De diebus decretoriis Galen Karl Gottlob Kühn Andrew W. Mellon Foundation Published original versions of the electronic texts A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation Mark Schiefsky, Harvard University Gregory R. Crane, Universität Leipzig Uwe Vagelpohl, University of Warwick Keyboarding Digital Divide Data Editor-in-Chief, Perseus Digital Library Gregory R. Crane Project Manager (University of Leipzig) Matt Munson Project Assistant (University of Leipzig) Annette Geßner Lead Developer (University of Leipzig) Thibault Clérice Technical Advisor Bruce Robertson A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation University of Leipzig Germany tlg0057.tlg065.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Claudii Galeni Opera Omnia Galen Karl Gottlob Kühn Cnobloch Leipzig 9 761-941 1825 HathiTrust

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Greek
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ ΗΜΕΡΩΝ ΒΙΒΛΙΟΝ Α.

Τῶν νοσημάτων αἱ λύσεις, ὅσαι μὴ κατὰ βραχὺ μειωθέντων, ἀλλ’ ἐξαίφνης παυσαμένων γίνονται, δέονται πάντως, ἵν’ ὦσι πισταὶ, δαψιλοῦς τινος ἐκκρίσεως, ἢ ἀποστάσεως οὐκ ἀφανοῦς, ὡς ὅσα γε χωρὶς τούτων ἐῤῥᾳστώνησαν, ὑποτροπιάζειν φιλεῖ. προσέχειν οὖν χρὴ τὸν νοῦν ἀκριβῶς, καὶ διὰ φυλακῆς ἁπάσης ἔχειν τὸν ἄῤῥωστον, μηδὲν ὧν τοῖς πιστῶς ὑγιασθεῖσι συγχωροῦμεν ἐπιτρέποντες πράττειν, μήτ’ ἐν ἐδέσμασιν, ἢ πόμασι, μήτ’ ἐν λουτροῖς, μήτε κινήσεσιν, ἢ ὅλως ἔν τισι τῶν ἄλλων. εἰ μὲν γὰρ μικρὸν εἴη τὸ ῥᾳστωνῆσαν νόσημα, τάχα ἂν ἐφ’ οὕτως ἀκριβεῖ διαίτῃ κατασταίη παντάπασιν, ὡς μηκέτ’ αὖθις ἐπανελθεῖν· εἰ δέ τι τῶν καὶ κοηθεστέρων, ἐπανέλθοι μὲν ἂν καὶ οὕτω διαιτωμένων, ἀλλ’ οὐχὶ σὺν ἐσχάτῳ κινδύνῳ. ἀμεληθὲν δὲ καὶ παροφθὲν ὡς πιστῶς λελυμένον πολὺ χαλεπώτερον ἢ ἐξ ἀρχῆς ἐπιφαίνεται. χρὴ τοίνυν, εἰ μέλλοι βεβαίως παύεσθαι μέγα τι καὶ ἰσχυρὸν νόσημα, προηγεῖσθαι τῆς λύσεως αὐτοῦ τὰ πρὸς Ἱπποκράτους ὀνομαζόμενα λυτήρια σημεῖα, τοῦτο μὲν ἱδρῶτας χρηστοὺς δι’ ὅλου τοῦ σώματος γενομένους, ἢ οὔρων πλῆθος, ἢ διαχωρημάτων, ἢ ἐμέτων, τοῦτο δ’ αἱμοῤῥαγίαν ἐκ ῥινῶν, ἤ τινα ἄλλην αἵματος κένωσιν, οἷον ἐξ αἱμοῤῥοΐδων, ἢ ὑστερῶν, τοῦτο δ’ εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας, ἢ εἰς ἄλλό τι τῶν ἀκύρων μορίων, ἢ ἄρθρων ἀπόσκημμα. ὅσοις δὲ μηδενὸς τῶν τοιούτων σημείων ἐπιφανέντος ἔδοξε πεπαῦσθαι τὸ νόσημα, περὶ τούτων ὁ πάντα θαυμαστὸς Ἱπποκράτης ἑνὶ μὲν καθόλου λόγῳ τόνδε τὸν τρόπον ἀπεφήνατο· τὰ ἀσήμως ῥᾳστωνήσαντα φιλυπόστροφα· κατὰ μέρος δὲ διά τε τῶν ἀφορισμῶν αὐτῶν καὶ διὰ τοῦ προγνωστικοῦ γράμματος· οὐχ ἥκιστα δὲ καὶ διὰ τῶν ἐπιδημιῶν ἐδίδαξε τίνα μὲν ὀλέθρια τῶν ὑποστρεφόντων ἐστὶ, τίνα δ’ αὐτῶν τούτῳ μόνον ἁπλῶς ὑποστρέφει, χωρὶς ὀλέθρου, τίνα δὲ καὶ δυνατὸν ἡμῖν ἐστιν ἐξιᾶσθαί τε καὶ κωλῦσαι παλινδρομῆσαι. περὶ μὲν δὴ τούτων ἐν ἑτέροις ὑπομνήμασιν ἐξηγούμεθα τὴν γνώμην αὐτοῦ· περὶ δὲ τῶν ἅμα τοῖς λυτηρίοις σημείοις παυσαμένων, ἃ δὴ καὶ κεκρίσθαι λέγεται, νῦν ἡγοῦμαι χρῆναι διελθεῖν, ἀναγκαίων ὄντων γινώσκεσθαι τοῖς μέλλουσιν περὶ κρισίμων ἡμερῶν ἐπίστασθαί τι χρηστόν. ἡγεῖται γὰρ ἤδη τῶν ἐν τούτοις ἐκκρίσεων ἢ ἀποστάσεων οὐ μικρὰ ταραχὴ κατὰ τὸ τοῦ νοσοῦντος σῶμα, πολλάκις μὲν ἐξαιφνίδιον ἢ δυσπνοοῦντος, ἢ παραπαίοντος, ἢ σκοτοδινιῶντος, ἢ μαρμαρυγὰς ὁρῶντος, ἢ δακρύοντος, ἢ τοὺς ὀφθαλμοὺς ἐρυθροὺς ἴσχοντος, ἢ τοὺς κροτάφους βαρεῖς, ἢ τὸν τράχηλον ἐπώδυνον, ἐνίοτε δ’ ἤτοι τὴν κεφαλὴν ἀλγοῦντος ἢ ὀρφνῶδές τι τῶν ὀφθαλμῶν προφαίνεσθαι νομίζοντος, ἢ καρδιώσσοντος, ἢ τὸ κάτω χεῖλος οἱονεὶ κλονούμενόν τε καὶ εἴσω σπώμενον ἔχοντος, ἢ ῥίγει σφοδρῷ τινασσόμενον· καὶ μὲν δὴ καὶ ὑποχόνδριον ἀνασπᾶται πολλοῖς, καὶ δυσφοροῦσι καὶ ἀναπηδῶσι καὶ ψυχρὸν αἰτοῦσι καὶ διακαίεσθαί φασιν ἐπισημότερον ἢ πρόσθεν. ἐνίοις δ’ αὐτῶν καὶ ὁ παροξυσμὸς πρωϊαίτερος ἄρχεται καὶ μακρότερος καὶ σφοδρότερος γίνεται καὶ κῶμα συνεδρεύει, καὶ ἄλλο τι καὶ ἄλλο σύμπτωμα, καὶ δὴ καὶ θεάσασθαι τοὺς παρόντας ἅπαντας ἔστιν ἐν μεγίστῳ τηνικαῦτα καθεστῶτας φόβῳ καὶ λεγόντων ἀκοῦσαι πάρεστιν ὡς οὐδὲν ὁ κάμνων ἀποδεῖ τῶν ἐν δικαστηρίῳ περὶ θανάτου κρινομένων. ὅθεν οὐδὲ παραγεγονέναι μοι δοκοῦσιν ἔνιοι τῶν ἰατρῶν οὐδεπώποτε τοιαύταις ταραχαῖς ἀῤῥώστων, ἢ οὐκ ἂν ἐζήτουν οὔτε τὸ σημαινόμενον ὑπὸ τοῦ τῆς κρίσεως ὀνόματος οὔτ’ εἰ δυνατὸν ὑπάρχει τὸ πρᾶγμα. πότερον γὰρ ὡς οὐ γίνονταί τινες ἀθρόαι λύσεις ἐν νόσοις μετά τινος ἐκκρίσεως ἢ ἀποστάσεως ἀμφισβητοῦσιν, ἢ τοῦτο μὲν ὁμολογοῦσιν ἑωρακέναι, τὰ δὲ ἄλλα συμπτώματα τὰ μικρῷ πρόσθεν εἰρημένα συνεδρεύειν αὐταῖς ἀγνοοῦσιν; ἢ καὶ ταῦτα γινώσκοντες οὔ φασι χρῆναι καλεῖν τὸ γινόμενον κρίσιν; εἰ γὰρ δὴ τοῦτο, περὶ ὀνόματος, οὐ περὶ πράγματος ἀμφισβητοῦσιν· ὡς τό γε μήθ’ ὅτι γίνονταί τινες ἐξαιφνίδιοι περὶ τὸν νοσοῦντα ταραχαὶ, καρδιώσσοντα καὶ ἀναπηδῶντα καὶ παραπαίοντα καὶ τἄλλα τὰ τοιαῦτα πάσχοντα, μήθ’ ὅτι μικρὸν ὕστερον ἐπ’ αὐταῖς, ἢ ἰδρῶτος, ἢ αἱμοῤῥαγίας, ἤ τινος ἑτέρου τοιούτου γενομένου, λύσις ἀσφαλὴς ἠκολούθησε γινώσκειν ὁμολογεῖν ἢ φιλονεικίας, ἢ ἀμαθίας ἐσχάτης οὐδὲν ἀποδεῖ· οὐ γὰρ δὴ τῶν σπανίως γινομένων τὰ τοιαῦτά ἐστιν, ἀλλὰ τῶν ὁσημέραι φαινομένων. ἡμεῖς μὲν δὴ τὴν ὀξεῖαν οὕτως ἐν νοσήματι ταραχὴν ὀνομάζομεν κρίσιν, καὶ τελευτᾷν γε αὐτὴν τὰ πολλὰ μὲν εἰς σωτηρίαν, ἔστι δ’ ὅτε καὶ εἰς ὄλεθρον τοῦ κάμνοντος φαμέν. εἰ δέ τις ἄλλό τι καὶ οὐ τοῦτο τὴν κρίσιν εἶναι λέγων, ἔπειτ’ ἀμφισβητεῖ τε καὶ καταβάλλει τὸν λόγον, τὴν οἰκείαν ὑπόνοιαν ὁ τοιοῦτος, οὐχ ἡμᾶς ἐξελέγχει. βέλτιον δ’ ἦν ἄρα τί ποτε ἐκ τῆς προσηγορίας δηλοῦται γνόντας περὶ πράγματος αὐτοῦ ποιεῖσθαι τὸν λόγον. ἀλλὰ τὴν μὲν τούτων ἀμαθίαν τε καὶ φιλονεικίαν οὐδ’ ἂν αὐτὸς ὁ Ζεὺς ἐξιάσαιτο, καί μοι καὶ ταῦτα πλείω τοῦ δέοντος εἴρηται πρὸς αὐτούς. ὅσοις δ’ ἐστὶ  τῶν ἔργων τῆς τέχνης φροντὶς, ἐκείνοις ἤδη διαλέξομαι περὶ τοῦ προτεθέντος ἐν τῷδε τῷ γράμματι σκέμματος.

Αἱ γὰρ δὴ κρίσεις αὗται γίνονται μὲν ἐν πάσαις ἡμέραις, ἀλλ’ οὔτ’ ἴσαις τὸν ἀριθμὸν οὔθ’ ὁμοίως πισταῖς. διαφέρουσι δὲ καὶ τῷ τὰς μὲν ἀγαθὰς αὐτῶν γίνεσθαι, τὰς δὲ κακὰς, καὶ τὰς μὲν μετὰ πλειόνων τε καὶ χαλεπωτέρων συμπτωμάτων καὶ σὺν ἀγῶνι μείζονι, τὰς δ’ εὐθὺς ἐξ ἀρχῆς εἰσβάλλειν ἀσφαλῶς. ἀτὰρ οὖν οὐδὲ τῷ τὰς μὲν ἐλλιπεῖς γίνεσθαι, τὰς δὲ τελείας, μικρά τις ἡ διαφορά· μεγάλη δὲ κᾀν τῷ τὰς μὲν ὅτι γενήσονται διὰ τῶν ἐπιδήλων ἡμερῶν προδεδηλῶσθαι, τὰς δ’ ἐξαιφνίδιόν τε καὶ ἀδοκήτως οὐ τοῖς ἰδιώταις μόνον, ἀλλὰ καὶ τοῖς τεχνίταις ἐπιφαίνεσθαι. τοσαῦται μὲν αἱ τῶν κρίσεων διαφοραὶ, τοσαῦται δὲ καὶ αἱ τῶν κρισίμων ἡμερῶν· κατὰ τὴν δωδεκάτην μὲν γὰρ καὶ ἑκκαιδεκάτην ἐγὼ μὲν οὐδένα ποτὲ γινώσκω κριθέντα, κατὰ δὲ τὴν ἑβδόμην οὐδ’ ἀριθμεῖν ἔτι ἐγχωρεῖ. κατὰ δὲ τὴν ἕκτην κρίνονται μὲν, ἀλλὰ καὶ μετὰ χαλεπῶν συμπτωμάτων καὶ κινδύνων μεγίστων καὶ ἀπίστως καὶ ἀτελῶς καὶ ἀσαφῶς καὶ ἀσήμως καὶ πρὸς κακοῦ. ὅταν οὖν μὴ μόνον ἐμοὶ, τῷ τοσούτοις ἔτεσι παραφυλάττοντι, τοιαύτη τις εὑρίσκηται διαφορὰ τῶν ἡμερῶν, ἀλλὰ καὶ τοῖς περὶ τὸν Ἀρχιγένην, πάνυ δή τι τοῖς ἔργοις τῆς τέχνης προσεδρεύσασι, καὶ τούτων ἔτι ἀνωτέρω τοῖς περὶ Ταραντῖνον Ἡρακλείδην, ἐκ τῆς πείρας ἀθροίσασι τὴν θεωρίαν, ἔτι τε τοῖς περὶ τὸν Φιλότιμόν τε καὶ Διοκλέα καὶ τοὺς ἄλλους παλαιοὺς καὶ πρὸ τούτων ἁπάντων τοῖς περὶ τὸν θειότατον Ἱπποκράτην, πῶς οὐκ ἄν τις δικαίως ἡγοῖτό τινα διαφορὰν ἐν τῷ τῶν ἡμερῶν ἀριθμῷ; τὸ γὰρ ἐν τοσούτοις ἔτεσι καὶ τὴν ἑβδόμην ἑωρᾶσθαι κρίνουσαν, πολλάκις τε ἅμα καὶ τελείως καὶ πιστῶς καὶ ἀκινδύνως καὶ σαφῶς καὶ προδήλως καὶ χρηστῶς, καὶ τὴν ἕκτην τὰ τούτων ἐναντία, μεγάλης τινὸς ἔχεται διαφορᾶς. τὸ δ’ ἐμοὶ μὲν μηδέποτε τὴν δωδεκάτην ὦφθαι κρίνουσαν, ἄλλῳ δέ τινι σπανίως τε ἅμα καὶ ἀτελῶς καὶ ἀβεβαίως καὶ μετὰ κινδύνου καὶ ἀσαφῶς καὶ ἀσήμως καὶ κακῶς, οὐδ’ αὐτὸ σμικρὰν ἐνδείκνυται τὴν ἐν ταῖς ἡμέραις διαφοράν. πολλαὶ μὲν γὰρ αἱ κατὰ τὴν ἑβδόμην κρινόμεναι νόσοι τελέως τε ἅμα καὶ ἀσφαλῶς καὶ ἀκινδύνως καὶ σαφῶς καὶ εὐσήμως καὶ ἀγαθῶς· αἱ δ’ ἐν τῇ δωδεκάτῃ σπάνιαι μὲν οὕτως ὡς ἡμῖν ὦφθαι μηδέπω, κᾂν εἴ τῳ δέ ποτε ἑώραται πρὸ ἡμῶν ἐν τῇ δωδεκάτῃ τῶν ἡμερῶν ἐπιφανεῖσά ποτε κρίσις, ἢ ἀτελὴς, ἢ ἄπιστος, ἢ κινδυνώδης, ἢ ἀσαφὴς, ἢ ἄσημος, ἢ πάντως γ’ ὦπται πρὸς κακοῦ γινομένη. καλῶ δ’ ἀτελῆ μὲν κρίσιν, ὅταν ὑπολείπηταί τι τοῦ νοσήματος· ἄπιστον δὲ, ὅταν ὑποτροπιάζῃ, κινδυνώδη δὲ τὴν μετὰ συμπτωμάτων σφαλερῶν, ἀσαφῆ δὲ τὴν χωρὶς ἐκκρίσεως, ἤ τινος ἀποστάσεως ἐπιφανοῦς, ἄσημον δὲ τὴν ὑπὸ μηδεμιᾶς τῶν ἔμπροσθεν ἡμερῶν προδηλωθεῖσαν. ἡ κακὴ δὲ ὅτι πάντως εἰς ἀπώλειαν τελευτᾷ τοῦ κάμνοντος οὐ δέομαι λέγειν. ἔμπαλιν δὲ τελείαν μὲν καλῶ τὴν μηδὲν ὑπολείπουσαν τοῦ νοσήματος, πιστὴν δὲ καὶ βεβαίαν καὶ ἀσφαλῆ τὴν μηκέτι ἐπανερχομένην, ἀκίνδυνον δὲ τὴν ἄνευ συμπτωμάτων σφαλερῶν, οὕτω δὲ καὶ σαφῆ τὴν μετά τινος ἐκκρίσεως, ἢ ἀποστάσεως φανερᾶς, εὔσημον δὲ τὴν προδηλωθεῖσαν ὑπὸ τῆς ἐπιδήλου, ἀγαθὴν δὲ ὅτι τὴν εἰς ὑγείαν τελευτῶσαν χρὴ νοεῖν οὐκ ἄν τινα οἶμαι λαθεῖν. ἀλλ’ ὅτι μὲν, εἴπερ ταῦθ’ οὕτως φαίνεται, μεγίστη διαφορὰ τῶν ἡμερῶν ἐστι πρὸς ἀλλήλας οὐδεὶς ἀντιλέξει.

Φήσει δ’ ἴσως τις μηδὲν ἀληθὲς εἶναι τῶν εἰρημένων, ἀλλ’ ἡμᾶς ἀργύριον εἰληφότας παρὰ τῶν κρισίμων ἐπεισάγειν αὐτὰς τοῖς κατ’ ἰατρικὴν πράγμασιν ὥσπέρ τινας νόθους παῖδας εἰσποιοῦντας γένει γνησίῳ. τί γὰρ ἂν καὶ παθόντες καταψευδοίμεθα τῶν φαινομένων ἄλλό γε ἢ ἀργυρίῳ δελεασθέντες; οὐ γὰρ δὴ κατὰ γένος γε ἡμῖν αἱ κρίσιμοι προσήκουσιν, ἢ πολίτιδες, ἡ συνήθεις εἰσὶν, ἵν’ αὐταῖς χωρὶς μισθοῦ βοηθῶμεν. τί γὰρ ἂν εἴη καὶ βέλτιον ἢ ἐκείναις κρισίμοις εἶναι νομισθείσαις, ἢ ἡμῖν, ὡς εἰσὶν, ἀποδείξασιν; ἀλλ’ ὥσπερ καὶ τἄλλα τὰ διὰ τῆς πείρας γνωσθέντα δηλοῦμεν ἀδεκάστως, ἀδικώτατον εἶναι νομίζοντες ἐγκαλύπτειν τἀληθὲς, οὕτω καὶ τὰς τῶν ἡμερῶν διαφορὰς, ἃς πολλάκις ἐθεασάμεθα, λέγομεν ὡς εἴδομεν. ὅταν δὲ καὶ τοὺς ἀρίστους ἰατρούς τε ἅμα καὶ ἀνθρώπους, ἄμφω γάρ ἐστον οἱ περὶ τὸν Διοκλέα τε καὶ Ἱπποκράτην καὶ τοὺς ἄλλους ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα, τὴν αὐτὴν ὑπὲρ τῶν αὐτῶν εὑρίσκωμεν ἀπόφασιν πεποιημένους, ἔτι καὶ μᾶλλον, οἶμαι, θαῤῥοῦμεν ὡς ἀληθεύοντες. ἀλλ’ οὐχ ὁμολογοῦσι, φασὶν, ἅπαντες οὗτοι περὶ τῶν κρισίμων ἡμερῶν, ἀλλ’ οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους αὐτὰς εἶναι λέγουσιν, καὶ τὰς μὲν ὅδε τίς φησιν εἶναι κρισίμους, τὰς δ’ ὅδε τις, οὐ τὰς αὐτὰς ἅπαντες, ἀλλ’ ὡς ἂν ἑκάστῳ παραστῇ τις γνώμη. τί οὖν ὦ πρὸς θεῶν εἴποι τις ἂν οἶμαι πρὸς αὐτούς; εἴ τι διαπεφώνηται, τοῦθ’ ὅλως οὐκ εἶναί φατε; καὶ μὴν οὐκέτ’ ἂν ὁμολογήσετε, τὸ μὲν γὰρ ἐπιμελεστέρας πείρας ἐξετάσεώς τε καὶ κρίσεως δεῖσθαι τὰ τοιαῦτα πρὸς ἁπάντων ὡμολόγηται, τὸ δ’ ὅλως ἀληθεύειν μηδένα τῶν διαφερομένων οὐχ ὅπως ὑμεῖς οἱ δεινοὶ τῶν κρισίμων κατήγοροι, ἀλλ’ οὐδ’ οἱ τὴν Πυῤῥώνειον ἀπορίαν πρεσβεύοντες ἀποδέχονται. τὴν γὰρ ἀνεπίκριτον οὗτοι διαφωνίαν, οὐχ ἁπλῶς ἅπασαν ἡντιναοῦν, ἀγνοίας τοῦ πράγματος εἶναί φασι σημεῖον. ἆρ’ οὖν ἀδύνατον ἐπικρῖναι τίς ἀληθεύει περὶ τῶν κρισίμων ἡμερῶν καὶ τίς ψεύδεται; ἢ δυνατὸν μὲν, ἀλλ’ οὐ ῥᾴδιον, εἴ γε καὶ χρόνου δεῖται παμπόλλου καὶ ἀκριβείας ἱκανῆς; αἵ τε γὰρ ἀρχαὶ τῶν νοσημάτων ἀσαφεῖς ἐνίοτε καὶ  πότερον ἐν ᾗ τις ἡμέρᾳ τῆς κρίσεως ὑπήρξατο, ταύτην εἶναι τὴν κρίσιμον ὑποληπτέον, ἢ καθ’ ἣν πρῶτον ἐλύθη τὸ νόσημα, δεῖταί τινος ἐπισκέψεως. ὁ μὲν γάρ τις, οἶμαι, θάτερον αὐτῶν, ὁ δὲ θάτερον ὑπολήψεται, καί τις ἴσως οὐδέτερον, ἀλλ’ εἰς ἣν ὁ πλεῖστος χρόνος τῆς κρίσεως ἀφίκετο, ταύτην εἶναι φήσει τὴν κρίσιμον. ὅταν οὖν πρὸς τοῦτο καὶ τοῦ πολλάκις αὐτὰ θεάσασθαι χρῄζωμεν, ἦν δὲ τοῦτο ἐπί τινων ἡμερῶν ἀδύνατον, ὅσαι σπανίως κρίνουσιν, ἢ κατά τινα τύχην. οὐ γὰρ ἀδύνατος ἡ ὑπόθεσις, εἰ ἐντύχοι τις ταῖς σπανίαις ἡμέραις πρώταις· ἔπειτα πρὶν ἀναμεῖναι τὴν μακρὰν κρίσιν, ἀποφαίνοιτο περὶ αὐτῶν ὡς κρισίμων, ἐκ τῶν τοιούτων ἁπάντων ἀναγκαῖον ἐπιθολοῦσθαι τὴν ἀληθῆ τῶν κρισίμων ἡμερῶν ἱστορίαν. εἰ μὲν γὰρ ἐν ᾗ τις ἐκρίθη, κρίσιμον εἶναι ταύτην ἐλέγομεν, ῥᾴστη τ’ ἂν οὕτως ἡ γνῶσις αὐτῶ ἐγίνετο καὶ σχεδὸν ἁπάσαις ὑπῆρχεν ἂν εἶναι κρισίμοις. ἐπεὶ δ’ οὔ τι τὸ σπανίον ἱκανὸν, ἀλλὰ χρὴ πολλάκις ὦφθαι κρίνουσαν, ἔτι τε προσεῖναι τῇ κρίσει τὰ μικρῷ πρόσθεν ῥηθέντα, τό τε καλῶς καὶ τὸ τελείως καὶ τὸ ἀσφαλῶς καὶ τὸ σαφῶς καὶ προσέτι ἔτι τό ἀκινδύνως, καὶ τὸ μετὰ τοῦ προδεδηλῶσθαι, δῆλον ὡς εἰς σωριτικὴν ἀπορίαν ἐμπίπτει τὸ σύμπαν. εἰ γὰρ τινὰ μὲν ὧν εἶπον προσείη, τινὰ δ’ ἀπείη, καὶ ἰσάζοι γε τὰ παρόντα τοῖς μὴ παροῦσιν, ἢ βραχεῖά τις εἴη τῶν ἑτέρων ὑπεροχὴ, δῆλον ὡς ἐν ἀμφιβολίᾳ καταστησόμεθα περὶ τῆς τοιαύτης ἡμέρας, εἴτε χρὴ ταύτην κρίσιμον καλεῖν εἴτε μή. τὸ μὲν γὰρ ἤτοι πάντων ὑπαρχόντων ὧν εἶπον ἢ τῶν πλείστων τε καὶ μεγίστων ἔτ’ ἀμφιβάλλειν ὡς οὐκ οὔσης κρισίμου παντελῶς ἠλίθιον, ὥσπέρ γε καὶ εἰ μηδὲν αὐτῶν, ἢν παντάπασιν ὀλίγα καὶ μικρὰν ἔχοντα δύναμιν ὑπάρχῃ· καὶ γὰρ καὶ ταύτην ἐκ τῶν οὐ κρισίμων ἀριθμητέον. εἰ δ’ εἴη τῶν ὑπαρχόντων αὐτῇ βραχεῖά τις ἡ διαφορὰ, πρόδηλον ὡς εἰς ἀπορίαν καταστησόμεθα, πότερον ἐκ τῶν κρισίμων αὐτὴν ἀριθμητέον ἐστὶν ἢ μή. ἔγωγ’ οὖν αὐτὸς ἐκ μειρακίου μὲν ὑπηρξάμην παραφυλάττειν τὰς κρισίμους ἡμέρας, ἵνα τι κᾀκ τῆς ἐμαυτοῦ πείρας ἐπικρίναιμι περὶ τῆς διαφωνίας αὐτῶν, οὐ μὴν ἤδη γε δύναμαι περί τινων ἀποφήνασθαι σαφῶς, ὅσον ἐπὶ τῇ προγεγονυίᾳ μνήμῃ. δοκεῖ δέ μοι καὶ Ἱπποκράτης, ὡς ἂν ἀληθὴς ἀνὴρ, ἄχρι πολλοῦ χρόνου καὶ αὐτὸς τὸ τοιοῦτον παθεῖν, εἴ τι χρὴ τεκμήρασθαι ἐκ τῶν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἐν ᾧ παμπόλλας ἤθροισεν ἡμέρας εἰς ταὐτὸν, ἃς ἐν τῷ προγνωστικῷ κᾀν τοῖς ἀφορισμοῖς περικόπτειν φαίνεται. δέδεικται δ’ ἡμῖν ἤδη μὲν καὶ δι’ ἑτέρων, ἀλλὰ καὶ νῦν οὐδὲν ἧττον ἔσται δῆλον ἐκ τῶν ἐφεξῆς εἰρησομένων ὡς πρότερον αὐτῷ τὰ τῶν ἐπιδημιῶν γέγραπται βιβλία, βασανίζοντι διὰ τῆς πείρας ἔτι τὰ θεωρήματα καὶ μὴ τολμῶντι καθόλου τισὶν ἀποφάσεσιν ἐπ’ αὐτῶν χρῆσθαι· διό μοι καὶ δοκοῦσιν οἱ τὰς κρισίμους ἡμέρας ἀναιροῦντες ὡς οὐκ οὔσας, ὅτι διαπεφώνηται περὶ αὐτῶν τοῖς ἰατροῖς, οὐ πάνυ τι τοῖς ἔργοις τῆς τέχνης προσεσχηκέναι τὸν νοῦν· ὡς εἴ γε προσεσχήκεσαν, οὐ μόνον ὅτι διαφέρονται περί τινων ἡμερῶν οἱ γράψαντες περὶ αὐτῶν, ἀλλ’ ὅτι καὶ συμφωνοῦσιν ἐν ταῖς πλείσταις ἐννοήσαντες, ἔπειτα τῆς ἑαυτῶν πείρας ἀναμνησθέντες, ἐξεῦρον ἂν, οἶμαι, ῥᾳδίως ἑτέρας μὲν εἶναι φύσεως τὰς ὁμολογουμένας, ἑτέρας δ’ ὑπὲρ ὧν διαφέρονται. τίς γὰρ ἢ τὴν ἑβδόμην, ἢ τὴν ἑνδεκάτην, ἢ τὴν τεσσαρεσκαιδεκάτην, ἢ τὰς ἄλλας τὰς ὁμοίας οὐκ εἶπε κρισίμους; οὐδεὶς ὁστισοῦν. φαίνονται γοῦν ἅπαντες ὥσπερ ἐξ ἑνὸς στόματος ἀποφαινόμενοι περὶ αὐτῶν. καὶ μὴν εἴπερ ὑπὲρ ἁπασῶν ὡμολόγουν ἀλλήλοις, ἴσως ἂν παρέστη ὑπολαμβάνειν χωρὶς τοῦ κρῖναι καὶ βασανίσαι τἀληθὲς ἅπαντας αὐτοὺς ἑξῆς ἀκολουθῆσαι τῷ πρώτως περὶ κρισίμων ἡμερῶν ἀποφηναμένῳ. διαφερομένων δ’ ἐν ταῖς πλείσταις, οὐκέτ’ ἐνδέχεται τοιοῦτον οὐδὲν ὑπονοεῖν. ἀλλ’ ἐμοὶ μὲν καὶ θαυμάζειν ἐπέρχεται τοὺς ἄνδρας ἐπὶ τῇ περὶ τὴν ἀλήθειαν σπουδῇ. τὸ γὰρ μήτε τὰς αὐτὰς ἅπαντας εἰπεῖν, ἀλλ’ ἔστιν ἐν αἷς διενεχθῆναι, μήτε εἰκῇ τοῦτο καὶ ἀλόγως παθεῖν, ἀλλ’ ὅσαι μὲν ἅπαντα διαφυλάττουσι τὰ τῶν κρίσεων γνωρίσματα τὰ μικρῷ πρόσθεν ὑπ’ ἐμοῦ λελεγμένα, ταύτας μὲν ὡσαύτως ἀναγράψαι σύμπαντας, ὅσαι δ’ ἀμφιβολίαν ἔχουσί τινα καὶ ἀπορίαν ἐκ τοῦ τινὰ μὲν ὑπάρχειν αὐταῖς γνωρίσματα, τινὰ δ’ οὐχ ὑπάρχειν, οὐκέθ’ ὡσαύτως ἅπαντας ἀναγράψαι, τεκμήριον οὐ μικρόν ἐστι τοῦ φύσιν εἶναί τινα τῶν κρισίμων ἡμερῶν ἰδίαν ἐξαίρετον. ἃς γὰρ καὶ καθ’ ἑαυτὸν ἕκαστος ἡμῶν ἐπὶ τὴν τῶν τοιούτων πεῖραν ἀφικόμενος ἀποφήναιτ’ ἂν εἶναι κρισίμους ἐκ τοῦ διαφυλάττειν ἅπαντα τῶν κρίσεων τὰ γνωρίσματα, ταύτας καὶ παρ’ ἐκείνοις ἔστιν εὑρεῖν ὁμολογουμένας, ὥσπερ αὖ καὶ ὅσας ἄπορον ἐκ πείρας κρῖναι, καὶ ταύτας διαπεφωνημένας. οὐδὲν οὖν ἔγωγε τούτου μεῖζον ἕτερον ἡγοῦμαι τεκμήριον ὑπὲρ τῶν κρισίμων ἡμερῶν τῆς φύσεως, ὡς τὸ περὶ μὲν τῶν ἅπαντ’ ἐχουσῶν τὰ κριτικὰ γνωρίσματα, ταῦτα καὶ παρ’ ἐκείνοις ἔστιν εὑρεῖν συμφωνῆσαί τε πάντας, ὑπὲρ ὧν δέ τις καὶ αὐτὸς ἠπόρησιν, ὑπὲρ τούτων διενεχθῆναι. ἡ γὰρ ἐν ταῖς τοιαύταις διαφωνία πίστιν βεβαίαν προσνέμει ταῖς ὁμολογουμέναις. ἄμεινον δ’ ἦν ἄρα τοῖς σοφισταῖς ἤδη ποτὲ μισήσασι τὰ σοφίσματα, περὶ μὲν δὴ τῶν καὶ πάντ’ ἐχουσῶν τὰ γνωρίσματα καὶ πρὸς ἁπάντων ὁμολογουμένων ἑτοίμως ἀποφήνασθαι, σκοπεῖσθαι δὲ ὑπὲρ τῶν λοιπῶν, ὡς τό γε διὰ τὴν ἐν ταύταις ἀπορίαν ὀλιγίσταις οὔσαις ἀνατρέψαι τὴν ἐν ταῖς πλείσταις εὐπορίαν ἐσχάτως ἄλογον. φέρ’ οὖν ἡμεῖς εἴπερ δὴ σπουδάζομεν ἀληθείας, ἐπιχειρήσωμεν ἀδεκάστως αὐτῶν τῇ κρίσει. καὶ πρώτας μὲν προστησώμεθα καθάπερ τινὰς κανόνας τὰς ἅπαντ’ ἐχούσας τὰ κριτικὰ γνωρίσματα· δευτέρας δὲ τάξωμεν τὰς τούτων πλησίον, εἶτά τινα καὶ τρίτον καὶ τέταρτον στοῖχον ἐφεξῆς ποιησώμεθα, καὶ  δείξωμεν ἑκάστου τὴν ἀξίαν. ἡ γὰρ τοιαύτη γνῶσις εἰς τὰς ἰάσεις τε καὶ λύσεις μέγα διαφέρει, μήτε τοὺς ἐν πισταῖς ἡμέραις κριθέντας δι’ ὑποψίας ἡμῶν ἑξόντων ἂν ἢ λεπτῶς διαιτησόντων, μήτε τοὺς ἐν ταῖς ἀπίστοις ἀφυλάκτως.

Πρώτην μὲν τοίνυν ἁπασῶν τῶν κρισίμων ἡμερῶν τὴν ἑβδόμην εἴπωμεν, οὐκ ἀριθμῷ δηλονότι καὶ τάξει πρώτην, ἀλλὰ δυνάμει τε καὶ ἀξιώματι, πάντα γὰρ ἔχει συλλαβοῦσα τὰ τῶν κρισίμων γνωρίσματα· καὶ γὰρ καὶ πλείστους κρίνει καὶ τελείως καὶ μετὰ σαφοῦς ἐκκρίσεως, ἢ ἀποστάσεως καὶ χωρὶς κινδύνου σφοδροῦ, καὶ τοὐπίπαν αὐτὴν ἡ τετάρτη προδηλοῖ. ἤτοι γὰρ τῶν οὔρων τις ἐν ἐκείνῃ πάντως, ἢ τῶν πτυσμάτων, ἢ τῶν διαχωρημάτων, ἢ ὀρέξεως, ἢ νοήσεως, ἢ αἰσθήσεως, ἤ τινος ἄλλου τοιούτου σαφὴς ἐγένετο μεταβολὴ, καὶ τῇδε τῇ μεταβολῇ τὸ μὴ οὐχ ὁμοίαν ἀπαντῆσαι τὴν ἐν τῇ ἑβδόμῃ κρίσιν ἀμήχανον, ἀγαθὴν μὲν, εἰ ἐπὶ τὸ χρηστὸν, πονηρὰν δὲ, εἰ ἐπὶ τὸ φαῦλον μεταβάλλοι. τὰ πολλὰ μὲν οὖν ἀγαθαὶ κρίσεις αἱ κατὰ τὴν ἑβδόμην ἡμέραν. καὶ γὰρ αὖ καὶ τοῦτο ἐξαίρετον αὐτῇ πρόσεστιν. οὐ μὴν ἀλλὰ καὶ θνήσκουσί τινες ἐν αὐτῇ, καὶ τροπὴν ἀξιόλογον ἐπὶ τὸ χεῖρον ἔνιοι λαβόντες ἔν τινι τῶν ἐφεξῆς κρισίμων ἀπόλλυνται. τὴν δὲ ἕκτην ἡμέραν ὅσον ἀπολείπεται τῆς ἑβδόμης τῷ πλήθει τῶν ἐν αὐτῇ κρινομένων, τοσοῦτον πλεονεκτοῦσαν εὑρίσκω κακοηθείᾳ, καθάπερ ἐκ διαμέτρου τὴν φύσιν ἔχουσαν τῇ ζ΄. καὶ γὰρ καὶ τῶν ἐν τῇ τετάρτῃ μεταβαλλόντων ἐπὶ τὸ χεῖρον οἱ πλεῖστοι κατὰ τὴν ἕκτην ἀπόλλυνται. τοὐναντίον δὲ αὖ πάλιν εἰ χρηστὴ γένηται τροπὴ, τὴν ἑβδόμην ἀναμένει. κᾂν εἰ σπανίως δέ ποτε μεταβολὴν ἀγαθὴν ἐν τῇ τετάρτῃ γενομένην ἡ ἕκτη παραλαβοῦσα κρίνειν ἐπιχειρήσειεν, ἀμήχανον ὅσην ἐπιφέρει ταραχὴν καὶ κίνδυνον καὶ φόβον οὐ μικρὸν, ὡς αὐτίκα δὴ μάλα τεθνηξομένου τἀνθρώπου. καὶ γὰρ εἰ καταφέροιντο, κάρῳ τι παραπλήσιον αὐτοῖς γίνεται καὶ κεῖνται τελείως ἀναίσθητοί τε καὶ ἄφωνοι. καὶ εἴ τις ἔκκρισις ἐν αὐτοῖς γίνοιτο, λειποψυχοῦσί τε καὶ ἀσφυκτοῦσι καὶ ἀχροοῦσι καὶ τρέμουσι καὶ καταπίπτουσι, τῆς ἑβδόμης ἡμέρας ἀεὶ πρὸς λόγον τῆς ἐκκρίσεως τὴν εὐφορίαν ἐπαυξούσης. ἀτὰρ οὖν καὶ κακοήθη καὶ δριμέα καὶ δυσώδη τὰ πολλὰ διαχωροῦσί τε καὶ ἐμοῦσι κατὰ τὰς ἑκταίας ἐκκρίσεις. ἱδρῶτες δὲ σπάνιοι μὲν οἱ ὁμαλοὶ καὶ δι’ ὅλου τοῦ σώματος καὶ θερμοί· κᾂν εἰ γένοιντο δέ ποτε τοιοῦτοι, διακόπτονται τὰ πολλὰ καὶ φόβος ἐπήρτηται τοῖς ὁρῶσι μὴ στῶσιν. ἔστι δ’ ὅτε παρωτίδας οὐκ εὐήθεις, ἢ καὶ ἰκτέρους ἐπήνεγκεν, ἤ τινα ἄλλην ἀπόστασιν ἀγῶνος ἑτέρου δεομένην εἰς λύσιν. εἰ δὲ καὶ δι’ οὔρων ποτὲ κρίνοιεν, οὐδὲ ταῦτα ἂν εὕροις χρηστά· καὶ γὰρ ὠμὰ καὶ ἄχροα καὶ λεπτὰ καὶ μηδεμίαν ἀγαθὴν ὑπόστασιν ἔχοντα, ἀλλ’ ἐνίοτε μὲν οἷον ὀστρακώδη, ἐνίοτε δὲ ψαμμώδη, πάντως δὲ ἀνώμαλόν τε καὶ ἄπεπτον, αὐτῷ τῷ πλήθει μόνον ὠφελοῦντα κατὰ τὴν ἕκτην ἡμέραν οἷς ἐπιφαίνεται. ταῦτα μὲν αὐτῆς τὰ μετριώτατα τῶν ἔργων, εἴ τις μέλλει σωθήσεσθαι. τοὺς πλείστους δὲ τοὺς μὲν αὐτίκα συνέκοψεν, ἢ ἀπέπνιξεν αἱμοῤῥαγίαις λάβροις, ἢ κενώσεσιν ἀμέτροις, ἢ καὶ κατοχαῖς τισιν ἢ μανίαις, τοὺς δ’ εἰς προὖπτον ὄλεθρον ἐνέβαλεν, ἰκτέρους ἐπαγαγοῦσα καὶ παρωτίδας οὐ χρηστὰς ἐγείρασα καὶ μαρασμοῖς ἀνιάτοις ἐνίοτε περιβάλλουσα, καὶ τί γὰρ οὐ κακὸν ἐπιφέρει; καί μοι πολλάκις ἐπῆλθε τὴν μὲν τῆς ἑβδόμης ἡμέρας φύσιν εἰκάζειν βασιλεῖ, τὴν δὲ τῆς ἕκτης τυράννῳ. προνοεῖται γὰρ ἡ μὲν οἷον ἀγαθός τις ἄρχων τοῖς ὑπ’ αὐτὴν κρινομένοις, ἢ τῆς κολάσεως ὑφεῖναι τοῦ μεγέθους, ἢ τὴν νίκην ἐπιλαμπρῦναι. τὴν δὲ τῆς ἕκτης ἡμέρας ἔμπαλιν εἰκάσαις ἂν ἢ τοῖς ὀλεθρίοις αὐτὴν ἐπιχαίρειν, ἢ ταῖς σωτηρίαις ἄχθεσθαι καὶ ζητεῖν ὅποι τὸν θυμὸν ἐκπλήσει καὶ κακῶς δρᾶσαι τὸν εἰς αὐτὴν ἐμπεσόντα καὶ μακρᾷ κολάσει περιβάλλουσα διαχειρώσεται. φέρ’ οὖν, ἐνταῦθα γὰρ ὁ λόγος ἤδη μοι στήτω, πρὶν τῶν ἄλλων ἁπασῶν ἡμερῶν διέρχεσθαι τὴν φύσιν, εἴ τις ἔροιτό μου περὶ τῆς ἑβδόμης ἡμέρας, εἰ κρίσιμος ὑπάρχει, κᾄπειθ’ ἑτοίμως ἀποκριναμένου μου περὶ τῆς ἕκτης ἐπανερωτῴη, τί ἂν ἀποκριναίμην αὐτῷ; εἰ μὲν γὰρ αὐτὴν προσηγορίαν ἐπιφέροιμι καὶ τῇδε, τάχ’ ἄν τις δόξειέ με καὶ τὴν φύσιν αὐτῆς ὁμοίαν ὑπολαμβάνειν· εἰ δ’ ὅτι τὴν φύσιν ἐναντία, διὰ τοῦτο ταύτην ἐξαιροίμην τῶν κρισίμων, ἴσως ἂν τις ὑπονοήσειεν ἐκ ταὐτοῦ γένους ὑπάρχειν αὐτὴν τῇ δωδεκάτῃ τε καὶ ἑκκαιδεκάτῃ, περὶ ὧν ἔμπροσθεν εἶπον ὡς οὐκ εἶδον αὐτὰς κρινούσας οὐδεπώποτε. περὶ μὲν δὴ τούτων ἑτοίμως ἀποφανοῦμαι, καθάπερ εἶπον καὶ περὶ τῆς ἑβδόμης. τὰς μὲν γὰρ, ὅτι μηδὲν ἔχουσι τῶν κριτικῶν γνωρισμάτων, οὐκ εἶναι κρισίμους ἐρῶ· τὴν δ’, ὅτι πάντα, διὰ τοῦτο κρίσιμον ὑπάρχειν. ἁπλῆν δ’ οὕτως ὑπὲρ τῆς ἕκτης ἀπόφασιν οὐκ ἔχω ποιήσασθαι. κρίνει μὲν γὰρ πολλάκις, ἀλλ’ ἐπιβούλως τε καὶ πονηρῶς, ὥστ’ εἴπερ ἀναγκάζει μέ τις ἀποκρίνασθαι περὶ αὐτῆς, οὐ λόγῳ μακρῷ χρησάμενος ὥσπερ ὀλίγον ἔμπροσθεν, ὅτε διῄειν αὐτῆς ἅπασαν τὴν φύσιν, ἀλλ’ ἐν κεφαλαίῳ περιλαβὼν κακὴν ἂν εἴποιμι κρίσιμον εἶναι τὴν ἕκτην ἡμέραν, ὥσπερ τὴν ἑβδόμην ἀγαθήν. οὐ μὴν οὕτω γε προσήκει κατακλείειν ἑαυτὸν εἰς ἁπλῆν καὶ στενὴν ἀπόφασιν ὑπὲρ πράγματος οὐχ ἁπλοῦ. τά τε γὰρ ἄλλα καὶ περὶ ὀνόματος ἁμιλλώμενοι λελήθασιν οἱ πολλοὶ τῶν ἰατρῶν. οἱ μὲν γὰρ τὴν ἀθρόαν ἐν νόσῳ μεταβολὴν ἡγοῦνται κρίσιν, οἱ δ’, εἰ μὴ προσείη τὸ ἐπ’ ἀγαθῷ, κρίσιν οὔπω τὸ τοιοῦτον ὀνομάζουσιν, ἔνιοι δὲ τούτων μὲν ἑκάτερον ἀποτέλεσμα κρίσεως εἶναί φασιν, τὴν κρίσιν δὲ αὐτὴν τὸν μεταβλητικὸν ἐπιφανῶς ἐν ὀξεῖ καιρῷ σάλον ὑπάρχειν οἴονται, ἐξ αὐτῆς δηλονότι τοῦ νοσήματος τῆς φύσεως γινόμενον, οὐκ ἔξωθεν· εἶτ’ ἐρίζουσι  περὶ τοῦ σημαινομένου μακρὰ, μηδ’ αὐτὸ τοῦτο γινώσκοντες, ὡς ἀποχωρήσαντες τῶν ἰατρικῶν πραγμάτων ἢ διαλεκτικοῖς, ἢ γραμματικοῖς, ἢ ῥήτορσι πρέπουσαν ἐπαναιροῦνται σκέψιν. διαλεκτικοῦ μὲν γὰρ ὑπὲρ ὀνομάτων ὀρθότητος σκοπεῖσθαι, ῥητόρων δὲ καὶ γραμματικῶν, εἰ σύνηθες τοῖς Ἕλλησι τοὔνομα. καὶ ταῦτα ποιοῦσιν ἔνιοι τῶν ἰατρῶν εἰς τοσοῦτον ἢ διαλεκτικῆς, ἢ γραμματικῆς, ἢ ῥητορικῆς ἐπαΐοντες εἰς ὅσον ὄνοι λύρας. οὗτοι μὲν οὖν καὶ τὰ τῶν ἰατρῶν ἀφέντες καὶ τὰ τῶν ἄλλων κακῶς μεταχειρισάμενοι καθ’ ἑκάτερα πλημμελοῦσιν. ἡμεῖς δὲ ὅπως μὲν ἄν τις ἄριστα χρῷτο τοῖς ἰατρικοῖς ὀνόμασιν, ἑτέρωθι δεδηλώκαμεν· ἐν δὲ τῷ παρόντι λόγῳ τῶν ἡμερῶν τὴν φύσιν ἐξηγήσασθαι προὐθέμεθα, τοὺς σοφιστικοὺς λήρους ἑτέροις παρέντες, οἷς οὐ τῶν ἔργων τῆς τέχνης φροντὶς, ἀλλὰ τοῦ φλυαρεῖν, ὥσπερ ἐπὶ μειρακίων διατριβαῖς. εἰρήσεται μὲν οὖν τι κᾀν τοῖς ἑξῆς ὑπὲρ τῶν προειρημένων ὀνομάτων, ἵν’ ἔχῃ τις αὐτῶν λύειν τὰ σοφίσματα, διαστελλόμενος τὰς ὁμωνυμίας. ἐν δέ γε τῷ νῦν λόγῳ τῷ ἐνεστῶτι τὸ χρήσιμον αὐτὸ διέλθωμεν πρότερον, ὥσπερ ἐν ἁπάσαις ἐποιησάμεθα ταῖς πραγματείαις, ἵν’ ἤδη τις ἔχων τοῦτο καὶ καρπούμενος ἐκ περιουσίας ἐλέγχειν μάθῃ τοὺς λήρους τῶν σοφιστῶν. τά τε γὰρ ἄλλα καὶ ὡς ἄνευ τῆς φλυαρίας αὐτῶν τῆς μακρᾶς ἔνεστιν ἐκμαθεῖν τοῖς εἰσαγομένοις εἰς τὴν τέχνην ἅπασαν ἀκριβῶς τῶν ἡμερῶν τὴν φύσιν ἐξ αὐτῆς τῆς διδασκαλίας ἔργῳ μαθεῖν ἔστι, καίτοι γε παντάπασιν ἀπέχεσθαι τῆς φλυαρίας αὐτῶν οὕτω δεδημοσιευμένης ἀδύνατον. ἀμέλει καὶ ἡμεῖς ἐν τοῖς ἔμπροσθεν λόγοις, καί περ ἄκοντες, ὅμως αὐτῆς ἐφηψάμεθα.

