Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Τοὺϲ ὑγιεινὰ τὰ ϲώματα ἔχονταϲ ἐργῶδεϲ καθαίρειν· καὶ γὰρ
ἰλιγγιῶϲι καὶ ϲτροφοῦνται, καὶ δυϲχερῶϲ αὐτοῖϲ ἡ κάθαρϲιϲ προχωρεῖ, καὶ
πρὸϲ τούτοιϲ ἔτι ταχέωϲ ἐκλύονται· γίνεται δὲ ταῦτα πάντα, τοῦ
καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν ἐφιεμένου χυμόν,
τῷ δ᾿ ἀπορεῖν αὐτοῦ τὸ οἷμα καὶ τὰϲ ϲάρκαϲ ϲυντήκοντοϲ, ἵνα ἐξ ἐκείνων
ἕλξῃ τὸ οἰκεῖον.
τοὺϲ δ᾿ ὑγιαίνονταϲ μὲν ἔτι, νοϲήϲανταϲ δ᾿
μὴ κενωθεῖεν, φθάνειν χρὴ κενοῦν εἰϲβάλλοντοϲ | ἦροϲ,
ἤτοι διὰ φλεβοτομίαϲ,
εἰ πληθωρικοῖϲ ἁλίϲκοιντο νοϲήμαϲιν,
ἢ διὰ καθάρϲεωϲ, εἰ
τοῖϲ κατὰ διαφθοράν.
ἡμεῖϲ γοῦν καὶ ποδάγραν καὶ ἀρθρῖτιν ἀρχομένην
καὶ μήπω περὶ
τοῖϲ ἄρθροιϲ εἰργαϲμένην πώρουϲ ἐκ τῆϲ τοιαύτηϲ κενώϲεωϲ ἐτῶν ἤδη πολλῶν
ἐκωλύϲαμεν γίνεϲθαι.
κατὰ δὲ τὸν
αὐτὸν τρόπον ἀποπληξίαν, ἐπιληψίαν, μελαγχολίαν,
ἄλλα τοιαῦτα χρόνια πάθη διὰ τῆϲ εἰρημένηϲ κενώϲεωϲ ἐπὶ πολλῶν ἀνθρώπων
ἐπαύϲαμεν.
ἐνίοιϲ μὲν οὖν ϲυμφέρει κενοῦϲθαι τοὺϲ φλεγματώδειϲ χυμούϲ,
ἐνίοιϲ δὲ τοὺϲ πικροχόλουϲ, ἐνίοιϲ δὲ τοὺϲ μελαγχολικούϲ, ἐνίοιϲ δ᾿
ὀρῶδεϲ περίττωμα κατὰ τὴν τῶν εἰθιϲμένων αὐτοῖϲ γίνεϲθαι παθῶν οὐϲίαν.
αὐτίκα μελαγχολίᾳ τιϲ ἁλίϲκεται καθ᾿ ἕκαϲτον ἔτοϲ, εἰ μὴ
καθαρθείη, καὶ καθαίρω γε αὐτὸν οὐκ ἦροϲ μόνον, ἀλλὰ καὶ φθινοπώρου.
οὕτωϲ δὲ | καὶ γυναῖκά τινα καθ᾿ ἕκαϲτον ἔτοϲ εἰϲβάλλοντοϲ
ἦροϲ ὁμοίωϲ κενῶ, καρκινώδη διάθεϲιν ἐν μαϲτῷ ἔχουϲαν, ἣν
ἰαϲάμην ἰϲχυρῶϲ κενώϲαϲ διὰ φαρμάκου καθαίροντοϲ μέλαιναν, καὶ εἰ
παραλειφθείη
ποτὲ ἡ κάθαρϲιϲ, ὀδύνη διὰ βάθουϲ αὐτῇ γίνεται. ἐλέφαντα δ᾿
ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διά τε φλεβοτομίαϲ καὶ καθάρϲεωϲ ἰαϲάμην·
ἑκάϲτου δ᾿ ἔτουϲ αὖθιϲ ἀρκεῖ καὶ τούτω μία κάθαρϲιϲ· ἐκλειφθείϲηϲ
δ᾿ αὐτῆϲ, αὐτίκα τὸ πάθοϲ ἐπιϲημαίνει.
