Ex Agatharchidis De Maris Erythraeo Libri Excerpta Agatharchides Carolus Müllerus Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg0067.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Geographi Graeci Minores Carolus Müllerus Karl Müller Agatharchides Ambroise-Firmin Didot Paris 1855 1 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

This pointer pattern extracts single fragments

This pointer pattern extracts all the fragments classified under the same paragraph number

This pointer pattern extracts books or sections

Greek Latin German created the file
ΕΚ ΤΩΝ ΑΓΑΘΑΡΧΙΔΟΥ ΠΕΡΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΑΣΣΗΣ ΕΚΛΟΓΑΙ. Ἀνεγνώσθησαν Ἀγαθαρχίδου λόγοι δύο, ὁ πρῶτος καὶ ὁ πέμπτος, περὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ ἑτέρων παραδόξων ἔργων ἐν κεφαλαίῳ διαλαμβάνοντες.
ΠΕΡΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΑΣΣΗΣ ΕΚ ΤΟΥ ΠΡΩΤΟΥ ΛΟΓΟΥ. Photius, Bibliotheca 250

1. Ὅτι Πτολεμαῖόν φησι τὸν μετὰ τὸν Λάγου πρῶτον ἐλεφάντων θήραν συστήσασθαι, ἀλλὰ γὰρ καὶ τῶν ὁμοιοτρόπων, καὶ τὰ τῇ φύσει κεχωρισμένα τῇ προνοίᾳ συναγαγεῖν ὑπὸ μίαν οἴκησιν. Σκεπτέον δὲ τί φησιν ἐνταῦθα ὁ ἱστορικός. Καὶ γὰρ καὶ πρὸ τῶν Πτολεμαίων ἐλέφασι πολλοὶ χειροήθεσι καὶ ἐν πολέμῳ ἐχρῶντο, ὡς Πῶρός τε ὁ Ἰνδὸς ὁ πρὸς Ἀλέξανδρον πολεμήσας καὶ ἄλλοι οὐκ ὀλίγοι· ἢ ὅτι Πτολεμαῖος οὗτος πολὺς πρῶτος περὶ ταύτην ὤφθη τὴν σπουδὴν, ἢ πρῶτος τῶν μετὰ Ἀλέξανδρον, ἢ τῶν Αἰγύπτου βασιλέων πρῶτος.

2. Ὅτι τὴν Ἐρυθρὰν θάλατταν τὸ ὄνομα ἑλκύσαι φησὶν οὔτε ὅτι τοῦ Ἀραβίου καλουμένου κόλπου τὰ μὲν πρὸς ἑσπέραν ὄρη, δριμείας καὶ διαπύρου τῆς ἡλιακῆς ἀκτῖνος βαλλούσης, ἄνθρακος φαντασίαν ἀποδίδωσι, τὰ δὲ πρὸς ἀνατολὰς θῖνες ἄμμου γεώδεις ὑπέρυθροι παρὰ πολλὰ στάδια τῆς αὐτόθι παραλίας ἐκκέχυνται. Οὐμενοῦν οὐκ ἐκ τούτου Ἐρυθρὰ κέκληται· εἰ γὰρ καὶ ὁ παράπλους μέν ἐστι στενὸς, τῶν δὲ λόφων καὶ θινῶν ἐφʼ ἑκάτερα τοῦ κόλπου παντὸς ὑπερκειμένων ἡ πίπτουσα παρʼ ἀμφοτέρων εἰς τὸν πόρον τῶν ἠπείρων αὐγὴ τῇ χέρσῳ παρεγγυᾷ τὴν θάλατταν ὁμοίαν, τῆς μὲν ἰδέας πᾶσιν δρωμένης, τοῦ δὲ πάθους οὐ πᾶσι γινωσκομένου, ἀλλʼ οὖν οὐ διὰ τοῦτό φησι τὴν κλῆσιν λαβεῖν τὴν θάλατταν, εἰ καὶ τῶν πρὸ αὐτοῦ τοῦτο πολλοῖς ἔδοξεν.

3. Οὕτω μὲν οὖν ὁ πρῶτος εἰ καὶ μὴ ἀληθὴς τῆς αἰτίας λόγος δεύτερος δὲ, ὁμοίως ἔχων, τὸν ἥλιον ἐκεῖσέ φησιν ἐπιτέλλοντα οὐχ ὡς παρʼ ἡμῖν λαμπραῖς ταῖς ἀκτῖσιν εἰς τὸν πόρον βάλλειν, ἀλλὰ παρομοίαις αἵματι, ἐξ ὧν τοῖς ὁρῶσιν ὅφαιμον παρασκευάζειν τὸ πάθος τὴν τῆς θαλάττης ἔμφασιν, κἀκεῖθεν Ἐρυθρὰν κατονομάζεσθαι.

4. Τρίτος δέ ἐστιν ὁ Ἀργολικὸς λόγος, ὅς ἐστι φησί τῇ μὲν τόλμῃ μέγας, τῇ δʼ ἀποδείξει κενός. Οἱ γὰρ περὶ Δεινίαν ἱστορικοί φασιν, ἀπὸ τῆς ποιητικῆς ἐξου· ίας καὶ αὐτοὶ ἄδειαν λαβόντες, ἐξ Ἄργους εἰς Αἰθιοπίαν (ἐκαλεῖτο δὲ τότε Κηφηνία) παραγεγονότα ἐπὶ λύσει τῆς Κηφέως θυγατρὸς τὸν Περσέα, ἐκεῖθεν δὲ εἰς Πέρσας μεταστάντα, Πέρσαις μὲν ἀπό τινος τῶν ἐγγόνων τῆς κλήσεως μεταδοῦναι, Ἐρύθραν δὲ γεννῆσαι υἱὸν, καὶ ἐξ ἐκείνου τῇ θαλάσσῃ τὴν κλῆσιν παρασχεῖν. Τοιοῦτος μὲν καὶ ὁ Ἀργολικὸς περὶ τῆς Ἐρυθρᾶς θαλάσσης σχεδιασμός.

5. Τέταρτος δὲ καὶ ἀληθής ἐστιν, ὃν αὐτὸς μεμάθηκε παρὰ Πέρσου· Βόξος δʼ ἦν τούτῳ ὄνομα, φησίν· ὃν καὶ ἑλληνίσαι γλῶσσαν καὶ γνώμην, καὶ ταῖς Ἀθήναις λιπόντα τὴν πατρίδα ἐμβιῶναι. Ἔλεγε δὲ ὁ τοῦ Πέρσου λόγος ταῦτα. Τίνεταί τις κατ᾿ εὐτολμίαν καὶ πλοῦτον εὐδοκιμῶν Ἐρύθρας ὄνομα, γένος μὲν Πέρσης, υἱὸς δὲ Μυοζαίου, κατοικῶν δὲ θάλαττης μὲν οὐ πόρρω, κατεναντίον δὲ νήσων ἐρήμων οὐσῶν οὐ νῦν, ἀλλʼ ἐπὶ τῆς Μήδων ἡγεμονίας· τότε γὰρ καὶ ὁ Ἐρύθρας ἐγνωρίζετο, ὃς τοῦ μὲν χειμῶνος ἐν Πασαργάδαις ἐποιεῖτο τήν οἴκησιν, ἔαρος δὲ μετέβαινεν ἐπὶ τὴν ἰδίαν κτῆσιν, τῆς τε ἄλλης ἕνεκα χρείας, καὶ χάριν τινὰ τῷ βίῳ διὰ τῆς τοιαύτης μεταβολῆς ἀπονέμων. Τούτου φορβέδων ἀγέλη μείζονι λέοντες ἐπορούσαντες τινὰς μὲν αὐτῶν ἀπέκτειναν· αἱ δὲ περισωθεῖσαι, τῷ δέει τῆς ὄψεως οἶστρον λαβοῦσαι, ἐπὶ τὴν θάλατταν ἠλαύνοντο, καὶ (ἦν γὰρ αὖρα κατὰ τύχην ἀπόγαιος εὐμεγέθης) ἐμπεσοῦσαι τοῖς ῥείθροις μετὰ πτοήσεως τὰ μὲν πρῶτα παρὰ τὴν γῆν ἐνήχοντο, τοῦ δὲ δείματος οὐ λήγοντος ἐξεκυμάνθησαν καὶ μόλις ἐπὶ τὸ τῆς ἀντικρὺ νήσου πέρας διεσώθησαν, ἑνὸς τῶν αἰπόλων νεανίου καὶ τόλμη διαφέροντος συμπεραιωθέντος, ἄλλοτε ἄλλης τῶν ὤμων ἀντεχομένου. Ὁ οὖν Ἐρύθρας ζητῶν τὰς οὐ φαινομένας φορβάδας, πρῶτος τῶν ἐκεῖσε σχεδίαν ἐπήξατο, μεγέθει μὲν σύμμετρον, τῇ δυνάμει δὲ στερίφην, καὶ λαβὼν στάσιν οὐρίου καὶ συμμέτρου πνεύματος ἀφῆκεν εἰς τὸν πόρον· ταχὺ δὲ τοῦ κύματος αὐτὸν προώσαντος, εὗρε μὲν τοὺς ἵππους, εὗρε δὲ τὸν νομέα. Θαυμάσας δὲ τὴν νῆσον, καὶ πόλισμα ἐπὶ λιμένος εὐκαίρου ἱδρύσατο, καὶ ἐκ τῆς ἀντιπέραν τοὺς ἀποροῦντας βίου μετενεγκὼν ἐπόλισεν, ἐκεῖθέν τε καὶ τὰς ἄλλας νήσους ἐρήμους οὔσας ἀνθρώπων οἰκήσεσιν ἐξημέρωσε· καὶ τηλικαύτην δόξαν ἐκ τῶν πραχθέντων πολλοῖς ἐνεποίησεν, ὥστε τὴν ἐκεῖσε θάλατταν, οὖσαν ἄπειρον μεγέθει, πάντας ἔτι καὶ καθ᾿ ἡμᾶς ἐπονομάζειν Ἐρυθράν. Τὰ μὲν οὖν αἴτια τῆς κλήσεως ἔχοντα διαφοράν (μέγα γὰρ τὸ παραλλάττον, Ἐρύθρα θάλατταν εἰπεῖν ἢ θάλατταν ἐρυθράν· τὸ μέν γὰρ τὸν κυριεύσαντα σημαίνει τῆς θαλάττης ἄνδρα, τὸ δὲ τὴν πυρρότητα δηλοῖ τῆς ῥηθείσης φύσεως) ἐν τούτοις. Ἔστι δὲ, φησί, τὸ μὲν ἀπὸ τοῦ χρώματος τὴν κλῆσιν κατασκευάζον ψεῦδος (οὐ γὰρ ἔστιν ἐρυθρά), τὸ δʼ ἀπὸ τοῦ δυναστεύσαντος ἄληθὲς, ὡς ὁ Πέρσης λόγος ἐπιστώσατο.

6. Ὅτι οὐδὲ ἀπό τινος τῶν τοῦ Περσέως ἐγγόνων ἀξιοῖ οὗτος, καίτοι πολλῶν λεγόντων, τὴν κλῆσιν τοὺς Πέρσας κληρώσασθαι· μηδὲ γὰρ ἐκείνους σφᾶς αὐτοὺς Πέρσας παροξυτόνως ὀνομάζειν, ἀλλὰ Περσᾶς, ἐπὶ τέλους τῆς περισπωμένης τιθεμένης.