Νόμιζε τοίνυν ἐκεῖνα μὲν οἷον προοίμιόν τί μοι διὰ τὸ τῆς θεωρίας ἔνδοξον γεγονέναι, τὸ δὲ χρήσιμον αὐτὸ καὶ διαφέρον εἰς τὰ τῆς τέχνης ἔργα νῦν λέγεσθαι πᾶν ἐφεξῆς, ὅτι μὲν χρήσιμον ὑπάρχει, καὶ χωρὶς συνηγορίας ἐνδεικνύμενον, ὅτι δὲ καὶ ἀληθὲς, οὐκ εὐθὺς φαινόμενον, ἀλλὰ τὴν ἐξ αὐτῶν τῶν πραγμάτων κρίσιν ἀναμένον. ὥστε καὶ τοὺς ἀναλεξομένους αὐτὸ παρακαλέσαι καιρὸς, ἐπειδὰν, ὥσπερ ἡμεῖς ἐκρίναμεν ἅπαντα τὰ τῇδε γεγραμμένα παμπόλλῳ χρόνῳ, καὶ αὐτοὶ βασανίσωσιν ἐπὶ τῶν ἀῤῥώστων αὐτὰ, τότ’ ἀποφαίνεσθαι τολμᾷν ὑπὲρ τῆς ἐν τοῖς εἰρημένοις ἀληθείας, πρότερον δὲ μή. πάλιν οὖν αὖθις ἀρκτέον ἡμῖν ἐστιν ἀφ’ ὧν περ ἐξ ἀρχῆς τοῦ γράμματος ὑπηρξάμεθα, καὶ λεκτέον ὅσα μὲν εἴρηται καὶ πρόσθεν διὰ κεφαλαίων ἀναλαμβάνουσιν, ὡς ὑπομνῆσαι μόνον, ὅσα δ’ οὔπω λέλεκται, κατὰ διέξοδον ἑρμηνεύουσιν. εἴρητο μὲν δὴ ταῦτα, τὰς λύσεις τῶν νοσημάτων ὅσαι ἀθρόαι γίνονται, δεῖσθαί τινος ἐκκρίσεως, ἢ ἀποστάσεως ἐπιφανοῦς, εἶναι δὲ τῶν ἡμερῶν ἐν αἷς γίνονται τὰς φύσεις διαφερούσας· τὴν μὲν γὰρ ἑβδόμην καὶ πολλάκις λύειν καὶ τελέως καὶ πιστῶς καὶ ἀγαθῶς καὶ ἀκινδύνως καὶ σαφῶς καὶ εὐσήμως, τὴν δ’ ἕκτην πολλάκις μὲν καὶ αὐτὴν, ἀλλ’ οὐχ ὁμοίως τῇ ἑβδόμῃ. καὶ γὰρ καὶ τῇ ποσότητι τῶν λυομένων ἀπολείπεσθαι καὶ τῷ τρόπῳ τῆς λύσεως πάμπολυ διαφέρειν. οὔτε γὰρ ἀγαθὰς ὑπάρχειν αὐτὰς, ἀλλὰ τὰς πλείστας μοχθηρὰς, οὔτ’ εἴπερ ἀγαθὰς, πάντως καὶ τελείας, ἀλλ’ οὐδ’ εἰ τελείας, εὐθὺς καὶ πιστάς· ὑποτροπιάζει γὰρ ἐνίοτε τὸ νόσημα, κᾂν ἀκριβῶς δόξῃ λελύσθαι. καὶ μὲν δὴ καὶ ὅτι τὸ μετὰ κινδύνων τε καὶ ἀσαφῶς ἰδιαίτατόν ἐστι τῆς ἕκτης ἡμέρας, καὶ τοῦτο εἴρηται. τό γε μὴν ἀσήμως οὐ πάνυ τι τῆς ἕκτης ἴδιον, ἀλλ’ ἔστιν αὐτῆς ὥσπερ καὶ τῆς ἑβδόμης ἐπίδηλος ἡ τετάρτη. ταῦτα μὲν οὖν εἴρητο, προστιθέσθω δὲ τὰ λείποντα. τῆς ἑβδόμης τὴν φύσιν ἡ τεσσαρεσκαιδεκάτη μάλιστα μὲν μιμεῖται, πλησίον δ’ αὐτῶν ἐστιν ἐννάτη τε καὶ ἑνδεκάτη καὶ εἰκοστή. καὶ ταύταις ἐγγὺς ιζ΄ καὶ ε΄ καὶ μετὰ ταύτας ἡ τετάρτη καὶ μετὰ ταύτην ἡ τρίτη τε καὶ ἡ ιη΄. τῆς δ’ ἕκτης τὴν φύσιν οὐδεμία μὲν ἀκριβῶς ἐμιμήσατο τῶν ἄλλων ἡμερῶν. εἴ ποτε δ’ εἰς τὴν ὀγδόην ἡμέραν ἢ τὴν δεκάτην ἐμπέσῃ λύσις ἀθρόα νοσήματος, ὁμοιοῦταί πως τῇ κατὰ τὴν ἕκτην, ἀλλὰ καὶ σπανίως ἐν ταύταις λύεται καὶ οὔτε πιστῶς οὔτε ἀγαθῶς οὔτε τελείως, ἔτι τε πρὸς τούτοις ἀσαφῶς τε ἅμα καὶ ἀσήμως, ὥσθ’ ἑτέρας εἶναι φύσεως αὐτὰς πρὸς τὰς ἔμπροσθεν εἰρημένας. ὥσπερ δ’ ἐν ταύταις οὐ λύεται νόσημα ἀθρόως, οὕτως οὐδ’ ἐν ταῖς ἐφεξῆς εἰρησομέναις δωδεκάτῃ καὶ ἑκκαιδεκάτῃ καὶ ἐννεακαιδεκάτῃ. μεταξὺ δέ πως τούτου τοῦ στοίχου τοῦ νῦν εἰρημένου πάντως, τῶν μὴ λυουσῶν ἀθρόως ἡμερῶν, τῆς ὀγδόης λέγω καὶ τῆς δεκάτης καὶ τῆς δωδεκάτης καὶ τῆς ἑκκαιδεκάτης καὶ τῆς ἐννεακαιδεκάτης, καὶ τοῦ πρόσθεν εἰρημένου τῶν λυουσῶν, τῆς τε τρίτης καὶ τετάρτης καὶ πέμπτης καὶ ἕκτης καὶ ἑβδόμης καὶ ἐννάτης καὶ ἑνδεκάτης καὶ τεσσαρεσκαιδεκάτης καὶ ἑπτακαιδεκάτης καὶ ὀκτωκαιδεκάτης καὶ εἰκοστῆς, ἡ τρισκαιδεκάτη μάλιστά μοι φαίνεται τετάχθαι, μήθ’ ὁμοίως ἀπόβλητος οὖσα ταῖς ἐν τῷ δευτέρῳ στοίχῳ μήθ’ ὁμοίως ταῖς ἐν τῷ πρώτῳ λύειν πεφυκυῖα. τοιαύτη μέν τις ἡ τῶν εἰρημένων ἡμερῶν ἄχρι τῆς εἰκοστῆς διαφορά· τὰς δ’ ἐφεξῆς ἁπάσας ὕστερον ἐρῶ, πρότερόν γε τοῦτ’ ἀναμνήσας ὅπερ ὑπεσχόμην ὀλίγον ἔμπροσθεν, ὡς ὅσον εἰς τὰ ἔργα τῆς τέχνης διαφέρει, μακροῦ μὲν εἰς εὕρεσιν δεῖται χρόνου, βραχυτάτου δ’ εἰς διδασκαλίαν. τὸ δ’ ἄλλο πᾶν ἤτοι λῆρός ἐστι σοφιστῶν ἢ πρὸς τούτους ἀντιλογία, λῆρος μὲν οὖσα καὶ αὐτὴ, κάλλιον γὰρ ἦν αὐτῶν καταφρονεῖν, ἀλλὰ διὰ τοὺς νέους ἐνίοτε τοὺς ὑπὸ τῶν σοφισμάτων ἐξισταμένους τῶν κατὰ φύσιν λογισμῶν χώραν ἀναγκαίαν λαμβάνουσα. τὸ οὖν προκείμενον ἤδη δέδεικται  σαφῶς, ὡς καὶ χωρὶς τῶν ὀνομάτων τοῦ τε κρίνεσθαι καὶ κεκρίσθαι καὶ κρίσεως καὶ κρισίμου τὴν διήγησιν ἐποιησάμην τῆς τῶν ἡμερῶν διαφορᾶς, οὐκ ἐκ λόγου τινὸς ἢ δόγματος τῶν ἀποῤῥήτων εἰσηγησάμενος, ἀλλ’ ἐκ μόνης τῆς πολυχρονίου πείρας ἀθροίσας τὴν θεωρίαν. ὅστις δὲ ταύτην καταλιπὼν, ἢ πῶς ὁρίζεσθαι χρὴ τὴν κρίσιν, ἢ τίς λόγος ἐστὶ δι’ ὃν οὐχ ὁμοίως ἐν ἁπάσαις ταῖς εἰρημέναις ἡμέραις αἱ κρίσεις γίνονται ζητεῖ, σοφισταῖς ἀφορμὴν ἀντιλογίας παρέξει, οἵ τοῖς τοιούτοις λόγοις ἀντιλέγοντες οἴονται τὸ πρᾶγμα διαβαλεῖν αὐτό· καθάπερ εἴ τις ταῖς ὀπτικαῖς αἰτίαις, ἃς οἱ φιλόσοφοι λέγουσιν, ἀντειπὼν ἀνῃρηκέναι νομίζει τὴν ὄψιν, ἢ εἴ τις ἀπορήσας τοὺς περὶ τῆς κινήσεως λόγους, ἢ τοὺς περὶ τόπου καὶ χρόνου καὶ γενέσεως καὶ φθορᾶς, οἴοιτο σὺν τοῖς λόγοις ἀνῃρηκέναι καὶ τὰ πράγματα. τοιαύτη γάρ ἐστι καὶ ἡ τῶν σοφιστῶν κατά τε κρίσεως καὶ κρισίμων ἡμερῶν ῥητορεία, τὸ μὲν φαινόμενον αὐτὸ μὴ δυναμένων ὑπαλλάξαι, τὰ σημαινόμενα δὲ μετατιθέντων, καὶ πρὸς ὁρισμούς τινας ἀντιλεγόντων, καὶ τὰ περὶ τῆς φύσεως τῶν ἁριθμῶν δόγματα διασειόντων. ἀλλ’ ἥ γ’ ὑφ’ ἡμῶν ἄρτι γεγραμμένη διδασκαλία τούτων μὲν οὐδενὸς ἐφήψατο, καὶ διὰ τοῦτο ἀποφράττει τὸ τῶν σοφιστῶν στόμα· τὸ χρήσιμον δ’ αὐτὸ διὰ ταχέων ἐκδιδάσκει. ὡσαύτως δ’ ἂν καὶ διὰ ταχέων ἐμήνυσα τὰς μετὰ τὴν εἰκοστὴν ἡμέραν διαφορὰς, εἰ μή τίς γε κατεῖχεν ἀναγκαῖος λόγος, ὃν καὶ αὐτὸν οἱ μὲν ἐκ τῆς ἐμπειρίας ὁρμώμενοι καὶ μηδὲν τοῖς ἐναργῶς φαινομένοις προσδοξάζοντες ἀκριβῶς ἴσασιν, οὐ μὴν οἵ γε πρῶτον ἀναλαμβάνοντες τὴν τέχνην.

Ἔστι δ’ οὗτός τις ὁ ζητῶν ἥτις ποτε τῶν νοσημάτων ἡ ἀρχή· καὶ γὰρ ἀγρυπνοῦσι καὶ ἀνορεκτοῦσι καὶ κεφαλὰς βαρύνονται καὶ νωθροὶ καὶ δυσκίνητοι καὶ κοπώδεις γίνονται καὶ μυρία τοιαῦθ’ ἕτερα πάσχουσιν οἱ πλεῖστοι τῶν μελλόντων νοσήσειν. καὶ ταῦτ’ εἰσβάλλει μὲν αὐτοῖς τὴν πρώτην σμικρὰ, παραύξεται δ’ ἀεὶ καὶ μᾶλλον κατὰ βραχὺ περιερχομένοις ἤδη καὶ τὰ συνήθη πράττουσιν. ἐπειδὰν δὲ πρῶτον νικηθῶσιν ὑπὸ τοῦ δυσαρεστήματος, τηνικαῦτα κατακλίνονται. τίνα δ’ οὖν ἀρχὴν τῷ νοσήματι θέσθαι προσήκει, χαλεπὸν εἶναι δοκεῖ. τὴν μὲν γὰρ ἀκριβῶς πρώτην σχεδὸν ἀναίσθητον ὑπάρχειν, τὴν δ’, ὅτε κατεκλίθη, κατακλίσεως μὲν ἀρχὴν εἶναι, νόσου δ’ οὐκ εἶναι. καὶ γὰρ καὶ τὸ καρτερικοὺς ὑπάρχειν καὶ ἀταλαιπώρους καὶ τὸ κατέχεσθαι πρός τινος ἐπὶ πολιτικῆς πράξεως, ἢ καὶ βαδίζειν ὁδὸν μακροτέραν καὶ πόῤῥω τῆς τοῦ οἴκου καταγωγῆς εἶναι, καὶ δι’ ἄλλας τοιαύτας αἰτίας δύναταί τις οὔπω μὲν κατακεκλίσθαι, κεκακῶσθαι δέ· καὶ μέν γε καὶ μαλακός τις τὴν γνώμην καὶ ταλαίπωρος καὶ ὕποπτος ἐπὶ μικραῖς προφάσεσιν εὐθὺς κατακλίνεται. τὴν τίνος οὖν κατάκλισιν ἀρχὴν τοῦ νοσήματος ὑποληπτέον, οὐκ ἄν τις ἐξεύροι ῥᾳδίως. καὶ μὴν εἰ μήτε τὴν πρώτην ἀκριβῶς ἀρχὴν οἷόν τε λαβεῖν ἐστι μήτε τὴν κατάκλισιν εὔλογον ὑποθέσθαι τοῦ νοσήματος ἀρχὴν ὑπάρχειν, δῆλον ὡς οὐδ’ ἄλλον τινὰ χρόνον ἢ τὸν πρὸ τῆς κατακλίσεως, ἢ τὸν μετ’ αὐτήν. οἱ μὲν γὰρ ἔμπροσθεν ἅπαντες ἀδίκως ληφθήσονται τῆς πρώτης ἀρχῆς παροφθείσης· οἱ δ’ αὖ μετὰ τὴν κατάκλισιν ἔτ’ ἀδικώτερον, εἰ μηδ’ ὁ ταύτης χρόνος ἀρχὴ τοῦ νοσήματος ὑπάρχει. τοιαῦται μὲν αἱ ἀπορίαι, λύσεις δ’ αὐτῶν πολυειδεῖς. ἡ μὲν πρώτη καὶ μεγίστη τὸ πολλὰς νόσους ἐξαίφνης εἰσβάλλειν ἢ ἅμα ῥίγεσιν, ἢ σὺν ἀλγήμασιν ἰσχυροῖς, μηδενὸς ὅλως αἰσθητοῦ συμπτώματος αὐτῶν προηγησαμένου. τὰς οὖν ἄλλας ἐάσας νόσους, ἐν αἷς ἀσαφεῖς αἱ ἀρχαὶ, τὴν πεῖραν τῶν κρινουσῶν ἡμερῶν ἐπὶ τῶν σαφεστάτων ποιοῦμαι. καὶ γὰρ καὶ δειπνήσασιν εὐφορώτατα πολλοῖς καὶ γυμνασαμένοις καὶ λουσαμένοις ἐξαίφνης εἰσέβαλε νοσήματα, καθάπερ καὶ Ἱπποκράτης ἐπὶ πολλῶν ἀῤῥώστων ἔγραψεν· ὥσπερ αὖ πάλιν ὁ αὐτὸς Ἱπποκράτης ἐφ’ ἑτέρων ἀῤῥώστων εἴωθε γράφειν ὅτι πρὶν ὑπάρξασθαι νοσεῖν ὀρθοστάδην ἠνωχλοῦντο. καίτοι καὶ αὐτὸ τοῦτο λέγοντες, τὸ πρὶν ἄρξασθαι νοσεῖν, λελήθαμεν ἡμᾶς αὐτοὺς ἐξομολογούμενοι τἀληθές. ἀρχὴν γὰρ τοῦ νοσεῖν ἐκεῖνον εἶναι νομιστέον αὐτοῖς τὸν χρόνον ἡνίκα σαφῶς ἀρξάμενοι πυρέττειν κατεκλίθησαν. οὐ γὰρ δὴ ταὐτόν γέ ἐστι κεφαλῆς ἄλγημα καὶ πυρετὸς, ὥσπερ οὐδ’ ἀγρυπνία καὶ ἀνορεξία καὶ βάρος ὅλου τοῦ σώματος, ἢ κοπώδης αἴσθησις, ἀλλ’ ἕκαστον τούτων ἕτερόν τι τοῦ πυρέττειν ὑπάρχον ἀγγέλλει πυρετόν. σὺ μὲν οὖν ὦ σοφιστὰ τὸν νοῦν τούτοις πρόσεχε. πυρετὸς δ’ εἰσβαλὼν καὶ μάλιστ’ ὀξὺς οὔθ’ ἡμᾶς λαθεῖν οὔτ’ ἰδιώτην οὐδένα δύναται. θὲς δ’, εἰ βούλει, καὶ λαθεῖν, ἀλλὰ θαυμάζοιμ’ ἂν εἰ πλέον ὥρας λήσει τὸν κάμνοντα, κᾂν ἀναισθητότατος ᾖ. νομιζέσθω τοίνυν εἰσβεβληκέναι δεκάτης ὥρας, ἔστω δ’ ἡ κατὰ ἀλήθειαν ἀρχὴ μὴ δεκάτης, ἀλλὰ θ΄ ὥρας γεγενημένη, τί τοῦτο πρὸς τὰς κρισίμους ἡμέρας; πάνυ γοῦν, ὡς ὁρᾷς, παρὰ τοῦτο τὰ τῆς ἰατρικῆς τέχνης ἔργα διαφθείρεται, παρ’ ὅσον τῶν νοσούντων ἐνίους ἔλαθεν ὥρα μία. ὅ γέ τοι πάντων ἰατρῶν ἀκριβέστατος σύμπαντα τὰ τοιαῦτα παραφυλάξας Ἱπποκράτης, ὥσπερ ὅτι πολλοὶ μὲν ἐξαίφνης ἤρξαντο πυρέττειν, οὐδενὸς ἔμπροσθεν αὐτοῖς γενομένου συμπτώματος, ἔνιοι δ’ ὀρθοστάδην ἐνοχληθέντες, ἐνέγραψεν, οὕτω καὶ τὰς κρίσεις ἐτήρησε γινομένας ἀφ’ ἧς πρώτης ἡμέρας ἐπύρεξεν ὁ ἄνθρωπος, οὐκ ἀφ’ ἧς ἤλγησε κεφαλὴν, ἤ τι τοιοῦτον ἕτερον ἠνωχλήθη. ἐπὶ ταῖς τοιαύταις γὰρ ἀρχαῖς ἡ τῶν κρινουσῶν ἡμερῶν ἐμπειρία τοῖς ἰατροῖς. σὺ δ’ εἰ τὰς λόγῳ θεωρητὰς ἀρχὰς ἐπισκοπεῖσθαι βούλει, τάχα τοῦ τῆς ἀειπαθείας ἐφάψῃ δόγματος. ἀλλ’ οὐχ ἥ γε τῶν Ἀσκληπιαδῶν ἰατρικὴ τοιαύτη, λόγῳ γὰρ θεωρητοὺς ἐκεῖνοι πυρετοὺς οὔτε  διαγινώσκειν οὔτε θεραπεύειν ἠξίουν· οἱ δ’ αἰσθητοὶ καὶ σαφεῖς, καὶ μάλισθ’ ὅταν ὀξεῖς ὦσιν, ἐφ’ ὧν δὴ καὶ μάλιστα τῆς τῶν κρισίμων ἡμερῶν θεωρίας χρῄζομεν, οὔτ’ ἰδιώτην οὐδένα λαθεῖν οὔτε ἰατρὸν δύνανται. τί δὴ καὶ βούλει; πότερον ἐκ τῶν ἐξαίφνης κατακλιθέντων ποιήσασθαι τὴν τήρησιν, ἢ τῶν ὀρθοστάδην ἐνοχληθέντων; Ἱπποκράτης μὲν γὰρ ἐπ’ ἀμφοτέρων ποιησάμενος τὰς αὐτὰς ἐπ’ ἀμφοῖν ἀπεφήνατο κρισίμους, οὐχ ὅτε πρῶτον ἤλγησε τὴν κεφαλὴν, ἀλλ’ ὅτε πρῶτον ἐπύρεξε, τὴν ἀρχὴν τοῦ νοσήματος ὑποθέμενος. οὕτω δὲ καὶ τῶν ἄλλων ἕκαστος οἷς τῆς τέχνης ἐμέλησεν, οὐ λόγων ψευδῶν πιθανῶς συγκεκροτημένων. ἡ μὲν δὴ τῶν νοσημάτων ἀρχὴ παντὸς μᾶλλον εὔγνωστος ἰατροῖς. εἰ δέ τις ἑαυτὸν ἐξαιρεῖ τῆς προσηγορίας τῆσδε καὶ μήπω πείθεται καὶ ληρεῖν οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ Ἱπποκράτην καὶ Διοκλέα καὶ τοὺς ἄλλους ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα νομίζει, νικάτω νίκην οὗτος Καδμείαν.

Ἐμοὶ γὰρ οὐ σοφιστὰς ἐξελέγχειν πρόκειται νῦν, ὅ τι μὴ πάρεργον, ἀλλὰ τοῖς ἀλήθειαν σπουδάζουσιν ἧς γινώσκω κοινωνῆσαι θεωρίας. ἔστω δή τις τοιοῦτος ἡμῖν ἄῤῥωστος ἐξ ὑποθέσεως εἰς σαφήνειαν τῆς διδασκαλίας προκείμενος, τῇ δεκάτῃ τῆς ἡμέρας ὥρᾳ πυρέττειν ὀξέως ἀρξάμενος, ἐφ’ οὗ ζητεῖν ἐπιτρέψαντες τοῖς σοφισταῖς τὴν λόγῳ θεωρητὴν ἀρχὴν, αὐτοὶ τὴν δευτέραν ἡμέραν, ἢ εἴ τιν’ ἀρχὴν ἑτέραν ἐν αὐτῇ ποιεῖται παροξυσμὸς ἕτερος, αἰσθητὴν καὶ σαφῆ παραφυλάξομεν· εἶθ’ οὕτω καὶ τὴν τρίτην, ἵν’ εἴτε διὰ τρίτης, εἴτε καὶ καθ’ ἑκάστην ἡμέραν οἱ παροξυσμοὶ γίνονται, γινώσκωμεν· ἔτι δὲ τούτου μᾶλλον, εἴτ’ ἐν ταῖς ἀρτίαις, εἴτ’ ἐν ταῖς περιτταῖς ἡμέραις παροξύνεται σφοδρότερον. ἔστω δὴ συνεχὴς μὲν ὁ πυρετὸς, διὰ τρίτης δ’ οἱ παροξυσμοί· καὶ τῇ τρίτῃ μὲν τῶν ἡμερῶν ἑνδεκάτης ὥρας, τῇ πέμπτῃ δὲ νυκτὸς ὥρας πρώτης παροξυνέσθω, τῇ δὲ ἑβδόμῃ νυκτὸς ὥρας τρίτης· ἀεὶ γὰρ ὑποκείσθω δυοῖν ὥραιν ὑστερίζειν τὸν παροξυσμὸν, ὥστε καὶ τῆς ἐννάτης νυκτὸς ὥρᾳ πέμπτῃ παροξυνθήσεται καὶ τῆς ἑνδεκάτης ἑβδόμῃ. ἔστω δὴ τούτῳ τὰ μὲν ἄλλα παραπλήσια δι’ ὅλου τοῦ νοσήματος ἀπὸ τῆς ἀρχῆς ἕως τῆς ἑνδεκάτης νυκτὸς, κατὰ δὲ τὴν ἑνδεκάτην εὐχρούστερά τε ἅμα γινέσθω τὰ οὖρα καί τινα καὶ λευκὴν νεφέλην ποιείσθω πρότερον οὐ γεγενημένην. ἐνταῦθα πρῶτον μὲν ἐλπὶς οὐ σμικρὰ τοῖς γε ὄντως ἰατροῖς ἐν τῇ ιδ΄ λυθήσεσθαι τὸ νόσημα, συμβαίνει μὴν πολλάκις ὑπερεκπίπτειν τὴν λύσιν εἴς τινα τῶν ἐφεξῆς ἡμερῶν. ἀλλὰ τοῦτο μὲν ὅπως γίνεται τοῦ περὶ κρίσεών ἐστιν ἴδιον λόγου, καὶ διὰ τοῦτο ἐν ἐκείνῳ ῥηθήσεται. τὸ δέ γε νῦν εἶναι πρόκειται μὲν ὁ περὶ τῶν κρισίμων ἡμερῶν λόγος. οὗ δ’ ἕνεκα τοῦ παραδείγματος ἐδεήθην, ἐγγὺς ἥκειν ἔοικεν. εἰσβαλλέτω γὰρ ὁ τῆς τρισκαιδεκάτης νυκτὸς παροξυσμὸς οἱᾳδηποτοῦν ὥρᾳ μετὰ ῥίγους. ἐνδέχεται γὰρ αὐτὸν καὶ προλαβεῖν τὴν ὥραν τὴν συνήθη καὶ μὴ προλαβεῖν, ἄμφω γὰρ γίνεται, καὶ πλέον γε θάτερον, τὸ προλαβεῖν, ὅταν μέλλῃ γενήσεσθαι κρίσις. ἔστω δ’, εἰ βούλει, καὶ δύσφορος ἡ τρισκαιδεκάτη νὺξ ἅπασα γεγενημένη πρὸς τὸ βεβαιότερον ἡμᾶς ἐλπίσαι τὴν κρίσιν. οὐ γὰρ ἐνδέχεται τὸν οὕτω νοσήσαντα μὴ κριθῆναι κατὰ τὸν ἐπὶ τῆς τρισκαιδεκάτης νυκτὸς ἀρξάμενον παροξυσμόν. ἴν’ οὖν μηδὲν ἀδιόριστον εἴη, κείσθω μὲν ἡ νὺξ δύσφορος, εἰσβαλλέτω δὲ ὁ παροξυσμὸς ὥρας ὀγδόης μετὰ ῥίγους σφοδροῦ, καὶ μηδὲν ἄλλο τῶν ταῖς κρίσεσι προσεδρευόντων παρέστω σύμπτωμα· γινέσθω δὲ καὶ ὁ σφυγμὸς ἄτακτος μὲν καὶ ἀνώμαλος, ἀλλ’ αἱ πλείους κινήσεις ὑψηλαὶ καὶ μεγάλαι φαινέσθωσαν· ὁ τοιοῦτος ἄῤῥωστος, ἐπειδὰν ὁ μετὰ τοῦ ῥίγους γενόμενος παροξυσμὸς ἀπολάβῃ τὴν οἰκείαν ἀκμὴν, ἱδροῦν εὐθὺς ἄρχεται κρισίμως ἐν τῇ ιδ΄ δηλονότι τῶν ἡμερῶν. οὕτως γὰρ συμβαίνει τῆς ιγ΄ νυκτὸς ὀγδόης ὥρας εἰσβάλλοντος τοῦ παροξυσμοῦ. γινέσθω τοίνυν πρὸς λόγον ἀεὶ τῆς κενώσεως εὐπνούστερός τε καὶ εὐκινητότερος καὶ εὐσφυκτότερος καὶ εὐφορώτερος, καὶ δι’ ὅλης γε τῆς ἡμέρας ἱδρούτω πολλῷ καὶ θερμῷ διὰ παντὸς τοῦ σώματος ὁμαλῶς, εἶτ’ εἰς ἑσπέραν ἀκριβῶς ἀπύρετος γινέσθω· ὁ τοιοῦτος ἄῤῥωστος ἀσφαλῶς κέκριται. καὶ χρὴ λοιπὸν ἀνατρέφειν αὐτὸν κατὰ βραχὺ μηδὲν δεδιότας· ἥ τε γὰρ ἡμέρα πιστὴ καὶ πάντα τὰ κριτικὰ γνωρίσματα συνέδραμεν. ὅτι μὲν ἐπὶ τῆς ια΄ ἡμέρας τὸ κρίσιμον ἐν τοῖς οὔροις ἐφάνη, σημεῖον εὐσήμου τῆς κρίσεως εὐλόγως ῥηθείσης, ὅτι δ’ ἥ τε νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ καὶ ἡ εἰσβολὴ μετὰ ῥίγους, καὶ ὁ τῶν σφυγμῶν σάλος ὁ κριτικὸς καὶ οἱ ἱδρῶτες οἱ χρηστοὶ, διὰ τοῦτο σαφοῦς δικαίως ἂν ὀνομασθείσης, ὅτι δὲ ἄνευ συμπτωμάτων φοβερῶν, διὰ τοῦτ’ ἀκινδύνου· καὶ μὲν δὴ καὶ τελείας μὲν, ὅτι τὸν πυρετὸν ἀπήλλαξε τελείως, ἀγαθῆς δὲ διά τε ταὐτὸ τοῦτο καὶ ὅτι χωρὶς κινδύνου. τί δὴ οὖν ἔτι λείπει μαρτυρῆσαι τῇ κρίσει; τούτῳ μοι τὸν νοῦν ἤδη προσέχειν, ὅτι πιστὴ καὶ ἀσφαλὴς καὶ φόβος οὐδεὶς ὑποτροπιάσαι τὸ νόσημα. πόθεν οὖν ἐλάβομεν τοῦτο; τῶν μὲν γὰρ ἄλλων ἕκαστον ἐξ ἑνός τινος, ἢ καὶ δυοῖν, ἢ πλειόνων μὲν, ἀλλ’ οὐκ ἐξ ἁπάντων γε τῶν γεγενημένων. τὸ δ’ ὅτι πιστὴ, πάντων δεῖται συναριθμουμένων, ἐν οἷς ἐστι καὶ ἡ τῆς ἡμέρας φύσις. εἰ γὰρ καὶ τῶν ἄλλων ἁπάντων ὧν εἴρηκα γεγενημένων εἰς τὴν πεντεκαιδεκάτην ἐξέπεσεν ἡ κρίσις, οὐκ ἂν ὁμοίως ἦν ἀσφαλής. τὸ τοίνυν ἀκριβῶς πιστὸν ἐπισφραγίζεται παρὰ τῆς ἡμέρας, καὶ αὕτη τῶν κρισίμων ἡμερῶν ἡ χρεία. εἰ δέ τις ἡγεῖται μόνας αὐτὰς δύνασθαι τὸ πᾶν, οὗτος οὐ μόνον ἀγνοεῖ πλέον ἢ οὗ γινώσκει, ἀλλὰ καὶ τοῖς σοφισταῖς ἀφορμὴν ἀντιλογίας παρέχει. ἐροῦσι γοῦν εὐθέως, εἰ τὸ πιστὸν ἐν ταῖς τῶν νοσημάτων λύσεσιν ἡ τῆς ιδ΄ ἡμέρας παρείχετο  φύσις, ἐχρῆν, εἴ γε καὶ χωρὶς ἱδρώτων πολλῶν καὶ χρηστῶν ἀπήντησε, πιστὴν ὑπάρχειν αὐτήν. ὅπως δ’ ἐστὶ ληρώδης ὁ λόγος, ἐγὼ μὲν οὐδ’ ἐπιδεικνύναι τὴν ἀρχὴν ἠβουλήθην, ἀλλ’ ἕκαστον τῶν εἰς ἰατροὺς φοιτώντων εἰς τοσοῦτον προπεπαιδεῦσθαι πρὶν φοιτᾷν, ὡς τὰ γοῦν οὕτω πρόδηλα σοφίσματα διαγινώσκειν δύνασθαι. ταχὺ γὰρ ὁ τοιοῦτος λῆρος ἀνατρέπει πᾶν βοήθημα, μήτε φλεβοτομίαν ποτὲ βοηθεῖν ἀποφαίνων· εἴπερ γὰρ ἐβοήθει, τί δή ποτ’ οὖν οὐκ εὐθέως εἰς βαλανεῖον ἀπολύομεν τοὺς φλεβοτομηθέντας ἀδεῶς τε διαιτᾶσθαι κελεύομεν, ἀλλ’ ἐπὶ τῆς κλίνης συνέχομεν καὶ λεπτῶς διαιτῶμεν; ἀλλὰ μηδὲ κατάπλασμα· καὶ γὰρ ἂν καὶ τοῦτο καὶ τοὺς ἐμπιπλαμένους τε καὶ λουομένους καὶ μεθυσκομένους ὠφελεῖ· ἀλλὰ μηδὲ κλυστῆρα μηδ’ ἄλλο τῶν πάντων οὐδέν· ὅμοιος γὰρ ὁ λῆρος. ἀλλ’ ἐπειδὴ τέχνην οὕτω θαυμαστὴν καὶ μεγάλην ἀντὶ τῶν Ἀσκληπιαδῶν τῶν πάλαι νῦν ἐριουργοί τε καὶ τελῶναι μετέρχονται, χρὴ δή που καὶ ἡμᾶς ἐπαμύνειν αὐτῇ προπηλακιζομένῃ καὶ λέγειν ὡς εἴτε αἴτιον, εἴτε σημεῖον ὁτιοῦν, εἰ μὲν ἓν ἑνὸς ἢ ποιητικὸν, ἢ δηλωτικὸν εἶναι λέγοιτο, δείξαι τις ἀσθενοῦν αὐτὸ περὶ τὴν ἐπαγγελίαν καὶ δεόμενον ἀεὶ παρουσίας ἑτέρου, καλῶς ἐξελέγχει τὴν δόξαν· εἰ δ’ ἤτοι ποιεῖν ἢ δηλοῦν ἅμα πλείω συνιόντα τόδε τι λέγοιτο, ληρώδης ὁ καταμόνας ἕκαστον αὐτῶν προχειριζόμενος. οὐ γὰρ ἓν ἕκαστον αὐτῶν ἰδίᾳ προσήκει διαβάλλειν ὡς οὐχ ἱκανὸν, ἀλλ’ ἅμα σύμπαντα. φαίης γὰρ ἂν οὕτως, οἶμαι, κᾂν εἰ δέκα μέν τινες οἷοί τ’ εἶεν ἐπαίρειν βάρος ὁτιοῦν, ἕκαστος δ’ ἰδίᾳ μὴ δύναιτο, μηδὲν εἰς τὴν τοῦ παντὸς ἔργου συντέλειαν εἰσφέρεσθαι τὸν ἕνα. τί δὴ βούλει; πότερον αἰτίας εἶναι τὰς κρισίμους ἡμέρας τῆς πιστῆς λύσεως τῶν νοσημάτων, ἢ σημεῖα; κατ’ ἄμφω γὰρ ἑτοίμως ἐξελέγχεται τὸ σόφισμα. βούλει πρότερον αἰτίας ὑποθώμεθα, καθάπερ καὶ τὴν φλεβοτομίαν καὶ τὸν κλυστῆρα καὶ τὸ κατάπλασμα καὶ τῶν ἄλλων ἕκαστον βοηθημάτων αἴτιον ὑγείας εἶναί φαμεν; ἀλλ’ ὥσπερ ἐκείνων οὐδὲν οὕτως ἦν ἰσχυρὸν ὡς ἄνευ τῶν ἄλλων ὑγιάζειν, οὕτως οὐδ’ ἡ κρίσιμος ἡμέρα. πάλιν οὖν, εἰ βούλει, μηκέτ’ αἰτίας αὐτὰς, ἀλλὰ σημεῖα λέγωμεν, οἷα κᾀν τοῖς οὔροις καὶ διαχωρήμασι καὶ πτύσμασι καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τοιούτοις ἐστίν. ἀλλ’ οὐδ’ ἐκείνων οὐδὲν ἱκανὸν ἦν μόνον σωτηρίαν, ἢ θάνατον ἐνδείξασθαι. καὶ μὴν εἰ μήθ’ ὡς αἴτια μήθ’ ὡς σημεῖα τὰς κρισίμους ἡμέρας ἀξιώσαιμεν ἀεὶ μόνας ἢ δρᾷν, ἢ δηλοῦν ταὐτὸν, ἀλλὰ μετὰ συνόδου πλειόνων, οὐκέτι οὐδένα λόγον ἕξει τὸ σόφισμα αὐτῶν. οὐ γὰρ αὕτη βάσανος ὀρθὴ τῶν κριτικῶν εἶναι πιστὰς, ἀλλ’ ἄλλη τις, ἥπερ δὴ καὶ ὄντως ἐστίν. εἰ γὰρ δὴ τῶν ἄλλων ἁπάντων ὡσαύτως ἐχόντων ὑπαλλαχθείη μόνου ἡ κρίσιμος ἡμέρα, πολὺ τοῦ πιστοῦ τῆς κρίσεως ἀφαιρεῖται. κᾂν εἰ τῶν ἄλλων δὲ κριτικῶν σημείων μὴ πάνυ συμπεπληρωμένων προσθείης αὐτοῖς ἡμέραν κρίσιμον, ἕξεις τινὰ ἐλπίδα λύσεως ἀσφαλοῦς. καίτοι κᾂν εἰ τοῦθ’ ὑπῆρχε μόνον ταῖς κρισίμοις ἡμέραις, τὸ συντρέχειν αὐταῖς πολλάκις ἤτοι τὰ πλεῖστα καὶ μέγιστα τῶν κρισίμων σημείων ἢ καὶ σύμπαντα, δίκαιον δήπου ἦν διά γε τοῦτο μόνον ἰδίαν τινὰ φύσιν ὑπολαβεῖν εἶναι ἡμερῶν κρισίμων. ὁπότ’ οὖν πρὸς τούτῳ καὶ παρ’ ἑαυτῶν τι συνεισφέρουσιν, πολὺ δήπου μᾶλλον αὐτὰς τῶν μήτε συνεισφερουσῶν τι μήτε τοῖς πολλοῖς τῶν κριτικῶν σημείων συντρεχουσῶν ἀποκρινοῦμεν ὡς ἰδίαν μὲν ἐκείνων τὴν φύσιν, ἰδίαν δὲ τούτων ἐχουσῶν; ἐμοὶ μὲν καὶ πάνυ δοκεῖ. πάλιν οὖν ἀποχωρήσαντες τῶν λυμαινομένων τοῖς καλλίστοις τῆς τέχνης σοφιστῶν, ἀναμνησθέντες τε τῆς προγεγραμμένης ὑποθέσεως ὀλίγον ἔμπροσθεν, ἕνεκα σαφοῦς διδασκαλίας, τὸν ἄῤῥωστον ἐκεῖνον, ὃν συνεχῶς μὲν πυρέσσοντα, διὰ τρίτης δὲ παροξυνόμενον, εἰς τὴν ἑνδεκάτην ἡμέραν ἀγαγόντες τῷ λόγῳ, κριτικὸν ἐν τοῖς οὔροις ὑπεθέμεθα σημεῖον ἐσχηκέναι, κᾄπειτα διὰ τῆς τεσσαρεσκαιδεκάτης κεκρίσθαι, νῦν μηκέθ’ οὕτως, ἀλλ’ ἔτ’ ἂν ἄκριτον εἰς τὴν πεντεκαιδεκάτην ἀγαγόντες νύκτα, τὸν ἐν ταύτῃ παροξυσμὸν ὁμοίως μὲν εἰσβαλόντα μετὰ ῥίγους, ὡσαύτως δὲ ἱδρῶτι κρινόμενον ὑποθώμεθα κατὰ τὴν ἑκκαιδεκάτην ἡμέραν, ἵν’ ἐναργῶς μάθωμεν ὅσην τινὰ δύναμιν ἡμέρα κρίσιμος ἔχῃ. πρῶτον μὲν γὰρ οὐδ’ ἂν καλῶς ὁ τοιοῦτος ἱδρώσειεν, οὐδ’ ἂν τελέως ἀπύρετος γένοιτο κατ’ ἐκείνην τὴν ἡμέραν. εἰ δ’ ἄρα τι καὶ παράδοξον ἀπαντήσειεν, ἀλλ’ ἄπιστός γε πάντως ἡ κρίσις, καί τι μικρὸν ἁμαρτόντος τοῦ κάμνοντος, ὑποστρέψει πάλιν τὸ νόσημα.

Πάλιν οὖν προχειρισάμενοι τὸν αὐτὸν ἄῤῥωστον, ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ὑποθώμεθα τὸ κριτικὸν ἐσχηκέναι σημεῖον, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τῆς ἑνδεκάτης ὑπεθέμεθα, τούτῳ τὴν κρίσιν ἑβδομαίῳ προσδέχεσθαι. θεωρητὴ γὰρ ἐν μὲν τῇ δευτέρᾳ τῶν ἑβδομάδων ἡ ἑνδεκάτη, κατὰ δὲ τὴν πρώτην ἡ τετάρτη, καὶ δηλοῦν πέφυκεν ὥσπερ ἡ ἑνδεκάτη τὴν τεσσαρεσκαιδεκάτην, οὕτως ἡ δ΄ τὴν ζ΄ ὁποία τις ἔσται. γινέσθω δὲ κατὰ τὴν ἑβδόμην νύκτα περὶ τὴν τρίτην ὥραν ὁ παροξυσμὸς, ὡς ἔμπροσθεν ὑπέκειτο, καὶ τὰ τοῦ ῥίγους καὶ τὰ τῶν σφυγμῶν ὡσαύτως ἀπαντάτω, καὶ νυκτὸς ἤδη παυομένης ἱδροῦν ἀρχέσθω, κᾄπειτα δι’ ὅλης τῆς ἑξῆς ἡμέρας τῆς ὀγδόης ἱδρούτω καλῶς, εἶτ’ ἀπύρετος εἰς τὴν ἑσπέραν γινέσθω. πρόσεχε δή μοι πάλιν ἐνταῦθα τὸν νοῦν· οὗ γὰρ ἕνεκα προὐχειρισάμην τὸν ἄῤῥωστον οὐ μικρόν ἐστι. κατὰ μὲν γὰρ τὴν πρώτην ὑπόθεσιν ἐν τῇ ιγ΄ νυκτὶ παροξυνθεὶς κρισίμως, εἶτ’ ἐν τῇ ιδ΄ γενόμενος ἀπύρετος, οὐ τρισκαιδεκαταῖος, ἀλλὰ τεσσαρεσκαιδεκαταῖος ἐλέγετο κεκρίσθαι. νυνὶ δὲ  καίτοι τῶν ἱδρώτων καὶ τῆς λύσεως τοῦ νοσήματος εἰς τὴν ὀγδόην ἡμέραν ὅλην ἐκπεσόντων, ὅμως ἑβδομαῖος ἂν ὁ τοιοῦτος κεκρίσθαι λέγοιτο. προσέχειν γὰρ χρὴ τὸν νοῦν οὔθ’ ἁπλῶς τῶν παροξυσμῶν ταῖς ἀρχαῖς, εἰ καὶ μετὰ κριτικῶν εἰσβάλλουσι σημείων, οὔθ’ ὅταν πρῶτον ἱδροῦν, ἢ ἄλλως πως ὑπάρξωνται κρίνεσθαι. καὶ γὰρ καὶ τοῦτο μόνον οὐ πιστὸν, ἀλλ’ οὐδ’ ὅτε πρῶτον ἀπύρετοι γίνονται. οὐ μὴν οὐδὲ τὰ δύο συνιόντα πλείονα τοῦ λοιποῦ τὴν δύναμιν ἐξ ἀνάγκης ἔχει. τὰ μὲν γὰρ τρία συνερχόμενα δῆλον ὡς ἐξαιρεῖ πᾶν ζήτημα. λέγω δ’ εἰ κατά τινα μίαν ἡμέραν ὅ τε παροξυσμὸς εἰσβάλλοι μετὰ τῶν κρινόντων σημείων ἥ τε κρίσις ὑπάρξαιτο καὶ ἡ τελεία λύσις ἀκολουθήσειεν. εἰ μέντοι μερισθείη, διοριζέσθω πρῶτον μὲν καὶ μάλιστα ταῖς ἐπιδήλοις τε καὶ θεωρηταῖς ἡμέραις ὀνομαζομέναις. ἂν γὰρ ἤτοι τῆς τετάρτης ἢ τῆς ἑνδεκάτης ἐπιδήλου γενομένης ἡ κρίσις ἐφάψηται καθ’ ὁντιναοῦν τρόπον ἤτοι τῆς ἑβδόμης ἢ τῆς ιδ΄, ἐκείνων εἶναι χρὴ νομίζειν αὐτήν. εἰ δ’ ἐκπέσοι τελέως αὐτῶν, ὡς μήτ’ ἄρξασθαι κατ’ αὐτὰς μήτε συμπληρωθῆναι, δῆλον ὡς οὐκέτι μὲν ἐγχωρεῖ λέγειν ἑβδομαῖον, ἢ τεσσαρεσκαιδεκαταῖον κεκρίσθαι νόσημα, κατ’ ἄλλην δέ τινα τῶν ἡμερῶν, ἥτις ἂν ὅλην τὴν κρίσιν ἐν αὐτῇ περιλάβοι. εἰ μέντοι μηδεμιᾶς ἐπιδήλου προγεγενημένης ἐξαίφνης γένοιτο κρίσις ἐφαπτομένη δυοῖν ἡμερῶν, εἰς ταῦτα ἀποβλέπων τὰ γνωρίσματα διορίζεσθαι ποτέρας αὐτῶν ἔστ’ εἰς τὴν τῶν παροξυσμῶν ἀναλογίαν, εἰς τὴν τῶν ἡμερῶν φύσιν, εἰς τὸν ἀριθμὸν τῶν κριτικῶν καιρῶν, εἰς αὐτὸν τὸν χρόνον τῆς κρίσεως. εἰς μὲν τὴν τῶν παροξυσμῶν ἀναλογίαν ᾧδε· ταῖς μὲν περιτταῖς ἡμέραις μᾶλλον πονοῦντος τοῦ κάμνοντος οἰκειοτέρα τῆς περιττῆς ἡμέρας ἡ κρίσις, ὥσπερ εἰ καὶ ταῖς ἀρτίαις, ἐκείνης ἴδιος· ἐν γὰρ τοῖς παροξυσμοῖς αἱ κρίσεις γίνονται τοὐπίπαν. εἰς δ’ αὐτὴν τῶν ἡμερῶν τὴν φύσιν ᾧδέ πως· εἴπερ ἀμφισβητοῖτο πότερον ἐννάτης ἐστὶν ἡμέρας, ἢ δεκάτης ἡ κρίσις, εἰ μὲν γὰρ ἀγαθὴ καὶ τελεία καὶ ἀκίνδυνος, ἐννάτης μᾶλλόν ἐστιν· εἰ δ’ ἀτελὴς καὶ φαύλη καὶ κινδυνώδης, δεκάτης. εἰς δὲ τὸν ἀριθμὸν τῶν κριτικῶν καιρῶν, ἐπειδὴ τρεῖς ἦσαν οὗτοι, ἡ ἀρχὴ τοῦ κριτικοῦ παροξυσμοῦ, ἡ ἀρχὴ τοῦ κριτικοῦ κινήματος, τὸ τέλος αὐτὸ τῆς κρίσεως, ἡ τοὺς δύο δεξαμένη καιροὺς εἰς ἑαυτὴν ἡμέρα σφετερίζεται μᾶλλον τὴν κρίσιν. οὕτω δὴ καὶ αὐτὸς ὁ χρόνος ὁ κρίσεως ὁποτέρας ἂν ᾖ τῶν ἡμερῶν μακρότερος, ἐκείνῃ μᾶλλον προσνέμειν τὴν κρίσιν. εἰ μὲν δὴ τὰ τέτταρα ταῦτα γνωρίσματα μίαν ἡμέραν εἰσηγοῖτο, ταύτῃ καί σοι προσνέμειν τὴν κρίσιν· εἰ δ’ ἓν ἐξ αὐτῶν ἀπολείποιτο, προσνέμειν ἔτι καὶ οὕτως, ἀλλ’ ἤδη καὶ τὴν ἑτέραν αὐτῆς μεμερίσθαι νομιστέον. εἰ δ’ ἴσα τὰ γνωρίσματα εἴη, καὶ τὴν κρίσιν οὕτω κοινὴν ἀμφοτέρων εἶναι τῶν ἡμερῶν ὑποληπτέον. ἐνίοτε δ’ οὐ δυοῖν μόνον, ἀλλὰ καὶ τριῶν ἡμερῶν ἡ κρίσις ἐφάπτεται. πάλιν οὖν ἐνταῦθα τὴν μέσην μὲν ὅσον ἐπὶ τῷ μήκει τοῦ χρόνου προκριτέον, οὐ μὴν αὐτῇ γε τὸ σύμπαν δοτέον, ἀλλὰ πρῶτον μὲν εἰ χωρὶς ἐπιδήλου τε καὶ θεωρητῆς ἡμέρας ἡ κρίσις ἐγένετο σκεπτέον· εἴρηται γὰρ ὅτι μεγίστην δύναμιν ἔχει τοῦτο· δεύτερον δὲ καὶ τοῖς ἄλλοις κανόσι προσχρηστέον, οὓς νῦν ἤδη πέπαυμαι λέγων, ἀναλογίαν παροξυσμῶν καὶ φύσιν ἡμερῶν καὶ ἀριθμὸν κριτικῶν καιρῶν καὶ αὐτὸν τὸν τῆς κρίσεως χρόνον.