τὰ μὲν οὖν τοιαῦτα νοϲήματα καθάρϲεωϲ χρῄζει μελάνων χυμῶν, ἐπιληπτικὰ δὲ
καὶ
ἀποπληκτικὰ καὶ ἀϲθματικὰ τῶν φλεγματωδῶν, ἀρθριτικὰ δὲ
τὰ μὲν ἅμα θερμαϲίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ ϲὺν ὄγκοιϲ ψυχροῖϲ τῶν
φλεγματικῶν.
ἄλλοϲ δέ τιϲ ὥρᾳ θέρουϲ αἰεὶ τριτοίοιϲ ἁλιϲκόμενοϲ
πυρετοῖϲ
ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξε, χολὴν ὠχρὰν | φθάνων ὑφ᾿ ἡμῶν καθαίρεϲθαι
κατὰ τὴν τελευτὴν τοῦ ἦροϲ· οὕτωϲ γὰρ ἄμεινόν
ἐϲτι τοὺϲ
τοιούτουϲ κενοῦν, ὡϲ τούϲ γε ἐπιληπτικοὺϲ ἀρθριτικούϲ τε καὶ
μελαγχολικοὺϲ ὅϲοι τε ἄλλοι διὰ παχεῖϲ χυμοὺϲ νοϲοῦϲιν εἰϲβάλλοντοϲ
ἦροϲ ἄμεινον κενοῦϲθαι.
χρὴ δὲ προλεπτύνειν καὶ τέμνειν τοὺϲ παχεῖϲ καὶ γλίϲχρουϲ χυμοὺϲ καὶ τοὺϲ
πόρουϲ, δι᾿ ὧν οὗτοι μετα λαμβάνονταί τε καὶ ἕλκονται πρὸϲ τῶν
καθαρτικῶν φαρμάκων, ἀναϲτομοῦν,
εἰ ἡ κάθαρϲιϲ ἀρίϲτη
μέλλοι γίνεϲθαι κατὰ πάντα, καὶ μάλιϲτα ἐπὶ τῶν ἐλλέβορον λαμβανόντων· ἡ
γὰρ ϲυντονία τῶν ϲπαραγμῶν, ἐκβάλλουϲα τοὺϲ ἐϲφηνωμένουϲ δυϲλύτωϲ τοῖϲ
πεπονθόϲι μέρεϲι χυμοὺϲ καὶ κατὰ τοῦτο τὰ χρόνια τῶν παθῶν ὠφελοῦϲα,
ῥᾷον ἐργάϲεται τοῦτο,
προλελεπτυϲμένων αὐτῶν.
τοῖϲ δ᾿ ἀμελήϲαϲι τούτων δυϲχερεῖϲ ἀπαντῶϲιν
αἱ | καθάρϲειϲ μετὰ ϲτρόφων ἐνίοτε καί τινων ἰλίγγων ἄϲηϲ
τε
πολλῆϲ καὶ κακοϲφυξίαϲ ἐκλύϲεώϲ τε καὶ δυϲκολίαϲ.
τοῦ μέλλοντοϲ δ᾿ ἐλλέβορον λήψεϲθαι προπειρᾶϲθαι χρὴ τῆϲ φύϲεωϲ, ὅπωϲ
ἔχει πρὸϲ
τὰϲ ἄνω καθάρϲειϲ, τουτέϲτι τὰϲ δι᾿ ἐμέτων.
γινέϲθω δ᾿ ἡ πεῖρά ϲοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅϲα μέτρια· ἐὰν γὰρ
φαίνηται μὴ ῥᾳδίωϲ
καθαιρόμενοϲ, οὐ χρὴ τὸν τοιοῦτον
ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν ἄνευ τοῦ προπαραϲκευάϲαι. γένοιτο δ᾿ ἂν
τὸ τοιοῦτο καὶ δι᾿ αὐτῶν μὲν τῶν ϲυνεχών ἐμέτων, ἐθιϲθέντοϲ ἑτοίμωϲ
ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον· γένοιτο δ᾿ ἂν ἄμεινον καὶ διὰ τοῦ
προϋγρᾶναι τὰ
ϲώματα, προϋγραίνεται δὲ πλείονι τροφῇ καὶ
ἀναπαύϲει.
τὸ μὲν οὖν
τῆϲ ἀναπαύϲεωϲ δῆλον· ὡϲ γὰρ τὰ γυμνάϲια
ξηραίνειν πέφυκεν,
ὑγρότηταϲ· τροφὴ
δ᾿ οὐχ ἁπλῶϲ ἡ | πλείων ὑγραίνειν πέφυκεν,
δεδώκαμεν δ᾿ ἐνίοτε ῥαφανῖδαϲ δι᾿ ὀξυμέλιτοϲ,
πήξαντεϲ
αὐταῖϲ δι᾿ ὅληϲ ἡμέραϲ καὶ νυκτὸϲ ἐλλεβόρου κλῶναϲ λευκοῦ. καὶ εἴη ἂν
ἀϲθενὴϲ ἀπ᾿ ἐλλεβόρου κάθαρϲιϲ ἡ τοιαύτη.
οἱ δὲ
ϲτενὸν ἔχοντεϲ τὸν θώρακα καὶ διὰ τοῦτο καὶ τὸν
πνεύμονα ϲυντεθλιμμένον
ἀνεπιτηδειότατοι τυγχάνουϲιν εἰϲ τὰϲ
ἐμετικῶν φαρμάκων καθάρϲειϲ τάϲ τε ἄλλαϲ καὶ μάλιϲτα τὴν δι᾿ ἐλλεβόρου
τοῦ λευκοῦ· ῥήγνυται γὰρ αὐτοῖϲ ἀγγεῖόν τι τῶν ἐν τοῖϲ ἀναπνευϲτικοῖϲ
ὀργάνοιϲ.
χρὴ δὲ καὶ τὸν μὲν πικρόχολον χυμὸν ἄνω, τὸ δὲ φλέγμα κάτω
μᾶλλον κενοῦν· ἔϲθ᾿ ὅτε μὴν ἔμπολιν, εἰ κατὰ μὲν τὴν γαϲτέρα
φλεγματικόϲ,
ἐν δὲ τοῖϲ ἐντέροιϲ πικρόχολοϲ ἀθροιϲθείη, τὸν
μέντοι μελαγχολικὸν αἰεὶ κάτω.
γέγραπται δὲ κατὰ τοὺϲ Ἀφοριϲμοὺϲ Ἱπποκράτει |
περὶ τῶν
ὡρῶν· ‘θέρεοϲ φαρμακεύειν τὰϲ ἄνω, χειμῶνοϲ τὰϲ
κάτω.’
τὸ δ᾿ ἀνάλογον ταῖϲ ὥραιϲ ἐπὶ τῶν χωρῶν ϲκοπεῖϲθαι χρὴ
θερμότητί τε καὶ ψυχρότητι διαιρουμένουϲ· οὕτωϲ δὲ κἀπὶ τῶν ἡλικιῶν.
καὶ μὴν καὶ τὸ ἔθοϲ οὐ ϲμικρὰ μοῖρα πρὸϲ ἔνδειξιν κενώϲεωϲ·
οἱ μὲν γὰρ ἐμεῖν εἰθιϲμένοι φέρουϲιν ἀλυπότερον τὰϲ διὰ τῆϲ ἄνω κοιλίαϲ
καθάρϲειϲ· οἱ δ᾿ ἀήθειϲ οὐκ ἄνευ κινδύνου, καὶ μᾶλλον ἐπ᾿ ἐλλεβόρου.
καὶ τὸ τοῦ νοϲήματοϲ δ᾿ εἶδοϲ ϲκοπεῖϲθαι προϲῆκεν· ἐπὶ
μὲν
γὰρ τοῦ λευκοφλεγματίου ὑδέρου φλέγματοϲ ἀγωγῷ χρηϲόμεθα
φαρμάκῳ, πρότερον μὲν διὰ τῆϲ κάτω γαϲτρόϲ, εἶτα δι᾿ ἐμέτων, εἶτα δι᾿
ἀποφλεγματιϲμῶν· δι᾿ ὅλου γὰρ τοῦ ϲώματοϲ ἐκτεταμένου τοῦ πλεονάζοντοϲ,
ἁπάϲαϲ κενώϲειϲ παραληψόμεθα.