7. Ὅτι τὰ κατὰ τὸν Περσέα εἰς ψεῦδος καὶ δι᾿ ἄλλων πολλῶν ἀπάγειν σπουδάζων, προστίθησι καὶ ταῦτα. Πλὴν εἰ μὲν τραγικῶς ὁ Περσεὺς ἐστράτευται, τὸ πρόσωπον περιθέμενος καὶ τὴν ἅρπην λαβὼν, καὶ περὶ τῶν ἑξῆς ἐπιτρέψαις ἂν ὑποκριτῇ καὶ χορῷ διαλύεσθαι καὶ τὰ τῆς ἀντιλογίας εἰς μῦθον, ὡς οἱ πολλοὶ συγκεχωρήκασιν. Ἐπιδράμωμεν τῶν τοιούτων τὰ κεφάλαια διὰ βραχέων. Κένταυρον γεγονέναι, Γηρυόνην, Κύκλωπα, Χρύσην, Κίρκην, Καλυψὼ, Μινώταυρον, Σκύλλαν, Χίμαιραν, Πήγασον, Λαιστρυγόνας, Κέρβερον, Γλαῦκον θαλάττιον, Ἄτλαντα, Πρωτέα, Νηρέα, Νηρεΐδας, τοὺς παῖδας τοὺς Ἀλωέως, ἐννεοργυίους μὲν αὐξηθέντας μῆκος, ἐννεαπήχεις δʼ εὖρος· ἔτι δὲ γένος μὲν ἀναφῦναι καθʼ Ἡσίοδον πρῶτον μὲν χρυσοῦν, ἔπειτα ἀργυροῦν, εἶτα χαλκοῦν· πάλιν ἵππους μὲν γενέσθαι περὶ τῶν μελλόντων συλλαλοῦντας Ἀχιλλεῖ, Σφίγγα δὲ τοῖς τῶν Θηβαίων παισὶν αἴνιγμα προβάλλουσαν, Σειρῆνας δʼ ἐκʼ ὀλέθρῳ τῶν ἀκροωμένων ᾀδούσας, Νιόβην δὲ καὶ Πολυδέκτην διὰ φόβον ἀπολιθουμένους· ἐπὶ δὲ τούτους τοὺς Ὀδυσσεῖ συμπλεύσαντας ἐκ μὲν ἀνθρώπων εἰς σῦς, ἐκ συῶν δὲ εἰς ἀνθρώπων μεταβῆναι διάθεσιν· ἔτι Τάνταλον τιμᾶσθαι μὲν διὰ σωφροσύνην, συνέστιον ὄντα θεοῖς, τιμωρεῖσθαι δὲ διʼ ἀκολασίαν, ἐν ἀέρι φερόμενον· ἑτέρους εἰς ᾍδου καταβαίνοντας διὰ προαίρεσιν, τοὺς μὲν ὅπως ὑπὲρ τῶν ζώντων τοῖς νεκροῖς μάντεσι χρήσαιντο, τοὺς δὲ ἵνα τὴν Περσεφόνην ὡς ἔρημον ὑπάρχουσαν βίᾳ νυμφεύσωσι· καὶ κῴδιον ἐπὶ προβάτου γενέσθαι χρυσόμαλλον, μηλέας ἐν τῇ Λιβύῃ πεφυκέναι μῆλα φερούσας χρυσᾶ, σῶμα ἔμψυχον πάντα τὸν βίον διακαρτερεῖν ἄγρυπνον, βορέαν καὶ νότον μετὰ τῶν ἄλλων ἀνέμων ἐν ἀσκῷ πνίγεσθαι συγκεκλεισμένους πρὸς τούτοις Πασιφάην μὲν ταύτῳ, Τυρὼ δὲ ποταμῷ μίγνυσθαι, πρὸς οὐδὲν γένος τὴν εὐνήν ἐχούσας ἀλλόφυλον· καὶ Φιλομήλαν μὲν ἀηδόνος ἐξαλλάξαι μορφὴν, Τηρέα δὲ ἔποπος, Ἑκάβὴν δὲ εἰς κυνὸς οἰκουροῦ καταστρέψαι φύσιν· ἐπὶ τούτοις τὴν Ἰὼ γεγονέναι μὲν ποταμοῦ θυγατέρα, ταυροκέρῳ δὲ μορφῇ διαπτῆναι βοὸς οἰστρώσης τὸ Ποντικὸν πέλαγος, ἀφʼ ἧς καὶ τὸν Βόσπορον εἰληφέναι τὴν κλῆσιν· ἔτι Καινέα τὸν Λαπίθην τὸ μὲν ἀπʼ ἀρχῆς γενέσθαι παρθένον καὶ γυναῖκα, ἡβήσαντα δὲ εἰς ἄνδρα μεταστῆναι, τὸ δʼ ὕστατον εἰς τήν γῆν ὑπὸ τῶν Κενταύρων καταδῦναι, ταῖς ἐλάταις τυπτόμενον, ὀρθόν τε καὶ ζῶντα· καὶ Λῄδαν μὲν ἀντὶ τῆς καθηκούσης γυναικὶ τεκνώσεως, ὠοῦ τεκεῖν φύσιν, ἐξ οὗ τὸ περιμάχητον εἶδος, τὴν Ἑλένην λέγω, τυπωθῆναι τὴν δὲ Ἕλλην καὶ Φρίξον ἐπὶ κριοῦ τοῖς ποσὶ πετομένου τὸν πόρον κατανύσαντας, τὴν ἐφ᾿ s ἑκάτερα θάλατταν Ἑλλήσποντον ἀφʼ ἑαυτῶν προσαγορεῦσαι τὸν δʼ Ἡρακλέα καὶ τὰ πελάγη μὲν, οὗ μέγιστοι χειμῶνες, ἐν λέβητι διαπλεῖν, τὴν δὲ Λιβύην ἄσπορον, ἄνυδρον, ἀπορευτὸν ὑπάρχουσαν μόνον διεξέρχεσθαι, τῷ δὲ Ἄτλαντι τὸν τηλικοῦτον διαδέξασθαι κόσμον, πρόσταγμα μὲν οὐκ ἔχοντα, χάριν δὲ τιθέμενον· καὶ τῷ μὲν Ὀρφεῖ κιθαρίζοντι διὰ φιλομουσίαν τὰ ὄρη καὶ τὰς πέτρας ἀκολουθεῖν, κρέα δὲ ὀπτώμενα τῶν Ἡλίου βοῶν φωνὴν προΐεσθαι τοῖς ἀνθρώποις συνετήν· τῶν δὲ μετηλλαχότων τὸν βίον ἐπὶ σχολῆς πρὸς Ὀδυσσέα διεξέρχεσθαι παντοδαπῆ ἀδολεσχίαν, ἐκ τῆς ἀμόρφου σκιᾶς τὸ τῆς ὄψεως γινώσκοντα ἰδίωμα, καὶ τοὺς μὲν αὐτῶν ἀπὸ τοῦ πίνειν οὐ κοιλίας, οὐ βρόγχους ἔχοντας, ἑτέρους δὲ φοβεῖσθαι τὸν σίδηρον οὐκέτι δυναμένους τρωθῆναι, τινὰς δὲ πέτρον κυλίειν, τῶν σωμάτων πάλαι κατακεκαυμένων, ἄλλους δὲ δικάζειν ἑτέροις τεθνηκόσιν, ἀδικήματος οὐδενὸς ὑπάρχοντος τὸ δʼ ἔσχατον, ταῶν οὐκέτι ὄντων τοὺς τύπους ἐν πορθμίδι διαπλεῖν, ἔχοντας Χάρωνα ναύκληρον καὶ κυβερνήτην, ἵνα μὴ καταστραφέντες ἐκφορᾶς ἐπιδέωνται πάλιν καὶ τὴν μὲν Ἄλκηστιν καὶ Πρωτεσίλαον καὶ Γλαῦκον τετελευτηκότας πάλιν ἀναστῆναι, τὴν μὲν ὑφʼ Ἡρακλέους ἀναχθεῖσαν, τὸν δὲ διὰ τὸν τῆς γυναικὸς ἔρωτα, τὸν δὲ ὑπὸ τοῦ μάντεως τοῦ συγκατορυχθέντος· τοῦ δὲ Ἀμφιαράου ζῶντος τὸ σῶμα καταδέξασθαι μετὰ τῶν ἵππων καὶ τοῦ δίφρου τὴν γῆν· ἔτι τοίνυν ὀδόντας ἐκ Κάδμου σπαρῆναι δράκοντος, ἐκ δὲ τούτων ὁπλίτας ἀνατεῖλαι μαχομένους ἀλλήλοις· τὸν δὲ Τάλων τὸν φύλακα τοῦ Μίνω τρὶς μὲν ἐν ἡμέρᾳ πᾶσαν περιπολεῖν τὴν Κρήτην, τηλικαύτην οὖσαν, τὴν δὲ ζωὴν μόνον τῶν ἐμψύχων τοῦτον ἐν τῷ σφυρῷ κεκτῆσθαι καὶ τοῦ Μίνω δὲ ἀμήχανον εἶναι παραλῦσαι τὸν βίον, εἰ μή τις αὐτῷ ζέον ὕδωρ καταχέαι πρὸς τούτοις ὑπὸ μὲν τῆς Μηδείας γέροντα κριὸν ἐπῳδαῖς μεταπεσόντα νέον γενέσθαι πάλιν, ὑπὸ δὲ τῶν Πελιάδων καθεψηθῆναι τὸν πατέρα Πελίαν, ἵνα γένηται νέος· τὰς δὲ Φορκίδας τρεῖς μὲν οὔσας γραίας, ἑνὶ δὲ χρωμένας ὀφθαλμῷ, διεξάγειν τὸν βίον ἄλυτον παρʼ ἀλλήλων κατὰ μέρος ἀμειβομένας πίστιν· ἔτι δὲ τοὺς τὴν Ἀρκαδίαν οἰκοῦντας καὶ τὴν Ἀττικήν γηγενεῖς τε εἶναι καὶ παρὰ φύσιν γεγονέναι καὶ τὴν μὲν ἐν Αὐλίδι σφαγεῖσαν ἐν Ταύροις ἀναφανῆναι ζῶσαν, τὴν s δ᾿ ἐν Πελοποννήσῳ καταποντισθεῖσαν ὑπὸ τοῦ πατρὸς Ἀκρισίου τῇ παραλίᾳ τῇ Σεριφίων ἀβλαβῆ μετὰ τοῦ βρέφους προσπεσεῖν· τὸν δʼ ὑπὸ Μενελάου κατὰ τὴν μονομαχίαν ἤδη χειρούμενον, ἐξαίφνης ἁρπαγέντα, ἐν τῷ θαλάμῳ γενέσθαι πρὸς συνουσίαν ἕτοιμον ὄντα, τῶν δεινῶν ἀπάντων ἐπιλελησμένον· τοῦ δὲ δουρείου τὸ κύ τος οὐκ ἐφ᾿ ἁλώσει συμπαγῆναι πόλεως, ἀλλʼ ἐπὶ προδοσίᾳ τῶν περὶ τὸν Ὀδυσσέα καὶ τὸν Νεοπτόλεμον· τοιαύτην ὁ τρόπος ὑπογράφει τὴν εὐήθειαν καὶ τοῦ κατασκευάσαντος τεχνίτου καὶ τῶν ἐμβάντων ἀριστέων καὶ τῶν ὑποδεξαμένων εἰς τὴν ἰδίαν πόλιν· ἐπὶ τούτοις, ὅτι τὸν τηλικοῦτον οὐρανὸν μετὰ τῶν ἐν αὐτῷ διατριβόντων θεῶν τοῖς ἰδίοις ὁ Ἄτλας ὤμοις ὑπειληφὼς, ὅμως τὰς καλουμένας Ἀτλαντίδας ἐτεκνοποιήσατο· ὅπερ ἀμήχανον· ὅτι τὴν ἅπασαν οἰκουμένην ὠκεανὸς περικυκλοῖ, φρουρῶν καὶ συνέχων τοῖς ἑαυτοῦ ῥεύμασιν, οὗ φησὶ πέραν οἰκεῖν τὰς Γοργόνας Ἡσίοδος· ὅτι τῶν ἡρώων τινὲς ἀπαθῆ τὴν διαμονὴν τῶν σωμάτων διαφυλάττουσι πάντα τὸν χρόνον ἐν ταῖς μακάρων νήσοις, ἃς οὐδεὶς κυρίως ἱστόρηκε. Καὶ ταῦτα μὲν εἰς ἄπορον καταστρέφοντα δόξαν πολλαῖς καὶ τῶν γυναικῶν εὔλογον παραδίδωσι χλευασμόν. Τῶν δʼ αὖ θεῶν πῶς παραδεξώμεθα τὸν μὲν. ἐν μηρῷ καταρραφέντα τραφῆναι, τὴν δὲ τῇ τοῦ Διὸς κεφαλῇ κοιλία χρήσασθαι, τὸν δὲ ἄνευ τοῦ πατρὸς τελειωθῆναι (λέγω δὴ τὸν Ἥραιστον), τὸν δὲ Ἥλιον διὰ τὰς Ἀτρέως εἰς Θυέστην πράξεις τὴν μὲν δύσιν ἀνατολὴν ποιῆσαι, τὴν δὲ ἀνατολὴν δύσιν· πρὸς δὲ τούτοις Ἀπόλλωνα μὲν καὶ Ποσειδῶνα ἐν Τροίᾳ θητεύσαντας ἐνιαυτὸν. οἰκοδομίας ἀποστερηθῆναι μισθὸν καὶ βουτροφίας, ταῖς δεινοτάταις ὑπὸ Λαομέδοντος περιπεσόντας ἀπειλαῖς· Διόνυσον δὲ ὑπὸ Λυκούργου διὰ φόβον καταδιωχθέντα εἰς τὴν θάλατταν πρὸς Θέτιν καταφυγεῖν· πρὸς δὲ τούτοις ἔριν ὑπέρ κάλλους καταστῆναι θεαῖς, ὧν ἑκάστη μὲν ἐδέκαζε τὸν κριτὴν τοῖς παῤ ἑαυτῇ δώροις, ἵνα παρίδῃ τὸ δίκαιον, οὐδεμιᾷ δὲ παρηκολούθει τὸ συμπεσούμενον ἐκ τῆς κρίσεως τέλος· ἔτι τὸ μὲν Ἀθηνᾶς μέγεθος εἰς χελιδόνος συγκαταβῆναι ὄγκον, τὸ δὲ τοῦ Διὸς ἀξίωμα εἰς κύκνου κατασταλῆναι τάξιν, τὸ δὲ τῆς Δήμητρος κάλλος εἰς τὴν αἰσχίστην μετασταθῆναι διάθεσιν· τὸν δὲ νομιζόμενον μέγιστον Δία ἐπιβουλευθῆναι μὲν ὑπὸ τοῦ ἀναγκαιοτάτου τῆς γυναικὸς ἀδελφοῦ, σωθῆναι δὲ ὑπὸ τῶν ἐχθίστων, λέγω δὴ τῶν Τιτάνων· οὓς ἀναβάντας ἐκ τῶν δεσμῶν καὶ τοῦ σκότους καὶ τῆς ἐκεῖσε φυλακῆς, ἐπεὶ τὴν χρείαν παρέσχοντο φοβήσαντες τοὺς περὶ τὸν Ποσειδῶνα, καταβῆναι πάλιν ἑκουσίως εἰς τὸν Ἀχέροντα καὶ τὸν ιἍδου τόπον· ἔτι τὴν μὲν Ἀφροδίτην τιτρωσκομένην ὑπὸ θνητῆς δυνάμεως, τὸν δʼ Ἄρην δεσμούμενον ὑπ᾿ Ὤτου καὶ Ἐφιάλτου, τὸν δὲ ιἍδην, ἐν ᾧ τόπῳ τὴν βασιλείαν εἶχεν, ἐκεῖσε ὑφʼ Ἡρακλέους τοξευθέντα ταῖς μεγίσταις ἀλγηδόσι περιπεσεῖν· τὸν δὲ Ἥφαιστον, ἀπὸ τοῦ κατὰ τὸν οὐρανὸν ἀπορριφέντα ὕψους, εἰς Λῆμνον ἐνεχθῆναι διακείμενον ἐσχάτως· τῆς δʼ Ἥρας ὑπὸ τοῦ Διὸς κρεμαμένης ἐκ τῶν ποδῶν ἐκδεθῆναι παμμεγέθεις ἄκμονας· καθόλου δὲ θεοὺς μοιχεύοντας, κεραυνουμένους, κυλλόποδας, κλέπτειν εἰθισμένους, ἀνθρώπων ἀσθενεστέρους, προχείρως λοιδοροῦντας, ἀδικοῦντας, μεμψιμοιροῦντας, πέρας οὐθενὸς πάθους ἐκτὸς καθεστῶτας, ὑφ ὧν ἡμεῖς ὀχλούμενοι τοὺς θεοὺς ἐπικαλούμεθα; Οἱ οὖν τὰ τοιαῦτα τερατευόμενοι, πόρρω τῆς ἀληθείας ἱστάμενοι, οὐκ ἂν ἑτέροις ταύτην εἰσηγεῖσθαι κριθεῖεν ἂν ἀξιόλογοι. Διὰ τοιούτων καὶ τοσούτων Ἀγαθαρχίδης τὰ περὶ τὸν Περσέα εἰς ὁμοίους ἀπάγων μύθους, οὐδὲ τὴν Ἐρυθρὰν ἐκ τοῦ παιδὸς αὐτοῦ κληθῆναι δίδωσιν.

8. Ὅτι αὐτὸς, φησίν, ἑαυτῷ αἴτιος καθίστατο ἐλέγχων ὁ τὴν τῶν μυθοποιῶν ἐξουσίαν εἰς πραγματικήν μετάγων ἐνάργειαν· ἧς ἄν τις ἀφέλῃ τὸν ἔλεγχον, οὐθὲν εὐτελέστερον καταλείψει γένος τῆς πίστεως ἠρμένης. Ἐπεὶ διὰ τίνα αἰτίαν Ὅμηρον οὐκ εὐθύνω, Διὸς καὶ Ποσειδῶνος φράζοντα διαφορὰν, ἀδύνατον ἀνθρώπῳ πίστιν παραδοῦναι· οὐδ᾿ Ἡσιόδῳ μέμφομαι δηλοῦν τολμῶντι θεῶν γένεσιν· οὐδʼ Αἰσχύλον ἐπιπλήττω πολλοῖς διεψευσμένον καὶ πολλὰ συγγράφοντα τῶν ἀσυγχωρήτων· οὐδ᾿ Εὐριπίδου κατηγορῶ τῷ μὲν Ἀρχελάῳ περιτεθεικότος τὰς Τημένου πράξεις, τὸν δὲ Τειρεσίαν βεβιωκότα παρεισάγοντος πέντε γενεῶν πλέον· οὐδὲ τοὺς ἄλλους εἰς ἐπιτίμησιν ἄγω, διασκευαῖς ἐν τοῖς δράμασι χρωμένους ἀδυνάτοις; ὅτι πᾶς ποιητής ψυχαγωγίας μᾶλλον ἢ ἀληθείας ἐστὶ στοχαστής.

9. Ὅτι καὶ τὴν Ἰνδικὴν χώραν ἐλέφαντας τρέφειν φησὶ, καὶ τὴν Αἰθιοπίαν, ἣ τοῖς Θηβαίων ὁρίοις ἐστὶν ὅμορος, καὶ δὴ καὶ τὴν Λιβύην.

10. Ὅτι τέτταρες τόποι τὴν Αἴγυπτον περιειλήφασιν, ἀπὸ μὲν τῆς ἄρκτου τὸ πέλαγος, ἀπʼ ἀνατολῆς δὲ καὶ δύσεως ἐρημίαι, ἀπὸ δὲ τῆς μεσημβρίας Αἰθίοπες.

11. Αὐστηρὸς ὁ λόγος, ἀλλὰ σωτήριος· δηλοῦται γὰρ οὐ λύπης ἀλλὰ φυλακῆς ἕνεκεν, καὶ τὴν ἡδονὴν ἐκ τῶν λόγων ἦρκεν, ὅπως τῆς ἐκ τῶν πραγμάτων χάριτος ἀπολαύοντες μηδέποτε ἀντὶ τοῦ βελτίονος τὸ χεῖρον αἱρώμεθα, ἢ πρὸς Διὸς καὶ θεῶν, ἵνα μηδὲ τῶν ἐν μέσῳ κειμένων ἔνια παρίωμεν.

12. Ἰδιώτου μὲν οὐσίαν μικρῷ βαθυτέραν ἀπραγμόνως χαλεπὸν διασῶσαι· σὺ δὲ τοσούτων καὶ τηλικούτων κληρονομίαν ἀγαθῶν καθέξειν χωρὶς ἀγωνίας ἐλπίζεις; καὶ ταῦτα γινώσκων ὅτι κἀκεῖνα μὲν ὁ νόμος τῷ κτησαμένῳ διαφυλάττει, ταῦτα δὲ ὁ σίδηρος ἀφαιρεῖται τῶν ἀσθενεστέρων;

13. Ὅτι φησὶν, ἐκ πολλοῦ χρόνου προειληφότες ἐσμὲν, ὅτι τὰς τῶν δυναστῶν φιλίας ὁ καιρὸς σφραγίζεται καὶ λύει, καὶ τὴν σὴν ἀσχολίαν ἄλλοτε ἄλλῳ δίδωσιν ἀφορμὴν, αὔξων καὶ φθίνων τὰ πράγματα ἐξ ἀλλήλων.