Ἐπειδὴ δὲ καὶ περὶ τούτων αὐτάρκως διώρισται, πάλιν ἐπανελθόντες ὥσπερ ἔμπροσθεν ἄχρι τῆς κ΄ ἡμέρας, οὕτως ἤδη τὰς μετ’ ἐκείνην ἐξαριθμήσομεν κρισίμους, τοσοῦτον μόνον ἔτι τοῖς ἔμπροσθεν εἰρημένοις ἤδη προσθέντες, ὅσον εἴς τε τὰ νῦν εἰρημένα χρήσιμον ὑπάρχει καὶ μηδὲν ἐν τοῖς ἤδη λελεγμένοις ἀπολείψει ζήτημα. τί δ’ ἐστὶ τοῦτο; περὶ τῆς πρώτης ἡμέρας ἐν τοῖς νοσήμασι καὶ τῆς δευτέρας οὐδὲν εἴπομεν ἐν τῷ πρόσθεν λόγῳ, καίτοι τοῖς γε περὶ τὸν Διοκλέα καὶ αὗται κρίνειν ἔδοξαν. ὅπως οὖν χρὴ καὶ περὶ τοῦδε γινώσκειν διοριστέον. εἰ μὲν γὰρ ἡ προηγουμένη τῆς λύσεως τοῦ νοσήματος ὀξεῖα ταραχὴ κατὰ τὸ τοῦ κάμνοντος σῶμα κρίσις ὀνομάζεται, μήτε τὴν πρώτην ἡμέραν μήτε τὴν δευτέραν ὑποληπτέον εἶναι κρισίμους· ὁ γὰρ οἷον σάλος ὁ προηγούμενος τῆς λύσεως οὐδαμῶς ἐπιφανὴς ἐν ταύταις γίνεται· εἰ δὲ τὴν λύσιν ἁπλῶς ὀνομαστέον ἐστὶ κρίσιν, εἶεν ἂν καὶ αἵδε κρίσιμοι. πάντες γοῦν οἱ ἐφήμεροι προσαγορευόμενοι πυρετοὶ τὴν λύσιν οἱ μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν εὐθὺς, οἱ δ’ ἐν τῇ δευτέρᾳ ποιοῦνται. περὶ σημαινομένου τοίνυν ἡ ζήτησις κᾀνταῦθα μᾶλλον ἢ περὶ πράγματος. αὐτὸ γὰρ τὸ πρᾶγμα, τὸ λύεσθαι πολλοὺς τῶν πυρετῶν εὐθὺς ἐν ταῖς πρώταις ἡμέραις, οὐδεὶς ἀγνοεῖ. τῆς δ’ αὐτῆς ἔχεται ζητήσεως κᾀκεῖνο, πότερον ἐπειδὰν εἰς λύσιν τοῦ νοσήματος ἡ γενομένη ταραχὴ τελευτήσῃ κεκρίσθαι λεκτέον, ἢ κἂν ἀξιόλογός τις γένηται μεταβολή. καὶ μὲν δὴ καὶ αὐτὸ τῆς λύσεως τοὔνομα πότερον ἐπειδὰν εἰς ὑγείαν ὁ κάμνων μεταστῇ μόνον ἐπανεκτέον ἐστὶν, ἢ κᾀπειδὰν ἀκολουθήσῃ θάνατος ἔτι λελύσθαι καὶ οὕτω λεκτέον τὸ νόσημα, πολλὴν ἔσχηκε ζήτησιν. ὅτῳ δὲ καὶ τὰ τοιαῦτα σχολὴ ζητεῖν, αὖθις εἰρήσεται. νυνὶ δὲ ἐν τούτῳ τῷ πρώτῳ λόγῳ πρόκειταί μοι τὸ χρήσιμον αὐτὸ δεῖξαι μόνον, ὃ καὶ χωρὶς ἀποδείξεων λογικῶν ἐξ ὑποθέσεως περαίνεσθαι δύναται. ὑποκείσθω γὰρ ἡμῖν ἡ μὲν πρὸ τῆς ἀκριβοῦς λύσεως ταραχὴ κρίσιν ἁπλῶς ὀνομάζεσθαι, τῶν δ’ ἄλλων οὐδεμία κρίσις ἁπλῶς, ἀλλ’ ἡ μὲν εἰς ὄλεθρον τελευτῶσα κακὴ κρίσις ὅλον τοῦτο καλείσθω, ἡ δ’ ἀξιόλογον μὲν τὴν ῥοπὴν ποιησαμένη, μὴ λύσασα δὲ τὴν νόσον τελείως, ἐλλιπὴς κρίσις ὀνομαζέσθω, ἡ λοιπὴ δ’ ἡ ῥοπὴν ἀξιόλογον ἐπὶ τὸ χεῖρον ἀτελής τε ἅμα καὶ κακὴ προσαγορευέσθω κρίσις. οὕτω μὲν, ἐπειδὰν τελέως τε καὶ σαφῶς δηλῶσαι βουληθῶμεν  ἕκαστον ἰδίᾳ τῶν πραγμάτων· ἐνίοτε δὲ ταῖς ὀνομαζομέναις ἐλλειπτικαῖς ἑρμηνείαις χρώμενοι κρίσεις ὀνομάζομεν ἁπάσας τὰς τέσσαρας διαφορὰς, παραλιπόντες προσθεῖναι τὸ κακὴν ἢ ἀτελῆ. καὶ ὡς τοῦτο τὸ τῆς ἐλλιποῦς ἑρμηνείας ἱκανῶς ἐστι σύνηθες ἅπασιν ἀνθρώποις εἴρηται μὲν ἐπὶ πλέον ἐν ἑτέροις, εἰρήσεται δὲ καὶ νῦν ὅσον ἐξαρκεῖ πρὸς τὰ παρόντα. χοίνικα γοῦν καὶ πῆχυν καὶ πόδα καὶ τῶν ἄλλων τι μέτρων, οὔτ’ ἐπειδὰν ᾖ τι μεῖζον τοῦ δέοντος οὔτ’ ἐπειδὰν ἔλαττον, οὕτως ὀνομάζειν προσῆκεν, ἐπειδὴ ποσοῦ τινος ὡρισμένου τῶν ὀνομάτων τῶν τοιούτων ἕκαστόν ἐστι δηλωτικόν. ἀλλ’ ὅμως καὶ τὴν ἐλάττονα καὶ τὴν μείζονα τοῦ δέοντος ἔστιν ὅτε χοίνικα προσαγορεύομεν. ὡσαύτως δὲ καὶ τὸν πῆχύν τε καὶ τὸν πόδα καὶ τῶν ἄλλων ἕκαστον. ἀλλ’ ὅταν ἀκριβῶς ἑρμηνεύωμεν, οὐ πῆχυν ἁπλῶς, ἀλλὰ μέγαν πῆχυν καὶ μικρὸν ὀνομάζομεν, ἁπλῶς δὲ τὸν δίκαιον μόνον. ἔστι δ’ ὅτε καὶ ἐξόχως καθ’ ὑπεροχὴν ἔνια τὴν τοῦ γένους ὅλου προσηγορίαν σφετερίζεται, ὥσπερ καὶ παρὰ τῷ ποιητῇ λέγεσθαί φαμεν τόδε τι, οὐκ ἂν οὐδενὸς ἄλλου παρὰ τὸν Ὅμηρον ἀκουομένου, καίτοι μυρίοι γ’ εἰσὶν ἄλλοι ποιηταί. τοιοῦτον δ’ ἐστὶ καὶ τὸ παρὰ τῷ Κωμικῷ· καὶ σπάνιόν ἐστ’ ἄνθρωπος ὅτ’ ἄνθρωπος. τὸν γὰρ ἄγριον καὶ τὸν θηριώδη καὶ τὸν ἀνόητον καὶ τὸν σκαιὸν οὐ κατὰ τὴν ἀνθρώπου φύσιν ὑπάρχειν νομίζοντες ἐπὶ τοὺς κατορθοῦντας ἐν τῇ φύσει τὸ ὄνομα φέρομεν. εἴτ’ οὖν οὕτω καθ’ ὑπεροχήν τινα τὸ τῆς κρίσεως ὄνομα λέγομεν, εἴτε κατὰ τὸν πρότερον λόγον, ἑτέρου διαστείλασθαι καιροῦ. τὸ δ’ εἰς τὰ ἔργα τῆς ἰατρικῆς διαφέρον ἤδη περαίνεσθαι δύναται κατὰ τὴν τῶν προγεγραμμένων ὀνομάτων ὑπόθεσιν. ἡ μὲν γὰρ πάντ’ ἔχουσα τὰ τῶν κρίσεων γνωρίσματα κρίσις ἁπλῶς, αἱ δ’ ἄλλαι μετὰ προσθήκης ὀνομασθήσονται. καὶ μὲν δὴ κᾂν εἰ μὴ τὴν τῆς ἀθρόας μεταβολῆς ταραχὴν, ἀλλ’ αὐτὴν μόνην μεταβολὴν ἀξιώσειέ τις ὀνομάζεσθαι κρίσιν, ἡ μὲν ἀγαθή τε ἅμα καὶ τελεία λύσις ἁπλῶς ἂν ὀνομάζοιτο κρίσις, αἱ δ’ ἄλλαι μετὰ προσθήκης ἅπασαι.

Τίνες μὲν οὖν αἱ μετὰ τὴν εἰκοστὴν ἡμέραν κρίσιμοι; τοῦτο γὰρ καὶ ἔτι πρόκειται διελθεῖν. τὴν μὲν εἰκοστὴν πρώτην οἱ περὶ τὸν Ἀρχιγένην τε καὶ Διοκλέα πρώτην πασῶν μάλιστα προσίενται· καὶ γὰρ ὁ Ἀρχιγένης καὶ τῆς εἰκοστῆς αὐτὴν προκρίνει. ἐμοὶ δ’ οὐχ οὕτως ἐφάνη, καθάπερ οὐδ’ Ἱπποκράτει. δεδείξεται δὲ τοῦτο διὰ τῶν ἐφεξῆς. ὡσαύτως δὲ καὶ περὶ τῆς κζ΄ ἔχει. καὶ γὰρ ἐγὼ μὲν καὶ ταύτην προτάττω τῆς κη΄, ἐκεῖνοι δ’ ὑποτάττουσιν. ἔχει δὲ καὶ ἡ λδ΄ δύναμιν ἀξιόλογον καὶ ταύτης ἔτι μᾶλλον ἡ τεσσαρακοστή. τούτων δ’ ἧττον κρίνουσιν ἥ τε κδ΄ καὶ ἡ λα΄ καὶ πολὺ τούτων ἔθ’ ἧττον ἡ λζ΄, ὡς ἐν μεθορίῳ τετάχθαι δοκεῖν τῶν κρινουσῶν ἡμερῶν τε καὶ μὴ καὶ μᾶλλον ἐκ τῶν μὴ κρινουσῶν εἶναι. τὸ δ’ ἄλλο πᾶν πλῆθος τῶν ἡμερῶν τὸ μεταξὺ τῆς εἰκοστῆς καὶ τῆς τεσσαρακοστῆς ἄκριτον ἅπαν ἐστίν. ἄκουσον δ’ αὐτὰς ἤδη λεγομένας ἐφεξῆς, εἰκοστῆς δευτέρας καὶ εἰκοστῆς τρίτης καὶ εἰκοστῆς πέμπτης καὶ εἰκοστῆς ἕκτης καὶ εἰκοστῆς ἐννάτης καὶ τριακοστῆς καὶ τριακοστῆς δευτέρας καὶ τριακοστῆς τρίτης καὶ τριακοστῆς πέμπτης καὶ τριακοστῆς ἕκτης καὶ τριακοστῆς ὀγδόης καὶ τριακοστῆς ἐννάτης. αἱ σύμπασαι δώδεκα. φέρουσι δὲ μεγάλους μὲν σάλους αἱ μέχρι τῆς τεσσαρεσκαιδεκάτης· ἔγγιστα δὲ αὐτῶν εἰσιν αἱ μέχρι τῆς εἰκοστῆς, αἱ δὲ ἀπὸ τῆσδε σύμπασαι αἱ μέχρι τῆς τεσσαρακοστῆς ἐκλύουσι κατὰ βραχὺ τὸ ἀγωνιστικόν. ὡς αἵ γε μετὰ τὴν τεσσαρακοστὴν ἅπασαι τελέως εἰσὶν ἔκλυτοι, πέψεσι μᾶλλον καὶ ἀποστάσεσι τὰς λύσεις τῶν νοσημάτων ἢ ἐκκρίσεσι ποιούμεναι. γίνονται μὴν κᾀν ταύταις ἐνίοτε δι’ ἐκκρίσεων αἱ κρίσεις, ἀλλὰ σπάνιοί εἰσι καὶ οὐ μέγαν ἔχουσι τὸν ἀγῶνα. καὶ τὰ πολλὰ πλείοσιν ἡμέραις αἱ κρίσεις συμπληροῦνται, καὶ μάλισθ’ ὅταν εἰς ἀπόσκημμα τρέπωνται. τῶν μὲν οὖν ἄλλων τῶν μετὰ τὴν τεσσαρακοστὴν ἡμέραν τελέως ἔοικεν ὁ Ἱπποκράτης καταφρονεῖν· ἑξηκοστὴν δὲ καὶ ὀγδοηκοστὴν καὶ ἑκατοστὴν εἰκοστὴν ἐν λόγῳ τίθεται. μετὰ δὲ ταύτας τὰς μὲν ἐν ἑπτὰ μησὶ, τὰς δ’ ἐν ἑπτὰ ἔτεσι κρίνεσθαί φησι, τὰς δ’, ὡς ἔοικεν, ἐν διτταῖς ἐτῶν ἑβδομάσι καὶ τριτταῖς. εἰσὶ δ’ οἳ καὶ τῆς τεσσαρακοστῆς δευτέρας καὶ τῆς τεσσαρακοστῆς πέμπτης, καὶ προσέτι τῆς τεσσαρακοστῆς ὀγδόης καί τινων ἑτέρων μνημονεύουσιν, ὑπὲρ ὧν ἁπασῶν ὁ λόγος ἡμῖν ἐφεξῆς ἔσται.

Τοῖς μὲν οὖν πλείστοις ἰατροῖς ἀδύνατον εἶναι δοκεῖ προγνῶναι τὴν ἡμέραν ἐν ᾗ κριθήσεται τὸ νόσημα· ταῖς δ’ ἀληθείαις οὐκ ἀδύνατόν ἐστιν, εἴ τις ἐπιμελῶς ἀναλεξάμενος τὴν Ἱπποκράτους θεωρίαν ἐργάζεσθαι τὴν τέχνην σπουδάσειε. εἰ δ’ ἤτοι πρὶν ἐκμαθεῖν ταύτην ἐπὶ τῶν ἀῤῥώστων τρίβοιτο, πλέον οὐδὲν ἕξει τοῦ κατατρίβεσθαι μάτην ἢ εἰ μάθοι αὐτὴν ἐπιμελῶς, ὀλιγωρήσειε δ’ ἐργάζεσθαι. μακρῷ μὲν γὰρ ὅδε θατέρου τοῦ μηδὲν προμεμαθηκότος ἀμείνων, ἐνδεῖ δ’ οὐκ ὀλίγον οὐδ’ αὐτὸς πρὸς τὸ τέλειον. ὅστις οὖν βούλεται προγνωστικὸς εἶναι τῆς μελλούσης ἡμέρας κρῖναι τὸ νόσημα, τούτῳ πρῶτα μὲν ἁπάντων ἀκριβῶς ἐστι γνωστέα τὰ διὰ τοῦ προγνωστικοῦ γράμματος ὑφ’ Ἱπποκράτους εἰρημένα· δεύτερα δὲ τὰ περὶ τῶν καταστάσεων ἐν ἑτέροις βιβλίοις γεγραμμένα, κᾄπειτα τὰ περὶ τῶν ἡλικιῶν τε καὶ φύσεων καὶ ὡρῶν καὶ χωρῶν ὧν εἴρηταί τινα καὶ κατ’ αὐτὸ τὸ προγνωστικόν. ἐπειδὰν δὲ ταῦτ’ ἐκμάθοι, τὴν κατὰ τοὺς σφυγμοὺς τέχνην ἐπιμαθὼν οὐκ ἂν χαλεπῶς προγινώσκοι τὴν ἡμέραν τῆς κρίσεως. αὐτίκα γέ τοι νοσήματος ὀξέος μηδὲν τῶν κινδυνωδῶν σημείων ἔχοντος, εἰ κατ’ αὐτὴν τὴν τετάρτην ἡμέραν  φανείη τι πέψεως ἀξιόλογον γνώρισμα, κατὰ τὴν ἑβδόμην ἡ κρίσις ἀπαντήσεται. καὶ τοῦτ’ εἴρηται μὲν ἤδη οὑτωσὶ διὰ ταχέων ἀληθὲς ὑπάρχον ἐν τοῖς μάλιστα. τῷ δὲ ἀγνοοῦντι διαγινώσκειν ὀλέθρια σημεῖα καὶ κινδυνώδη καὶ σωτήρια, πλέον οὐδὲν ἐκ τοῦ λόγου. καίτοι κᾂν εἰ ταῦτα πάντα διαγινώσκοι, τὰ δὲ τῆς πέψεως ἀγνοεῖ, καὶ τῷδε πλέον οὐδὲν ἐκ τοῦ λόγου. τούτου δὴ χάριν ἠξίωσα τὸ προγνωστικὸν Ἱπποκράτους ἀναλέξασθαι σύγγραμμα. κινδυνωδῶν μὲν γὰρ συμπτωμάτων παρόντων, ἅμα τῷ τῆς πέψεως γνωρίσματι, τῷ κατὰ τὴν τετάρτην ἡμέραν φανέντι, τὴν κρίσιν, εἰ μὲν ἐν ἀρτίαις ὁ παροξυσμὸς γένοιτο, κατὰ τὴν ἕκτην ἔσεσθαι προσδοκᾷν· εἰ δὲ ταύτην ὑπερβάλλοι, κατὰ τὴν ὀγδόην· εἰ δὲ ἐν περιτταῖς, κατὰ τὴν ἑβδόμην. ἀγαθῶν δὲ σημείων παρόντων, κατὰ τὴν ἑβδόμην ἡμέραν λυθήσεται τὸ νόσημα. τὰ μὲν γὰρ ὀλέθρια σημεῖα σὺν τοῖς τῆς πέψεως γνωρίσμασιν οὐδ’ ἂν γένοιτό ποτε, χρὴ δ’ οὐχ ἧττον καὶ ταῦτα σκοπεῖσθαι τῶν κινδυνωδῶν τε καὶ σωτηρίων. εἰ γὰρ ἐν τῇ τετάρτῃ πρῶτον φαίνοντο, κατὰ τὴν ἑβδόμην ὁ θάνατος. εἴρηται δ’ ὡς καὶ τοῦτο κρίσις ὀνομάζεται κακή. προσέχειν δὲ χρὴ ἐνταῦθα τῷ μεγέθει τε καὶ πλήθει τῶν ὀλεθρίων σημείων. εἰ μὲν γὰρ πολλὰ καὶ μεγάλα γίνοιτο κατὰ τὴν τετάρτην ἡμέραν, τοῖς παροξυσμοῖς διορίζεσθαι περὶ τοῦ μέλλοντος θανάτου, καὶ γινώσκειν μὲν ἑκταῖον τεθνήξεσθαι τὸν ἄνθρωπον ἐν ἀρτίαις παροξυνόμενον, ἑβδομαῖον δ’ ἐν περιτταῖς. ἐνίοτε δὲ καίτοι τῶν περιττῶν παροξυνουσῶν ἡ ἕκτη προαπέκτεινε τὸν οὕτως ἔχοντα διά τε τὴν ὀξύτητα τῆς νόσου καὶ τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν ἐν τῇ δ΄ γενομένων συμπτωμάτων, διόπερ ἀκριβῶς χρὴ διαγνωστικὸν εἶναι τοῦ κατὰ δύναμιν μεγέθους τῶν συμπτωμάτων. ἀλλ’ ὅπως μὲν χρὴ τοῦτο διορίζεσθαι τοῦ κατὰ φαντασίαν ἐν τοῖς περὶ κρίσεων λέγεται. πάντα δὲ ἐν πᾶσιν οὐ χρὴ συγχεῖν καὶ ταράσσειν, ἀλλ’ ὅσον αὐτῶν ἐστιν ἴδιον μόνον τῶν κρινουσῶν ἡμερῶν, ἐνταυθοῖ διεξέρχεσθαι. πάνυ γὰρ ἀκριβῶς παραφυλάξαντες ἐπὶ τῶν ὀξέως νοσούντων, εὕρομεν ἐπίδηλον ἀεὶ τὴν τετάρτην τῆς ἑβδόμης, ὅσον ἐφ’ ἑαυτῇ. τὸ δ’ ὅσον ἐφ’ ἑαυτῇ τοιόνδ’ ἐστὶ, μηδενὸς σπανίου καὶ μεγάλου παρεμπεσόντος ἢ ἔξωθεν, ἢ ἐξ αὐτῆς τοῦ νοσήματος τῆς φύσεως, ἢ καὶ τῆς τοῦ κάμνοντος ἕξεως, ἡ τετάρτη πάντως προδηλοῖ τὴν ἑβδόμην. εἰ δέ τι τῶν ἔξωθεν ἀδόκητον προσγένοιτο, περὶ ὧν ἐφεξῆς ἐροῦμεν, ἢ καὶ τὸ νόσημα σφοδρῶς ἐπὶ τὴν κρίσιν ἢ ἀμυδρῶς κινοῖτο, καὶ ἡ τοῦ κάμνοντος δύναμις ἰσχυρὰ ἢ ἄῤῥωστος ὑπάρχοι, προσέχειν ἐνταῦθα τὸν νοῦν καὶ διορίζεσθαι πότερον ἀπολέσθαι φθάσει πρὸ τῆς ἑβδόμης ἡμέρας, ἢ μετὰ ταύτην κριθήσεται. κακοῦ μὲν γάρ τινος ἔξωθεν ἀδοκήτου προσγενομένου καὶ τοῦ νοσήματος οὐκ ὀξέος ἁπλῶς, ἀλλὰ κατόξεος ὑπάρχοντος καὶ τῆς τοῦ κάμνοντος δυνάμεως ἀσθενοῦς οὔσης, οὐκ ἀναμένει τὴν ἑβδόμην ἡμέραν τὸ κατὰ τὴν τετάρτην γινόμενον κακὸν σημεῖον, ἀλλ’ ἑκταῖος ὁ τοιοῦτος ἄῤῥωστος τεθνήξεται, καὶ μάλιστα εἰ παροξύνοιτο κατὰ τὰς ἀρτίας. εἰ δὲ μήτε ἔξωθεν ἁμαρτηθείη μηδὲν ἥ τε τοῦ νοσήματος κίνησις εἴη μὴ πάνυ τι κάτοξυς, ὅ τε κάμνων ἰσχυρὸς, εἰ μὲν σαφὲς ἐν τῇ τετάρτῃ τὸ κακὸν σημεῖον ἐγένετο, κατὰ τὴν ἑβδόμην ὁ θάνατος, εἰ δ’ ἀμυδρὸν, ὑπερβάλλει καὶ τήνδε. καὶ τῶν παροξυσμῶν ἐν ἀρτίαις μὲν γινομένων ὀγδοαῖος, ἐν περιτταῖς δὲ ἐνναταῖος τεθνήξεται. τίνα δὲ σαφῆ καὶ τίν’ ἀμυδρὰ καλῶ σημεῖα, ἐν τοῖς περὶ κρίσεων εἴρηται, ἀλλὰ κᾀν τῷδε τῷ λόγῳ προϊόντι δηλωθήσεται, πρότερον δὲ περὶ τῶν λειπόντων διορισμῶν ἐπάνειμι. χρηστὸν γάρ τι κατὰ τὴν τετάρτην ἡμέραν ἐναργῶς γινέσθω σημεῖον καὶ μηδεὶς κίνδυνος ὑποπτευέσθω περὶ τὸν κάμνοντα, ἀδύνατον ἐνταῦθα τὸ μὴ οὐ τὴν ἑβδόμην ἡμέραν κρῖναι τὴν νόσον, ἄν γε μηδὲν τῶν ἔξωθεν ἁμαρτάνηται. τίνα δέ ἐστι τὰ ἁμαρτανόμενα τὰ μὲν ὑπ’ αὐτοῦ τοῦ κάμνοντος δηλονότι, τὰ δ’ ὑπὸ τῶν θαυμαστῶν τούτων ἰατρῶν τῶν οἰομένων, εἰ μή τις εἰσελθὼν ἐπὶ τὸν ἄῤῥωστον, εἶτα περιζωσάμενος, ἢ καταπλάσειεν, ἢ καταιονήσειεν, ἢ κλύσειεν, ἢ φλεβοτομήσειεν, ἢ σικυάσειεν, ἢ τρίψειεν, ἢ θρέψειεν, ἤ τι τοιοῦτον ἕτερον ἐργάσαιτο, μηδὲν αὐτῷ πεπρᾶχθαι τεχνικόν. οὗτοι γὰρ ὁποσάκις ἂν εἰσέλθωσι πρὸς τὸν νοσοῦντα, τοσαυτάκις ἁμαρτάνουσιν. οὔκουν ἐνδέχεται τὴν εἰς τὴν ἑβδόμην ἡμέραν παρασκευαζομένην κρίσιν ἐν ἐκείνῃ γενέσθαι, τοσούτων ἐν τῷ μεταξὺ πλημμεληθέντων. ἡ γάρ τοι τῆς φύσεως κίνησις γίνεται μὲν ἐν περιόδοις τεταγμέναις κατά γε τὸν ἴδιον λόγον, κωλύεται δὲ ἐνίοτε φυλάττειν τὰς περιόδους ὑπὸ τῶν ἔξωθεν εἰς αὐτὴν ἁμαρτανομένων. οὕτω γοῦν καὶ ὁ πᾶν θαυμαστὸς Ἱπποκράτης ἔλεγε, φύσις ἐξαρκεῖ παντάπασιν. εἰς δὲ ταύτην ἔξωθεν μὲν κατάπλασμα, κατάχρισμα, ἐμβροχὴ ὅλου τε καὶ μέρεος. οὕτω δὲ καὶ τὸν ἰατρὸν ὑπηρέτην φύσεως ὀνομάζει τὸν ὄντως ἰατρὸν, οὐ φαρμακοπώλην τινὰ ἐκ τριόδου. τοσοῦτον γὰρ οὗτος ἀποδεῖ τοῦ φύσεως ὑπηρέτης δικαίως ὀνομάζεσθαι ὥστε τὰς ἐναντιωτάτας αὐτῷ μᾶλλον πρέπειν προσηγορίας, ἐχθρῷ καὶ πολεμίῳ τῆς φύσεως αὐτῆς καὶ τῶν καμνόντων εὐλόγως ἂν ὀνομασθέντι. δεόντως οὖν καὶ ἡμεῖς, ἐπειδάν τις ἀξιώσει ἡμᾶς προειπεῖν ἐπὶ τινος ἀῤῥώστου τὸ μέλλον ἀποβήσεσθαι, μετὰ διορισμοῦ τὴν πρόῤῥησιν ποιούμεθα, κριθήσεσθαι τόνδε τινὰ λέγοντες ἐν τῇδε τῇ ἡμέρα, πρῶτον μὲν ὑφ’ ἡμῶν διαιτώμενον, οὐχ ὑπ’ ἄλλου τινὸς ἰατροῦ· ἔπειτα δὲ αὐτὸν οὐδὲν ἐξαμαρτόντα καὶ πράξαντα πάντα τὰ προσταττόμενα, καὶ τρίτον εἰ μηδὲν τῶν ἔξωθεν ἁμαρτηθείη τι μέγα. τίνα δὴ ταῦτά ἐστι τὰ ἔξωθεν, ὑπηγγειλάμην γὰρ οὖν καὶ τοῦτο διορίσασθαι,  καιρὸς ἂν εἴη λέγειν. εἰ δή τις ἐμπρησμοῦ κατὰ τὴν οἰκίαν, ἢ λῃστῶν ἐπελθόντων, ἢ ποταμοῦ κατακλύσαντος, ἐξαίφνης ἀναγκασθείη φυγεῖν, ὁπόση ἂν αὐτῷ βλάβη προσγένοιτο τί δεῖ καὶ λέγειν; οὕτω δὲ κᾂν εἰ καταπίπτοντος ὀρόφου τινὸς ἢ τοίχου γνοὺς ἐξαιφνίδιον ἐκπλαγῇ τε ἅμα καὶ φεύγειν ἐπιχειρήσειεν. εἰ δὲ καὶ διὰ τοῦ κεράμου τι καταῤῥυῇ, ἢ πλείονος ὑετοῦ γενομένου, κἄπειτα τοῦτ’ ἐπιχυθῇ τῇ κεφαλῇ τοῦ κάμνοντος, ἢ εἰ καὶ ἄλλος αὐτὸν ὁπωσοῦν βρέξειεν, ὡς ἀναγκάσαι μεταστῆναί τε καὶ ἀγρυπνῆσαι καὶ φοβηθῆναι, καὶ τοῦτ’ ἂν μεγάλως τὸν νοσοῦντα βλάψειεν. οὕτω δὲ καὶ θόρυβος γειτόνων, ἤ τι τοιοῦτον ἕτερον ἀγρυπνίας αἴτιον αὐτῷ γινόμενον, ἢ καί τις ἀγγελία λυπηρὰ, κατὰ τὸ μέγεθος τῆς ἑαυτοῦ βλάβης καὶ τὴν τῆς προῤῥήσεως ἀκρίβειαν διαφθείρει. ὅσα μὲν γὰρ δι’ αὐτὸ τὸ νόσημα μεταξύ τε τῆς προῤῥήσεως καὶ τῆς κρίσεως οἱ νοσοῦντες ἀγρυπνοῦσιν, οὐδὲν ταῦτα βλάπτει τὴν πρόῤῥησιν· ὅσα δ’ ἔξωθεν ἀδόκητα προσγίνεται, τούτων οὐδενός ἐστι προγνωστικὸς ὁ ἰατρός. ὅθεν οὐδὲ τὴν μέλλουσαν ἀπ’ αὐτῶν ἔσεσθαι βλάβην ὑπολογίσασθαι δυνατὸν αὐτῷ καὶ προσθεῖναι τῇ κατὰ τὸν τοῦ νοσήματος λόγον ὑπαγορευομένῃ προῤῥήσει. ταῦτ’ οὖν αὐτὰ καὶ Ἱπποκράτης εὐθὺς κατ’ ἀρχὰς τῶν ἀφορισμῶν παραινεῖται λέγων· δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρεόντας καὶ τὰ ἔξωθεν. εἰ γὰρ, φησὶν, ἐξετάζειν τι καὶ βασανίζειν ἔγνωκας τῶν ἡμετέρων, αὐτός γε σὺ πρῶτον ἅπαντα ποίει τὰ δέοντα, καὶ δεύτερον δὲ καὶ ὁ νοσῶν εὐπειθὴς ἔστω σοι τὰ πάντα καὶ μηδὲν ὑπ’ ἀκολασίας ἁμαρτανέτω· καὶ τρίτον οἱ παρόντες αὐτῷ μηδὲν πλημμελείτωσαν, ὡς ἤτοι θυμὸν ἐγείρειν ἐφ’ οἷς ἁμαρτάνουσιν, ἢ λύπην ἐφ’ οἷς ἀκαίρως ἀγγέλλουσιν, ἢ βλάβην ἐφ’ οἷς ἐλλιπῶς παρασκευάζουσιν. ἀλλ’ ἡ μὲν παρασκευὴ πᾶσα πρὸ τοῦ τῆς κρίσεως ἑτοιμαζέσθω καιροῦ, τὰ δ’ ὄψα καλῶς ἐσκευάσθω, τὰ δὲ τῆς διακονίας ἄμεμπτα πάντα ἔστω. καὶ πρὸς τούτοις ἔτι τὸ τέταρτον γένος ὧν ὑπολογίζεσθαι προσέταξεν, ὀνομάζει δὲ αὐτὸ περιλαβὼν ἑνὶ ῥήματι τῷ τῶν ἔξωθεν, καίτοι πολυειδὲς ὑπάρχον, ἄμεμπτον ἔστω καὶ αὐτό. καὶ γὰρ ὑετοί καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ θόρυβοι γειτόνων καὶ κύνες ὑλακτοῦντες, ἔφοδοί τε λῃστῶν καὶ κατάπτωσις οἰκίας καὶ καταῤῥυὲν ὕδωρ καὶ ποταμὸς ἐπελθὼν, ἐμπρησμοί τε καὶ πληγαὶ καὶ πάνθ’ ὅσα τοιαῦτα, τῶν ἔξωθέν ἐστιν ἅπαντα. ταῦτ’ οὖν τὰ γένη τὰ τέσσαρα καὶ πολυειδῆ κατὰ μέρος ὑπάρχοντα ταῖς τῆς φύσεως κινήσεσιν ἐμποδὼν ἱστάμενα διαφθείρει πολλάκις τὴν τάξιν τῶν περιόδων. ἐπεί τοι τῆς τετάρτης ἐναργὲς σημεῖον ἐνεγκούσης κριτικὸν, εἰ μήθ’ ὁ ἰατρὸς ἁμάρτοι τι μήθ’ ὁ κάμνων μήτε τῶν ὑπηρετουμένων μηδεὶς, ἀλλὰ μηδὲ τῶν ἔξωθέν τι πλημμεληθείη, κατὰ τὴν ἑβδόμην ἡμέραν ἐξ ἀνάγκης ἡ κρίσις ἀπαντήσεται. δῆλον οὖν ἐστιν ὡς οὐκ ἄλλος μέν τίς ἐστιν ὁ ἀκριβῶς προγνωσόμενος, ἄλλος δέ τις ὁ διαιτήσων ὀρθῶς, ἀλλ’ εἰς τὸν αὐτὸν ἀναγκαῖον ἄμφω συνελθεῖν, εἰ μὴ μέλλοι διαφθείρεσθαι θάτερον ὑπὸ θατέρου. ὅτι μὲν γὰρ ἁμαρτηθὲν ὁτιοῦν τῶν κατὰ τὴν δίαιταν, οὕτω δὲ ὀνομάζω νῦν ἅπασαν τῆς νόσου τὴν ἐπιμέλειαν, ἐμποδίζει τὴν κρίσιν ἱκανῶς ἐπιδέδεικται· ὅτι δ’ οὐδὲ διαιτῆσαι καλῶς οἷόν τε χωρὶς τοῦ προγνῶναι τήν τ’ ἀκμὴν τῆς νόσου καὶ τὴν κρίσιν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου δείκνυται γράμμασιν. εἴπερ οὖν ἀλλήλων δεῖται ταῦτα διὰ παντὸς, οὐκ ἄλλος μέν τις ἰατρὸς ὀρθῶς θεραπεύσειε, προγνώσεται δὲ ἀκριβῶς ἄλλος, ἀλλ’ ὅστις ἂν ἄριστος ᾖ προγνωστικός τέ ἐστιν ἅμα καὶ θεραπευτικὸς ὁ τοιοῦτος. ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἐπιπλέον ἑτέρωθι λέγεται, νυνὶ δὲ εἰς ὅπερ ἐξ ἀρχῆς προὔκειτο, πάλιν ἐπανίωμεν. ἡ γάρ τοι τετάρτη τῶν ἡμερῶν, ἐπειδὰν ἐνέγκῃ σαφές τι σημεῖον ἀγαθὸν, εἰς τὴν ἑβδόμην ἡμέραν προδηλοῖ τὴν κρίσιν ἀπαντήσεσθαι, μηδενὸς ὧν εἴρηται πλημμεληθέντος ἐν τῷ μεταξύ. γενομένου δέ τινος ἁμαρτήματος, ἐπισκεπτέον αὐτοῦ τὸ μέγεθος. εἰ μὲν γὰρ σμικρὸν εἴη, ἔσται μὲν καὶ οὕτως ἡ κρίσις ἑβδομαία, λείπει δ’ αὐτήν τι τῶν τῆς κρίσεως ἀγαθῶν. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ὅτι τὸ τελέως καὶ ἀσφαλῶς καὶ ἀκινδύνως καὶ πάνθ’ ὅσα τοιαῦτα ταῖς ἀγαθαῖς ὑπάρχει κρίσεσιν· εἰ δ’ εἴη μεῖζον τὸ πλημμεληθὲν, οὐδ’ ἂν τὴν κρίσιν ἔτι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐπιτρέψειε γενέσθαι. προσέχειν οὖν δεῖ πᾶσιν ἐνταῦθ’ ἀκριβῶς τὸν νοῦν, καὶ τεκμαίρεσθαι τῆς βλάβης τὸ μέγεθος. ἑρμηνεῦσαι μὲν γὰρ αὐτὸ μὴ ὅτι χαλεπὸν, ἀλλὰ καὶ τελέως ἀδύνατον, τεχνικὸν δὲ ἐργάσασθαι τὸν μαθητὴν, ὥστε καὶ διαγινώσκειν τὰ τοιαῦτ’ ἀκριβῶς δυνατόν. ἀλλ’ οὐ νῦν ὁ καιρὸς, οἰκειότερος γάρ ἐστι τῆς περὶ κρίσεως θεωρίας. πάλιν οὖν ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβῶμεν, ἀναμνησθῶμέν τε τῆς προκειμένης ὑποθέσεως. ὑπέκειτο μέντοι σημεῖον κριτικὸν καὶ σαφὲς, καὶ ἰσχυρὸν ἐν τῇ δ΄ γεγενημένον ἡμέρᾳ τοῦ νοσήματος ὀξέος τε καὶ περιεστηκότος τὴν φύσιν ὑπάρχοντος, εἶτα ὅτι μηδενὸς πλημμεληθέντος μὲν ἀγαθὴ τὰ πάντα κρίσις εἰς τὴν ἑβδόμην ἡμέραν προδηλοῦται, βραχέος δὲ παντελῶς ἁμαρτηθέντος, εἰς τὴν ζ΄ μὲν ἡμέραν καὶ οὕτως, οὐ μὴν ἀγαθὴ τελέως. εἰ δ’ εἴη μέγα τὸ ἁμαρτηθὲν, ὡς ἀφελέσθαι μὲν τῆς ζ΄ τὴν κρίσιν, εἰς δέ τινα τῶν ἐφεξῆς μετατιθέναι, προσέχειν ἐνταῦθα χρῆναι παρακελευόμεθα τῷ ποσῷ τῆς βλάβης. ὁ γὰρ ἀκριβὴς τούτου γνώμων εἴσεται σαφῶς εἴτ’ εἰς τὴν θ΄ ἡμέραν, εἴτ’ εἰς τὴν ια΄ ἡ κρίσις μεταπεσεῖται. τὰ μὲν οὖν ἀκίνδυνα τελέως νοσήματα χρονίζειν εἴωθεν ἐπὶ τοῖς ἁμαρτήμασι, τὰ περιεστηκότα μὲν, οὐ μὴν ἄνευ κινδυνωδῶν συμπτωμάτων, ὀλέθρια γίνεται ἐπὶ τοῖς ἁμαρτήμασι. καίτοι καὶ τὰ τελέως ἀκίνδυνα, πολλῶν καὶ μεγάλων ἐφεξῆς γεγενημένων ἁμαρτημάτων, εἰς τὴν τῶν ὀλεθρίων μεταπίπτει φύσιν· καὶ οὐδὲν οἶμαι θαυμαστόν.  ὅπου γὰρ καὶ τοῖς ὑγιαίνουσι τὰ μεγάλα τῶν ἁμαρτημάτων αἴτια νοσημάτων ὀλεθρίων γίνεται, τί χρὴ προσδοκᾷν ἐπὶ τῶν νοσούντων; ὥστ’ ἤδη δῆλον ὡς ὁ τῶν ἐπιδήλων τε καὶ κρισίμων ἡμερῶν λόγος, ὃν Ἱπποκράτης ἡμᾶς ἐδίδαξεν, οὐδ’ ἐξετασθῆναι πρὸς ἄλλου τινὸς εἰ τοῖς φαινομένοις ὁμολογεῖ δύναται, πλὴν ὅστις ἂν ὁμοίως ἐκείνῳ τεχνικὸς ὑπάρχει περὶ δίαιταν. οὗτος γὰρ μόνος ἐξεταστικὸς καὶ διαγνωστικός ἐστι τῆς τῶν ἁμαρτανομένων δυνάμεως, καὶ μόνος δύναται γνῶναι τῆς τε βλάβης τὸ μέγεθος καὶ τῆς μελλούσης κρίνειν ἡμέρας τὴν μετάπτωσιν. ὥσπερ δὲ ἐν τοῖς ἀκινδύνοις νοσήμασιν ὑστερίζουσι τοσοῦτον αἱ κρίσεις ὅσον ἂν ὑπὸ τῶν ἐν τῷ μεταξὺ πλημμεληθέντων οἱ κάμνοντες βλαβῶσιν, οὕτως ἐν τοῖς ὀλεθρίοις προλαμβάνουσιν. εἰ γὰρ τῆς δ΄ ἡμέρας ἐν θανατώδει νοσήματι θανατῶδες σημεῖον προδειξάσης, εἰς τὴν ἑβδόμην ἡμέραν ἡ κακὴ προδηλωθείη κρίσις, ἁμαρτηθείη δέ τι μεταξὺ μὴ πάνυ τι σμικρὸν, οὐκ ἀναμένει τὴν ζ΄ ἡμέραν ἡ κρίσις, ἀλλ’ ἐν τῷ μεταξὺ τὸ νόσημα κριθήσεται κακὴν δηλονότι κρίσιν. πότερον δὲ κατὰ τὴν ε΄ ἢ τὴν στ΄, ἔκ τε τῆς αὐτοῦ τοῦ νοσήματος ὀξύτητος διορισθήσεται κᾀκ τοῦ τῆς βλάβης μεγέθους κᾀκ τοῦ σχήματος τῶν παροξυσμῶν. ἐν περιτταῖς μὲν γὰρ γινομένων αὐτῶν καὶ τοῦ νοσήματος ὄντος κατόξεος καὶ τῶν ἁμαρτηθέντων οὐ πάνυ σμικρῶν, ἐν αὐτῇ τῇ τετάρτῃ δηλονότι, θαυμαστὸν οὐδὲν ἐν τῇ πέμπτῃ τὸν ἄνθρωπον ἀποθανεῖν. εἰ δ’ ἐν ἀρτίαις μὲν παροξύνοιτο, μὴ κάτοξυ δ’ εἴη τὸ νόσημα, μηδ’ ἡ τῶν ἁμαρτημάτων βλάβη μεγάλη, τὴν στ΄ ἀναμένει. τὰ δὲ τοιαῦτα πάντα συγχεῖ τῶν ἐπιδήλων τε καὶ κρισίμων ἡμερῶν τὴν θεωρίαν, ὀλίγων μὲν ἰατρῶν ὀρθῶς διαιτώντων, ὀλίγων δ’ ἀῤῥώστων εὐπειθῶν ὑπαρχόντων, ὀλίγων δὲ καὶ τῶν τὴν οἰκείαν ὑπηρεσίαν ἄμεμπτον ἐχόντων, ἔτι δ’ ἐλαττόνων οἷς οὐδὲν τῶν ἔξωθεν ἠναντιώθη. δεῖ τοίνυν ἀκριβῶς μὲν εἶναι θεραπευτικὸν καὶ προγνωστικὸν τὸν ἰατρὸν, ἀκριβῶς δὲ καὶ τοῦ τῆς βλάβης μεγέθους διαγνωστικὸν, ἵνα εἰ καὶ προείποι ποτὲ τὴν ἡμέραν τῆς κρίσεως, εἶτ’ ἐν τῷ μεταξύ τι βλαβῆναι τὸν κάμνοντα συμβαίη, μεταθεῖναι καὶ αὐτὸς ἀκριβῶς δυνηθείη τὴν πρόῤῥησιν. ἀλλ’ ἐν τούτῳ πρόδηλον ὡς ὅστις μὲν μικρὸς καὶ ταπεινὸς τὴν γνώμην ᾖ οὐχ ὅπως ἀσκῆσαι διαγινώσκειν ἕκαστον τῶν εἰρημένων ἐπὶ τῶν ἀῤῥώστων, ἀλλ’ οὐδ’ αὐτὴν τὴν θεωρίαν ἐκμαθεῖν ὑπομένοι.