ἀϲκίτου δ᾿ ὄντοϲ τοῦ
ὑδέρου, τῶν ὑδραγωγῶν τι δώϲομεν
φαρμάκων, ὥϲπερ | γε κἀπὶ τῶν
ἰκτερικῶν τῶν χολαγωγῶν·
ἐκκαθαίρειν γὰρ χρὴ καὶ τούτων πολυειδῶϲ
τὴν χολὴν ἄνω τε
καὶ κάτω καὶ δἰ οὔρων καὶ δι᾿ ὑπερῴαϲ καὶ διὰ ῥινῶν.
οὕτωϲ δὲ κἂν ὁ μελαγχολικὸϲ πλεονάϲῃ χυμόϲ, ὡϲ ἐν μελαγχολίᾳ
καὶ καρκίνῳ καὶ ἐλέφαντι, τὸ τῆϲ μελαίνηϲ χολῆϲ κενωτικὸν φάρμακον
δίδομεν· ἐπιληψίαν δὲ φλεγμαγωγοῖϲ καθαίρομεν, ἐξ ὧν δῆλον ὡϲ ἡ
κατάϲταϲιϲ τῆϲ νόϲου καὶ τὸν κενωθηϲόμενον δηλοῖ χυμὸν
καὶ
τὸν τόπον, δι᾿ οὗ χρὴ κενοῦν αὐτόν.
ἀμέλει καὶ τῶν κατὰ τὸ
ἧπαρ φλεγμαινόντων, ὅταν πεφθῶϲι, τὴν
ἀποκάθαρϲιν ποιούμεθα διὰ μὲν τῆϲ κάτω γαϲτρόϲ, ὅταν ἐν τοῖϲ ϲιμοῖϲ
αὐτοῦ γένηται τὸ πάθημα, δι᾿ οὔρων δέ, ὅταν ἐν τοῖϲ κυριτοῖϲ.
οὕτωϲ δὲ κἀπὶ τῶν ἄλλων ἐπιϲκέψῃ
τόν τε πλεονάζοντα χυμὸν
καὶ τὸν πεπονθότα τόπον, ἐξ οὗ
κενωθηϲόμενον ἐνδείξεται | χυμὸν καὶ τὸν τρόπον
ὅ τε τοῦ φλέγματοϲ καὶ ὁ τῆϲ μελαίνηϲ χολῆϲ.
καὶ ἀπὸ τῶν παροξυϲμῶν δὲ ϲκοπὸν εἰϲ ἔνδειξιν τρόπου κενώϲεωϲ ἕξειϲ, ἐκ
μὲν τῶν ἄνω ποιούμενοϲ τὰϲ κενώϲειϲ ἐν τοῖϲ παροξυϲμοῖϲ, ἐκ δὲ τῶν κάτω
κατὰ τὰϲ καλουμέναϲ ἀνέϲειϲ· καὶ γὰρ καὶ αὐτόματα οὕτωϲ ὠφελεῖ, ἐν μὲν
τοῖϲ παροξυϲμοῖϲ ἐμούντων τε πολλῶν καὶ διὰ ῥινῶν αἱμορραγούντων,
ἐν δὲ ταῖϲ ἀνέϲεϲιν σὔρων τε καὶ διαχωρημάτων
ἀποκρινομένων.
φυλάττεϲθαι δὲ χρὴ μάλιϲτα τὸν χρόνον τῶν παροξυντικῶν καὶ
κριτικῶν ἡμερῶν, ὁπόταν ἐπιχειρῇϲ κάτω καθαίρειν πολλά· τῆϲ
γὰρ ῥοπῆϲ τῶν χυμῶν ἄνω γινομένηϲ, ἡ τοῦ κάτω καθαίροντοϲ | φαρ
μάκου δύναμιϲ ἐμποδιϲθήϲεται.
