὃ λέγεται. οὔτε γὰρ τὸ βρέφος ἤδη λογικόν, ἀλλ’ ἔσεσθαι μέλλει, οὔθ’ ὁ γεγενημένος ἄρτι κύων ἤδη θηρατικός, ὅς γε μηδὲ βλέπει μηδέπω, τῷ δύνασθαι δ’, εἰ τελειωθείη, θηρᾶν οὕτως ὀνομάζεται. κυριώτατα μὲν οὖν ἐκεῖνα μόνα δυνάμει λέγομεν, ἐφ’ ὧν ἡ φύσις αὐτὴ πρὸς τὸ τέλειον ἀφικνεῖται μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν αὐτῇ γενομένου, ἤδη δὲ καὶ ὅσαι προσεχεῖς ὗλαι τῶν γιγνομένων εἰσίν. οὐδὲν δὲ διοίσει προσεχῆ λέγειν ἢ οἰκείαν ἢ ἰδίαν· ἐξ ἁπάντων γὰρ αὐτῶν δηλοῦται τὸ πλησίον καὶ μὴ διὰ μέσης ἄλλης μεταβολῆς, οἷον εἰ τὸ αἷμα δυνάμει σάρκα προσαγορεύοις ἐλαχίστης μεταβολῆς δεόμενον εἰς σαρκὸς γένεσιν. οὐ μὴν τό γ’ ἐν τῇ γαστρὶ πεπεμμένον σιτίον ὕλη προσεχὴς σαρκὸς ἀλλὰ διὰ μέσου τοῦ αἵματος· ἔτι δὲ μᾶλλον ἡ μάζα καὶ ὁ ἄρτος ἐπὶ πλέον ἀποκεχώρηκε· τριῶν γὰρ δεῖται μεταβολῶν εἰς σαρκὸς γένεσιν. ἀλλ’ ὅμως καὶ ταῦτα δυνάμει λέγεται σὰρξ καὶ πρὸ τούτων ἀὴρ καὶ πῦρ καὶ ὕδωρ καὶ γῆ καὶ ἡ τούτων αὐτῶν ὕλη κοινή. ταυτὶ μὲν οὖν ἅπαντα καταχρωμένων ἢ μᾶλλον ἢ ἧττον λέγεται. ὁ δὲ πρῶτος τρόπος ὁ κυριώτατός ἐστι τῶν δυνάμει τόδε τι λεγομένων ὑπάρχειν, ἐφεξῆς δ’ ὁ κατὰ τὴν οἰκείαν ὕλην, οἷον εἰ τὴν ἀναθυμίασιν τὴν καπνώδη φλόγα λέγοις ὑπάρχειν ἢ τὸν ἀτμὸν ἀέρα δυνάμει. λέγεται δέ ποτε δυνάμει καὶ τὸ τῷ κατὰ συμβεβηκὸς ἀντιδιαιρούμενον, οἷον εἰ τὴν ψυχρολουσίαν ἐπ’ εὐσάρκου νέου θερμαίνειν τις φαίη τὸ σῶμα κατὰ συμβεβηκός, οὐκ οἰκείᾳ δυνάμει. Κατὰ τοσούτους δὴ τρόπους καὶ τὰ δυνάμει θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ λεχθήσεται καὶ ζητηθήσεται δεόντως, τί δή ποτε καστόριον ἢ εὐφόρβιον ἢ πύρεθρον ἢ στρουθίον ἢ νίτρον ἢ μίσυ θερμὰ λέγομεν ἢ θριδακίνην ἢ κώνειον ἢ μανδραγόραν ἢ σαλαμάνδραν ἢ μήκωνα ψυχρά· πότερον τοῖς εἰρημένοις τρόποις ὑποπέπτωκεν ἢ κατ’ ἄλλον τινὰ λέγεται μηδέπω διῃρημένον. ἄσφαλτος μὲν γὰρ καὶ ῥητίνη καὶ στέαρ ἔλαιόν τε καὶ πίττα δυνάμει θερμά, διότι ῥᾳδίως ἐνεργείᾳ γίγνεται θερμά· καὶ γὰρ ἐκφλογοῦται τάχιστα καὶ τοῖς σώμασιν ἡμῶν προσαγόμενα θερμαίνει σαφέστατα. χαλκῖτις δὲ καὶ μίσυ καὶ νᾶπυ καὶ νίτρον ἄκορόν τε καὶ μῆον καὶ κόστος καὶ πύρεθρον ἡμῖν μὲν προσαγόμενα θερμαίνειν φαίνεται τὰ μὲν μᾶλλον αὐτῶν, τὰ δ’ ἧττον, οὐ μὴν ἐκφλογοῦσθαι πέφυκεν. ἢ παραλογίζονται σφᾶς αὐτοὺς οἱ τοῦτο μόνον ἐπισκοποῦντες, εἰ μὴ ῥᾳδίως ἐκφλογοῦνται; ἐχρῆν γὰρ οὐχ οὕτως, ἀλλ’ εἰ μηδ’ ἀνθρακοῦνται σκοπεῖν, ὡς οὐδέν γ’ ἧττον φλογὸς ὁ ἄνθραξ πῦρ. ἀλλ’ ἡ μὲν φλὸξ ἀέρος ἐκπυρωθέντος ἤ τινος ἀερώδους σώματος, ὁ δ’ ἄνθραξ γῆς ἤ τινος γεώδους γίγνεται. καὶ δὴ μέχρι τοῦδε συμφωνεῖν ὁ λόγος ἔοικεν ἑαυτῷ πάντη· φαίνεται γὰρ ὅσα πυρὸς ἁπτόμενα φάρμακα ῥᾳδίως ἐκπυροῦται, ταῦτα καὶ ἡμᾶς θερμαίνοντα, πλὴν εἴ τι διὰ τὸ παχυμερὲς εἶναι μὴ παραδέχεται ῥᾳδίως εἴσω τὸ σῶμα. διορισθήσεται γὰρ ἐπὶ πλέον ὑπὲρ τούτων ἐν τοῖς περὶ φαρμάκων δυνάμεως. ὅσα μέντοι τὸ σῶμα τὸ ἡμέτερον φαίνεται θερμαίνοντα, ταῦθ’ ἑτοίμως ἐκπυροῦται. πῶς οὖν, φασίν, ἁπτομένοις οὐ φαίνεται θερμά; τοῦτο δ’ οὐκ οἶδα, τίνος ἕνεκα λέγουσιν. εἰ μὲν γὰρ ἐνεργείᾳ τε καὶ ἤδη θερμὸν ἐλέγομεν ἕκαστον τῶν εἰρημένων ὑπάρχειν, ἦν ἂν δήπου θαυμαστόν, ὅπως ἁπτομένοις οὐ φαίνεται θερμά. νυνὶ δὲ τῷ δύνασθαι γενέσθαι ῥᾳδίως θερμὰ δυνάμει προσαγορεύομεν τὰ τοιαῦτα. θαυμαστὸν οὖν οὐδὲν [πέπονθεν], εἰ μήπω θερμαίνει τοὺς ψαύοντας αὐτῶν. ὡς γὰρ οὐδὲ τὸ πῦρ αὔξει τὰ ξύλα πρὶν ὑπ’ αὐτοῦ νικηθέντα μεταβληθῆναι καὶ τοῦτο πάντως ἔν τινι χρόνῳ γίγνεται, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὴν ἐν τοῖς ζῴοις θερμασίαν τὰ φάρμακα, εἰ μὴ πρότερον ὑπ’ αὐτῆς ἐκείνης μεταβληθείη. καθ’ ἕτερον μὲν γὰρ τρόπον ὁ παρὰ πυρὶ θαλπόμενος ἢ ἐν ἡλίῳ θερμαίνεται, καθ’ ἕτερον δ’ ὁ ὑφ’ ἑκάστου τῶν εἰρημένων φαρμάκων· ἐκεῖνα μὲν γὰρ ἐνεργείᾳ θερμά, τῶν φαρμάκων δ’ οὐδέν. οὔκουν οὐδὲ θερμαίνειν ἡμᾶς δύναται πρὶν ἐνεργείᾳ γενέσθαι τοιαῦτα, τὸ δ’ ἐνεργείᾳ παρ’ ἡμῶν αὐτῶν λαμβάνει, καθάπερ οἱ ξηροὶ κάλαμοι παρὰ τοῦ πυρός. οὕτω δὲ καὶ τὰ ξύλα ψυχρὰ μὲν ἅπαντα κατά γε τὴν ἑαυτῶν φύσιν, ἀλλὰ τὰ μὲν ξηρότερά τε καὶ σμικρὰ ῥᾳδίως εἰς πῦρ μεταβάλλει, τὰ δ’ ὑγρότερά τε καὶ μεγάλα χρόνου δεῖται πλείονος. Οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ τὰ φάρμακα πρῶτον μὲν εἰς λεπτὰ καὶ σμικρὰ καταθραυσθῆναι δεῖται, δεύτερον δὲ χρόνῳ τινὶ κἂν ἐλαχίστῳ τοῖς σώμασιν ἡμῶν ὁμιλῆσαι πρὸς τὸ γενέσθαι θερμά. σὺ δ’, εἰ μήτε καταθραύσας αὐτὰ μήτε θερμήνας πρότερον ἀξιοῖς ἤδη φαίνεσθαι θερμά, τί ποτε σημαίνει τὸ δυνάμει θερμόν, ἐπιλελῆσθαί μοι δοκεῖς· ὡς ἐνεργείᾳ γοῦν θερμὰ βασανίζεις αὐτά. καὶ μὴν οὐδ’ ἐκεῖνο θαυμαστόν, εἰ θερμανθῆναι δεῖται πρότερον, ἵν’ ἀντιθερμήνῃ. γίγνεται γὰρ δὴ τοῦτο καὶ κατὰ τὴν τῶν ξύλων εἰκόνα. τὴν γοῦν ἀποσβεννυμένην φλόγα διασώζει θ’ ἅμα καὶ αὔξει θερμαινόμενα πρότερον ὑπ’ ἐκείνης αὐτῆς. οὔκουν ἀπεικός ἐστιν οὐδὲ τὴν ἐν τοῖς ζῴοις θερμασίαν οἷον τροφῇ τινι χρῆσθαι τοῖς τοιούτοις φαρμάκοις ὡς τὸ πῦρ τοῖς ξύλοις. οὕτω γὰρ δὴ καὶ φαίνεται γιγνόμενον. εἰ δὲ κατεψυγμένῳ σώματι περιπάττοις ὁτιοῦν αὐτῶν ἀκριβῶς λεπτὸν ἐργασάμενος, οὐδ’ ὅλως θερμαίνεται καὶ διὰ τοῦτο τρίβομεν ἐπὶ πλεῖστον τὰ κατεψυγμένα μόρια τοῖς τοιούτοις φαρμάκοις, ἅμα μὲν ἀνάπτοντες τῇ τρίψει θερμασίαν, ἅμα δ’ ἀραιὸν ἐργαζόμενοι τὸ τέως ὑπὸ τῆς ψύξεως πεπυκνωμένον, ἵν’ εἴσω τε δύῃ τὸ φάρμακον ὁμιλοῦν τε τῷ συμφύτῳ τοῦ ζῴου θερμῷ μεταβάλληταί τε καὶ θερμαίνηται. καὶ γὰρ εἰ μόριον αὐτοῦ τι σμικρότατον ἐνεργείᾳ κτήσαιτο τὴν θερμασίαν, εἰς ἅπαν οὕτω διαδίδωσι κατὰ τὸ συνεχές, ὡς εἰ καὶ τῆς δᾳδὸς ἅψαις τὸ ἄκρον ἀπὸ σμικροῦ σπινθῆρος· ἅπασαν γὰρ καὶ ταύτην ἐπινέμεται ῥᾳδίως τὸ πῦρ οὐδὲν ἔτι τοῦ σπινθῆρος δεόμενον. ἕκαστον οὖν τῶν δυνάμει θερμῶν οὔπω μὲν ἐν τῇ φύσει πλεονεκτοῦν ἔχει τὸ θερμὸν τοῦ ψυχροῦ, πλησίον δ’ ἤδη τοῦ πλεονεκτεῖν ἐστιν, ὥστε βραχείας τῆς ἔξωθεν ἐπικουρίας δεῖσθαι πρὸς τὸ κρατῆσαι, καὶ ταύτην αὐτῷ ποτε μὲν ἡ τρῖψις ἱκανὴ παρασχεῖν ἐστι, ποτὲ δ’ ἤτοι τὸ πῦρ ἤ τι τῶν φύσει θερμῶν σωμάτων ἁπτόμενον τούτου. Οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί τὰ μὲν εὐθὺς ἅμα τῷ ψαῦσαι τοῦ σώματος ἡμῶν ἀντιθερμαίνειν αὐτὸ πέφυκε, τὰ δ’ ἐν πλείονι χρόνῳ δρᾷ τοῦτο. καὶ γὰρ καὶ τῶν πλησιαζόντων τῷ πυρὶ τὰ μὲν εὐθὺς ἐξάπτεται, καθάπερ ἡ θρυαλλὶς καὶ ἡ δᾲς ἡ λεπτὴ ἥ τε πίττα καὶ ὁ κάλαμος ὁ ξηρός, τὰ δ’, εἰ μὴ πολλῷ χρόνῳ πλησιάσειεν, οὐ νικᾶται, καθάπερ τὸ ξύλον τὸ χλωρόν. ἀλλὰ μᾶλλον ἐκεῖνο διελέσθαι δικαιότερον, οὗ τὴν μὲν ἀπόδειξιν ἐν τοῖς Περὶ φυσικῶν  δυνάμεων ἐροῦμεν, ἐξ ὑποθέσεως δ’ ἂν ἕνεκα τῶν παρόντων καὶ νῦν αὐτῷ χρησαίμεθα, τέτταρας μὲν εἶναι παντὸς σώματος δυνάμεις, ἑλκτικὴν μὲν τῶν οἰκείων μίαν, ἑτέραν δὲ τὴν τούτων αὐτῶν καθεκτικὴν καὶ τρίτην 〈τὴν〉 ἀλλοιωτικὴν καὶ τετάρτην ἐπ’ αὐταῖς τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν, εἶναί τε ταύτας τὰς δυνάμεις ὅλης τῆς οὐσίας ἑκάστου τῶν σωμάτων, ἣν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαί φαμεν. ἐπειδὰν δὲ κατὰ μίαν ἡντινοῦν τῶν ἐν αὑτῷ ποιοτήτων τὸ σῶμα μεταβάλλῃ τὸ πλησιάζον, οὔτε καθ’ ὅλην ἐνεργεῖν αὑτοῦ τηνικαῦτα τὴν οὐσίαν ὑποληπτέον οὔτ’ ἐξομοιωθῆναι δύνασθαι [ποτὲ] τὸ μεταβαλλόμενον· ὥστ’ οὐδὲ θρέψειεν ἄν ποτε τὸ οὕτω μεταβληθὲν οὐδὲν τῶν μεταβαλλόντων. εἰ δ’ ἱκανῶς μεταβάλλοι, τουτέστι καθ’ ὅλην αὑτοῦ τὴν οὐσίαν ἐνεργῆσαν, ἐξομοιώσειεν ἂν οὕτως ἑαυτῷ καὶ τραφείη πρὸς τοῦ μεταβληθέντος· οὐδὲ γὰρ ἄλλο τι θρέψις ἐστὶ παρὰ τὴν τελείαν ὁμοίωσιν.