Γενναῖος δέ τις καὶ ἀληθείας ἑταῖρος καὶ ταλαιπωρεῖν ἐπὶ τοῖς καλοῖς οὐκ ὀκνῶν, οὔτε τῶν θεωρημάτων τὸ χαλεπὸν οὔτε τοῦ χρόνου τὸ μῆκος· οὔτε τῆς ἀσκήσεως τὸν πόνον ὑπειδόμενος, ἐπὶ τὸ τέλειον ἀφίξεται τῶν εἰρημένων, ὡς μὴ μόνον ἡμέραν ἔχειν εἰπεῖν βεβαίως ἐνίοτε, ἀλλὰ καὶ τὴν ὥραν αὐτὴν ἐν ᾗ κριθῆναί τινα τῶν νοσούντων, ἢ ἀποθανεῖν ἀναγκαῖον. ἐπειδὰν γὰρ προγνῷς τὴν ἡμέραν ἐνίοτε εἰ οὕτως ἔτυχε τὴν τοῦ θανάτου, σκοπεῖσθαι χρὴ τοὐντεῦθεν ἐν τίνι μάλιστα καιρῷ τοῦ παροξυσμοῦ βαρύνεται μεγάλως ὁ κάμνων. εἰ μὲν γὰρ εὐθὺς εἰσβάλλοντος αὐτοῦ καταψύχοιτό τε σφοδρῶς καὶ δυσεκθέρμαντος καὶ ἄχρους μέχρι πλείστου μένοι καὶ μικρόσφυκτος, ᾒ ἄσφυκτος καὶ κακόσφυκτος γένοιτο καὶ κινηθῆναι νωθρὸς, ἢ ἀδύνατος, ἢ καὶ κωματώδης, ἤ τι τοιοῦτον ἕτερον πάσχει, τοῦτον ὑφορᾶσθαι μάλιστα τὸν καιρόν. εἰ δ’ οὗτος μὲν μέτριος εἴη, περὶ δὲ τὴν ἀκμὴν ἤτοι παραπαίοντα τὸν ἄῤῥωστον, ἢ καταφερόμενον, ἢ ἀλύοντα βλέποις, ἢ τοῦ πυρετοῦ τὸ μέγεθος οὐχ ὑπομένοντα, διακαιόμενον δὲ σφοδρῶς καὶ σκοτοδινιῶντα καὶ κεφαλὴν ἀλγοῦντα καὶ καρδιώσσοντα καί τι τοιοῦτον ἕτερον πάσχοντα, τοῦτον ὑποπτεύειν μάλιστα τὸν καιρόν. εἰ δὲ καὶ τῆς ἀρχῆς τοῦ παροξυσμοῦ καὶ τῆς ἀκμῆς μετρίως γινομένων ἡ παρακμὴ λειποψυχίας τινὰς καὶ ἱδρῶτας ἀνωμάλους καὶ ψυχροὺς, ἢ περὶ κεφαλὴν μόνον, ἢ τράχηλον, ἢ στέρνον ἐπιφέροι καὶ τοὺς σφυγμοὺς ἀμυδρούς τε καὶ μικροὺς ἐργάζοιτο καὶ τὰ τούτοις ὅμοια, τοῦτον ὑφορᾶσθαι μάλιστα τὸν καιρὸν, εἰδέναι τε σαφῶς ἐν τῷ χειρίστῳ τοῦ παροξυσμοῦ καιρῶ τεθνήξεσθαι τὸν ἄνθρωπον. καὶ μὴν εἰ τοῦτο διορισθείη τε καὶ γνωσθείη σαφῶς, οὐδὲν ἔτι χαλεπὸν οὐδὲ τὴν ὥραν εἰπεῖν τοῦ θανάτου. εἰ γὰρ καὶ τῆς δευτέρας ἡμέρας εἰ τύχοι καὶ τῆς τετάρτης τὸν σφοδρότατον παροξυσμὸν ἐνεγκούσης ἤπερ τῆς πρώτης τε καὶ τρίτης καὶ πέμπτης, εἰς τὴν ἕκτην ἡμέραν ὁ θάνατος προδηλωθείη, φαίνοιτο δὲ καὶ τὸ χαλεπώτατον μέρος τοῦ παροξυσμοῦ κατὰ τὴν εἰσβολὴν αὐτοῦ, καὶ τοῦτο ὥραν ἕκτην γένοιτο, οὔ τι χαλεπὸν ἐν ἐκείνῳ τῷ καιρῷ τεθνήξεσθαι τὸν ἄνθρωπον εἰπεῖν καὶ τοῦτ’ ἔστιν ὃ πειρῶμαι κατασκευάζειν νῦν, ὅπερ ἂν ἴσως οἰηθείη τις, ὡς οὐκ ἐνδέχοιτό ποτε σφαλῆναι τὸν ἐκ τοιαύτης θεωρίας ὁρμώμενον, ἀλλ’ ὅτι τὰ πλείω τεύξεσθαι τἀληθοῦς, οὐ πιθανοῖς λόγοις, ἀλλ’ αὐτοῖς τοῖς ἔργοις διεδειξάμην. ἐκεῖνο δὲ βέβαιον οἶδα ποιοῦντας ἐνίους τῶν βασκαινόντων τοῖς ἀρίστοις. ἀξιοῦσι γὰρ ἀεὶ προλέγειν ἡμᾶς τὸ μέλλον, κᾂν μηδὲν ἔχωμεν ἐνίοτε βέβαιον σημεῖον, καίτοι τοῖς ἱεροσκόποις τε καὶ τοῖς οἰωνισταῖς ἐπεκθύεσθαι καὶ ἐπεξοιωνίζεσθαι συγχωροῦσιν, ὅταν ἀσαφῆ γένηται τὰ μαντεύματα, εἶθ’ ἅμα μὲν ἀντιλέγουσιν ἡμῖν ὡς μείζονος ἢ κατ’ ἄνθρωπον θεωρίας ἐφιεμένοις, ἅμα δ’ ἐπὶ τῶν ἔργων οὕτω πικρῶς ἐξετάζουσι τὰς προῤῥήσεις ὡς οὐδένα τῶν μάντεων. ἀλλὰ γὰρ οὐ πρὸς τούτους ἀποβλέπειν, ἀλλ’ εἰς αὐτὴν χρὴ τὴν ἀλήθειαν καὶ τῶν σημείων τὰς δυνάμεις ἀκριβῶς ἀσκήσαντας διαγινώσκειν, ἐπειδὰν ἀσφαλῶς οἷόν τε ᾖ διορίζεσθαι, προλέγειν τηνικαῦτα διατεινόμενον, εἰ δ’ ἀσαφὲς εἴη τι, τὴν ἑξῆς ἡμέραν ἀναμένειν. εἰ δὲ καὶ μὴ κατ’ αὐτήν τι δυνάμεθα βεβαίως προειπεῖν, ἄμεινον ἡσυχάζειν ἢ προπετῶς ἀποφηνάμενον σφαλῆναι. ἔγωγ’ οὖν ἐκ τῆς τοιαύτης ἀσφαλείας ὁρμώμενος οὐκ οἶδα σφαλεὶς ἐν προῤῥήσει χρόνου πολλοῦ, καίτοι κατὰ τὴν πρώτην εὐθὺς ἀρχὴν τοῦ πυρετοῦ πολλάκις ὑπὲρ ὅλης ἀπεφηνάμην αὐτοῦ τῆς φύσεως, ἢ τριταῖον εἰπὼν εἶναι τὸν εἰσβάλλοντα τοῦτον πυρετὸν, ἢ τεταρταῖον, ἢ ἀμφημερινὸν, ἢ τούτων μὲν οὐδένα, συνεχῆ δέ τινα καὶ ὀξὺν, οὐκ ἂν ὑπερβάλλοντα τὴν δ΄ ἡμέραν. ἀλλ’ ἐπὶ πάσης ἀρχῆς οὐχ οἷόν τε διαγνῶναι τὸ μέλλον, ἀλλ’ εἴ τις ἂν ἀκριβῶς ἐμφανίζει τὴν τοῦ νοσήματος ἰδέαν, καὶ τοῦτο δὲ τῆς περὶ κρίσεών ἐστιν ἤδη πραγματείας.

Πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἐπανιτέον καὶ ῥητέον ὡς εἴ τις κατὰ τὴν πρώτην ἡμέραν ὀξέως μὲν πυρέττοι, μηδὲν δ’ αὐτῷ προσείη κινδυνῶδες σημεῖον, εὑρεθείη δέ τι κᾀν τοῖς οὔροις πέψεως γνώρισμα τῆς δ΄ ἡμέρας, οὐκ ἂν ἐξωτέρω λυθείη τὸ νόσημα. καὶ μὲν δὴ κᾂν εἰ πάντα ὀλέθρια κατὰ τὴν α΄ ἡμέραν εὐθὺς εὑρίσκοιτο, τεθνήξεται πάντως οὐκ ἐξωτέρω τῆς δ΄· εἰ δέ γε πυρέττοι μὲν ὀξέως, μηδὲν δὲ αὐτῷ παρείη τῶν ὀλεθρίων, ἀλλὰ μηδέ τι τῆς πέψεως γνώρισμα, τοῦτον οὐκ ἐνδέχεται τεταρταῖον παύσασθαι.  διορίζεσθαι δεῖ πάλιν ἐνταῦθα πότερον ὥπερ οὐδὲν ὑπάρχει γνώρισμα πέψεως αὐτῷ, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ χρόνου γνώρισμα πολλοῦ, ἢ πρὸς τῷ τὰ τῆς πέψεως ἀπεῖναι σημεῖα καὶ τὰ τοῦ χρόνου πρόσεστιν. εἰ μὲν γὰρ ὥσπερ τὰ τῆς πέψεως, οὕτω καὶ τὰ τοῦ χρόνου τελέως σημεῖα ἀπείη, περὶ τὴν δευτέραν τετράδα τὴν ἀκμὴν ἀπολήψεται τὸ νόσημα· εἰ δὲ καὶ χρόνου μακροῦ σημεῖον παρείη, πάντως μὲν ὑπερπεσεῖται τὴν δευτέραν τετράδα, τουτέστι τὴν ἑβδόμην ἡμέραν. εἰς δὲ πόσον ἐκταθήσεται, τοῦτο οὐκ ἐγχωρεῖ γινώσκειν εὐθὺς κατ’ ἀρχὰς, ἀλλ’ ἐν ταῖς ἐφεξῆς ἡμέραις διορισθήσεται. τοσοῦτον δ’ ἂν ἤδη πρὸς τῷ καλῶς διαιτᾷν ἀπολαύσεις ἐκ τῆς εἰρημένης προγνώσεως, γινώσκειν ὅτι χρὴ τρέφειν ἤδη τοσοῦτον ὡς ἂν ἐξ ὑστέρου μελλούσης ἔσεσθαι τῆς ἀκμῆς. ὅκου μὲν γὰρ κάτοξυ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει, καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι· ὅκου δὲ μὴ, ἀλλ’ ἐνδέχεται ἁδροτέρως διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν ὁπόσον ἂν ἡ νοῦσος μαλθακωτέρα τῶν ἐσχάτων ᾖ· δηλονότι τὰ ἔσχατα τὴν ἀκμὴν λέγει τοῦ νοσήματος, εἴ γε δὴ καὶ τὸ κάτοξυ τοὺς ἐσχάτους πόνους ἔχειν αὐτίκα φησὶ, τουτέστι τοὺς παροξυσμοὺς καὶ τὰ συμπτώματα, τοῦτο δὲ οὐδὲν ἄλλο ἢ ἀκμάζειν ἐστὶ τὸ νόσημα. τὸ δὴ τοιοῦτον νόσημα τὸ κατὰ τὴν ἀρχὴν εὐθέως ὅτι τὴν δευτέραν ὑπερβήσεται τετράδα δηλοῦν, ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ τῶν ἡμερῶν ἐπιγνοίης ἂν ἀκριβέστερον εἰς ὅσον ἂν ἐκταθήσεται χρόνου μῆκος. ἐν δὲ τῇ δ΄ κᾂν ἐγγυτάτω στοχάσαιο τὴν μέλλουσαν ἀκμήν τε καὶ κρίσιν. εἰ μὲν γὰρ τά τε τῆς ἀπεψίας σημεῖα καὶ τὰ τοῦ χρόνου μηδὲν ἀξιόλογον ὑφιέντα φαίνοιτο καὶ τῆς τρίτης τετράδος ἐπὶ πλεῖον ἡ νόσος ἐκταθήσεται. εἰ δέ τινα σαφῆ ποιοῖτο μεταβολὴν, οὐ μὴν ἤδη γέ τι σημεῖον πέψεως ἐν τῇ πρώτῃ τετράδι φαίνοιτο, περὶ τὴν τρίτην τετράδα προσδέχεσθαι τὴν κρίσιν. εἰ δ’ ἄπεπτον ἔτι δὴ φαίνοιτο κατὰ τὴν ἑβδόμην ἡμέραν, οὐ μὴν ἐξαίρετόν τι καὶ μέγα χρόνου σημεῖον ἔχον, ἐλπίζειν μὲν εἰς τὴν τετάρτην τετράδα, τουτέστιν εἰς τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἐκταθήσεσθαι τὴν κρίσιν αὐτοῦ, διορίζεσθαι δ’ ἀκριβῶς ἐπὶ τῆς ἑνδεκάτης. ὡς γὰρ ἡ δ΄ τὴν ἑβδόμην, οὕτω καὶ ἡ ἑνδεκάτη τὴν τεσσαρεσκαιδεκάτην προδηλοῖ· σαφὲς μὲν δή τι καὶ ἀκριβῶς πιστὸν ἥδε προδείξασα πέψεως σημεῖον ἐν τῇ ιδ΄ τὴν κρίσιν ἔσεσθαί φησι· ἀμυδρὸν δ’ εἰ γένοιτο, προσέχειν ἤδη τὸν νοῦν τοῖς ἄλλοις. εἰ μὲν γὰρ ὀξέως τε κινοῖτο τὸ νόσημα καὶ μηδὲν τῶν ἄλλων κωλύοι, τάχ’ ἄν που καὶ ἡ ιδ΄ κρίνειεν· εἰ δὲ μὴ, περὶ τὴν ιζ΄ ἡ κρίσις. εἰ δ’ ὅλως μηδὲν ἐπὶ τῆς ια΄ προδηλωθείη, τὴν μὲν ιδ΄ οὐκ ἐνδέχεται κρίνειν. σκοπεῖσθαι δὲ κᾀνταῦθα τήν τε τοῦ νοσήματος ὅλου κίνησιν καὶ τὰ ἄλλα πάντα συμπτώματά τε καὶ σημεῖα, πότερον περὶ τὴν ιζ΄ ἢ καὶ ιη΄ ἐλπίζειν χρὴ κρίσιν, ἢ προσωτέρω γενέσθαι. ἐνίοτε μὲν γὰρ καὶ κατὰ ταύτας κρίνεται, τὰ πολλὰ δὲ καὶ κατὰ τὴν εἰκοστὴν, ἔνια δὲ καὶ κατὰ τὴν κα΄. ἐπίδηλος δ’ ἀμφοῖν μὲν ἡ ιζ΄ καὶ μᾶλλον τῆς κ΄, ἡ δὲ ιη΄ μόνης τῆς κα΄. εἰ δέ τι καὶ κατ’ ἀρχὰς εὐθὺς νόσημα μὴ σφόδρα ταχέως κινούμενον, ἀλλ’ οἷον ἐνδόμυχον εἰσβάλλοι, καὶ τἄλλα αὐτῷ σημεῖα προσείη μακροτέρου χρόνου, τούτου τοῦ νοσήματος οὐχ οἷόν τε κατ’ ἀρχὰς προγνῶναι τὴν ἀκμήν. ἀλλ’ ὅτι μὲν οὐκ ἐντὸς τῆς ιδ΄ κριθήσεται δῆλον· εἰς ὅσον δέ γε ἐκταθήσεται μῆκος οὐδέπω δῆλον, ἀλλὰ χρὴ διορίζεσθαι πρῶτον μὲν εἰ κινδυνῶδές ἐστιν, ἢ ἀκίνδυνον. κινδυνώδους μὲν γὰρ ὄντος καὶ σὺν τούτῳ τῆς δυνάμεως ἀῤῥώστου, φθάσειεν ἂν ὁ ἄνθρωπος ἀποθανεῖν πρὶν εἰς μακρὸν ἐκταθῆναι χρόνον· ἀκινδύνου δὲ πόῤῥω πάντως ἡ κρίσις., οὐ γὰρ ἐνδέχεται ταχέως κριθῆναι τὸ χρόνου μακροῦ προδεῖξαν γνώρισμα. πόσος οὖν χρόνος ἀκριβῶς αὐτῷ γενήσεται μὴ ὅτι κατὰ τὴν πρώτην ἡμέραν, ἢ τὴν δευτέραν, ἢ τὴν τρίτην, ἀλλὰ μηδὲ κατὰ τὴν τετάρτην, ἐλπίζειν ἐξευρίσκειν ἀκριβῶς, ἀλλ’ ἐν ταῖς ἐφεξῆς περιόδοις τῶν κρισίμων ἡμερῶν ἔσται δῆλον. ἐπὶ μὲν τῆς δευτέρας τετράδος ἔστι που στοχαζομένῳ πλατύτερον, ἀκριβέστερον δ’ ἐπὶ τῆς τρίτης. εἰ μὲν γὰρ ἕως τῆς ζ΄ ἡμέρας τὰ τῆς ἀπεψίας τε καὶ τοῦ χρόνου σημεῖα φαίνοιτο σφοδρότερα, πρὸ τῆς κ΄ οὐκ ἐνδέχεται κριθῆναι, μετριωτέρων δὲ γενομένων ἢ ἴσων διαμενόντων ἐνδέχεται. ἐὰν οὖν ὅτι πρὸ τῆς κ΄ οὐκ ἐνδέχεται κριθῆναι σαφῶς ἂν εἰδείης, εἰ δ’, ὡς εἴρηται, σφοδρῶν τῶν γνωρισμάτων τοῦ χρόνου γενομένων, ἐπισκέπτου τὴν τρίτην τετράδα, κᾂν ἔτι καὶ κατὰ ταύτην ἐπιτείνηται, τά τε τοῦ χρόνου καὶ τὰ τῆς ἀπεψίας σημεῖα πόῤῥω που τῆς κ΄ ἐκταθήσεσθαι τὴν κρίσιν ἔλπιζε. μενόντων δ’ ἴσων, ὅτι μὲν κᾀνταῦθα μετὰ τὴν εἰκοστὴν ἤδη καὶ τοῦτο λέγειν ἐγχωρεῖ, τὴν δ’ ἡμέραν αὐτὴν οὐχ οἷόν τε γινώσκειν ἤδη. δηλώσει δὲ αὐτὴν ἡ τρίτη τε καὶ τετάρτη τετράς. εἰ γὰρ ἀεὶ καὶ μᾶλλον ἐκλύοιτο τὰ τῆς ἀπεψίας σημεῖα, τῇ μετὰ τὴν τρίτην ἑβδομάδα πρώτῃ τετράδι κριθήσεσθαι τὴν νόσον ἔλπιζε. μὴ πάνυ δ’ ἀξιολόγου γενομένης τῆς μεταβολῆς, εἰς τὴν τετάρτην ἑβδομάδα προβήσεται. τὰ δ’ ἕως τῆς ιδ΄ ἡμέρας ἄπεπτά τε παντάπασιν ὑπάρχοντα καὶ βραδύτερόν πως κινούμενα νοσήματα τῆς μ΄ οὐκ ἂν ἐγγυτέρω κριθείη. μετὰ δὲ τὴν μ΄ ὅτι τὰ τῶν κρίσεων ἐκλύεται καὶ μάλιστα ταῖς κατὰ βραχὺ πέψεσιν, ἤ ταῖς ἀθρόαις μεταβολαῖς τὰ νοσήματα λύεται καὶ ἡμῖν μὲν ἔμπροσθεν εἴρηται, καὶ τοῖς ἄλλοις δὲ πᾶσιν ὅσοις τῶν ἔργων τῆς τέχνης φροντὶς οὕτω δοκεῖ, καθάπερ οὖν καὶ Ἀρχιγένει. γίνονται μέν ποτε καὶ κατὰ ταύτας ὀξεῖαι μεταβολαὶ, ὥσπερ κᾀν τοῖς ἐφ’ Ἱπποκράτους γεγραμμένοις ἀῤῥώστοις ἔστιν εὑρεῖν. ἡ δὲ τῆς προγνώσεως αὐτῶν μέθοδος αὕτη. καθόλου γὰρ χρὴ τὰς δυνάμεις ἐπίστασθαι τῶν σημείων, ὥσπερ οὖν καὶ Ἱπποκράτης ἐκέλευεν, εἰ μέλλοι τις ἔσεσθαι προγνωστικὸς ἀκριβῶς. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν, ὅσοι γε τολμῶσιν ἅπτεσθαι τῆς τοιαύτης θεωρίας, εἰς τὸν ἀριθμὸν ἀποβλέπουσι τῶν σημείων, οὐκ εἰς τὰς δυνάμεις. ἀλλὰ περὶ μὲν τούτων κᾀν τοῖς περὶ κρίσεων ὑπομνήμασι λέγεται. καιρὸς δ’ ἂν εἴη μοι τοῦ τῆς διαφωνίας ἅπτεσθαι λόγου καὶ κρίνειν αὐτὴν πειρᾶσθαι διά τε τῆς ἐμπειρίας καὶ τοῦ λόγου. ταῦτα γὰρ δὴ καὶ δι’ ἑτέρων ἐδείκνυμεν εἶναι κριτικὰ πάντων τῶν ἐν ἰατρικῇ ζητουμένων.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ ΗΜΕΡΩΝ ΒΙΒΛΙΟΝ Β.

Ὅσον μὲν εἰς τὰ τῆς ἰατρικῆς ἔργα χρήσιμον ἐν τῷ πρὸ τούτου λόγῳ σύμπαν εἴρηται. διὰ τί δ’ οὐχ ἅπαντες ὑπὲρ ἁπασῶν ὡσαύτως ἔγραψαν, εἴρηται μὲν καὶ τοῦτ’ ἔμπροσθεν. ἀλλ’ ὅπῃ σφαλῆναι μέν τισιν αὐτῶν, κατορθῶσαι δ’ ἑτέροις ὑπῆρξεν, οὐκέτ’ εἴρηται. τοῦτο οὖν ἀναληπτέον ἐν τῷδε τῷ λόγῳ πρῶτον, ἔπειτα καὶ τὴν αἰτίαν ῥητέον δι’ ἣν οὔθ’ ἁπασῶν ἡμερῶν ἀριθμός ἐστι κριτικὸς οὔθ’ ὅσαι κρίνειν πεφύκασιν ἴσην ἅπασαι ἔχουσι δύναμιν, ἀλλ’ ἐπειδὴ πάντα τὰ κατὰ τὴν ἰατρικὴν τέχνην εὑρίσκεταί τε καὶ δοκιμάζεται, τὰ μὲν ἐμπειρίᾳ, τὰ δὲ λόγῳ, τὰ δὲ συναμφοτέρῳ, πειρατέον κᾀνταῦθα δι’ ἀμφοτέρων ὀργάνων ἐξελέγξαι μὲν τὸ ἡμαρτημένον, ἐπαινέσαι δὲ καὶ προσίεσθαι τὸ κατωρθωμένον. ὅτι μὲν οὖν ἡ πεῖρα τὰς εἰρημένας ἡμέρας πρεσβεύει, τοὺς μὲν ὑπ’ ἐμοῦ παρατηρηθέντας ἀῤῥώστους εἰ γράψαιμι, τάχ’ ἄν τῳ ψεύδεσθαι δόξαιμι, τοὺς δ’ ὑφ’ Ἱπποκράτους, ὃν ἀληθέστατόν γε πάντων καὶ κρίνειν ἱκανώτατον ἅπαντες εἶναι πεπιστεύκαμεν, ἄμεινον εἶναί μοι δοκεῖ παραθέσθαι τῷ λόγῳ, καὶ πρῶτον μὲν τοῦ συγκεχυμένου τε καὶ ἀδιορίστου κατὰ τὴν πεῖραν, οὗ καὶ πρόσθεν ἐμνημόνευσα, πρὸς τοὺς διορισμοὺς ἀναμνήσω.

Λέλεκται δ’ ἐν αὐτοῖς πρῶτον ἓν μὲν τὸ μὴ δεῖν ἐπὶ πάντων ἑξῆς τῶν ἀῤῥώστων τὴν ἐξέτασιν τῶν κρισίμων ἡμερῶν ποιεῖσθαι, μόνους δ’ ἐκλέγειν ἐκείνους καὶ ἀναλαμβάνειν εἰς τὴν βάσανον, ἐφ’ ὧν μήτ’ αὐτὸς ὁ ἰατρὸς ἥμαρτέ τι μήθ’ ὁ κάμνων, ἀλλὰ μήθ’ οἱ παραμένοντες, ἢ καί τι τῶν ἔξωθεν ἀπήντησε βλαβερόν. ἔπειτα δὲ καὶ τὸ τὰς ἀρχὰς τῶν νοσημάτων οὐκ ἐκ λόγου τινὸς, ἀλλ’ ἐξ αὐτῆς τῆς ἐναργείας λαμβάνειν, ὁπότε πρῶτον ὁ κάμνων αὐτὸς ᾔσθετο σαφῶς, οὕτως εἰσβάλλοντος αὐτῷ τοῦ νοσήματος ὡς κοινώσασθαι βούλεσθαί τινι τῶν παρόντων ἰατρῶν, καὶ τρίτον, ἐπειδὰν εἰς πλείονας ἡμέρας ἐφεξῆς ἀλλήλων οὔσας ἡ κρίσις μερισθῇ, τίνος ἐστὶν οἰκεία δύνασθαι διαγινώσκειν. εἰ μὴ γὰρ διορισάμενός τις ὑπὲρ τούτων ἐπὶ τῇ πείρᾳ τὰς κρισίμους ἡμέρας ἐξετάζειν ἀφίκοιτο, πάμπολυ σφαλήσεται. τὸ μὲν δὴ κατὰ τὴν πεῖραν αὐτὴν τοιόνδε τί ἐστι. τὸ δὲ κατὰ τὸν λόγον, ὡς χρὴ κρίνεσθαι τὴν πεῖραν, ἐφεξῆς δίειμι. φυσικὸν εἶναι χρὴ τὸν ταῦτα κρινοῦντα καὶ πεπεισμένον ἀκριβῶς ὅτι φύσις ἐξαρκεῖ παντάπασιν καὶ ὡς προνοεῖται τοῦ σώματος ἡμῶν ἄκραν τινὰ πρόνοιαν, ὅτι τε ταῖς οἰκείαις κινήσεσιν, εἴπερ τι καὶ ἄλλο, τεταγμέναις οὕτως καὶ ἡ φύσις χρῆται. τούτων δὲ τὰ μὲν ἐκ τῶν περὶ χρείας μορίων ἔνεστι συλλογίσασθαι. δέδεικται γὰρ ἀκριβῶς ἄκρα τις ἐν τῇ διαπλάσει τοῦ ζώου τέχνη τῆς φύσεως, τὰ δ’ ἐν ταῖς τῶν κυημάτων αὐξήσεσίν τε καὶ τελειώσεσι καὶ ἀποκυήσεσι. καθ’ ἕκαστον γὰρ ζῶον ἡ τοῦ γένους οἰκεία προθεσμία τοῖς κυουμένοις ἅπασιν ἀκριβῶς φυλάττεται, τεταγμένας δηλονότι τῆς φύσεως ἀεὶ τὰς κινήσεις ἐχούσης. οὕτω δὲ καὶ ἡ μετὰ τὴν ἀποκύησιν αὔξησις ἑκάστου ζώου γίνεται. ἡ τελείωσις δὲ καὶ ἡ παρακμὴ ἐν χρόνοις ὡρισμένοις γίνεται. καὶ μὲν δὴ καὶ ὅστις τοῖς περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ὡμίλησε καὶ τοῖς ἄλλοις ἅπασιν ὅσα κατὰ μέρος ἡμῖν ὑπὲρ ἑκάστης γέγραπται τῶν φυσικῶν ἐνεργειῶν, οἶμαι πεπεῖσθαι τοῦτον εἰς ὅσον ἥκουσι προνοίας τε ἅμα καὶ τάξεως αἱ τῆς φύσεως κινήσεις. εἰ δή τις ὑπὸ τούτων πέπεισται καὶ θαυμάζει τὴν τέχνην θ’ ἅμα καὶ τὴν τάξιν τῆς φύσεως, ἀναμνησθεὶς αὖθις ὅσον ἀπολείπεται καὶ προνοίᾳ καὶ τάξει τῶν κατ’ οὐρανὸν, ἀταξίαν τινὰ, οἶμαι, δώσει σύμφυτον τῇ τῆς ἐνταῦθα οὐσίας κινήσει. καὶ τὸ μὲν καλὸν ἅπαν, ὅσον ἂν ᾖ καλὸν ἐνταῦθα, καὶ μέντοι καὶ τὸ τεταγμένον τε καὶ τεχνικὸν ἄνωθεν ἐγγίνεσθαι φήσει, τὸ δ’ ἄτακτόν τε καὶ πεπλανημένον ἐκ τῆς ἐνταῦθα ὕλης ὁρμᾶσθαι. καὶ ταῦθ’ Ἱπποκράτης πρῶτος ἁπάντων ὧν ἴσμεν ἐπείσθη Ἑλλήνων, μετ’ αὐτὸν δὲ ἅπαντες οἱ ἄριστοι τῶν φιλοσόφων. εἰ δὲ μὴ μακρὸς ἔμελλεν ὁ λόγος ἔσεσθαι, τάχ’ ἂν ὧν λέγουσιν ἀποδείξεων εἰς πίστιν τῶν εἰρημένων δογμάτων ἐμνημόνευσα. ἀλλὰ γὰρ ἀρκεῖ τῷ παρόντι λόγῳ καὶ ταῦτα. χρὴ τοίνυν τὸν ἰατρὸν ὅστις ἂν ἄξιος ἔσεσθαι μέλλῃ τῆς Ἱπποκράτους τέχνης, εἴπερ τι ἄλλο, καὶ τοῦτο πεπεισμένον ἥκειν ἐπὶ τὸ κρίνειν τὴν πεῖραν, ὡς τεταγμένον τι χρῆμά ἐστιν ἡ φύσις, κᾀπειδὰν κρατῇ τῆς ὕλης, ἀναλογίαις τισὶν ὡρισμέναις καὶ περιόδοις τεταγμέναις αἱ κινήσεις αὐτῆς γίνονται. τὰ δ’ ἀλόγως παρεμπίπτοντά ποτε καὶ συγχέοντα τὴν τάξιν, ἐπειδὰν μὴ πάντῃ κρατῇ τῆς ὕλης, ἀλλ’ ἐμποδίζοιτό ποτε καὶ κωλύοιτο τοῖς ἑαυτῆς λόγοις κινεῖσθαι, τότ’ αὐτῇ συμπίπτει. τοῦτο γὰρ εἴπερ εἴη πεπεισμένος, ἔπειτα ἐκ τῆς ἐμπειρίας ἐπιμάθοι τό τε τῆς ζ΄ ἡμέρας ἐν ταῖς κρίσεσιν ἀσφαλές θ’ ἅμα καὶ τέλειον καὶ ἀκίνδυνον καὶ εὔσημον καὶ πολὺ τότε τῆς τεσσαρεσκαιδεκάτης ταύτῃ παραπλήσιον, ἐπιμάθοι δὲ καὶ ὡς ἡ μὲν τετάρτη τῆς ἑβδόμης ἐστὶν ἐπίδηλος, ἡ δὲ ἑνδεκάτη τῆς τεσσαρεσκαιδεκάτης, εὐθὺς αὐτοῦ παραστήσεται σκοπεῖσθαί τι περὶ τῆς ἑβδόμης. ὅπου γὰρ καὶ τῆς πρώτης ἑβδομάδος διχῆ διαιρεθείσης ἡ τετάρτη δεξαμένη τὴν τομὴν ὁποῖόν τι τὸ τέλος ἔσται προδηλοῖ καὶ τῆς δευτέρας  ὡσαύτως, πῶς οὐκ ἄν τις εἰς ἔννοιαν ἀφίκοιτο τοῦ τελείαν μέν τινα εἶναι περίοδον ἑκάστην τῶν ἑβδομάδων, ἐπειδὴ τὸ μέσον ἑκατέρου τῶν ἄκρων ἴσον ἀφέστηκε; καὶ διὰ τοῦτο καὶ τὴν πρὸς ἄμφω κοινωνίαν ὁμοίαν ἔχει, τὴν μὲν τετάρτην ὁπόσα διὰ τῆς πρώτης ἡμέρας οὐκ ἐπαύσατο πειρᾶσθαι λύειν αὐτήν· τὴν ια΄ δ’ αὖ πάλιν ὁπόσα διὰ τῆς ζ΄. εἰ δ’ εἴη μεῖζον ἢ ὥστε μὴ διὰ τῆς τετάρτης ἡμέρας κριθῆναι τὸ νόσημα, προεργάζεσθαι μὲν ταύτην, τὸ τέλος δὲ ἐπιτιθέναι τὴν ἑβδόμην. ὡσαύτως δὲ καὶ ὅσα κατὰ τὴν ἑβδόμην οὐκ ἐπαύσατο, τὴν ια΄ αὐτοῖς ἐπιχειρεῖν, καὶ οὕτως ἢ αὐτὴν κρίνειν, ἢ προεργάζεσθαι τῇ ιδ΄ καὶ κατ’ αὐτὴν εὐθὺς εἰς τὴν θεωρίαν ἵστασθαι. καὶ τὸ μὲν εἴτ’ αὐτοὶ πεφύκασιν οἱ ἀριθμοὶ δρᾷν, εἴτε ἕπονται τεταγμέναις κινήσεσιν οὐκ αὐτοὶ δρῶντες, ἀλλὰ ταῖς ἐν χρόνῳ τινὶ δρώσαις οὐσίαις ἑπόμενοι, τοῖς φιλοσόφοις σκοπεῖσθαι παρίημι· τὸ δ’ ἀμφοτέροις ὁμολογούμενον κοινῇ λαβών τις, τὸ φαίνεσθαι τάς τε κατ’ οὐρανὸν οὐσίας ἀεὶ ταῖς οἰκείαις ἀναλογίαις τῆς κινήσεως κεχρημένας, ἤδη δὲ καὶ ἐν τοῖς ἐπιγείοις ζώοις, ἐπειδὰν ἀκριβῶς ὑγιαίνωσιν, ἄλλην ἄλλῳ καὶ κυήσεως εἶναι καὶ ἀποκυήσεως καὶ αὐξήσεως καὶ τελειώσεως καὶ ἀκμῆς καὶ παρακμῆς καὶ διαλύσεως ἀναλογίαν ἀριθμοῦ, πιστεύσειε δήπου καὶ τὰς κρινούσας ἡμέρας ἀριθμόν τέ τινα τεταγμένον ἔχειν, συγχεῖσθαί τε τοῦτον ἔστιν ὅτε κατὰ τὰς νόσους ὑπὸ τῶν παρὰ φύσιν διαθέσεων. εἰ δή τις, ὡς καὶ πρόσθεν ἔφην, ἐπὶ τὴν πεῖραν ἀφίκοιτο, πάμπολυ μὲν τὰς ἑβδομάδας εὑρήσει δυναμένας, ἐφεξῆς δ’ αὐταῖς τὰς τετράδας. ἐπισκέψεται δὲ περὶ τῶν παρεμπιπτουσῶν ἡμερῶν, οἷον τρίτης, ε΄, στ΄, θ΄, ἐκ τίνος ποτὲ λόγου τὸ κρίνειν ἐσχήκασιν. ἔτι δὲ μᾶλλον ἐπιζητήσεται καὶ διερευνήσεται περὶ τῆς ἑπτακαιδεκάτης καὶ ὀκτωκαιδεκάτης καὶ εἰκοστῆς καὶ εἰκοστῆς πρώτης ἁπασῶν τε τῶν ταύταις ἀνάλογον ἑπομένων. εἰ μὲν γὰρ εἰς τὴν εἰκοστὴν ἡμέραν αἱ τρεῖς ἑβδομάδες τελευτῶσιν, ὡς Ἱπποκράτης οἴεται, χρὴ δήπου τὴν μὲν ἑπτακαιδεκάτην ἐπίδηλον εἶναι τῆς εἰκοστῆς, ἐκπίπτειν δὲ τοῦ πρώτου λόγου τῶν κρισίμων ἡμερῶν τὴν ὀκτωκαιδεκάτην τε καὶ εἰκοστὴν πρώτην. εἰ δ’ ὁλοκλήρους χρὴ συναριθμεῖσθαι τὰς ἑβδομάδας, ἐπίδηλος μὲν ἡ ὀκτωκαιδεκάτη τῆς εἰκοστῆς πρώτης γενήσεται, λόγον δ’ οὐδένα κρίσιμον ἕξουσιν ἥ θ’ ἑπτακαιδεκάτη καὶ κ΄.

Πρῶτον οὖν ὅπως ἡ πεῖρα περὶ τούτων ἀποφαίνεται διέλθωμεν, εἶθ’ οὕτως ἐπὶ τὸν λόγον μεταβῶμεν. ἔστω δὲ ἡ τῆς πείρας ἀνάμνησις ἐξ ὧν Ἱπποκράτης ἔγραψεν, ἀρξαμένοις ἡμῖν ἀπὸ τοῦ πρώτου τῶν ἐπιδημιῶν. ἐν μὲν οὖν τῇ δευτέρᾳ καταστάσει τάδε γράφων· οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὔτε γὰρ αἱμοῤῥαγία εἰ μὴ πάνυ σμικρὰ καὶ ὀλίγοισιν, οὔτε παράληροι, τά τ’ ἄλλα πάντα εὐφόρως. ἐκρίνετο δὲ τούτοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι σὺν τοῖσι διαλείπουσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν. εἶτα ἐπὶ τῇ τελευτῇ τῆς τρίτης καταστάσεως ἐπιμελέστερον ἔτι περὶ τῶν κατὰ τὴν ἑπτακαιδεκάτην κριθέντων γράφει τόνδε τὸν τρόπον· τὰ δὲ περὶ τὰς κρίσιας, ἐξ ὧν γινώσκομεν εἰ ὅμοια ἢ ἀνόμοια· οἷον οἱ δύο ἀδελφοὶ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην· κατέκειντο παρὰ τὸ θέατρον Ἐπιγένεος ἀδελφεοὶ, τουτέων τῷ πρεσβυτέρῳ ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ, ὑπέστρεψεν ἀμφοτέροις ὁμοῦ τὴν αὐτὴν ὥραν. διέλιπεν ἡμέρας ε΄, ἐκ δὲ τῆς ὑποστροφῆς ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ σύμπαν ἑπτακαιδεκαταίοισιν. ἀλλ’ οὔπω τοῦτο ἴσως ἀξιόπιστον, εἰς τὸ κρίσιμον ἀποφήνασθαι τὴν ἑπτακαιδεκάτην ἡμέραν, εἰ δύο τινὲς ἐκρίθησαν ἐν αὐτῇ. προσέχωμεν οὖν τὸν νοῦν τοῖς ἐφεξῆς λεγομένοις. ἔκρινε δὲ τοῖς πλείστοισι πέμπτῃ, διέλιπεν ἑβδόμῃ, ἐκ δὲ τῶν ὑποστροφῶν ἔκρινε πεμπταίοισιν. ἤδη τοῦτο ἀξιόλογον, εἰ καὶ κατὰ τὴν δευτέραν κατάστασιν ἑπτακαιδεκαταίοις οἶδε κριθέντας πολλούς. καὶ κατὰ τὴν τρίτην οὐ μόνον τοὺς δύο ἀδελφοὺς, ἀλλὰ καὶ παμπόλλους ἄλλους, οὓς ἑκταίους μέν φησι κριθῆναι τὸ πρῶτον, ἔπειτα ἕξ διαλιπόντας, αὖθις πεμπταίους, ὅπερ ἐστὶν ἑπτακαιδεκαταίους ἀπὸ τῆς ἀρχῆς. ἀλλὰ καὶ τούτοις ἐπιφέρων ἐρεῖ· οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τριταίους, τουτέστι καὶ τούτους τὸ σύμπαν ἑπτακαιδεκαταίους. εἶτ’ ἐφεξῆς πάλιν, οἷσι δὲ πεμπταίοισι διέλιπεν ἑπτά. ἐλάμβανε δὲ τρεῖς, διέλιπε μίαν, ἐπελάμβανε μίαν, ἔκρινε δηλονότι καὶ τούτοις τὸ σύμπαν ἑπτακαιδεκαταίοισι. καὶ μὲν δὴ καὶ ἄλλους τινὰς ἑκταίους μὲν κριθῆναί φησι, διέλιπε δὲ ἕξ. ἐλάμβανέ φησι γ΄, εἶτα διέλιπε α΄, καὶ α΄ ἐλάμβανε τὴν ἑπτακαιδεκάτην αὐτὴν δηλονότι καθ’ ἥν περ καὶ ἔκρινεν. ἄλλους δέ τινας ἑκταίους μὲν κριθῆναί φησι, διαλείπειν δ’ ἑπτά. ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινέ, φησι, τεταρταίοις, τουτέστι τὸ σύμπαν ἑπτακαιδεκαταίοις. οὐκ ἀρκεσθεὶς δὲ τῷ λόγῳ τούτῳ παντὶ, καίτοι μεγάλως ἐνδείκνυσθαι δυναμένῳ τῆς ἑπτακαιδεκάτης ἡμέρας τὸ πρὸς τὴν κρίσιν ἰσχυρὸν, ἐπήνεγκεν· οὐδὲ τῶν διανοσησάντων οὐδενὶ διὰ τούτου τοῦ τρόπου οἶδα ὑποστροφὴν γενομένην πάλιν. ὥστ’ οὐ μόνον κρίνειν πολλάκις πέφυκεν ἡ ἑπτακαιδεκάτη, ἀλλὰ καὶ βεβαίως. οὔκουν τῶν παρεμπιπτουσῶν ἐστι κρισίμων, ἀλλὰ τῶν ἰσχυρῶν τε καὶ πρώτων. καὶ μὴν εἴπερ ἐξ ἐκείνων ἐστὶν, εὔλογόν τε αὐτὴν ἀναλογίαν τινὰ πρὸς τὴν τεσσαρεσκαιδεκάτην ἀποσώζειν. εἰ μὲν οὖν συνημμένην τὴν τετράδα διανοήσαιμεν καὶ σωζομένην, ὡς ἄρχεσθαι μὲν ἐν τῇ  τεσσαρεσκαιδεκάτῃ, τελευτᾷν δὲ εἰς τὴν ἑπτακαιδεκάτην, ἔχοιμεν ἂν οὕτω σωζομένην τὴν περίοδον· εἰ δὲ διαζεύξαιμεν, ὡς τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν τέλος εἶναι τῆς δευτέρας ἑβδομάδος, ἄρχεσθαι δὲ ἀπὸ τῆς πεντεκαιδεκάτης τὴν τρίτην, οὐκ εἰς τὴν ἑπτακαιδεκάτην οὕτως, ἀλλ’ εἰς τὴν ὀκτωκαιδεκάτην ἡ πρώτῃ τῆς τρίτης ἑβδομάδος ἀφίξεται τετράς. ἀλλ’ εἴπερ τοῦτ’ ἀληθὲς, εἰς τὴν εἰκοστὴν πρώτην ἀναγκαῖον ἔσται τὴν τρίτην ἑβδομάδα τελευτᾷν, ὥσπερ γε εἰ καὶ τὴν ἑπτακαιδεκάτην ὑποθοίμεθα πέρας εἶναι τῆς πρώτης κατὰ τὴν τρίτην ἑβδομάδα τετράδος, εἰς τὴν εἰκοστὴν ἡμέραν ἀφίξεται τὸ πέρας ταύτης τῆς ἑβδομάδος. εὔλογον οὖν ἐνόμισεν ὁ Ἱπποκράτης, ὥσπερ τὴν ιζ΄ ἡμέραν ἐβασάνισε διὰ τῆς πείρας, οὕτω καὶ τὴν κ΄ βασανίσαι διὰ τῆς πείρας. κρίσιμος μὲν γὰρ εὑρεθεῖσα μέγιστον ἔμελλεν ἔσεσθαι τῆς ἑπτακαιδεκάτης μαρτύριον· ἐκπεσοῦσα δὲ τῶν κρισίμων ἡμερῶν, ἢ ὅλως τῆς εἰκοστῆς πρώτης ἐλαττωθεῖσα, ζήτημα κινήσειεν οὐ σμικρόν. εὔλογον γὰρ εἶναι δόξει τὴν μὲν ἑπτακαιδεκάτην ἰσχυροτέραν ὑπάρχειν τῆς ὀκτωκαιδεκάτης, τὴν δ’ εἰκοστὴν ἀσθενεστέραν τῆς εἰκοστῆς πρώτης· διὰ τοῦτ’ οὖν ἐφεξῆς τοῖς περὶ τὴν ἑπτακαιδεκάτην γεγραμμένοις ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ὑπὲρ τῆς εἰκοστῆς ὡδί πως γράφει· οἷσι δὲ περὶ τὰ ὦτα ἐγένετο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι καὶ οὐκ ἐξεπύησεν, ἀλλ’ ἐπὶ κύστιν ἐτράπετο· καὶ τοῦτο μὲν ἱκανόν. ἀλλ’ ἐφεξῆς πάλιν ἐρεῖ· οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἐννέα, ὑπέστρεψεν, ἔκρινεν ἐκ τῆς ὑποστροφῆς τεταρταίοισι, δηλονότι τὸ σύμπαν εἰκοσταίοισι. εἶτ’ ἐφεξῆς πάλιν· οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἓξ, εἶθ’ ὑπέστρεφε, φησὶ, κἄπειθ’ ἑβδομαίοις ἔκρινεν, ὅπερ ἐστὶν εἰκοσταίοισι τὸ σύμπαν, εἶτα βραχὺ προελθών· ἔστι δὲ οἶσιν ἔκρινεν ἑνδεκαταίοισι, φησὶ, ὑποστροφὴ τεσσαρεσκαιδεκαταίοισιν, ἔκρινε τελέως εἰκοσταίοισι. εἶτ’ ἐφεξῆς συνάπτων· εἰ δέ τινες, φησὶ, ἐπεῤῥίγουν περὶ τὴν εἰκοστὴν, τουτέοισιν ἔκρινε τεσσαρακοσταίοισιν.

