The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
λεπτυνούσης χρῄζει διαίτης, ὡς πολλάκις ἐπὶ μόνῃ
καλῶς ἂν ἔχοι διορίσασθαι περὶ αὐτῆς ἀκριβέστερον·
ἄμεινον γὰρ ἐν οἷς ἐγχωρεῖ
διαίτῃ μόνον χρησάμενον
ἐπιτυχεῖν τοῦ τέλους, ἐν τούτοις ἀφίστασθαι τῶν φαρμάκων.
μεστά, τὰς μὲν 〈παντελῶς〉 παυσαμένας ἐπὶ 〈τῇ〉 τοιαύτῃ
διαίτῃ, τὰς δὲ
μετριωτέρας ἀποδειχθείσας· οἶδα
δὲ καὶ τῶν δυσπνοίᾳ συνεχῶς ἁλισκομένων οὐκ ὀλίγους
ἢ διὰ μακρῶν
χρόνων ἐνοχλεῖσθαι μικρά· τήκει δὲ καὶ
σπλῆνας μεγάλους ἡ λεπτύνουσα δίαιτα καὶ
ἧπαρ
σκιρρούμενον, καὶ ἐπιληψίας τὰς μὲν μικρὰς ἔτι καὶ
ὕπουλοι, καὶ ταύτας ὀνίνησιν οὐ μικρά.
οὖν ὑπὸ τῶν ἰατρῶν ἡ τοιαύτη δίαιτα λεπτύνουσα,
καθότι καὶ παχύνουσαν
ἑτέραν ὠνόμασαν ἐναντίαν τῆσδε,
κατὰ τὸν γεννώμενον ἐφ’ ἑκατέρας ἐν τοῖς σώμασιν
καὶ λόγῳ κριθεῖσα· καὶ γὰρ ὀσμὴ καὶ γεῦσις ἱκανὰ γνωρίσματα
προσβάλλουσι τῷ
λογισμῷ πρὸ τῆς πείρας τῶν
τοιούτων ἐδεσμάτων ἁπάντων.
τὰς αἰσθήσεις, εὔδηλον ὡς δριμέα τ’ ἐστὶ
ταῦτα καὶ
τοῦ δέοντος ληφθέντα δῆξιν ἐργάζεται τῇ γαστρὶ καὶ
ἄσην οὐ σμικράν, ἐμούμενά
τε καὶ διαχωρούμενα δριμείας
ὀσμὰς ἀποπέμπει· τὰ πλεῖστα δ’ αὐτῶν καὶ οὖρα
καὶ
ἱδρῶτας ἐκβάλλει δυσώδεις τε καὶ δριμεῖς· καὶ
μὲν αὐτῶν ῥήγνυσι καὶ διαβιβρώσκει ῥᾳδίως, ἔνια δὲ
κατατίτρησι τὸ δέρμα, πολλὰ
δ’ οἷον λέπος ἀφίστησιν
αὐτοῦ καί τινα ἕλκη καὶ μάλιστα τὰς καλουμένας
ἐσχάρας
ἐργάζεται.
λεπτύνεσθαι δριμείαν τιν’ ἐχόντων καὶ τμητικὴν δύναμιν,
γὰρ ἱκανῶς ὑπὸ τῶν τοιούτων ἐδεσμάτων ὀνινάμενα
πάνθ’ ὅσα παχέων καὶ γλίσχρων καὶ ψυχρῶν χυμῶν
ἀναπέπλησται σώματα.
ἐξευρίσκοντα καὶ τὸ μέτρον τῆς χρήσεως, οὕτω κἀν
τοῖσδε· κίνδυνος γὰρ εἰς
κακοχυμίαν ἐμπεσεῖν τὸν
οὐκ ὀρθῶς αὐτοῖς χρώμενον· ἀλλ’ οὐ τοῦτο νῦν πρόκειται
διδάσκειν, ἀλλ’ ὑπὲρ αὐτῶν μόνον τῶν ἐδεσμάτων
καὶ
πράσα καὶ νᾶπυ τῶν λεπτυνόντων ἐστίν, οὐδ’ ἂν
οὐδ’ ἰδιώτην λάθοι διὰ τὸ σφοδρὸν τῆς
ἐν αὐτοῖς
δυνάμεως, ἐφεξῆς δὲ τούτων σμύρνιόν τε καὶ πύρεθρον
καὶ θύμβρα καὶ θύμα, χλωρὰ πάντα προσφερόμενα
πρὶν ξηρανθῆναι· ἀποξηρανθέντα
γὰρ ἤδη φάρμακα
[τε]
ἰσχυρότερον τοῦ
τεθηλότος ἐστί, καθότι καὶ αὐτῶν τῶν
καὶ ὅσα κατὰ λόφους ἢ ἐν χωρίοις ἀνύδροις ηὐξήθη,
τῶν ἐν πεδίοις ἢ κήποις ἢ
τέλμασιν ἰσχυρότερα.
μὲν 〈οὖν〉 ὑπὲρ
ἁπάντων χρὴ γινώσκειν κοινῇ· τοῖς
δ’ εἰρημένοις ἐφεξῆς ἐστιν ὅ τε τῆς καππάρεως καὶ
ὁ
καὶ σία καὶ σέλινα
καὶ πετροσέλινα καὶ ὤκιμα καὶ
βλίτα καὶ ἀτράφαξις, εἰ καὶ ταῖς ἰδέαις ἐγγυτάτω τῶν
τε γάρ ἐστι καὶ ἀμβλέα καὶ δριμείας δυνάμεως
ἥκιστα μετέχοντα παραπλησίως
κολοκύνθαις τε καὶ
σικύοις πέποσί τε καὶ μηλοπέποσι καὶ κοκκυμήλοις.
καὶ
ἄπιοι καὶ σίκυοι· διὸ καί τινες ἑψοῦσι τῶν σικύων
τοὺς σκληροτέρους ὁμοίως ταῖς
κολοκύνθαις· καὶ τῶν
μήλων δὲ καὶ τῶν ἀπίων ἧττον βλάπτουσιν αἱ ἑφθαί,
καὶ τῶν
ὠμῶν ἐσθιομένων αἱ εἰς ἀπόθεσιν ἐπιτηδειόταται
οὐ
περὶ τούτων ὁ λόγος μοι νῦν.
χυμοὺς ἐδέσματα μέτειμι, τὴν ἀρχὴν ἀκριβέστερον
ποιησάμενος ἀφ’ ὧν ἀπέλιπον,
ἐπειδὴ διορισμοῦ δεῖταί
πάντα διὰ τὸ πλῆθος ἔτι τῆς ὑγρότητος ἣν ἔτ’ αὐξανόμενα
κέκτηται, μέτρια ταῖς δυνάμεσίν ἐστιν, ὡς καὶ
μικρῷ πρόσθεν εἴρηται, καὶ διὰ
τὴν αἰτίαν τήνδε
πολλὰ τῶν φαρμακωδῶν, ἔστ’ ἂν ἔτι φύηται καὶ αὔξηται,
τούτοις πυρέθρου τε
καὶ σκολύμου καὶ ἠρυγγίου
καὶ ἄλλων μυρίων, ἃ δὴ καλεῖν ἔθος ἡμῖν ἐστιν ἄγρια
λάχανα τῷ μικρὸν ὕστερον αὐτῶν ἕκαστον ἀκανθῶδές
μὲν
ἱκανῶς τμητικά, φυόμενα δὲ καὶ αὐξανόμενα
μετρίως λεπτύνειν· οὕτω γέ τοι καὶ ἡ
ἀκαλήφη πρὶν
ξηρανθῆναι παραπλησίως γε μαλάχαις καὶ τοῖς τεύτλοις
καὶ ἄνηθον ἐκ τῆς αὐτῆς ἐστι τούτοις ἰδέας
πρὸς τῷ καὶ θερμαίνειν ἐπιφανῶς.