14. Ὁ μὲν τῷ λόγῳ συνεχῶς χαριζόμενος, τὸ ἐκ τῶν ἔργων δυνατὸν ὑπερβαίνων, πολλὰ διαψεύδεται, ὁ δὲ προσλαμβάνων τοὺς αὐτοῦ φίλους βουλῆς κοινωνοὺς, ἐν καιροῖς τηλικούτοις οὐ τοῦ τὴν ὁρμὴν ἐπώσοντος δεῖται. Τίς γὰρ οὕτως ἄβουλος, ὃς τὸ δοκοῦν αὐτῷ παῤ ἑτέρου βούλεται μαθεῖν, καὶ ποιεῖν τὸν σύμβουλον τῶν ἀπορουμένων συνήγορον τῆς ἐπιθυμίας;

15. Εἰ γὰρ ὁ κύριος τῶν τοσούτων ἀγαθῶν κρείττων ἐστὶ τῆς ἐπιθυμίας τῆς τῶν βιαζομένων, μακαρίσαι μὲν ἔχω τοῦ ταῦτα κεκτημένου τὴν ἐξουσίαν, ἀφελέσθαι δὲ τοῖς ὅπλοις βιασάμενος τὰς χορηγίας οὐ δύναμαι. Τί οὖν ἀμήχανον πρᾶξιν εἰς κενὴν ἐπαγγελίαν ἄγειν, καὶ τὰς ἐδήλους ἐλπίδας τῶν προδήλων κινδύνων πλέον εὐλαβεῖσθαι;

16. Ἀλλὰ καταπλήξονται τοὺς Ἕλληνας οἱ Αἰθίοπες. Τίνι; τῇ μελανίᾳ καὶ τῇ παραλλαγῇ τῆς μορφῆς; Οὐχ ὑπερβαίνει τὴν τοῦ παιδὸς ἡλικίαν παῤ ἡμὶν ὁ τοιοῦτος φόβος. Ἐν δὲ τοῖς πολέμοις καὶ τοῖς μείζοσι διαφοραῖς οὐκ ὄψει καὶ χρώματι, τόλμη δὲ καὶ στρατηγίᾳ τὰ πράγματα κρίνεται.

17. Ἐγὼ δʼ ἀφ᾿ ἧς ἡμέρας ἡ τάχη με κατέστησεν ἐπίτροπον τοῦ σώματος τοῦ σοῦ, νέου παντελῶς ὄντος, καὶ τῆς ὅλης βασιλείας, ἀπʼ ἐκείνης εὐθὺς μέγαν ἐμαυτῷ πόνον ἐπέβαλον. Τίνα τοῦτον; τοῖς πρὸς ἡδονήν ὁμιλοῦσιν ἐναντιοῦσθαι καὶ δυσχεραίνειν, σοῦ πρῶτον αὐτοῦ περιαιρούμενος οὐ τὴν ἐξουσίαν, ἀλλὰ τὴν ἄγνοιαν, ἵνα τῶν τοσούτων ἀγαθῶν φρονῶν ἀπολαύσῃς, μὴ διαμαρτάνων. Τοῦτο γὰρ ἐζήτουν πατρὸς ἔχων εὔνοιαν χρόνου στοχαζομένην, οὐ κόλακος εἰρωνείαν καιρῷ προσομιλοῦσαν. Οἶδα γὰρ πρεσβύτερος ὢν καὶ πολλῶν ἔμπειρος γεγονώς πραγμάτων, διὰ τοὺς θωπεύειν ἐπιβεβλημένους τοὺς ἐν ταῖς ὑπεροχαῖς καὶ τὰς μεγίστας βασιλείας ἄρδην ἀνῃρημένας, τὴν Κασάνδρου, τήν Λυσιμάχου, τὴν Ἀλεξάνδρου τηλικαύτην οὖσαν, τὴν Μήδων, τὴν Σύρων, τὴν Περσῶν, ὥστε μηδὲ σπέρμα καταλελεῖφθαι τοῦ γένους. Οὐκ ἀλόγως· νέου γὰρ πολλὰ μὲν ἀγνοοῦντος διὰ τὴν ἡλικίαν, εὐλογουμένου δὲ ἐπὶ τοῖς ἁμαρτήμασιν οὐδὲν σφαλερώτερον οὐδὲ ἐπικινδυνότερον. Ὁ γοῦν Ἀλεξανδρος, ἀήττητος ὢν ἐν τοῖς ὄπλοις, ἀσθενέστατος ἦν ἐν ταῖς ὁμιλίαις· ἡλίσκετο γὰρ ὑπὸ τῶν ἐπαίνων, καὶ Ζεὺς καλούμενος οὐ χλευάζεσθαι ἐνόμιζεν ἀλλὰ τιμᾶσθαι, τῶν μὲν ἀδυνάτων ἐπιθυμῶν, τῆς δὲ φύσεως ἐπιλελησμένος.

18. Ὅταν ὁ δημαγωγὸς τοῖς πολλοῖς διαλέγηται, μὴ τὴν τοῦ φίλου τάξιν ὑποστησάμενος, ἀλλὰ τὴν τοῦ κόλακος, ἡ τῶν ὄχλων ὁρμὴ βεβαιωτὴν λαβοῦσα τῆς ἁμαρτίας τὸν σύμβουλον ἀνέτρεψε τὴν πόλιν. Ἐνσκήπτει γὰρ ὁ μῶμος οὐ κατὰ τῶν ὑπαιτίων μόνον, ἀλλὰ καὶ οἷς ἂν ὁ φθόνος αὐτῷ τὴν ἔφοδον προοδοποιήσαιτο. Ἤκρατεῖ γὰρ ὁ μῶμος οὐ τῶν ὑπαιτίων μόνον, ἀλλʼ ἔσθ᾿ ὅτε καὶ τῶν ἐπικρατεστέρων αἰτίας, ἐπειδὰν ὁ φθόνος πικρὸν τὸ βέλος ἀφεὶς προκατειργάσατο τὸν οὐκ ἄξιον τοῦτο πείσεσθαι.

19. Χρῶνται δὲ ἐπὶ τῶν κινδύνων τῶν πολεμικῶν Αἰθίοπες τοῖς μὲν τόξοις μεγάλοις, βραχέσι δὲ τοῖς δϊστοῖς· ἐπὶ δὲ τῆς ἄκρας τοῦ καλάμου κερκίδος ἀντὶ τοῦ σιδήρου παραμήκης τῷ τύπῳ λίθος ἀνεστήρικται, νεύροις ἐσφιγμένος, ὀξὺς μὲν ὑπερβολῇ, φαρμάκοις δὲ θανασίμοις βεβαμμένος.

20. Ὅτι Πτολεμαῖος, φησίν, εἰς τὸν κατὰ Αἰθιόπων πόλεμον ἀπὸ τῆς Ἑλλάδος πεντακοσίους συνέλεξεν ἱππεῖς, ὧν τοῖς προκινδυνεύειν μέλλουσι καὶ καθηγουμένοις τὸ πλῆθος οὖσιν ἑκατὸν, ὁπλισμοῦ περιέθηκε τρόπον· στολὰς γὰρ αὐτοῖς τε καὶ τοῖς ἵπποις ἀνέδωκε πιλητὰς, ἃς οἱ κατὰ τήν χώραν ἐκείνην προσαγορεύουσι κασᾶς, ὥστε πᾶν κρύπτειν τὸ σῶμα πλὴν τῶν ὀφθαλμῶν.

ΕΚ ΤΗΣ ΠΕΜΠΤΗΣ ΑΓΑΘΑΡΧΙΔΟΥ ΙΣΤΟΡΙΑΣ ΤΗΣ ΠΕΡΙ ΕΡΥΘΡΑΝ ΘΑΛΑΣΣΑΝ.

21. Ὅτι πολλοὶ, φησί, καὶ τῶν πολιτικῶν ἀνδρῶν καὶ τῶν ποίημα γεγραφότων διηπορήκασι πῶς τὰς ὑπερβαλλούσας ἐνίοις ἀκληρίας τὸν ἐκτὸς τῶν κινδύνων κείμενον πρεπόντως ἐξαγγελτέον· ὧν ὁ τρόπος οὐ λίαν γένοιτʼ ἂν ἐμφανὴς, εἰ μή τις ὑποτάξαιτʼ ἂν ἀκόλουθον αἰτίαν τοῖς ἐμφανιζομένοις. Ὄλυνθον καὶ Θήβας δύο πόλεις ἐνδόξους Ἀλέξανδρος καὶ Φίλιππος διαρπάσαντες καθεῖλον εἰς ἔδαφος. Τὸ δὲ δεινὸν τοῦ συντελεσθέντος παῤ ἐλπίδα προσπεσὸν καὶ τῶν Ἑλλήνων πολλοῖς ἀγωνίαν περὶ τῶν ὅλων μεγάλην ἐπέστησε, καὶ τῶν ῥητόρων οὐκ ὀλίγοις λόγου παρέσχεν ἀφορμὴν εἰς τὸ δηλῶσαι τὰ πεπραγμένα τοῦ πάθους οἰκείως. Εἰρήκασιν οὖν περὶ τούτου τοῦ πράγματος ἄλλοι μὲν ἀλληγορικῶς τῷ τρόπῳ καὶ ταῖς διαλέκτοις, ὡς δοκοῦσι, περιττῶς, οἱ δʼ ἐμβριθέστερον, τὰ συνήθη καὶ τὰς κυριολογίας ἐν τοῖς δεινοῖς οὐ πεφευγότες. Ἑκατέρου δέ σοι προοισόμεθα παραδείγματα γένους, ἵνα τοὺς χαρακτῆρας ἐκ παραβολῆς ἐπιδών, τοὺς ἄμεινον καὶ τοὐναντίον εἰπόνταςἐκ᾿ αὐταῖς εὕρῃς ταῖς δοκιμασίαις. Ἡγησίας μὲν οὖν πολλάκις τῆς ἆπωλείας μεμνημένος τῶν πόλεων εὐτελῆς ἐστιν. Ὁ γὰρ μὴ θέλων τοῖς καιροῖς οἰκείως διαλέγεσθαι, ζητῶν δὲ ἐξ ἀνάγκης ἐν αὐστηρῷ πράγματι κομψότητα διαφαίνειν, τοῦ μὲν ἰδίου ζηλώματος ἐπὶ ποσὸν τυγχάνει, τῆς δὲ τῶν ὑποκειμένων ἀξίας οὐ στοχάζεται· ὥσπερ οὗτος ἐν τοῖς αὑτοῦ φωρᾶται λόγοις· οἷον «Ὄνομα κατελάβομεν, πόλιν καταλιπόντες.» Σκόπει τοίνυν, Τοῦτο πάθος μὲν οὐδαμῶς ποιεῖ, ἀλλὰ συνάγει πρὸς τὴν ἔμφασιν καὶ ποιεῖ ζητεῖν τί λέγει. Οὗ γὰρ ἄν τις τῇ γνώμη δισταγμὸν ἐνεργάσηται, ἐκεῖσε ἀπὸ τοῦ λόγου τὸ δεινὸν ἀφὴκε. Διὰ τί ; ὅτι τὸ ῥηθὲν ἐν τῶ σαφῶς γνῶναι καὶ τήν συμπάθειαν ἔστι λαβεῖν ὁ δʼ ὑστερήσας τοῦ σαφοῦς ἀπολέλειπται καὶ τῆς ἐναργείας. Εἶτα ὅμοιον περὶ Θηβαίων φησι· « Τὸν γὰρ μέγιστα φωνήσαντα τόπον ἄφωνον ἡ συμφορὰ πεποίηκ » Πάλιν ἐπ᾿ Ὀλυνθίων· « Ἐκ μυριάνδρου πόλεως ἐξῆλθον, ἐπιστραφεὶς δ᾿ οὐκέτ᾿ εἶδον. » Ἐζήτεις δὲ τί; τὸ μὲν γὰρ ῥηθὲν, ὑπὸ τοιαύτην ἔμφασιν πεπτωκὸς, πεπλάνηκεν ἡμῶν ἀπὸ τοῦ προκειμένου τήν γνώμην. Δεῖ δὲ τὸν οἰκτιζόμενον ἀφέντα τοὺς ἀστεϊσμοὺς, τὸ πρᾶγμα σημαίνειν ᾧ οἰκείωται τὸ πάθος, εἰ μέλλοι μὴ τῆ λέξει διακοσμεῖν, ἀλλὰ τῷ τῆς συμφορᾶς αἰτίῳ προσεδρεύειν. Ἀλλʼ ἐφʼ ἕτερον ἰτέον· « Ἀλέξανδρε, καὶ τὸν Ἐπαμινώνδαν νόμισον, ὁρῶντα τὰ λείψανα τῆς πόλεως, παρόντα μοι συνικετεύειν. » Αἴτημα μὲν μειρακιῶδες καὶ μεταφορὰ σκληρὰ, τὸ δὲ σκυθρωπὸν τῆς πράξεως ἄρρητον. Ἄλλο· « Βασιλικῇ μανίᾳ προσπταίσασα πόλις τραγῳδίας ἐλεεινοτέρα γέγονε· » πρὸς πᾶν μᾶλλον ἢ τὸ καθῆκον σοφιστῇ ἡτοιμάσθαι φαίνεται, ὅθεν οὐ λίαν ἅπτεται τοῦ προκειμένου· χαλεπὸν γὰρ οἶμαι χαλεποῖς πράγμασι μωκωμένην διάλεκτον ἐφορᾶσθαι. Ἄλλο « Τί δεῖ λέγειν Ὀλυνθίους καὶ Θηβαίους, οἷα κατὰ πόλεις ἀποθανόντες πεπόνθασιν; » Ἕτερον παραπλήσιον κολακείας οὐκ εὐσχήμονος καὶ εὐηθείας ἐχόμενον· « Ὅμοιον πεποίηκας, Ἀλέξανδρε, Θήβας κατασκάψας, ὡς ἂν εἰ ὁ Ζεὺς ἐκ τῆς κατ᾿ οὐρανὸν μερίδος ἐκβάλοι τὴν σελήνην· ὑπολείπομαι γὰρ τὸν ἥλιον ταῖς Ἀθήναις. Δύο γὰρ αὗτα πόλεις τῆς Ἑλλάδος ἦσαν ὄψεις. Διὸ καὶ περὶ τῆς ἑτέρας ἀγωνιῶ νῦν· ὁ μὲν γὰρ εἶς αὐτῶν ὀφθαλμὸς ἡ Θηβαίων ἐκκέκοπται πόλις. » Ἐμοὶ μὲν οὖν σκώπτειν ὁ σοφιστὴς δοκεῖ διὰ τούτων, οὐκ ὀλοφύρεσθαι τῶν πόλεων τὴν τύχην, καὶ σκοπεῖν πῶς ἂν τάχιστα συγκόψαιτο τὸν λόγον, οὐ πῶς τὸ πάθος ὑπὸ τὴν ὄψιν ἀγάγοι διὰ τῆς ἐναργείας. Ἕτερον ὅμοιον· « Αἱ δὲ πόλεις αἱ πλησίον ἔκλαιον τὴν πόλιν, ὁρῶσαι τὴν πρότερον οὖσαν οὐκέτ᾿ οὖσαν. » Εἴ τις οὖν τοῖς Θηβαίοις καὶ τοῖς Ὀλυνθίοις παῤ αὐτὴν τὴν ἅλωσιν τὰς περιόδους ταύτας συναχθόμενος ἔλεγε, δοκοῦσιν ἄν μοι γελάσαι τὸν γράψαντα καὶ τρόπον τινὰ αὐτῶν ὑπολαβεῖν ἀθλιώτερον. Ἄλλου γένους ἁψώμεθα τὸν αὐτὸν ἡγούμενοι σοφιστήν· « Δεινὸν τὴν χώραν ἄσπορον εἶναι τὴν τοὺς Σπαρτοὺς τεκοῦσαν. » Ἀλλʼ οὐχ οὕτως ὁ Δημοσθένης, οὗ τὴν γνώμην οὗτος ἐπὶ τὸ χεῖρον μετέθηκε· γράφει δὲ δεινὸν μηλόβοτον γενέσθαι τὴν Ἀττικὴν, ἣ πρώτη τοῖς ἄλλοις ἐξήνεγκε τὸν ἥμερον καρπόν. Ὁ δὲ φήσας δεινὸν εἶναι τὴν γῆν ἄσπορον γενέσθαι τὴν τοὺς Σπαρτοὺς τεκοῦσαν, ἐκ τῶν ὀνομάτων τὴν ἐναντίωσιν εἴληφεν, οὐκ ἐκ τοῦ πράγματος. Διὸ καὶ ψυχρότητα ἐσχάτην ἐμφαίνει, ὥσπερ καὶ Ἑρμησιάναξ ὁ τὴν Ἀθηνᾶν ἐγκωμιάσας οὕτως· « Ἐκ γὰρ τῆς τοῦ Διὸς γεγενημένη κεφαλῆς εἰχότως ἔχει τῆς εὐδαιμονίας τὸ κεφάλαιον. » Τοιοῦτον καὶ τό « Τίς δʼ ἂν δύναιτο ποιῆσαι τὴν Κύρου δόσιν ἄκυρον; » καὶ τόδε δὲ ὅμοιον· « Τόπος δὲ πῶς γένοιτ᾿ ἂν ἄβατος, βάτου περικειμένου; » Πάντα, φησὶν ὁ Ἀγαθαρχίδης, τὰ τοιαῦτα ἀδόκιμα· ἀλλʼ εἰ μὲν πρὸς ἐλεεινολογίαν λέγοι, ἐγγὺς τοῦ πρέποντος ἵσταται, εἰ δὲ πρὸς πᾶσαν ἰδέαν λόγου, οὐκ ὀρθῶς τῇ κρίσει ἐπέβαλε. Πλὴν προστίθησι καὶ ἕτερα τῶν εἰρημένων ὅμοια, ὑπὸ τὴν αὐτὴν καὶ ταῦτα φέρων διαβολὴν, οἷον· « Θηβαῖοι ἐν τῇ μάχῃ τῇ πρὸς Μακεδόνας ὑπὲρ τοὺς μυρίους ἀνετράπησαν. » Ὧ καλῆς ἐμφάσεως! ἄνθρωποι τοσοῦτοι παραλόγως ἀνατετραμμένοι. Καὶ πάλιν· « Τῆς μὲν πόλεως κατασκαφείσης οἱ μὲν ἄνδρες παίδων συμφορὰς ὑπομένουσιν, αἱ δὲ γυναῖκες μετήχθησαν εἰς Μακεδονίαν, τὴν πόλιν θάψασαί τινα τρόπον. » Ἕτερον ὅμοιον· « Ἡ δὲ φάλαγξ τῶν Μακεδόνων εἰσβιασαμένη τοῖς ὅπλοις ἐντὸς τείχους τὴν πόλιν ἀπέκτεινεν. » Ἐκεῖ μὲν ταφὴ πόλεως, ἐνταῦθα δὲ θάνατος· λοιπὸν ἐκφορὰν δεῖ προσθέντας ἐπιγράμματι χρήσασθαι, καὶ παντελὴς ἡ πρᾶξις. Πλὴν τῆς μὲν τούτου κομψότητος, ἵνα μὴ μανίας εἰπὼν πικρότερος φανῶ, διεληλύθαμεν, φησί, τὰ πλεῖστα. Εἰσάγει δὲ μετὰ σαφηνείας καὶ τῆς πρεπούσης λόγῳ κοσμιότητος εἰς τὸν ὅμοιον εἰπόντας τόπον Στρατοκλέα μὲν οὕτως· « Ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ, τῶν συναγωνισαμένων ὑμῖν τὸν πρὸς Φίλιππον πόλεμον. » Ἅμα, φησί, τὸ πάθος τῆς πόλεως εὐσήμως ἐξέθηκε, καὶ τῆς τῶν ἠτυχηκότων φιλίας ὑπεμνήσθη· τὸ δεινὸν γὰρ εὐνοία παρατεθέν ἐμβριθεστέρους εἴωθε τοὺς οἴκτους ποιεῖν. Μετὰ Στρατοκλέα ὁμοίως Αἰσχίνην εἰσάγει λέγοντα· « Πόλις ἀστυγείτων ἐκ μέσης τῆς Ἑλλάδος ἠφάνισται. » Ἄριστα, φησί, τῆς μὲν ἀπωλείας τὸ τάχος τῇ μεταφορᾷ σημήνας, τοὺς κινδύνους δὲ ἐφιστὰς ἐκ τοῦ τὸν πεπονθότα τοῖς ἀκούουσι δεικνύειν ὅμορον ὑπάρχοντα. Ἀλλὰ γὰρ ὁ Δημοσθένης, φησι, μετενέγκας τοὺς λόγοὺς ἐπὶ τὸν Ἀλέξανδρον οὕτω δεδήλωκε· « Τὴν μὲν πόλιν ἐξώρυξεν ἐκ τῶν θεμελίων, ὥστε μηδὲ ἐπὶ ταῖς ἑστίαις καταλιπεῖν τὴν τέφραν, παῖδας δὲ καὶ γυναῖκας τῶν ἡγησαμένων τῆς Ἑλλάδος ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διέμειμε. » Πικρῶς καὶ σαφῶς καὶ βραχέως ἀφʼ ἑκάστου τῶν εἰδῶν εἰληφώς τὴν ὑπερβολὴν, ὅμως τῆς διδασκούσης τὸ πρᾶγμα ἐναργείας οὐκ ἐπελάθετο. Πάλιν ἐπ᾿ Ὀλυνθίων ὁ αὐτὸς ῥήτωρ· « Ὄλυνθον δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις τῶν ἐπὶ Θρᾴκης ἐῶ, ἃς πάσας οὕτως ὠμῶς ἀνῄρηκεν. ὥστε μηδ᾿ εἰ πώποτε ᾠκίσθησαν ῥᾴδιον εἶναι προσελθόντας εἰπεῖν. » Ἐμφανίσας τὸ πλῆθος τῶν πόλεων τῶν ἀνδρῶν τὴν συμφορὰν ἐπέβαλεν, ὅπως ὁ πλεῖστος οἶκτος τοῦ παραδόξου τεθέντος μᾶλλον τῶν ἀκροωμένων ἐκκαλέσηται τὸ πάθος. Ταῦτα καὶ τοιαῦτα ἕτερα καὶ ἑτέρων εἰπὼν συγγραφέων τὰ μὲν ἀποδέχεται, τοὺς δὲ περὶ Ἡγησίαν καὶ τὰ παῤ ἐκείνων παραγράφεται.