Ἐπειδὴ δὲ ταῦτα διώρισται, πάλιν ἐκεῖθεν ἀρκτέον τοῦ λόγου. τῶν ζῴων ἕκαστον οἰκείαις τρέφεται τροφαῖς· οἰκεία δ’ ἐστὶν ἑκάστῳ τροφὴ πᾶν ὅ τι ἂν ἐξομοιωθῆναι δύνηται τῷ τρεφομένῳ σώματι. χρὴ τοίνυν ὅλην τὴν οὐσίαν τοῦ τρέφοντος ὅλῃ τῇ τοῦ τρεφομένου φύσει κοινωνίαν τέ τινα καὶ ὁμοιότητα κεκτῆσθαι, πάντως οὐκ ὀλίγης οὐδ’ ἐνταῦθα τῆς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ὑπαρχούσης διαφορᾶς· τὰ μὲν γὰρ μᾶλλον οἰκεῖά τ’ ἐστὶ καὶ ὅμοια, τὰ δ’ ἧττον, ὥστε καὶ τῆς κατεργασίας τὰ μὲν ἰσχυροτέρας τε καὶ πολυχρονιωτέρας, τὰ δ’ ἀσθενεστέρας θ’ ἅμα καὶ ὀλιγοχρονιωτέρας προσδεῖσθαι, τὸ μὲν ὀρνίθειον ἐλάττονος, τὸ δὲ χοίρειον πλείονος, τὸ δὲ βόειον ἔτι πλείονος. ἐλαχίστης δὲ δεῖται μεταβολῆς εἰς ἐξομοίωσιν ὁ οἶνος, ὅθεν καὶ τρέφει καὶ ῥώννυσι τάχιστα. πάντως μὲν οὖν καὶ τοῦτον ὁμιλῆσαι χρὴ τοῖς πεπτικοῖς ὀργάνοις, γαστρί τε καὶ ἥπατι καὶ φλεψίν, ἐν οἷς ἂν προκατεργασθεὶς τρέφειν ἤδη δύναιτο τὸ σῶμα· πρὶν δὲ τῆς ἐν τούτοις μεταβολῆς ἐπιτυχεῖν οὐχ οἷόν τ’ αὐτῷ τροφὴν ζῴου γενέσθαι, κἂν εἰ δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐπικείμενος ἔξωθεν εἴη τῷ χρωτί. πολὺ δὲ δὴ μᾶλλον ἄρτος ἔξωθεν ἐπικείμενος ἢ τεῦτλον ἢ μάζα τρέφειν ἀδύνατα. τὰ μὲν οὖν ὁμοιούμενα πάντη τροφαί, τὰ δ’ ἄλλα σύμπαντα φάρμακα καλεῖται. διττὴ δὲ καὶ τούτων ἡ φύσις· ἢ γὰρ οἷάπερ ἐλήφθη διαμένοντα νικᾷ καὶ μεταβάλλει τὸ σῶμα, καθ’ ὃν τρόπον ἐκεῖνο τὰ σιτία, καὶ πάντως ταῦτα τὰ φάρμακα δηλητήριά τε καὶ φθαρτικὰ τῆς τοῦ ζῴου φύσεώς ἐστιν, ἢ μεταβολῆς ἀρχὴν παρὰ τοῦ σώματος λαβόντα σήπεται τοὐντεῦθεν ἤδη καὶ διαφθείρεται κἄπειτα συνδιασήπει τε καὶ συνδιαφθείρει τὸ σῶμα· δηλητήρια δ’ ἐστὶν ἔτι καὶ ταῦτα. τρίτον δ’ ἐπ’ αὐτοῖς ἐστιν εἶδος φαρμάκων τῶν ἀντιθερμαινόντων μὲν τὸ σῶμα, κακὸν δ’ οὐδὲν ἐργαζομένων καὶ τέταρτον, ὅσα καὶ ποιοῦντά τι καὶ πάσχοντα νικᾶται τῷ χρόνῳ καὶ τελέως ἐξομοιοῦται. συμπέπτωκε δὲ τούτοις ἅμα τε φαρμάκοις εἶναι καὶ τροφαῖς. Θαυμαστὸν δ’ οὐδέν, εἰ βραχείας ἀφορμῆς ἔνια λαβόμενα μεγίστην ἐκτροπὴν ἴσχει τῆς ἀρχαίας φύσεως. ὁρᾶται γοῦν καὶ τῶν ἔξω πολλὰ τοιαῦτα. κατὰ μέν γε τὴν ἐπὶ τῆς Ἀσίας Μυσίαν οἰκία ποτὲ κατεκαύθη τρόπῳ τοιῷδε· κόπρος ἀπέκειτο περιστερῶν ἤδη σεσηπυῖα καὶ τεθερμασμένη καὶ ἀτμὸν ἀναπέμπουσα καὶ ἁπτομένοις ἱκανῶς θερμή. ταύτης δὲ πλησίον ἦν, ὡς καὶ ψαύειν ἤδη, θυρὶς ἔχουσα ξύλα νεωστὶ καταληλιμμένα ῥητίνῃ πολλῇ. θέρους οὖν μέσου λάβρος ἥλιος προσβαλὼν ἐξῆψε τὴν ῥητίνην τε καὶ τὰ ξύλα. κἀντεῦθεν ἤδη θύραι τινὲς ἕτεραι πλησίον ὑπάρχουσαι καὶ θυρίδες ἔναγχος ἐξαληλιμμέναι ῥητίνῃ ῥᾳδίως τε διεδέξαντο τὸ πῦρ καὶ μέχρι τῆς ὀροφῆς ἐξέτειναν. ἐπεὶ δ’ ἅπαξ ἐκείνης ἡ φλὸξ ἐλάβετο, ταχέως ἐπὶ πᾶσαν ἐνεμήθη τὴν οἰκίαν. οὕτω δέ πως, οἶμαι, καὶ τὸν Ἀρχιμήδην φασὶ διὰ τῶν πυρείων ἐμπρῆσαι τὰς τῶν πολεμίων τριήρεις. ἀνάπτεται δ’ ἑτοίμως ὑπὸ πυρείου καὶ ἔριον καὶ στυπεῖον καὶ θρυαλλὶς καὶ νάρθηξ καὶ πᾶν ὅ τι ἂν ὁμοίως ᾖ ξηρόν τε καὶ χαῦνον. ἐξάπτουσι δὲ φλόγα καὶ λίθοι παρατριβόμενοι καὶ μᾶλλον ἢν θείου τις αὐτοῖς ἐπιπάσσῃ. καὶ τὸ τῆς Μηδείας δὲ φάρμακον τοιοῦτον ἦν. πάντα γοῦν ἀνάπτεται προσβαλλούσης θερμασίας οἷς ἂν ἐπαλειφθῇ. σκευάζεται δ’ ἐκεῖνο διά τε θείου καὶ τῆς ὑγρᾶς ἀσφάλτου. καὶ μὲν δὴ καὶ ὡς θαῦμά τις ἐδείκνυ· ἀποσβεννὺς λύχνον αὖθις ἧπτε τοίχῳ προσφέρων· ἕτερος δὲ λίθῳ προσέφερεν· ἐτεθείωτο δ’ ἄρα καὶ ὁ τοῖχος καὶ ὁ λίθος. καὶ ὡς ἐγνώσθη τοῦτο, θαυμαστὸν οὐκέτ’ ἦν τὸ γιγνόμενον. Πάντ’ οὖν ταῦτα τὰ φάρμακα θερμὰ μὲν οὔπω τελέως ἐστίν, ἐπιτηδειότατα μέντοι πρὸς τὸ γενέσθαι θερμὰ καὶ διὰ τοῦτο δυνάμει θερμὰ λέγεται. περὶ μὲν δὴ τούτων οὐδὲν ἄπορον, ἀλλ’ οὐδὲ διὰ τί πινόμενος μὲν ὁ οἶνος ἱκανῶς θερμαίνει τὸ σῶμα, κατὰ δὲ τοῦ δέρματος ἐπιτιθέμενος οὐ θερμαίνει. δέδεικται γὰρ ὀλίγῳ πρότερον οὐχ ἁπλῶς ὡς θερμὸν φάρμακον ἀλλ’ ὡς οἰκεία τροφὴ θερμαίνων τὸ ζῷον. ὡς γὰρ αἱ τοῦ πυρὸς ἐπιτήδειοι τροφαὶ τὸ πῦρ αὔξουσιν, οὕτω καὶ τῶν φύσει θερμῶν σωμάτων ὅ τί περ ἂν οἰκεία τε καὶ σύμφυτος ὑπάρχῃ τροφὴ ῥώσει τε πάντως αὐτὰ καὶ τὴν ἔμφυτον αὐξήσει θερμασίαν. καὶ τοῦτο μὲν ἁπάσης τροφῆς κοινόν· οἴνῳ δ’ ἴδιον ἐξαίρετον ὑπάρχει τὸ τάχος τῆς μεταβολῆς ὡς δᾳδὶ καὶ θρυαλλίδι καὶ στυπείῳ καὶ πίττῃ. καὶ δὴ καὶ τῆς εἰκόνος ἐχόμενοι τοῦ πυρὸς ἀναμνησθῶμεν αὖθις ξύλων ὑγρῶν, ἃ τροφὴ μέν ἐστι καὶ αὐτὰ τοῦ πυρός, ἀλλ’ οὐκ εὐθὺς οὐδ’ ἐκ τοῦ παραχρῆμα, καὶ διὰ τοῦτ’ ἐπιβληθέντα [πολλάκις] τῷ πυρὶ κατακρύπτει τε τὴν φλόγα καὶ μάλιστ’ ἂν ἀσθενὴς ὑπάρχῃ καὶ σμικρά, καὶ κίνδυνον ἐπάγει φθορᾶς. οὕτως οὖν κἀν τοῖς ζῴοις ὅσα τῶν ἐδεσμάτων, ἵν’ ἐξομοιωθῇ τελέως καὶ θρέψῃ τὸ σῶμα, χρόνου δεῖται, ψῦχος μᾶλλον ἐπάγειν ἢ θάλπος ἐν τῷ παραυτίκα φαίνεται. θερμαίνει μὴν ἐν τῷ χρόνῳ καὶ ταῦτα, παραπλησίως τοῖς ἄλλοις ἐδέσμασιν, εἰ μόνον αὐτοῖς προσγένοιτο τὸ θρέψαι τὸ σῶμα. τροφὴ γὰρ ἅπασα κατὰ τὸν ἑαυτῆς λόγον αὔξει τὸ τοῦ ζῴου θερμόν. εἰ δὲ καταποθείη μὲν ὡς τροφή, μὴ μέντοι κρατηθείη μηδ’ ἐξομοιωθείη, τοῦτ’ ἐκεῖνο τὸ πρὸς Ἱπποκράτους εἰρημένον, εἴη ἂν ὄνομα τροφῆς, ἔργον δ’ οὐχί. τριχῶς γὰρ τῆς τροφῆς λεγομένης, ὡς καὶ τοῦτ’ αὐτὸς ἐδίδαξεν εἰπών· "τροφὴ δὲ τὸ τρέφον, τροφὴ καὶ τὸ οἷον τροφὴ καὶ τὸ μέλλον", ἡ μὲν ἤδη τρέφουσα καὶ προστιθεμένη καὶ μηκέτι μέλλουσα κυρίως ὀνομάζεται τροφὴ καὶ θερμαίνει πάντως τὸ τρεφόμενον σῶμα, τῶν δ’ ἄλλων οὐδετέρα, διότι μηδὲ τροφὴ κυρίως ἐστίν, ἀλλὰ τὸ μὲν οἷον τροφή, τὸ δ’ ὅτι μέλλει τοιοῦτον γενήσεσθαι. ταῦτ’ ἄρα καὶ αὐτὸς ὁ οἶνος οὐκ ἀεὶ θερμαίνει τὸ ζῷον, ὥσπερ οὐδὲ τοὔλαιον ἀνάπτει τὴν φλόγα, καίτοι γ’ οἰκειοτάτη τροφὴ πυρὸς ὑπάρχον, ἀλλ’ ἐὰν ἀσθενεῖ καὶ σμικρᾷ φλογὶ καταχέῃς ἔλαιον ἀθρόον καὶ πολύ, καταπνίξεις καὶ τελέως ἀποσβέσεις αὐτὴν μᾶλλον ἢ αὐξήσεις. οὕτως οὖν καὶ ὁ οἶνος, ἐπειδὰν πολὺς ὡς μὴ κρατεῖσθαι πίνηται, τοσοῦτον ἀποδεῖ τοῦ θερμαίνειν τὸ ζῷον, ὥστε καὶ πάθη ψυχρότατα γεννᾷ· ἀποπληξίαι γοῦν καὶ παραπληξίαι καὶ κάροι καὶ κώματα καὶ παραλύσεις ἐπιληψίαι τε καὶ σπασμοὶ καὶ τέτανοι ταῖς ἀμέτροις οἴνου πόσεσιν ἕπονται, ψυχρὰ σύμπαντα πάθη. καθόλου γὰρ ὅσα τῶν εἰς τὸ σῶμα λαμβανομένων ὡς τροφὴ θερμαίνει, ταῦθ’ εὕροις ἄν ποτε καὶ ψύχοντα, καθότι καὶ τὴν φλόγα πρὸς τῆς αὐτῆς ὕλης οὐκ αὐξανομένην μόνον, ἀλλὰ καὶ σβεννυμένην ἐνίοτε. ταυτὶ μὲν οὖν ἔοικεν ὁμολογεῖν ἅπαντα τοῖς τε περὶ τῶν στοιχείων καὶ τοῖς περὶ τῶν κράσεων λογισμοῖς.