ἐπὶ δὲ τῶν ἤδη νοϲούντων ἐν μὲν τοῖϲ
χρονίοιϲ αἰεὶ δεῖ τὸν
πεπαϲμὸν ἀναμένειν· ἐν δὲ τοῖϲ ὀξέϲιν, ὅταν ὀργά, κατ᾿ ἀρχὰϲ οἷόν τε
φαρμακεῦϲαι, καὶ τοῦτο αὐτὸ πράττειν μετὰ πολλῆϲ εὐλαβείαϲ καὶ
περιϲκέψεωϲ· κίνδυνοϲ γὰρ οὐ μικρὸϲ ἐν ὀξεῖ νοϲήματι κακῶϲ φαρμακεῦϲαι
τῷ πάντα μὲν καθαίροντα φάρμακα τοῖϲ δυνάμεϲιν εἶναι θερμά, δεῖϲθαι δὲ
τὸν πυρετόν, εἰ πυρετόϲ ἐϲτι, κατὰ
τὸν αὑτοῦ λόγον οὐχ ὅπωϲ
τῶν ξηραινόντων καὶ θερμαινόντων, ἀλλὰ
τῶν ἐναντιωτάτων
αὐτοῖϲ τῶν ὑγραινόντων τε καὶ ψυχόντων.
οὔκουν οὐδ᾿ αὐτῆϲ ἕνεκα τῆϲ πυρώδουϲ θερμότητοϲ ἡ κάθαρϲιϲ ἡμῖν
παραλαμβάνεται (ταύτην γὰρ ἴϲμεν ὅϲον ἐφ᾿ ἑαυτῇ βλαπτομένην), ἀλλὰ τῶν
ἐργαζομένων ἕνεκα χυμῶν·
τῶν λυπούντων | χυμῶν
παχέων ἐδεϲμάτων ὄντεϲ, ὡϲαύτωϲ δ᾿ οἷϲ ὑποχόνδρια τέταται
καὶ ἐμπεφύϲηται ἢ ὑπερβαλλόντωϲ ἐϲτὶ θερμὰ καὶ πυρώδη, ἢ καί τιϲ αὐτόθι
τῶν ϲπλάγχνων φλεγμονή, πάντεϲ οὗτοι πρὸϲ τὰϲ καθάρϲειϲ
ἀνεπιτήδειοι.
χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα, καὶ τοὺϲ χυμούϲ, ὡϲ ἔνι μάλιϲτα, τοῦ
κάμνοντοϲ εὐρουϲτάτουϲ εἶναι, τουτέϲτι λεπτούϲ τε καὶ
ἀλλ᾿ ἔν γε τοῖϲ ὀξέϲι
νοϲήμαϲι κατ᾿ ἀρχὰϲ εὐθὺϲ | ἤτοι κατὰ
τὴν πρώτην ἡμέραν ἢ οὐκ
ἐξωτέρω τῆϲ δευτέραϲ μελλόντων ἡμῶν χρῆϲθαι ταῖϲ καθάρϲεϲιν,
ὅταν ὀργῇ, τὴν τοιαύτην παραϲκευὴν οὐκ ἐγχωρεῖ γενέϲθαι, πλὴν εἰ ἄρα
ϲχοίη τιϲ καιρὸν μελίκρατον δοῦναι πίνειν, ἐναφεψήϲαϲ ὑϲϲώπου τι ἢ
ὀριγάνου ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχουϲ ἤ τινοϲ τῶν οὕτω λεπτυνόντων,
ὥϲτε εὐλόγωϲ ὀλιγάκιϲ ἐν τοῖϲ ὀξέϲι νοϲήμαϲι κα τ᾿ ἀρχὰϲ
γενήϲεται ἡμῖν χρεία φαρμακείαϲ τῷ μήτε πολλάκιϲ ὀργᾶν ἐν ἀρχῇ τοὺϲ
λυποῦνταϲ
ὀργᾶν δ᾿ οἱ χυμοὶ λέγονται,
ὅταν ἐν κινήϲει ϲφοδροτέρᾳ
γενόμενοι καὶ μετταρρύϲει μορίων εἰϲ μόρια
κατὰ τὴν ἀρχὴν
τοῦ νοϲήματοϲ ὀχλῶϲι τὸν ἄν|θρωπον, ἀνιῶντεϲ καὶ
γαργαλίζοντεϲ καὶ ἡϲυχάζειν οὐκ ἐπιτρέποντεϲ.
τοὺϲ μὲν οὖν τοιούτουϲ
ἐκκενοῦν προϲήκει, τουτέϲτι τοὺϲ ἐν
κινήϲει καὶ φορᾷ καὶ ῥύϲει· τοὺϲ δὲ καθ᾿ ἕν τι μόριον ἐϲτηριγμένουϲ οὔτε
ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν πεφθῆναι· τηνικαῦτα
γὰρ
ἤδη καὶ τὴν φύϲιν ἕξομεν βοηθοῦϲαν τῇ κενώϲει· φαίνεται
γὰρ αὕτη μετὰ τὰϲ πέψειϲ διακινοῦϲά τε τοὺϲ χυμοὺϲ ἀπωθουμένη τε τὸ
περιττόν, ἐν ᾧ δὴ καιρῷ καὶ κρίϲειϲ γίνονται, ἀλλὰ τελέωϲ μὲν αὐτῆϲ
κινουμένηϲ, οὐδὲν δεῖ φαρμάκου, μετριώτερον δὲ καὶ ἀϲθενέϲτερον
ἐνεργούϲηϲ, τὸ λεῖπον αὐτοὺϲ χρὴ προϲτιθέναι φαρμακεύονταϲ.
χρὴ δ᾿
εἰδέναι ὡϲ αἱ μεταρρυήϲειϲ ἄλλοτε εἰϲ ἄλλο μόριον τῶν χυμῶν
ὀλιγάκιϲ γίνονται, τὰ πλείω δ᾿ ἡϲυχάζει καθ’ ἕν τι μόριον, ἐν ᾧ καὶ
πέττεται, | παῤ ὅλον τοῦ νοϲήματοϲ τὸν χρόνον ἄχρι λύϲεωϲ.
ὅταν
οὖν μὴ μόνον ὀξὺ πάθοϲ ᾖ, ἀλλὰ καὶ μετὰ
πυρετοῦ ϲφοδροτάτου, εὐλαβητέον ἐϲτὶ τὴν δόϲιν τοῦ καθαίροντοϲ φαρμάκου,
καὶ μάλιϲτα
ὅταν ἀπείρωϲ τιϲ ἔχῃ τῆϲ τοῦ κάμνοντοϲ φύϲεωϲ·
ἔνιοι μὲν γάρ εἰϲι φύϲει δυϲκάθαρτοι, τινὲϲ δ᾿ ἐπὶ βραχείᾳ πόϲει
φαρμάκου καθαίρονται δαψιλῶϲ.
ὅταν οὖν ὁ πυρετὸϲ ᾖ μὴ ϲφοδρόϲ, ἔμπειρόϲ τε ᾖϲ τῆϲ
φύϲεωϲ
τοῦ κάμνοντοϲ, ἐπὶ τὴν τοῦ φαρμάκου δόϲιν ἀφίξῃ, χρώμενοϲ ἐλλεβόρῳ.
μέλανι ⟨ἤ⟩ τινι τῶν ὁμοιοτρόπων, ὧν ἐϲτι καὶ
τῆϲ κολοκυνθίδοϲ·
ἱερὰν δ᾿ αὐτὴν ϲυνήθωϲ ὀνομάζουϲιν. ποικίλωϲ δ᾿ αὐτῆϲ ϲκευαζομένηϲ, ἡ τὸν
ἐλλέβορον εἰληφυῖα, τὴν ϲκαμμωνίαν δ᾿ οὐκ ἔχουϲα, κάλλιϲτόν ἐϲτι
φάρμακον ἐπὶ τῶν δυναμένων ὅλωϲ λαβεῖν
φάρμακον ὑπήλατον.
μετὰ δὲ τὸ ληφθῆναι τὸ καθαρτήριον ϲυμφέρει
τῆϲ πτιϲάνηϲ
ἐπιρροφεῖν, ὥϲ φηϲιν Ἱππο | κράτηϲ· αὐτὸ μὲν γὰρ τὸ
καθαρτικόν, ὡϲ ἂν ὀλίγον ὄν, εἰϲ τὸν πυθμένα τῆϲ κοιλίαϲ ἀφικνεῖται·
κατὰ δὲ τὴν δίοδον ὅ τε ϲτόμαχοϲ ὅϲον τε τῆϲ γαϲτρὸϲ ὑψηλὸν οὐ μόνον τῆϲ
ποιότητοϲ τοῦ καθαίροντοϲ, ἀλλὰ καὶ τῆϲ οὐϲίαϲ προϲιζούϲηϲ
ἐν τῇ διόδῳ μεταλαμβάνοντα μεγάλωϲ βλάπτονται.