Ὁρᾷς σύ μοι πάλιν ἐνταῦθα τὴν ἀκρίβειαν τοῦ ἀνδρός· οἶδεν ὅτι τῶν ἰσχυρῶν κρισίμων, τουτέστι τῶν κατὰ τετράδας τε καὶ ἑβδομάδας αὐξανομένων, ἄν τέ τις τὴν ἑπτακαιδεκάτην θῇ καὶ τὴν εἰκοστὴν, ἀναγκασθήσεται θέσθαι καὶ τὴν τεσσαρακοστὴν, καὶ ὥσπερ τὴν εἰκοστὴν τετάρτην καὶ τὴν τριακοστὴν πρώτην, ἄν τε τὴν εἰκοστὴν, εὐθὺς δηλονότι καὶ τὴν τεσσαρεσκαιδεκάτην, ἑπτακαιδεκάτην τε καὶ τὴν τεσσαρακοστήν. καὶ μὲν δὴ καὶ τὴν τεσσαρακοστὴν εἴ τις ἐν ταῖς ἰσχυρῶς κρινούσαις τιθεῖτο, δῆλον ὡς καὶ τούτῳ τὴν ἑπτακαιδεκάτην καὶ τὴν εἰκοστὴν ἀναγκαῖον ἔσται προϋποθέσθαι. μέχρι μὲν γὰρ τῆς τεσσαρεσκαιδεκάτης οὐδεμία διαφωνία· τὸ δὲ ἀπὸ τῆσδε συγκέχυται πᾶν, οὐ πάνυ τι τῇ πείρᾳ προσχόντων τὸν νοῦν ἐνίων, ἀλλὰ τῷ λόγῳ μόνῳ, ὡς ὁλοκλήρους ἑβδομάδας οἴεσθαι δεῖν ἐπιπλέκειν, εἶθ’ οὕτω τὴν πρώτην καὶ εἰκοστὴν ἐν ταῖς ἰσχυραῖς κρισίμοις ἀριθμούντων. ἐξ ἀνάγκης δὲ διὰ ταῦτα καὶ τὴν ὀκτωκαιδεκάτην καὶ τὴν τεσσαρακοστὴν δευτέραν, τὴν μὲν ὡς ἐπίδηλον τῆς εἰκοστῆς πρώτης, τὴν δ’ ὡς ἓξ ἑβδομάδας συμπληροῦσαν. εὐχερεστέρα δὲ κατὰ τοῦτο ἡ βάσανος γίνεται τῶν κρισίμων ἡμερῶν. εἰ μὲν γὰρ ὁ ἀπὸ τῆς ἑπτακαιδεκάτης στοῖχος ἅπας ἰσχυρότερος φαίνοιτο, διχόθεν ἑκάστη τῶν ἡμερῶν ἕξει τὴν πίστιν ἔκ τε τῆς ἰδίας πείρας κᾀκ τῆς τῶν ἄλλων μαρτυρίας. εἰ δ’ αὖ πάλιν ὁ ἀπὸ τῆς ιη΄ πλεονάκις κρίνων εὑρίσκοιτο καὶ τελέως καὶ βεβαίως, ἀσθενέστερος οὗτος ὁ ἀπὸ τῆς ιζ΄ φανεῖται. ταῦτ’ ἐννοήσας ὁ Ἱπποκράτης ἁπάσας ἁπάσαις παρέβαλε, τὴν μὲν ιζ΄, ἐνταῦθα γὰρ ἡ ἀρχὴ τῆς διαφωνίας, τῇ ιη΄· τῇ δὲ κ΄τὴν κα΄. κατὰ ταὐτὰ δὲ καὶ τὴν κδ΄ τῇ κε΄, τὴν δ’ αὖ κζ΄ τῇ κη΄, καὶ τὴν μὲν λα΄ τῇ λβ΄, τῇ δὲ λδ΄ τὴν λε΄, τὴν δ’ αὖ μ΄ τῇ μβ΄. ὁποτέρῳ δὲ τῶν στοίχων ἡ ἐμπειρία μαρτυρεῖ, διὰ τῶν ἐπιδημιῶν ἐδήλωσεν, αὐτά τε ταῦτα γράψας ἃ περαθέμην ὀλίγον ἔμπροσθεν, ἔτι τε πρὸς τούτοις ἐπὶ μὲν τῆς τρίτης καταστάσεως ᾧδέ πως· ἔκρινε δὲ τουτέοισιν ὡς τὸ πολὺ ἑνδεκαταίοισιν, ἔστι δὲ οἷσιν εἰκοσταίοισιν. ἐφεξῆς δὲ τῶν ὀνομαστὶ γραφέντων ὑπ’ αὐτοῦ ἀῤῥώστων τὸν μὲν τρίτον τῇ τάξει μετὰ τὰς τρεῖς καταστάσεις γεγραμμένον, Ἡροφῶντα, κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν κριθῆναί φησι· τὸν δὲ τέταρτον, ἡ Φιλίνου δὲ ἦν αὕτη γυνὴ, κατὰ τὴν εἰκοστὴν ἀποθανεῖν. ἐφεξῆς δὲ αὐτῇ τῆς Ἰφικράτους γυναικὸς μνημονεύει, περὶ ἧς ἐπὶ τέλει τῆς ὅλης διηγήσεως ᾧδέ πως γράφει· τεσσαρακοστῇ ἤμεσεν ὀλίγα, χολώδεα, ἐκρίθη τελέως, ἄπυρος ὀγδοηκοστῇ. μετὰ δὲ ταύτην ἕκτου τῇ τάξει μνημονεύει Κλεονακτίδου, γράφων ἐπὶ τῷ τέλει τοῦ λόγου τουτί· ὀγδοηκοστῇ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν, ἵδρωσε πολλῷ, οὔροισιν ὑπόστασις ἐρυθρὴ, λείη, τελείως ἐκρίθη. δέκατος δέ ἐστιν ἄῤῥωστος ὁ Κλαζομένιος, ὃν καὶ αὐτὸν ἐν τῇ μ΄ κριθῆναί φησι. καὶ μὴν ἡ μ΄ τοῦ στοίχου τῆς ἑπτακαιδεκάτης ἐστὶν, ὥσπερ οὖν ἡ π΄· ἔδει δὲ τὴν μ΄ δευτέραν εἶναι κρίσιμον, εἰ καθ’ ἑβδομάδας ὁλοκλήρους ἡ συναρίθμησις ἐγίνετο τῶν ἡμερῶν. οὕτω καὶ τὴν πδ΄ ἐχρῆν εὑρίσκεσθαι κρίνουσαν. οὐ μόνον τοίνυν ἐξ ὧν διηγεῖται κριθέντας πολλοὺς ἐν τῷ κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν στοίχῳ πρόδηλόν ἐστιν ὡς ἰσχυρότερος οὗτος θατέρου ὑπάρχει, ἀλλὰ κᾀξ ὧν οὔτε τῆς ὀκτωκαιδεκάτης ἐμνημόνευσεν οὔτε τῆς κα΄ οὔτε τῆς κε΄ οὔτε τῆς κη΄, ἀλλ’ οὔτε τῆς τριακοστῆς δευτέρας οὔτε τῆς λε΄ οὔτε τῆς μβ΄ οὔτε τῆς ξγ΄ οὔτε τῆς πδ΄, ἐν γὰρ τοσούτων ἀῤῥώστων καταλόγῳ, τῶν τ’ ἰδίᾳ γραφέντων αὐτῷ κατ’ ὄνομα καὶ τῶν δι’ ἑνὸς ἑκάστου κεφαλαίου περιλαμβανομένων ἐν ἑκάστῃ καταστάσει, τὸ μὴ πώποτε τῶν εἰρημένων ἡμερῶν μηδεμίαν  εὑρεθῆναι κρίνουσαν, ἐναργῆ τὴν θατέρου τῶν στοίχων ὑπεροχὴν ἐνδείκνυται. ὅταν γὰρ ἐξ ἐκείνου μὲν καὶ πολλαὶ καὶ πολλάκις καὶ τελείως καὶ βεβαίως καὶ ἀγαθῶς καὶ ὀρθῶς εὑρίσκωνται κεκρικυῖαι, θατέρου δὲ τῶν στοίχων μηδεμία καθ’ ὅλον τὸ α΄ τῶν ἐπιδημιῶν ἀσφαλῆ κρίσιν ᾖ πεποιημένη, τὸ μὴ ὅτι τελείως ἢ ἀγαθῶς, ἀλλὰ μηδ’ ὥστε ἀποκτεῖναι, παμπόλλην τινα τὴν ὑπεροχὴν εἶναι νομιστέον. ἆρ’ οὖν ἐν τῷ πρώτῳ μὲν οὕτως, ἐν τῷ τρίτῳ δ’ ἑτέρως; ἢ κᾀκεῖ τοὺς μὲν ἐν τῇ καταστάσει διηγημένους ἑνὶ κεφαλαίῳ περιλαμβάνων εἶπεν ἅπαντας σχεδὸν τοὺς διασωθέντας τῇ π΄ κριθῆναι· τῶν δὲ κατὰ μέρος ὧν ἐμνημόνευσεν ὀνομαστὶ, τοὺς μὲν ἐν τῇ μ΄ κριθῆναί φησι, καὶ ναὶ μὰ Δία γέ τινας ἐξ αὐτῶν οὐκ ἀγεννῶς οὐδὲ ἀσήμως, καθάπερ τὸν τρίτον ἀπὸ τῆς ἀρχῆς τοῦ βιβλίου γεγραμμένον, τὸν ἐν τῷ Δεάλκους κήπῳ κατακείμενον. τί γάρ φησι; μ΄ διεχώρησε φλεγματώδη, λευκὰ, ὑπόσυχνα, ἵδρωσε πολλῷ, διόλου τελέως ἐκρίθη. τοὺς δέ τινας εἰς πάνυ μακρὸν ἐμπεσόντας, ὁμοίως καὶ αὐτοὺς κριθῆναι τῷ τῆς εἰκοστῆς ἡμέρας πολλαπλασιαζομένης λόγῳ, καθάπερ καὶ τὸν ἔννατον ἀπὸ τῆς καταστάσεως γεγραμμένον, Ἡρόπυθον, ὃν κ΄ τε καὶ ἑκατοστῇ ἡμέρᾳ κριθῆναι τελέως φησίν. οὕτω δὲ καὶ κατὰ τὴν κδ΄ καὶ κατὰ τὴν κζ΄ καὶ προσέτι κατὰ τὴν λδ΄ ἀνέγραψέ τινας κριθέντας ἀγαθῶς θ’ ἅμα καὶ ἀσφαλῶς καὶ τελέως. ἐν μὲν τῇ κδ΄ τὸν δέκατον ἀπὸ τῆς καταστάσεως ἄῤῥωστον ᾧδέ πως γράφων, τετάρτῃ καὶ κ΄ οὔρησε πολὺ λευκὸν, πολλὴν ἔχον ὑπόστασιν, ἵδρωσε θερμῷ, διόλου ἀπύρετος. ἐν ἑβδόμῃ καὶ εἰκοστῇ τὴν ἐν Ἀβδήροις παρθένον, ἀλλὰ καὶ ταύτην ἱδρώσασαν πολλῷ, τελέως ἀπύρετον γενέσθαι φησί. γέγραπται δ’ αὕτη μετὰ τὴν κατάστασιν ἑβδόμη. ἐν δ’ αὖ τῇ δ΄ καὶ λ΄ τὸν ὄγδοον ἀπὸ τῆς αὐτῆς καταστάσεως, Ἀναξίωνα, καὶ αὐτὸν ἱδρώσαντα, τελέως ἀπύρετον διόλου γενέσθαι φησὶ καὶ κριθῆναι πιστῶς. οὐδεὶς δὲ οὐδ’ ἐν τούτῳ τῷ βιβλίῳ κέκριται κατά τινα τῶν ἐκ θατέρου στοίχου κρισίμων ἡμερῶν. ἀλλὰ τὴν μὲν Δεάλκους γυναῖκα κατὰ τὴν κα΄ ἀποθανεῖν φησι, σωθῆναι δ οὐδένα κατ’ οὐδεμίαν ἡμέραν τῶν ἐκ τοῦ κατὰ τὴν ὀκτωκαιδεκάτην στοίχου. λέγεται μὲν οὖν κατὰ τὸ δεύτερον, ὡς καὶ πρόσθεν εἴρηται, σημαινόμενον οὐχ ὁ σωθεὶς μόνον, ἀλλὰ καὶ ὁ ἀποθανὼν κεκρίσθαι, ἀλλ’ ὡς εἶπον, οὐ μόνον οὐδεὶς ἐσώθη κατ’ ἐκείνας τὰς ἡμέρας, ἀλλ’ οὐδ’ ἀπέθανε, χωρὶς τῆς Δεάλκους γυναικός. ἐν δέ γε θατέρῳ στοίχῳ πάμπολλοι μὲν οἱ σωθέντες, οὐ μὴν ἀλλὰ καὶ ἀπέθανόν τινες, ὥσπερ ἑπτακαιδεκαταία μὲν ἡ ἐν Κυζίκῳ τεκοῦσα τὰς διδύμους θυγατέρας. ἐν τετάρτῃ τε καὶ εἰκοστῇ ὁ ἐν Μελιβοίῃ νεανίσκος, ὁ πάντων ὕστατος ἀναγεγραμμένος. ἑβδόμῃ δὲ καὶ εἰκοστῇ ὁ τρίτος ἀπὸ τῆς ἀρχῆς Ἑρμοκράτης. πρώτη δὲ καὶ τριακοστὴ ὁ ἐν Ἁβδήροις Ἀπολλωνιος, ὁ τρισκαιδέκατος ἀπὸ τῆς καταστάσεως γεγραμμένος, τριακοστῇ τετάρτῃ ἀπέθανε. ὡς οὖν ἑβδομαίους πολλοὺς ἀποθανόντας εἶδε καὶ εἰκοσταίους κατὰ τοῦτο τὸ βιβλίον, ὡς ἂν τῶν ἰσχυρὰν δύναμιν ἐχουσῶν ἡμερῶν οὐ μόνον σωζουσῶν, ἀλλὰ καὶ ἀπολουσῶν ἐνίοτε, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστην τῶν εἰρημένων ἐθεάσατο καὶ σώζουσαν πολλοὺς ἐνίοτε καί τινας ἀποκτείνουσαν. καὶ γὰρ οὖν καὶ τὸν δεύτερον ἀπὸ τῆς καταστάσεως ἄῤῥωστον ὀγδοηκοστῇ φησιν ἀποθανεῖν, καὶ τὸν πρῶτον ἐν εἰκοστῇ καὶ ἑκατοστῇ, ὥσπερ, οἶμαι, καὶ τῆς πρώτης καταστάσεως τεσσαρεσκαιδεκαταῖον, τοὺς δὲ τρεῖς τοὺς πρὸς αὐτοῦ ἑβδομαίους. καὶ τί δεῖ πολλὰ λέγειν; οὐδεὶς γὰρ ἄλλος οὔτε ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν οὔτε ἐν τῷ τρίτῳ σωθεὶς ἢ ἀποθανὼν εὑρίσκεται κατὰ τὸν ἀπὸ τῆς ὀκτωκαιδεκάτης ἡμέρας στοῖχον, ἀλλὰ καὶ πάντες οἱ μὲν ἐντὸς τῶν ἑπτακαίδεκα, κατὰ τὰς ὁμολογουμένας κρισίμους ἡμέρας, ὑπὲρ ὧν οὐδεὶς τῶν περὶ ταῦτα ἐχόντων διαφέρεται· τῶν δὲ ἐξωτέρω προελθόντων εἷς μόνος ἄῤῥωστος εὑρίσκεται κατὰ τὴν πρώτην ἡμέραν καὶ εἰκοστὴν ἀποθανών. ἤρκει μὲν οὖν καὶ ταῦτα εἰς ἐπίδειξιν τοῦ μὴ λόγῳ τινὶ πεισθέντα τὸν Ἱπποκράτην τὴν ιζ΄ ἡμέραν ὑποθέσθαι εἶναι κρίσιμον, τῆς δὲ εἰκοστῆς πρώτης ἀφελέσθαι τὸ δραστήριον, ἀλλ’ ὑπὸ τῆς πείρας διδαχθέντα τηνικαῦτα ζητῆσαι τὴν αἰτίαν. ἀλλ’ ἐπειδὴ καὶ τὸ δεύτερον καὶ τὸ τέταρτον καὶ τὸ ἕκτον τῶν ἐπιδημιῶν ἢ αὐτοῦ τοῦ Ἱπποκράτους ἐστὶν, ἢ τοῦ υἱοῦ αὐτοῦ Θεσσαλοῦ γράμματα, καὶ τούτων ἐπὶ βραχὺ μνημονεύσωμεν. εὑρεθήσεται δὲ κᾀνταῦθα κατὰ μὲν τὸ δεύτερον τὴν κ΄ τε καὶ μ΄ ἡμέραν ἀναγράφων κεκρικυῖαν, οὔτε δὲ τὴν κα΄ οὔτ’ ἄλλην τινὰ τῶν ἀπ’ αὐτῆς. κατὰ δὲ τὸ τέταρτον τῶν ἐπιδημιῶν οὕτως ὀξέων μνημονεύων, ὡς ὀλιγάκις μὲν ἕως τῆς εἰκοστῆς ἀφικέσθαι, προελθεῖν δ’ ἅπαξ ἐξωτέρω μέχρι τῆς κδ΄, ὥστε κᾀνταῦθα τὴν μὲν κ΄ ὡσαύτως ἔστιν καὶ τὴν κδ΄ ἐπίστασθαι κεκρικυῖαν, οὐ μὴν τῶν θατέρου στοίχου τινά. καὶ μὴν καὶ κατὰ τὸ ἕκτον τῶν ἐπιδημιῶν ὀλίγων μὲν ἀῤῥώστων καὶ καταστάσεων μέμνηται, φαίνεται δ’ οὐδ’ ἐνταῦθα γινώσκων τινὰ κατὰ τὰς ἐκ θατέρου στοίχου κεκριμένον. εἰ δέ τι δεῖ καὶ τοῦ πέμπτου τῶν ἐπιδημιῶν μνημονεῦσαι, ὅτου περ ἂν ᾖ, κᾀνταῦθα πεντήκοντα μέν εἰσιν οἱ σύμπαντες ἄῤῥωστοι, κέκριται δ’ οὐδεὶς αὐτῶν οὔτε κατὰ τὴν ιη΄ οὔτε κατὰ τὴν κα΄ οὔθ’ ὅλως ἐν ἄλλῃ τινὶ τῶν ἐκ τοῦδε τοῦ στοίχου. τῆς πείρας οὖν ἀκριβῶς προεισαγούσης εἰς τὰς κρισίμους ἡμέρας τὴν ιζ΄ καὶ τὴν εἰκοστὴν, ἔτι δὲ καὶ τὰς ἀπ’ αὐτῶν πάσας, ἔνιοι τῶν ἰατρῶν οὐ πάνυ τι τῷ φαινομένῳ προσέχοντες τὸν νοῦν, ὡς ἐφ’ ἕτοιμον ἀφίκοντο τὸν ἐκ τῆς τελείας ἑβδομάδος ἀριθμὸν, εἶτά που καὶ κριθέντα  τινὰ κατὰ τὴν πρώτην καὶ εἰκοστὴν θεασάμενοι, πολὺ δὴ μᾶλλον ἐβεβαίωσαν τὴν ὑπόληψιν.

Καὶ γὰρ οὖν καὶ τὸ διαγνῶναι ποίας ἐστὶν ἡμέρας ἴδιος ἡ κρίσις, ἐπειδὰν εἰς πλείονας τύχῃ μερισθεῖσα, διορισμοῦ δεῖται, καθότι κᾀν τῷ πρώτῳ δέδεικται λόγῳ. συμβαίνει δὲ καὶ χρονιζόντων τῶν νοσημάτων τὰς κρίσεις ἀποτίθεσθαι μὲν τὸ τῆς ταραχῆς σφοδρὸν καὶ τῆς ἀλλοιώσεως τὸ σύντομον, καὶ εἰς δύο δὲ πολλάκις ἡμέρας, ἢ τρεῖς ἐκτείνεσθαι. πρόχειρον οὖν ἐν τούτῳ προσνέμειν τὴν κρίσιν τῶν τριῶν ἡμερῶν ᾗ τις ἂν βουληθῇ. πολλοὶ μὲν γὰρ τῶν ἰατρῶν οὐδ’ ἀριθμοῦσιν ἔτι μετὰ τὴν ιδ΄ ποσταῖος ὁ κάμνων ἐστὶ, καὶ μάλιστα ἢν ἐν τῷ μεταξὺ δόξας ἀπύρετος γεγονέναι πάλιν ἀναπυρέξειεν. ἔνιοι δὲ κᾂν ἀριθμήσωσι τὸ μερίζεσθαι τὰς κρίσεις εἰς πλείους ἡμέρας, ἀδιορίστως τε καὶ προπετῶς ᾗ βούλονται τῶν ἡμερῶν ἀνατιθέασι. διὰ ταῦτα γοῦν αὐτὰ καὶ ὁ Ἱπποκράτης ἐπὶ τῶν ἀῤῥώστων ἐνίοτε μὲν ζ΄ φησὶν, ἢ ἑνδεκάτῃ, ἢ τεσσαρεσκαιδεκάτῃ κριθῆναι τὴν νόσον, ἐνίοτε δὲ περὶ τὴν εἰκοστὴν, ἢ μ΄, ἤ τινα ἄλλην, ὥσπερ εὐθὺς ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ καταστάσει τοῦ πρώτου τῶν ἐπιδημιῶν. ἐν μὲν γὰρ τῇ πρώτῃ φησίν· ἔκρινε δὲ τούτων οἷσι τὰ βραχύτατα γένοιτο περὶ τὴν εἰκοστὴν, τοῖσι δὲ πλείστοισι περὶ τὴν μ΄, πολλοῖσι δὲ περὶ τὴν ὀγδοηκοστήν. ἐν δ’ αὖ τῇ δευτέρᾳ καταστάσει, ἔστι δ’ οἷσι, φησὶν, ἔκρινεν αὐτῶν ὀλίγοισιν, οἷσι τὰ βραχύτατα γένοιτο περὶ εἰκοστήν. ἐν δὲ τῇ τρίτῃ αἱμοῤῥαγέειν, φησὶ, μικρὸν ἤρξατο περὶ τετάρτην καὶ εἰκοστὴν, καὶ ἐγένοντο εἰς αἱμοῤῥαγίην αἱ ἀποστάσιες Ἀντιφῶντι Κριτοβούλου. ἀπεκρίθη καὶ ἐπαύετο τελείως περὶ τὴν τεσσαρακοστήν. οὐκ ἐμνημόνευσα δὲ κατ’ ἀρχὰς εὐθὺς τούτων τῶν ῥήσεων, ὁπότε κᾀκ τοῦ πρώτου τῶν ἐπιδημιῶν παρετιθέμην, ἄμεινον εἶναι νομίσας ἁπάσας πρότερον ἐκθέσθαι τὰς ἡμέρας ἐν αἷς ἀκριβῶς μόναις ἐθεάσατο τὰ νοσήματα κρινόμενα. διὰ τοῦτο οὐδὲ γέγραπται τοὐπίπαν οὐδαμόθι τῶν συγγραμμάτων αὐτοῦ περὶ τὴν ε΄ ἢ τὴν ἑβδόμην, ἢ τὴν θ΄ κριθεὶς οὐδεὶς, ἀλλ’ ἁπλῶς ἢ πεμπταῖος, ἢ ἑβδομαῖος, ἢ ἐνναταῖος. ἀθρόως γὰρ αὗται κρίνουσιν. ὅσῳ δ’ ἂν ἐξωτέρω προΐῃ τὰ νοσήματα καὶ χρονίζῃ, παύεται μὲν ἡ πρὸ τῆς ὀξείας ἀλλοιώσεως ταραχὴ, κατὰ βραχὺ δὲ αἱ κρίσεις γινόμεναι δύο που ἢ τρεῖς ἡμέρας ἐπιλαμβάνουσι τοὐπίπαν. ὡς γὰρ οὐδὲ μετὰ ἐκκρίσεως εἴωθε λύεσθαι τὰ πλεῖστα τῶν χρονισάντων, ἀλλ’ ἤτοι δι’ ἀποστάσεων, ἢ πέψεων, οὕτως οὐδ’ ὅταν ἐπὶ σαφέσιν ἐκκρίσεσιν, ἢ ἀποστάσεσιν ἡ λύσις αὐτῶν γίνηται, διὰ μιᾶς ἡμέρας τελειοῦται μόνης. ὅθεν, οἶμαι, τῶν ἰατρῶν ἔνιοι τὴν ἀρχὴν οὐδὲ κρίνεσθαί φασι τὰ χρονίζοντα τῶν νοσημάτων. οὐ γὰρ τὴν λύσιν ἁπλῶς εἶναι κρίσιν, ἀλλ’ ἤτοι τὴν ἀθρόαν ἢ τὸν πρὸ ταύτης σάλον. ἀλλ’ ὅτι γε τὸ σημαινόμενον τῆς κρίσεως οὐκ ἀπηκριβωμένον φυλάττεται διὰ παντὸς, ἀλλὰ τὴν λύσιν αὐτὴν μόνην, ὅπως ἂν γένηται, κρίσιν ὀνομάζουσιν οἱ πλεῖστοι τῶν ἰατρῶν, ἐξ αὐτῶν τε τῶν Ἱπποκράτους ἔνεστι μαθεῖν γραμμάτων, οὐχ ἥκιστα δὲ κᾀξ ὧν οἱ ἄλλοι παλαιοὶ γράφουσιν. οὕτως οὖν καὶ Διοκλῆς τὴν πρώτην ἡμέραν ἐν ταῖς κρινούσαις ἀριθμεῖ, σαφῶς ἐνδεικνύμενος ὡς οὐδὲν ἄλλο τὴν κρίσιν ὅ τι μὴ τὴν λύσιν ὀνομάζει τοῦ νοσήματος. ἔσται δὲ δῆλον ἐξ αὐτῆς τῆς λέξεως ἐχούσης ᾧδε· αὐτῶν δὲ τῶν πυρετῶν, ὧν τὰ αἴτια μήτ’ ἐν αὐτῷ τῷ σώματι διαλύεται κενούμενα καὶ μειούμενά πως· μήτ’ ἐξικμάζεται μήτ’ ἀθρόως ὠμὰ ἐξάγεται, κατὰ δέ τινας χρόνων περιόδους πεφθέντα φαίνεται, ὁ μὲν ἐπιπολαιότατος ἐν νυκτὶ καὶ ἡμέρᾳ κρίνεται, ἐν ἐλαχίστῳ γὰρ χρόνῳ τούτῳ τὰ αἴτια αὐτῶν διαλύεται. καὶ γὰρ τὰ σηπόμενα καὶ πῦον γινόμενα, ἔτι δὲ καὶ γάλα καὶ σὰρξ πᾶσα ἀποτελουμένη καὶ ὅλως τὰ πολλὰ τῶν κατὰ τὸ σῶμα γινομένων καὶ κινουμένων καὶ ἀλλοιουμένων κατ’ εἶδος, ἐν τούτῳ τῷ χρόνῳ φαίνεται πρῶτον. καὶ ταυτὶ μὲν ὁ Διοκλῆς. ὁ δ’ Ἱπποκράτης οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πάνυ πολλάκις ἔν τε τῷ πρώτῳ τῶν ἐπιδημιῶν καὶ μάλιστα κᾀν τῷ τρίτῳ τὴν λύσιν μόνην τοῦ νοσήματος ὀνομάζει κρίσιν, οὐδεμιᾶς οὔτ’ ἐκκρίσεως οὔτ’ ἀποστάσεως σαφῶς προγεγενημένης. οὐ μὴν τούτου γ’ ἕνεκεν ἡγητέον ἄνευ ἐκκρίσεως πάσης φανερᾶς κρίνεσθαι τὰς χρονιζούσας νόσους, ὥσπερ οὐδὲ τὸ πλείους ἡμέρας ἐξ ἀνάγκης ἐπιλαμβάνειν. ὀγδοηκοστῇ γοῦν κριθῆναί τινα γράφων ὁ Ἱπποκράτης ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν, ῥιγῶσαί τέ φησιν αὐτὸν καὶ ὀξέως πυρέξαι καὶ ἱδρῶσαι πολλῷ. παρεθέμην δὲ τὴν λέξιν ὀλίγον ἔμπροσθεν, ὁπότε τοῦ Κλεονακτίδου, κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν ἕκτου τὴν τάξιν γεγραμμένου, τὴν διήγησιν ἐποιούμην. εὕροις δ’ ἂν καὶ ἄλλους ἀῤῥώστους, οὕς τ’ ἤδη παρεθέμην ἐν τῷδε τῷ λόγῳ καὶ ὧν οὐδ’ ὅλως ἐμνημόνευσα κεκριμένους ἐναργῶς ἡμέρᾳ μιᾷ δι’ ἐκκρίσεως ἐπὶ προήκοντι καὶ χρονίῳ νοσήματι. ταύταις οὖν μάλιστα προσέχειν χρὴ τὸν νοῦν ὡς ἀκριβῶς διδασκούσαις τὴν τάξιν τῶν κρισίμων ἡμερῶν. εἰ γὰρ ὁ Κλεονακτίδης οὗτος ὀγδοηκοστῇ ῥιγώσας τε καὶ ὀξέως πυρέξας ἐκρίθη ἱδρώσας, δῆλον ὡς μεγάλην τινὰ δύναμιν ὁ τῆς εἰκοστῆς ἀριθμὸς ἔχει. τούτου γὰρ πολλαπλασιαζομένου τὴν ὀγδοηκοστὴν, ὥσπερ καὶ τὴν μ΄ καὶ τὴν ἑξηκοστὴν καὶ τὴν ἑκατοστὴν εἰκοστὴν γενέσθαι συμβέβηκεν. εὑρήσεις δὲ καὶ ἄλλους ἀῤῥώστους ἐξωτέρω τῆς ιδ΄ κεκριμένους δι’ ἐκκρίσεως ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις, ὧν ἐνίους ἤδη παρεθέμην, οἵ γε τοὺς μὴ νομίζοντας ἀθρόαν γενέσθαι  κρίσιν ἐξωτέρω τῆς μ΄ ἐξελέγχουσι καὶ τῶν κρισίμων ἡμερῶν ἐνδείκνυνται τὴν τάξιν. ὅτι μὲν γὰρ ἐκλύεται κατὰ βραχὺ τὸ δι’ ἀγῶνός τε καὶ σάλου παύεσθαι τὰ νοσήματα χρονίζοντα καλῶς εἴρηται· τὸ δὲ μηδεπώποτε διὰ μιᾶς ἡμέρας ὀξεῖαν αὐτῶν γενέσθαι μεταβολὴν, οὐκέτ’ ὀρθῶς. ὅταν γὰρ καὶ ῥῖγος εἰσβάλλῃ σφοδρὸν, ἅμα τῷ παροξυσμῷ τέως οὐ γεγενημένον, ὅ τε πυρετὸς ὀξύτατός τε καὶ σφοδρότατος καὶ θερμότατος καὶ δύσφορος ἐπιγένηται, καὶ μετὰ ταῦθ’ ἱδρὼς ἐξεκρίθη πολὺς, ἀπύρετον ἀκριβῶς τὸν ἄνθρωπον ἐργαζόμενος, εἴ τις οὐ φήσει τοῦτο κρίσιν εἶναι, προδήλως ἐρίζει. ἐγὼ δ’ οὐκ εἴωθα τοῖς ἐριστικοῖς ἐπὶ πλέον ἀντιλέγειν, ἀλλ’ ἐκεῖνο χρὴ μᾶλλον εἰδέναι γινόμενον. ὡς ἡμῖν τε γὰρ παραφυλάττουσιν ἐφάνη πολλάκις ἔν τε τοῖς ὑφ’ Ἱπποκράτους ἀναγεγραμμένοις ἀῤῥώστοις ἔστιν εὑρεῖν, τὸ τὰς τοιαύτας λύσεις τῶν χρονιζόντων νοσημάτων, οὐχ ὅταν ἐφεξῆς εἴη μηδαμόθεν διακοπτόμενα, συμπίπτειν, ἀλλ’ ἐπειδὰν λελύσθαι δοκοῦντα, πάλιν δευτέρας ὑποστροφῆς ἐνάρξηται. συμβαίνει δὲ πολλάκις καὶ αὐτὰς τὰς κατὰ μέρος ὑποστροφὰς ἐν ἡμέραις τέ τισι κρισίμοις ἄρχεσθαι καί τινα κρισίμων ἡμερῶν ἀριθμὸν προελθούσας, αὖθις ἐν ἑτέρᾳ τινὶ τῶν κρισίμων ἡμερῶν κρίνεσθαι, καὶ οὕτω γίνεται τὰ μὲν κατὰ μέρος ἅπαντ’ ὀξέα, τὸ σύμπαν δὲ χρόνιον. ἐνίοτε δὲ καὶ τὰ διαλείμματα αὐτῶν ἀριθμῷ τινι τῶν κρισίμων ἡμερῶν περιγράφεται, καθάπερ εἴ τις ἑνδεκαταῖος κριθεὶς ἀτελῆ κρίσιν, ὑποστρέψειε τεσσαρεσκαιδεκαταῖος, εἶτ’ αὖθις εἰκοσταῖος κριθεὶς ἐλλιπῶς ὑποστρέψειεν ζ΄ καὶ κ΄, κᾄπειτ’ ἐντεῦθεν ὀξέως πάλιν διανοσήσας αὖθις ἐν μ΄ κριθείη. ταῦτα μὲν οὖν αὐτὸς ἕκαστος ἐπί γε τῶν νοσούντων ὄψεται, προσεδρεύειν αὐτοῖς ἐπιμελῶς ἐθελήσας ἔν τε τοῖς ὑφ’ Ἱπποκράτους γεγραμμένοις ἀῤῥώστοις ἐπισκοπούμενος. ὅτι δὲ καὶ τὴν ἑπτακαιδεκάτην μὲν τῆς ιη΄ καὶ τὴν εἰκοστὴν τῆς κα΄ ἰσχυροτέραν ἡγητέον εἶναι δέδεικται σαφῶς ἤδη τῆς πείρας ἕνεκεν τῆς Ἱπποκράτους. εἰ δὲ καὶ τῆς ἐμῆς πείρας ἐφεξῆς ἀναμνημονεύσαιμι, μακρότερος μὲν ὁ λόγος ἔσται, πιστότερος δ’ οὐδὲν μᾶλλον. εἰ μὲν γάρ τις καὶ αὐτὸς παραφυλάττειν τὰ συμβαίνοντα τοῖς νοσοῦσιν ἐθέλοι καὶ πιστεύειν τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις, οὐδὲν ἔτι τῆς ἡμετέρας πείρας ὁ τοιοῦτος δεήσεται. εἰ δ’ ἤτοι πιστότερα τῶν ἐναργῶς φαινομένων τὰ σοφίσματα νενόμικεν ἢ μηδὲν φροντίζει τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων, οὐ μόνον οὐδὲν ἕξει πλέον ἐκ τῆς ἡμετέρας ἱστορίας ὁ τοιοῦτος, ἀλλὰ καὶ διαπαίζειν αὐτὴν ἐπιχειρήσει. τῶν μὲν δὴ τοιούτων εἴρηται πολλάκις ὡς χρὴ καταφρονεῖν· εἰ δέ τις ἀληθείας ἐρᾷ, τὸν μὲν λῆρον τῶν σοφιστῶν ἀφεὶς, ἐπὶ δὲ τὴν πεῖραν αὐτὸς ἀφικόμενος, ὅταν ὀκτακοσίους, ἢ χιλίους ἀῤῥώστους θεάσηται, σαφῶς οἶδα τοῦτον οὐκ ἄλλα τὰ περὶ κρισίμων ἡμερῶν ἀποφανούμενον ὧν Ἱπποκράτης ἐδήλωσεν.

Οὔσης γὰρ καὶ χρείας καὶ φύσεως διττῆς τῶν κρισίμων ἡμερῶν, καὶ τὴν διδασκαλίαν αὐτῶν διπλῆν Ἱπποκράτης ἐποιήσατο, ἐν μὲν τοῖς ἀφορισμοῖς καὶ τῷ προγνωστικῷ τῶν κατὰ τετράδας τε καὶ ἑβδομάδας ἐπιπλεκομένων ἀλλήλαις μνημονεύσας, ἐν δὲ τῷ πρώτῳ τῶν ἐπιδημιῶν οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπασῶν τῶν παρεμπιπτουσῶν, ὧν τὴν μὲν αἰτίαν τῆς παρεμπτώσεως ἐν τοῖς ἐφεξῆς ἐρῶ, τὸ δὲ ὅτι καὶ φύσει καὶ χρείᾳ διαφέρουσιν ἀλλήλων ἤδη δηλώσω· φύσει μὲν, ὅτι καλῶς ἁπάντων γινομένων, εἰς τὰς κατὰ τετράδα περιόδους αἱ κρίσεις ἀφικνοῦνται τοὐπίπαν, πλημμεληθέντων δέ τινων εἰς τὰς παρεμπιπτούσας μεθίστανται· τῇ χρείᾳ δὲ, διότι πρὸς μὲν τὸ γνῶναι τὴν μέλλουσαν ἔσεσθαι κρίσιν ἡ κατὰ τετράδα περίοδος αὐτάρκης, εἰς δὲ τὸ κρῖναι τὴν ἤδη γεγενημένην ἁπασῶν οἷον ἀεὶ γινωσκομένων, ἵνα εἰ οὕτως ἔτυχεν ἀσφαλεστέραν μὲν τὴν κρίσιν τὴν ἐνναταίαν τῆς ὀγδοαίας, ἀπιστοτέραν δὲ τὴν ὀγδοαίαν τῆς ἐνναταίας ἡγούμεθα. τὸ μὲν οὖν πιστὸν ἢ ἄπιστον τῆς κρίσεως εἰς τὸ καλῶς διαιτᾷν τοὺς ἤδη κεκριμένους διαφέρει· τὸ δ’ ὁπηνίκα μάλιστα κριθήσεται προγινώσκειν εἰς τοὺς μήπω κεκριμένους διαφέρειν ἀναγκαῖον. εἰρήσεται μὲν οὖν τι κᾀν τοῖς ἐφεξῆς ὑπὲρ τούτου, ἀλλ’ ὁ σύμπας λόγος ἐκ τῆς θεραπευτικῆς ἐστι μεθόδου, καὶ νῦν ἡμεῖς οὐ περὶ χρείας κρισίμων ἡμερῶν ἥκομεν ἐροῦντες, ὅ τι μὴ πάρεργον, ἀλλὰ τὴν δύναμιν αὐτῶν ἅπασαν ἐξηγήσασθαι σπεύδομεν. ἀπόχρη τοίνυν εἴς γε τὸ παρὸν ἀναμνήσαντας τῶν Ἱπποκράτους ῥήσεων ἐπὶ τὰ ἐφεξῆς ἤδη μετιέναι. κατὰ μὲν δὴ τὸ προγνωστικὸν οὕτω φησίν· οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτῇσι ἡμέρῃσι τὸν ἀριθμὸν ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ὧν ἀπόλλυνται. οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβεῶτες τεταρταῖοι παύονται, ἢ πρόσθεν, οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων βεβεῶτες τεταρταῖοι κτείνουσιν, ἢ πρόσθεν. ἡ μὲν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ, ἡ δὲ δευτέρα τετρὰς εἰς τὴν ἑβδόμην περιάγεται, ἡ δὲ τρίτη εἰς τὴν ια΄, ἡ δὲ τετάρτη εἰς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη εἰς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη εἰς τὴν εἰκοστήν. αὗται μὲν οὖν ἤδη διὰ τεσσάρων εἰς τὴν εἰκοστὴν ἐκ πολλαπλασιασμοῦ ἐκ προσθέσιος ἀφικνέονται. οὐ δύναται δ’ ὅλῃσι ἡμέρῃσι ἀριθμέεσθαι οὐδὲν τουτέων ἀτρεκέως. οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσι ἡμέρῃσι ἀριθμέεσθαι πεφύκασιν. μετὰ δὲ ταύτας ἤγουν τὰς κ΄ τὰς ἐν τῷ αὐτῷ τρόπῳ καὶ κατὰ τὴν αὐτὴν πρόσθεσιν ἡ πρώτη περίοδος διὰ τεσσάρων καὶ τριάκοντα ἡμερῶν, ἡ δὲ δευτέρα μ΄ ἡμερῶν, ἡ δὲ τρίτη ξ΄. αὕτη μὲν ἡ ἐκ τοῦ προγνωστικοῦ ῥῆσις.  ἐν δ’ αὖ τοῖς ἀφορισμοῖς προειπὼν ὡς τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν, ἑξῆς ἐπιφέρει· τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος. ἑτέρας ἑβδομάδος ἡ η΄ ἀρχή. θεωρητὴ δὲ πάλιν ἡ ια΄. αὕτη γάρ ἐστι τετάρτη τῆς δευτέρας ἑβδομάδος. θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη. αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ια΄. ἐν μὲν δὴ τούτοις ἀμφοτέροις τοῖς συγγράμμασιν ἑβδόμασί τε καὶ τετράσιν ἀνατίθησιν ἁπάσας τῶν κρισίμων ἡμερῶν τὰς περιόδους· ἐν δ’ αὖ τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἁπασῶν ἐφεξῆς μνημονεύει γράφων ᾧδε· ἔστι δὲ πρώτη κρίσιμος τῶν περιόδων τῶν ἐν ἀρτίῃσι κρινουσῶν τετάρτη, στ΄, ι΄, ιδ΄, ιη΄, κ΄, κδ΄, κη΄, λ΄, λδ΄ μ΄, ξ΄, π΄, ρ΄, ρκ΄, τῶν δὲ ἐν τῇσι περισσῇσι περιόδοισι κρινουσῶν πρώτη γ΄, ε΄, ζ΄, θ΄, ια΄, ιζ΄, κα΄, κζ΄, λα΄. δῆλος οὖν ἐστιν ὁ Ἱπποκράτης ἁπάσας ἐν τούτῳ τῷ λόγῳ τὰς κρινούσας περιλαβὼν ἡμέρας· ὑπομνήματι γὰρ ἡ τοιαύτη παρασκευὴ προσήκουσα. δέδεικται γὰρ ἡμῖν πολλάκις ὡς πρότερον γέγραπται τῶν ἐπιδημιῶν βιβλία τοῦ τε προγνωστικοῦ καὶ τῶν ἀφορισμῶν, ὅτι δύναμιν ὑπομνημάτων ἔχει. κατὰ λόγον οὖν ἐνταῦθα ἁπάσας μὲν ἔγραψε τὰς κρισίμους. ἡμέρας. ἐν ἐκείνοις δὲ μόνας τὰς μεγίστην δύναμιν ἐχούσας καὶ τῷ λόγῳ τῆς αὐτῶν φύσεως ἀποτελουμένας, ὡς ἐν τοῖς ἐφεξῆς ἀποδείξομεν, ἔτι τε πρὸς τούτοις οὐ σμικρὰν χρείαν εἰς τὴν τῆς μελλούσης ἀκμῆς τε καὶ κρίσεως πρόγνωσιν παρεχομένας. διὰ τίνα μὲν οὖν αἰτίαν ὁ Ἱπποκράτης οὐ μίαν ἐν ἅπασι τοῖς βιβλίοις ἐποιήσατο κρισίμων ἡμερῶν διδασκαλίαν ἤδη δέδεικται σαφῶς. οὐκ ἄδηλον δὲ οὐδὲ διότι τοῖς ἄλλοις ἰατροῖς εἰς διαφωνίαν ἀφικέσθαι συνέβη περὶ τῶν κρισίμων ἡμερῶν. οἱ μὲν γὰρ ὅτι διττὴ φύσις αὐτῶν ἐστιν οὐδ’ ὅλως ἐνόησαν, οἱ δὲ τὴν ἀρχὴν οὐδὲ παρεφύλαξαν, ἀλλὰ τῷ λόγῳ τὸ σύμπαν ἐπέτρεψαν. ἔνιοι δὲ ἐπὶ μὲν τὸ διὰ τῆς πείρας ἐξευρεῖν αὐτὰς ἧκον, ἀλλ’ ἐσφάλησαν διττῶς, ἢ τῷ μηδὲν ὅλως διορίζεσθαι πρὸ τῆς πείρας, ἢ τῷ προπετέστερον ἀποφαίνεσθαι.

Ἀλλ’ ἡμῖν γε καὶ τίνα χρὴ διορίζεσθαι πρὸ τῆς πείρας εἴρηται, καὶ οὐ χρὴ σπεύδειν ἀποφήνασθαι περὶ κρισίμων ἡμερῶν οὐδὲν, ἄχρις ἂν ἐπὶ πολλῶν ἀῤῥώστων ἔτεσι πολλοῖς ἀκριβῶς τις παραφυλάξῃ· τά τε γὰρ ἄλλα καὶ τῶν ἐπετείων καταστάσεων αἱ διαφοραὶ πάμπολλαί τινες ὑπάρχουσιν. ἐν γοῦν ὅλῳ θέρει ποτὲ πλέον ἢ τετρακοσίους ἀνθρώπους ὀξέως νοσήσαντας ἐθεασάμην ἅπαντας ἢ ἑβδομαίους, ἢ ἐνναταίους κριθέντας. ἐν ἑτέρῳ δ’ αὖθις ἔτει τοὺς μὲν τεσσαρεσκαιδεκαταίους, τοὺς δ’ εἰκοσταίους, τοὺς πλείστους δ’ ἐξ ὑποστροφῶν. ἐν ἄλλῳ δὲ πεμπταίους μὲν αἱμοῤῥαγήσαντας παμπόλλους, τελέως δ’ ἑβδομαίους, ἢ ἐνναταίους κριθέντας. οἶδα δὲ καὶ φθινοπώρῳ ποτὲ πάντας ἑνδεκαταίους κριθέντας. ἀλλὰ τοῦτο μὲν ἀγαθὴν τὴν κρίσιν ἤνεγκεν, ἕτερον δὲ φθινόπωρον ἑκταίους ἔκρινεν ἅπαντας οὐκ ἀγαθῶς. διὸ καὶ μᾶλλον ἐπῄει μοι θαυμάζειν τοὺς ὅλως οὐδεμίαν ἐν ταῖς ἡμέραις ἡγουμένους εἶναι διαφορὰν, ἀλλ’ ὁμοτίμους ἁπάσας ὑπάρχειν. ὅλαι γὰρ καταστάσεις πολλάκις ἢ θερινῶν, ἢ μετοπωρινῶν νοσημάτων ἓν εἶδος ἔχουσι κρίσεων, ὡς κᾀν ταῖς ὑφ’ Ἱπποκράτους γεγραμμέναις ἐστὶ δῆλον, ἐν αἷς εἴ τις μὴ παντάπασίν ἐστι ῥᾴθυμος, ἄλλοτε μὲν ἄλλην τῶν κρισίμων ἡμερῶν ὄψεται πλεονάζουσαν, οὐ μὴν ὀγδόην τε καὶ ιβ΄ ἢ ἑκκαιδεκάτην, ἤ τινα τῶν τοιούτων. ἐοίκασιν οὖν εἰς ἄμφω τὰ συνεστῶτα τὴν ὅλην ἰατρικὴν οἱ σοφισταὶ παρανομεῖν, τὴν πεῖράν τε καὶ τὸν λόγον. οὔτε γὰρ ἐν οἷς τῆς πείρας ἐστὶ χρεία, ταύτην ἀναμένουσιν, ἀλλ’ ὡς ἂν ἑκάστῳ παραστῇ, ληροῦσιν, οὔτε τῶν ἐναργῶς φαινομένων ἐξευρίσκουσι τὰς αἰτίας. διὰ τοῦτο τοίνυν ὁ μέν τις αὐτῶν οὔτε κρίσιμον ἡμέραν οὔθ’ ὅλως κρίσιν ὑπάρχειν φησὶν, ὁ δὲ κρίσιν μὲν εἶναί τινα, οὐ μὴν καὶ κρισίμους ἡμέρας, ὥσπερ δέον λόγῳ μᾶλλον, ἀλλ’ οὐ πείρᾳ τὰς κρισίμους ἡμέρας καὶ τὰς κρίσεις ἐξευρίσκειν, ἢ φαυλοτέρων ὄντων τῶν ὅσοι διὰ τῆς πείρας ἄμφω μεμαθηκέναι φασίν. ἡμῖν μὲν τοίνυν ὅσοι μεθ’ Ἡρόφιλόν τε καὶ Ξενοφῶντα καὶ Ἀσκληπιάδην ἐγενόμεθα τάχ’ ἂν εἴη τις εἰς τοὺς ἄνδρας ἐκείνους ἢ φθόνος, ἢ φιλονεικία· τῷ πρώτως δ’ ἀκριβῶς αὐτὰς ἐξευρόντι διὰ τῆς πείρας, ὡς τὰ τῶν ἐπιδημιῶν ἐνδείκνυται γράμματα, πόθεν ἂν ἐπῆλθε τὸ προγνῶναί τινας ἔσεσθαι ἐξ ὑστέρου τοιούτους σοφιστάς; οὐδὲ γὰρ ἐν τοῖς καθ’ Ἱπποκράτην χρόνοις ἦσάν πώ τινες ὅμοιοι τούτοις, ἀλλ’ ἕκαστος ἐκείνων ἐξευρεῖν τι καὶ συντελεῖν εἰς τὴν τέχνην ἔσπευδεν, οὐ λυμαίνεσθαι τοῖς ὀρθῶς εὑρημένοις. καὶ μὴν καὶ τοὺς ἐμπειρικοὺς ὀνομαζομένους ἰατροὺς ἔστι μὲν ἰδεῖν ὥσπερ τινὰς κοινοὺς ἐχθροὺς τῶν δογματιζόντων ἁπάντων ἐπιτηροῦντας ὃ καταμέμψονται, μὴ μέντοι μήτε κρισίμους ἡμέρας μήτε κρίσεις ἀναιροῦντας, ἀλλ’ ὡς ἂν καὶ ἄλλο τι τῶν ἐναργεστάτων καὶ ταῦτα ἄμφω τιθέντας. ἅλις ἤδη μοι σοφιστῶν ληρούντων.