Ἐκεῖνο δ’ ἂν ἴσως δόξειε διαφέρεσθαι τό τινα τῶν ἐσθιομένων ἐν τροφῆς χρείᾳ κατὰ τοῦ δέρματος ἐπιτιθέμενα  διαβιβρώσκειν τε καὶ ἑλκοῦν αὐτό, καθάπερ νᾶπυ καὶ τάριχος σκόροδά τε καὶ κρόμυα. καίτοι καὶ τοῦτο συμφωνεῖ τοῖς ἐξ ἀρχῆς ὑποκειμένοις· ἅμα μὲν γὰρ ὅτι μεταβάλλεται καὶ ἀλλοιοῦται κατά τε τὴν γαστέρα πεττόμενα κἀν ταῖς φλεψὶν αἱματούμενα, πρὸς δὲ τούτοις καὶ διότι μὴ μένει καθ’ ἕνα τόπον, ἀλλ’ εἰς πολλὰ μερίζεται πάντη φερόμενα, καὶ πρὸς τούτοις διότι μίγνυται καὶ χυμοῖς πολλοῖς καὶ τοῖς ἅμ’ αὐτοῖς λαμβανομένοις σιτίοις, ἔτι τε πρὸς τούτοις ὅτι διὰ ταχέων ἥ τε πέψις αὐτῶν γίγνεται καὶ ἡ διάκρισις, ὡς τὸ μὲν οἰκεῖον ἐξομοιωθῆναι, τὸ δὲ περιττὸν ἐν αὐτοῖς καὶ δριμὺ διὰ γαστρὸς θ’ ἅμα καὶ οὔρων καὶ ἱδρώτων ἐκκριθῆναι, διὰ ταῦτα πάντα τὸ ἔξωθεν ἑλκοῦν ἐσθιόμενον οὐχ ἑλκοῖ. καίτοι κἂν εἰ τῶν εἰρημένων ἓν ὁτιοῦν ὑπῆρχεν αὐτοῖς, ἱκανὸν ἂν ἦν δήπουθεν ἀβλαβῆ φυλάξαι τὰ ἐντός, οἷον, εἰ τύχοι, τὸ μεταβάλλειν πρῶτον. εἰ γὰρ οὐ μένει τὸ νᾶπυ τοιοῦτον, οἷον ἔξωθεν ἐλήφθη, δῆλον, ὡς οὐδὲ τὴν δύναμιν αὐτοῦ μένειν ἀξιώσεις· εἰ δὲ καὶ διακρίνεται καὶ καθαίρεται, πολὺ δὴ καὶ μᾶλλον. ἤρκει δὲ καὶ τὸ μὴ χρονίζειν ἐν ἑνὶ χωρίῳ. φαίνεται γὰρ οὐδὲ περὶ τὸ δέρμα δρᾶσαί τι δυνάμενον ἄνευ χρόνου πλείονος. ἀλλὰ καὶ τὸ μίγνυσθαι πολλοῖς ἑτέροις σιτίοις οὐ σμικρὸν οὐδ’ αὐτό. γνοίης δ’ ἄν, εἰ μόνον αὐτὸ προσενέγκοις χωρὶς τῶν ἄλλων σιτίων, ὅσην ἀνίαν τε καὶ δῆξιν ἐπιφέρει τῇ γαστρί. καὶ μὲν δὴ κἂν εἰ πολλοῖς γλυκέσι χυμοῖς ἀναμίξας αὐτὸ κατὰ τοῦ δέρματος ἐπιθείης, οὐδὲν ἐργάσεται φαῦλον. ὁπότ’ οὖν ἕκαστον τῶν εἰρημένων ἱκανόν ἐστι καθ’ ἑαυτὸ κωλῦσαι τὸ νᾶπυ δρᾶσαί τι τοιοῦτον ἐντός, οἷον ἐκτὸς ἔδρα περὶ τὸ δέρμα, πολὺ δήπου μᾶλλον οἶμαι πάνθ’ ἅμα συνελθόντα. καὶ γὰρ ἀλλοιοῦται πεττόμενον καὶ διακρίνεται καὶ καθαίρεται καὶ πολλοῖς ἑτέροις ἀναμίγνυται καὶ μερίζεται πολλαχῇ καὶ πάντη φέρεται καὶ χρονίζει κατ’ οὐδὲν τῶν μορίων. ὅτι δ’, εἴπερ ἔμενε δριμύ, πάντως ἂν ἥλκωσε καὶ τὰ ἐντός, ἐκ τῶν αὐτομάτων ἑλκῶν ἐπιγνώσῃ. γίγνεται γὰρ πολλοῖς πολλάκις τοῖς μὲν ἐξ ἐδεσμάτων μοχθηρῶν, τοῖς δ’ ἔκ τινος ἐν αὐτῷ τῷ σώματι διαφθορᾶς καὶ σηπεδόνος ἡ καλουμένη κακοχυμία καὶ τούτοις ἐνίοτε μὲν ἑλκοῦταί τι καὶ τῶν ἐντός, ὡς τὰ πολλὰ δὲ τῷ τὴν φύσιν ἀποτρίβεσθαι τὰ κατὰ τὴν ἕξιν περιττώματα πρὸς τὸ δέρμα τοῦθ’ ἑλκοῦται πολλοῖς καὶ συνεχέσιν ἕλκεσι. καρκῖνός τε γὰρ καὶ φαγέδαινα καὶ ἕρπης ὁ ἀναβιβρωσκόμενος ἄνθρακές τε καὶ τὰ χειρώνεια καὶ τηλέφεια καλούμενα καὶ ἄλλαι μυρίαι γενέσεις ἑλκῶν ἔκγονοι τῆς τοιαύτης εἰσὶ κακοχυμίας. οὔτ’ οὖν τῶν τοιούτων οὐδὲν ἄπορον οὔτε διὰ τί τῶν φαρμάκων ἔνια μὲν οὐδὲν ἡμᾶς ἔξωθεν ἀδικοῦντα μέγα τι κακὸν ἐργάζεται καταποθέντα. τινὰ δὲ πολλάκις μὲν ἔβλαψεν εἴσω ληφθέντα, πολλάκις δ’ ὠφέλησεν· ἔνια δ’ οὐ μόνον ἔσωθεν ἀλλὰ καὶ ἔξωθεν ἀδικεῖ. συλλήβδην δ’ εἰπεῖν οὐδὲν ὁμοίως ἔσωθέν τε καὶ ἔξωθεν ἐνεργεῖν πέφυκεν. οὔτε γὰρ ὁ τοῦ λυττῶντος κυνὸς ἀφρὸς οὔθ’ ὁ τῆς ἀσπίδος οὔθ’ ὁ τῆς ἐχίδνης ἰός, οἳ δὴ καὶ χωρὶς ἕλκους ἔξωθεν προσπεσόντες ἀδικεῖν πεπίστευνται, τὴν ἴσην ἔχουσι δύναμιν ἢ τῷ δέρματι μόνον ὁμιλήσαντες ἢ εἴσω μεταληφθέντες. οὐ μὴν οὐδ’ ἐκεῖνο θαυμάζειν ἄξιον, εἴ τινων φαρμάκων οὐκ ἐξικνεῖται πρὸς τὸ βάθος ἡ δύναμις· οὐ γὰρ ἀναγκαῖον ἅπαντα τὴν αὐτὴν ἔχειν ἰσχύν. εἰ δὲ πολλὰ τῶν εἴσω λαμβανομένων ἐν μὲν τῷδε τῷ καιρῷ καὶ μετὰ τοσῆσδε ποσότητος καὶ τῆς πρὸς τάδε μίξεως ὠφέλησεν, ἀκαίρως δὲ καὶ πολλὰ καὶ ἄμικτα ληφθέντα βλάβην ἤνεγκεν, οὐδὲν οὐδ’ ἐντεῦθεν ἀπόρημα τῷ λόγῳ. καὶ γὰρ καὶ τοῖς σιτίοις ὑπάρχει τοῦτό γε καὶ τῷ πυρὶ καὶ πᾶσιν ὡς οὕτω φάναι τοῖς προσπίπτουσι τῷ σώματι. συμμέτρου γοῦν φλογὸς ἔστιν ὅτε δεόμεθα καὶ χρώμενοι μεγάλως πρὸς αὐτῆς ὀνινάμεθα καίτοι τῆς ἀμέτρου καιούσης ἡμᾶς. οὕτω δὲ καὶ ψυχροῦ πόσις ἡ μὲν σύμμετρος ὀνίνησιν, ἡ δ’ ἄμετρος ἐσχάτως βλάπτει. τί τοίνυν θαυμαστὸν εἶναί τι φάρμακον οὕτω δυνάμει θερμόν, ὡς, εἰ μὲν πολύ τε λαμβάνοιτο καὶ κενῷ τῷ σώματι προσφέροιτο, διαβιβρώσκειν τε καὶ κατακαίειν αὐτό, εἰ δὲ παντελῶς ὀλίγον εἴη ἢ καὶ σὺν τοῖς κολάζουσι τὴν ἰσχὺν αὐτοῦ, πρὸς τῷ βλάπτειν μηδὲν ἔτι καὶ θερμαῖνον ὠφελεῖν; ὀπὸν γοῦν ἤτοι τὸν Κυρηναϊκὸν ἢ τὸν Μηδικὸν ἢ τὸν Παρθικὸν αὐτὸν καθ’ ἑαυτὸν οὐκ ἔνεστιν ἀλύπως λαβεῖν· ἀλλ’ εἰ παντελῶς ὀλίγος ἢ σὺν ἄλλοις ἐν καιρῷ προσήκοντι ληφθείη, μεγάλως ὠφελεῖ. Ταυτὶ μὲν οὖν ὅσα θερμαίνει τὸ σῶμα, μεταβολῆς ἀρχὴν ἐν αὐτῷ λαβόντα, καθότι πρόσθεν ἐρρέθη, πάλιν ἀντιθερμαίνειν αὐτὸ πέφυκεν· ὅσα δὲ ψύχει, καθάπερ ὀπὸς μήκωνος, οὐ μεταβάλλεται πρὸς τοῦ σώματος οὐδ’ ἐπ’ ὀλίγον, ἀλλ’ εὐθὺς αὐτὸ νικᾷ καὶ μεταβάλλει, κἂν εἰ θερμήνας αὐτὰ δοίης. ἔστι γὰρ ἡ σφῶν αὐτῶν φύσις ψυχρά, καθότι καὶ τὸ ὕδωρ ὀρθῶς οὖν καὶ τοῦτο σὺν πολλοῖς ἄλλοις ὑπ’ Ἀριστοτέλους εἴρηται, τὸ τῶν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν σωμάτων τὰ μὲν εἶναι καθ’ ἑαυτὰ τοιαῦτα, τὰ δὲ κατὰ συμβεβηκός, οἷον καὶ τὸ ὕδωρ καθ’ ἑαυτὸ μὲν ψυχρόν, κατὰ συμβεβηκὸς δέ ποτε καὶ θερμόν. ἀλλ’ ἡ μὲν ἐπίκτητος αὐτοῦ θερμασία ταχέως ἀπόλλυται, μένει δ’ ἡ σύμφυτος ψυχρότης. ὡς οὖν ὕδωρ θερμὸν ἐπιβληθὲν φλογὶ κατασβέννυσιν αὐτήν, οὕτω καὶ τὸ μηκώνιον εἰ καὶ ὅτι μάλιστα θερμήνας δοίης, ἀποψύξεις τε τὴν ἐν τῷ ζῴῳ θερμασίαν καὶ κίνδυνον ἐπάξεις θανάτου. πάντ’ οὖν τὰ τοιαῦτα φάρμακα βραχέα τε διδόμενα καὶ σὺν τοῖς κολάζειν αὐτῶν τὸ σφοδρὸν τῆς ψύξεως δυναμένοις ἔστιν ὅτε χρείαν τινὰ παρέχει τοῖς σώμασιν ἡμῶν, ὡς ἐν τοῖς περὶ φαρμάκων εἰρήσεται. καὶ γὰρ δὴ καὶ τὸ διὰ τῶν κανθαρίδων φάρμακον ἱκανῶς ὀνίνησι τοὺς ὑδερικούς, καίτοι τοὐπίπαν ἑλκοῖ τὴν κύστιν ἡ κανθαρίς· ἀλλ’ ἐπειδὰν ὑπό τε τῶν μιχθέντων αὐτῇ κολασθῇ καὶ σώματι προσάγηται παμπόλλην ὑγρότητα περιέχονται, κενοῖ διὰ τῶν οὔρων αὐτό. μάλιστ’ οὖν χρὴ προσέχειν τὸν νοῦν ἐν ἅπασι τοῖς δυνάμει θερμοῖς ἢ ψυχροῖς εἶναι λεγομένοις, εἴτε τῆς φύσεώς ἐστι τῶν τρέφειν δυναμένων εἴτε μόνην ἀφορμὴν ἀλλοιώσεως λαμβάνοντα κἄπειτα κατὰ τὴν οἰκείαν φύσιν ἀλλοιούμενα διατίθησί πως τὸ σῶμα καὶ τρίτον ἐπὶ τούτοις, εἰ μηδ’ ὅλως ἀλλοιοῦται πρὸς αὐτοῦ κατὰ μηδέν. εἰ μὲν γὰρ ἐκ τοῦ γένους εἴη τῶν τρεφόντων, εἰ μὲν κρατηθείη, θερμαίνει, μὴ κρατηθέντα δὲ ψύχει· εἰ δὲ τῶν ἐπ’ ὀλίγον ποσὸν ἀλλοιουμένων, θερμαίνει μαίνει πάντως, εἰ δὲ τῶν μηδ’ ὅλως, ψύχει μάλιστα.

Προσέχειν δ’, ὡς εἴρηται, μάλιστα καὶ διορίζεσθαι τὰ καθ’ ἑαυτὰ τῶν κατὰ συμβεβηκός, οὐκ ἐπὶ θερμῶν καὶ ψυχρῶν μόνον, ἀλλ’ οὐδὲν ἧττον αὐτῶν ἐφ’ ὑγρῶν τε καὶ ξηρῶν. ἔνια γὰρ τῶν τοιούτων ξηρὰ ταῖς οὐσίαις ὑπάρχοντα πολλῷ θερμῷ τακέντα φαντασίαν ὑγρότητος ἔλαβεν ὡς χαλκὸς καὶ σίδηρος, ἢ καθ’ ἑαυτὰ μέν ἐστιν ὑγρὰ καθάπερ ὁ κρύσταλλος, ἀκράτῳ δὲ ψύξει πλησιάσαντα ξηρὰ φαίνεται. χρὴ τοίνυν ἁπάντων τούτων τὴν κρίσιν οὐχ ἁπλῶς ποιεῖσθαι, καθότι κἀν τοῖς ἔμπροσθεν ἐλέγομεν, ἀλλὰ μετὰ τοῦ συνεπισκέπτεσθαι, πῶς ἔχει θερμότητος ἢ ψυχρότητος· εἰ μὲν γὰρ ὀλίγης μετέχοντα θερμότητος ὅμως ὑγρὰ φαίνοιτο, διὰ τὴν οἰκείαν φύσιν ἐστὶ τοιαῦτα, κἂν εἰ μετὰ δαψιλοῦς θερμασίας, ξηρά. τὰ δ’ ἤτοι ῥέοντα μετὰ θερμότητος ζεούσης ἢ πεπηγότα διὰ ψῦξιν ἄκρατον, οὐ καθ’ ἑαυτὰ νομίζειν εἶναι τὰ μὲν ὑγρά, τὰ δὲ ξηρά. ταύτῃ τ’ οὖν διαιρεῖσθαι τὰ καθ’ ἑαυτὰ τῶν κατὰ συμβεβηκὸς ἀναφέροντά τε πρὸς αὐτὰ ταῦτα τὴν κρίσιν οὕτω ποιεῖσθαι τῶν δυνάμει θερμῶν ἢ ψυχρῶν ἢ ξηρῶν ἢ ὑγρῶν. οὐ γὰρ πρὸς τὸ κατὰ συμβεβηκὸς ἀλλὰ πρὸς τὸ καθ’ ἑαυτὸ κρίνεσθαι χρὴ τὸ δυνάμει. κοινὴ δ’ ἐπὶ πάντων ἡ κρίσις καὶ μία τὸ τάχος τῆς ἀλλοιώσεως. ὁμωνύμως δὲ λεγομένου τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ· τὸ μὲν γὰρ κατ’ ἐπικράτησιν οὕτως ὀνομάζεται, τὸ δ’ ὡς ἄκραν ἔχον ἧς παρονομάζεται ποιότητα· εἰς ὁπότερον ἂν αὐτῶν ἑτοίμως μεθίστηται τὸ κρινόμενον, ἔσται δυνάμει τοιοῦτον. ἔλαιον γοῦν ἐστι δυνάμει θερμόν, ὅτι ῥᾳδίως φλὸξ γίγνεται, κατὰ ταὐτὰ δὲ καὶ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος, οἶνος δέ, διότι ῥᾳδίως αἷμα γίγνεται, κατὰ ταὐτὰ δὲ καὶ μέλι καὶ κρέας καὶ γάλα. Ταυτὶ μὲν οὖν ὅλαις ἀλλοιούμενα ταῖς οὐσίαις τροφαὶ τῶν ἀλλοιούντων εἰσί· τὰ δὲ κατὰ μίαν ἡντινοῦν ποιότητα τὴν ἀλλοίωσιν ἴσχοντά τε καὶ παρέχοντα φάρμακα μόνον, ὥσπερ γε καὶ ὅσα ταῖς ὅλαις ἑαυτῶν οὐσίαις ἄτρεπτα μένοντα διατίθησί πως τὸ σῶμα, φάρμακα μέν ἐστι καὶ ταῦτα,  χαλεπὰ δὲ καὶ φθαρτικὰ τῆς τοῦ ζῴου φύσεως. ὅθενπερ οἶμαι τὸ γένος αὐτῶν ἅπαν ὀνομάζεται δηλητήριον. οὐ γὰρ δὴ διὰ τοῦτό γε λεκτέον οὐκ εἶναι τῷ γένει δηλητήρια τὰ τοιαῦτα, διότι παντελῶς ἐλάχιστα προσαχθέντα βλάβην οὐδεμίαν αἰσθητὴν ἐπιφέρει· οὕτω γὰρ ἂν οὐδὲ τὸ πῦρ εἴη θερμὸν οὐδ’ ἡ χιὼν ψυχρά, ὡς καὶ τούτων γε τὰ παντάπασι σμικρὰ σαφὲς οὐδὲν ἀποτελεῖ περὶ τοῖς σώμασιν ἡμῶν πάθος. σπινθῆρος γὰρ ἑνὸς ἑκατοστὸν μέρος ἐστὶ μὲν πάντως τῷ γένει πῦρ, ἀλλ’ οὐ μόνον οὐκ ἂν ἡμᾶς καύσειεν ἢ θερμήνειεν, ἀλλ’ οὐδ’ ἂν αἴσθησίν τινα παράσχοι προσπεσόν. οὕτω δὲ καὶ τὸ τῆς ψυχρᾶς ῥανίδος ἑκατοστὸν μέρος οὐ μόνον οὐδὲν ἂν βλάψειεν ἢ ψύξειεν, ἀλλ’ οὐδ’ ἂν αἴσθησίν τινα παράσχοι. μὴ τοίνυν οὕτω μηδὲ τὰ δηλητήρια κρίνειν, ἀλλὰ τῇ τῆς ὅλης φύσεως ἐναντιώσει, τὴν δ’ ἐναντίωσιν ἐκ τῆς ἐν μέσῳ κρίνειν μεταβολῆς. οἷον εὐθέως ἀπὸ τῶν στοιχείων οὔθ’ ὕδωρ εἰς πῦρ οὔτε πῦρ εἰς ὕδωρ μεταβάλλειν πέφυκεν, ἀλλ’ εἰς ἀέρα μὲν ἄμφω, ἐκεῖνος δ’ εἰς ἑκάτερα, εἰς ἄλληλα δὲ ταῦτ’ οὐδαμῶς. ἄμεσος μὲν οὖν ἡ εἰς ἀέρα μεταβολὴ τοῦ ὕδατος, ὡσαύτως δὲ καὶ τοῦ πυρός· οὐκ ἄμεσος δ’ ἡ πυρὸς καὶ ὕδατος εἰς ἄλληλα. ταῦτ’ οὖν ἀλλήλοις ἐστὶν ἐναντία καὶ πολέμια. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὀπὸς μήκωνος ἀνθρωπείῳ σώματι τελέως ἐστὶν ἐναντίος οὐδὲν εἰς αὐτὸν οὔτε κατὰ μίαν ποιότητα δρᾶσαι δυναμένῳ οὔτε πολὺ δὴ μᾶλλον ἔτι καθ’ ὅλην τὴν οὐσίαν. Ἕν μὲν δὴ τὸ γένος τοῦτο τῶν δηλητηρίων. ἕτερον δὲ τῶν ἀφορμὴν μέν τινα μεταβολῆς λαμβανόντων ἐκ τῆς ἐν ἡμῖν θερμασίας, εἰς πολυειδεῖς δ’ ἐντεῦθεν ἐκτρεπομένων ἀλλοιώσεις, ὑφ’ ὧν διαφθείρεσθαι τὴν φύσιν ἡμῶν συμβέβηκε. πάντα γὰρ τὰ τοιαῦτα τῷ γένει δηλητήρια, κἂν διὰ σμικρότητά ποτε μηδὲν αἰσθητὸν ἀπεργάζηται. τὰ μὲν δὴ διαβιβρώσκοντα καὶ σήποντα καὶ τήκοντα τὴν τοῦ σώματος ἡμῶν φύσιν εἰκότως ὀνομάζεται δυνάμει θερμά, τὰ δ’ αὖ ψύχοντα καὶ νεκροῦντα ψυχρά. τὰ μὲν οὖν πρότερα παράλογον οὐδὲν οὔτ’ αὐτὰ πάσχειν οὔτε τοῖς σώμασιν ἡμῶν ἐναπεργάζεσθαι δοκεῖ. θερμῷ γὰρ σώματι πλησιάσαντα καί τινα ῥοπὴν ἀλλοιώσεως ἐντεῦθεν λαβόντα τὰ μὲν εἰς ἐσχάτην ἀφικνεῖται θερμότητα, τὰ δ’ εἰς σηπεδόνα. διατίθησιν οὖν εἰκότως καὶ τὰ τῶν ζῴων σώματα κατὰ τὴν ἑαυτῶν διάθεσιν. ὅσα δὲ ψύχει [τὸ σῶμα], κἂν θερμήνας αὐτὰ προσενέγκῃς, ἀπορίαν οὐ σμικρὰν ἐπιφέρει, τίνος ποτὲ φύσεώς ἐστιν. εἰ γὰρ ἅπαξ ἐνεργείᾳ θερμὰ γέγονε, τί οὐ θερμαίνει τὸ ζῷον; ἢ εἰ μήπω τεθέρμανται, πῶς φαίνεται θερμά; λύσις δὲ τῆς ἀπορίας, εἰ διορισθείη τὸ καθ’ αὑτὸ ψυχρὸν τοῦ κατὰ συμβεβηκός, ὡς Ἀριστοτέλης ἐδίδαξεν. ἀπόλλυται γὰρ ἐν τάχει τῶν κατὰ συμβεβηκὸς θερμῶν ἡ ἐπίκτητος διάθεσις, ὥστ’ εἰς τὴν ἀρχαίαν αὐτὰ φύσιν ἐπανέρχεσθαι ῥᾳδίως. ἐν δὲ τῷ πλησιάζειν ἡμῖν τὰ φύσει μὲν ψυχρά, κατὰ συμβεβηκὸς δὲ θερμά, δύο ταῦτ’ ἐξ ἀνάγκης γίγνεται· τὸ μὲν ἐπίκτητον αὐτῶν ἀπόλλυται θερμόν, ἡ δ’ οἰκεία κρᾶσις οὐδὲν ὑπὸ τῆς ἡμετέρας πάσχουσα μένει ψυχρά. καὶ τί θαυμαστόν, εἰ μήκωνος ὀπὸς ἢ μανδραγόρας ἢ κώνειον ἤ τι τῶν τοιούτων, εἰ καὶ θερμανθέντα προσενεχθείη, μικρὸν ὕστερον γίγνεται ψυχρά, πτισάνης καὶ γάλακτος καὶ χόνδρου καὶ ἄρτου ταὐτὸν τούτοις πασχόντων, ἐπειδὰν εἰς ἄρρωστον ἐμπεσόντα γαστέρα μὴ κρατηθῇ πρὸς αὐτῆς. ἐμεῖται γοῦν πολλάκις ἱκανῶς ψυχρά. καὶ τό γε τούτου μεῖζον, ὃ δὴ καὶ Ἱπποκράτης ἐπεσημήνατο, καίτοι χυμὸς ὂν ἤδη τὸ φλέγμα κἀκ τῶν σιτίων τῶν μὴ πεφθέντων ἐν τῇ γαστρὶ γεννώμενον ὅμως ψυχρὸν ἁπτομένοις φαίνεται οὐ μόνον ἐν τῇ γαστρὶ συστὰν ἀλλὰ κἀκ τῶν φλεβῶν αὐτῶν ὑπό τινος τῶν καθαιρόντων φαρμάκων ἑλχθέν. καίτοι γε γλισχρότατόν ἐστι φύσει καὶ βιαίως ἄγεται, ἀλλ’ ὅμως οὐδ’ ἡ βία τῆς ὁλκῆς ἐκθερμαίνειν αὐτὸ δύναται. τί οὖν θαυμαστόν, εἰ καὶ τὸ μηκώνιον, οὕτως ἐναντίον ἡμῶν τῇ φύσει φάρμακον, ἀποψύχεται μὲν αὐτίκα μάλα, κἂν θερμὸν ποθῇ, συγκαταψύχει δ’ ἑαυτῷ τὸ σῶμα; τὴν μὲν γὰρ ἐπίκτητον οὐ φυλάττει θερμασίαν, ὅτι φύσει ψυχρὸν ἦν· τῷ δὲ μηδ’ ἀλλοιοῦσθαι τὴν οὐσίαν αὐτοῦ πρὸς ἡμῶν ἀλλὰ μᾶλλον ἀλλοιοῦν τε καὶ μεταβάλλειν ἡμᾶς οὔτ’ ἐκθερμαίνεταί που πρὸς ἡμῶν αὐτό τε διατίθησιν ἡμᾶς καθ’ ἑαυτό· ψυχρὸν οὖν ὑπάρχον φύσει ψύχει δήπου καὶ ἡμᾶς· οὔκουν οὐκέτ’ ἄπορον οὐδὲν ὑπόλοιπον ἐν τῷ λόγῳ. καὶ γὰρ δὴ καὶ ὅτι τούτων ἁπάντων τῶν φύσει ψυχρῶν ὅ τι ἂν ἐπὶ πλέον ἐκθερμήνῃς, ἐξίσταται τῆς ἰδίας φύσεως, πρὸς τῷ μηδὲν ἄπορον ἔχειν ἔτι καὶ μαρτυρεῖ τοῖς προειρημένοις. ὡς γὰρ καὶ ἡ σαλαμάνδρα μέχρι μέν τινος οὐδὲν ὑπὸ πυρὸς πάσχει, κατακαίεται δ’, εἰ πλείονα χρόνον πλησιάσειεν, οὕτω καὶ μανδραγόρας καὶ κώνειον καὶ μηκώνιον καὶ ψύλλιον ἐπὶ βραχὺ μὲν ὁμιλήσαντα πυρὶ τὴν οἰκείαν ἔτι διαφυλάττει κρᾶσιν, ἐπὶ πλέον δὲ θερμανθέντα διαφθείρεται παραχρῆμα καὶ δρᾶν οὐκέτ’ οὐδὲν ὧν πρότερον ἐπεφύκει δύναται. Τῶν μὲν δὴ τοιούτων ἁπάντων ἡ φύσις ἐναντιωτάτη τοῖς ἀνθρώποις ἐστί· φύσιν δ’ ὅταν εἴπω, τὴν ὅλην οὐσίαν τε καὶ κρᾶσιν λέγω τὴν ἐκ τῶν πρώτων στοιχείων, θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ· τῶν δέ γε τάχιστα τρεφόντων οἰκειοτάτη. τὰ δ’ ἄλλα πάντα μεταξὺ τούτων ἐστί, τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον δρᾶν καὶ πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν δυνάμενα, καστόριον μὲν καὶ πέπερι δρᾶν μᾶλλον ἢ πάσχειν [ὑπὸ τοῦ σώματος ἡμῶν δυνάμενα], οἶνος δὲ καὶ μέλι καὶ πτισάνη πάσχειν μᾶλλον ἢ δρᾶν. ἅπαντα γοῦν ταῦτα καὶ πάσχει τι καὶ δρᾷ περὶ τὸ σῶμα· καθ’ ὅλου γὰρ ἐπειδὰν εἰς ταὐτὸν ἀλλήλοις ἥκοντα δύο σώματα διαμάχηταί τε καὶ στασιάζῃ πρὸς ἄλληλα περὶ τῆς ἀλλοιώσεως ἐν χρόνῳ πλείονι, δρᾶν καὶ πάσχειν ἑκάτερον αὐτῶν ἀναγκαῖόν ἐστιν. ἴσως δέ, κἂν μὴ πάνυ πολλῷ χρόνῳ γίγνηται τοῦτο, δρᾷ μέν τι καὶ τότε τὸ νικώμενον εἰς τὸ κρατοῦν, ἀλλ’ οὕτω σμικρὸν ὡς λανθάνειν τὴν. αἴσθησιν. οὐδὲ γὰρ ὁ τμητικώτατος σίδηρος εἰ τὸν μαλακώτατον τέμνοι κηρὸν δι’ ὅλης ἡμέρας καὶ νυκτός, δυνατὸν αὐτῷ μὴ οὐκ ἀμβλεῖ γενέσθαι σαφῶς. οὕτω δήπου κἀκεῖνο καλῶς εἰρῆσθαι δοκεῖ Πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ. καὶ γὰρ καὶ φαίνεται γιγνόμενον οὕτως· ἀλλ’ ἐπὶ μιᾶς ἢ καὶ δευτέρας προσβολῆς οὐδὲν οὔπω σαφὲς ἐν τοῖς τοιούτοις ἰδεῖν ἔστιν. ὅθεν οἶμαι καὶ τὸ μηδ’ ὅλως πάσχειν ἔνια πρὸς τῶν ὁμιλούντων ἐδοξάσθη τισὶ καὶ συγχωρητέον γε τοῖς οὕτω λέγουσι πολλάκις καὶ αὐτοὺς ὁμοίως ἐκείνοις λεκτέον ἐστὶ τὰ πολλὰ, πλὴν εἴ ποτε μέχρι τῆς ἐσχάτης ἀκριβείας ἀνάγοιμεν τὸν λόγον, ὥσπερ ἐν τῷ παρόντι ποιοῦμεν. οὕτως οὖν καὶ τὸ τῆς ἀειπαθείας δόγμα τῷ λόγῳ μὲν αὐτῷ μόνῳ σκοποῦσιν ἰσχυρὰν ἔχει τὴν ἀπόδειξιν. οὐ μὴν χρεία γ’ αὐτοῦ τίς ἐστιν πρὸς τὰς κατὰ μέρος πράξεις. ἂν γὰρ οὕτω σμικρά τινα περὶ ἡμᾶς ᾖ πάθη διὰ παντός, ὡς μηδεμίαν αἰσθητὴν καὶ σαφῆ βλάβην ἐνεργείας ἐργάζεσθαι μηδεμιᾶς, εὐκαταφρόνητα δήπουθέν ἐστι καὶ τῷ μηδ’ εἶναι φάσκοντι τὰ τοιαῦτα συγχωρητέον. οὕτως οὖν ἔχει κἀπὶ τῶν τρεφόντων ὀλίγου δεῖν ἁπάντων. ἐργάζεται μὲν γάρ τι καὶ αὐτὰ περὶ τὸ σῶμα τῶν ἀνθρώπων, ἀλλ’ οὐκ αἰσθητὸν οὐδὲ σαφὲς εἰσάπαξ. ἡ μέντοι πολυχρόνιος αὐτῶν προσφορὰ μεγάλως ἀλλοιοῖ καὶ μεταβάλλει σαφῶς ἤδη τὰ σώματα. ἔνια μέν γε καὶ κατὰ τὴν πρώτην χρῆσιν εὐθὺς ἐναργῶς ἐνδείκνυται τὴν ἀλλοίωσιν, οἷον καὶ ἡ θριδακίνη τοὺς μὲν ἐγκαιομένους τὴν γαστέρα σαφῶς ἐμψύχουσά τε καὶ ἀδίψους ἐργαζομένη, τοὺς δὲ κατεψυγμένους ἐναργῶς βλάπτουσα. συντελεῖ δ’ οὐ σμικρὰ καὶ τοῖς ὕπνοις οὐ κατ’ ἄλλον τινὰ λόγον, ἀλλ’ ἢ ὅτι ψυχρά τ’ ἐστὶ καὶ ὑγρὰ τὴν κρᾶσιν, ἀλλ’ οὕτω ψυχρὰ καὶ ὑγρὰ πρὸς ἄνθρωπόν τε καὶ τἆλλ’ ὅσα τρέφειν πέφυκεν ὡς καὶ τὰ ξύλα τὰ χλωρὰ πρὸς τὸ πῦρ. ὥστ’ εὐλόγως ἄμφω τοῖς τοιούτοις ἐδέσμασιν ὑπάρχει τὸ θ’ ὡς φαρμάκοις διατιθέναι τὰ σώμαθ’ ἡμῶν καὶ τὸ τρέφειν, παρ’ ὅλον μὲν τὸν χρόνον τῆς πέψεως ὡς φαρμάκοις· ἡνίκα δ’ ἤδη τρέφει τε καὶ τελέως ὁμοιοῦται, τότ’ οὐκέτ’ οὐδὲν ἡμᾶς ἀντιδρῶντα τὴν ἔμφυτον αὔξει θερμασίαν, ὡς καὶ πρόσθεν εἴρηται. κοινὸν γὰρ δὴ τοῦτο τῶν τρεφόντων ἁπάντων ἐστὶ καὶ οὐ χρὴ θαυμάζειν, εἴ τι, πρὶν μὲν ἐξομοιοῦσθαι καὶ τρέφειν, ἔτι πεττόμενον ἔψυξεν, ἐξομοιωθὲν δὲ καὶ θρέψαν ἐθέρμηνε, μεμνημένους ἀεὶ τοῦ τῶν χλωρῶν ξύλων παραδείγματος. ὥστε καὶ ἡ χρεία τῶν τοιούτων ἁπάντων διττὴ τοῖς ἰατροῖς ἐστι καὶ ὡς σιτίων καὶ ὡς φαρμάκων. φέρε γὰρ ὑπηλλάχθαι τινὶ τὴν ἀρίστην ἐν τῇ γαστρὶ κρᾶσιν  ἐπὶ τὸ θερμότερον. οὗτος ἄχρι μὲν οὗ πέττει τὴν θριδακίνην, ἐμψυχθήσεται καὶ συμμετρίαν κτήσεται κράσεως· ἐπειδὰν δ’ ἐξ αὐτῆς ἤδη τρέφηται, τὴν οὐσίαν αὐξήσει τῆς ἐμφύτου θερμασίας. Ἐν τούτῳ δὴ καὶ μάλιστα δοκοῦσί μοι παραλογίζεσθαι σφᾶς αὐτοὺς οἱ πολλοὶ τῶν νεωτέρων ἰατρῶν ἀγνοοῦντες, ὡς ἐνίοτε μὲν ἡ ποιότης ἐπιτείνεται τῆς ἐν ἡμῖν θερμασίας, ἐνίοτε δ’ ἡ οὐσία παραύξεται καὶ ὡς ἑκατέρως οἱ παλαιοὶ θερμότερον γεγονέναι φασὶ τὸ ζῷον. καὶ γὰρ καὶ γίγνεται θερμότερον, ἄν τ’ ἐπιτείνῃς αὐτοῦ τὴν θερμασίαν ἄν τ’ αὐξήσῃς τὴν οὐσίαν, ἐν ᾗ πρώτῃ περιέχεται. φέρε γὰρ εἶναι τὸ αἷμα τὸ ἐν τῷ σώματι τοῦ ζῴου καθ’ ἑαυτὸ θερμὸν ἢ καὶ νὴ Δία, εἰ βούλει, τὴν ξανθὴν χολήν, ἅπαντα δὲ τἆλλα κατὰ συμβεβηκὸς ὑπάρχειν θερμὰ τῷ τούτων μετέχειν. ἆρ’ οὐκ ἀναγκαῖον ἔσται διττῶς γίγνεσθαι θερμότερον τὸ ζῷον ἤτοι τῷ πλείονας ἐπικτήσασθαι τοὺς θερμοὺς χυμοὺς ἢ τῷ θερμοτέρους ἔχειν ἢ πρότερον; ἐμοὶ μὲν καὶ πάνυ φαίνεται. κατὰ δὲ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ψυχρότερον ἔσται διττῶς ἢ τῷ πλείονας ὑποτραφῆναι τοὺς ψυχροὺς χυμούς, οἷον τό τε φλέγμα καὶ τὴν μέλαιναν χολὴν ἢ τῷ τῆς αὐτῆς ἁπάντων μενούσης συμμετρίας ὑπαλλαχθῆναι μόνην τὴν ποιότητα. τί δὴ οὖν θαυμαστόν, ἄχρι μὲν ἂν πέττηται τὸ ψυχρὸν τῇ φύσει σιτίον, οἷον ἀνδράχνη τε καὶ θριδακίνη, ψυχρᾶς ποιότητος ἀναπίμπλασθαι τὸ σῶμα, πεφθέντων δ’ ἀκριβῶς καὶ γενομένων αἵματος χρηστοῦ θερμότερον αὖθις ἑαυτοῦ γίγνεσθαι τὸ σῶμα τῇ τοῦ θερμοῦ χυμοῦ γενέσει; καὶ μὴν εἰ μηδὲν τούτων μήτ’ ἀδύνατόν ἐστι μήτε θαυμαστὸν ἔτι, παυσάσθωσαν οἱ μὴ συγχωροῦντες ἓν καὶ ταὐτὸν ἔδεσμα καὶ τὴν ὡς τροφῆς καὶ τὴν ὡς φαρμάκου χρείαν τῷ ζῴῳ παρέχειν. ὡς γὰρ εἰ καὶ μηδ’ ὅλως ἐπέφθη, διὰ παντὸς ἂν ἐφυλάχθη φάρμακον, οὕτω πεφθὲν ἄμφω γίγνεται. φέρε γὰρ μηδ’ ὅλως πεφθῆναι τὴν θριδακίνην ἢ νὴ Δία τὸν χυλὸν αὐτῆς, ἐπειδὴ καὶ παραπλήσια τῷ τῆς μήκωνος ὀπῷ δρᾷ τὸν ἄνθρωπον, εἰ πάμπολυς ληφθείη, ἆρ’ οὖν οὐ φάρμακον ἔσται τηνικαῦτα μόνον, ἄλλο δ’ οὐδέν; οὐκ οἶμαί τινα περί γε τούτου διαμφισβητήσειν· ὥστ’ ἔχει πάντως καὶ τὴν τοῦ φαρμάκου δύναμιν ἡ θριδακίνη. ἀλλὰ μὴν εἶχε καὶ τὴν τῆς τροφῆς· ἔθρεψε γὰρ πολλάκις· ὥστ’ ἀμφοτέρας μὲν ἅμα τὰς δυνάμεις ἐν ἑαυτῇ περιέχει, δείκνυσι δ’ οὐχ ὁμοίως ἀμφοτέρας, ἀλλ’ ἐπειδὰν μὲν αὐτὴ πλέον ἐνεργῇ περὶ τὸν ἄνθρωπον ἢ πάσχῃ, τὴν ὡς φαρμάκου μᾶλλον ἐπιδείκνυται δύναμιν, ἐπειδὰν δὲ πάσχῃ πλέον ἢ ποιῇ, τὴν ὡς σιτίου. καὶ τί θαυμαστόν, εἰ τῇ θριδακίνῃ καὶ δρᾶν καὶ πάσχειν συμβέβηκεν, ὅπου γε καὶ τῷ ξίφει, καθότι καὶ μικρὸν ἔμπροσθεν ἐλέγετο, μὴ μόνον δρᾶν εἰς τὸν κηρὸν ἀλλὰ καὶ πάσχειν ὑπάρχει. τῷ δ’ εἶναι πολὺ πλέον ὃ πέφυκε δρᾶν τοῦ πάσχειν λανθάνει θάτερον. ἀλλ’ εἰ σκληρότατον αὐτῷ παραβάλλοις σίδηρον, ἔμπαλίν σοι φανεῖται πάσχειν μᾶλλον ἢ δρᾶν, καίτοι δρᾷ μέν τι καὶ τότε, παρορᾶται δ’ ἡ δύναμις αὐτοῦ διὰ σμικρότητα. Θαρροῦντες οὖν ἐπὶ πάντων μὲν ἁπλῶς ἀποφαινόμεθα τῶν σιτίων, ὡς οὐ μόνον πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν ἀλλὰ καὶ δρᾶν εἰς αὐτὸ πέφυκεν· ἤδη δὲ καὶ περί τινων, οἷς ἐναργῶς καὶ σαφῶς ὑπάρχει τὸ δρᾶν, ὡς οὐ σιτία μόνον ἐστὶν ἀλλὰ καὶ φάρμακα. θριδακίνη μὲν οὖν καὶ τροφὴ καὶ φάρμακον ψυχρόν, εὔζωμον δὲ καὶ τροφὴ καὶ φάρμακον θερμόν. εἰ δὲ καὶ καστόριον ἐν τῷ χρόνῳ πέττεται, εἴη ἂν καὶ τοῦτο καὶ τροφὴ καὶ φάρμακον θερμόν· οὕτω δὲ καὶ νᾶπυ καὶ πέπερι καὶ τῶν βοτανῶν ἄνηθόν τε καὶ πήγανον ὀρίγανόν τε καὶ γλήχων καὶ καλαμίνθη καὶ θύμβρα καὶ θύμος. πάντα γὰρ ταῦτα καὶ τροφαὶ καὶ φάρμακα θερμά, πρὶν μὲν εἰς αἷμα μεταβαλεῖν, ἔτι γε πεττόμενα, φάρμακα, μεταβληθέντα δ’ οὐκέτι μὲν φάρμακα, τροφαὶ δ’ ἤδη κατὰ τὸ δεύτερον δηλονότι τῆς τροφῆς σημαινόμενον, ὃ οὔπω μέν ἐστι τροφή, οἷον δὲ τροφή. Ὡς οὖν ἔμπροσθεν ἐπὶ τῆς θριδακίνης ὑπεθέμεθα μίαν μὲν κοιλίαν θερμοτέραν τοῦ δέοντος, ἑτέραν δὲ ψυχροτέραν, οὕτω καὶ νῦν ἐπὶ πάντων τῶν δυνάμει θερμῶν ὑποκείσθωσαν αἱ δύο κοιλίαι. τὴν μὲν οὖν ψυχροτέραν τοῦ δέοντος, ἄχρι περ ἂν ᾖ ἐν αὐτῇ περιεχόμενα καὶ πεττόμενα τὰ τοιαῦτα σύμπαντα, θερμανεῖ τε καὶ εἰς ἰσότητα κράσεως ἐπανάξει καὶ ὠφελήσει λόγῳ φαρμάκων, τὴν δ’ ἑτέραν τὴν θερμὴν ἐκπυρώσει τε καὶ μεγάλως βλάψει, καὶ ταύτας μὲν τὰς ἀλλοιώσεις ἐργάσεται κατὰ ποιότητα. πεφθέντα δ’ ἀκριβῶς καὶ μεταβληθέντα καὶ χρηστὸν αἷμα γενόμενα κατ’ οὐσίαν αὐξήσει τὸ ἔμφυτον τοῦ ζῴου θερμόν, οὐ κατὰ ποιότητα. καθ’ ὅλου γάρ, ἄν τε θερμὸν ἄν τε ψυχρὸν ᾖ τῇ δυνάμει τὸ σιτίον, ἐπειδὰν αἱματωθῇ, τὴν ἔμφυτον ὡσαύτως αὔξει θερμασίαν· ἄχρι δ’ ἂν ἄγηται μὲν εἰς αἵματος ἰδέαν, οὔπω δὲ τελέως αἷμα 〈γένηται〉, ψύχει καὶ θερμαίνει τὸ σῶμα δίκην φαρμάκου. ἅπας δ’ οὗτος ὁ λόγος ἐκ μιᾶς, ὡς ἔοικεν, ἀρχῆς ἤρτηται. διὸ καὶ φυλάττειν αὐτὴν ἀεὶ χρὴ καὶ μεμνῆσθαι διὰ παντός, ὡς ἕκαστον τῶν σωμάτων ἰδιότητά τινα κέκτηται κράσεως, οἰκείαν μὲν τῇδέ τινι τῇ φύσει, διαφερομένην δὲ τῇδέ τινι, καὶ ὡς εἰ μὲν ἀλλοιώσειε τὸ οἰκεῖον εἰς τὴν ἑαυτοῦ φύσιν, αὐξήσει τὴν οὐσίαν οὕτω τῆς ἐν αὑτῷ θερμασίας· εἰ δ’ ἀλλοιωθείη, δυοῖν θάτερον αὐτῷ συμβήσεται, θερμαίνοντος μὲν τοῦ μεταβάλλοντος ἐπικτήσασθαί τινα θερμασίαν, μὴ θερμαίνοντος δὲ τὴν οἰκείαν ἀπολέσαι. δῆλον οὖν ἐκ τούτων, ὡς ἐν τῷ πρός τι σύμπαντ’ ἐστὶ τὰ τοιαῦτα. πρὸς γὰρ τὴν ἰδιότητα τῆς ἀλλοιούσης φύσεως ἕκαστον τῶν προσφερομένων ἢ τροφῆς ἢ φαρμάκου λόγον ἢ ἀμφοτέρων ὑφέξει, οἷον τὸ κώνειον τῷ ψαρὶ μὲν τροφή, φάρμακον δ’ ἀνθρώπῳ καὶ τοῖς μὲν ὄρτυξιν ἐλλέβορος τροφή, τοῖς δ’ ἀνθρώποις φάρμακον. ἡ μὲν γὰρ τῶν ὀρτύγων κρᾶσις ἐξομοιοῦν ἑαυτῇ δύναται τὸν ἐλλέβορον, ἡ δὲ τῶν ἀνθρώπων οὐ δύναται.