22. Ὅτι ἀπὸ τοῦ Μεμφιτῶν ἄστεος εἰς τὴν Θηβαΐδα πέντε εἰσὶ μεταξὺ νομοὶ ἐθνῶν, ἔχοντες πολυάνθρωπον τάξιν, πρῶτος μὲν ὁ Ἡρακλεοπολίτης, δεύτερος ὁ Κυνοπολίτης, τρίτος ὁ Ὀξυρυγχίτης, τέταρτος ὁ Ἑρμουπολίτης, πέμπτος ὃν οἱ μὲν Φυλακὴν οἱ δὲ Σχεδίαν καλοῦσιν. Ἐν ταύτῃ ἄνωθεν καταγομένων εἰσπράττονται καὶ τιθέασι τὸ τέλος. Τοὺς δὲ εἰρημένους ὑπερβάλλοντι τόπους ἀρχὴ τῆς Θηβαίδος ἡ Λύκων πόλις, εἶτα Ἀφροδίτης ἄλλη, πρὸς δὲ τούτοις Πανῶν, ἔπειτα Θοινὶς, μετὰ ταύτην Βοπὸς, ὑφʼ ἣν Διὸς πόλις, ἣν καλοῦσι μικράν. Μετὰ δὲ τὸν προσηγορευμένον Τεντυρίτην νομὸν Ἀπόλλωνος ὀνομάζεται πόλις, ἧς Phot.ἐπάνω μὲν Κοπτὸς, ἔπειτα Ἐλεφαντίνη, εἶτα Αἰθιόπων χώρα, Κορτία πρώτη. Τὰ μὲν οὖν ἀπὸ Μέμφεως ἕως Αἰθιοπίας εἴρηται.

Photius, Bibliotheca 205 23. Phot. Ὅτι πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης, καθʼ ὃν ὁ Νεῖλος πολλὰς ἐκτροπὰς καὶ παραφορὰς ποιούμενος ὅμως ἐκεῖσε ἀποκάμπτει περιφανῶς, καὶ ποιεῖται κατὰ τὴν δεξιὰν ῥύσιν τῶν ἀγκώνων τὴν μεγάλην κλίσιν, ἔκ τε τοῦ πελάγους κόλπος εἰς τὴν ἤπειρον ἀνατείνεται πολὺς, ὥστε τὴν μεταξὺ διάμετρον τῶν ὑδάτων, τοῦ τε ἁλμυροῦ καὶ τοῦ ποτίμου, παραπλήσιον πηλῷ πολλῷ τὴν συστολὴν λαμβάνειν· κατὰ γοῦν τὴν εἰρημένην θάλατταν πλησίον ἐστί τινα τῶν καλουμένων χρυσίων πλῆθος ἔχοντα μετάλλων, τῇ χρόᾳ μὲν ὄντα καθʼ ὑπερβολὴν μέλανα, μαρμάρου δὲ ποιοῦντα τοιαύτας ἐν αὑ- Phot.

τοῖς ἐκφύσεις, ὥστε πᾶν λείπεσθαι τὸ διαμιλλώμενον, τῆς λευκότητος κρίσιν οὐκ ἐχούσης.