ἐστὶ λαχάνων ἀγρίων ἧττον
τῶν εἰρημένων τμητικόν,
ὡς δοκεῖν ἐκ τῆς μέσης τε καὶ οὐδετέρας εἶναι φύσεως
τοιαῦτα λάχανα κοινῇ μὲν ἅπαντα σέρις, ἰδίᾳ δὲ κατ’
εἶδος ἕκαστον αὐτῶν ἴδιον
ὄνομα κέκτηται παρὰ τοῖς
ἀγροίκοις οἷον αἵ τε θριδακῖναι καὶ αἱ χονδρίλαι καὶ
τὰ παρὰ τοῖς Σύροις γιγγίδια καὶ ἄλλα μυρία τοιαῦτα
πάντα
σέρεις ὀνομάζουσιν· οἱ γὰρ παλαιοὶ τοῖς εἴδεσιν
αὐτῶν ἅπασιν
χρὴ τῆς δυνάμεως αὐτῶν
ἐκμαθόντα γνωρίσματα μήτ’
ὀνομάτων δεῖσθαι κατ’ εἴδη μήτε τῆς κατὰ μέρος
αὐτῶν
ἐξηγήσεως.
δάκνον καὶ θερμὸν φαίνοιτο, τμητικὴν καὶ λεπτύνουσαν
ἔλπιζε τὴν δύναμιν
ὑπάρχειν αὐτῷ· κατὰ ταὐτὰ
δὲ κἂν εὐωδίαν τινὰ κατὰ τὴν ὀσμὴν ἔχον ἀρώματος
ἐμποιῇ τῇ γεύσει φαντασίαν, ἀνάγκη καὶ τοῦτο θερμὸν
καὶ διαβιβρωσκόντων καὶ θερμαινόντων ἐπιφανῶς
τῇ γεύσει προσφέρει, πρὸς τῷ καὶ τὴν γαστέρα τὰ
πλεῖστα τῶν τοιούτων ὑπάγειν·
οὐχ ἧττον δὲ τούτων
πλεῖστα τῶν τοιούτων ἕψοντες ἐσθίουσιν.
δὲ δήπου διαφέρει καὶ τὸ δι’ ὀξυμέλιτος ἢ ὄξους ἢ
ἁλῶν ἢ ἐλαίου
προσενέγκασθαί τι τῶν τοιούτων· ἐπιτείνεται
μὲν γὰρ ἡ δύναμις αὐτῶν ὄξει τε καὶ
ὀξυμέλιτι,
ὑπάρχειν
ἐλαίῳ παχέων χυμῶν λεπτυντικὸν ἔτι καὶ
τὴν ἰσχὺν ὅσα τοῦτο δρᾶν πέφυκε καθαιρεῖ.
ἄρα καὶ ὅσα τῶν ἐδεσμάτων ὑδατώδη τε
καὶ ἀμβλέα
γευομένοις ἐστίν — ὑπάρχει δὲ τοῦτο διὰ περιττὴν
ὅσα μὲν ἥδιον ὠμὰ
προσφέρεσθαι, γάρου μιγνύντες,
ὅσα δ’ ἑφθὰ, τοὔλαιον ἐπιχέοντες· ἔνια δὲ
καὶ
δι’ ὑποτριμμάτων ἐσθίουσιν ὄξος μὲν ἐχόντων
λιβυστικὸν ἢ κύμινον ἢ σέλινον ἢ τὸ τοῦ κάρου
σπέρμα μιγνύντες ἤ τι τοιοῦτον
ἕτερον.
φύσις ἡγεῖται καὶ διδάσκει
τὸ ποιητέον οὐ μόνον τούς
τι σοφώτερον ἐπισταμένους ἀλλὰ καὶ τοὺς ἰδιώτας·
ὑποτρίμμασιν ἐκέλευον 〈ἂν〉 οἷς μέλει λεπτυνούσης
διαίτης, εἰ μὴ τῆς σαρκὸς τῶν
φοινίκων ἐμίγνυον
αὐτοῖς ἔνιοι τῶν ὀψοποιῶν πάμπολυ.
χρὴ καὶ περὶ τῶν ὑποτριμμάτων ἐν βραχεῖ· τὰ μὲν
οἷάπερ ἐστὶ τά τε νῦν εἰρημένα καὶ ὅσα
διὰ κρομμύων τε καὶ
σκορόδων ἢ κοριάνου σκευάζουσι,
ταῦτα μὲν οὖν ἅπαντα τῆς λεπτυνούσης ἐστὶ δυνάμεως,
ὅσα δ’ ἧττον τούτων μὲν μετέχει πλειόνων δὲ
τῶν
λαχανωδῶν ἐδεσμάτων ὡς τὰ πλεῖστα τοῦ γένους
τούτου λεπτύνει, ἐφεξῆς ἂν εἴη ῥητέον
καὶ περὶ τῶν
ἀσπαράγων καλουμένων, ἑλείου τε καὶ μυακανθίνου
γένει καὶ οἱ τῶν ἀμπέλων
ἕλικές εἰσι καὶ οἱ τῶν
βάτων καὶ εἴ τινος ἄλλου δένδρου βλαστὸς ἢ ἄνθος
ἐδώδιμον ὑπάρχει.
δὲ
τούτου μικρὸν ἀποδέοντες ὅ θ’ ἕλειός ἐστι καὶ ὁ
τῆς χαμαιδάφνης, τοσούτῳ δ’
ὑγρότερος ὁ ἕλειος ὅσῳ
ξηρότερος ὁ τῆς χαμαιδάφνης· εὐστόμαχος δ’ οὐδὲν
ἧττον
τῶν εἰρημένων ἐστὶν ὅ τε τῆς βρυωνίας καὶ ὁ
τούτων οἱ σαφῶς αὐστηροὶ καὶ στύφοντες οἷος καὶ ὁ
τῆς βάτου καὶ· 〈ὁ〉 τῆς ἀμπέλου· καθαίρει δὲ διὰ τῆς
κάτω γαστρὸς ὁ τῆς ἀκτῆς.
οὐχ οἷόν τ’ ἐστὶ
γνωρίσαι πρὶν πειραθῆναι, τῶν
τεκμαιρόμενον. οἱ μὲν γὰρ στύφοντες ἅπαντες .εὐστόμαχοί
τ’ εἰσὶ τοὐπίπαν καὶ
μέσοι πως μάλιστα τὴν
δύναμιν, ἐξ οὗ γένους ἐστὶ καὶ ὁ τῆς φοίνικος ἐγκέφαλος·
οὕτω γὰρ ὀνομάζουσι τὸ ἁπαλὸν ἐκβλάστημα
οἱ δὲ καὶ πικρότητος ἐμφαίνοντές τι τοσούτῳ
ξηρότεροι καὶ τμητικώτεροι τούτων
εἰσὶν ὅσῳ καὶ
πικρότεροι· εἰ δὲ καὶ δάκνοιεν ἢ θερμαίνοιεν ἐπιφανῶς
τίθεσθαι τούσδε.
ταῦτα, σπερμάτων δ’ ἐφεξῆς μνημονεύω. καθόλου μὲν
δυνάμεις ὧν ἐστι σπέρματα, ξηρότερά γε μὴν ὑπάρχει
πάντων ἐκείνων καὶ διὰ
τοῦτο λεπτυντικώτερα καὶ
οὐκ ἐξ ἅπαντος ἐδώδιμα, καθάπερ οὐδ’ αἱ βοτάναι
τῶν
ἐσθιομένων σπερμάτων ἐδώδιμοι πᾶσαι· πλὴν ὅσα
βοτανῶν ἐπὶ τὸ ξηρότερόν τε καὶ θερμότερον ὡς εἴρηται
ῥέποντα.
πολὺ τῆς μήκωνος
αὐτῆς ἐστι μετριώτερον, ὥστε καὶ
τοῖς ἄρτοις ἐπιπάττουσιν αὐτὸ καὶ πολλοῖς τῶν
ἄλλων
ὅτι μὲν καὶ τοῦτο ψύχει, δῆλον ἐκ τοῦ καρηβαρές τ’
εἶναι καὶ ὑπνῶδες, οὐ μὴν
ὁμοίως γε τῇ μήκωνι, ἀλλ’
ὅσον ὁ ὀπὸς αὐτῆς εἰς ψῦξίν ἐστιν ἰσχυρότερος,
τοσοῦτον αὕτη τοῦ σπέρματος· ὑπνῶδες δὲ καὶ τὸ τῆς
ὑγρόν τ’ ἐστὶ καὶ ψυχρόν· ὥστε χρὴ φυλάττεσθαι
ταῦτα τὰ σπέρματα τὸν διαίτῃ
λεπτυνούσῃ χρώμενον.