Φανερὸν οὖν ἤδη γέγονεν, ὡς ἡ κρίσις τῶν πρὸς ἡμᾶς ὑγρῶν ἢ ξηρῶν ἢ ψυχρῶν ἢ θερμῶν οὐκ ἔξωθέν ποθεν, ἀλλ’ ἐξ ὧν ἡμεῖς αὐτοὶ πάσχομεν ἀκριβῶς ἂν γίγνοιτο καὶ ὡς πρῶτον μὲν καὶ μάλιστα ταῦτ’ εἴη σκεπτέον, ἐφεξῆς δ’, εἴ τι δεήσειε, καὶ τὰ ἔξωθεν. εἰ μὲν γὰρ ἐναργὴς εἴη καὶ σαφὴς αἰσθήσει τοῦ προσαχθέντος ἡ ἐνέργεια φαρμάκου, ταύτῃ πιστευτέον ἀμελοῦντας τῶν ἄλλων ἁπάντων γνωρισμάτων· εἰ δ’ ἀμυδρὰ καὶ ἀσαφὴς ἢ ἐπίμικτος ἤ τιν’ ὅλως ἀμφισβήτησιν ἔχουσα, τηνικαῦτα καὶ πρὸς τὰ ἐκτὸς ἅπαντα κριτέον αὐτήν, οὔκουν οὐδὲ πρὸς ταῦτα πόρρωθεν, ἀλλ’ ἀπ’ αὐτῆς τοῦ ζητουμένου τῆς οὐσίας, οἷον εἰ τὸ ἔλαιον θερμόν, οὐχ ὅτι γλίσχρον ἢ ὠχρὸν ἢ κοῦφον, ἀλλ’ εἰ ῥᾳδίως ἐκφλογοῦται. τοῦτο γὰρ ἦν αὐτῷ τὸ δυνάμει θερμῷ εἶναι τὸ ταχέως μεταβάλλειν εἰς τὸ ἐνεργείᾳ θερμόν. κατὰ δὲ τὸν αὐτὸν τρόπον κἀπὶ τῶν ἡμετέρων σωμάτων οὐκ εἰ παχυμερὲς ἢ λεπτομερὲς ἢ ὑγρὸν ἢ κοῦφον ἢ γλίσχρον ἢ ὠχρόν, ἀλλ’ εἰ θερμαίνει προσαγόμενον· οὕτω δ’ οὐδ’ εἰ γλυκὺ καὶ κοιλίαν ὑπάγον ἢ εὔρουν ἐργαζόμενον ἐν ταῖς φλεβοτομίαις, εἰ ἐπισταχθείη, τὸ αἷμα. καὶ γὰρ καὶ ταῦτα περιττὰ παρόν γε σκοπεῖν, εἰ θερμαίνει προσαγόμενον. εἰ μὲν οὖν ἐπισήμως τε καὶ ἰσχυρῶς ἐποίει τοῦτο, καθάπερ τὸ πέπερι, πρόδηλον ἂν ἦν πᾶσι καὶ ἀναμφισβήτητον· ἐπεὶ δ’ οὐκ ἰσχυρῶς, εὐλόγως εἰς ζήτησιν ἀφικνεῖται, πολὺ δὲ μᾶλλον ἐπὶ ῥοδίνου τε καὶ ὄξους ἠπόρηταί τε καὶ ἠμφισβήτηται τοῖς ἰατροῖς, εἴτε δυνάμει θερμὰ πέφυκεν εἴτε ψυχρά. Χρὴ τοίνυν ἐξευρεῖν τινας ἐφ’ ἅπασι τοῖς δυνάμει λεγομένοις ὑπάρχειν ἢ θερμοῖς ἢ ψυχροῖς ἢ ξηροῖς ἢ ὑγροῖς ἀκριβεῖς καὶ σαφεῖς διορισμούς, ὡς ἔμπροσθεν ἐπὶ τῶν ἐνεργείᾳ λεγομένων ἐποιησάμεθα. προσήκει δ’ οἶμαι τὴν ἀρχὴν ἀπὸ τῶν ἐναργεστάτων ποιήσασθαι· γυμνασάμενος γάρ τις ἐν τούτοις ῥᾷον ἀκολουθήσει τοῖς ἀσαφεστέροις. εὐθὺς οὖν ἐν τῷ προσφέρειν τῷ σώματι τόδε τι τὸ φάρμακον ἢ τὸ σιτίον ἀπηλλάχθω τὸ προσφερόμενον ἁπάσης σφοδρᾶς ἐπικτήτου θερμότητός τε καὶ ψύξεως. ὃν μὲν γὰρ ἐν τοῖς ἔμπροσθεν ἐποιησάμεθα διορισμόν, ἡνίκα τά θ’ ὑγρὰ καὶ τὰ ξηρὰ σώματα διαγιγνώσκειν ἐπεχειροῦμεν, οὗτος ἂν οὐδὲν ἧττον εἴη καὶ νῦν χρήσιμος ἐπὶ τῶν δυνάμει θερμῶν καὶ ψυχρῶν. εἴτε γὰρ δυνάμει ψυχρὸν ὂν τὸ προσφερόμενον ἐκθερμήναις σφοδρῶς εἴτε θερμὸν ὂν καταψύξαις, ἡ πρώτη τοῦ σώματος προσβολὴ τὴν αἴσθησιν ἀπὸ τῆς ἐπικτήτου διαθέσεως, οὐκ ἀπὸ τῆς οἰκείας τοῦ προσαχθέντος ἐργάσεται κράσεως. ἵν’ οὖν ἀκριβής τε καὶ εἰλικρινὴς ἡ  φύσις ἐξετάζηται τοῦ προσαγομένου, χλιαρὸν ὡς οἷόν τε μάλισθ’ ὑπαρχέτω μηδεμίαν ἐπίσημον ἔξωθεν ἀλλοίωσιν εἰληφὸς ἤτοι θερμότητος ἢ ψύξεως σφοδρᾶς. Ἡ μὲν δὴ πρώτη παρασκευὴ τοῦ προσαγομένου φαρμάκου τοιαύτη γιγνέσθω. προσφερέσθω δὲ μὴ πάσῃ διαθέσει σώματος, ὅταν ἐξετάζῃς αὐτοῦ τὴν δύναμιν, ἀλλ’ ἁπλουστάταις ὡς ἔνι μάλιστα καὶ ἄκραις. εἰ μὲν οὖν ἐσχάτως θερμῇ διαθέσει προσαχθὲν αἴσθησιν ἐργάζοιτο ψύξεως, εἴη ἂν οὕτω γε ψυχρόν· ὡσαύτως δὲ καὶ εἰ τῇ ψυχρᾷ θερμὸν ἐν τῷ παραυτίκα φαίνοιτο, καὶ τοῦτ’ ἂν εἴη θερμόν. εἰ δ’ ἤτοι τῇ θερμῇ θερμὸν ἢ τῇ ψυχρᾷ ψυχρὸν φαίνοιτο, μὴ πάντως ἀποφαίνεσθαι τὸ μὲν θερμὸν εἶναι, τὸ δὲ ψυχρόν. ἐνίοτε γὰρ ἄκρως μέν ἐστιν ἡ διάθεσις θερμή, μετρίως δὲ ψυχρὸν ὂν τὸ φάρμακον οὔτ’ ἠλλοίωσεν αὐτὴν ἔτι τε πρὸς τούτῳ ψῦξαν καὶ πυκνῶσαν ἅπασαν τὴν ἐκτὸς ἐπιφάνειαν ἀπέκλεισεν εἴσω καὶ διαπνεῖσθαι τὸ θερμὸν ἐκώλυσε κἀκ τούτου μειζόνως ἐξεπύρωσε τὴν διάθεσιν. οὕτω δὲ κἂν εἰ τῇ ψυχρᾷ διαθέσει [τὸ] προσφερόμενον μηδεμίαν ἐπιφέροι θερμότητα, σκέπτεσθαι, μή τι μετρίως ὑπάρχον θερμὸν οὐδὲν ἔδρασεν εἰς τὴν ἄκρως θερμοῦ δεομένην διάθεσιν. οὔκουν οὔθ’ οὕτω χρὴ βασανίζεσθαι τῶν προσφερομένων φαρμάκων τὰς δυνάμεις οὔτ’ εἰ κατὰ συμβεβηκὸς ἐργάζοιτό τι καὶ μὴ καθ’ αὐτό. Κρίσις δὲ τοῦ κατὰ συμβεβηκὸς ἥ τε διάθεσις καὶ ὁ χρόνος· ἡ μὲν διάθεσις, εἰ ἁπλῆ καὶ μία· τῷ χρόνῳ δ’ ἡ κρίσις διορίζεται κατὰ τάδε. τὸ μὲν ἅμα τῷ προσενεχθῆναι ψύχειν ἢ θερμαίνειν ἐναργῶς φαινόμενον εἴη ἂν δήπου καθ’ ἑαυτό τε καὶ δι’ ἑαυτὸ τοιοῦτον· τὸ δ’ ἐν τῷ χρόνῳ τάχ’ ἂν ἔκ τινος συμβεβηκότος εἰς τοῦτ’ ἄγοιτο, καθάπερ "ἐπὶ τετάνου θέρεος μέσου νέῳ εὐσάρκῳ ὕδατος ψυχροῦ πολλοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιέεται". ἀλλ’ ὅτι γε μὴ καθ’ ἑαυτὸ θερμαίνει τὸ ψυχρὸν ὕδωρ, δῆλον ἐκ τῆς πρώτης προσβολῆς· αἴσθησιν γὰρ ἐργάζεται ψύξεως καὶ μὲν δὴ καὶ ψύχει τὸ δέρμα, μέχρις ἂν ἐπιχέηται τούτῳ, καὶ τὴν θερμασίαν οὔτ’ ἐπὶ πάντων σωμάτων οὔτ’ ἐν τῷ καταχεῖσθαι παρέχεται, ἀλλ’ ἐπὶ μόνων εὐσάρκων νέων ἐν θέρει μέσῳ μετὰ τὸ παύσασθαι καταχέοντας. ὥσπερ οὖν οἷς προσπίπτει τὸ ψυχρὸν ὕδωρ, ἐκ τοῦ παραχρῆμα ψύχει ταῦτα, κἂν ἔμψυχα κἂν ἄψυχα τὰ σώμαθ’ ὑπάρχῃ κἂν θερμὰ κἂν ψυχρά, κατὰ τὸν αὐτὸν τρόπον, εἴ τις ἦν χρόνος ἢ φύσις σώματος ἢ διάθεσις, ἐφ’ ἧς αἴσθησιν ἔφερε τὸ ψυχρὸν ὕδωρ εὐθὺς ἅμα τῷ προσπίπτειν θερμότητος, εὐλόγως ἂν ἐζητεῖτο, πότερα θερμαίνειν ἢ ψύχειν πέφυκε καθ’ ἑαυτό. νυνὶ δ’ ἐπειδὴ τὰ μὲν ἔμψυχά τε καὶ ἄψυχα πάντα παραχρῆμα καὶ διὰ παντὸς ὁρᾶται ψυχόμενα, οἷς δ’ ἐστὶν ἔμφυτος θερμασία καὶ οἷον πηγή τις ἐν τοῖς σπλάγχνοις πυρός, [εἰ] τούτοις προσενεχθὲν ἐπανάκλησίν τινά ποτε ποιεῖται θερμότητος, εὔλογον οἶμαι κατά τι συμβεβηκός, οὐ καθ’ ἑαυτὸ θερμαίνειν αὐτὸ τὰ τοιαῦτα. καὶ δὴ καὶ φαίνεται, κατὰ τί. πυκνώσει γὰρ τῆς ἐκτὸς ἐπιφανείας καὶ κατακλείσει τοῦ θερμοῦ τὴν ἐπάνοδον ποιεῖται τῆς ἐκ τοῦ βάθους θερμασίας, ἅμα μὲν ἀθροισθείσης τῷ μὴ διαπνεῖσθαι, ἅμα δ’ εἰς τὸ βάθος ἀποχωρούσης διὰ τὴν τοῦ περιέχοντος βίαν ψυχροῦ, ἅμα δὲ καὶ τρεφομένης ὑπὸ τῶν ἐνταῦθα χυμῶν. ὅταν γὰρ ἀθροισθεῖσά τε καὶ τραφεῖσα πρὸς τὴν ἐπιφάνειαν ὁρμήσῃ σφοδρότερον, ἐπανάκλησις μὲν γίγνεται τῆς θέρμης, ἔνδειξις δὲ τοῦ μὴ καθ’ ἑαυτὸ τὴν θερμασίαν αὐξῆσαι τὸ ψυχρὸν ὕδωρ. καθ’ ἑαυτὸ μὲν γὰρ ἔψυξε τὸ δέρμα· τῇ ψύξει δ’ αὐτοῦ πύκνωσις θ’ ἅμα καὶ εἰς τὸ βάθος ὑπονόστησις ἠκολούθησε τοῦ θερμοῦ, τούτων δ’ αὐτῶν τῇ μὲν πυκνώσει κώλυσις τῆς διαπνοῆς, τῇ δ’ εἰς τὸ βάθος ὑποχωρήσει κατεργασία τῶν ταύτῃ χυμῶν· ὧν ἡ μὲν κώλυσις τῆς διαπνοῆς τὴν ἄθροισιν τῆς θερμασίας, ἡ δὲ τῶν χυμῶν κατεργασία τὴν γένεσιν αὐτῆς ἐποιήσατο. τούτων δ’ ἑκατέρῳ πάλιν ἡ αὔξησις ἕπεται τῆς ἐμφύτου θερμασίας. διὰ μέσων οὖν ἑκατέρων τὸ ψυχρὸν αὔξησίν ποτε τῆς ἐν τῷ ζῴῳ θερμασίας ἐργάζεται, καθ’ ἑαυτὸ δ’ οὐδέποτε. Καὶ μὴν καὶ τὸ θερμὸν ἔστιν ὅτε κατὰ συμβεβηκὸς ψύχει διὰ μέσου τοῦ κενοῦν ὡς τὸ κατάπλασμα τὴν φλεγμονήν. ἐπειδὴ γὰρ ὑπὸ θερμοῦ ῥεύματος γίγνεται φλεγμονή, τὸ μὲν ἴδιον αὐτῆς ἴαμα κένωσίς ἐστι τοῦ περιττοῦ, τὸ δὲ τῇ κενώσει πάντως ἑπόμενον ἡ ψῦξις τοῦ διὰ τὴν φλεγμονὴν τεθερμασμένου μορίου. διττῆς οὖν οὔσης ἐν τοῖς φλεγμαίνουσι σώμασι διαθέσεως, ὅσον μὲν ἐπὶ τῇ πλεονεξίᾳ τοῦ περιττοῦ, κατὰ τὸ ποσὸν ἐξισταμένοις τοῦ κατὰ φύσιν, ὅσον δ’ ἐπὶ τῇ θερμασίᾳ, κατὰ τὸ ποιόν, ἡ τῆς ἑτέρας τῶν διαθέσεων ἴασις ἑπομένην ἔχει καὶ τὴν ἑτέραν. καὶ γίγνεται κατά τι συμβεβηκὸς τὰ κενωτικὰ τῆς θερμῆς ὕλης φάρμακα καὶ τῆς φλογώσεως τῶν μορίων ἐμψυκτικά. ταῦτα τ’ οὖν διορίζεσθαι καὶ πειρᾶσθαι κατὰ τὸ ποσὸν τῆς ἁπλῆς διαθέσεως ἐξευρίσκειν τὸ ποσὸν τῆς τοῦ φαρμάκου δυνάμεως, οἷον εἰ ἄκρως ἡ διάθεσις θερμή, καὶ τὸ φάρμακον ἄκρως εἶναι ψυχρόν, εἰ δ’ ὀλίγον ἀπολείποιτο τῆς ἀκρότητος ἡ διάθεσις, ὀλίγον χρὴ καὶ τὸ φάρμακον ἀπολείπεσθαι, κἂν εἰ πλέον ἀπέχοι τῆς ἄκρας θερμότητος ἡ διάθεσις, ἀνάλογον ἀπέχειν τῆς ἄκρας ψυχρότητος τὸ φάρμακον. εἰ γὰρ ἀπὸ τοῦ τοιούτου στοχασμοῦ τὴν ἀρχὴν τῆς ἐξετάσεως αὐτῶν ποιοῖο, θᾶττον ἂν ἐξευρίσκοις τὴν οἰκείαν ἑκάστου δύναμιν. ὅλως γὰρ εἰ καθ’ ἓν ὁτιοῦν πάθος ἁπλοῦν θερμὸν ὅ τι δήποτε τῶν φαρμάκων προσαχθὲν εὐθὺς ἅμα τῇ πρώτῃ προσφορᾷ ψύξεως αἴσθησιν ἤνεγκε, ψυχρόν ἐστιν ἐκεῖνο τῇ δυνάμει καὶ πολὺ μᾶλλον, εἰ καὶ μετὰ τὴν πρώτην προσφορὰν ἕως παντὸς μένει τοιοῦτον. εἰ δὲ καὶ σαφῶς ἰῷτο τὴν θερμὴν διάθεσιν, ἐξ ἀνάγκης ψυχρόν ἐστι. προσφέρεσθαι δὲ χρὴ πάντως αὐτὸ χλιαρόν, ἐπειδὰν δοκιμάζηται, καθότι καὶ πρόσθεν εἴρηται. γνωρισθὲν δ’ ὅτι τοιοῦτόν ἐστιν, εἶτα θεραπείας ἕνεκα παραλαμβανόμενον ἄμεινον ψυχρὸν παραλαμβάνειν, πλὴν εἰ τὸ μὲν φάρμακον ἄκρως εἴη ψυχρόν, οὐκ ἄκρως δὲ θερμὸν εἴη τὸ νόσημα. ταυτὶ μὲν οὖν ἐπὶ πλέον ἔν τε τοῖς περὶ φαρμάκων εἰρήσεται κἀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ἐν δὲ τῷ παρόντι τό γε τοσοῦτον χρὴ γιγνώσκειν, ὡς, εἴ τι τῇ θερμῇ καὶ ἁπλῇ διαθέσει προσαχθὲν φάρμακον ἔκ τε τοῦ παραχρῆμα κἀν τῷ μετὰ ταῦτα χρόνῳ παντὶ τήν τε τῆς ψύξεως αἴσθησιν ἤνεγκε τῷ κάμνοντι καὶ τὴν τῆς εὐφορίας τε καὶ ὠφελείας, ἐξ ἀνάγκης τοῦτο ψυχρόν ἐστι, κἂν ἐπ’ ἄλλων ποτὲ φαίνηται θερμόν. εὑρεθήσεται γὰρ ἐπ’ ἐκείνων ἐξεταζόμενον ἀκριβῶς οὐ καθ’ ἑαυτὸ θερμὸν ὂν ἀλλὰ κατά τι συμβεβηκός. ὅταν δὲ καθ’ ἑαυτὸ λέγωμεν ἢ πρώτως ἢ διὰ μηδενὸς [τῶν] ἐν τῷ μέσῳ, ταὐτὸν ἐξ ἁπάντων δηλοῦται τῶν ῥημάτων καὶ τὴν γυμνασίαν ἁπάντων τούτων ἅμα τοῖς οἰκείοις παραδείγμασιν ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασι ποιησόμεθα.

Νυνὶ δὲ πάλιν ἀναμνήσας ὧν ἤδη καὶ πρόσθεν εἶπον ἐπιθεῖναι πειράσομαι τῷ παρόντι λόγῳ τὴν προσήκουσαν τελευτήν. ἐπειδὴ γὰρ τὸ θερμὸν σῶμα πολλαχῶς ἐλέγετο, καὶ γὰρ καὶ τὸ τὴν ἄκραν ἔχον ποιότητα, τὸ στοιχεῖον αὐτό, καὶ τὸ κατ’ ἐπικράτησιν αὐτῆς ὠνομασμένον ἔτι τε τὸ πρὸς ἕτερον λεγόμενον ἤτοι πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ πρὸς ὁτιοῦν τὸ τυχόν, οὕτω χρὴ καὶ τὸ δυνάμει μὲν θερμὸν ἐνεργείᾳ δ’ οὐδέπω καὶ νοεῖσθαι καὶ δοκιμάζεσθαι πολλαχῶς. ὅθεν οὐκ ὀρθῶς, εἴ τι μὴ ταχέως ἐκπυροῦται, τοῦτ’ ἔνιοι νομίζουσιν οὐδὲ πρὸς ἡμᾶς εἶναι δυνάμει θερμόν. εἴτε γὰρ εὔπεπτόν ἐστι καὶ τρέφει ταχέως, εἴη ἂν ὡς πρὸς ἡμᾶς θερμόν, εἴτε θερμαίνει προσφερόμενον ὡς φάρμακον, εἴη ἂν καὶ τοῦτο δυνάμει θερμὸν ὡς πρὸς ἄνθρωπον. οὕτω δὲ καὶ καθ’ ἕκαστον εἶδος ζῴου τὸ δυνάμει θερμὸν εἴθ’ ὡς φάρμακον εἴθ’ ὡς τροφὴ πρὸς ἐκεῖνο λέγεται μόνον τὸ ζῷον. ἐν γὰρ τῷ πρός τι τὸ δυνάμει πᾶν, ὥστε καὶ ἡ βάσανος ἡ οἰκεία βελτίων τῆς ἔξωθεν. οἰκεία δὲ μία καθ’ ἕκαστον, εἰ φαίνοιτο ταχέως γιγνόμενον τοιοῦτον, ὁποῖον ἔφαμεν ὑπάρχειν αὐτὸ δυνάμει. πῦρ μὲν γάρ ἐστι δυνάμει πᾶν ὅ τι ἂν ἐκπυρῶται ταχέως, δυνάμει δ’ ὡς πρὸς ἄνθρωπον θερμόν — ὅπερ ἦν ἓν εἶδος τῶν κατ’ ἐπικράτησιν θερμῶν — ὅταν ἀνθρώπῳ προσφερόμενον ἢ τὴν ποιότητα τῆς ἐμφύτου θερμασίας ἢ τὴν οὐσίαν αὐξάνῃ. τὰ δ’ αὐτὰ κἀπὶ τῶν ἄλλων εἰρῆσθαι χρὴ νομίζειν ὅσα δυνάμει λέγεται ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. καὶ γὰρ καὶ ταῦτα τὰ μὲν ὡς πρὸς αὐτὰ τὰ στοιχεῖα, τὰ δ’ ὡς κατ’ ἐπικράτησιν ὠνομασμένα καὶ νοεῖσθαι χρὴ καὶ δοκιμάζεσθαι. δῆλον δ’ ὡς καὶ τὴν κρίνουσαν ἁφὴν ἁπάσης ἐπικτήτου θερμασίας τε καὶ ψύξεως ἀπηλλάχθαι χρή, καθότι κἀπὶ τῶν φαρμάκων αὐτῶν εἴρηται πρόσθεν.