Diodorus, III 12-48 Diod 23. Περὶ μὲν οὖν Αἰθιόπων τῶν πρὸς τῇ δύσει κατοικούντων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι· περὶ δὲ τῶν κατὰ τὴν μεσημβρίαν καὶ τὴν Ἐρυθρὰν θάλατταν κειμένων ἐν μέρει διέξιμεν δοκεῖ δʼ ἡμὶν ἁρμόττειν προδιελθεῖν περὶ τῆς τοῦ χρυσοῦ κατασκευῆς τῆς ἐν τούτοις τοῖς τόποις γινομένης. Περὶ γὰρ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ τῆς ὁμρρούσης Ἀραβίας τε καὶ Αἰθιοπίας τόπος ἐστὶν ἔχων μέταλλα πολλὰ καὶ μεγάλα χρυσοῦ συναγομένου πολλῇ κακοπαθείᾳ τε καὶ δαπάνῃ. Τῆς γὰρ γῆς μελαίνης οὔσης τῇ φύσει καὶ διαφυὰς καὶ φλέβας ἐχούσης μαρμάρου τῇ λευκότητι διαφερούσας καὶ πάσας τὰς περιλαμπομένας φύσεις ὑπερβαλλούσας τῇ λαμπρότητι, οἱ προςεδρεύοντες τοῖς μεταλλικοῖς ἔργοις τῷ πλήθει τῶν ἐργαζομένων κατασκευάζουσι τὸν χρυσόν.
24. Ὅτι οὓς ἔσχατον φησί κατέχει ἀκλήρημα, τούτους ἡ τυραννὶς εἶς τὴν τῶν χρυσωρυχίων ἀπάγει πικροτάτην δουλείαν, τοὺς μὲν ἅμα γυναιξὶ καὶ παισὶ ταλαιπωρουμένους, τοὺς δὲ καὶ χωρὶς τῶν εἰρημένων. Ὑπερβολὴν οὖν οὐδενὶ τὸ πάθος δυστυχήματι καταλι- Phot.πεῖν ἐκτραγῳδήσας, τὸν τρόπον ἀπαγγέλλει τῆς περὶ τὸ χρυσίον ἐργασίας. Diod.24. Οἰ γὰρ βασιλεῖς τῆς Αἰγύπτου τοὺς ἐπὶ κακουργίᾳ καταδικασθέντας καὶ τοὺς κατὰ πόλεμον αἰχμαλωτιvσθέντας, ἔτι δὲ τοὺς ἀδίκοις διαβολαῖς περιπεσόντας καὶ διὰ θυμὸν εἰς φυλακὰς παραδεδομένους, ποτὲ μὲν αὐτοὺς, ποτὲ δὲ καὶ μετὰ πάσης συγγενείας ἀθροίσαντες παραδιδόασι πρὸς τὴν τοῦ χρυσοῦ μεταλλείαν, ἅμα μὲν τιμωρίαν λαμβάνοντες παρὰ τῶν καταγνωσθέντων, ἅμα δὲ διὰ τῶν ἐργαζομένων μεγάλας προσόδους λαμβάνοντες. Οἱ δὲ παραδοθέντες, πολλοὶ μὲν τὸ πλῆθος ὄντες, πάντες δὲ πέδαις δεδεμένοι, προσκαρτεροῦσι τοῖς ἔργοις συνεχῶς καὶ μεθʼ ἡμέραν καὶ διʼ ὅλης τῆς νυκτὸς, ἀνάπαυσιν μὲν οὐδεμίαν λαμβάνοντες, δρασμοῦ δὲ Diod.παντὸς φιλοτίμως εἰργόμενοι· φυλακαὶ γὰρ ἐκ στρατιωτῶν βαρβάρων καὶ ταῖς διαλέκτοις διαφόροις χρωμένων ἐφεστήκασιν, ὥστε μηδένα δύνασθαι διʼ ὁμιλίας ἢ φιλανθρώπου τινὸς ἐντεύξεως φθεῖραί τινα τῶν ἐπιστατούντων.
25. Τῶν ὀρῶν, φησίν, ἐν οἷς ὁ χρυσὸς εὑρίσκεται, τὰ μὲν ἀπότομα καὶ τελέως σκληρὰν ἔχοντα φύσιν ἐκπρήσαντες ὕλῃ καὶ χαῦνα τῷ πυρὶ ποιήσαντες, οὕτως αὐτοῖς προσάγουσι τὴν πεῖραν, τὰ δʼ ἀνειμένα τῆς πέτρας σιδήρῳ λατομικῷ κερματίζονται. Καθηγεῖται δὲ τῶν ὁλων τεχνίτης ὁ τὸν λίθον διαιρῶν. Ὅταν δὲ οὗτος τοῖς μεταλλεῦσι τὰς ὁδοὺς ὑποδείξῃ, τὸ πᾶν ἔργον καταμερίζεται τῇ τῶν ἀτυχούντων ἀνάγκη τοῦτον τὸν τρόπον. Οἱ μὲν εὔρωστοι καὶ νέοι τυπίσι σιδηραῖς κόπτουσι τὴν χώραν τὴν μαρμαρίζουσαν, οὐ τέχνῃ τὴν πληγὴν ποιούμενοι ἀλλὰ βίᾳ, καὶ τέμνουσι διὰ τῆς πέτρας ὑπονόμους πλείονας οὐκ εὐθεῖς, ἄλλοτε μὲν ἄνω τῆς χρυσίτιδος ἀπονευούσης λίθου, ποτὲ δὲ κατωτέρω, πάλιν δὲ εἰς τὴν εὐώνυμον κλίσιν, ἐνίοτε δὲ σκολιὰν καὶ διεστραμμένην καὶ παραπλησίαν ταῖς τῶν δένδρων ῥίζαις. Οὗτοι μὲν οὖν λύχνους προσδεδεμένους τοῖς μετώποις ἔχοντες λατομοῦσιν, ἀκολουθοῦντες οἷον φλεβὶ τῷ λευκανθίζοντι· καὶ πολλαχῶς μετασχηματίσαντες τῶν σωμάτων τὰς θέσεις, καταβάλλουσι τὰ θραύσματα εἰς ἔδαφος, οὐ πρὸς τὴν ἰδίαν ἕξιν τε καὶ δύναμιν, ἀλλὰ πρὸς ὀφθαλμὸν ἐπιστάτου, πληγῆς τὴν ἐπιτίμησιν οὐδέποτε χωρίζοντος. 25. Τῆς δὲ τὸν χρυσὸν ἐχούσης γῆς τὴν μὲν σκληροτάτην πυρὶ πολλῷ καύσαντες καὶ ποιήσαντες χαύνην, προςάγουσι τὴν διὰ τῶν χειρῶν κατεργασίαν· τὴν δὲ ἀνειμένην πέτραν καὶ μετρίῳ πόνῳ δυναμένην ὑπείκειν λατομικῷ σιδήρῳ καταπονοῦσι μυριάδες ἀκληρούντων ἀνθρώπων. Καὶ τῆς μὲν ὅλης πραγματείας ὁ τὸν λίθον διακρίνων τεχνίτης καθηγεῖται καὶ τοῖς ἐργαζομένοις ὑποδείκνυσι· τῶν δὲ πρὸς τὴν ἀτυχίαν ταύτην ἀποδειχθέντων οἱ μὲν σώματος ῥώμῃ διαφέροντες τυπίσι σιδηραῖς τὴν μαρμαρίζουσαν πέτραν κόπτουσιν, οὐ τέχνην τοῖς ἔργοις, ἀλλὰ βίαν προσάγοντες, ὑπονόμους δὲ διακόπτοντες, οὐκ ἐπʼ εὐθείας, ἀλλʼ ὡς ἂν ἡ διάφυσις ᾖ τῆς ἀποστιλβούσης πέτρας. Οὗτοι μὲν σὖν διὰ τὰς ἐν ταῖς διώρυξι καμπὰς καὶ σκολιότητας ἐν σκότει διατρίβοντες λύχνους ἐπὶ τῶν μετώπων πεπραγματευμένους περιφέρουσι· πολλαχῶς δὲ πρὸς τὰς τῆς πέτρας ἰδιότητας μετασχηματίζοντες τὰ σώματα καταβάλλουσιν εἰς Diod. ἔδαφος τὰ λατομούμενα θραύσματα· καὶ τοῦτο ἀδιαλείπτως ἐνεργοῦσι πρὸς ἐπιστάτου βαρύτητα καὶ πληγάς.
Phot.26. Οἱ δὲ ἄνηβοι παῖδες εἰς τοὺς ὑπὸ τούτων ὀρυχθέντας ὑπονόμους εἰσδυόμενοι, καὶ τὴν χάλικα τῶν ῥιπτουμένων ἐπιπόνως συλλέγοντες, ἐκτὸς τῶν στομίων κομίζουσι. Παρὰ δὲ τούτων οἵ τε πρεσβύτεροι καὶ τῶν ἀσθενῶν οἱ πολλοὶ τὸν λίθον μεταφέρουσι· μετακομίζουσι δὲ οὗτοι τοῖς καλουμένοις κοπεῦσιν. Οἱ γὰρ ἐντὸς τῶν τριάκοντα ἐτῶν καὶ τοῖς εἴδεσι καρτεροὶ ὅλμους λιθίνους παρειληφότες ὑπέρῳ σιδηρῷ πτίσσουσιν ἐπιστρεφῶς, καὶ ποιήσαντες τὸ μέγιστον τρύφος ὀρόβῳ παραπλήσιον πρὸς τὴν αὐτὴν ὥραν ἀπομετροῦσιν ἑτέροις. Οὗτος δέ ἐστιν ὁ πόνος τῶν γυναικῶν τῶν εἰς τὰς φυλακὰς συναπηγμένων ἀνδράσιν ἢ γονεῦσι. Μύλοι γὰρ ἑξῆς πλείους βεβήκασιν, ἐφʼ οὓς τὸν ἐπτισμένον ἐπιβάλλουσι λίθον· καὶ παραστᾶσαι τρεῖς ἑκατέρωθεν πρὸς τὴν μίαν κώπην, οὕτως ἐζωσμέναι δυσπροσόπτως ὥστε μόνον τὴν αἰσχύνην τοῦ σώματος κρύπτειν, ἀλήθουσιν· ἀλήθουσι δὲ ἕως ὑπὸ τὸν τῆς σεμιδάλεως τρόπον ἀχθῇ Phot.τὸ παραδοθέν μέτρον. Οὗτοι πάντες οἱ τὸν εἰρημένον τῆς τύχης κλῆρον ὑπελθόντες ποθεινότερον ἔχουσι τοῦ βίου τὸν θάνατον. 26. Οἱ δὲ ἄνηβοι παῖδες εἰσδυόμενοι διὰ τῶν ὑπονόμων εἰς τὰ κεκοιλωμένα τῆς πέτρας, ἀναβάλλουσιν ἐπιπόνως τὴν ῥιπτουμένην κατὰ μικρὸν πέτραν καὶ πρὸς τὸν ἐκτὸς τοῦ στομίου τόπον εἰς ὕπαιθρον ἀποκομίζουσιν· οἱ δʼ ὑπὲρ ἔτη τριάκοντα παρὰ τούτων λαμβάνοντες ὡρισμένον μέτρον τοῦ λατομήματος, ἐν ὅλμοις λιθίνοις τύπτουσι σιδηροῖς ὑπέροις, ἄχρι ἂν ὀρόβου τὸ μέγεθος κατεργάσωνται. Παρὰ δὲ τούτων τὸν ὀροβίτην λίθον αἱ γυναῖκες καὶ οἱ πρεσβύτεροι τῶν ἀνδρῶν ἐκδέχονται, καὶ μύλων ἑξῆς πλειόνων ὄντων ἐπὶ τούτους ἐπιβάλλουσι, καὶ παραστάντες ἀνὰ τρεῖς ἢ δύο πρὸς τὴν κώπην ἀλήθουσιν, ἕως ἂν εἰς σεμιδάλεως τρόπον τὸ δοθὲν μέτρον κατεργάσωνται. Προσούσης δʼ ἅπασιν ἀθεραπευσίας σώματος καὶ τῆς τὴν αἰδὼ περιστελλούσης ἐσθῆτος μὴ προσούσης, οὐκ ἔστιν ὃς ἰδὼν οὐκ ἂν ἐλεήσειε τοὺς ἀκληροῦντας διὰ τὴν ὑπερβολὴν τῆς ταλαιπωρίας. Οὐ γὰρ τυγχάνει συγγνώμης οὐδʼ ἀνέσεως ἀπλῶς οὐκ ἄρρωστος, οὐ πεπηρωμένος, οὐ γεγηρακὼς, οὐ γυναικὸς ἀσθένεια, πάντες δὲ πληγαῖς ἀναγκάζονται προσκαρτερεῖν τοῖς ἔργοις, μέχρι ἂν κακουχούμενοι τελευτήσωσιν ἐν ταῖς ἀνάγκαις. Διόπερ οἱ δυστυχεῖς φοβερώτερον ἀεὶ τὸ μέλλον τοῦ παρόντος ἡγοῦνται διὰ Diod.τὴν ὑπερβολὴν τῆς τιμωρίας, ποθεινότερον δὲ τοῦ ζῆν τὸν θάνατον προσδέχονται.
27. Παρὰ δὲ τοῦ θήλεος γένους διαδέχονται μὲν τὸ κατειργασμένον οἱ καλούμενοι σηλαγγεῖς· εἰσὶ δὲ οὗτοι τεχνῖται πρὸς τὸ πέρας ἄγειν δυνάμενοι τὴν βασιλικὴν χρείαν. δὲ ἐργασία τοιαύτη. Καταβάλλουσι τὴν ἀληλεσμένην μάρμαρον ἐπὶ σανίδος πλατείας μὲν καὶ κατεξυσμένης εἰς εὐθεῖαν τομὴν, οὐκ ἐν ὀρθῇ δὲ χώρᾳ βεβηκυίας, ἀλλὰ μικρὰν ἐχούσης ἐπίκλισιν. Εἶτα καταχέοντες ὕδωρ τρίβουσι ταῖς χερσὶ, τὰ πρῶτα μὲν κούφως, ἔπειτα μᾶλλον· ὅθεν, οἶμαι, τὸ μὲν γεῶδες ἐκτηκόμενον συναπορρεῖ κατὰ τὴν ἐπίνευσιν τοῦ σανιδώματος, τὸ δὲ ἰσχύον καὶ δυνατὸν ἐπὶ τοῦ ξύλου μένει ἀκίνητον. Πολλάκις δὲ τοῖς ὕδασιν ἀποπλύνας ὁ καλούμενος σηλαγγεὺς μεταλαμβάνει σπόγγους μαλακοὺς καὶ πυκνοὺς, οἷς ἐφαπτόμενος τῆς μαρμάρου κούφως, καὶ θλίβων ἐπὶ ποσὸν τὸ μὲν ἐλαφρὸν καὶ χαῦνον ἐμπλεκόμενον τοῖς ἀραιώμασιν ἀπὸ τῆς σήραγγος ἀναφέρει καὶ ἐκρίπτει, τὸ δὲ ἐμβριθὲς καὶ στίλβον ἐπὶ τῆς σανίδος ἀποκεκριμένον ἀπολείπει, δυσκινήτου διὰ τὸ βάρος τῆς τοιαύτης φύσεως ὑποκειμένης. 27. Τὸ δὲ τελευταῖον οἱ τεχνῖται παραλαβόντες τὸν ἀληλεσμένον λίθον πρὸς τὴν ὅλην ἄγουσι συντέλειαν. Ἐπὶ γὰρ πλατείας σανίδος μικρὸν ἐγκεκλιμένης τρίβουσι τὴν κατειργασμένην μάρμαρον ὕδωρ ἐπιχέοντες· εἶτα τὸ μὲν γεῶδες αὐτῆς ἐκτηκόμενον διὰ τῶν ὑγρῶν καταρρεῖ κατὰ τὴν τῆς σανίδος ἔγκλισιν, τὸ δὲ χρυσίον ἔχον ἐπὶ τοῦ ξύλου παραμένει διὰ τὸ βάρος. Πολλάκις δὲ τοῦτο ποιοῦντες, τὸ μὲν πρῶτον ταῖς χερσὶν ἐλαφρῶς τρίβουσι, μετὰ δὲ ταῦτα σπόγγοις ἀραιοῖς κούφως ἐπι- Diod.θλίβοντες τὸ χαῦνον καὶ γεῶδες διὰ τού των ἀναλαμβάνουσι, μέχρι ἂν ὅτου καθαρὸν γένηται τὸ ψῆγμα τοῦ χρυσοῦ.