Ἀλλ’ ἐπὶ τὰ συνεχῆ τῶν εἰρημένων αὖθις ἐπάνειμι, πρότερόν γε κεφαλαιώσας εἰς ἓν ἅπαντα τὰ προειρημένα. κρίσιμος μὲν γὰρ ἰσχυροτάτη πασῶν ἡ ζ΄. προδηλοῖ δ’ αὐτὴν ἡ τετάρτη δύο ταῦτ’ ἔχουσα, τό τε κρίσιμος εἶναι μικροτέρα καὶ τὸ τῆς ἑβδόμης ἐπίδηλος. ἐφεξῆς δ’ ἑνδεκάτη  τε καὶ ιδ΄, τὴν αὐτὴν ἀναλογίαν τε καὶ φύσιν ἀποσώζουσαι πρὸς ἀλλήλας ἥν περ ἡ δ΄ πρὸς τὴν ζ΄, κᾄπειθ’ ἑξῆς πολλάκις μὲν ἡ ιζ΄ πρὸς τὴν κ΄, ὀλιγάκις δὲ ἡ ιη΄ πρὸς τὴν κα΄ τὸν αὐτὸν ἔχει λόγον ὅνπερ ἡ τετάρτη πρὸς τὴν ἑβδόμην καὶ ἡ ια΄ πρὸς τὴν ιδ΄. αὗται μὲν οὖν, ὡς Ἱπποκράτης ἔλεγε, διὰ τεσσάρων εἰς τὴν κ΄ ἐκ προσθέσιος ἀφικνέονται, παρεμπίπτουσι δ’ αὐταῖς ἐννάτη καὶ πέμπτη καὶ τρίτη, πλείστους μὲν ἡ θ΄ κρίνουσα, δευτέραν δὲ ἔχουσα δύναμιν ἡ ε΄, καὶ μετὰ ταύτην ἡ γ΄. περὶ δὲ τῆς στ΄ εἴρηταί μοι καὶ πρόσθεν ὡς κακὴ κρίσιμός ἐστιν. ἡ μέντοι τρισκαιδεκάτη πασῶν μὲν τῶν κρινουσῶν ἀσθενεστάτη, πασῶν δὲ τῶν μὴ κρινουσῶν ἰσχυροτάτη, καθάπερ ἐν μεθορίῳ τινὶ τεταγμένη τῆς ἑκατέρων δυνάμεως. ἀγωνιστικώταται μὲν οὖν κρίσεις, ὡς καὶ πρόσθεν εἶπον, αἱ μέχρι τῆς ιδ΄ ἡμέρας, ἧττον δὲ αὐτῶν αἱ μέχρι τῆς κ΄. ἐντεῦθεν δ’ ἄχρι τῆς μ΄ ἔτι δὴ καὶ μᾶλλον ἐκλύεται τὸ σφοδρὸν, ἀπ’ ἐκείνης δὲ τελέως ἔκλυτος γίνεται.

Ἡ δ’ ἀναλογία τῶν κρινουσῶν ἡμερῶν ἄχρι παντὸς διαφυλάττεται. καθάπερ γὰρ ἡ ιδ΄ καὶ πέρας ἐστὶ τῆς δευτέρας ἑβδομάδος καὶ ἀρχὴ τῆς γ΄, οὕτω καὶ ἡ λδ΄ πέρας θ’ ἅμα τῆς πέμπτης ἐστὶ καὶ ἀρχὴ τῆς στ΄, ὥστε ἀεὶ τὰς τρεῖς ἑβδομάδας εἴκοσιν ἡμέραις περιγράφεσθαι, καὶ διὰ τοῦτο τὴν ξ΄, ὡς καὶ πρόσθεν ἔφαμεν, οὐ τὴν ξγ΄ γενέσθαι κρίσιμον· ὡσαύτως δὲ καὶ τὴν π΄ τε καὶ ρκ΄. ὡς γὰρ τὸ τῶν κρίσεων ἀγωνιστικὸν ἐκλύεσθαι κατὰ βραχὺ τοῦ χρόνου προϊόντος, οὕτω καὶ τὰς ἀσθενεῖς κρισίμους ἀμαυροῦσθαι καὶ τελέως συμπίπτειν· μόνας δ’ ἄχρι παντὸς διαρκεῖν ὅσαι περιγράφουσι τελείαν περίοδον ἀριθμῶν κρισίμων. ἔοικε δ’, ὅσα γε διὰ τῆς πείρας· ἔνεστι μαθεῖν, πρώτη περίοδος τελεία ἡ τῶν εἴκοσιν ἡμερῶν ὑπάρχειν. εἰ μὲν γὰρ ἀεὶ κατὰ διάζευξιν ὁ τῆς ζ΄ ἀριθμὸς προὐχώρει, καθάπερ ἐπὶ τῶν πρώτων ἔχει δυοῖν, ἦν ἂν οὕτω γε καὶ αὕτη ἡ ζ΄ τελεία πρώτη περίοδος. ἐπεὶ δ’ ἡ μὲν δευτέρα τῆς πρώτης διέζευκται, συνῆπται δ’ ἡ τρίτη τῇ β΄, δῆλον ὡς οὐκ ἔτι φυλάττεται μετὰ τὴν ιδ΄ ἡμέραν ἡ ἐξ ἀρχῆς ἀναλογία. μετὰ μέντοι τὴν κ΄ ἡ αὐτὴ τῶν περιόδων τάξις ἄχρι παντὸς διαμένει, τῆς μὲν λδ΄ ἀνάλογον τῇ τεσσαρεσκαιδεκάτῃ γενομένης ἐκ δυοῖν ἑβδομάδων διεζευγμένων, τῆς δ’ αὖ τεσσαρακοστῆς ἀνάλογον τῇ κ΄ τὴν τρίτην ἑβδομάδα τὴν συνημμένην πληρούσης. τοῦτ’ οὖν αὐτὸ διδάσκων ἡμᾶς Ἱπποκράτης ἐν τῷ προγνωστικῷ μετὰ τὸ περὶ τῆς εἰκοστῆς ἡμέρας διελθεῖν ἐφεξῆς ἐρεῖ· μετὰ δὲ ταύτας ἐν τῷ αὐτέῳ τρόπῳ καὶ κατὰ τὸν αὐτὸν κόσμον ἡ πρώτη διὰ τεσσάρων καὶ τριάκονθ’ ἡμερῶν. πρώτην γὰρ εἶπε μετὰ τὴν εἰκοστὴν ἡμέραν εἶναι τὴν λδ΄ ὡς περίοδον, οὐχ ὡς ἡμέραν κρίσιμον, ἐπεὶ καὶ κδ΄ καὶ κζ΄ καὶ τὴν λα΄ μετὰ τὴν εἰκοστήν ἐστι κρίσιμος. ἀλλ’ ἐπειδὴ περί τε τῶν μικροτέρων περιόδων, αἳ δὴ τετράδες εἰσὶν, αὐτάρκως ἐδίδαξεν καὶ περὶ τῶν ἑβδομάδων αὐτῶν ἱκανῶς διεξῆλθεν, εὐθὺς ἐβουλήθη ἑξῆς τὰς ὑπολοίπους δύο περιόδους ἐπιδιδάξαι, τήν τε ἐκ τῶν δύο ἑβδομάδων συγκειμένην καὶ τὴν ἐκ τῶν τριῶν, ἀλλὰ τὴν μὲν ἐκ τῶν δύο οἷον ἡμιτελῆ τινα, τὴν δ’ ἐκ τῶν τριῶν ἀκριβῶς τελείαν. εἴ γε δὴ καὶ τὴν τεσσαρακοστὴν καὶ τὴν ξ΄ καὶ τὴν π΄ καὶ τὴν ρκ΄ ἐκ τῆς εἰκοστῆς πολλαπλασιαζομένης γίνεσθαι συμβέβηκε. τοῦτο οὖν αὐτὸ καὶ οὐκ ἄλλο γνώρισμα τελείας ἐστὶ περιόδου, ἤτοι συντεθειμένης ἀεὶ καὶ πολυπλασιαζομένης αὐτῆς ἐφ’ ἑαυτὴν, ἄλλης μηκέτι δεῖσθαι περιόδου. καὶ μὴν οὐδεμιᾷ τῶν πρὸ τῆς εἰκοστῆς ὑπάρχει τοῦτο. ἥ τε γὰρ ζ΄ εἴπερ ἑαυτὴν ἐπολυπλασίαζε διὰ παντὸς, εἴς τε τὴν εἰκοστὴν πρώτην ἂν ἐξέπιπτε καὶ τὴν κη΄ καὶ τὴν λε΄ καὶ τὴν μβ΄, ἡ τεσσαρεσκαιδεκάτη τήν τε κη΄ ὡσαύτως ἂν ἐποίει καὶ τὴν μβ΄. ἀλλὰ καὶ ἡ τετρὰς, καὶ ἥδε, εἰ τὴν σύνθεσιν αὐτῆς πρὸς ἑαυτὴν ἂν ἐποιεῖτο, τὴν ὀγδόην ἂν ἀπειργάσατο καὶ τὴν ιβ΄ καὶ ιστ΄ ἰσχυρὰς κρισίμους, ὥστ’ αὐτὴ μὲν ἡ τετάρτη ἐναργῶς οὐδὲ περίοδός ἐστιν, ἀλλ’ οἷον ἥμισυ περιόδου. τῆς γὰρ ἑβδομάδος διχῇ τμηθείσης ἡ τετάρτη δεξαμένη τὴν τομὴν πέρας μέν ἐστι τῆς πρώτης τετράδος, ἀρχὴ δὲ τῆς δευτέρας ἐγένετο. τάχα δ’ ἂν ἡ ἑβδομὰς αὕτη δόξειεν ἤδη τελεία περίοδος ὑπάρχειν. οὐ γὰρ δὴ κᾀπὶ ταύτης γε τὴν ἑβδόμην ἡμέραν ἀρχὴν τῆς δευτέρας ἑβδομάδος εἶναι συμβέβηκεν. οὕτω γὰρ ἂν εἰς τὴν τρισκαιδεκάτην, οὐκ εἰς τὴν ιδ΄ ἐνέπιπτε τὸ τέλος αὐτῆς. ἀλλ’ ἐπεὶ πάλιν ἡ ιδ΄ πέρας θ’ ἅμα τῆς δευτέρας ἑβδομάδος ἀρχή τε τῆς τρίτης ἐστὶν, οὐκέτ’ ἂν οὕτως γε τελεία περίοδος ἡ ἑβδομὰς ὑπάρχῃ. δὶς μὲν γὰρ ἑαυτὴν ἐπολυπλασίαζε, τὸ τρίτον δὲ οὐκ ἠδυνήθη. καὶ μὴν εἰ διὰ μὲν τὰς δύο τὰς πρώτας ἑβδομάδας ἐν διαζεύξει γενομένας ὁλόκληρόν τινα περίοδον ὑπολαμβάνειν χρὴ τὴν ἑβδομάδα, διὰ δὲ τὴν γ΄ συναφθεῖσαν οὐκέθ’ ὁλόκληρον, ἤτοι τελείως εἰς ἀπορίαν καταστῆναι ἀνάγκη τὸν λόγον ἢ τὴν ἑβδομάδα πρώτην γέ τινα τῇ τάξει καὶ ἁπλῆν περίοδον ἡγητέον εἶναι, τὴν δὲ ἐκ τῶν κ΄ ἡμερῶν συγκειμένην δευτέραν τε ἅμα καὶ σύνθετον καὶ τελείαν.

Ἅπτεται δή πως οὗτος ὁ λόγος τοῦ σκοπεῖσθαι, τίς τούτων ἐστὶ τῶν ἡμερῶν ἡ κρίνουσα τὰς ὀξείας νόσους. Ἱπποκράτους γὰρ εἰπόντος ἐν ἀφορισμοῖς, τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν ιδ΄ ἡμέρῃσιν, ἀφορμὴν ἐντεῦθεν ἐσχήκασιν οἱ σοφισταὶ λήρων μακρῶν, ὧν ἁπάντων χωρὶς οἷον τέ ἐστι καὶ προγνῶναι τὰς μελλούσας ἔσεσθαι κρίσεις καὶ δοκιμάσαι τὰς ἤδη γεγενημένας. εἰ γὰρ εἰκοσταῖον εἰ τύχοι προγνοὺς, κριθήσεσθαι τὸ νόσημα τὴν δίαιταν ὁμολογοῦσαν αὐτῷ  συστήσαιο, μέγιστα μὲν ἂν ὠφελήσῃς τὸν κάμνοντα, καλεῖν δ’ ἐξέσται σοι καὶ ὀξὺ καὶ χρόνιον αὐτὸ, μηδεμιᾶς ὠφελείας ἢ βλάβης ἐκ τῆς προσηγορίας εἰς τὸν νοσοῦντα γινομένης. ἔστω γὰρ ὀξὺ καλεῖσθαι τὸ τοιοῦτον νόσημα, πάντων ὀρθῶς τῶν κατὰ τὴν δίαιταν ἐπὶ τοῦ κάμνοντος γεγενημένων· τί παρὰ τοῦτο χεῖρον, ἢ βέλτιον ἔσται; πάλιν οὖν εἰ βούλει, χρόνιον αὐτὸ προσαγόρευσον, ἵν’ εἰδῷς ὅτι μηδὲν ἐκ τούτου βελτίων, ἢ χείρων ὁ κάμνων γίνεται. καθάπερ οὖν καὶ ἄλλα πολλὰ περὶ ὀνομάτων ἐρίζοντες οἱ σοφισταὶ τῶν μανθανόντων κατατρίβουσι τὸν χρόνον, οὕτω κᾀν τῷ περὶ τῶν ὀξέων καὶ χρονίων διορίζεσθαι. εἰ γὰρ δεῖ τἀληθὲς εἰπεῖν, οὐ δύο μόνας οἴεσθαι χρὴ νοσημάτων διαφορὰς, ἀλλὰ πάνυ πολλὰς, εἴ γε καὶ τεταρταῖος πυρετὸς εἰς ἐτῶν ἀριθμὸν ἐξέπεσε τοσοῦτον, ἐν ὅσαις ἡμέραις ἕτερος ἐκρίθη καί τις ἄλλη νόσος εἰς μῆνας ἐξικνεῖται πολλούς. αὕτη μὲν οὖν ἡ πρώτη διαφορὰ τριττὴ, τῶν μὲν ἐν ἡμέραις, τῶν δὲ ἐν μησὶν, τῶν δὲ ἐν ἔτεσιν ὅλοις κρινομένων. κατὰ μέρος δὲ πάλιν ἐν μὲν τοῖς εἰς μῆνας ἐκπίπτουσι νοσήμασιν οὐχ ὅμοιον δήπουθέν ἐστι δυοῖν μηνῶν γενέσθαι τὴν λύσιν ἢ ἑπτά. οὕτω δὲ κᾀπειδὰν ἡμερῶν, ἢ ἐτῶν ἀριθμῷ λύεται τὰ νοσήματα, παμπόλλη διαφορά. τί γὰρ ὅμοιον ἢ τριταῖον, ἢ εἰκοσταῖον κριθῆναι, τί δ’ ὅμοιον εἰκοσταῖον, ἢ μ΄; εἰ μὲν δὴ τὴν φυσικὴν αὐτῶν ἐθέλεις ἐξευρίσκειν διαφορὰν, ὅσαι περ αἱ τῶν κρινουσῶν ἡμερῶν εἰσι περίοδοι, τοσαύτας ἀναγκαῖον ἔσται σοι ποιεῖσθαι καὶ τὰς νόσους. ἑτέρας μὲν οὖν φύσεως ὑποθεμένῳ, ὥσπερ οὖν δὴ καὶ ἔστιν ἑτέρας τὸ μὴ δυνάμενον ὑπερβαλεῖν τὴν πρώτην τετράδα, ἑτέρας δὲ τὸ τὴν ζ΄ μὴ ὑπερβαῖνον, οὕτω δὲ καὶ τῆς ια΄ καὶ τῆς ιδ΄ καὶ τῆς ιζ΄ καὶ τῆς κ΄ ἁπασῶν τε τῶν ἐφεξῆς κρισίμων ἴδιον ἑκάστης ἡγήσασθαι νόσημα.

Πρὸς μέντοι τὴν διδασκαλίαν ἄμεινον ἐν μείζοσιν ὅροις αὐτὰ περιλαμβάνειν, ὅπως μὴ πάμπολλα γίνοιντο· μὴ μέντοι μηδὲ πάλιν οὕτω μακροῖς ὡς ἐφεξῆς ἀλλήλων τάττειν τὰ πάμπολυ διαφέροντα, ὅθεν οὐδὲ τοὺς δύο τὰ πάντα τῶν νοσημάτων εἴδη τιθεμένους, εἶτ’ ἄτμητον αὐτῶν ἑκάτερον φυλάττοντας ἐπαινῶν, οὔτε τοὺς τοσαύτην εἶναι λέγοντας ὅσαι περ αἱ τῶν κρινουσῶν ἡμερῶν εἰσι περίοδοι. τίς ἂν οὖν ἡ ἀρίστη διδασκαλία γίνοιτο καὶ μάλιστα τῇ χρείᾳ τῆς τέχνης ἐπιτήδειος; εἴ τις τῶν σοφιστῶν ἰατρῶν ἐπιχειρήσειεν ἰατρεύειν ἐπιμελῶς, ἐάσας τὸν ὑψηλὸν ἐκεῖνον θρόνον ἐφ’ οὗ καθεζόμενος ὥσπερ τις μέγας βασιλεὺς ἐπιτρίβει τὰ μειράκια, τοῦτον εὖ οἶδ’ ὅτι πρὸς αὐτοῦ τοῦ πράγματος ἐκδιδαχθήσεται τὸ χρήσιμον. ὥσπερ οὖν καὶ ὁ πάντα θαυμαστὸς Ἱπποκράτης ἀπὸ τῶν ἐναργῶν αὐτῶν ὁρμώμενος ποτὲ μὲν οὕτω γράφει· ὅκου μὲν κάτοξυ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους ἔχει πόνους καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι· ποτὲ δ’ οὕτω· τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν. εἶτ’ αὖθις· αὗται μὲν οὖν διὰ τεσσάρων εἰς τὰς κ΄ ἐκ προσθέσιος ἀφικνέονται. εἶτ’ αὖθις δὲ πάλιν· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν μ΄ ἡμέρῃσι κρίνεται. καὶ μὲν δὴ καὶ τῆς ξ΄ καὶ τῆς π΄ καὶ τῆς ρκ΄ αὖθις μέμνηται καὶ ταύτας πάλιν καταλιπὼν τὰς μὲν θερινὰς νόσους χειμῶνος λύεσθαί φησι, τὰς δὲ χειμερινὰς θέρους. λέγει δὲ καὶ οὕτως· τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται μὲν ἐν μ΄ ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν αὗται πᾶσαι πρός τε διδασκαλίαν ἅμα σαφῆ καὶ πρὸς τὴν τῶν ἀῤῥώστων χρείαν ἱκανῶς ὠφέλιμοι διαφοραί. καὶ γὰρ οὖκ καὶ τὸ τῆς διαίτης εἶδος ἕτερος ἐφ’ ἑκάστης ἐστίν. γνοίης δ’ ἂν μάλιστα τὸν αὐτὸν ἄῤῥωστον ἐν ἁπάσαις αὐταῖς ἐξ ὑποθέσεως ὑποβαλὼν τῷ λόγῳ. νεανίσκος δή τις ἰσχυρὸς ἑαλωκέτω νοσήματι κατὰ τὴν πρώτην τετράδα κριθήσεσθαι μέλλοντι, τὸν ἀφορισμὸν ἐπὶ τούτου μάλιστα προχειρισάμενος ἐκεῖνον. ὅκου μὲν οὖν κάτοξυ τὸ νόσημα αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι, μήτε τροφήν τινα δῷς τούτῳ μήτε μελίκρατον ἢ ἄλλο τι τοιοῦτον, ἀλλὰ καὶ τοῦ ὕδατος ὅσον οἷόν τε φείδεσθαι κέλευε. τὸν αὐτὸν τοῦτον νεανίσκον ὑποθέμενος ἑβδομαῖον κριθήσεσθαι, βραχύ τι τῆς προειρημένης διαίτης ὑπάλλαξον, ἤτοι μελίκρατον διδοὺς ἤ τι τοιοῦτον ἕτερον πόμα τῇ φύσει τοῦ νοσήματος οἰκεῖον, ὡς Ἱπποκράτης ἐδίδαξε. προσδιοριεῖς δὲ καὶ ταῦτα τὰ μὲν αὐτὸς ἀπό τινων σημείων, οἷον κράσεως, ἔθους καὶ ἡλικίας ἀνευρίσκων, ἔνια δὲ καὶ τοῦ νοσοῦντος ἀναπυνθανόμενος, εἰ στόμαχον ἰσχυρὸν ἔχει μακρὰς ἀσιτίας φέρειν δυνάμενον, ἢ κακούμενον ἑτοίμως καὶ ῥᾳδίως διαλυόμενον. οὕτω δὲ καὶ τὴν ἕξιν ἐπισκοπῶν τἀνθρώπου τὰ μὲν αὐτὸς ἐξ ὧν ἔμαθες ἐν τοῖς περὶ κράσεων ἐξευρίσκων, ἔνια δὲ καὶ τοῦ νοσοῦντος ἀναπυνθανόμενος. εἰσὶ γάρ τινες ἱκανῶς εὐδιαφόρητοι καὶ διὰ τοῦτο μακροτέρας ἀσιτίας οὐ φέρουσιν, οὐδ’ ἂν ἰσχυροὶ τὴν δύναμιν ἔμπροσθεν ὦσιν. εἰ δή σοί τι τοιοῦτον ἀνερωτῶντι καὶ αὐτῷ στοχαζομένῳ φαίνοιτο καὶ ῥᾳδίως μὲν ὁ κάμνων διαφοροῖτο, ῥᾳδίως δ’ ὁ στόμαχος αὐτοῦ πάσχοι, πτισάνης χυλὸν ἀκριβῶς διηθημένον ἑκάστης ἡμέρας ὀλίγον διδόναι καὶ μνημονεύων πάλιν ἐνταῦθα τοῦ πρὸς Ἱπποκράτους εἰρημένου, ὅσον ἕνεκα τοῦ ἔθους εἰσιέναι τι καὶ κεναγγείην μὴ γίνεσθαι πολλὴν, αὐτῆς δὲ ἑβδόμης ἐπιστάσης μηκέτι τρέφειν, ἀλλὰ πρὸ μιᾶς, ἢ πρὸσθεν ἔλαττον διδόναι. καὶ γὰρ οὖν καὶ περὶ τούτων ἀκριβῶς ἡμᾶς ἐδίδαξεν ὁ παλαιὸς ἐν τῷ περὶ διαίτης ὀξέων. εἰ μέντοι τριταῖος ἢ τεταρταῖος ὁ τοιοῦτος νεανίσκος ἐλπίζοιτο κριθήσεσθαι,  μήτε τοῦ στομάχου τὴν κάκωσιν μήτε τῆς ἕξεως τὴν κένωσιν ὑπόπτευε. πρὸς μέντοι τῷ νέος ὑπάρχειν ἅμα καὶ ἰσχυρότατος εἶναι καὶ ῥᾳδίως ἀσιτιῶν ἀνέχεσθαι μακρῶν οὗτος ὁμολογήσει καὶ δυσδιαφόρητός σοι φαίνοιτο καὶ μηδὲν εἴη νόσημα νοσῶν τοιοῦτον ὡς ὀξυμέλιτος ἢ μελικράτου δεῖσθαι, τελέως ἀσιτεῖσθαι τοῦτον ἐγχωρεῖ μέχρι τῆς ζ΄· εἰ δ’ εἰς τὴν γ΄ ἢ δ΄ τετράδα κρίσιν ἔσεσθαι προσδοκήσειεν, οὐκέτ’ ἐγχωρεῖ τὸν τοιοῦτον οὔτ’ ἐπ’ ἀσιτίας φυλάττειν οὔτ’ ἐπὶ μόνου πόματος· ὥστε οὐ σμικρά τις ἡ μεταβολὴ τῆς διαίτης, οὔκουν οὐδὲ τῶν νοσημάτων ἡ διαφορά σμικρά.

Καλείσθω δὴ τὸ μὲν ἄχρι τῆς ἑβδόμης ἐκτεινόμενον κάτοξυ, τὸ δὲ καὶ περαιτέρω που προϊὸν ἁπλῶς ὀξὺ, μεμνημένων ἡμῶν καὶ τῆς ἐν τῷ κατόξει διαφορᾶς. ἀκριβῶς μὲν γὰρ κάτοξυ τὸ μέχρι τῆς τετάρτης ἡμέρας, οὐκ ἀκριβῶς δὲ τὸ μέχρι τῆς ἑβδόμης ἐκτεινόμενον. οὕτω δὲ καὶ τῶν ὀξέων ἀκριβῶς μὲν ὀξὺ τὸ μέχρι τῆς τεσσαρεσκαιδεκάτης, οὐκ ἀκριβῶς δὲ τὸ μέχρι τῆς εἰκοστῆς, ὀξὺ μέντοι καὶ αὐτό. γένος δ’ ἄλλο νοσημάτων ἐπὶ τῷδε ἐκ μεταπτώσεως ὀξὺ μέχρι τῆς τεσσαρακοστῆς. καλεῖν γὰρ ἄμεινον οὕτως αὐτὸ, διότι τῶν ὀξέων τινὸς ἐλλιπῶς κριθέντος ἐντὸς τῆς εἰκοστῆς ἡμέρας, εἶτα θραυσθείσης τῆς σφοδρότητος, τὸ καταλειπόμενον ἐντὸς τῆς τεσσαρακοστῆς εἴωθε λύεσθαι. ἔνια δ’ εὐθὺς ἐξ ἀρχῆς οἷον κωλυόμενά τε καὶ βραδέως κινούμενα καὶ μηδεμίαν ἀθρόαν ἐν τῷ μεταξὺ ποιησάμενα μεταβολὴν εἰς τὴν τεσσαρακοστὴν ἐκτείνεται. διττὴ δὲ καὶ τούτων ἡ φύσις· ἢ γὰρ εἰς ἀπυρεξίαν ἀκριβῆ τὰς παρακμὰς τῶν παροξυσμῶν ἔχει τελευτώσας, ἢ συνεχὴς ὁ πυρετὸς ἀεὶ διαμένει. τὰ μὲν δὴ τοιαῦτα τῆς τῶν ὀξέων φύσεως ἔχεσθαι δοκεῖ, τὰ δὲ ἕτερα σαφῶς ἐστιν ἤδη χρόνια. πολλαχῇ μὲν δὴ καὶ ἄλλοθι τὸν Ἀρχιγένην δίκαιον ἐπαινεῖν, οὐχ ἥκιστα δὲ καὶ ταύτην ἄν τις γνωρίσειεν αὐτοῦ τὴν περὶ τὰ τῆς τέχνης ἔργα σπουδὴν, ὅτι μὴ τοῖς χρόνοις μόνοις ψιλοῖς, ἀλλὰ καὶ τῇ κινήσει τε καὶ φύσει μᾶλλον ὀξὺ ἢ κάτοξυ προσαγορεύει νόσημα. τὸ γὰρ ἀργῶς τε καὶ βραδέως καὶ μετὰ διαλειμμάτων ἀπυρέτων ἕως τῆς μὲν τεσσαρακοστῆς ἐκτεινόμενον οὐκ ἄν τις εὖ φρονῶν ἔτι καλέσειεν ὀξὺ, φησί. καὶ γὰρ εἰ θᾶττον τῆς μ΄ παύοιτο τοιοῦτον ὑπάρχον, ἤδη χρόνιόν ἐστιν. ἕτερα δὲ νοσήματα βραχυχρόνια μὲν ὀνομάζει, δίκαιον δ’ εἶναί φησι μήτ’ ὀξέα μήτε χρόνια προσαγορεύεσθαι, καθάπερ τοὺς μικροὺς τούτους καὶ ἀκινδύνους πυρετούς. οὗτοι γὰρ ὅτι μὲν οὐκ εἰσὶ χρόνιοι πρόδηλον, ἀποκεχωρήκασι μέντοι τῆς τῶν ὀξέων φύσεως. ὀξὺ γὰρ δὴ τοῦτ’ εἶναί φησιν ὃ ᾖ διὰ ταχέων κινδυνῶδες. ὁρᾷς οὖν ὅτι καὶ λύσεως ἐνίοτε τὴν αὐτὴν ἐχούσης προθεσμίαν ἢ ὀξὺ τὸ νόσημα καλέσομεν ἢ οὐκ ὀξύ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐνίοτε τὸ μὲν ὀξὺ, τὸ δὲ χρόνιον, αὐτῇ τῇ κινήσει μόνῃ διορίζοντες. οἶδα γοῦν πολλοὺς ἕως τῆς τεσσαρακοστῆς ἡμέρας ἐν συνεχεῖ πυρετῷ γινομένους, οὕτω δὲ καλῶ δηλονότι τὸν μὴ παυόμενον εἰς ἀπυρεξίαν, ὥσθ’ ὅτι μὲν οὐκ ἦν χρόνιος ἡ τοιαύτη νόσος ἔχειν εἰπεῖν, οὐ μὴν οὐδ’ ἁπλῶς γ’ ὀξεῖαν αὐτὴν ὀνομάζειν εὔλογον. ἀλλὰ γὰρ ἐπειδὴ τά τ’ ἐκ μεταπτώσεως ὀξέα τῆς ἀκριβοῦς λύσεως ὅρον ἔχει τὸν ἐξωτάτω τὴν τεσσαρακοστὴν ἡμέραν, ἔνια δὲ διὰ παντὸς ἐν συνεχείᾳ πυρετοῦ μέχρι ταύτης ἐξετάθη· κείσθω καὶ οὕτως ὁ χρόνος ἐνίοτε μὲν ἤδη χρονίων σαφῶς νοσημάτων, τῶν ἐχόντων διάλειμμα, ὡς ἔμπροσθεν εἶπον, ἐνίοτε δ’ ὀξέων εἶναι κριτικός. οὕτως οὖν ὁ Ἱπποκράτης ἔλεγεν ἐν τῷ προγνωστικῷ· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται· οὐ γὰρ ἁπλῶς ὀξέων εἶπε καίτοι δυνάμενος εἰπεῖν, ἀλλὰ μετὰ προσθήκης τοῦ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται, ὡς ὄντων τινῶν ὀξέων, ἃ τῆς παντελοῦς λύσεως ἕνεκα εἰς αὐτὴν ἐκτείνεται τὴν ἡμέραν. τὰ μὲν οὖν ἁπλῶς ὀξέα τῆς τεσσαρεσκαιδεκάτης οὐκ ἂν ἐξωτέρω προβαίη μὴ κριθέντα, τὰ δὲ εἰς μ΄ ἐκπίπτοντα ποτὲ μὲν αὐτὰ τοιαῦτά ἐστι, τὰ ἐντὸς τῆς τεσσαρεσκαιδεκάτης ἐλλιπῶς κριθέντα, ποτὲ δὲ ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα μὴ πάνυ τι πολλάκις γινόμενα. καὶ μὲν δὴ καὶ τρίτα τὰ σαφῶς ἤδη βραδέα τὰ τοῖς ὀξέσιν ἀντιδιαιρούμενα τὴν τεσσαρακοστὴν ἡμέραν ἔχει κρίσιμον. ἀλλὰ περὶ μὲν τούτων ὀλίγον ὕστερον ἐροῦμεν. ὅλον δὲ τὸ προειρημένον γένος τῶν ἐκ μεταπτώσεως ὀξέων ὀνομαζέσθω. δέδεικται μὲν οὖν ἡμῖν καὶ δι’ ἑτέρων καὶ μάλιστα ἐν τῷ τρίτῳ τῶν περὶ δυσπνοίας ὡς ἐν τῷ προγνωστικῷ γράμματι περί τε τῶν ἁπλῶς ὀξέων διαλέγεται καὶ προσέτι τῶν ἐκ μεταπτώσεως ἐκείνων ἀποτελουμένων. ὅταν οὖν ἐπὶ τῇ τελευτῇ μὲν τοῦ βιβλίου καθόλου ποιούμενος τὴν ἀπόφασιν εἴποι· ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων νοσημάτων καὶ ὅσα ἐκ τουτέων γίνεται· κατὰ μέρος δὲ περὶ μὲν ὑδρώπων ᾧδέ πως· οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων γινόμενοι πάντες κακοί· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὅταν περὶ τῶν ἐμπύων τε καὶ φθισικῶν ὀνομαζομένων καὶ τῶν ἐξ ἀποστήματος εἰς χρόνον ἐμπιπτόντων μακρότερος ὁ λόγος αὐτῷ γίνηται, σαφῶς δηλοῖ ὡς οὐκ ἐπελάθετο μὲν τοῦ προκειμένου, τὰ δὲ ἐκ τῶν ὀξέων νοσημάτων γινόμενα, κᾂν ᾖ χρόνια, διέρχεται. οὕτως οὖν κᾀκεῖνα εἴρηται· αἱ δ’ ἄλλαι ἐκπυήσιες αἱ πλεῖσται ῥήγνυνται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριακοσταῖαι, αἱ δὲ τεσσαρακοσταῖαι, αἱ δὲ πρὸς ἑξήκοντα ἡμέρας ἀφικνέονται. καὶ μὲν δὴ κᾀν τῷ καταλόγῳ τῶν κρισίμων ἡμερῶν τῶν κατὰ τὸ προγνωστικὸν  ἕως τῆς ἑξηκοστῆς ἡμέρας προέβη δεόντως. ἐπεὶ γὰρ οὐ περὶ τῶν ὀξέων μόνον, ἀλλὰ καὶ τῶν ἐκ τούτων γινομένων ὁ λόγος ἦν αὐτῷ, προσηκόντως, οἶμαι, κᾀν ταῖς κρισίμοις αὐταῖς, κᾀν τῇ περὶ ῥήξεως τῶν ἀποστημάτων διδασκαλίᾳ τῆς ἑξηκοστῆς ἡμέρας ἐμνημόνευσε. ταύτην οὖν τὴν διδασκαλίαν οἱ μὴ νοήσαντες εἰκῇ καὶ μάτην ἐν τούτοις πλέκουσι ζητήματα, μάχεσθαι νομίζοντες τῷδε τῷ λόγῳ τῷ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένῳ τῷ φάσκοντι, τὰ ὀξέα τῶν νοσημάτων ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι κρίνεται, ὥσπερ οὐκ αὐτοῦ τοῦ Ἱπποκράτους ἀκριβῶς ἐνδειξαμένου τῷ λόγῳ τῶν ἐκ μεταπτώσεως ὀξέων τὴν φύσιν ἑτέραν τῆς τῶν ἁπλῶς ὀξέων. αὐτὸ γὰρ δὴ τοῦτ’ ἐναντίον ἐστὶν ἢ ἐκεῖνοι νομίζουσιν. εἰ μὴ γὰρ διττὴν ἠπίστατο τῶν ὀξέων τὴν φύσιν, ἑτέραν μὲν τῶν ἁπλῶς ὀξέων, ἑτέραν δὲ τῶν ἐκ μεταπτώσεως, οὐκ ἂν διωρίσατο τῇ προσθήκῃ τὴν ἀπόφασιν, ἀλλ’ ἁπλῶς εἶπεν ἂν, εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασι. νυνὶ δὲ ἐπειδὴ τὴν τοιαύτην λέξιν ἠπίστατο τῶν ἁπλῶς ὀξέων ἐσομένην ἐνδεικτικὴν, οὐ μὴν ἐβούλετό γ’ οὕτως, ἀλλὰ σὺν αὐτοῖς καὶ τἄλλα περιλαβεῖν, εὐλόγως προσέθηκε πρῶτον μὲν τὸ ὁπόσα σὺν πυρετοῖς εἰσι, μηκέτι προσγράψας τοῖσι συνεχέσιν, ὅπερ ἴδιον ἦν τῶν ἁπλῶς ὀξέων· ἔπειτα δὲ καὶ τὸ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται, ὡς ἂν ἄλλων τινῶν ὄντων ὀξέων, ἃ οὐκ ἐν μ΄ ἡμέρῃσι κρίνεται. πανταχόθεν οὖν αὐτῷ διώρισταί τε καὶ δέδεικται σαφῶς ἡ φύσις τῶν νοσημάτων, ὑπὲρ ὧν ὁ σύμπας ἐστὶ κατὰ τὸ προγνωστικὸν λόγος. οἱ δ’ ἐξηγηταὶ τὰ σαφῶς εἰρημένα ζητοῦσιν ἀσαφῆ ποιῆσαι. τὸ μὲν οὖν ὀνόματος προσθήκῃ λύειν ἐπιχειρεῖν ὃ πλέκουσι ζήτημα συγγνωστὸν, ἀλλὰ τοῦτο μὲν ποιήσουσιν οἱ οὕτω γράφοντες· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. τινὲς δὲ καὶ μὴ προσγράφοντες ἐν τῇ ῥήσει τὸ καὶ ὁκόσα, συνυπακούειν δεῖ, φασὶν, ἵν’ ὁ λόγος αὐτῷ γένηται διπλοῦς, ὁ μὲν ἕτερος περὶ τῶν ὀξέων νοσημάτων, ὑπὲρ ὧν ἀπεφήνατο κατὰ τοὺς ἀφορισμοὺς, ὁ δ’ ἕτερος ὑπὲρ τῶν ἄλλων, ὅσα σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. τὸ δὲ μηδὲ ἐν τοῖς ἀφορισμοῖς οἴεσθαι τὴν ιδ΄ ἡμέραν κρίσιμον, ἀλλὰ κᾀκεῖ δεκατέσσαρας τὰς πάσας ὑπολαμβάνειν ἀποφαίνεσθαι τὸν Ἱπποκράτην κρισίμους ἡμέρας ὑπάρχειν, εἶναι γὰρ τοσαύτας, εἴ τις ἀπὸ τῆς τρίτης, ἣ πρώτη πασῶν κρίνειν πέφυκεν, ἀριθμήσειεν ἄχρι τῆς μ΄, οὐ μικρᾶς καταγνώσεως ἄξιον. οὔτε γὰρ ὡς ἰατροὶ τοῦτο λέγουσιν οὔθ’ ὡς ἀριθμεῖν γινώσκοντες οὔθ’ ὡς ἀναγινώσκειν εἰδότες. ἰατροὶ γὰρ ὄντες ἠπίσταντό τε ἂν πρῶτον μὲν ὡς οὐδὲν τῶν ἀκριβῶς ὀξέων εἰς τὴν μ΄ ἡμέραν ἀφικνεῖται μὴ προκριθέν· ἔπειτα δὲ καὶ ὡς οὐδὲ τεσσαρεσκαίδεκα τὸν ἀριθμόν εἰσιν αἱ μέχρι τῆς μ΄ κρίσιμοι. κατὰ τοῦτο δὲ οὐδὲ ἀριθμεῖν ἄν τις αὐτοὺς ἐπίστασθαι φαίη. πλείους γάρ εἰσι τῶν δεκατεσσάρων τό τε ἀληθὲς αὐτὸ καὶ τὸ φαινόμενον ἐπὶ τῶν ἔργων σκοπουμένοις καὶ μέντοι καὶ τὸ πρὸς Ἱπποκράτους ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰρημένον. ἔμπροσθεν δὲ παρέγραψα τὴν λέξιν ἐκείνην, ἐν ᾗ διδάσκει τὰς κρισίμους ἡμέρας ἁπάσας, εἴ τις ἀριθμεῖν ἐπίσταται, πλείους εὑρήσει τῶν ιδ΄ μέχρι τῆς μ΄ γενομένας. εἰ δὲ τὰς κατὰ τετράδα μόνας ἀριθμεῖ τις, ἴσως γὰρ ἐπὶ τούτῳ ἐξελεγχόμενοι πάλιν μεταβήσονται, ἐλάττους εἰσὶν, αἱ δὲ τῶν ιδ΄. ὅτι δ’ οὐδ’ ἀναγινώσκειν ἴσασιν οἱ τὰ τοιαῦτα λέγοντες ᾧδ’ ἂν μάλιστα γνοίης. εἰ μὲν οὖν ἐν τῷ προγνωστικῷ τὴν μ΄ ἡμέραν κρίσιμον εἶπεν εἶναι τῶν ὀξέων, ἔπειτα ἐν τοῖς ἀφορισμοῖς ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι ταῖς πάσαις ἔλεγεν αὐτὰ κρίνεσθαι, τότε γ’ ἐνεχώρει τι τοιοῦτον οἷον ἐκεῖνοι λέγουσιν ἐπινοεῖν. ἐπεὶ δὲ κᾀν τῷ προγνωστικῷ ἐν τεσσαράκονθ’ ἡμέρῃσιν ἔφησιν αὐτὰ κρίνεσθαι, κᾀν τοῖς ἀφορισμοῖς ἐν τεσσαρεσκαίδεκα, γελοιότατόν ἐστι τῆς αὐτῆς λέξεως ἄλλοτ’ ἄλλως ἀκούειν. ἀμείνους δὲ τούτων οἱ μὴ ζητοῦντες τοὺς λόγους ἀποδεῖξαι, ὁμολογοῦντες ἄλλου μὲν εἶναι τοὺς ἀφορισμοὺς ἀνδρὸς, ἄλλου δὲ τὸ προγνωστικὸν, ἀλλ’ οὗτοι θαυμαστοὶ τῆς μεγαλοψυχίας. ὅτι δὲ τὸ χρήσιμον εἰς τὴν τοιαύτην διδασκαλίαν ὁ Ἱπποκράτης ἐπισκοπούμενος ἀεὶ τὰ μὲν ἁπλῶς ὀξέα τὴν ιδ΄ ἡμέραν ὅρον ὀρθῶς ἔφησεν ἔχειν, τῶν δ’ ἐκ μεταπτώσεως ὀξέων τὰ μὲν τὴν μ΄, τὰ δὲ τὴν ξ΄, αὐτάρκως ἐπιδέδεικται.

Χρὴ δὲ εἰδέναι καθόλου περὶ τῶν τοιούτων ἁπάντων ὡς ὅσα ποσοῦ τινος εἰς μόρια διαιρουμένου γίνεται, ἔχει τὴν σωριτικὴν ἀπορίαν ἑπομένην. δεῖ τοιγαροῦν οὕτω τέμνειν ἐπιχειρεῖν ὡς μήτε τὰ πολὺ διαφέροντα μόρια συνάπτειν ἀλλήλοις, ὅπερ εἰς ὀλίγα τεμνομένου τοῦ παντὸς ποσοῦ γίνεται, μήθ’ οὕτω πολλὰ ποιεῖν ὡς τὸ τῆς διδασκαλίας χρηστὸν ὑπερεκπίπτειν. ὡς οὖν ἐνδέχεται τὰ κάλλιστα διελεῖν, οὕτω μοι φαίνεται τέμνεσθαι τὰ πρὸς Ἱπποκράτους. πρῶτον μὲν γὰρ τὰ κατόξεα μέχρι τῆς ἑβδόμης ἐνδείκνυται προϊέναι, δι’ ὧν, ὡς ἔφην, ἐν ἀφορισμοῖς εἶπεν ἐσχάτως χρῆναι λεπτῶς διαιτᾷν αὐτά. εἶτα μετὰ ταῦτα ἐν τῷ περὶ διαίτης ὀξέων, ἄχρι τῆς ἑβδόμης τινὰς ἐν ἀσιτίᾳ φυλάττειν παντελεῖ. ἔπειτα δὲ καὶ τὴν ιδ΄ τῶν ἁπλῶς ὀξέων τέλος ἔθετο, κᾄπειτα μέχρι τῆς κ΄ προὔβη. αὖθις δὲ καθ’ ἑκάτερον εἶδος νόσου, ἄχρι τῆς μ΄, καὶ αὖθις δὲ καθ’ ἑκάτερον ἕως τῆς ξ΄, εἶτ’ αὖθις ὅρον ἔσχατον τῶν κρινουσῶν ἡμερῶν τὴν ρ΄ τε καὶ εἰκοστὴν ἐποιήσατο, τεττάρων δηλονότι μηνῶν ὑπάρχοντα  χρόνον. ἑξῆς δὲ τὰ μὲν ἐν μηνῶν ἀριθμῷ κριτικῶν, τὰ δὲ ἐν ἐτῶν λύεσθαι λέγει. τὸ μὲν οὖν εἰς τὴν διδασκαλίαν χρήσιμον τοῦτ’ ἔστι. παρεμπίπτει δέ τινα λογικὰ ζητήματα παραμυθίαν ἐπιζητοῦντα, καθάπερ, οἶμαι, καὶ τόδε, τῶν ὀξέων ὁμολογουμένων εἶναι νοσημάτων, ἔνια τὴν ιδ΄ ἡμέραν ὑπερβαίνοντα φαίνεται, καὶ διὰ τοῦτο καὶ Διοκλῆς οὐ τὴν ιδ΄, ἀλλὰ τὴν εἰκοστὴν ὅρον αὐτῶν ἐτίθετο, κατὰ τοῦτο μὲν ἁμαρτάνων, ὅτι μὴ τὴν κ΄ μᾶλλον, ἀλλὰ τὴν κα΄ ὅρον αὐτῶν ἔτι ἐτίθετο, οὐ μὴν ἐκεῖνός γε πάντως σφαλλόμενος ἐν τῷ ιδ΄ ὑπερβαίνειν. ἴσμεν γάρ τινας τῶν ὀξέως διανοσησάντων ἑπτακαιδεκαταίους τε καὶ εἰκοσταίους κριθέντας, ὥσπερ ἀμέλει καὶ παρ’ αὐτῷ τῷ Ἱπποκράτει ἐν αὐτοῖς τοῖς ἐπιδημίοις ἔστιν εὑρεῖν. πῶς οὖν, εἴπερ τοῦτο οὕτως ἔχει, καὶ φαίνεταί τινα τῶν ὀξέων νοσημάτων ὑπερβαίνοντα τὴν ιδ΄ ὅρον αὐτῶν, τήνδε τὴν ἡμέραν ἐν ἀφορισμοῖς ἐποιήσατο; πρόχειρον μὲν ἦν φάναι σπάνιον μὲν εἶναι τοῦτο, πλειστάκις δὲ θάτερον ἀποβαίνειν εἴωθεν. ἔστι δ’ ὅτε τὸν Ἱπποκράτην μόνον ἀποφαίνεσθαι τὸ πλειστάκις ὀφθὲν, ἐν οὐδενὶ λόγῳ τὸ σπάνιον τιθέμενον. ἀλλὰ καὶ βαθυτέρας τινὸς ἔχεται γνώμης ἡ ἀπόφασις, ἄν τις αὐτὴν ἐξετάζῃ προσηκόντως. ὅσα γὰρ εἰς τὴν ιζ΄ ἡμέραν, ἢ τὴν εἰκοστὴν ἐξέπεσεν ἀκριβῶς ὀξέα νοσήματα, πάντως ἤρξατο ταῦτα καθάπερ ὑποβρύχια βραδέως τε καὶ οἷον μεμολυσμένως κινεῖσθαι. κᾄπειτα τὰ μὲν ἐν τῇ πρώτῃ τετράδι, τὰ δὲ ἐν τῇ δευτέρᾳ τὴν τῶν ἀκριβῶς ὀξέων ἀπολαμβάνοντα κίνησιν, εἰς τὴν ιζ΄ τε καὶ κ΄ ἐξέπεσεν, ἐντὸς τῆς ιδ΄ καὶ ταῦτα τῆς ἑαυτῶν κριθέντα. τὰ γὰρ ἐν τῇ τετράδι τῶν ἡμερῶν ἀπαρξάμενα τῆς ὀξύτητος, ἔπειτα ἑπτακαιδεκαταῖα κριθέντα, δῆλον ὡς οὐχ ὑπερέβη τὴν ἑαυτῶν τεσσαρεσκαιδεκάτην. οἶδε δὲ τοῦτο καὶ αὐτὸς μὲν ὁ Διοκλῆς καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες οἱ παλαιοί. φρενιτικοὺς γοῦν εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας οὐ πάνυ τι γίνεσθαί φησιν. εἰ τοίνυν τις ἀρξάμενος φρενιτίζειν, ἤτοι πεμπταῖος, ἢ ἑβδομαῖος, ἢ ἑπτακαιδεκαταῖος, ἢ εἰκοσταῖος κριθείη, πρόδηλον ὡς ἐντὸς τῆς ἑαυτοῦ ιδ΄ ἐκρίθη. κατὰ τοῦτο δὴ καὶ μάλιστα νομίζω τὴν κ΄ ἡμέραν εἰς ἀμφιβολίαν ἐμπεσεῖν, ἐπαμφοτερίζουσαν τῇ δυνάμει τῷ πολλάκις μὲν τὰ μετὰ τὰς πρώτας ἡμέρας, ὀξέα νοσήματα γενόμενα κρίνειν, ἐνίοτε δὲ ἐπικρίνειν τὰ προκριθέντα. τῶν γὰρ ἀπὸ τῆς πρώτης ἡμέρας ὀξέων οὐδὲν εἰς ταύτην ἐμπίπτει μὴ προκριθέν. εἰ δ’ ἔν τινι τῶν ἔμπροσθεν ἡμερῶν ἐλλιπῶς κεκριμένον αὕτη τελείως ἀπαλλάξειεν, οὐκ ἀναιρεῖ τὸ τῶν ὀξέων νοσημάτων τὴν ιδ΄ εἶναι πέρας. ὅσα δὲ κατὰ τὴν ἀρχὴν ὑποβρύχιά τε καὶ μολυνόμενα φανεῖται καὶ μετὰ ταύτην ἕως τῆς μ΄ τοιαῦτα μείναντα, πάλιν ἐπιταθῇ, ταῦτα χρόνια δικαίως ἄν τις ὀνομάσειεν. ὥσπερ γε τῶν ὀξέων μὲν σαφῶς παθῶν, ἀλλ’ ἔν τινι τῶν πρὸ τῆς κ΄ κριθέντων οὐκ ἀσφαλῶς, εἶτα διαλιπόντων, κᾄπειθ’ ὑποστρεψάντων, εἶτ’ αὖθις ὀξέων γινομένων, κᾄπειτ’ ἐν τῇ μ΄ κριθέντων, διαπορήσειεν ἄν τις, εἴθ’ ἁπλῶς ὀξέα καλεῖν αὐτὰ προήκει, εἴτ’ ἐκ μεταπτώσεως ὀξέα, πολὺ δὲ μᾶλλον εἰ χρόνια. ἐν μὲν δὴ τοῖς ἀμφιβόλοις τε καὶ ἀσαφέσιν οὐ χρὴ ζητεῖν ἀπόφασιν ἀσφαλῆ. κατὰ γὰρ τὴν τῶν πραγμάτων φύσιν ἀεὶ χρὴ γίνεσθαι τὰς ἀποφάσεις ἀσφαλεῖς. ἐν οἷς δέ ἐστιν ἡ τῶν πραγμάτων φύσις ἀκριβῶς ἁπλῆ, σαφῆ καὶ ἁπλῆν ἐνταῦθα χρὴ ποιεῖσθαι τὴν ἀπόφασιν. ἐπεί τοι καὶ κατ’ αὐτοὺς τοὺς ἀφορισμοὺς ὁ Ἱπποκράτης, ἡνίκα τὴν ιδ΄ ἡμέραν ὅρον ἔθετο τῶν ὀξέων νοσημάτων, εὐθὺς καὶ τῆς ιζ΄ ἐμνημόνευσε γράφων ὡδί· θεωρητὴ πάλιν ἡ ιζ΄· αὕτη γάρ ἐστι δ΄ μὲν ἀπὸ τῆς ιδ΄, ζ΄ δὲ ἀπὸ τῆς ια΄. ἐμφαίνει γὰρ κᾀνταῦθα περὶ τῆς κ΄ ὡς ἂν δευτέρου τινὸς ὅρου τῶν ὀξέων. ἀλλ’ ἐπεὶ καὶ τοῦτο τὸ βιβλίον αὔταρκες ἤδη μῆκος ἔχει, καταπαύσω τῇδε τὸν ἐνεστῶτα λόγον. ὅσον δ’ ὑπόλοιπόν ἐστι τῆς περὶ κρισίμων ἡμερῶν θεωρίας ἐν τῷ μετὰ τοῦτο σύμπαν εἰρήσεται.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ ΗΜΕΡΩΝ ΒΙΒΛΙΟΝ Γ.