τῷ σώματι γεννᾷ χυμόν· σελίνου μέντοι καὶ πετροσελίνου
σεσέλεως καὶ δαύκου καὶ
τορδύλου καὶ πάντων τῶν
εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶς ἁρμόζει
τοῖς
λεπτυνούσῃ διαίτῃ χρωμένοις.
ἀπολείπεται τῶν γενναιοτάτων φαρμάκων, ὁποῖόν τι
καὶ τὸ τοῦ πηγάνου σπέρμα
τετύχηκεν ὄν, ἰσχυρὸν ἐν
τοῖς μάλιστα καὶ λεπτυντικὸν ἱκανῶς· οὕτω δὲ καὶ
〈τὸ〉
τῆς λύγου σπέρμα καὶ τὸ τῆς καννάβεως οὐ
ἄν τις αὐτοῖς εἰς ἓν μόνον ἐπιτηδείως, ἐπειδὰν δι’
οὔρων καθᾶραι τὸ αἷμα
προαιρῆται. ἀλλὰ γὰρ οὐ περὶ
φαρμάκων πρόκειται λέγειν ὅτι μὴ πάρεργον, ὥστ’ οὐ
χρὴ μηκύνειν ἐν τούτοις.
ἐπάνειμι
γένος, ἃ δὴ καὶ Δημήτριά τινες ὀνομάζουσι·
συνηθεστέρα μέντοι κλῆσίς ἐστι τοῖς
Ἕλλησιν ἐπὶ τοῦ
γένους αὐτῶν ἅπαντος ἡ τῶν ὀσπρίων· ἔνιοι μέντοι
χεδροπὰ ταῦτα
καλοῦσιν· εἰσὶ δ’ οἳ τὸ μὲν σύμπαν
δρέπονται, χεδροπὰ προσαγορεύουσι, τὰ δ’
ἄλλα πάντα
τὰ διὰ τῶν δρεπάνων θεριζόμενα σῖτον· ἔνιοι δὲ τὸν
πυρὸν μόνον
σῖτον· οἱ δὲ καὶ τὰς κριθὰς αὐτῷ προστιθέασιν.
ὀνομαζέτω μὲν οὖν ἕκαστος ὡς ἂν
ἐθέλῃ,
περὶ δὲ τῆς τῶν ὀσπρίων δυνάμεως ἐφεξῆς ἐγὼ διηγήσομαι.
〈καὶ〉
γλίσχρου καὶ παχέος ἐν τοῖς σώμασι χυμοῦ
γεννητικοί, ὥστε εἰ μή τις σκευάσας αὐτοὺς
ὡς σκευάζονται
προσφέροιτο, παχὺν καὶ γλίσχρον ἱκανῶς ὑποθρέψει
χρὴ πυρόν, ὡς εἶδον ἐσθίοντας ἐπὶ τῆς Ἀσίας τῶν
ἀγροίκων παμπόλλους — ἡδύνουσι δ’ ὀλίγοις ἁλσὶν
αὐτόν — οὔτ’ ἄλευρον
ποιήσαντας ἑψεῖν ὡς ἔτνος ἢ
ὕδατι δεύσαντας ἢ γάλακτι· πᾶσαι γὰρ αἱ τοιαῦται
ἥπερ καὶ μόνη νῦν εὐδοκιμεῖ δεόντως, ἡ διὰ
τῆς ζύμης τε καὶ τῶν
ἁλῶν καὶ τοῦ κλιβάνου, χείρων
δὲ βραχὺ ταύτης ἡ διὰ τῶν ἴπνων.
ἄλλων οὐδὲ μεμνῆσθαι προσήκει· ἔστι δὲ καὶ
πυρῶν
βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, τροφιμώτατοί
τ’ εἰσὶ καὶ παχύχυμοι
καὶ γλίσχρου χυμοῦ γεννητικοί·
ὅσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ
ἔνδον,
οὗτοι καὶ ἧττον τρέφουσι καὶ ἧττον παχὺν καὶ
γλίσχρον ἀπογεννῶσι χυμόν.
καὶ ὁ χόνδρος ἱκανῶς τρόφιμα καὶ
παχύχυμα καὶ
γλίσχρα· ἀλλὰ σεμιδάλεως μὲν οὐδ’ ἀναγκαῖον ἅπτεσθαι
τοῖς
λεπτυνούσῃ διαίτῃ χρωμένοις· χόνδρου δ’
ἔξεστιν ἀπολαύειν τὰ μέτρια 〈καὶ〉 καθ’
ἑαυτὸν ἐξ
μὲν ἀλλὰ ξανθοῦ τε καὶ λεπτοῦ κατὰ τὴν τοῦ Φαλερίνου
ἐδεσμάτων ἐπιμιγνύντας καὶ μάλιστα τῷ τριπτῷ τεύτλῳ
καὶ τοῖς ὀρνιθείοις ζωμοῖς.
σκευάζειν ἐκ χόνδρου βούλοιτο, μὴ μόνον ἀνήθου
γλήχωνος ἢ καλαμίνθης ἢ ὑσσώπου· καὶ μὲν δὴ καὶ
ἡ τῆς πεπέρεως μῖξις οὐκ ἐπὶ
τοῖς τοιούτοις ἐδέσμασι
μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις σχεδὸν ἅπασιν οὐ σμικρὰ
τῇ
λεπτυνούσῃ διαίτῃ συντελεῖ.
δεῖσθαι· καὶ εἴ ποτε δὲ βουληθείης αὐτῆς ἐπιτεῖναι
τὴν δύναμιν, ἀρκεῖ πεπέρεως
μιγνύναι αὐτῇ· μέλιτος
δ’ οὐδὲν δεῖται πτισάνη πλὴν εἰ μὴ τὰ κατὰ θώρακά
τε
καὶ πνεύμονά τις ἐκκαθαίρειν ἐθέλοι, τοῖς μέντοι
μᾶλλον γὰρ ἐξαίρεται ταῦτα τὰ σπλάγχνα πρὸς τῶν ἐκ
τοῦ χόνδρου ῥοφημάτων καὶ
αὐτῶν καθ’ ἑαυτὰ καὶ
πολὺ μᾶλλον εἰ σὺν μέλιτι σκευάσαις. ἀλλὰ περὶ μὲν
τῆς
τοῦ μέλιτος χρήσεως ἁπάσης ὀλίγον ὕστερον
γὰρ
ἔν γε πτισάνῃ μόνῃ ἡ χρῆσις αὐτῶν ἐδώδιμος,
γάλακτος ἕψεται τὸ αὐτῶν ἄλευρον καὶ φρυγεισῶν
ἑψηθεῖσαι καὶ μετ’ οἴνου γλυκέος ἢ σιραίου προσφέρονται.
ὀλιγότροφοι πάντες εἰσὶ καὶ παχύχυμοι καὶ φυσώδεις
ἥκιστα, ὅπως ἂν σκευασθῶσι·
περὶ δὲ τῶν ἀλφίτων·
ἅπαντα ὀλιγότροφα τοῖς ἄρτοις ὁμοίως, ξηραίνει δὲ
μᾶλλον
τῷ πεφρῦχθαι· τὸ δ’ ἄλευρον ὑγρότερόν τ’
καὶ μάλιστ’ ἂν μετὰ γάλακτος σκευασθῇ ὁμοίως
τῷ χόνδρῳ.
κριθαὶ πολὺ μὲν
εἰς τὴν προκειμένην δίαιτάν
εἰσι χόνδρου λυσιτελέστεραι· καὶ γὰρ παχύν τε καὶ
καὶ ταύτας μήτε διὰ σιραίου μήτε διά τινος τῶν
πάχος ἐχόντων ἱκανὸν
προσλαμβάνειν, ἀλλ’ ἤτοι δι’
οἰνομέλιτος ἢ διά τινος οἴνου παραπλησίου τῷ Φαλερίνῳ.