Phot.28. Οὕτως οὖν οὗτος ὁ σηλαγγεὺς περικαθάρας τὰ ψήγματα τοῦ χρυσοῦ παραδίδωσι τοῖς ἐψηταῖς. Οἱ δὲ λαβόντες μέτρῳ τε καὶ σταθμῷ τὸ συνηγμένον εἰς ἄγγος κεραμεοῦν ἐνέβαλον, καὶ μίξαντες κατὰ λόγον τοῦ πλήθους μολίβδου βῶλον καὶ χόνδρους ἁλῶν, καὶ κασσιτέρου βραχὺ καὶ κρίθινον πίτυρον, κἄπειτα ἐπιθέντες ἐπίθεμα καλῶς ἡρμοσμένον καὶ πάντοθεν χρίσαντες, ἕψουσιν ἐν καμίνῳ πέντε ἡμέρας καὶ τὰς ἴσας νύκτας, οὐθὲν διαλείποντες. Τῇ δʼ ἐχομένῃ σύμμετρον τῇ πεπυρωμένῃ προσάγοντες ψύξιν εἰς ἀγγεῖον κατήρασαν, ἄλλο μὲν τῶν συνεμβεβλημένων οὐθὲν εὑρίσκοντες, αὐτὸ δὲ τοῦ χρυσίου τὸ χύμα, βραχεῖαν εἰληφὸς ἀπουσίαν ἀπὸ τοῦ ψήγματος. 28. Τὸ δὲ τελευταῖον ἄλλοι τεχνῖται παραλαμβάνοντες μέτρῳ καὶ σταθμῷ τὸ συνηγμένον εἰς κεραμεοῦς χύτρους ἐμβάλλουσι· μίξαντες δὲ κατὰ τὸ πλῆθος ἀνάλογον μολίβδου βῶλον καὶ χόνδρους ἀλῶν, ἔτι δὲ βραχὺ καττιτέρου καὶ κρίθινον πίτυρον προσεμβάλλουσιν· ἁρμοστὸν δʼ ἐπίθεμα ποιήσαντες καὶ πηλῶ φιλοπόνως περιχρίσαντες ὀπτῶσιν ἐν καμίνῳ πέντε ἡμέρας καὶ νύκτας ἴσας ἀδιαλείπτως· ἔπειτα ἐάσαντες ψυχθῆναι, τῶν μὲν ἄλλων οὐδὲν εὗρίσκουσιν ἐν τοῖς ἀγγείοις, τὸν, δέ χρυσὸν καθαρὸν λαμβάνουσιν, ὀλίγης ἀπουσίας γεγενημένης.
29. Ἡ μὲν οὖν πρὸς τοῖς μετάλλοις ἀπώλεια τῶν πολλῶν σωμάτων πρὸς τὸ ῥηθὲν τέλος κομίζεται τὴν διέξοδον, σχεδὸν αὐτῆς τῆς φύσεως δεικνυούσης ὅτι τοῦ χρυσίου συμβέβηκεν ὑπάρχειν καὶ τὴν γένεσιν ἐπίπονον καὶ τὴν φυλακήν σφαλερὰν καὶ τὴν σπουδὴν μεγίστην καὶ τὴν χρῆσιν ἡδονῆς καὶ λύπης ἀνὰ μέσον κειμένην, τήν τε ἐργασίαν τρόπον τινὰ τοῦ γένους ἀρχαιοτάτην. Εὕρηται μὲν γὰρ ὑπὸ τῶν πρώτων τοῦ τόπου βασιλέων τῶν μετάλλων ἡ φύσις, διέλιπε δὲ ἐνεργοῦσα, ποτὲ μὲν Αἰθιόπων ἐπὶ τὴν Αἴγυπτον πλήθους συνελθόντος καὶ πολλὰ τὰς πόλεις ἔτη φρουρήσαντος ὑφ᾿ ὧν καὶ τὰ Μεμνόνεια συτετελέσθαι φασί , ποτὶ δὲ Μήδων καὶ Περσῶν ἐπικρατησάντων. Εὑρίσκονται δὲ ἔτι καὶ καθʼ ἡμᾶς ἐν τοῖς χρυσείοις τοῖς ὑπʼ ἐκείνων κατασκευασθεῖσι λατομίδες μὲν χαλκαῖ, διὰ τὸ μήπω τὴν Phot.τοῦ σιδήρου κατ᾿ ἐκεῖνον τὸν χρόνον ἐγνωρίσθαι χρείαν, ὀστᾶ δὲ ἀνθρώπων ἄπιστα τῷ πλήθει, πτωμάτων ὅπερ εἰκὸς γίνεσθαι οὐκ ὀλίγων ἐν τοῖς χαύνοις καὶ πλακώδεσιν ὑπονόμοις γενομένων, τηλικαῦτα δὲ ὀρυγμάτων μεγέθη, καὶ διατείνοντα βάθεσιν ἐπικαρσίοις ἐπ᾿ αὐτὴν τήν θάλασσαν. 29. Ἡ μὲν οὗν ἐργασία τοῦ χρυσοῦ περὶ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου γινομένη μετὰ τοσούτων καὶ τηλικούτων πόνων συντελεῖται· αὐτὴ γὰρ ἡ φύσις, οἴομαι, ποιεῖ πρόδηλον ὡς ὁ χρυσὸς γένεσιν μὲν ἐπίπονον ἔχει, φυλα-Diod.κὴν δὲ χαλεπήν, σπουδὴν δὲ μεγίστην, χρῆσιν δὲ ἀνὰ μέσον ἡδονῆς τε καὶ λύπης. Ἡ μὲν οὖν τῶν μετάλλων τούτων εὕρεσις ἀρχαία παντελῶς ἐστιν, ὡς ἂν ὑπὸ τῶν παλαιῶν βασιλέων καταδειχθεῖσα.
30. Ὅτι παρὰ τήν νότιον τῆς Αἰγύπτου κλίσιν τέσσαρά ἐστι φῦλα τὰ μέγιστα, τὸ μὲν τοῖς ποταμοῖς παρεζευγμένον, ὃ σπείρει σήσαμον καὶ κέγχρον, τὸ δὲ περὶ τὰς λίμνας οἰκοῦν, ὃ τοῦ καλάμου καὶ τῆς ὕλης ἅπτεται τῆς ἁπαλῆς, τὸ δὲ εἰκῇ πλανώμενον, ὃ σαρκὶ καὶ γάλακτι παραπέμπει τὸν βίον, τὸ δὲ ἐκ τῆς παραλίας ὁρμώμενον τοὺς ἰχθύας ἀγρεῦον. 30. Περὶ δὲ τῶν ἐθνῶν τῶν κατοικούντων τήν τε παράλιον τοῦ Ἀραβίου κόλπου καὶ Τρωγλοδυτικὴν, ἔτι δʼ Αἰθιοπίαν τὴν πρὸς μεσημβρίαν καὶ νότον πειρασόμεθα διεξιέναι.
31. Τοῦτο δὲ τὸ γένος ἔχει μὲν οὔτε πόλεις οὔτε χώρας οὔτʼ ἄλλης ἐντέχνου κατασκευῆς ὑπογραφὴν οὐδεμίαν, ἐστὶ δὲ τῶν ὑπολοίπων, ὡς ἔνιοί φασι, μέγιστον· Phot.ἀπὸ γὰρ Αὐταίων, οἳ τὸν ἔσχατον μυχὸν κατοικοῦσιν, ὃν τῇ μεγάλῃ συμβέβηκε συγκλείεσθαιθαλάττῃ, μέχρι τῆς Ἰνδικῆς καὶ Κεδρωσίας, ἔτι δέ Καρμανίας καὶ Περσῶν καὶ τῶν τοῖς εἰρημένοις γένεσιν ὑποκειμένων νήσων, ἰχθυοφάγοι πάντῃ κατοικοῦσι· γυμνοὶ μὲν ὄντες αὐτοὶ, γυμνὰς δὲ ἔχοντες τὰς γυναῖκας, κοινήν δὲ τέκνων γένεσιν, ἔτι δὲ ἡδονῆς μὲν καὶ πόνου φυσικὴν ἔχοντες γνῶσιν, αἰσχρῶν δὲ καὶ καλῶν οὐδὲ τὴν ἐλαχίστην εἰσφερόμενοι ἔννοιαν. 31. Περὶ πρώτων δὲ τῶν Ἰχθυοφάγων ἐροῦμεν τῶν κατοικούντων τὴν παράλιον τὴν ἀπὸ Καρμανίας καὶ Γεδρωσίας ἕως τῶν ἐσχάτων τοῦ μυχοῦ τοῦ κατὰ τὸν Ἀράβιον κόλπον ἱδρυμένου, ὃς εἰς τὴν μεσόγειον ἀνήκων ἄπιστον διάστημα δυσὶν ἠπείροις περικλείεται πρὸς τὸν ἔκπλουν, τῇ μὲν ὑπὸ τῆς εὐδαίμονος Ἀραβίας, τῇ δʼ Diod.ὑπὸ τῆς Τρωγλοδυτικῆς. Τούτων δὲ τῶν βαρβάρων τινὲς μὲν γυμνοὶ τὸ παράπαν βιοῦντες κοινὰς ἔχουσι τὰς γυναῖκας καὶ τὰ τέκνα παραπλησίως ταῖς τῶν θρεμμάτων ἀγέλαις, ἡδονῆς δὲ καὶ πόνου τὴν φυσικήν μόνον ἀντίληψιν ποιούμενοι, τῶν αἰσχρῶν καὶ καλῶν οὐδεμίαν λαμβάνουσιν ἔννοιαν.
32. Τούτοις δὲ τὰ μὲν ἀγχιβαθῆ πάντʼ ἐστὶ πρὸς τὸν βίον ἀλλότρια, παραπλησίως δὲ τὰ παρακείμενα μακραῖς ᾐόσι· θήραν γὰρ οὔτε ἰχθύος οὔτ᾿ ἄλλου γένους ὁμοιοπαθοῦς ἁδροτέραν παραδίδωσιν ἡ τοιάδε χέρσος. Αἱ δὲ οἰκήσεις πᾶσιν ἔκκεινται τοῖς εἰρημένοις παρὰ τὰς ῥαχίας, αἳ καὶ κοιλάδας βαθείας ἔχουσι καὶ φάραγγας ἀνωμάλους καὶ στενοὺς αὐλῶνας καὶ σκολιὰς ἐκτροπάς. Ὧν πρὸς τὴν χρείαν ὑποκειμένων οἰκείως, ἀναθέμενοι πέτρους αὐτοπαγεῖς ἐπὶ τῆς κοιλίας οἱονεί τινας ἀραιοὺς . Ὅταν οὖν ἐκ πελάγους ἡ πλημμυρὶς ἐπὶ τὴν χέρσον φέροιτο (ὃ ποιεῖ δὶς ἑκάστης ἡμέρας, πρὸς ὥραν ἐννάτην τε καὶ τρίτην), ἡ μὲν θάλαττα πᾶσαν τὴν ῥαχίαν ἐπικαλύπτει, συναπάγουσα ἐκ τοῦ πόρου πρὸς τὴν ᾐόνα βίᾳ καὶ τῶν ἰχθύων οὐκ ὀλίγους, οἳ τέως μὲν Phot. ἐν τῇ παραλίᾳ μένουσι, νομῆς χάριν πλανώμενοι περὶ τὰς ὑποδύσεις· ἐπὰν δὲ αὖθις ἀναδύῃ τὸ τῆς ἀμπώτεως, τὸ μὲν ὑγρὸν διὰ τῶν λίθων καὶ τῶν φαράγγων ἀπορρεῖ εἰς τὸν ἐπιφερῆ καὶ κατεπείγοντα τόπον, οἱ δʼ ἰχθύες ἐν τοῖς κοιλώμασιν ὑπολειπόμενοι ἕτοιμον θήραμα καὶ τροφὴ γίνονται τοῖς ἰχθυοφάγοις. 32. Τὰς δὲ οἰκήσεις ἔχουσιν οὐκ ἄποθεν τῆς θαλάττης παρὰ τὰς ῥαχίας, καθʼ ἅς εἰσιν οὐ μόνον βαθεῖαι κοιλάδες, ἀλλὰ καὶ φάραγγες ἀνώμαλοι καὶ στενοὶ παντελῶς αὐλῶνες σκολιαῖς ἐκτροπαῖς ὑπὸ τῆς φύσεως διειλημμένοι. Τούτων δὲ τῇ χρείᾳ τῶν ἐγχωρίων πεφυκότων ἁρμοζόντως, τὰς ἐκτροπὰς καὶ διεξόδους συγκεχώκασι λίθοις μεγάλοις, διʼ ὧν ὥςπερ δικτύων τὴν θήραν τῶν ἰχθύων ποιοῦνται. Ὅταν γὰρ ἡ πλημμυρὶς τῆς θαλάττης ἐπὶ τὴν χέρσον φέρηται λάβρως, ὃ ποιεῖ δὶς τῆς ἡμέρας περὶ τρίτην καὶ ἐνάτην μάλιστά πως ὥραν, ἡ μὲν θάλαττα πᾶσαν τὴν ῥαχίαν ἐπικλύζουσα καλύπτει, καὶ λάβρῳ καὶ πολλῷ κύματι συναποκομίζει πρὸς τὴν χέρσον ἄπιστον πλῆθος παντοίων ἰχθύων, οἳ τὸ μὲν Diod.πρῶτον ἐν τῇ παραλίῳ μένουσι, νομῆς χάριν πλανώμενοι περὶ τὰς ὑποδύσεις καὶ τὰ κοιλώματα· ἐπὰν δʼ ὁ τῆς ἀμπώτεως ἔλθῃ χρόνος, τὸ μὲν ὑγρὸν ἐκ τοῦ κατʼ ὀλίγον διὰ τῶν κεχωσμένων λίθων καὶ φαράγγων ἀπορρεῖ, οἱ δʼ ἰχθῦς ἐν τοῖς κοιλώμασι καταλείπονται.
33. Ἀλλʼ οἱ μὲν ἄλλοι ἰχθύες (ὡς ἔφημεν) εὐπετῶς καταγωνίζονται· ἐπὰν δʼ ἐμπέσωσι κύνες τε καὶ φῶκαι μείζους καὶ σκορπίοι σμύραιναί τε καὶ πᾶν τὸ τοιοῦτον γένος, μετὰ κινδύνων ἡ συμπλοκὴ γίνεται. 33. Κατὰ δὲ τοῦτον τὸν καιρὸν τὸ πλῆθος τῶν ἐγχωρίων μετὰ τέκνων καὶ γυναικῶν εἰς τὰς ῥαχίας ἀθροίζεται καθάπερ ἀφʼ ἑνὸς κελεύσματος· σχιζομένων δὲ ταῶν βαρβάρων εἰς τὰ κατὰ μέρος συστήματα, πρὸς τοὺς ἰδίους ἕκαστοι τόπους μετὰ βοῆς ἐξαισίου φέρονται, καθάπερ αἰφνιδίου τινὸς κυνηγίας ἐμπεπτωκυίας. Εἶθ᾿ αἱ μὲν γυναῖκες μετὰ τῶν παίδων τοὺς ἐλάττονας τῶν ἰχθύων καὶ πλησίον ὄντας τῆς χέρσου συλλαμβάνουσαι ῥίπτουσιν ἐπὶ τὴν γῆν, οἱ δὲ τοῖς σώμασιν ἀκμάζοντες προσφέρουσι τὰς χεῖρας τοῖς διὰ τὸ μεγεθος δυσκαταγωνίστοις. Ἐκπίπτουσι γὰρ ἐκ τοῦ πελάγους ὑπερμεγέθεις οὐ μόνον σκορπίοι καὶ μύραιναι καὶ κύνες, ἀλλὰ καὶ φῶκαι καὶ πολλὰ τοιαῦτα ξένα καὶ ταῖς ὄψεσι καὶ ταῖς προσηγορίαις. Ταῦτα δὲ τὰ θηρία καταμάχονται τεχνικῆς μὲν ὅπλων κατασκευῆς οὐδὲν ἔχοντες, κέρασι δὲ αἰγῶν ὀξέσι κατακεντοῦντες καὶ ταῖς ἀπορρῶξι πέτραις ἐπιτέμνοντες. Πάντα γὰρ ἡ χρεία διδάσκει τὴν φύσιν, οἰκείως τοῖς ὑποκειμένοις καιροῖς ἁρμοζομένην πρὸς τήν ἐκ τῆς ἐλπίδος εὐχρηστίαν.
34. Ὅταν δὲ θηρεύσωσιν ὁσουσδηποτοῦν, μετενέγκαντες ἐπὶ τὰς πέτρας τὰς κειμένας πρὸς μεσημβρίαν, οὔσας διαπύρους, ταύταις δὲ ἐπέρριψαν· χρόνον δὲ οὐ πολὺν ἐάσαντες στρέφουσιν ἐπὶ τοὔμπαλιν ἅπαντας. Εἶθʼ ὅταν λάβωνται τῆς οὐρᾶς καὶ τὸν ὅλον ὄγκον σείσωσιν ἐκ ταύτης, ὁ μὲν σαρκώδης τόπος ἅπας ἐκπίπτει θρυπτόμενος διὰ τὴν εἰρημένην θερμασίαν· τὴν δʼ ἄκανθαν σωρεύουσιν αὐτοὶ, ἀφʼ ἧς ἐκ πλείονος τόπου κολωνοὶ παμμεγέθεις ὁρῶνται. Τὴν δὲ σάρκα τῶν ἰχθύων εἰς λεωπετρίαν συναγαγόντες πατοῦσιν ἐκτενῶς ἐπὶ χρόνον οὐκ ὀλίγον, καὶ μίξαντες τὸν καρπὸν τοῦ παλιούρου. Τούτου γὰρ συμμιγέντος κολλῶδες μὲν τὸ πᾶν πολὺ Phot. μᾶλλον γίνεται, δοκεῖ δʼ οἷον ἡδύσματος ἢ παρεμπλοκῆς τάξιν ἔχειν. Ἐπὰν δὲ ἱκανὸν χρόνον τοῖς ποσὶ δεψήσωσι, πλινθίδας παραμήκεις διαπλάσαντες πάλιν εἰς τὸν ἥλιον τιθέασιν. Ὧν ξηρασίαν λαβουσῶν, καθίσαντες εὐωχοῦνται πάντες, οὐ πρὸς μέτρον καὶ σταθμὸν, ἀλλὰ πρὸς τὴν ἑκάστου βούλησιν καὶ χάριν. 34. Ἐπειδὰν δʼ ἀθροίσωσιν ἰχθύων παντοδαπῶν πλῆθος, μεταφέρουσι τοὺς ληφθέντας καὶ πάντας ὀπτῶσιν ἐπὶ τῶν πετρῶν τῶν ἐγκεκλιμένων πρὸς μεσημβρίαν. Διαπύρων δʼ οὐσῶν διὰ τὴν τοῦ καύματος ὑπερβολὴν, βραχὺν ἐάσαντες χρόνον στρέφουσι, κἄπειτα τῆς οὐρᾶςDiod. λαμβανόμενοι σείουσι τὸν ὅλον ὄγκον. Αἱ μὲν οὖν σάρκες θρυπτόμεναι διὰ τὴν θερμασίαν ἀποπίπτουσιν, αἱ δʼ ἄκανθαι ῥιπτούμεναι πρὸς ἕνα τόπον μέγαν σωρὸν ἀποτελοῦσιν, ἀθροιζόμεναιχρείας ἕνεκεν περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν. Μετὰ δὲ ταῦτα τὰς μὲν σάρκας ἐπί τινος λεωπετρίας κατατιθέμενοι πατοῦσιν ἐπιμελῶς ἐφʼ ἱκανὸν χρόνον καὶ καταμίσγουσι τὸν τοῦ παλιούρου καρπόν, Τούτου γὰρ συναναχρωσθέντος τὸ πᾶν γίνεται χρῶμα κολλῶδες· καὶ δοκεῖ τοῦτο καθάπερ ἡδύσματος παῤ αὐτοῖς ἔχειν τάξιν. Τὸ δὲ τελευταῖον τὸ καλῶς πατηθὲν εῖς πλινθίδας παραμήκεις τυποῦντες, τιθέασιν εἰς τὸν ἥλιον· ἃς συμμέτρως ξηρανθείσας καθίσαντες κατευωχοῦνται, οὐ μὴν πρὸς μέτρον ἢ σταθμὸν ἐσθίοντες, ἀλλὰ πρὸς τὴν ἰδίαν ἑκάστου βούλησιν, τὴν φυσικὴν ὄρεξιν ἔχοντες τῆς ἀπολαύσεως περιγραφήν· ἀνεκλείπτοις γὰρ καὶ διὰ παντὸς ἑτοίμοις χρῶνται ταμιεύμασιν, ὡς ἂν τοῦ Ποσειδῶνος τὸ τῆς Δήμητρος ἔργον μετειληφότος.
