The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
... τὸν ζ΄ ἔτι θεάσασθαι περιμενεῖς καὶ τὸν η΄ καὶ ὅλως πάνυ πολλὰ
ἐφεξῆς.
τί ποτ’ οὖν ἔτι συκοφαντήσεις καὶ ἀσύστατον ἐρεῖς τὴν ἐμπειρίαν
καὶ τὸ
πλειστάκις ἀπεριόριστον καὶ ὕποπτον ἀποφανεῖς; ὃ
πῶς συστήσεται λέγων οὐχ
εὑρίσκειν οἴει σὲ μᾶλλον ἡμᾶς ἢ σαυτὸν
ἑνὸς μὲν τοῦ διὰ μόνης εὑρίσκεσθαί τι τηρήσεως, ὅπερ ἐγώ
τε βούλομαι
καὶ ὑμεῖς ἄκοντες μὲν [καὶ] ὁμολογεῖτε, ἀλλ’ ὅμως· δευτέρου δὲ
τοῦ πῶς, ὃ ἐγὼ μὲν οὔτε δυνατὸν οὔτε χρήσιμον εἶναί φημι, σὸν δὲ
λοιπὸν εἴη ἂν ἔργον τοῦ〈το〉 εὑρεῖν, ἄπορον αὐτὸ ἀποφαίνων τῷ σοφίσματι
τοῦ πῶς ἕκαστον γίνεται τεχνικὸν ὁ ἀγὼν ἡμῖν ἐστιν, ἀλλ’ ὅτι
γίνεται
αἰτίας πολυπραγμονῶν δίκαιος εἶ καὶ τὸ πῶς ἐκδιδάσκειν. ἀλλ’
ἔοικας
ἔμπαλιν τοῦ δέοντος ἰέναι καὶ ὅμοιόν τι ποιεῖν τοῖς ἐπεὶ
μὴ γινώσκουσιν,
ὅπερ ὁρῶσιν, μηδ’ ὁρᾶν ὁμολογοῦσιν ἢ ἐπειδὴ
τὰ κινούμενα [μὴ] κινεῖται μὴ γινώσκουσιν, οὔτε γένεσιν οὔτε
φθορὰν
οὔτε κίνησιν ἀπολείπουσιν. ἀλλ’ ὅτι ἡ μεγίστη παντὸς λόγου διαβολὴ
ἡ πρὸς τὸ ἐναργές ἐστι μάχη, τίς οὐκ οἶδεν; ὃς γὰρ οὐδ’ ἄρξασθαι
δύναται τῆς ἐναργείας χωρίς, πῶς ἂν οὗτος πιστὸς εἴη, παρ’
εἰδὼς ὁπότε τὰ φαινόμενα διέβαλε “νόμῳ χροιή, νόμῳ
γλυκύ, νόμῳ πικρόν”,
εἰπὼν “ἐτεῆ δ’ ἄτομα καὶ κενόν”. ἐποίησε τὰς αἰσθήσεις
τὴν διάνοιαν οὕτως·
“τάλαινα φρήν, παρ’ ἡμέων λαβοῦσα τὰς πίστεις
ἡμέας καταβάλλεις; πτῶμά τοι
τὸ κατάβλημα”. δέον οὖν καταγνῶναι
αὐτοῦ μάχεται τοῖς φαινομένοις, ἀφ’ ὧν ἤρξατο,
τὸ ἐναντίον ἐργάζεσθε·
τῶν ὡς γίγνεται μὲν οὐκ ἐχόντων λόγον, ὡς ὁ λόγος.
δὲ βούλεται μὴ γιγνομένων
κατεγνώκατε· ἐμοὶ δ’ αὖ τὸ τοιοῦτο ἔλεγχος εἶναι
δοκεῖ μέγιστος
ἀδήλων, ὃς οὕτως ἐστὶ μοχθηρός, ὥστε τοῖς ἐναργέσιν ἐναντία
τίθεσθαι”.