καὶ περιττωματικώτερα πτισάνης ἐστὶ καὶ
χόνδρου· πάμπολλα δὲ ταῦτα τὰ σπέρματα
κατὰ τὴν
ἐν Ἀσίᾳ γεννᾶται Μυσίαν, ὥστε καὶ ἄρτους ἐξ αὐτῶν
σκευάζουσιν· εἰσὶ
δὲ δήπου καὶ αὐτοὶ οἱ ἄρτοι δύσπεπτοί
πλείστη κατὰ τὴν Ἀσίαν ἐστίν, ἐν τῷ μέσῳ τούτων
τε
καὶ πυρῶν καθεστηκυῖα· τοσούτῳ γάρ ἐστι
πυροῦ χείρων ὅσῳ τούτων βελτίων· χρῶνται δὲ
καὶ
ἕτερον παρὰ τὰς ὀλύρας καὶ τίφας ἐδώδιμον Ἕλλησιν·
ἀκριβῶς
μὲν γὰρ οὐκ οἶδα καθ’ ὁποτέρου τούτων οἱ
παλαιοὶ τὸ τῆς ζειᾶς ἔφερον ὄνομα, τρίτον
δ’ οὐδέν
ὀλύρας οὕτως ὠνόμαζον· Μνησίθεος δὲ κατὰ μὲν ταὐτοῦ
σπέρματος ἄμφω τὰ ὀνόματα
φέρει τίφας καὶ
ὀλύρας ὀνομάζων, τὰς ζειὰς δ’ ὡς ἕτερόν τι τούτου
μοχθηρότερον
ὑπείληφεν ἔδεσμα, καί μοι δοκεῖ τὰς
ἤ τι καὶ τῶνδε μοχθηρότερον.
σπέρμα πτισθῆναι μὲν δεόμενον ὥσπερ ἡ κριθὴ καὶ
ἡ ὄλυρα καὶ ὁ βρόμος,
ἐπειδὰν δὲ γυμνωθῇ, πολὺ καὶ
πυροῦ καὶ κριθῆς καὶ ὀλύρας ἰσχνότερόν τε καὶ
μικρότερον
πυροῖς,
οὐχ ὥσπερ ἡ κριθὴ λευκόν.
ἔθνεσι κριθὴ γυμνή, καθάπερ ἐν Καππαδοκίᾳ, καὶ
καλεῖται οὕτως πρὸς αὐτῶν
ἐκείνων ὡς ἐμοὶ νῦν
εἴρηται καὶ ἔστι τά τ’ ἄλλα καλλίστη καὶ ἐξ ὕδατος
ἐπιτηδειοτάτη ληφθῆναι.
κριθῶν [δὲ] οὐδὲν ἧττον, ἀλλ’ οὔτε πέττονται ῥᾳδίως
καὶ φυσώδεις ἱκανῶς εἰσιν,
ὥστε πολὺ βέλτιον τοὺς
κυάμων μοχθηρότεροι.
πάντα καίτοι παχὺν ὑποτρέφοντες χυμόν, ἀλλ’ ὥστε
χρῆσθαί τινα μὴ παρόντος
τῶν ἐπιτηδείων ἐδεσμάτων
ἧττον ξηραίνουσιν.
δύσπεπτον καὶ περιττωματικὸν ἔδεσμα, πρὸς μέντοι
τὴν οὔρησιν
ἐπιτήδειοι, καί τι καὶ ῥυπτικὸν ἔχουσιν.
αὐτῶν φάρμακον οὐδενὸς ἧττον ἐκκαθαῖρον τὰ κατὰ
θώρακα.
—
λαμβάνεται μὲν οὐ κακῶς καὶ πρὸ τῶν
σιτίων ὑπαγωγῆς ἕνεκα γαστρὸς ἅμα τῷ γάρῳ,
προσφέρονται
μέλιτος ὡς
καὶ θερμαίνειν καὶ ῥύπτειν δυνάμενον· καὶ
ἔστι μὲν ἐς ἄμφω ταῦτα ἀγαθή, φυλάττεσθαι
δ’ ἐπὶ
πλέον ταύτῃ χρῆσθαι·
ἄλλοις δὲ τοῖς οὕτω προσλαμβανομένοις ὑπαγωγῆς
γὰρ αὐτῶν ἐστι τὰ πλεῖστα καὶ δύσπεπτα, καθάπερ
καὶ οἱ θέρμοι καὶ οἱ ὦχροι καὶ
οἱ φάσηλοι.
Δαμασκηνὰ κοκκύμηλα δι’
ὑδρομέλιτος ἕψοντα προεσθίειν
ἄμεινον, ὅτῳ λεπτυνούσης ἐστὶ χρεία διαίτης·
Ἰβηρίας· καὶ μὲν δὴ καὶ οἱ θαλάττιοι τῶν ἐχίνων καὶ
ἀλεκτρυόνων ὑπάγουσί θ’ ἅμα γαστέρα καὶ εἰς οὐδὲν
βλάπτουσι τὸν λεπτυνούσῃ διαίτῃ χρῆσθαι προῃρημένον.
ξηραίνει δ’ ἱκανῶς καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ
σύμπαν οὐχ ἥκιστα τὸ σῶμα.
καλουμένων λοβῶν ἔτνος,
οἵπερ δὴ καὶ κηπεύονται,
παραπλησίως τῷ κυαμίνῳ· καὶ χρὴ καὶ τοῦτο γινώσκειν
κυάμων εἰσὶ φυσώδεις οἱ λοβοὶ καὶ τὸ ῥυπτικὸν ὅπερ
τούτοις ὑπάρχει τοῖς λοβοῖς
οὐ πρόσεστι.
τῶν ἄλλων
σπερμάτων λέγοιμι τῶν μοχθηρῶν, ἃ καὶ πρὸ
τῆς ἡμετέρας παραινέσεως ἅπαντες ἤδη
φεύγουσιν; ἀρκεῖ
δίαιταν ἄλυποι παρὰ πάντα τὰ σιτηρὰ ἐδέσματα, δεύτεροι
δ’ οἱ ἐκ τῶν πυρῶν
ἄρτοι κριβανῖται· τῶν δ’
ἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ μὴ διὰ μακροῦ
πισσῶν ἢ φακῆς γεύεσθαι δή τις ἐθέλοι ἢ χόνδρου.
ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης
ἀπὸ τῶν πετραίων ἰχθύων καὶ τῶν
ὀρείων ὀρνίθων
τῶν μικρῶν· οἱ μὲν γὰρ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις
καὶ τοῖς
πεδίοις ὑγρότεροί τ’ εἰσὶ καὶ περιττωματικώτεροι,
ξηρότερά τε καὶ θερμότερα ταῖς κράσεσιν ὑπάρχει καὶ
ἡ
σὰρξ αὐτῶν ἥκιστα φλεγματώδης ἐστὶ καὶ γλίσχρα.
καὶ οἱ ὄρειοι στρουθοὶ μὴ μόνον τῇ λεπτότητι τοῦ
ἀέρος ἀλλὰ καὶ ταῖς τροφαῖς
οὐχ ἥκιστα πλεονεκτεῖν
τῶν ἐν ἕλεσί τε καὶ πεδίοις διαιτωμένων.
καὶ κίχλας καὶ κοττύφους καὶ πέρδικας ἅμα τοῖς
δὲ καὶ νηττῶν καὶ τῶν ἄλλων ὀρείων ὀρνίθων· οὕτω
δὲ καὶ ὠτίδων καὶ χηνῶν καὶ
τῶν ἄλλων μεγάλων
στρουθῶν ἃς καὶ στρουθοκαμήλους ὀνομάζουσι καὶ
πάντων τῶν
ὁμοίων ἀφεκτέον, ὅτῳ φροντίς ἐστι λεπτυνούσῃ
ἔχει τὴν σάρκα.
στρουθοὶ καὶ ὅσοι κατὰ τὰς ἀμπέλους διαιτῶνται
καὶ τῶν περιστερῶν αἱ ἐκ τῶν
πύργων ἀμείνους
τῶν κατοικιδίων εἰσίν· οὕτω δὲ καὶ οἱ σύες οἱ ὄρειοι
τὰ γεγυμνασμένα τῶν ἀγυμνάστων καὶ τὰ ξηροτέραις
τροφαῖς χρώμενα τῶν
ὑγροτέραις καὶ τὰ καθαρὸν καὶ
λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίον· αἱ
γὰρ τῶν ἡμέρων συῶν σάρκες ἁπάντων μὲν τῶν ἐδεσμάτων
αὑταῖς τὸ γλίσχρον ἀργίᾳ θ’ ἅμα τῇ τοῦ ζῴου καὶ
ἀφθονίᾳ τροφῆς ὑγροτέρας.