35. Ὅτι πρὸς τοὺς αἰφνιδίους χειμῶνας, οἳ τὴν ἀπὸ τῶν ἰχθύων αὐτοὺς θήραν ἀφαιροῦνται, τοιόνδε τι μηχανῶνται. Πλανώμενοι παρὰ πᾶσαν τὴν πλησίον παραλίαν κόγχους συνάγουσι (μέγιστοι δὲ τυγχάνουσιν, ὥστε τοῖς μὴ δοῦσιν ἄπιστον αὐτοῖς τοῦ μεγέθους τὴν ὑπερβολὴν εἶναι), ὧν τὸ κρέας ὠμὸν τῆς ἐνδείας ἀναπλήρωσιν κατʼ ἐκεῖνο καιροῦ ἔχουσι. Τῆς δὲ χρείας τῆς ἀπὸ τῶν ἰχθύων ἔτι τούτοις παραμενούσης, τοὺς Phot.εἰρημένους κόγχους συλλέγουσιν, καὶ τούτους φύκει τε προσφάτῳ καὶ ἰχθύων τῶν ἐλασσόνων κεφαλαῖς ἐν ὀρύγμασι καταθέντες διατρέφουσι· τῆς δὲ ἐνδείας αὐτοὺς κατασχούσης, ταῦτα (ὡς εἴρηται) ποιοῦνται σίτησιν. 35. Ἐνίοτε δὲ τηλικοῦτον ἐκ τοῦ πελάγους εἰς τὴν χέρσον κυλινδεῖται κῦμα καὶ τὰς ῥαχίας ἐφʼ ἡμέρας πολλὰς κατακλύζει λάβρον, ὥστε μηδένα δύνασθαι τοῖς τόποις προςεγγίζειν. Διόπερ κατὰ τούτους τοὺς καιροὺς σπανίζοντες τροφῆς, τὸ μὲν πρῶτον τοὺς κόγχους συλλέγουσι, τηλικούτους τὸ μέγεθος ὧν εὑρίσκονταί τινες τετραμναῖοι· τὰ μὲν γὰρ κύτη συντρίβουσι λίθους εὐμεγέθεις ἐμβάλλοντες, τὴν δʼ ἐντὸς σάρκα κατεσθίουσιν ὠμὴν, τῆς γεύσεως οὔσης παρεμφεροῦς τοῖς ὀστρέοις. Ἐπὰν δ᾿ διὰ τὴν συνέχειαν τῶν πνευμάτων ἐπὶ πλείονα χρόνον πληθύειν συμβαίνῃ τὸν Ὠκεανὸν, καὶ τὴν εἰωθυῖαν θήραν τῶν ἰχθύων ἐκκλείσῃ τὸ τῆς περιστάσεως ἀδύνατον, ἐπὶ τοὺς κόγχους, ὡς εἴρηται, τρέπονται· εἰ δὲ ἡ ἐκ τῶν κόγχων τροφὴ σπανίζει, καταφεύγουσιν ἐπὶ τὸν τῶν ἀκανθῶν σωρόν. Ἐκ Diod. τούτου γὰρ ἐκλέγοντες τὰς ἐγχύλους καὶ προσφάτους τῶν ἀκανθῶν διαιροῦσι κατʼ ἄρθρον, καὶ τὰς μὲν αὐτόθεν τοῖς ὁδοῦσι κατεργάζονται, τὰς δὲ σκληρὰς λίθοις θραύοντες καὶ προϋπεργαζόμενοι κατεσθίουσι, παραπλησίαν διάθεσιν ἔχοντες τοῖς φωλεύουσι τῶν θηρίων. Τῆς μὲν οὖν ξηρᾶς τροφῆς τὸν εἰρημένον τρόπον εὐποροῦσι.
36. Εἱ δέ ποθʼ ἐκατέρα αὐτοὺς σίτησις ἐπιλείψει, ἀπὸ παντὸς τοῦ τῶν ἀκανθῶν σωροῦ τὰς ἐγχύμους αὐτῶν καὶ προσφάτους ἐπιλέγοντες ἀφαιροῦσι κατʼ ἄρθρον, κἄπειτα τὰς μὲν κόπτοντες ἐπὶ πετρώδους τόπου, ἃς δὲ κατεργαζόμενοι διὰ τῶν ὀδόντων, τοῖς φωλεύουσι τῶν θηρίων τὴν αὐτὴν διάθεσιν λαμβάνουσι.
37. Ποτῷ δὲ πολὺ θαυμασιωτέρῳ χρῶνται. Ἐπὶ μὲν γὰρ τέτταρας ἡμέρας πρὸς ταῖς θήραις γίνονται, καὶ πρὸς ᾠδαῖς ἀνάρθροις καὶ πρὸς ταῖς συνουσίαις ταῖς παιδιᾶς χάριν γινομέναις, ὑπʼ οὐδενὸς περισπώμενοι, διὰ τὴν εὐκοπίαν τῆς τροφῆς τῆς δὲ πέμπτης ἐπιλαβούσης ἐξορμῶσιν εἰς τὴν ὑπώρειαν ποτοῦ χάριν εἰς τὰς συρρύσεις τῶν νομάδων, πρὸς αἷς καὶ τὰ κτήνη ποτίζουσιν. 37. Τῆς δʼ ὑγρᾶς παράδοξον ἔχουσι καὶ παντελῶς ἀπιστουμένην τὴν χρῆσιν. Ταῖς μὲν γὰρ θήραις προσκαρτεροῦσιν ἐφ᾿ ἡμέρας τέτταρας, εὐωχούμενοι πανδημεὶ μεθʼ ἱλαρότητος καὶ ταῖς ἀνάρθροις ᾠδαῖς ἀλλήλους ψυχαγωγοῦντες· πρὸς δὲ τούτοις ἐπιμίσγονται τότε ταῖς γυναιξὶν αἷς ἂν τύχωσι παιδοποιίας ἕνεκα, πάσης ἀσχολίας ἀπολελυμένοι διὰ τὴν εὐκοπίαν καὶ τὴν ἑτοιμότητα τῆς τροφῆς· τῇ δὲ πέμπτῃ πρὸς ὑπώρειαν ἐπείγονται πανδημεὶ ποτοῦ χάριν, ἔνθα συρρύσεις γλυκέων ὑδάτων εἰσὶ, πρὸς αἷς οἱ νομάδες τὰς ἀγέλας τῶν θρεμμάτων ποτίζουσιν.
38. Ἑσπέριος δὲ ἡ πορεία γίνεται. Κατανύσαντες δὲ εἰς τὰς ποτίστρας τῶν νομάδων τοῦ κοιλώματος κύκλῳ περιέστησαν, εἰτ᾿ ἀπερεισάμενοι τὰς χεῖρας εἰς τὴν γῆν καὶ θέντες τὰ γόνατα βοηδὸν πίνουσιν, οὐ πρὸς μίαν ἀναπνοῆς ὁρμὴν, ἀλλὰ πολλάκις αὑτοὺς ἀναπαύον-Phot. τες. Πληρώσαντες δὲ τὰς κοιλίας τῶν ὑγρῶν καθάπερ ἀγγεῖα, πρὸς θάλατταν μόλις ἀποχωροῦσιν. 38. δὲ ὁδοιπορία τούτων παραπλήσιος γίνεται ταῖς ἀγέλαις τῶν βοῶν, πάντων φωνὴν ἀφιέντων οὐκ ἔναρθρον, ἀλλ᾿ ἦχον μόνον ἀποτελοῦσαν. Τῶν δὲ τέκνων τὰ μὲν νήπια παντελῶς αἱ μητέρες ἐν ταῖς ἀγκάλαις φέρουσι, τὰ δὲ κεχωρισμένα τοῦ γάλακτος οἱ πατέρες, τὰ δʼ ὑπὲρ πενταετῆ χρόνον ὄντα προάγει μετὰ τῶν γονέων σὺν παιδιᾷ, πεπληρωμένα χαρᾶς, ὡς ἂν πρὸς τὴν ἡδίστην ἀπόλαυσιν ὁρμώμενα. Ἡ γὰρ Diod. φύσις αὐτῶν ἀδιάστροφος οὖσα τὴν ἀναπλήρωσιν τῆς ἐνδείας ἡγεῖται μέγιστον ἀγαθὸν, οὐδὲν τῶν ἐπεισάκτων ἡδέων ἐπιζητοῦσα. Ὅταν δὲ ταῖς τῶν νομάδων ποτίστραις ἐγγίσωσι καὶ τοῦ ποτοῦ πληρωθῶσι τὰς κοιλίας, ἐπανέρχονται, μόγις βαδίζοντες διὰ τὸ βάρος.
39. Εἶτα ἐπανελθόντες, ἐκείνην μὲν τὴν ἡμέραν ἕκαστος οὔτε ἰχθύος οὔτε ἄλλου τινὸς γεύεται κεῖται δὲ ὑπεργέμων καὶ δύσπνους, ὥστε εἶναι τρόπον τινὰ τῷ μεθύοντι παραπλήσιον τὸ βάρος· ἀπὸ δὲ τῆς ἐχομένης ἐπὶ τὴν εἰρημένην δίαιταν ἐπανάγει· καὶ τοῦτο κύκλῳ διὰ βίου γίνεται πρὸς ἀσχολίαν καὶ μέριμναν οὐδενὸς ἀποβλεπόντων αὐτῶν πράγματος. Καὶ νοσήμασι μὲν διὰ τὴν ἁπλότητα τῆς διαίτης σπανίοις περιπίπτουσι, τοσούτω δʼ ἀφαιροῦσιν ἀπὸ τοῦ χρόνου τῶν ἐτῶν, ὅσῳπερ ἀπονωτέραν τῶν λοιπῶν ἔχουσι τὴν ἀναστροφήν. 39. Κἀκείνην μὲν τὴν ἡμέραν οὐδενὸς γεύονται, κεῖται δʼ ἕκαστος ὑπεργέμων καὶ δύςπνους καὶ τὸ σύνολον παρεμφερὴς τῷ μεθύοντι· τῇ δʼ ἐξῆς ἐπὶ τὴν ἀπὸ τῶν ἰχθύων πάλιν τροφὴν ἀνακάμπτουσι· καὶ τοῦτον τὸν τρόπον ἡ δίαιτα κυκλεῖται παῤ αὐτοῖς πάντα τὸν τοῦ ζῆν χρόνον. Οἱ μὲν οὖν τὴν παράλιον τὴν ἐντὸς τῶν στενῶν κατοικοῦντες οὕτω βιοῦσι, νόσοις μὲν διὰ τὴν ἁπλότητα τῆς τροφῆς σπανίως περιπίπτοντες, ὀλιγοχρονιώτεροι δὲ πολὺ τῶν παῤ ἡμῖν ὄντες.
40. Ἀλλʼ οἱ μὲν ἐντὸς τῶν στενῶν τὰς οἰκήσεις ἔχοντες ἰχθυοφάγοι οὕτω καταγίνονται· οἱ δὲ τὴν ἐκτὸς παραλίαν κεκτημένοι, ἄγρας μὲν ἐνδελεχῶς τοιαύτης εὐποροῦσιν, ὑγροῦ δʼ ἀπλῶς οὐ δέονται. Προσενεγκάμενοι δὲ τὸν ἰχθὸν ἔγχυλον, ὥστε μικρὰν εἴναι τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχʼ οἷον ποτὸν ἐπιζητοῦσιν, ἀλλʼ οὐδὲ ἔννοιαν ἔχουσι τοῦ γένους, φέρουσι δὲ ἀλύπως ἅπερ αὐτοῖς ἀπʼ ἀρχῆς ἡ τύχη παραδέδωκεν. 40. Τοῖς δὲ τὴν ἐκτὸς τοῦ κόλπου παράλιον νεμομένοις πολλῷ τούτων παραδοξότερον εἶναι τὸν βίον συμβέβηκεν, ὡς ἂν ἄδιψον ἐχόντων καὶ ἀπαθῆ τὴν φύσιν. Ἀπὸ γὰρ τῶν οἰκουμένων τόπων εἰς τὴν ἔρημον ὑπὸ τῆς τύχης ἐκτετοπισμένοι τῆς μὲν ἀπὸ τῶν ἰχθύων ἄγρας εὐποροῦσιν, ὑγρὰν δὲ τροφὴν οὐκ ἐπιζητοῦσι. Προςφερόμενοι γὰρ τὸν ἰχθὺν ἔγχυλον, μικρὰν ἔχοντα τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχ οἷον ὑγρὰν τροφὴν ἐπιζητοῦσι, ἀλλʼ οὐδ᾿ ἔννοιαν ἔχουσι ποτοῦ. Στέργουσι δὲ τὴν ἐξ ἀρχῆς δίαιταν ὑπὸ τῆς τύχης αὐτοῖς προσκληρωθεῖσαν, εὐδαιμονίαν ἡγούμενοι τὴν ἐκ τῆς ἐνδείας αὐτοῦ τοῦ λυποῦντος ὑπεξαίρεσιν.
41. Ὅτι τοὺς ἐν τοῖς εἰρημένοις τόποις οἰκοῦντάς φησι Phot.πρὸς τοῖς εἰρημένοις ἔτι μηδὲ πρὸς τὰ μέγιστα τῶν παῤ ἡμῖν δεινῶν ὁμοίαν ἡμῖν ἔχειν τὴν ἔννοιαν. Οὔτε γὰρ σίδηρον κατʼ αὐτῶν ἐπαιρόμενον φεύγειν, οὔτε προπηλακισμῷ ἐρεθίζεσθαι, οὔτε τοὺς μὴ πάσχοντας τοῖς πάσχουσι συναγανακτεῖν· ἀλλʼ εἴ τι γένοιτο περὶ αὐτοὺς ἐξ ἀλλοφύλων τοιοῦτον, βλέπουσι μὲν οὗτοι ἀτενῶς εἰς τὸ γινόμενον καὶ τὰς κεφαλὰς πυκνὰ διανεύουσι, τῶν δὲ εἰθισμένων ἀνθρώπῳ πρὸς ἄνθρωπον οὐδὲ τὴν ἐλαχίστην διδόασιν ἔννοιαν. Ὅθεν φησὶν ὁ συγγραφεύς ἔγωγε νομίζω μηδὲ χαρακτῆρα εὔγνωστον ἔχειν αὐτοὺς, ἐθισμῷ δὲ καὶ νεύματι ἤχοις τε καὶ μιμητικῇ δηλώσει διοικεῖν πάντα τὰ πρὸς τὸν βίον. 41. Τὸ δὲ πάντων παραδοξότατον, ἀπαθείᾳ τοσοῦτον Diod.ὑπερβάλλουσι πάντας, ὥςτε μὴ ῥᾳδίως πιστευθῆναι τὸν λόγον. Καίτοι γε πολλοὶ τῶν ἀπʼ Αἰγύπτου πλεόντων διὰ τῆς Ἐρυθρᾶς θαλάττης ἔμποροι μέχρι τοῦ νῦν πολλάκις προσπεπλευκότες πρὸς τὴν τῶν Ἰχθυοφάγων χώραν ἐξηγοῦνται σύμφωνα τοῖς ὑφʼ ἡμῶν εἰρημένοις περὶ τῶν ἀπαθῶν ἀνθρώπων. Καὶ ὁ τρίτος δὲ Πτολεμαῖος ὁ φιλοτιμηθεὶς περὶ τὴν θήραν τῶν ἐλεφάντων τῶν περὶ τὴν χώραν ταύτην ὄντων ἐξέπεμψεν ἕνα τῶν φίλων, ὄνομα Σιμμίαν, κατασκεψόμενον τὴν χώραν. Οὗτος δὲ μετὰ τῆς ἁρμοττούσης χορηγίας ἀποσταλεὶς ἀκριβῶς, ὥς φησιν Ἀγαθαρχίδης ὁ Κνίδιος ἱστοριογράφος, ἐξήτασε τὰ κατὰ τὴν παραλίαν ἔθνη. Φησὶν οὖν τὸ τῶν ἀπαθῶν Αἰθιόπων ἔθνος τὸ σύνολον ποτῷ μὴ χρῆσθαι, μηδὲ τὴν φύσιν αὐτῶν ἐπιζητεῖν διὰ τὰς προειρημένας αἰτίας. Καθόλου δʼ ἀποφαίνεται μήτʼ εἰς σύλλογον ἔρχεσθαι πρὸς τοὺς ἀλλοεθνεῖς μήτε τὸ ξένον τῆς ὄψεως τῶν προσπλεόντων κινεῖν τοὺς ἐγχωρίους, ἀλλʼ ἐμβλέποντας ἀτενῶς ἀπαθεῖς ἔχειν καὶ ἀκινήτους τὰς αἰσθήσεις ὡς ἂν μηδενὸς παρόντος. Οὔτε γὰρ ξίφος σπασαμένου τινὸς καὶ καταφέροντος ὑπεξέφυγον, οὔθʼ ὕβριν οὔτε πληγὰς ὑπομένοντες ἠρεθίζοντο, τό τε πλῆθος οὐ συνηγανάκτει τοῖς πάσχουσιν, ἀλλʼ ἐνίοτε τέκνων ἢ γυναικῶν σφαττομένων ἐν ὀφθαλμοῖς ἀπαθεῖς ταῖς διαθέσεσιν ἔμενον, οὐδεμίαν ἔμφασιν ὀργῆς ἢ πάλιν ἐλέου διδόντες. Καθόλου δὲ τοῖς ἐκπληκτικωτάτοις δεινοῖς περιπίπτοντες ἠρεμαῖοι διέμενον, βλέποντες μὲν ἀτενῶς εἰς τὰ συντελούμενα, ταῖς δὲ κεφαλαῖς παῤ ἕκαστα διανεύοντες. Διὸ καί φασιν αὐτοὺς διαλέκτῳ μὲν μὴ χρῆσθαι, μιμητικῇ δὲ δηλώσει διὰ τῶν χειρῶν διασημαίνειν ἕκαστα τῶν πρὸς τὴν χρείαν ἀνηκόντων.