Ὅτῳ δὲ καὶ τὰς αἰτίας ἐσκέφθαι κάλλιον εἶναι δοκεῖ δι’ ἃς οὐκ ἐν ἁπάσαις ἡμέραις αἱ νόσοι κρίνονται, τούτῳ καὶ τάδε σύγκειται. χρὴ μέντοι καὶ τὰς ἀρχὰς τῆς εὑρέσεως τῶν κρινουσῶν ἡμερῶν αὐτῶν ὁμολογεῖσθαι, καθότι κᾀν τῷ πρὸ τούτου γράμματι λέλεκται. διτταὶ δ’ εἰσὶν αὗται κατὰ γένος, ὑπὸ μὲν τῆς πείρας ἐναργῶς μαρτυρούμεναι, τῷ τε μὴ πᾶσαν ἡμέραν ὁμοίως εἶναι κρίσιμον, ἰσχυροτάτην δὲ δύναμιν ὑπάρχειν ταῖς καθ’ ἑβδομάδα περιόδοις, δευτέραν δὲ ταῖς κατὰ τετράδα, παρεμπίπτειν δέ τινας ἔξω τούτων. ἀλλὰ καὶ τὸ μήτε πάσας ἀλλήλων διεζεῦχθαι τὰς ἑβδομάδας, ἀλλὰ καί τινας ἐξ αὐτῶν καὶ συνάπτεσθαι, μήτε πάσας τὰς τετράδας, ἀλλὰ καὶ τούτων τὰς μὲν διαζεύγνυσθαι, τὰς δὲ καὶ συνάπτεσθαι καὶ τὸ τὰς κρίσεις γίνεσθαι τοὐπίπαν ἐν μὲν τοῖς ὀξέσι νοσήμασιν ἐν περιτταῖς ἡμέραις, ἐν δ’ αὖ τοῖς χρονίοις ἐν ταῖς ἀρτίαις, ἅπαντά γε τὰ τοιαῦτα περὶ ὧν ἔμπροσθεν εἴρηται, πρὸς τῆς ἐμπειρίας ἱκανῶς μαρτυρεῖται. τῷ λόγῳ δ’ ἐξιχνεύουσιν ἡμῖν τὰς τούτων αἰτίας ἐφαίνετο δύο ἀρχὰς θέσθαι χρῆναι τὰς πρώτας ἁπάντων τῶν γινομένων, ἄτακτον μὲν τὴν ἐκ τῆς ἐνταῦθ’ ὕλης ὁρμωμένην, ἐν τάξει δέ τινι καὶ κόσμῳ προϊοῦσαν ἀεὶ τὴν ἐκ τῶν κατ’ οὐρανὸν, ἅπαντα γὰρ τὰ τῇδε πρὸς ἐκείνων κοσμεῖται. καὶ δὴ καὶ νῦν ἐπὶ συναμφοτέροις, τοῖς τε ἐκ τῆς πείρας γνωσθεῖσι καὶ οἷς ὁ λόγος ὑφηγήσατο, πειρᾶσθαι χρὴ πάντων τῶν κατὰ τὸν λόγον, καὶ κατ’ αὐτὴν πεῖραν τῶν κατὰ τὰς κρισίμους ἡμέρας ἐξευρίσκειν τὰς αἰτίας ἐνθένδε ποθὲν ἀρχομένους.

Πάντων μὲν τῶν ἄνωθεν ἄστρων ἀπολαύομεν τῆς δυνάμεως, ἀλλ’ ὁ μάλιστα κοσμῶν τὰ τῇδε καὶ ῥυθμίζων καὶ διατάττων ὁ ἥλιός ἐστιν. οὐ γὰρ δὴ ἄλλος γέ τις ἦρος καὶ θέρους, φθινοπώρου τε καὶ χειμῶνος αἴτιος, οὐδ’ ἄλλος ἐπιφανῶς οὕτως οὔτ’ ἐξ ἰλύος γηΐνης ζῶα γεννᾷν πέφυκεν, οὔτε καρποὺς τελειοῦν, οὔτ’ εἰς ὀχείαν τε καὶ τὴν τοῦ γένους διαμονὴν ἐκκαλεῖσθαι τὰ ζῶα. μεγάλα μὲν καὶ τὰ τῆς σελήνης ἔργα περὶ τὴν ἐνταῦθα οὐσίαν, ἀλλὰ τῶν ἡλίου δεύτερα. καὶ γὰρ ἀεὶ τοὺς μῆνας αὕτη διατάττει, καὶ μάλιστ’ ἐπιφανῶς ἐν τοῖς θαλαττίοις ζώοις. ἀλλά τοι καὶ αὐτὸ τοῦτο δι’ ἥλιον ἔχει. νέον μὲν γὰρ αὐτῇ τὸ φῶς, ὅταν ἡλίου πρῶτον ἀπολαύει, τοσοῦτον δὲ αὐτῆς ἀεὶ πεφώτισται μέρος, ὁπόσον ὁ ἥλιος ὁρᾷ. τελέως δ’ ἐκλείπει καὶ ἀφώτιστος γίνεται τῆς γῆς ἐπισκοτούσης αὐτῇ, ὥστε ἐκ τῶν πρὸς ἥλιον ἀποστάσεων ἁπάσας ἔχει τὰς μεταβολάς. καὶ γὰρ καὶ πλήρης ἐστὶν, ἐπειδὰν διάμετρος ᾖ, καὶ διχότομος, ἐπειδὰν τετράγωνος, καὶ ἀμφίκυρτος, ἐπειδὰν τρίγωνος, καὶ μηνοειδὴς, ἐπειδὰν ἑξάγωνος, καὶ νέα τότε πρῶτον, ὅταν ἀπὸ συνόδου φαίνηται καὶ ἀφανὴς παντάπασιν, ἐπειδὰν ὑπ’ ἐκείνου περιλάμπηται. καὶ καρποὺς οὖν παχύνει καὶ τὰ ζῶα πιαίνει καὶ τὰς τῶν καταμηνίων ταῖς γυναιξὶ προθεσμίας διαφυλάττει καὶ τὰς τῶν ἐπιλήπτων τηρεῖ περιόδους, ἐξ ὧν ἡλίου πλέον, ἢ ἔλαττον μεταλαμβάνει. πάντα μὲν γὰρ ἃ δρᾷν πέφυκεν, ἀμυδρὰ γίνεται, μηνοειδοῦς γενομένης αὐτῆς· ἅπαντα δὲ ἰσχυρὰ πεπληρωμένης, ὥστε καὶ τοὺς καρποὺς ἐν τῷδε πεπαίνει καὶ αὐξάνει τάχιστα καὶ τὰ νεκρὰ σώματα διασήπει καὶ τοὺς ὑπὸ τὴν αὐγὴν αὐτῆς κοιμηθέντας, ἢ καὶ ἄλλως ἐπιπλέον διατρίψαντας, ὠχροὺς καὶ καρηβαρικοὺς ἀπεργάζεται. ὡς μὲν οὖν ἡλίου σελήνη τὰ πάντα δεῖται, οὕτω δ’ ἥλιος εἰς οὐδὲν τῶν μεγίστων οὔτ’ ἄλλου τινὸς ἄστρων οὔτ’ αὐτῆς τῆς σελήνης. οὐδεὶς γὰρ ὁ κωλύσων αὐτὸν οὐ θέρος δημιουργεῖν, ἡνίκα κατὰ κορυφὴν ἡμῶν ἱστῆται, οὐ κρύος ἐπιφέρειν, εἰ ταπεινὸς ἐπιφέρηται, οὐκ ἰσημερίας διατάττειν ἑκατέρας, εἰ συμμέτρως ᾖ λοξός· ἀλλ’ αὐτὸς μὲν οἷον βασιλεύς τις μέγιστός ἐστιν, ἡ σελήνη δ’ ὕπαρχος οὐ σμικρός. ἐν μέσῳ τε γὰρ ἐκείνου καὶ ἡμῶν τεταγμένη τὸν περίγειον εἰκότως ἐπιτροπεύει τόπον, οὐ δυνάμεως ὑπεροχῇ παρὰ τοὺς ἄλλους πλανήτας, ἀλλ’ ἐγγύτητι πλεονεκτοῦσα. διὰ τοῦτο πάντως μὲν κρύος κατέχει τὸν παρ’ ἡμῖν τόπον, ἐπειδὰν ὁ ἥλιος εἰς τὰ χειμέρια τρέπηται, καὶ πάντως θάλπος, ἐπειδὰν κατὰ κορυφὴν ἡμῶν ᾖ πλησίον τε ταύτης φέρηται. τὰς κατὰ μέρος δ’ ἐν ἑκάστῳ τῶν μηνῶν ἡμέρας ἡ σελήνη διατάττει, σμικρᾶς μεταβολῆς ἐξουσίαν ἔχουσα. καὶ ταύτην οὐχ ἁπλῶς, ἀλλ’ ἐξ ὧν ὑφ’ ἡλίου βλέπεται.

Σφοδρότεραι μὲν οὖν αἱ μεταβολαὶ κατὰ τὰς πρὸς ἥλιον αὐτῆς εἰσι συνόδους καὶ προσέτι τὰς πανσελήνους φάσεις ὀνομαζομένας· ἐλάττους δὲ τούτων ἐν ταῖς διχοτόμοις, ἀμυδραὶ δ’ ἐν ταῖς ἀμφικύρτοις τε καὶ μηνοειδέσιν. ἰσχυροτάτων μὲν γὰρ εἰς ἀλλοίωσιν τῶν ἔμπροσθεν ὄντων τῷ συνεῖναί τε καὶ καταλάμπεσθαι, φαινομένη γὰρ τέως, ἀφανὴς νῦν ἐστιν, ἐφεξῆς δ’ ἡ διάμετρος στάσις, ὡς ἂν διορίζουσα καὶ δίχα τέμνουσα τὰς ἐναντιωτάτας τῆς σελήνης διαθέσεις, ἰσχυροτάτη τῶν ἄλλων ἐστίν. ὅτι δ’ ἐναντιωτάτη  διάθεσις αὔξησις μειώσει, οὐδὲν δέομαι δεικνύειν. ἐφεξῆς δὲ ταύτης τῆς συνόδου τε καὶ τῆς πανσελήνου αἱ διχότομοι εἰς δύο μέσον ἑκάτερα τέμνουσα, τὸν μὲν τῆς αὐξήσεως χρόνον ἡ προτέρα, τὸν δ’ αὖ τῆς μειώσεως ἡ δευτέρα. πάντων δ’ ἔσχαταί τε καὶ ἀμυδρόταται τροπαὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἐν ταῖς μηνοειδέσι καὶ ταῖς ἀμφικύρτοις φάσεσι γίνονται, καὶ μᾶλλόν γε ἐν ταῖς ἀμφικύρτοις· οὐδεμία γὰρ ἐν αὐταῖς μεγάλη μεταβολὴ, καθάπερ ἐν ταῖς μηνοειδέσιν. ὥστε οὐδὲ Ἄρατος κακῶς αὐτῶν κατεφρόνησεν, ὡς ἂν ἀμυδρῶν ὑπαρχουσῶν, ἐπαινεῖν τε χρὴ τοὺς γράψαντας ὑπὲρ αὐτῶν ὡς οὐδὲ τὸ σμικρότατον παραλιπόντας. ἴδιον δ’ ἐξαίρετον αἵ τὰς τ’ ἐν ταῖς πανσελήνοις τροπαὶ καὶ τούτων ἔτι μᾶλλον αἱ κατὰ τὰς συνόδους ἴσχουσιν, αἱ μὲν γὰρ ὀξυτάτας εὐθὺς ποιοῦνται τὰς μεταβολὰς, αἱ σύνοδοι δ’ ἀνωμάλους τε καὶ χρονίας. οὐδὲν γὰρ ἔχεις σαφῶς ἀποφῆσαι, πρὶν φανῆναι τὴν σελήνην. πολὺς δ’ οὗτος ὁ χρόνος ὁ τῆς κρύψεώς ἐστιν ὅλου σχεδὸν τοῦ ζωδίου. τὴν δ’ ἐκ τῆς αὐξήσεως εἰς τὴν μείωσιν μεταβολὴν ἀκριβῶς διορίζει στιγμὴ, καὶ ταύτην ἡ σελήνη δῆλον ὡς ἐν ἀκαρεῖ χρόνῳ παραλλάττει. κατὰ λόγον μὲν οὖν ὀξεῖαι μὲν αἱ πανσέληνοι καὶ χρόνιαι δὲ αἱ συνοδικαὶ μεταβολαί. καὶ γὰρ ὁ τῆς κρύψεως χρόνος ὅμοιος ἑαυτῷ καὶ ὁ τῆς πρώτης φάσεως ἐγγὺς κρύψεως, καὶ τῇ σμικρότητι τοῦ φαινομένου τῆς πανσελήνου μορίου, καὶ τῇ τῆς αὐγῆς ἀμυδρότητι, καὶ τῷ βραχυχρονίῳ τῆς ὑπεργείου φορᾶς.

Ἀσφαλὴς οὖν ἡ κρίσις ἀποτελεῖται τῆς ἐν ὅλῳ τῷ μηνὶ γενησομένης καταστάσεως ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν, ἐν ᾗ πρώτῃ καὶ σαφὴς ἡ σελήνη καὶ χρόνον ἀξιόλογον ὑπὲρ γῆς ἤδη φαίνεται καὶ φῶς αἰσθητὸν ἀποπέμπει καὶ σκιὰν ἐναργῶς δείκνυσιν. ἡ πρώτη δ’ ἡμέρα μέχρι τοσούτου τὴν σελήνην ὑπὲρ γῆς ἔχει φερομένην, μέχρις ἂν ἔτι καὶ τὸ τοῦ ἡλίου φῶς ἐπέχῃ τὸ μετὰ τὴν δύσιν, ὥστ’ ἐν ταύτῃ μὲν τῷ τοῦ ἡλίου συγκαταδύεται φωτὶ, πολλάκις δὲ καὶ προκαταδύεται. πρῶτον δὲ σαφὴς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν φαίνεται, καὶ ποτὲ μὲν μᾶλλον, ποτὲ δ’ ἧττον. καὶ τοῦτο δ’ αὐτῇ συμπίπτει παρὰ τὸ ποσὸν τῆς πρὸς ἥλιον ἀποστάσεως. αὐτὸ δὲ τὸ ποσὸν τῆς ἀποστάσεως διά τε τὴν ἰδίαν τῆς σελήνης γίνεται κίνησιν, οὐ γὰρ ἴσον ἀεὶ κινεῖται, καὶ διὰ τὴν τοῦ πλάτους ἐξάλλαξιν, καὶ διὰ τὴν τῶν ζωδίων δύσιν οὐκ ἰσόχρονον οὖσαν, καὶ πρὸς τούτοις ἔτι διὰ τὸν τῆς προγεγονυίας συνόδου καιρὸν, ὥστ’ οὐκ ἀεὶ μὲν εἷς ὁ χρόνος ἐστὶν ἐν ᾧ φαίνεται σαφῶς ἡ σελήνη. τοὐπίπαν δὲ τρεῖς ἡμέρας τὰς περὶ σύνοδον ἢ ἀόρατος γίνεται τελέως, ἐν αἷς οὔπω τὰ παρ’ ἡμῖν ἀλλοιοῦν ἱκανή. καί πως εἰς ταὐτὸν ὁ χρόνος αὐτῆς συμβαίνει τῆς τ’ οἰκείας περιόδου τῆς τ’ εἰς ἡμᾶς ἐνεργείας. ἡ μὲν γὰρ περίοδος ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν ἐστιν, ἐπιλαμβανουσῶν τρίτον ἔγγιστα μέρος· ἐν τῷ τοσούτῳ γὰρ χρόνῳ τὸν τῶν ζωδίων κύκλον ἅπαντα διέρχεται· ἡ δὲ τῆς πρὸς ἡμᾶς φάσεως, ὅτι καὶ ἥδε πρὸς τὸν αὐτὸν ἀριθμὸν ὁμολογεῖ, σαφῶς εἴσῃ, τοῦ παντὸς χρόνου μηνιαίου τὸν τῆς κρύψεως ἀφελών. ὅτι δ’ ὁ μηνιαῖος χρόνος οὐ τελέως τριάκοντά ἐστιν ἡμερῶν, ἀλλ’ ἥμισύ που, καὶ τούτῳ προσδεῖ μιᾶς ἡμέρας, Ἱππάρχῳ μὲν ἀποδέδεικται δι’ ἑνὸς ὅλου βιβλίου, γινώσκεται δὲ ἤδη καὶ τοῖς ἰδιώταις σχεδὸν ἅπασιν ὡς τῶν μηνῶν ὁ μὲν ἕτερος ὁ κυλλὸς ὑπ’ αὐτῶν ὀνομαζόμενος ἐννέα καὶ κ΄ ἡμερῶν ἐστιν, ὁ δ’ ἕτερος ὁ πλήρης τριάκοντα. χρὴ γὰρ ἀμφοτέρων ἐννέα καὶ πεντήκοντα γίνεσθαι τὰς πάσας, εἴπερ ὅλως ἐστὶν ἑκάτερος ἡμίσους ἀποδέων τριάκοντα.

Ὥσπερ οὖν τὸν ὅλον ἐνιαυτὸν ὁ ἥλιος, οὕτως ἡ σελήνη διατάττει τὸν μῆνα, καθ’ ἑβδομάδας τῆς ἀλλοιώσεως ἐν αὐτῇ γιγνομένης. ἀπό τε γὰρ τῆς πρώτης φάσεως ἐπὶ τὴν διχότομον, ἀπό τε ταύτης ἐπὶ τὴν πανσέληνον ἑκάτερος μὲν ὁ χρόνος ἡμερῶν ἐστιν ἑπτὰ, συναμφότερα δὲ τεσσαρεσκαίδεκα. κατὰ ταὐτὰ δὲ κᾂν εἰ μετὰ τὴν διχοτομηνιαίαν ἕως τῆς δευτέρας διχοτόμου συναριθμήσῃς, ἑπτὰ καὶ ταύτας εὑρήσεις τὰς ἡμέρας, καὶ τὰς λοιπὰς δὲ τὰς μέχρι τοῦ παντελῶς ἀφανισθῆναι τὴν σελήνην ἑπτά. τὸ δ’ ὅτι μεταβάλλει μεγάλας μεταβολὰς ὁ περιέχων ἡμᾶς ἀὴρ ἔν τε τῷ πρώτως κρύπτεσθαι καὶ πάλιν αὖ πρώτως φαίνεσθαι τὴν σελήνην, οὔτ’ ἄλλος τις τῶν ἀνθρώπων ἀγνοεῖ καὶ μάλιστα πάντων οἷσπερ δὴ καὶ μάλιστα μέλει τούτων, γεωργοῖς τε καὶ ναύταις, καὶ στάσιν γε καλοῦσι τηνικαῦτα τοῦ ἀέρος, ἐπειδὰν ἡ σελήνῃ πρώτως φανεῖσα κατά τινα τῶν ἀνέμων ἱστῆται. λέγει γοῦν που καὶ ὁ Ἄρατος ἀληθέστατα λέγων, ἀπὸ τῆς πρῶτον ἀπὸ συνόδου φανείσης σελήνης· Εἰ δέ κεν οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύοι, Δειδέχθαι Βορέω, ὅτε δ’ ὑπτιά εἰσι, Νότοιο. Αὐτὰρ ἐπὴν τριτόωσαν ὅλην περὶ κύκλος ἑλίσσῃ, Πάντῃ ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη.

καὶ μὲν δὴ καὶ ταῦτα λέγει κατὰ τὴν αὐτὴν βίβλον· Σήματα δ’ οὔτ’ ἄρα πᾶσιν ἐπ’ ἤμασι πάντα τέτυκται. Ἀλλ’ ὅσα μὲν τριτάτῃ τε τεταρταίῃ τε πέληται, Μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπ’ αὐτὴν Σημαίνει διχόμηνον. ἀτὰρ πάλιν ἐκ διχομήνης Ἐς διχάδα φθιμένην. ἔχεται δέ οἱ αὐτίκα τετρὰς, Μηνὸς ἀποιχομένου, τῇ δὲ τετάρτῃ ἀπιόντος.

οὐκ εἰς ἅπαντά φησι τὸν ἐξ ἀρχῆς χρόνον ἐξαρκεῖν τὰ σημεῖα τῆς πρώτης φάσεως, μεταβολὰς δέ τινας φέρειν τάς τε  διχοτόμους καὶ πανσελήνους. ἅπασα δ’ ὀξύῤῥοπος μεταβολὴ κρίσις ὀνομάζεται. καὶ τήν γε σύστασιν ἐπὶ τῆς μηνοειδοῦς σελήνης μάλιστα λέγουσιν, ἐφεξῆς μεταφέρουσιν ἐπὶ τὴν πανσέληνον, ὡσαύτως ὀνομάζοντες. ἰσχυρὰς ἂν γὰρ καὶ ἥδε δυνάμεις ἔχῃ, ταύτης δ’ ἀσθενέστεραι μὲν, ἀλλὰ κρίνουσαι μὲν καὶ αὗται τὸ περιέχον αἱ διχότομοι στάσεις εἰσὶν, ὥσθ’ ὅτι μὲν ὁ μὴν ὑπὸ σελήνης ἀλλοιοῦται καθ’ ἑβδομάδας ἥδε πρόδηλον· ὅτι δὲ καὶ τὰ ἄλλα σύμπαντα πράγματα, τοῦτο μὲν οὐκέτι ὁμοίως ἅπασι γνώριμον, ἀλλὰ καὶ τοῖς τὰ τοιαῦτα παραφυλάξασιν ἐπιμελῶς ὁμολογεῖται· καὶ ἡ μετὰ τὴν σύλληψιν τοῦ σπέρματος ἅπασα κύησις, οὐδὲν δ’ ἧττον αὐτῆς καὶ ἡ μετὰ τὴν ἀποκύησιν αὔξησις, ἅπασά τε πράξεως ἀρχὴ τὰς μεγάλας ἀλλοιώσεις εἰς ἑβδομαδικὰς ἴσχει περιόδους. ὅσα γὰρ ἐφήμερα συμπίπτει πᾶσι τοῖς οὖσι, τούτων ἡ σελήνη τετήρηται τὴν αἰτίαν ἔχειν, καὶ μάλιστα ἀλλοιοῦσα αὐτὰ κατὰ τὰς τετραγώνους καὶ διαμέτρους στάσεις. εἰ γὰρ ἐν ταύρῳ τῆς σελήνης οὔσης ἐγένετο σύλληψις τοῦ σπέρματος, ἢ ἀποκύησις, ἤ τινος ὅλως ἀρχὴ πράγματος, ἐπειδὰν ἐν λέοντι καὶ σκορπίῳ καὶ ὑδροχόῳ περιερχομένη τοῦ ζωδιακοῦ γίνηται, τὰς μεγάλας αὐτοῦ ποιήσεται μεταβολάς. ἀλλ’ ἡ μὲν ἐν τῷ λέοντι τετράγωνος στάσις ἑβδομάδος ἐστὶ μιᾶς· ἡ δὲ διάμετρος ἡ ἐν τῷ σκορπίῳ δυοῖν. οὕτω δὲ καὶ ἡ κατὰ τὸν ὑδροχόον, ἡ δευτέρα τετράγωνος στάσις εἰς τὴν τρίτην ἑβδομάδα προήκει καὶ τοῦτ’ ἐξ ἀνάγκης γίνεται διὰ τὸ τὴν σελήνην, ὡς εἴρηται καὶ πρόσθεν, ὅλον τὸν ζωδιακὸν ἑπτὰ καὶ εἴκοσιν ἡμέραις διεξέρχεσθαι, μετά τινος ἐπικειμένου μορίου, τρίτου μάλιστα μιᾶς ἡμέρας. εἰ γὰρ δεῖ τὸν ὅλον κύκλον ἐν τοσούτῳ χρόνῳ διέρχεσθαι, πρόδηλον ὡς τὸ τέταρτον αὐτοῦ μέρος ὀλίγου δεῖν ἐν ἡμέραις ζ΄ διανύσει. τούτου μὲν οὖν καὶ πάνυ χρὴ μεμνῆσθαι πρὸς τὰ μέλλοντα, τοῦ μὴ τελείας ἡμέρας ζ΄ περιγράφεσθαι τὴν εἰς τὸ τετράγωνον τῆς σελήνης μετάστασιν.

Ἐκεῖνο δ’ αὖθις ἀναληπτέον, ὅπερ καὶ ἡμεῖς παραφυλάξαντες ἀληθέστατον εὕρομεν ἀεὶ τὸ πρὸς τῶν Αἰγυπτίων ἀστρονόμων εὑρημένον, ὡς ἡ σελήνη τὰς ἡμέρας ὁποῖαί τινες ἔσονται δηλοῦν πέφυκεν οὐ τοῖς νοσοῦσι μόνον, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν. εἰ μὲν γὰρ πρὸς τοὺς εὐκράτους ἵσταιτο τῶν πλανητῶν, οὓς δὴ καὶ ἀγαθοποιοὺς ὀνομάζουσιν, ἀγαθὰς ἀπεργάζεσθαι τὰς ἡμέρας· εἰ δὲ πρὸς τοὺς δυσκράτους, ἀνιαράς. ἔστω γὰρ ἀποκυϊσκομένου τινὸς ἐν μὲν τῷ κριῷ τοὺς ἀγαθοποιοὺς, ἐν δὲ τῷ ταύρῳ τοὺς κακοποιοὺς εἶναι, πάντως οὗτος ὁ ἄνθρωπος, ἐπειδὰν μὲν ἐν κριῷ καὶ καρκίνῳ καὶ ζυγῷ καὶ αἰγοκέρωτι γένηται ἡ σελήνη, καλῶς ἀπαλλάσσει. ἐπειδὰν δ’ ἤτοι τὸν ταῦρον αὐτὸν, ἤ τι τῶν τετραγώνων, ἢ τὸ διάμετρον αὐτοῦ ζώδιον ἐπέχῃ, κακῶς τηνικαῦτα καὶ ἀνιαρῶς διάγει. καὶ δὴ καὶ νοσημάτων ἀρχαὶ τῷδε κάκισται μὲν ἐν ταύρῳ καὶ λέοντι καὶ σκορπίῳ καὶ ὑδροχόῳ τῆς σελήνης οὔσης, ἀκίνδυνον δὲ καὶ σωτήριον τὸν κριὸν καὶ τὸν καρκίνον καὶ τὸν ζυγὸν καὶ τὸν αἰγόκερων διερχομένης, καὶ τὰς ἀλλοιώσεις τὰς μεγάλας ἃς ἐν τοῖς τετραγώνοις τε καὶ διαμέτροις ἔφαμεν γίγνεσθαι καθ’ ἑβδομάδα, ἐν μὲν τοῖς ὀλεθρίοις νοσήμασιν ὀλεθρίας καὶ αὐτὰς, ἐν δ’ αὖ τοῖς περιεστηκόσιν ἀγαθὰς ἀνάγκη γίνεσθαι. καὶ διὰ τοῦθ’ Ἱπποκράτης μέμφεται μάλιστα τὰς ἐν ταῖς κρινούσαις ἡμέραις ἀλλοιώσεις ἐπὶ τὸ χεῖρον. ὀλεθρίου γὰρ νοσήματος σύμπτωμα, καθάπερ, οἶμαι, τοὐναντίον ἐπιεικοῦς. εἰ δέ τις καὶ αὐτοῦ τούτου ζητεῖ τὴν αἰτίαν, τοῦ τὸ μέγιστον δύνασθαι τὰς τετραγώνους τε καὶ διαμέτρους στάσεις, ἐπὶ πλεῖστον ἀποχωρεῖ τοῦ προκειμένου. πρόκειται γὰρ νυνὶ οὐ τὰς πρώτας αἰτίας ἁπάντων τῶν κατ’ ἀστρονομίαν ζητεῖν, ἀλλὰ τὰς εἰς τὰ παρόντα χρησίμους. χρήσιμοι δ’ εἰσὶν αἰτίαι τῆς ἑβδομάδος ἐξηγούμεναι φύσιν. πάλιν οὖν αὐτὰς ἀναλάβωμεν ἐπὶ κεφαλαίων. αἱ τῆς σελήνης τετράγωνοί τε καὶ διάμετροι στάσεις ἐπὶ μὲν ἀγαθαῖς ταῖς ἀρχαῖς ἀγαθὰς ποιοῦσι τὰς ἀλλοιώσεις, ἐπὶ δὲ μοχθηραῖς μοχθηράς. καὶ τοῦτο πρὸς τῷ τοῖς ἀστρονόμοις ὁμολογεῖσθαι πάρεστιν, εἰ βούλει, καί σοι παραφυλάξασθαι. εἰ δὲ μήτ’ αὐτὸς παρατηρεῖν ἐθέλεις τὰ τοιαῦτα μήτε τοῖς τηρήσασι πιστεύεις, τῶν νῦν ἐπιπολαζόντων τις εἶ σοφιστῶν· οἳ λόγω κατασκευάζειν ἡμᾶς ἀξιοῦσι τὰ σαφῶς φαινόμενα, δέον αὐτὸ τοὐναντίον ἐκ τῶν ἐναργῶς· φαινομένων ὁρμωμένους ὑπὲρ τῶν ἀδήλων συλλογίζεσθαι. πρὸς τὴν ἰδίαν οὖν ἀρχὴν ἅπαν πρᾶγμα τὰς ἐφεξῆς περιόδους ἁπάσας ὁμολογούσας ἔχει.

Περίοδοι δ’ εἰσὶν αἱ μὲν δι’ ἡμερῶν ἀριθμοῦ τινος, αἱ δὲ διὰ μηνῶν. αἱ μὲν δὴ διὰ τῶν ἡμερῶν ἑβδοματικαί εἰσι καὶ πρὸς τὴν σελήνην ἀνήκουσιν, αἱ δὲ διὰ μηνῶν εἰς ἥλιον ἀναφέρονται τόνδε τὸν τρόπον γιγνόμεναι. πάλιν γὰρ ἀπὸ τῶν Ἱπποκράτους ἀρκτέον ῥήσεων, τὰς μὲν θερινὰς νόσους ἐν χειμῶνι λέγοντος λύεσθαι, τὰς δὲ χειμερινὰς ἐν θέρει. αὕτη μέν σοι προθεσμία κρίσεών ἐστι χρονίων τε καὶ ὡς ἂν εἴποι τις ἐνιαυσιαίων νοσημάτων, οἷά περ ἐν τοῖς ὀξέσιν ἡ τῆς ιδ΄. ὁ γὰρ μέχρι τῆς πανσελήνου χρόνος, ἥμισυς ὑπάρχων ὅλης τῆς σεληνιακῆς περιόδου, τὸν αὐτὸν ἔχει λόγον τῷ μέχρι θέρους ἐκ χειμῶνος διαστήματι. καὶ μὲν δὴ καὶ ὁ ἀπὸ τῆς πανσελήνου μέχρι τῆς κρύψεως χρόνος ἀνάλογός ἐστι τῷ μέχρι χειμῶνος ἐκ θέρους διαστήματι. τούτων δ’ ἑκατέρου διχῇ τμηθέντος, ἐν μὲν τοῖς ὀξέσι νοσήμασιν ἡ ἑβδομάς ἐστιν, ἐν δ’ αὖ τοῖς χρονίοις αἱ τῶν ἐπιφανεστάτων ἄστρων εἰσὶν ἐπισημασίαι, καθ’ ἃς ἔαρ καὶ θέρος καὶ χειμὼν καὶ φθινόπωρον ἀφορίζονται. οὐ γὰρ δὴ ἴσων γε ἡμερῶν ἀριθμῷ διῄρηται ταῦτα κατ’ οὐδένα τῶν ἀστρονόμων, ἀλλὰ ταῖς τοῦ περιέχοντος ἡμᾶς ἀέρος μεταβολαῖς ἐπισήμοις οἰακίζεται. καί σοι  πάλιν ἑτέρῳ λόγῳ. καθάπερ ἡ ἑβδομὰς ὀξέων νοσημάτων κριτικὴ, τὸν αὐτὸν τρόπον ὥρας ἐνιαυσιαίου μεταβολὴ χρονίων ἔσται νοσημάτων λυτικὴ, ἵνα τὴν μὲν ἐν χειμῶνι συστᾶσαν νόσον ἔαρ λύσῃ, τὴν δ’ ἐν ἦρι θέρος, ὡσαύτως δὲ καὶ τὴν μὲν ἐν θέρει φθινόπωρον, τὴν δ’ ἐν ἐκείνῳ χειμών. ἐν δὲ ταῖς ἐν τῷ μηνὶ τετράσιν ἀνάλογον αἱ τῶν ὡρῶν εἰσιν ἑκάστης διχῇ τμηθείσης μοίρας. καὶ λέγεταί γε πρὸς τῶν ἀστρονόμων ὥσπερ ἀρχή τις εἶναι καὶ τελευτὴ τῶν ὡρῶν ἑκάστης ἐπιτολαῖς, ἢ δύσεσιν ἄστρων ἐπιφανῶν ὁριζομένη, κατὰ τὸν αὐτὸν τρόπον καὶ μεσότης ἑτέρου πάλιν ἄστρου φάσει διωρισμένη. τὰς οὖν τῶν νοσημάτων ἐν μέρει μεταβολὰς ἁπάσας ἢ ὡς πρὸς τὴν ἰδίαν ἀρχὴν αὐτῶν, ἢ ὡς πρὸς τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος τροπὴν ἀνάγκη γίγνεσθαι. τῶν μὲν οὖν πρὸς τὴν ἰδίαν ἀρχὴν ἐξηγεῖσθαι τὴν σελήνην, τῶν δ’ ὡς πρὸς τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος τροπὴν ἐν ὅλῳ μὲν τῷ ἐνιαυτῷ τὸν ἥλιον, ἐν ἑκάστῳ δὲ τῶν μηνῶν τὴν σελήνην. ἐκ δὲ τούτων συμβαίνει τὰς μὲν ἰσχυροτάτας μεταβολὰς εἶναι τὰς ἰδίας ἑκάστῳ καθ’ ἑβδομάδα δηλονότι γιγνομένας, οὐ μὴν ἀλλὰ καὶ συνεπιμίγνυσθαί πως αὐταῖς τὰς ἐκ τοῦ περιέχοντος, ὥστ’ εἰκότως ἐκ τοῦ διὰ παντὸς ὡσαύτως γίνεσθαι, μεταπίπτουσιν οὕτως εἰς τὸ πλειστάκις. ἔτι δὲ μᾶλλον ἐπιταράττει τὴν τάξιν αὐτῶν ἥ τε βία τῶν παροξυσμῶν ἀναγκάζουσα προεκρήγνυσθαι τὰς κρίσεις, ὡς ἐφεξῆς ἐροῦμεν, ἥτ’ εἰς τοὺς νοσοῦντας πλημμέλεια πολυειδὴς γινομένη αὐτῶν παρά τε τῶν ἰατρῶν, εἴ γε χρὴ καλεῖν ἰατροὺς, οὐ λυμεῶνας τῆς τέχνης, τούτους δὴ τοὺς νῦν ἐπιπολάζοντας, οὐχ ἥκιστα δὲ κᾀξ ὧν οἱ κάμνοντες ἁμαρτάνουσιν καὶ διὰ τὴν ὑπηρεσίαν δ’ ἐνίοτε καὶ διό τι τῶν ἔξωθεν, ὡς πρόσθεν εἴρηται. θαυμάζειν οὖν χρὴ τῶν ἑβδομαδικῶν περιόδων τὴν δύναμιν, εἰ τοσούτων αἰτίων διακοπτόντων αὐτὰς, ὅμως ἐπικρατέστεραι πολὺ τῶν ἄλλων εὑρίσκονται. κατὰ μὲν τὰς ὀξείας νόσους, αἱ παρεμπίπτουσαι κρίσιμοι πλείους εἰσὶν, ὅτι καὶ τὸ σῶμα πρὸς μεταβολὴν ἐπιτήδειον, ἐν κινήσει τε καὶ ταραχῇ μεγάλῃ καθεστηκός· ἐν δὲ ταῖς χρονιωτέραις ὁδῷ καὶ τάξει μᾶλλον πρόεισιν ἡ τῶν ἑβδομάδων περίοδος.