παντάπασιν οἷς μέλει λεπτυνούσης διαίτης πλὴν
ἀλλ’ εἰ γυμνάζοιτό τις ἀξιολόγως· ἔξεστι γὰρ τούτῳ
καὶ ὦτα καὶ ῥύγχη καὶ πόδας
συῶν ἐσθίειν καὶ γαστρὸς
γεύεσθαι καὶ μήτρας καλῶς καθεψημένων· ὅσοι
δ’
ἀργότερον καὶ ῥᾳθυμότερον διαιτῶνται, τούτους
ἐδωδῆς ἀλλὰ καὶ τῶν ὀρείων, ἀρκέσει δ’ αὐτοῖς ὑπό
τε στρουθῶν διαιτᾶσθαι τῶν
ὀρείων καὶ ἰχθύων τῶν
πετραίων, ἰουλίδος καὶ φυκίδος καὶ κοττύφου καὶ
κίχλης
καὶ σκάρου καὶ ἁπλῶς εἰπεῖν ἁπάντων ὅσοι
ἤτοι σκληρὰν ἢ γλίσχραν ἐχόντων ἀπέχεσθαι παντάπασιν.
ψαθυρὰ τῆς τῶν πετραίων, τῶν μέντοι τριγλῶν ψαθυρὰ
μὲν οὐ μὴν 〈καὶ〉 μαλακή.
ψαθυρὸν εἶναι, καὶ τούτοις προσέχων τὸν νοῦν ᾧ μὲν
δ’ ἄλλων ᾧ μὲν μηδέτερον, ἀπέχεσθαι
παντάπασιν, ᾧ
δὲ θάτερον, ἐσθίειν μέν ποτε καὶ τόδε τῶν ἄλλων
ἀπορήσαντα,
φυλάττεσθαι δὲ τὸν κόρον.
ἐξέστω προσφέρεσθαι μὴ παρόντων πετραίων
καὶ μᾶλλον ὅσοι διὰ νάπυος ἐσθίονται,
καθάπερ ὁ
σκορπίος· ἔστι δὲ δή τινα γένη ζῴων οἷς ὑπάρχει μὲν
τὸ ἕτερον ὧν
εἶπον γνωρισμάτων, ἀλλὰ διὰ τὴν ἀμετρίαν
τούτων
ἐδωδήν.
τῶν
μαλακίων τε καὶ σελαχίων καίτοι μαλακὴν ἔχοντα
τὴν σάρκα διὰ τὸ γλίσχρον καὶ
φλεγματῶδες αὐτῶν
ἱκανῶς ἐστι βλαβερὰ τοῖς λεπτυνούσῃ διαίτῃ χρῆσθαι
δὲ τράγοι καὶ οἱ βόες ἥκιστα μὲν ὑγρὰν καὶ φλεγματώδη
καὶ γλίσχραν ἔχουσι τὴν
σάρκα, βλάπτουσι δ’ ἱκανῶς
καὶ αὐτοὶ τῷ πάνυ σκληρῷ καὶ δυσμεταβλήτῳ.
τὰ πλεῖστα δὲ τῶν ὀστρακοδέρμων τε καὶ μαλακοστράκων
σαρκὸς φευκτέα, μόνα δ’ ἐκ τῶν σελαχίων ἡ νάρκη τε καὶ
ἡ τρυγὼν ἐπιτήδεια· καὶ
χρῆσθαί ποτε καὶ τούτοις ἐγχωρεῖ
ἅμα
τεύτλοις τριπτοῖς ἢ τοῖς λευκοῖς ζωμοῖς ἀφθονώτερον
ἐπεμβάλλοντα πράσου καί τι καὶ
πεπέρεως
προσεπιπάττοντα· πλησίον δὲ τῆς τούτων δυνάμεώς
τράγοι
καὶ σύμπαν δὲ τὸ τῶν προβάτων καὶ τῶν αἰγῶν
γένος οὐ χρηστὴ τροφή· μόνοις δὲ τοῖς
ἐρίφοις εἰκότως
ἄν τις χρῷτο· τὴν δὲ τῶν ἀρνῶν ἐδωδὴν φυλακτέον
τοὺς ὄνους ὀνώδεσιν ἀνθρώποις ἐπιτρεπτέον ἐσθίειν,
ὥσπερ δὴ καὶ παρδάλεις καὶ ἄρκτους καὶ λέοντας τοῖς θηριώδεσιν·
ἐγγὺς δὲ τῆς
τῶν ὄνων ἐδωδῆς εἰσι καὶ οἱ ἔλαφοι,
ὥστε καὶ τούτων ἀφεκτέον.
δὲ τὴν νῦν προκειμένην οὐ πάνυ χρηστή ἐστι· παχὺ
γὰρ ἱκανῶς αἷμα γεννᾷ· καὶ
μὲν δὴ καὶ ἡ τοῦ αἵματος
ἐδωδὴ ἁπάντων τῶν ζῴων φευκτέα καὶ πολὺ μᾶλλον
εἰς
τὴν λεπτύνουσαν δίαιταν ἡ τοῦ τῶν λαγωῶν, οὕτω
καὶ δύσπεπτα καὶ κακόχυμα.
ἀλωπέκων σαρκὸς ἐγὼ μὲν οὐδ’ ἐγευσάμην ποτὲ διὰ
τὸ μὴ εἰθίσθαι τὴν ἐδωδὴν
αὐτῶν μήτ’ ἐπὶ τῆς
〈Ἀσίας μήτ’ ἐπὶ τῆς〉 Ἑλλάδος, ἀλλὰ μηδὲ κατὰ τὴν
τῶν λαγωῶν· ἔστι γὰρ
ὁμοίως ξηρὰ καὶ λαγὼς καὶ
κύων καὶ ἀλώπηξ.
χρῆσθαι συνεχωρήσαμεν, οὕτω καὶ τῶν ἀλεκτρυόνων
λεπτυνούσῃ διαίτῃ χρηστά· καὶ αὐτοῖς δὲ τοῖς σώμασι
τῶν ἀλεκτρυόνων οὐ κωλύω
χρῆσθαι εἰ γυμνάζοιτό τις
καὶ μάλιστα τῶν ἐν ὄρεσι τεθραμμένων, ἀγυμνάστῳ δὲ
μετρίως ἅπτεσθαι προσήκει καὶ ἀλεκτρυόνων ἐδωδῆς
κρᾶσιν ἡ τρυγών ἐστι καὶ μάλισθ’ ἡ ὀρεία, ὥστε τὴν
τοιαύτην κἂν ἀλύπως ἐσθίοι τις· χρὴ δὲ μὴ πρόσφατον
ἀλλ’ ἕωλον ἐργασάμενον
ἡμέρᾳ μιᾷ 〈τοὐλάχιστον〉
οὕτως ἐσθίειν οὐ τρυγόνα μόνον ἀλλὰ καὶ πέρδικα καὶ
καὶ τρυγόνων καὶ περδίκων τὴν σάρκα καὶ
δύσπεπτός ἐστι καὶ
περιττωματική, πέρδικες δὲ καὶ
τρυγόνες οὔτ’ ἐσχάτως σκληρὰς ἔχουσι τὰς σάρκας οὔτε
αὐτῶν ἡμέρᾳ μιᾷ φυλαχθεισῶν νεκρῶν μεταπίπτει ῥᾳδίως
γὰρ χρηστὴν τροφὴν διδόασι τῷ σώματι καὶ γλίσχρον
ἥκιστα γεννῶσιν αἷμα καὶ πάχους καὶ λεπτότητος ἐν
τῷ μέσῳ καθεστηκός, ὅπερ
οἶμαι τοῖς ὑγιεινοῖς ἐδέσμασι
τῶν
ὑπολοίπων αὖθις ῥητέον. αἱ ῥίζαι τῶν λαχάνων
ἅπασαι μὲν ὡς οὕτω φάναι
περιττωματικαί τ’ εἰσὶ καὶ
δύσπεπτοι, πρὸς μέντοι τὰ παρόντα καὶ αἱ τοῦ δαύκου
ἐπιτήδειον· ἐναντιώταται δ’ αἱ γογγυλίδες ὁμοίως
ὀλίγου δεῖν τοῖς βολβοῖς,
μύκητες.