〈.........〉 πολλῶν γὰρ ἔτι δέονται οἱ ἐμπειρικοὶ πρὸς ὃ
βούλονται, κἂν τοῦτ’ αὐτοῖς συγχωρήσωμεν. εἰ γὰρ μὴ ἴσα δείξαιμι
εἶναί μοι βούλομαι. σὺ μὲν οὖν εὖ οἶδ’ ὅτι τεθαύμακας
οὐ μὰ Δία
ἡμῶν, ἀλλὰ τῆς τῶν ἐμπειρικῶν εὐηθείας, εἰ τοσάδε καὶ ἐπὶ
τοσοῖσδε
συγχωρηθέντα λαβόντες οὐδὲν δή τι πλέον ἔχουσιν, ἀλλ’ ἕτερα τῶν
προτέρων αὐτοὺς οὐκ ἐλάττω διαδέχεται σφάλματα. παντελὴς γὰρ
ἡ ἀναισθησία, εἰ μήτε ἀπὸ τίνος ἄρξονται ἔχοντες μήτ’, εἰ
τοῦτ’ αὐτοῖς τις δοίη, πλειστάκις ὡσαύτως ἰδεῖν τι δυνάμενοι μηδὲ
τοσαύτας μυριάδας τὰς ἐν τοῖς νοσοῦσιν ἑτερότητας ἰδεῖν ἢ μνημονεῦσαι
ἢ ἀπογράψασθαι [δυνατὸν] — ἢ τίς ἂν ἔτι βιβλιοθήκη τὴν
μνήμην; — ὅμως οὐδ’ οὕτως αὶσθάνονται. ὅτι
διαπαίζοντες αὐτοὺς ταῦτα
συγχωροῦμεν, ἀλλ’ ὡς ἐπὶ βεβαίοις ὑπάρχουσιν ἔτι
φιλοτιμοῦνται περὶ
τῶν ἑξῆς. ἐγὼ τοίνυν οὐ δι’ ἐκείνους — περιττὸν γὰρ
λίθοις διαλέγεσθαι
κἂν πλειστάκις ὡσαύτως ὁρᾶσθαί τι συγχωρηθῇ, οὐδὲν ἐκ τούτου
θεώρημα
τεχνικὸν συστήσονται. καὶ μή τις δόξῃ με τῷ Πλάτωνος χρήσεσθαι
λόγῳ, ὡς εἴ τις μὲν τῶν ἐπιτηδεύσεων τὴν φύσιν γιγνώσκει
μέν τις καὶ ἐμπειρία, τέχνη δ’ οὔ’ — ‘ἐγὼ μὲν γάρ’,
φησίν, ‘οὐ καλῶ
τέχνην ὃ ἂν ᾖ ἄλογον πρᾶγμα’ —, οὐ χρῶμαι δ’ αὐτῷ οὐχ ὅτι
οὐκ ἔστιν ἀληθής, μαινοίμην γὰρ ἂν εἰ τοῦτο λέγοιμι, ἀλλ’ ὅτι ἡ
ἀναισχυντία τῶν ἐμπειρικῶν καὶ τοῦτο προσίεται, καὶ οὐδὲν αὑτοῖς
καλοῖμεν, ἀλλ’ ἄλλο τι. τίνες οὖν εἰσιν οἱ ἐμοὶ λόγοι;
πρῶτον μὲν
οὖν καὶ παρ’ αὐτῶν ἐκείνων συγκεχώρηται τὰ λήμματα. ἡ γὰρ
τῶν πλειστάκις ὡσαύτως ἑωραμένων τήρησις καλεῖται μὲν οἶμαι παρ’
αὐτῶν
ἐμπειρία· σύγκειται δ’ ἐκ πολλῶν τῶν καθάπαξ· ἄτεχνον δὲ
συγκείμενον. καὶ ὧδ’ ἂν ὁ λόγος ἐρωτηθείη· εἰ τὸ καθάπαξ
ἄτεχνον,
τὸ δὲ πλειστάκις ἐκ πολλῶν τῶν καθάπαξ σύγκειται, ἄτεχνον τὸ
πλειστάκις. ἀλλὰ μὴν τὸ καθάπαξ ἄτεχνον· καὶ τὸ πλειστάκις 〈ἄρα〉.