χρήϲιμοϲ οὖν χυλὸϲ τῆϲ πτιϲάνηϲ ἐπιρροφούμενοϲ, ὡϲ ἀπορρύψαι μὲν καὶ
καταϲῦραι κάτω
τὸ προϲπεπλαϲμένον ἐν τῇ διόδῳ δυνάμενοϲ,
ἐπικεράϲαι δὲ καὶ ὑπαλλάξαι
τὴν ἐνιζηκυῖαν τοῖϲ μορίοιϲ
ποιότητα τοῦ φαρμάκου.
διὰ ταῦτα μὲν οὖν ἐπὶ τοῦ καθαρτικοῦ πόϲει κελεύει τῆϲ πτιϲάνηϲ ἐπιρροφεῖν· ἀρξαμένηϲ δὲ γίνεϲθαι τῆϲ καθάρϲεωϲ. οὐκέτι βούλεται δίδοϲθαι πτιϲάνηϲ, εὐλαβούμενοϲ ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροτοϲ φαρμάκου.|
Οὐκ ἐκκρίνει δ᾿ ἡ γαϲτὴρ ἐνίοτε καθαρτηρίου δοθέντοϲ, ἤτοι διὰ τὴν
ἰδιότητα τῆϲ τοῦ κάμνοντοϲ φύϲεωϲ ἢ διὰ βραχύτητα τοῦ δοθέντοϲ
φαρμάκου· πολλάκιϲ δὲ καὶ κόπροϲ ἐϲφηνωμένη ϲκληρὰ κατά
τινα τῶν ἐντέρων ἐκκενωθῆναι δεομένη διὰ κλυϲτῆροϲ πρὶν δίδοϲθαι τὸ
καθαῖρον φάρμακον κωλύει τὴν κένωϲιν.
δύναται δὲ καὶ τῆϲ φύϲεωϲ.
ἐπ᾿ οὖρα τὴν ὁρμὴν πεποιημένηϲ, τὸ
καθαρτικὸν μηδὲν ἀνύειν.
ἔνιά γε μήν, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν πρὸϲ τῷ βλάπτειν μηδὲν
τὸ ϲῶμα καὶ τροφὴ γίνεται τοῦ ζῴου, τὰ δ᾿ εἰϲ τὸ φάρμακόν
τε καὶ δηλητήριον ἐκτρέπεται.
Πάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαϲτέρα,
καὶ μάλιϲτα αὐτῆϲ τὸ ϲτόμα, διότι νευρωδέϲτατόν ἐϲτι καὶ αἰϲθητικώτατον,
ἡ μῖξιϲ ἐπενοήθη τῶν εὐωδῶν, ὅπωϲ μὴ μόνη μηδ᾿
ἀκραιφνὴϲ.
ἡ δύναμιϲ αὐτῶν ἅπτηται τοῦ ϲτόματοϲ τῆϲ γαϲτρόϲ
χρὴ δ᾿
εἶναι τὰ μιγνύμενα ϲπέρματα τυιαῦτα, καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ
δεῖ δὲ καὶ ὁμονοεῖν
ἀλλήλοιϲ τὰ μιγνύμενα καθαρτικὰ καὶ κατὰ
μηδὲν ϲταϲιάζειν, ἡ δὲ
ϲτάϲιϲ αὐτῶν γινέϲθω, οὐχ ὅταν ταῦτα πολὺ τῆϲ προϲφορᾶϲ
πεφύκῃ κινεῖν τὴν κάθαρϲιν· ἀνώμαλοϲ γὰρ οὕτωϲ
ἡ κένωϲιϲ
γίνεται, προϲενεχθέντων ἅμα· λέγω δ᾿ ἀνώμαλον, ὅταν ἤδη
παύεϲθαι δοκούϲηϲ αὐτῆϲ ἀρχὴ πάλιν ἑτέραϲ κενώϲεωϲ γίνηται.