Ἀρκτέον οὖν αὖθις ἀπὸ τῶν ὀξέων ἁπασῶν, ἐφεξῆς τῶν κρινουσῶν ἡμερῶν τὰς αἰτίας ἐξιχνεύοντας. ἐν μὲν δὴ τῇ πρώτῃ τοὺς ἐφημέρους λύεσθαι συμβαίνει πυρετοὺς, οὐ μὴν ἤδη μετ’ ἀγῶνός τε καὶ ταραχῆς ἀξιολόγου. καίτοι νομίζουσιν ἔνιοι καὶ Ἱπποκράτην τὰς κρινούσας ἡμέρας ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν καταλέγοντα καὶ τῆς πρώτης μεμνημονευκέναι, κατὰ διττὸν τρόπον ἁμαρτάνοντες. περίοδος γὰρ πρώτη καὶ οὐχ ἡμέρα πρώτη γέγραπται σαφῶς ἐν τῷ τῶν περιττῶν καὶ ἀρτίων καταλόγῳ. καθάπερ οὖν ἐν τῷ τῶν ἀρτίων περίοδον πράτην εἰπὼν ἐπιφέρει τὴν τετάρτην ἡμέραν, οὕτως ἐν τῷ τῶν περιττῶν τὴν τρίτην. ἔτι δὲ μᾶλλον ἀγνοοῦσι τὸ κατ’ ἀρχὰς τοῦ προγνωστικοῦ γεγραμμένον ἐπὶ τοῦ νεκρώδους προσώπου, τὸ κρίνεται ἐν ἡμέρῃ καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον ᾖ, μή πω γινώσκοντες ὡς ἐπὶ τοῦ δοκιμάζεται καὶ ἀναγνωρίζεται λέλεκται. τούτους μὲν οὖν ἐατέον. ἀρχὴν δὲ τῶν μετὰ σάλου τινὸς ἀλλοιουσῶν ὀξέως τὰς νόσους ἡμερῶν τὴν τρίτην ἀπὸ τῆς ἀρχῆς θετέον, ὡς καὶ πρόσθεν εἴρηται, μηδεμίαν ἔχουσαν ἤδη πρὸς τὴν πρώτην ἑβδομάδα κοινωνίαν, ἀλλ’ ἐκ τῶν παρεμπιπτουσῶν ὑπάρχουσαν. ἡ μὲν γὰρ τετρὰς ὅτι διχῇ τμηθείσης τῆς ἑβδομάδος ἀποτελεῖται καὶ διὰ τοῦτο μεγάλην ἔχει δύναμιν, ἔμπροσθεν εἴρηται. κρίνουσι δ’ οὐχ ἧττον τῆς τετάρτης ἡμέρας ἡ γ΄ τε καὶ ε΄, καίτοι παρεμπίπτουσι δι’ οὐδὲν ἄλλο ἢ ὅτι μετὰ τῶν παροξυσμῶν αἱ κρίσεις γίνονται. τοῦτο γὰρ δὴ καὶ αὐτὸ πρός τε τῆς ἐμπειρίας μαρτυρεῖται καὶ τῷ λόγῳ σκοπουμένοις οὐκ ἄδηλος ἡ αἰτία. τὸ γὰρ τῆς ταραχῆς βίαιον ἀναγκάζει τὴν φύσιν ἀποτρίβεσθαι τὰ λυποῦντα καὶ πρὸ τοῦ καιροῦ. δύναμις μὲν γάρ ἐστιν αὐτὴ τῶν ἀλλοτρίων ἐκκριτικὴ, καθότι δέδεικται πρότερον ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. ὁ καιρὸς δὲ τῆς ἐνεργείας ἐπὶ τῷ τέλει τῆς ἀλλοιωτικῆς δυνάμεώς ἐστι. τότε γὰρ ἐνεργεῖν ἐδείκνυτο κατὰ φύσιν ἁπάντων ἐπιτελουμένων, ὅταν ἐκείνη παύηται, ἀλλ’ ἀναγκάζηταί ποτε πρὸ τῆς τελείας πέψεως ἀποτρίβεσθαι τὰ λυποῦντα, ὥσπερ ἐνίοτε συμπεπληρωμένης ἤδη τῆς πέψεως ἔτι μένει καὶ βραδύνει δι’ ἀῤῥωστίαν. ἄμφω δ’ ἔστιν αὐτὰ θεάσασθαι σαφῶς ἐπὶ τῆς γαστρός. ἐρεθισθεῖσά τε γὰρ οὐχ ὑπομένει τὸν τῆς πέψεως χρόνον, ἀλλ’ εὐθὺς ἐκκρίνει σὺν τῷ λυποῦντι καὶ τὸ χρηστὸν, ἤδη τε πεπεμμένον αὐτάρκως ἐνίοτε βραδύνει τε καὶ μέλλει τὸ περιττὸν ἐκκρῖναι δι’ ἀῤῥωστίαν. ἐν δέ γε τῷ κατὰ φύσιν ἔχειν ὁ τῆς παντελοῦς πέψεως καιρὸς ὅρος ἐστὶν αὐτῆς τῆς τῶν περιττωμάτων ἀποκρίσεως, ὃν οὔτε προελάμβανεν οὔτ’ ἔμελλεν ἔτι παρόντος, ἀλλ’ ὡς ἐπὶ τῆς γαστρὸς, οὕτω καθ’ ὅλον ἐδείκνυτο τὸ σῶμα δύναμις ὑπάρχειν ἐν ἑκάστῳ τῶν μορίων ἀποκριτικὴ τῶν ἀλλοτρίων, ἥτις, οἶμαι, καὶ τὰς κρίσεις ἐν ταῖς νόσοις ἀπεργάζεται, καὶ διὰ τοῦτο ἄρισται γίνονται κρίσεις, ὅταν ἤδη πεπεμμένα τὰ κατὰ τὸ ζῶον ὑπάρχῃ πάντα. τὸ δὲ προεκρήγνυσθαι, καὶ γὰρ οὕτως ὀνομάζειν εἴωθεν Ἱπποκράτης, αὐτὸ μοχθηρόν ἐστιν. ὁμοῦ γὰρ τοῖς λυποῦσιν ἐκκρίνεται τὰ χρηστὰ καὶ γίνεται τοῦτο τῆς φύσεως ἐρεθισθείσης ἤτοι πρός τινος τῶν ἔξωθεν ἢ καὶ τῶν ἐν αὐτῷ τῷ σώματι ἐμπεριεχομένων. ἔξωθεν μὲν οὖν ἐστιν ὅ τ’ ἰατρὸς οὐκ ὀρθῶς τι πράξας ὅ τε κάμνων, οἵ θ’ ὑπηρέται, τά τ’ ἄλλα τὰ ἰδίως ἔξωθεν ὀνομαζόμενα, τὰ δ’ ἐν τῷ σώματι τά τε νοσήματά ἐστιν αὐτὰ καὶ τὰ τούτων αἴτια  καὶ οἱ παροξυσμοί. νόησον δή μοι τοιοῦτόν τι συμβαῖνον ἐπὶ τῆς φύσεως, οἷον ἤδη συνέπεσεν ἀνθρώποις ἀσθενέσι προπηλακισθεῖσιν ὑπό τινων ἰσχυροτέρων ἐξορμῆσαι πρὸ τοῦ δέοντος, ἀπαρασκευάστοις τε μαχομένοις ἡττηθῆναι. καὶ μὴν καὶ φορτίον ἀποθέσθαι τις βουλόμενος ἄκων ἐνίοτε συγκατέπεσεν αὐτῷ, καί τις σφοδρότερον θέων, εἶτ’ οὐκ ἐπισχεῖν ἑαυτὸν δυνηθεὶς, ἄκων ἠνέχθη κατὰ φάραγγος. ἅπαντα ταῦτα παραδείγματα κακῶν ἐστι κρίσεων, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς περὶ κρίσεων ἐροῦμεν, εἰρήσεται δὲ καὶ νῦν ἀναγκαῖον, οἷόν τι καὶ τῷ προεκρήγνυσθαι βούλεται δηλοῦν ὁ Ἱπποκράτης, ἐξηγήσασθαί μου προελομένου. καὶ γὰρ ἀδύνατόν ἐστι περὶ κρισίμων ἡμερῶν ἐπιχειρήσαντά τι διέρχεσθαι μὴ καὶ περὶ κρίσεως εἰπεῖν τι, ἢ καὶ περὶ κρίσεως διδάσκοντα μὴ καὶ περὶ κρισίμων ἡμερῶν διελθεῖν, ἀλλ’ ἐπανάγειν χρὴ τὸν λόγον ἐπὶ τὸ προκείμενον ἀεὶ καὶ τοσοῦτον ἅπτεσθαι τῶν παρακειμένων ὅσον ἀναγκαῖον. ἓν δή τι τῶν ἐρεθιζόντων τὴν φύσιν ἐστὶ καὶ οἷον προπηλακιζόντων ὁ παροξυσμὸς, οὐκ ἐπιτρέπων ἡσυχάζειν οὐδὲ μένειν, ἀλλ’ ἐπεγείρων τε καὶ κινῶν καὶ ὡς ἂν εἴποι τις εἰς διαμάχην προκαλούμενος· ὅθεν ἐπὶ τῶν ὀξέων νοσημάτων ἐν περιτταῖς ἡμέραις ἡ κρίσις. οὕτω γὰρ καὶ παροξύνεται. τίς μὲν οὖν ἐστιν ἡ αἰτία δι’ ἣν ἐν τοῖς ὀξέσι νοσήμασι διὰ τρίτης οἱ παροξυσμοὶ γίνονται τοὐπίπαν, ἐν δὲ τοῖς γε χρονίοις ἤτοι καθ’ ἑκάστην ἡμέραν ἢ διὰ δ΄ οὐκ εὐπετές ἐστιν εὑρεῖν, οὔτε νῦν ἀναγκαῖόν ἐστι ζητεῖν. ὅτι δ’ οὕτως συμβαίνει, φαίνεται καὶ πρὸς τὰ παρόντα λόγον ἀρχῆς ἔχει. θεμένων γὰρ, ὥσπερ καὶ φαίνεται, ὁ δεύτερος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς εἰς τὴν τρίτην ἡμέραν ἐκπεσεῖται, τρίτος δ’ εἰς τὴν πέμπτην, τέταρτος δ’ εἰς τὴν ζ΄, πέμπτος δ’ εἰς τὴν θ΄, εἰς περιττὰς δὲ σύμπαντες. ἐπεὶ τοίνυν ἡ φύσις οὐκ ἀεὶ τοῖς προσήκουσι καιροῖς ἐξορμῶσα κρίνει τὰς νόσους, ἀλλ’ ἐρεθιζομένη πολλάκις ἄλλοτε πρὸς ἄλλων αἰτίων, ἀφ’ ὧν ἐστι συνεχέστατα γινόμενος ἐν τοῖς ὀξέσι νοσήμασιν ὁ παροξυσμὸς, ἐδείχθη δ’ οὗτος εἰς περιττὰς ἐμπίπτων, εὐλόγως ἐν περιτταῖς αἱ πλεῖσται κρίσεις γίνονται τῶν ὀξέων νοσημάτων, οὐκ αὐτῶν τῶν ἡμερῶν πρώτως τὴν τοῦ κρίνειν ἐχουσῶν δύναμιν, ἀεὶ γὰρ τούτῳ χρὴ προσέχειν τὸν νοῦν, ἀλλὰ κατά τι συμβεβηκὸς οὕτως ἀπαντῶντος. προείρηται δὲ, ὡς οἶμαι, σαφῶς ἤδη τὸ συμβεβηκὸς τοῦτο. διότι γὰρ ἐν παροξυσμοῖς αἱ κρίσεις τῶν νοσημάτων γίνονται τοὐπίπαν, εἰς τὰς περιττὰς δ’ ἡμέρας ἐμπίπτουσιν οὗτοι, διὰ τοῦτο ἐν τοῖς ὀξέσι νοσήμασιν αἱ κρίσεις ἐν περιτταῖς. εἰ δέ γε ὁ τῶν ἡμερῶν ἀριθμὸς ἦν αὐτὸς ὁ τὴν δύναμιν ἔχων τοῦ κρίνειν, οὐκ ἐχρῆν πολλάκις μὲν ἐν ταῖς περιτταῖς, ὀλιγάκις δ’ ἐν ταῖς ἀρτίαις, ἀλλὰ διὰ παντὸς μὲν ἐν ταῖς περιτταῖς, μηδέποτε δ’ ἐν ταῖς ἀρτίαις κρίνεσθαι τὰς ὀξείας νόσους. οὐδὲ γὰρ ὁ τῆς ζ΄ ἀριθμὸς, ἢ ὁ τῆς δ΄ αἴτιοι τῆς κρίσεώς εἰσιν, ἀλλ’ ὅτι τῆς σελήνης νεωτεροποιούσης καὶ μεταβαλλούσης τὰ περὶ τὴν γῆν συμβέβηκε, καὶ τὰς τῶν κινήσεων περιόδους εἰς τούτους πρώτους ἐξήκειν τοὺς ἀριθμοὺς, εἰκότως ἐν αὐταῖς αἱ προθεσμίαι τῶν ἀλλοιώσεων εὑρίσκονται. οὐ γὰρ ὑπὸ τῶν ἀριθμῶν, ἀλλ’ ὑπὸ τῆς σελήνης αἱ μεταβολαὶ τοῖς ἐπιγείοις. τῷ δ’ εἶναι τὸ μεταβάλλον ἐν κινήσει χρόνος ἀναγκαίως ἔζευκται ταῖς μεταβολαῖς, ὥστε ἐξ ἀνάγκης καὶ ὁ ἀριθμός. οὔκουν ὅτι θῆλυς μὲν ὁ ἄρτιος ἅπας ἀριθμὸς, ἄῤῥην δ’ ὁ περιττὸς, αἱ κρίσεις τῶν ὀξέων ἐν περιτταῖς· οὔτε γὰρ ἁπλῶς ἰσχυρότερος ὁ περιττὸς τοῦ ἀρτίου οὔτ’, εἴπερ ἰσχυρότερος, ἤδη θῆλυς ὁ ἀσθενέστερος, οὔτ’, εἰ θῆλυς μὲν οὗτος, ἄρσην δ’ ὁ ἕτερος, εὔλογον ἐν μὲν τοῖς ἄῤῥεσιν ἀριθμοῖς τὰς ὀξείας κρίνεσθαι νόσους, ἐν δὲ ταῖς θήλεσι τὰς χρονίας. ἅπαντα γὰρ ὅσα ληροῦσιν ὑπὲρ ἀριθμῶν δυνάμεως οὕτως εὐφώρατον ἔχει τὴν ἀτοπίαν, ὥστε μοί γε πολλάκις θαυμάζειν ἐπῆλθεν, εἰ οὕτως ὁ Πυθαγόρας ἐκεῖνος ἅμα τε σοφὸς ἦν ἀνὴρ ἅμα τε τοσοῦτον ᾤετο δύνασθαι τοὺς ἀριθμούς. ἀλλ’ οὐ νῦν καιρὸς ἀντιφλυαρεῖν αὐτοῖς. ἱκανὸν γὰρ εἰς τὰ παρόντα τό τε τὴν σελήνην ἀλλοιοῦν τὰ περίγεια καὶ μάλιστα μὲν καθ’ ἑβδομάδα τὰς μεγάλας ἐργάζεσθαι μεταβολὰς, ἐφεξῆς δ’ αὐτῶν κατὰ τετράδα τὰς μικρὰς, ὅτι τε παροξυσμοῦ δεῖται τοὐπίπαν ἡ κρίσις, ὅτι τε διὰ τρίτης ἐν τοῖς ὀξέσιν οἱ παροξυσμοί. τούτων γὰρ ὑποκειμένων ἀναγκαῖον ἔσται τὰς ὀξείας· νόσους ἐν περιτταῖς μᾶλλον ἡμέραις κρίνεσθαι. διὰ τοῦτο οὖν ἡ τρίτη τε καὶ ἡ ε΄ κρίνουσιν εὐλόγως, οὐκ ἐκ τῆς σεληνιακῆς περιόδου λαβοῦσαι τὸ κρίνειν, ἀλλ’ ἤτοι τὴν μέλλουσαν ἐν τῇ δ΄ κρίσιν ἀπαντήσεσθαι τῆς τρίτης προλαβούσης τῇ βίᾳ τοῦ παροξυσμοῦ, ἢ καὶ νὴ Δία τῆς φύσεως ὑπὸ καμάτου τε ἅμα καὶ τοῦ μὴ βιασθῆναι κατὰ μὲν τὴν δ΄ ἡμέραν ἡσυχίαν ἀγούσης, κινηθείσης δ’ ἐπὶ τὴν κρίσιν ἐν τῇ ε΄. φαίνεται γὰρ αὕτη μὲν ὀλίγον ὑστερίζειν τῆς ὄντως κρισίμου, προλαμβάνειν δ’ ὀλίγον ἡ τρίτη καὶ τὸ κρίνειν ἐσχηκέναι, διότι πλησίον οὖσαι τῆς ὄντως κρισίμου τοὺς παροξυσμοὺς ἐδέξαντο. καὶ γὰρ οὖν καὶ ἡ θ΄ τῶν ἡμερῶν ἐν τῷ μέσῳ τεταγμένη δύο κρισίμων, ἑβδόμης τε καὶ ια΄, ἤτοι τὴν οὐ γεγενημένην ἐπὶ τῆς ζ΄ ἡμέρας κρίσιν ἢ τὴν ἐπὶ τῆς ια΄ ἐσομένην αὐτὴ σφετερίζεται κρίσιν· σπανιώτερον μὲν τὴν τῆς ζ΄, πολλάκις δὲ τὴν τῆς ια΄. ἡ μὲν γὰρ ἰδία τῆς ἑβδόμης ἡμέρας κρίσις οὐκ ἂν εἰς τὴν θ΄ ποτ’ ἀφίκοιτο μὴ πολλῶν ἁμαρτηθέντων, δειχθήσεται δὲ τοῦτο ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασιν, ἡ δὲ τῆς ια΄ ἔμπαλιν, ὅταν ἀκριβῶς τε πάντα πραχθῇ καὶ βίαιος ὁ τῆς ἐννάτης ἡμέρας γένηται παροξυσμός. ἀπόδειξις δ’ ἐναργεστάτη  τοῦ διὰ τὰς σφοδρότητας τῶν παροξυσμῶν τὰς τοιαύτας παρεμπίπτειν ἡμέρας τὸ μηκέθ’ ὁμοίως ἐπὶ προηκόντων γίνεσθαι τῶν νοσημάτων· ὡς γὰρ καὶ τὰ τῆς σφοδρότητος, οὕτω καὶ τὰ τοῦ πλήθους ἐκλύεται τῶν παρεμπιπτουσῶν ἡμερῶν. οὕτω δὲ δή τι βίαιον ἔχει σφοδρότης παροξυσμοῦ πρὸς κρίσιν, ὥστ’ ἐν ἁπάσαις σχεδόν τι ταῖς ἡμέραις ἔστιν ἰδεῖν κρινόμενα τὰ κατόξεα νοσήματα· τό τε γὰρ πέρας αὐτῶν ἡ ζ΄ τῶν ἡμερῶν ἐστι, κρίνειν δή που πεφυκυῖα, καὶ πρὸ ταύτης οὐχ ἡ δ΄ μόνον, ἀλλὰ καὶ ἡ γ΄ καὶ ἡ ε΄ καὶ ἡ στ΄, δέχονταί ποτε κρίσεις. ἐζήτηται δ’, ὡς ἐλέγετο, καὶ περὶ τῆς α΄ εἰ κρίνει. λοιπὴ τοίνυν ἡ δευτέρα βεβαίως τοῦ κρίνειν ἐκπέπτωκεν. ἔστω δ’, εἰ βούλει, καὶ ἡ α΄, ἀλλὰ καὶ ἡ τρίτη γε καὶ δ΄ καὶ ε΄ καὶ στ΄ καὶ ζ΄ κρίνουσιν ἅπασαι. καὶ πᾶσαι αἱ μετὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἐν τοῖς κατόξεσιν ἡμέραι κρίνουσαι φαίνονται διὰ τὴν σφοδρότητα τῶν παροξυσμῶν. καὶ γὰρ οὖν καὶ ἡ στ΄ τῶν ἡμερῶν οὔτ’ ἐκ τῶν κατὰ περίοδον οὖσα κρισίμων οὔτ’ ἐν ἀριθμῷ περιττῷ, διὰ τοῦτο καὶ αὐτὴ δέχεται κρίσεις παμπόλλας, ὅτι τῆς ὑστάτης τῶν κατοξέων ἐντός ἐστιν. ἅπαντα δὲ τὰ τοιαῦτα δυοῖν θάτερον, ἢ σύνοχον ἔχει τὸν πυρετὸν, οὕτω δ’ ὀνομάζουσι τὸν ἀπὸ τῆς πρώτης συστάσεως ἄχρι τῆς κρίσεως ὁμότονον, ὡς εἴρηται, χωρὶς αἰσθητῆς παρακμῆς, ἣ εἰ καὶ σαφεῖς ἔχει τάς τε παρακμὰς καὶ τοὺς παροξυσμοὺς, οὐ διὰ τρίτης μόνον ἔχει σαφεῖς, ἀλλὰ κᾀν ταῖς μέσαις αὐτῶν, ὥσπερ καὶ ὁ ἡμιτριταῖος. ἡ μὲν οὖν πρώτη διαφορὰ τῶν κατοξέων οἷον εἷς τίς ἐστι παροξυσμὸς, ὥστ’ οὐδὲν ὅσον γε ἐπὶ τῷ παροξυσμῷ πλεονεκτήσουσιν αἱ περιτταὶ τῶν ἀρτίων, ὁμοίου γε τοῦ πυρετοῦ κατὰ πάσας τὰς ἡμέρας ὑπάρχοντος. ἡ δευτέρα δὲ κᾂν διὰ τρίτης ἔχῃ τοὺς μεγάλους παροξυσμοὺς καὶ τὰς οἷον ἀρχὰς τῶν περιόδων, ἀλλ’ ἥ γε μέση τηλικοῦτον καὶ αὐτὴ φέρει πολλάκις ἐν τοῖς κατόξεσι τὸν παροξυσμὸν, ὡς τῶν ἐν ἄλλοις τισὶ νοσήμασι μεγάλων παροξυσμῶν μηδὲν ἀποδεῖν. ὅταν οὖν ἐπείγηται μὲν ὡς ἐπὶ τὴν ἑβδόμην τὸ νόσημα καὶ κατὰ τὸν ἑαυτοῦ λόγον ἐν ταύτῃ κριθήσεσθαι μέλλῃ, τὸ δὲ μέγεθος τοῦ μέσου παροξυσμοῦ καταναγκάσῃ τὴν φύσιν ἐξορμῆσαι πρὸς τὴν κρίσιν, οὐ περιμείνασαν τὸν οἰκεῖον καιρὸν, ἢ καί τι προσγένηται τῶν ἔξωθεν ἐρεθιζόντων αὐτὴν, οὕτως ἡ κρίσις ἐν τῇ στ΄ προεκρήγνυται. αὕτη μὲν οὖν τοσούτῳ χείρων ἐστὶ τῆς ἐσομένης ἐπὶ τῆς ζ΄ ὅσῳ καὶ φθάνει. χειρίστη δὲ κρίσις ἡ ἑκταία καθ’ ἕτερον γίνεται τρόπον, ὃν ἐπὶ πλέον μὲν ἐν τοῖς περὶ κρίσεων ἐροῦμεν, ἐκείνης γάρ ἐστι πραγματείας οἰκεῖον ἀγαθὰς καὶ κακὰς διελέσθαι κρίσεις· ἐνταῦθα δὲ πρόκειται μόνον ὑπὲρ τῶν κρινουσῶν ἡμερῶν διελθεῖν. ἀλλ’ ἐπειδὴ κατέστην ἅπαξ τὰ περὶ τῆς στ΄ ἡμέρας εἰπεῖν ἅπαντα, καὶ τοῦτ’ ἔτι προσθήσω διὰ κεφαλαίων. εἰσβάλλει τινὰ νοσήματα τὴν δευτέραν τῆς πρώτης ἔχοντα βαρυτέραν καὶ τὴν δ΄ τῆς γ΄, καὶ ὅλους τοὺς παροξυσμοὺς ἐν ἀκτίοις, ὄντα μὲν, ὡς ἐν τοῖς περὶ κρίσεων ἀποδειχθήσεται, τῆς τῶν χρονίων φύσεως, φθάνοντα δ’ ὡς ὀξέα κρίνεσθαι διὰ σφοδρότητα· ταῦτα καὶ δευτεραίους μὲν ἀναιρεῖ καὶ τεταρταίους, ἑκταίους δὲ πλείστους. ἐπὶ μὲν γὰρ δὴ τῆς δευτέρας ἡμέρας ἰσχύει πως ἡ φύσις ἔτι, κατὰ δὲ τὴν δ΄ ἰσχύει μὲν ἔτι κἀπὶ ταύτης μᾶλλον ἢ κατὰ τὴν στ΄, ἀλλ’ οὔπω διαγωνίζεσθαι τολμᾷ· κατὰ δὲ τὴν στ΄ ἡ σφοδρότης τοῦ παροξυσμοῦ πολλάκις ἐκκαλεῖται μὲν αὐτὴν ἐπὶ τὸν ἀγῶνα. δυοῖν δὲ θάτερον, ἢ κατέπεσεν αὐτῇ καὶ κατεσβέσθη πρὶν ἐκκρῖναι τὰ λυποῦντα, ἢ τὸ μὲν πλεῖστον αὐτῶν ἐξέκρινε, τὸ λοιπὸν δ’ οὐκ ἔτι ἴσχυσεν, ἀλλ’ ὑπ’ ἀῤῥωστίας τε καὶ καμάτου τελέως καταπίπτει καὶ κεῖται πάρετος. εἶτ’ εἰ μὲν ἐν τῷ μετὰ ταῦτα χρόνῳ δυνηθείη πως ἑαυτὴν ἀνακτήσασθαι, κατὰ βραχὺ πέττει τὴν νόσον· εἰ δ’ εἴη τὰ λείψανα τῆς νόσου μείζω τοῦ κατ’ αὐτὴν τόνου, τοσοῦτον ἐπιβιοῖ χρόνον ὁ τοιοῦτος ἄνθρωπος ὅσον ἐξαρκεῖν ἡ φύσις ἔτι δύναται, τεθνήξεται δὲ μετὰ ταῦτα. περὶ μὲν δὴ τῶν παρεμπιπτουσῶν ἡμερῶν αὐτάρκως εἴρηται.

Διὰ τί δ’ ἄμφω κρίνουσιν, ἥ τε εἰκοστὴ καὶ εἰκοστὴ πρώτη, πολὺ δὲ μᾶλλον ἡ εἰκοστή; πρῶτον μὲν ὅτι χρόνιον ἤδη τὸ τοιοῦτον νόσημα καὶ τοὺς παροξυσμοὺς αἱ ἀρτίαι λαμβάνουσιν, εἶθ’ ὅτι καὶ ἡ ἑβδομὰς οὐκ ἔστιν ὁλοκλήρων ἡμερῶν ἑπτὰ, καθότι καὶ πρόσθεν εἴρηται, καὶ τοῦτο ἠπίστατο καὶ Ἱπποκράτης. εἰπὼν γὰρ ἐν τῷ προγνωστικῷ· αὗται μὲν οὖν διὰ τεσσάρων εἰς τὴν εἰκοστὴν ἐκ προσθέσιος ἀφικνέονται· μετὰ ταῦτα ἐπήνεγκεν· οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τούτων ἀτρεκέως ἀριθμέεσθαι. οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμέεσθαι. ὡς οὖν ὁ ἐνιαυτὸς μὲν ἐπὶ ταῖς τριακοσίαις ἑξήκοντα πέντε ἡμέραις ἐπικείμενον ἔχει μόριον ἡμέρας μεῖζον ἢ τέταρτον, ὅ τε μὴν ἥμισυ τῆς μιᾶς ἡμέρας ἀπολείπεται τοῦ τριακονθήμερος ὑπάρχειν, οὕτως καὶ ἡ ἑβδομὰς ἕκτῳ μάλιστα μέρει μιᾶς ἡμέρας ἀπολείπεται τὸ τέλεον ὑπάρχειν ἡμερῶν ἑπτά. συμβαίνει τοιγαροῦν οὐ μιᾶς καὶ εἴκοσιν ἡμερῶν γίνεσθαι τὰς τρεῖς ἑβδομάδας ὁλοκλήρων, ἀλλὰ ἀπολείπεσθαι σχεδὸν ὅλῳ τῷ ἡμίσει μέρει τῆς μιᾶς ἡμέρας καὶ διὰ τοῦτο ἐπαμφοτερίζειν τὸν ἀριθμὸν, οὐ μᾶλλόν τι τῶν εἴκοσιν ἐγγὺς ἢ τῶν ἑνὸς καὶ εἴκοσιν ὑπάρχοντα. τῆς γὰρ ὅλης σεληνιακῆς περιόδου ἑπτὰ καὶ εἴκοσι ἡμερῶν οὔσης καὶ προσέτι τρίτου μέρους μιᾶς ἡμέρας καὶ διὰ τοῦτο ἑκάστης ἑβδομάδος ἑπτὰ γινομένης ἡμερῶν ἀπολιπουσῶν ἕκτον, αἱ τρεῖς ἑβδομάδες ἡμερῶν εἴκοσι καὶ ἡμισείας ἔσονται. πλησίον οὖν ὑπάρχουσαν αὐτῇ τὴν ἀκριβῇ περίοδον ἡ εἰκοστὴ σφετερίζεται τῷ χρονίζειν ἤδη τὰ τοιαῦτα νοσήματα καὶ τοὺς παροξυσμοὺς ἐν ἀρτίαις ἴσχειν. ὧν  δ’ ἐν περιτταῖς οἱ παροξυσμοὶ, τούτων καὶ αἱ κρίσεις εἰς τὴν εἰκοστὴν πρώτην· ἐμπίπτουσιν. ἐπεὶ δ’ οὐ μόνον ἡ περίοδος τῆς σελήνης, ἀλλὰ καὶ ὁ μηνιαῖος χρόνος ὁ τῆς φάσεως ἔχει τινὰ δύναμιν, ὡς ἐλέγομεν, αὕτη μὲν γὰρ ἡ κατὰ τὸν ζωδιακὸν περίοδος οἰκειοτάτη ἐστὶ ταῖς ἰδίαις ἀρχαῖς ἑκάστου τῶν πραγμάτων, ὁ δ’ αὖ μηνιαῖος χρόνος ὁ τῆς φάσεως ἀλλοιῶν τὸν περίγειον ἀέρα κοινῇ πᾶσιν ἡμῖν διαφέρει, ἐδείχθη δὲ καὶ οὗτος ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν ὡς ἔγγιστα δεόντως, διὰ τοῦτ’ εἰκότως ἡ ἑβδομὰς ἔτι μικροτέρα γενήσεται τῆς ἔμπροσθεν εἰρημένης. εἴτε γὰρ ἀπὸ τῶν τριάκοντα βουληθείης ἀφελεῖν τὰς τρεῖς ἐκείνας ἡμέρας τὰς περὶ σύνοδον, ἐν αἷς ἔτ’ ἄκριτον ἦν τὸ περιέχον, εἴτ’ ἀπὸ τῶν κθ΄ καὶ ἡμισείας, ὁ λοιπὸς χρόνος, ἐν ᾧ σαφὲς ἔχει φῶς ἡ σελήνη, κατὰ μὲν τὸν πρότερον ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν γενήσεται, κατὰ δὲ τὸν δεύτερον εἴκοσι καὶ ἓξ καὶ ἡμισείας. ἐπεὶ τοίνυν ἀλλοιώσεις ἔφαμεν γίνεσθαι τοῖς σώμασιν ἡμῶν τὰς μὲν ἰδίας, τὰς δὲ κοινὰς, ἰδίας μὲν ὡς πρὸς τὰς ἰδίας ἀρχὰς, κοινὰς δὲ τῷ συναπολαύειν τοῦ περιέχοντος, εἰς ταὐτὸν δὲ συμβαίνειν ἑκατέρας τῆς σελήνης τὰς περιόδους καὶ βραχεῖ τινι λείπεσθαι τὰς κοινὰς τῶν ἰδίων, ἀφαιρεθήσεται δή τι καὶ κατὰ τοῦτο τοῦ τῆς ἑβδομάδος ἀριθμοῦ. συνεπιμιγνυμένης γὰρ τῆς κοινῆς τῇ ἰδίᾳ καὶ οὔσης ὀλιγοχρονιωτέρας, ἀνάγκη καὶ κατὰ τοῦτο παραθραύεσθαί τι τοῦ τῆς ἑβδομάδος ἀριθμοῦ καὶ οἷον ἐν μεθορίῳ γίγνεσθαί τινι τοῦ κοινοῦ καὶ τοῦ ἰδίου. καλῶ δ’ ἴδιον μὲν τὸν ἐκ τῆς ζωδιακῆς περιόδου γινόμενον, ἑκάστῳ γὰρ ἡμῶν αὐτὸς διαφέρει, κοινὸν δὲ τὸν ἐκ τῆς μηνιαίας, ὃν ὀλίγον ἔμπροσθεν ἔδειξα μηδ’ ὅλως ὑπάρχειν ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν. ἐὰν γὰρ ἀπὸ μὲν τοῦ μηνιαίου χρόνου τοῦ ἀκριβοῦς, ὃς ἀπολείπεσθαι τῶν τριάκονθ’ ἡμερῶν ἡμίσει μάλιστα μιᾶς ἡμέρας ἐλέγετο τὰς τρεῖς ἀφέλῃς ἡμέρας τὰς περὶ σύνοδον, αἱ λοιπαὶ δηλονότι τῶν ἑπτὰ καὶ εἴκοσι ἡμερῶν ἔσονται μείους ἥμισυ τῆς μιᾶς ἡμέρας. ἀλλ’ οὗτος οὖν ὁ χρόνος ὁ διαιρούμενος εἰς τὰς ἑβδομάδας, οὐχ ὁ σύμπας μηνιαῖος. ὥσθ’ ὁ κοινὸς χρόνος τῆς ἑβδομάδος, ὁ τὸ περιέχον ἀλλοιῶν, ἐλάττων ἔσται τοῦ καθ’ ἕκαστον ἰδίου. δύνασθαι δὲ καὶ οὗτος ἐλέγετο καὶ διὰ τοῦτο παραθραύειν τι τοῦ χρόνου τῆς ἑτέρας ἑβδομάδος, ὥσθ’ ὁ μέσος ἀμφοῖν ὁ οἷον μικτὸς ἐξ αὐτῶν ἐπὶ πλέον ἀφαιρήσει τῆς ἑβδομάδος ἕκτου μέρους. τὸ μὲν οὖν ἀκριβὲς ἢ τῆς μίξεως ἢ τῆς ἀφαιρέσεως ὁ θεὸς οἶδεν· ὅσον δὲ ἀνθρωπίνῳ στοχασμῷ συμβάλλειν ἐγχωρεῖ, πιθανώτερόν ἐστι μέσον ἀμφοῖν ποιῆσαι τῶν περιόδων τὸν ἐξ ἀμφοῖν κοινόν. ἐπεὶ τοίνυν ὁ μὲν τῆς φάσεώς ἐστι τῆς ἐναργοῦς καὶ δραστηρίου χρόνος εἴκοσιν ἓξ ἡμερῶν καὶ ἡμισείας, ὁ δὲ τῆς ζωδιακῆς περιόδου εἰκοστὸν καὶ ἕβδομον καὶ τρίτον, δῆλον ὡς ὁ μέσος αὐτῶν κ΄ καὶ στ΄ ἡμερῶν ἔσται καὶ προσέτι μάλιστα μορίου μιᾶς ἡμέρας ἡμίσεος τρίτον καὶ ιβ΄. συνθεὶς γὰρ ἀμφοτέρους τοὺς χρόνους, εἰ τὸ ἥμισυ λάβοις, εὑρήσεις τὸ μέσον. ἀλλ’ οὗτος ὁ χρόνος ὁ μέσος ἀπολείπεται τῶν ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν δωδεκάτῳ μάλιστα μέρει μιᾶς ἡμέρας. εἰ μέντοι τέμοις αὐτὸν εἰς τέτταρα, τὸν ἀκριβῆ χρόνον εὑρήσεις τῆς ἑβδομάδος οὐχ ἕκτῳ μόνον μιᾶς ἡμέρας ἀπολειπόμενον, ἀλλ’ ἔτι πλέον. λαμβανέσθω γὰρ τῶν κστ΄ καὶ ἡμίσεος τρίτον, ιβ΄ τὸ τετάρτου μέρος, ἔσται δὲ χρόνος ἡμερῶν στ΄ ἡμίσεος πέμπτον καὶ προσέτι μορίων ἄλλων ἐπικειμένων μικροτέρων, ἅπερ ἐστὶν ἑξήκοντα πρῶτα καὶ ἑκατοστὰ εἰκοστά· τὰ δεύτερα διακόσια δὴ καὶ τεσσαράκοντα. ὁ δ’ αὐτὸς χρόνος καὶ οὗτος ἂν λέγοιτο ἡμερῶν ἓξ καὶ ἡμίσεος καὶ ἕκτου καὶ εἰκοστοῦ τετάρτου καὶ τεσσαρακοστοῦ ὀγδόου. ὁ δὲ τηλικοῦτος χρόνος ἀπολείπεται τοῦ τῶν ἑπτὰ ἡμερῶν τετάρτῳ μέρει μιᾶς ἡμέρας καὶ ἔτι πρὸς τὸν ἀκριβῆ λόγον ἑξήκοντά τε καὶ ἑκατοστὰ εἰκοστὰ καὶ σμ΄, καὶ τούτων οὕτως ἐχόντων αἱ τρεῖς ἑβδομάδες ἡμερῶν εἴκοσιν ἔσονται καὶ προσέτι μορίου τινὸς ἡμέρας α΄ ἕκτου, ὥστε καὶ κατὰ τοῦτον τὸν τρόπον ἀκριβολογουμένοις ὀλίγον ὑπερβάλλει τῆς εἰκοστῆς ἡμέρας ὁ τῶν τριῶν ἑβδομάδων ἀριθμὸς, καὶ ταύτης ἔσται πολὺ μᾶλλον ἢ τῆς εἰκοστῆς πρώτης οἰκεῖος. ἐμοὶ μὲν δέδεικται κατά τε τὸ ἀληθὲς αὐτὸ καὶ κατὰ τὴν Ἱπποκράτους γνώμην ὅτι μηδὲν τούτων ὅλῃσιν ἡμέρῃσιν ἀτρεκέως ἀριθμεῖσθαι δύναται, τουτέστιν ἀπηκριβωμένως τε καὶ ἀπηρτυσμένως, οὔθ’ ἡ ἑβδομὰς οὔθ’ ἡ τετρὰς οὔθ’ ὁ μὴν οὔθ’ ὁ ἐνιαυτὸς, οὔτ’ ἄλλο τῶν ἁπάντων οὐδέν.

Ὅστις δὲ τῇ τῶν λόγων ἀκριβείᾳ δυσχεραίνει, τοῦτον οὐδεὶς ἀναγκάζει μανθάνειν αὐτοὺς, ἀλλ’ ἀρκεῖ τὸ πρῶτον αὐτῷ τῆσδε τῆς πραγματείας ὑπόμνημα. εἰ δὲ μὴ πάνυ τις ἀργὸς εἴη, προστιθέτω μὲν καὶ τὸ δεύτερον, ἀπεχέσθω δὲ τοῦ τρίτου. ἡμεῖς γὰρ ταῦτα καὶ αὐτοὶ γινώσκομεν, ὀλίγοις παντελῶς γεγραφότες, οὐδὲ τούτοις γε ἑκόντες. ἀλλ’ ἴσασι γὰρ θεοὶ καὶ καλείσθωσαν μάρτυρες, ὅτι πολλὰ βιασθέντες ὑπό τινων ἑταίρων ἠναγκάσθημεν αὐτοῖς γράψαι ταῦτα.

Μωροί τ’ ἄν εἴημεν, εἰ δημόσιον ἄκουσμα νομίζοιμεν εἶναι λόγον τοιοῦτον. ὅτι γὰρ τοῖς πολλοῖς ἀκούειν ἥδιον ἀμήτορα μὲν τὴν μονάδα, τολμᾷν δὲ τὴν δυάδα καὶ καθ’ ἕτερον τρόπον ἰδέαν μὲν τὴν μονάδα, τὴν δυάδα δὲ ὕλην ἄπειρον, εἶθ’ ἑξῆς τὴν τριάδα πεπερασμένην ἁρμονίαν, ἢ τέλειον ἀριθμὸν καὶ α΄, ἢ στερεὸν, ἢ ἐπίπεδον. ὅ τι γὰρ ἂν αὐτοῖς δόξῃ λέγουσιν ἄλλοι ἄλλο, καὶ Ἀθηνᾶν γε τινὰ καλοῦσιν ἀριθμὸν, ἕτερον δ’ Ἄρτεμιν, Ἀπόλλωνα δ’ ἄλλον. ὥσπερ οὖν οὐκ ἀγνοοῦμεν, οὕτως οὐδὲ λέγειν ὑπομένομεν, οὐδεμίαν ἐπιστημονικὴν ἀπόδειξιν ἐπάγειν τοῖς λόγοις αὐτῶν δυνάμενοι. καὶ τοῖς γε φίλοις ἐδείξαμεν ἔργῳ πολλάκις ὡς ταῖς τοιαύταις τις χρώμενος ψυχρολογίαις, εἴτ’ ἐπαινεῖν ὁντιναοῦν ἀριθμὸν, εἴτε καὶ ψέγειν βούλοιτο, πρόχειρον αὐτῷ. κινδυνεύουσι γὰρ εἰς τοσοῦτον ἥκειν ἠλιθιότητος οἱ τὰ τοιαῦτα ληροῦντες ὡς ἐπειδὰν ἢ περὶ τῆς ἑβδομάδος, ἢ περί τινος ἄλλου λέγωσιν, οὐκ ἀρκεῖσθαι μόνοις τοῖς τοιούτοις ψυχρεύμασιν, ὥστε Πλειάδες ἑπτὰ καὶ τῶν ἄρκτων ἑπτάστερος ἑκατέρα, καὶ γὰρ καὶ ὀνομάζουσιν οὕτως, ἀλλὰ καὶ τῶν ἑπταπύλων Θηβῶν μνημονεύουσι καὶ δηλονότι τῶν ἐπὶ Θήβαις ἑπτά. καίτοι τί πρὸς ἔπος, εἰ Πλειάδες ἑπτὰ, Δίωνα πλευριτικὸν γενόμενον ἑβδομαῖον κριθῆναι; καὶ γὰρ ἄλλοτε μὲν ἐνναταῖος, ἄλλοτε δὲ δεκαταῖος ἐκρίθη. τί δ’ ὅμοιον, εἰ ἑπτὰ Νείλου στόματα, Θέωνα περιπνευμονικὸν γενόμενον ἑβδομαῖον κριθῆναι; καὶ γὰρ ἄλλοτε μὲν τεταρταῖος, ἄλλοτε δὲ πεμπταῖος ἐκρίθη. ἀλλ’ ὥσπερ κᾀν τοῖς ἄλλοις ἅπασι διττὴ τῶν φαύλων ἁπάντων ἐστὶν ἡ φύσις, ὑπερβολή  τε καὶ ἔλλειψις, οὕτω κᾀνταῦθα. τινὲς μὲν ὅλως μισοῦσι καὶ τοὺς τἀληθῆ λέγειν ὑπὲρ ἑβδομάδος ἐπιχειροῦντας, ἐσχάτως ὄντες μισόλογοι τινὲς δὲ εἰς τοσαύτην ἐμπίπτουσι φλυαρίαν, ὡς καὶ τῶν μηδὲν προσηκόντων μνημονεύειν. ἑκατέρα, φασὶ, τῶν ἄρκτων ἀστέρων ἐστὶν ἑπτά. πρῶτον οὐκ ἀληθὲς, ἀλλὰ καὶ τοῦτ’ ἐσχάτην αὐτῶν ἀμαθίαν κατηγορεῖ. κείσθω γοῦν ἀληθές. ἀλλ’ οὔθ’ ὁ Βοώτης οὔθ’ ὁ δι’ αὐτῶν τῶν ἄρκτων δράκων ἀστέρων ἐστὶν ἑπτά. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔθ’ ὁ στεφανὸς οὔθ’ ὁ ἐγγόνασις οὔθ’ ὁ ὀφιοῦχος οὔτε καρκίνος, ἢ λέγω, οὔθ’ ὅλως οὐδὲν τῶν ιβ΄ ζωδίων, ἐν οἷς οἱ πλανῆται φέρονται. καίτοι ὅτι τὰ τῇδε κοσμοῦσιν οἵδε καὶ διατάττουσιν, οὐ τοῖς ἀστρονόμοις μόνον, ἀλλὰ καὶ τοῖς ἀρίστοις ἅπασιν ὡμολόγηται φιλοσόφοις. οὔτ’ οὖν τοὺς φλυαροῦντας ἀποδέχεσθαι χρὴ, καὶ τοὺς ἀποδιδράσκοντας ἀεὶ τοιαύτην θεωρίαν μὴ προσαναγκάζειν.

Ἐμοὶ δ’ οὖν αὐτὸ τὸ ἀληθὲς εἰς ὅσον ἀνθρώπῳ δυνατὸν εὑρῆσθαι νομίζω, γιγνωσκόμενον μέν που καὶ πρόσθεν Ἱπποκράτει, καθότι διὰ τῆς προγεγραμμένης ῥήσεως ἐνεδείξατο, ῥαθυμίᾳ δὲ τῇ τῶν πολλῶν σιωπηθέν. ἐγὼ δ’ οὔτ’ ἄλλο τι παρ’ Ἱπποκράτους μάτην εὑρίσκω γεγραμμένον, οὔθ’ ὅτι μηδὲν τούτων ὅλῃσιν ἡμέρῃσιν ἀτρεκέως ἀριθμεῖσθαι δύναται, καὶ λαβὼν ἀρχὴν ὁμολογουμένην οὐκ ἀστρονόμοις μόνον, ἢ φυσικοῖς φιλοσόφοις, ἀλλὰ καὶ γεωργοῖς καὶ ναύταις καὶ πᾶσιν ἀνθρώποις, ὡς ἡ σελήνη τὸν περίγειον ἐπιτροπεύει τόπον, οἷον ὕπαρχός τις οὖσα μεγάλου βασιλέως τοῦ ἡλίου, ταῖς ταύτης περιόδοις ἐπέδειξα τὰς κρινούσας ἡμέρας ἑπομένας· ἐπέδειξα δὲ καὶ τῶν παρεμπιπτουσῶν ἡμερῶν τὰς αἰτίας καὶ διὰ τί τὰς τρεῖς ἑβδομάδας οὐκ εἰς τὴν κα΄, ἀλλ’ εἰς τὴν κ΄ μᾶλλον ὁ Ἱπποκράτης ἀξιοῖ περιάγεσθαι. τούτων δ’ ἀποδεδειγμένων οὐδὲν ἔτι χαλεπὸν εὑρεῖν οὐδὲ διὰ τί τὴν μὲν πρώτην ἑβδομάδα τῆς δευτέρας διαζεύγνυσι, συνάπτει δὲ ταύτην τῇ τρίτῃ, οὔτε γὰρ τὴν δευτέραν τῇ πρώτῃ συνάπτειν εὔλογον ἦν, εἰς τὴν ιδ΄ ἀφικνουμένης τῆς κρίσεως, οὔτε τὴν τρίτην τῇ δευτέρᾳ διαζευγνύναι τῆς κ΄ μᾶλλον ἢ τῆς κα΄ ἐκδεχομένης τὰς κρίσεις. ἐπεὶ δὲ τῶν ἑβδομάδων αὐτῶν αἱ δύο μόναι πρῶται διαζεύγνυνται, συνάπτεται δ’ ἡ τρίτη, δῆλον ὡς καὶ τῶν τετράδων ἔνιαι μὲν ἐξ ἀνάγκης συναφθήσονται, διαζευχθήσονται δ’ ἕτεραι. ἡ μὲν οὖν δευτέρα τετρὰς καὶ ἡ πρώτη συναφθήσονται, διότι μιᾶς ἑβδομάδος τῆς πρώτης διχῇ τμηθείσης ἑκατέρα μόριον ἐστιν. ἡ δὲ τρίτη τῆς δευτέρας διαζευχθήσεται, διότι καὶ ἡ ἑβδομὰς ἡ δευτέρα τῆς πρώτης διεζεύγνυτο. συναφθήσεται δὲ ἡ τρίτη τῇ τετάρτῃ, διότι τῆς δευτέρας ἑβδομάδος ἑκατέρα μόριόν ἐστιν. αὕτη δ’ οὖν πάλιν ἡ τετάρτη τῇ ε΄ συναφθήσεται διὰ τὴν τρίτην ἑβδομάδα συναφθεῖσαν τῇ δευτέρᾳ. συναφθήσεται δὲ καὶ ἡ στ΄ τετρὰς τῇ ε΄ κατὰ τὴν ιζ΄ ἡμέραν, ὡς ἂν τῆς τρίτης ἑβδομάδος ἑκατέρα μέρος ὑπάρχουσα.

Εἰς μὲν οὖν τὸ καλῶς διαιτῆσαι χρησιμώτατόν ἐστι προγνῶναι τὸν χρόνον τῆς κρίσεως. εἴτε δ’ ὀξὺ χρὴ καλεῖν, εἴτε χρόνιον, εἴτ’ ἄλλως πως ὀνομάζειν τόδε τὸ νόσημα, τὸ κατὰ τὴν κ΄ ἡμέραν, εἰ οὕτως ἔτυχε, κριθησόμενον, οὐδὲν ὠφελεῖ τὸν κάμνοντα. δύναται γάρ τις, μηδὲν φθεγξάμενος, ἀλλὰ μηδὲ νοήσας ὅλως ὅ τι ποτὲ χρὴ καλεῖν αὐτὸ, καλῶς διαιτῆσαι τὸν νοσοῦντα, μηδέν γε τῶν ἄλλων παραλιπὼν ἃ πρὸς τοῦτο διαφέρει. τὸ μὲν ἀληθὲς ἅμα καὶ χρήσιμον εἴρηταί μοι, τὸ δὲ τοῦ σοφιστικοῦ λήρου περαινέσθω, μετὰ ταῦτα δεικνύντων ἡμῶν κᾀνταῦθα, πόσον ἀγνοοῦσι τοῦ προσήκοντος οἱ πλεῖστοι τῶν ἰατρῶν. οἴονται γὰρ ὀξὺ μὲν καλεῖσθαι νόσημα τὸ ταχέως κρινόμενον, ἐναντίον δ’ ὑπάρχειν αὐτοῦ τὸ χρόνιον. ἔχει δ’ οὐχ οὕτω τἀληθὲς, ἀλλ’ ἔστι γάρ τι νόσημα βραχυχρόνιον μὲν, οὐ πάντως δ’ ὀξύ. καὶ τούτῳ μὲν ἐναντίον ἐστὶ τὸ χρόνιον, ἢ πολυχρόνιον, ἢ ὅπως ἄν τις ἑτέρως ἐθέλῃ καλεῖν αὐτό. τῷ δ’ ὀξεῖ φύσις ἑτέρα νοσήματος ἀντίκειται, οὐδὲν ἴδιον ὄνομα κεκτημένη. καὶ τοῦτ’ εἰκότως ἐγένετο· τοῦ γὰρ ὀξέως νοσήματος, ὡς ὁ μὲν Ἀρχιγένης ὑπεγράφετο, τοῦ διὰ συντόμως κινδυνώδους· ὡς δ’ Ἱπποκράτης ἔλεγε, τοῦ μετὰ πυρετοῦ συνεχοῦς γιγνομένου, συμβεβηκὸς ἐξ ἀνάγκης ἔσται τὸ ταχέως κρίνεσθαι. κατὰ μὲν γὰρ τὸ τῆς κινήσεως εἶδος ὀξὺ προσηγόρευται, παύσασθαι δ’ ἀναγκαῖον αὐτὸ διὰ ταχέων, ὡς ἂν ἐπειγομένῳ πρὸς τὴν οἰκείαν τελευτήν. αὐτὸ γὰρ τοῦτ’ ἔστι τὸ ταχέως κινεῖσθαι, τὸ συῤῥεῖν ἐπὶ τὸ πέρας. ἔσται δὴ πάντως βραχυχρόνιον μὲν κατ’ ἄλλο μέν τι καὶ ἄλλο τῶν ἐν αὐτῷ, τό τ’ ὀξὺ καὶ τὸ βραχυχρόνιον εἰρήσεται. διὰ μὲν γὰρ τὸ τῆς κινήσεως ἠπειγμένον ὀξὺ, διότι δ’ οὐχ οἷόν τε χρονίζειν αὐτῷ ταχέως κινουμένῳ, βραχυχρόνιον ὀνομασθήσεται. φύσις δ’ ἄλλη νοσήματος αὐτῷ παράκειται βραχυχρονίου. πολλοὶ γὰρ τῶν ἐφημέρων πυρετῶν διά τινα ψύξιν, ἢ ἔγκαυσιν ἐπιπόλαιον, ἢ κάματον βραχὺν, ἢ ἀγρυπνίαν, ἢ λύπην, ἢ μέθην, ἢ θυμὸν, ἤ τι τοιοῦτον, ἐγένοντο μικροί τε ἅμα καὶ βραχεῖς καὶ τελέως ἀκίνδυνοι, καὶ τούτους οὐδεὶς οὔτε ἰδιώτης οὔτε ἰατρὸς ὀξὺ νόσημα καλεῖν εἴθισται. τὸ μὲν οὖν ὀξὺ τοῦ βραχυχρονίου σαφῶς ἐν αὐτοῖς τούτοις διακέκριται, τὸ δὲ βραδὺ τῷ πολυχρονίῳ συνεχύθη, καίτοι γ’ οὐ τὴν αὐτὴν ἔχον ἔννοιαν, εἴ γε τὸ μὲν ὀξὺ τῷ βραδεῖ, τὸ δ’ ὀλιγοχρόνιον τῷ πολυχρονίῳ κατ’ ἀντίθεσιν εἴρηται. πᾶν μὲν οὖν ὀξὺ πάντως ὀλιγοχρόνιον, καὶ πᾶν χρόνιον ἐξ ἀνάγκης βραχὺ, οὐ μὴν οὔτ’ εἰ βραχυχρόνιον, ὀξὺ πάντως, οὐδ’ εἰ βραδὺ, πολυχρόνιον. ἐξ οὖν τῆς τοιαύτης ὑπαλλάξεως, οὐ πάνυ τι σαφοῦς ὑπαρχούσης τοῖς πλείστοις τῶν ἰατρῶν, οὐ μόνον αἱ προσηγορίαι συνεχύθησαν, ἀλλὰ καὶ τῶν πραγμάτων αὐτῶν αἱ διαγνώσεις.