ἀλλ’
ἴσως οὐδ’ ὃ λέγομεν εἰδέναι φήσουσι· φεύγειν γὰρ ὁμολογήσουσι
ἡμῖν αὐτοῖς
εἰρημένον τὸν λόγον ἐῶμεν, ἐκείνους δ’ ἐρωτήσωμεν ἕτερόν
τινα τοιοῦτον· ἆρα
γε, ὦ ἐμπειρικοί, τὸ πλειστάκις ὁποσάκις
ἐστὶν εἰπεῖν ἔχετε ἡμῖν; βουλόμεθα
γὰρ δὴ καὶ αὐτοὶ γνῶναι παραπλησίως
ἢ πρὸ τῆς ἱκανῆς αὐτοῦ θέας ἥκειν ἐπὶ τὸ τέλος ἤδη
νομίζοντες, ἢ περαιτέρω τοῦ προσήκοντος ἐκτείνεσθαι ἀγνωσίᾳ
τοῦ
μέτρου. δεόμεθα ὑμῶν καὶ ἡμῖν δεῖξαι τὸ μέτρον, ἵνα καὶ
αὐτοί τι μάθωμεν ἐκ
τηρήσεως. ὦ μωρέ, φησὶ γελάσας, τὸ ἐν
δ’ ὅμοιον ἐπύθου ὡς εἰ καὶ σκυτοτόμον τις ἀξιοῖ διδάξαι
αὐτὸν τὸν
καλάποδα τίς ποτέ ἐστιν ᾦ πάντας ὑποδεῖ· οὔτε γὰρ ἐκεῖ[νων] τῶν
ποδῶν ἓν μέτρον· ἄνισοι γάρ· οὔτ’ ἐνθάδε τῶν πραγμάτων· διάφορα
γάρ.
ἐγὼ δ’ ἀσμενίζω καὶ δέχομαι τὴν ἀπόκρισιν καὶ ἀγαπῶ πολὺ
εἰ παρὰ πολὺ τῶν πραγμάτων διαφερόντων ἓν αὐτοῖς
ἐπηγγέλλετο μέτρον. νυνὶ
δ’ εἰ καθ’ ἕκαστον ἴδιόν τι δείξειέ μοι,
πάνυ τεύξεσθαι τοῦ ἀληθοῦς ἤλπικα.
καὶ δὴ οὖν ἀπὸ τῶν ἁπλουστέρων
ἀκριβῶς εἰδέναι, πότερον διὰ παντὸς ἢ
ὡς τὸ πολὺ ἢ σπανίως ἢ ἀμφιδόξως
τεθνήξεται; ἀλλ’ οὐδεὶς αὐτῶν τὸ μέτρον
οὔτε νῦν ἡμῖν ἀπεκρίνατο
οὔτε ἐν τοῖς βιβλίοις ἔγραψε. μήποτ’ οὖν οὐδ’
ἔχουσί τι καθ’ ἕκαστον
δῆλον. ἀλλ’ ἐφεξῆς ἂν εἴη, καθάπερ ἀρχῆθεν αὐτοῖς 〈οἷς〉
διελέχθημεν
προσεπ[τ]αίσαμεν, εὐγνωμόνως ἔτι καὶ νῦν ἡμᾶς ἐπισκέψασθαι
κατὰ μόνας, πότερον ἐκείνοις μὲν ἀγνοεῖται τὸ 〈τοῦ〉 πλειστάκις
μέτρον,
ἔστι δ’ ἐν τῇ φύσει τῶν πραγμάτων, ἢ οὐδ’ ὅλως συστῆναι
οὐκ ὂν τεχνικὸν νυνὶ τεχνικὸν εἶναι. ἐγὼ μὲν οὖν
ἐπεσκεψάμην
αὐτὸ πολλάκις· ἢ οὐκ ἂν αὐτοσχεδίως ...