ἁπάντων δεῖ, ὅσαι γε τὸ
δακνῶδες οὐκ ἔχουσι καὶ
τεύτλων φυλάττεσθαι προσήκει· καὶ τοῦτο δὲ τὸ λάχανον
ἥκιστα φλεγματῶδες, ἀλλ’
ὅμως καὶ τὰς τούτων
ῥίζας φευκτέον.
αἱ ῥίζαι μόνον οὐδ’ ὁ καυλὸς ἀλλὰ καὶ τὰ φύλλα
γοῦν τὴν λεπτύνουσαν δίαιταν αἱ ἄγριαι τῶν κηπευομένων
εἰσὶ καλλίους. ἔστι δ’
ἐκ ταὐτοῦ γένους καὶ τὰ
ὕδνα τούτοις, πλὴν ὅσον ἐν ψαμμώδει τε καὶ ἧττον
ὑγρᾷ
συνίσταται γῇ καὶ ταύτῃ τῶν μυκήτων ἀπολείπεται
τε καὶ δριμέων, ὥσπερ σκορόδου τε καὶ κρομμύου
καὶ ῥαφανίδος, καὶ
τούτων ὡς φαρμάκου μᾶλλον
ἢ ὡς ἐδέσματος.
μετιέναι δ’ ἤδη καιρὸς ἐπὶ τοὺς τῶν δένδρων καρπούς·
εἰσὶ δ’ οὐκ ὀλίγοι τούτων
ὑγροὶ καὶ ψυχροὶ καὶ μάλισθ’
ὅσους οὐδ’ εἰς ἀπόθεσιν ἀγαγεῖν ἔστιν· ἥκιστα δ’ ἂν
λυποῖτό τις ὑπὸ τῶν λαπαττόντων τὴν κοιλίαν, ὥσπερ
τὰ κεράσια καὶ τὰ σῦκα· τὰ δὲ βραδύπορα χείρω πάντων
καὶ μᾶλλον εἰ καὶ σκληρὰ
τοῖς σώμασιν ὑπάρχει.
ἀπόθεσιν ἐπιτηδείων, οἷάπερ ἐστὶν ἀπίων τε καὶ μήλων
μᾶλλον ἐσθίειν τῶν σκληροτέρων, οὐ μὴν εἰς κόρον
γ’ οὐδενὸς τούτων, οὔτε τῶν
μήλων τῶν Περσικῶν
οὔτε τῶν Ἀρμενίων ἃ δὴ πρεκόκια καλοῦσι Ῥωμαῖοι,
ἔτι δὲ
μᾶλλον καὶ τῶν ὀνομαζομένων Σηρικῶν.
τούτοις ἔοικεν οὐκ ἐπιτήδεια· καὶ τοῖς οὔοις δὲ καὶ
τοῖς μεσπίλοις εἰς ἄλλα
μὲν ὀρθῶς ἄν τις χρῷτο, πρὸς
δὲ τὴν λεπτύνουσαν δίαιταν οὐκ ἐπιτήδεια, καὶ μάλιστα
τὰ μέσπιλα· τὸ καθόλου δ’ εἰπεῖν ὅσα σφοδρῶς αὐστηρὰ
καὶ γαστρί.
ἐπιτηδειότατα πάντων ἐστὶν ἰσχάδες τε καὶ
κάρυα 〈***********〉 καὶ τὰ πιστάκια·
πρὸς γοῦν
ἐστὶ καὶ οὐδὲν ἔχει τῶν ἐν τοῖς σπλάγχνοις περιττωμάτων
ῥυπτικόν· αἱ δὲ
καστανέαι καὶ αἱ βάλανοι
χείρισται μὲν αἱ ὠμαί, μοχθηραὶ δὲ κἂν ἑψηθῶσιν ἢ
ἔδεσμα πρός γε τὰ παρόντα, ὥστ’ οὔτ’ ἐπαινεῖν ἔχομεν
οὔτε ψέγειν οὐδὲν ἀξιόλογον, ὥσπερ οὐδὲ τὰς κρεμασθείσας
σταφυλάς· αἱ δ’ ἐν
τοῖς στεμφύλοις ἢ βοτρύοις
ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλῃς ἀποτιθέμεναι ταῖς
δ’ εἰς τὰ παρόντα, καὶ τούτων ἔτι μᾶλλον αἱ εἰς οἶνον
ἐμβαλλόμεναι.
σπληνὶ καὶ ἥπατι
μεγάλοις οὐκ ἀγαθαί, βελτίους δ’ εἰς
τὰ κατὰ θώρακα καὶ πνεύμονα πάθη· καὶ μὲν δὴ
καὶ
δ’ εἰς τὰς τῆς γαστρὸς ἀρρωστίας.
τῶν δένδρων καρποὺς ἀπὸ τούτων ὁρμώμενος κρῖνε·
μοχθηροί,
τῶν δ’ ἄλλων γεύεσθαι τὰ μέτρια, ὥστε κἂν
εἰ διαφερούσας τι ποιότητας ἔχῃ κατὰ τὰ
μόρια, τὰ
μὲν ὀξεά τε καὶ δριμέα τῶν μερῶν αὐτοῦ προσφέρεσθαι
τοιαῦτα, καθάπερ καὶ τὸ Μηδικὸν μῆλον, ὃ κίτρον
ὀνομάζομεν· ἔστι γὰρ αὐτοῦ
δριμὺς μὲν ὁ φλοιός, ὀξὺ
δὲ τὸ ἔνδον, παχύχυμος δὲ καὶ φλεγματώδης ἡ σάρξ.
δύναμιν ὅσον ἐκ τῆς σκευασίας ἠλλοιώθησαν· ὅτι δ’
ὄξος καὶ ἅλμη τῶν τεμνόντων
καὶ λεπτυνόντων, οὐδεὶς
ἀγνοεῖ.
ἱκανώτατα λεπτύνουσι καὶ τέμνουσι τοὺς παχεῖς χυμοὺς
μαλακόσαρκοι, τοὺς δὲ κητώδεις φυλάττεσθαι καὶ πολὺ
δὴ τούτων ἔτι μᾶλλον αὐτὰ
δὴ τὰ κήτη· γεύεσθαι δ’
εἰ βούλοιτό τις καὶ τούτων ἀπορίᾳ τῶν βελτιόνων ἢ
καὶ
ἄλλως ὀρεχθείς, ἤτοι δι’ ὑποτρίμματος δριμέος
ὄξους μόνον ἁρμόττει.
τοῦτ’ ἐπίστασθαι χρὴ κοινόν, ὡς εἴτ’ ἀποτεθείη
διά τινος τῶν
εἰρημένων εἴτε σκευασθείη, μέγιστον
αὐτοῖς τοῦθ’ ὑπάρχει πρὸς τὸ λεπτύνειν· ὥστε
σκοπὸς ἐπιτεχνᾶσθαι 〈δεῖ〉 δι’ ὄξους καὶ ὀξυμέλιτος
καὶ προταριχεύειν αὐτῶν ὅσα δυνατόν·
ταριχευθέντων
δή τοι καὶ τῶν χοιρείων 〈κρεῶν〉 γένοιτ’ ἄν τις ἀσφαλῶς,
ἄλλως δὲ
φυλάττεσθαι χρὴ καὶ ταῦτα παχὺν καὶ
λείποιτ’ ἄν ἔτι καὶ περὶ μέλιτος καὶ οἴνου καὶ γάλακτος
διελθεῖν, καὶ πρῶτόν
γε περὶ μέλιτος, ἐπειδὴ μόνον
ὡς ἔπος εἰπεῖν τῶν γλυκέων [καὶ] οὐκ ἐδεσμάτων
χυμοῦ γεννητικὸν ὑπάρχει.
ὦσι γλυκεῖς ἱκανῶς ἅπαντες παχέος αἵματός εἰσι γεννητικοί·
καὶ γὰρ μέλανές
εἰσιν οὗτοι καὶ παχεῖς τὴν
σύστασιν· ἔτι δὲ μᾶλλον τῶν οἴνων τὸ σίραιον
ὀνομαζόμενον·
ἰσχάδων ἀφέψημα· ἔστι δὲ καὶ τοῦτο παραπλήσιον
μοχθηρῷ μέλιτι καὶ αὐτό τινα
δύναμιν ἔχει τμητικήν,
ἀλλ’ ἀπολείπεται μέλιτος οὐκ ὀλίγον, καὶ πολὺ δὴ
ἔτι μᾶλλον, ὥστ’ ἐκπεπτωκέναι τῆς λεπτυνούσης ἰδέας.
ἐστίν, ἣν οὔτε λεπτύνειν οὔτε παχύνειν ἱκανῶς
μέσης ἐστὶ κατωτέρω· παχύχυμά τε γάρ ἐστι καὶ ψυχρὰ
καὶ δύσπεπτα καὶ φυσώδη τὰ μηδέπω καλῶς πέπειρα,
καθάπερ ὁ γλεύκινος οἶνος· ἓν
δ’ αὐτοῖς ἀγαθὸν
καὶ μᾶλλον ἔτι τούτων αὐτῶν φοινίκων βάλανοι·
αἱ μὲν γὰρ κατὰ τὴν
Ἀλεξάνδρειαν καὶ Κύπρον καὶ
Φοινίκην καὶ Λυκίαν καὶ Κιλικίαν οὐδὲ τὴν ἀπόθεσιν
περιττὴν ὑγρότητα σηπόμεναι ῥᾳδίως· τῶν δ’ ἄλλων
τῶν εἰς ἀπόθεσιν ἐσκευασμένων
ἐλάττων μὲν ἡ βλάβη,
παχὺς δ’ οὐδὲν ἧττον καὶ τούτων ὁ χυμός, ὥστε
καθαροὶ καὶ διαυγεῖς εἰσι καὶ τὴν χροιὰν ὠχροὶ καὶ
ξανθοί· λευκὸν δ’ οὐδ’ ἂν
εὕροις οἶνον ἅμα καὶ γλυκύν,
ὥσπερ οὐδὲ τῶν ξανθῶν αὐτῶν σφόδρα γλυκύν.
χυμοῦ γεννητικοί.
μέλανες καὶ γλυκεῖς παχέος αἵματος πληροῦσι τὰς
〈παχεῖς〉 χυμοὺς καὶ καθαίρουσι δι’ οὔρων τὸ αἷμα,
μέσοι δ’ αὐτῶν ὄντες τὴν ἰδέαν οἱ ξανθοί θ’ ἅμα καὶ
γλυκεῖς καὶ διαυγεῖς μέσοι
πώς εἰσι καὶ τὴν δύναμιν,
εἰς οὔρησιν ὁρμῶντες ὡς οἱ λευκοί.
καθ’ ἕκαστον ἔθνος, ἀλλ’ ἐπιφανεῖς ἐξ αὐτῶν ὅ τ’
Ἀριούσιος καὶ ὁ
Λέσβιος καὶ ὁ Φαλερῖνος καὶ ὁ Τμωλίτης
καὶ ὁ Θηραῖος, οἷς τεκμαιρόμενος καὶ τοὺς
ὁμοίους
σύμμετρον τῷ πάχει γεννῶσι χυμόν.
οἱ πλεῖστοι εὐώδεις καὶ θερμότεροι τῶν ἄλλων οἴνων
εὐλόγως ἅπτονται τῆς
κεφαλῆς, καὶ ταύτῃ φυλακτέον
τοῖς τε κεφαλαίᾳ κάμνουσι καὶ ἡμικρανίᾳ καὶ τοῖς ἄλλως
εἰπεῖν οἷς πέπονθεν ἡ κεφαλή.
θώρακα καὶ πνεύμονα χωρὶς πυρετοῦ πάθη πάντα τὰ
χρόνια μεγάλως ὑπὸ τῶνδε τῶν
οἴνων ὀνίναται καὶ
μάλισθ’ ὅσα διὰ πτυσμάτων ἐκκαθαίρεται [δέονται]·
μέλλοντα καλῶς ἀποπτυσθῆναι, ἀλλὰ καὶ μετρίως
ὑγραίνεσθαι· ὡς τά γε περαιτέρω
τοῦ καιροῦ ξηρὰ καὶ
γλίσχρα πτύσματα καὶ βῆχας ἐγείρει σφοδρὰς τῷ βιαίῳ
τῆς
διεξόδου καὶ κίνδυνον ἐπάγει ῥήξεως ἀγγείου.
λεπτύνουσι φαρμάκοις
προσφέρωνται, χρηστοὶ τοῖς κατὰ
θώρακα καὶ πνεύμονα πάθεσιν ὑπάρχουσιν· ἀλλ’ οὔτ’
αὐστηρᾶς οὔτε στρυφνῆς οὔθ’ ὅλως στυφούσης αὐτοῖς
ἐν ὀσμῇ καὶ γεύσει καὶ τῇ συμπάσῃ δυνάμει προσεληλυθέναι.
ὁ καὶ
Σκυβελίτης ὀνομαζόμενος· ἀρκεῖ γὰρ οἷον κανόνα
καὶ σκοπὸν τοῦτον ἔχειν εἰς τοὺς
ὁμοίους ἅπαντας·
δ’
αὐτοῦ καὶ Θηραίῳ χρήσαιτ’ ἄν τις καὶ προτρόπῳ
καὶ σιραίῳ καὶ Καρυΐνω.
ἅμα καὶ αὐστηροῦ παράδειγμα τὸν
ἐκ τῆς Κιλικίας
οἶνον ἔχοις ἄν, ὃν † ὀνοβάστην ὀνομάζουσιν· ἄχρηστος
πάθεσιν ὑπὲρ ὧν ὁ λόγος ἐνέστηκε καὶ ἔτι μᾶλλον
ὅσοι στρυφνοὶ μὲν ἐπιφανῶς
εἰσι, γλυκύτητος δ’ ἢ
οὐδόλως ἢ παντάπασιν ἀμυδρῶς μετέχουσιν.
οἱ τοιοῦτοι πάντες εἰσὶ καὶ διὰ τοῦτο
λανθάνουσι τοὺς
τῶν κεκτημένων
σπουδάζεσθαι [πιπράσκεσθαι]· στρυφνὸν
γὰρ ἅμα καὶ παχὺν οἶνον μέλανα τίς ἂν ἢ εἰς
συμπόσιον παρασκευάσειεν ἢ εἰς γάμους ἢ εἰς θεῶν
καὶ βραδύποροι καὶ τὰς δια
ἐπέχουσιν ἀμφοτέρας, τάς τε κατὰ γαστέρα καὶ
οὐχ
ἧττον αὐτῶν τὰς ἐπὶ κύστιν [καὶ μεσάραιον], κἀπὶ
πλεῖστον ἐν τοῖς
ὑποχονδρίοις μένουσι καὶ ῥᾳδίως
ἐπιτήδειοι τοῖς κατὰ γαστέρα ῥεύμασιν οὐδὲ τούτοις
εἰς κόρον πινόμενοι.
Αἰγαῖς ταῖς
Αἰολίσι γεννᾶται ἐν τῷ πεδίῳ καί τις
ὅμοιος ἕτερος αὐτῷ κατὰ τὴν ἀστυγείτονα πόλιν
Περγάμου
αὐτοὺς ὑπὸ συνηθείας ἀλύπως· καὶ γὰρ καὶ καταπαύουσιν
ἐν τῷ προσήκοντι μέτρῳ
τὴν πόσιν· οὐκ ἀλύπως
δ’ οἵ τ’ ἀήθεις ἅπαντες καὶ ὅσοι περαιτέρω τοῦ μέτρου
προσφέρονται.
αὐτοῖς προσχρωμένους οὐδὲν ἧττον
χοιρείων κρεῶν ἐδωδῆς.
ἄλλα δὲ διδάσκειν ἐπιχειροῦντα· χρὴ γὰρ οὐ
τὰ λεπτύνοντα μεταδιώκειν μόνον
ἀλλὰ καὶ φεύγειν τὰ
παχύνοντα τὸν λεπτυνούσῃ διαίτῃ καλῶς χρήσασθαι
προαιρούμενον.
εἶναί φαμεν, καὶ οὐχ ἧττόν γε νοσωδῶν ἢ ὑγιεινῶν·
καὶ γὰρ οὐδ’ 〈ἂν〉 βλάπτοιτό
τις ἧττον ἐκ τοῦ περιπίπτειν
τοῖς νοσώδεσιν ἢ ἀπέχεσθαι τῶν ὑγιεινῶν.
τε καὶ δι’ † αὐτὴν 〈*****〉 αἱρετὴν· ἔστι δὲ καὶ
τρίτον τι γένος 〈μέσον〉
ἀμφοῖν, ὃ μήτ’ ὠφελεῖ μήτε
βλάπτει, καὶ χρὴ τοῦτο γινώσκειν οὔτ’ εἰς αἵρεσιν
ὑγιεινὸν οὔτ’ εἰς βλάβην νοσῶδες· ἀλλ’ εἰ μὲν παρείη
εἰ
δ’ ἀπείη, μὴ μάτην αὐτὸ ζητῶμεν ὡς ὠφελοῦν.
τούτῳ τῷ γένει καὶ πρὸς τοὺς κάμνοντάς εἰσι χάριτες
τοῖς ἰατροῖς· τὸ μὲν γὰρ
βλαβερὸν αἰτοῦσιν αὐτοῖς οὐκ
ἄν τις συγχωρήσειεν, ὥσπερ οὐδ’ εἰ φύγοιεν τὸ
συμφέρον,
ἢ τὴν βλάβην ὥσπερ
ἐν τοῖς ὑγιεινοῖς τε καὶ
νοσώδεσιν, ἀλλὰ τὴν ἐπιθυμίαν τοῦ κάμνοντος ποιούμενον.
οὐδετέρα, ἀλλ’ ἐν τῷ πρός τι πάντα τὰ τοιαῦτα λέγεται·
ὧν οὖν ἐμνημόνευσα κατ’
ἀρχὰς τοῦδε τοῦ
λόγου νοσημάτων, ὑγιεινὴ μὲν ἡ λεπτύνουσα δίαιτα,
νοσώδης δ’ ἡ
παχύνουσα, μέση δ’ ἀμφοῖν ᾗ μηδέτερον
τὰ
ἐν τῷ σώματι, τοιαῦτα φυλάττει.
ἰτέον. ἐν δὲ τῷ καθόλου γνωστέον, ὥσπερ
ἐπὶ θώρακός τε καὶ πνεύμονος οἱ
γλυκεῖς τῶν οἴνων
παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ φλεγματώδεις, οὕτως
ἐν οἷς ἧπαρ ἢ σπλὴν μέγας
ὑπάρχει, μείζονα τὴν ἀπ’
αὐτῶν βλάβην τῆς ὠφελείας γίνεσθαι· ἀθρόα γὰρ ἐπὶ
τῶν
σπλάγχνων τούτων ὁλκὴ τῶν εἰς τὴν κοιλίαν καταποθέντων
πέρασι
τῶν ἀγγείων καὶ μᾶλλον καθ’ ἧπαρ, ἔνθα
συνάπτουσιν αἱ ἀπὸ τῶν πυλῶν φλέβες ταῖς ἀπὸ
τῆς
κοίλης.
οὔτ’ ἐμπεφραγμένοις τὰ στενὰ στόματα τῶν ἀγγείων
οὖν οὐδ’ αὐτὸ τὸ μέλι καίτοι τμητικῆς ὑπάρχον δυνάμεως,
ἀλλὰ καὶ τούτου τὸ
σφοδρὸν τῆς γλυκύτητος
λόγῳ καὶ πείρᾳ
δίαιταν ἐπιτηδειότατον τὸ ὀξύμελι· τό
τε γοῦν
φαρμακῶδες ὅ τισιν ὑπάρχει τῶν λυσιτελούντων τούτῳ
οὔτ’ ἄλλην ἀτοπίαν ἔχον οὐδεμίαν.
εἴη τὸ ὄξος, οὕτω μὲν ἂν οὐ διαιτημάτων μόνον
ἀλλὰ καὶ φαρμάκων
ἁπάντων ὑπάρχοι τμητικώτερον,
καὶ προσήκει τοιούτῳ οἴνῳ χρῆσθαι καὶ ὄξει τοὺς
σώματι παχὺ καὶ γλίσχρον καὶ φλεγματῶδες ὑποτρέφεται
περίττωμα, ὡς ἔγωγε
μυρίους οἶδα τἆλλα μὴ πάνυ
καλῶς διαιτωμένους ὑγιεῖς εἰς τέλος γενομένους ἐπὶ
τῷ διὰ τῆς σκίλλης ὄξει τε καὶ οἴνῳ.
ἀλλὰ γυμνασίοις τε χρῆσθαι τοῖς προσήκουσι καὶ τὰς
τῶν εἰρημένων ἐδεσμάτων
ποιότητάς τε καὶ ποσότητας
ἀκριβῶς παραφυλάττειν· ἄμεινον γὰρ οἶμαι διὰ πάντων
τῶν ὠφελούντων ἰόντα θᾶττον ἐπιτυχεῖν τοῦ
τέλους νοσηλεύεσθαι.
λεπτυνόντων ἐστὶ πρὸς τῷ ὑπάγειν τὴν γαστέρα· χρῆσθαι
τοίνυν αὐτῷ πολλάκις ἔκ
τινων διαστημάτων
μᾶλλον οἱ τυροί, καὶ χρὴ φυλάττεσθαι τυρῶν ἐδωδὴν
τοῖς λεπτυνούσῃ διαίτῃ
χρῆσθαι προῃρημένοις· ἔστι
γὰρ τῶν ἐσχάτως παχυνόντων ὥσπερ βολβοὶ καὶ
σπλάγχνων ἧπάρ τε καὶ σπλὴν καὶ νεφροί.
δὴ φυλάττεσθαι παραινῶ καὶ πρὸ τούτων τοὺς μύκητας
καὶ τῶν ᾠῶν τὰ ἑφθά· τὰ
γὰρ ῥοφητὰ καλούμενα
μετρίως παχύνει, καθάπερ καὶ τὸ διὰ χόνδρου ῥόφημα
τῶν ἀξιολόγως τεμνόντων οἷον ὑσσώπου καὶ γλήχωνος
καὶ θύμβρας καὶ πεπέρεως καὶ
θύμου· ἀλλὰ πεπέρεως
μὲν λεπτὸν ἐπιπάττειν αὐτῷ, τὰ δ’ ἄλλα συνεψεῖν.
μὲν δὴ καὶ εἴ ποτε δεήσειε γάλακτι χρῆσθαι, καὶ
τοῦτο
γάλα τοῖς μὲν κατὰ θώρακα πάθεσιν οὐκ ἀνεπιτήδειον,
εἰς δὲ τὰ καθ’ ἧπάρ τε καὶ
σπλῆνα βλαβερώτατον ὅσα
γε λεπτυνούσης χρῄζει διαίτης· ἀεὶ γὰρ τούτου χρὴ
μεμνῆσθαι τοῦ κατ’ ἀρχὰς εὐθὺς εἰρημένου καὶ μὴ
ὡς εἴρηται.
οἷόνπερ ἐστὶ τὸ βόειον καὶ τὸ τῆς ὑός,
λεπτότατον δὲ [καὶ] 〈τὸ〉
ὀρρωδέστατον, οἷόνπερ ἐστὶ
τὸ ὄνειον, ἐν τῷ μέσῳ δ’ ἀμφοῖν τὸ τῆς αἰγός· ἀλλὰ
ἕψησις ἐξ αὐτοῦ τὸ λεπτότερόν τε καὶ ὀρρωδέστερον·
εἰ δὲ καὶ μέλιτος ἢ ἁλῶν ἢ
ἀμφοτέρων προσλάβοι,
εὔδηλον ὡς ὄνειον μὲν ὠμὸν γάλα
ἁλῶν ἤ μέλιτος ἥκιστ’ ἄν εἴη
παχύχυμον, ὥστ’
οὐδὲ βλάψει τι τοὺς λεπτυνούσῃ διαίτῃ χρῆσθαι δεομένους·