Phot.42. Ὅτι φησί, Πλησίον τῶν ἀδίψων Ἰχθυοφάγων οἱ κατοικοῦντες, ὥσπερ ἀπαραβάτων σπονδῶν μεταξὺ τεθεισῶν αὐτῶν τε καὶ τῶν φωκῶν, οὔτε αὐτοὶ τὰς φώκας σίνονται, οὐδʼ ὑπʼ ἐκείνων οὗτοι βλάπτονται, ἀλλὰ καὶ ἀλλήλων θήρας ἀνεπιβουλεύτους τῷ θηράσαντι ἑκάτερον γένος συντηρεῖ, καὶ συναναστρέφονται οὕτως ἀλλήλοις, ὡς μόλις ἂν εὑρεθεῖεν πρὸς ἀνθρώπους συμβιοῦντες ἄνθρωποι. Diod.42. Καὶ τὸ πάντων θαυμασιώτατον, φῶκαι τοῖς γένεσι τούτοις συνδιατρίβουσαι θήραν ποιοῦνται τῶν ἰχθύων καθʼ αὐτὰς παραπλησίως ἀνθρώποις. Ὁμοίως δὲ καὶ περὶ τὰς κοίτας καὶ τὴν τῶν γεννηθέντων ἀσφάλειαν μεγίστῃ πίστει τὰ γένη ταῦτα χρῆσθαι πρὸς ἄλληλα. Χωρὶς γὰρ ἀδικήματος ἀλλοφύλοις ζῴοις ἡ συναναστροφὴ γίνεται μετʼ εἰρήνης καὶ πάσης εὐλαβείας. Οὗτος μὲν οὖν ὁ βίος, καίπερ ὢν παράδοξος, ἐκ παλαιῶν χρόνων τετήρηται τοῖς γένεσι τούτοις, εἴτε ἐθισμῷ διὰ τὸν χρόνον εἴτε ἀναγκαίᾳ χρεία διὰ τὸ κατεπεῖγον ἡρμοσμένος.
43. Ὅτι τῶν Ἰχθυοφάγων, φησίν, οἱ μὲν σκηνώμασι τοῖς σπηλαίοις, οὐ τετραμμένοις πρὸς μεσημβρίαν διὰ τὸ πνιγῶδες, ἀλλὰ τοῖς ἀπεστραμμένοις αὐτὴν, χρῶνται· οἱ δὲ ὑπὸ ταῖς τῶν ἰχθύων πλευραῖς, φυκία ἐπιβάλλοντες αὐτοῖς· οἱ δὲ τὰς τῶν ἐλαιῶν κορυφὰς ἀλ- Phot.λήλαις συνάπτοντες εἶτα χρῶνται σκηνώμασι. Τὴν δὲ τοιαύτην ἐλαίαν καρπὸν φέρειν φησὶ κασταναϊκῷ καρύῳ προσεμφερῆ. 43. Οἰκήσεσι δὲ τὰ ἔθνη οὐχ ὁμοίαις χρῆται, πρὸς δὲ τὰς τῆς περιστάσεως ἰδιότητας διηλλαγμέναις ἐμβιοῦσι. Τινὲς μὲν γὰρ ἐν σπηλαίοις κατοικοῦσι κεκλιμένοις μάλιστα πρὸς τὰς ἄρκτους, ἐν οἷς καταψύχουσιν ἑαυτοὺς διά τε τὸ βάθος τῆς σκιᾶς καὶ διὰ τὰς περιπνεούσας αὔρας· τὰ μὲν γὰρ πρὸς μεσημβρίαν νεύοντα, τοῖς ἴπνοις παραπλησίαν ἔχοντα τὴν θερμασίαν, ἀπρόσιτα τοῖς ἀνθρώποις ἐστὶ διὰ τὴν τοῦ καύματος ὑπερβολήν. Οἱ δὲ τῶν πρὸς ἄρκτον νευόντων σπηλαίων σπανίζοντες ἀθροίζουσι τὰς πλευρὰς τῶν ἐκ τοῦ πελάγους ἐκπιπτόντων κητῶν· τῆς δὲ τούτων δαψιλείας πολλῆς οὔσης, καταπλέξαντες ἐξ ἑκατέρου μέρους κύρτας πρὸς ἀλλήλας νενευκυίας, τῷ προσφάτῳ φύκει ταύτας διαπλέκουσι. Σκεπαζομένης οὖν τῆς καμάρας ἐν ταύτῃ τὸ βαρύτατον τοῦ καύματος ἀναπαύονται, τῆς κατὰ φύσιν χρείας αὐτοδίδακτον τέχνην ὑφηγουμένης. Τρίτος δὲ τρόπος ἐστὶ τοῖς Ἰχθυοφάγοις τῆς σκηνώσεως τοιοῦτος· ἐλαῖαι φύονται πάνυ πολλαὶ περὶ τοὺς τόπους τούτους, τὰ μὲν πρὸς τὴν ῥίζαν ἔχουσαι προσκλυζόμενα τῇ θαλάττῃ, πυκναὶ δὲ τοῖς φυλλώμασι, τὸν δὲ καρπὸν ὅμοιον ἔχουσαι τῷ κασταναϊκῷ καρύῳ. Ταύτας ἀλλήλαις συμπλέκοντες καὶ συνεχῆ σκιὰν ποιοῦντες ἰδιαζούσαις σκηναῖς ἐμβιοῦσιν· ἅμα γὰρ ἐν γῇ καὶ θαλήττῃ διατρίβοντες ἐπιτερπῶς διεξάγουσι, τὸν μὲν ἥλιον φεύγοντες τῇ διὰ τῶν ἀκρεμόνων σκιᾷ, τὸ δὲ φυσικὸν περὶ Diod. τοὺς τόπους καῦμα τῇ συνεχεῖ τοῦ κύματος προσκλύσει διορθούμενοι, ταῖς δὲ περιπνοαῖς τῶν εὐκαίρων ἀνέμων εἰς ῥᾳστώνην ἄγοντες τὰ σώματα.
44. Τὸ δὲ τέταρτον τῶν Ἰχθυοφάγων γένος τὴν οἴκησιν ἔχει τοιαύτην. Μνίου φόρτος ἄπλετος ἐκ τοῦ παντὸς αἰῶνος, ὄρει παραπλήσιος, σεσώρευται, καὶ πᾶς οὗτος ὑπὸ τοῦ προσβάλλοντος ἀεὶ κύματος σκληρῶς πεπιλημένος, ὥστε ὁμογενοῦς ὄγκου καὶ μίαν φύσιν ἔχοντος διὰ τὴν μίξιν καὶ συμπλοκήν τῆς ἄμμου μηδὲν παραλλάσσειν. Εἶτα ὑπονόμους αὐτοῖς ἀνδρομήκεις ὀρύττουσι, τὸν μὲν κατὰ κορυφήν ὄγκον ἐῶντες ὠχυρῶσθαι καὶ στέγειν διὰ τῆς εἰρημένης συνδέσεως, ἐκ δὲ τοῦ κάτωθεν ἐδάφους παραμήκεις αὐλῶνας κατασκευαζόμενοι, πρὸς ἀλλήλους πάντοθεν συντετρημένους, ἐν οἷς τέως μέν τινος τὰ πρὸς τὸν ἄνεμον φωτίσαντες ἄγουσιν ἡσυχίαν, ἐπὰν δὲ πλημμυρὶς ἐπέλθῃ, τὰ πρὸς τὴν ἄγραν ὡς καὶ προείρηται παρασκευάζονται. 44. Ῥητέον δʼ ἡμῖν καὶ περὶ τοῦ τετάρτου μέρους τῆς σκηνώσεως. Ἐκ γὰρ τοῦ παντὸς αἰῶνος σεσώρευται τοῦ μνίου φόρτος ἄπλατος, ὄρει παρεμφερής· οὗτος ὑπὸ τῆς συνεχοῦς τοῦ κύματος πληγῆς πεπιλημένος τὴν φύσιν ἔχει στερέμνιον καὶ συμπεπλεγμένη ἄμμῳ· ἐν τούτοις οὖν τοῖς ἀναστήμασιν ὑπονόμους ἀνδρομήκεις ὀρύττοντες, τὸν μὲν κατὰ κορυφὴν τόπον ἐῶσι στέγην, κάτωθεν δʼ αὐλῶνας παραμήκεις καὶ πρὸς ἀλλήλους συντετρημένους κατασκευάζουσιν. Ἐν δὲ τούτοις ἀναψύχοντες ἑαυτοὺς ἀλύπους κατασκευάζουσι, καὶ κατὰ τὰς ἐπικλύσεις τῶν κυμάτων ἐκπηδῶντες περὶ τὴν θήραν τῶν ἰχθύων ἀσχολοῦνται· ὅταν δὲ ἄμπωτις γένηται, κατευωχησόμενοι τὰ ληφθέντα συμφεύγουσι πάλιν εἰς τοὺς προειρημένους αὐλῶνας.
45. Τοὺς μέντοι γε τελευτῶντας αὐτῶν οὐδεμιᾶς ἀξιοῦσι προνοίας, ἀπαθῆ πρὸς τὸν ἐκ δόξης ἔλεον κεκτημένοι τὴν γνώμην· διὸ καὶ κεῖσθαι ἐρριμμένους ἐῶσιν, ἕως ἂν ἄμπωτις ἐπιγενομένη τροφὴν εἰς τὴν θάλασσαν κομίσῃ τούτους τοῖς ἰχθύσιν. 45. Τοὺς δὲ τελευτήσαντας θάπτουσι κατὰ μὲν τὸν τῆς ἀμπώτεως καιρὸν ἐῶντες ἐρριμμένους, ὅταν δʼ ἡ πλημμυρὶς ἐπέλθῃ, ῥίπτουσιν εἰς τὴν θάλατταν τὰ σώματα. Διὸ καὶ τὴν ἰδίαν ταφὴν τροφὴν τῶν ἰχθύων ποιούμενοι κυκλούμενον ἰδιοτρόπως τὸν βίον ἔχουσι παῤ ὅλον τὸν αἰῶνα.
46. Ὅτι φησὶν ἐνίοις τῶν ἀπὸ τῆς θαλάττης σιτουμένων μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχειν παραδοξό- Phot.τερον καὶ εἰς λογικὴν καταχωρῆσαι πίστιν οὐ ῥᾴδιον. Οὔτε γὰρ πόθεν εἰς τὸν χῶρον, ἐν ᾧ οἰκοῦσιν, ἀφίκοντο, ἐστιν ἐπιγνῶναι, οὔτε ὅπως, λισσῆς μὲν πέτρας ἄνωθεν ἐπεζευγμένης, ἐκ πλαγίου δὲ κρημνῶν ἀφαιρουμένων τὰς παρόδους, τὴν δὲ ἀπέναντι πᾶσαν τοῦ πελάγους ὁρίζοντος, ὃ καὶ πεζῇ μὲν διελθεῖν παντελῶς ὡς εἶπον ἀδύνατον, σχεδίαις δʼ ὁμοίως ἀπορία τῶν παῤ ἡμῖν ἐξ ἴσου ἄπορον. Τούτων δὲ ὑφεστώτων, φησὶ, λοιπὸν εἰπεῖν ὡς αὐθιγενεῖς εἰσὶ, μνήμην τοῦ πρώτου σπέρματος οὐ λαβόντες, ἀεὶ δὲ ὑπάρχοντες, ὃν τρόπον ἔνιοι τῶν καλουμένων ὡρίσαντο φυσικῶν. 46. Ἓν δὲ γένος τῶν Ἰχθυοφάγων τοιαύτας ἔχει τὰς Diod.οἰκήσεις, ὥστε πολλὴν ἀπορίαν παρέχεσθαι τοῖς τὰ τοιαῦτα φιλοτιμουμένοις ζητεῖν· ἐν γὰρ ἀποκρήμνοις φάραγξι καθίδρυνταί τινες, εἰς ἃς ἐξ ἀρχῆς ἦν ἀδύνατον παραβάλλειν τοὺς ἀνθρώπους, ἄνωθεν μὲν ἐπεχούσης πέτρας ὑψηλῆς καὶ πανταχόθεν ἀποτόμου, ἐκ πλαγίων δὲ κρημνῶν ἀπροσίτων ὑφαιρουμένων τὰς παρόδους, τὴν δὲ λοιπὴν πλευρὰν τοῦ πελάγους ὁρίζοντος, ὃ πεζῇ μὲν διελθεῖν ἀδύνατον, σχεδίαις δὲ οὐ χρῶνται τὸ παράπαν, πλοίων τε τῶν παῤ ἡμῖν ὑπάρχουσιν ἀνεννόητοι. Τοιαύτης δὲ ἀπορίας περὶ αὐτοὺς οὔσης, ὑπολείπεται λέγειν αὐτόχθονας αὐτοὺς ὑπάρχειν, ἀρχὴν μὲν τοῦ πρώτου γένους μηδεμίαν ἐσχηκότας, ἀεὶ δʼ ἐξ αἰῶνος γεγονότας, καθάπερ ἔνιοι τῶν φυσιολόγων περὶ πάντων τῶν φυσιολογουμένων ἀπεφήναντο. Ἀλλὰ γὰρ περὶ μὲν τῶν τοιούτων ἀνεφίκτου τῆς ἐπινοίας ἡμῖν οὔσης, οὐδὲν κωλύει τοὺς τὰ πλεῖστα ἀποφηναμένους ἐλάχιστα γινώσκειν, ὡς ἂν τῆς ἐν τοῖς λόγοις πιθανότητος τὴν μὲν ἀκοὴν πειθούσης, τὴν δʼ ἀλήθειαν οὐδαμῶς εὑρισκούσης.
47. Ὅτι τῶν στενῶν ἐπέκεινα, φησί, τῶν συγκλειόντων τήν τε Ἀραβίαν καὶ τὴν ἀπέναντι χώραν, νῆσοι κεῖνται σποράδες, ταπειναὶ πᾶσαι, μικραὶ τῷ μεγέθει, τὸ πλῆθος ἀμύθητοι, καρπὸν οὐδένα γεννῶ- Phot. σαι πρὸς τὸν βίον, οὔτε ἥμερον οὔτε ἄγριον, ἀπέχουσαι μὲν τῆς εἰρημένης ἠπείρου σταδίους ὡς ἑβδομήκοντα, τετραμμέναι δὲ πρὸς τὸ δοκοῦν πέλαγος παρεκτείνειν τὴν Ἰνδικήν καὶ Γεδρωσίαν. Ἐνταῦθα κῦμα μὲν οὐ γίνεται, ἀλλʼ ἄλλη μὲν ἄλλης προκαθημένη τὸν κλύδωνα τοῖς ἀκρωτηρίοις λαμβάνει· ἀέρων δὲ τὸν ἄριστον δοκοῦσιν ἔχειν. Ταύτας ἄνθρωποι κατανέμονται ἀριθμῷ μὲν σύμμετροι, ζῶντες δὲ βίον τοιοῦτον. Ἐν τῷ παρήκοντι πελάγει, τραχεῖ καὶ χειμερίῳ ὑπάρχοντι τελέως, γίνεται τῷ πλάτει καὶ τῷ μεγέθει πλῆθος ἄπιστον χελωνῶν, ἃς θαλαττίας πάντες νομίζομεν. Αὗται νυκτὸς μὲν ἐν τῷ βυθῷ νέμονται, ἡμέρας δὲ εἰς τὴν ἐν ταῖς νήσοις ἡσυχίαν καὶ γαλήνην ἀφικόμεναι κοιμῶνται, καὶ τοῦτο ποιοῦσι πρὸς τὸν ἥλιον μετέωροι, ταῖς κατεστραμμέναις πορθμίσιν ὁμοιοπαθεῖς. Ταύτας κατʼ ἐκεῖνο καιροῦ οἱ ἐπιχώριοι τέχνῃ καὶ σπουδῇ καὶ μερμίθαις εἰς τὴν χέρσον ἐκβαλόντες, τὰ μὲν ἐντὸς ἅπαντα σιτοῦνται, βραχὺν παροπτήσαντες ἐν τῷ καύματι χρόνον, τοῖς δὲ κύτεσι χρῶνται πρὸς τὰς σκηνώσεις, οἱονεὶ καλύβας ἐφʼ ὑψηλοῖς τόποις πρη- Phot. νεῖς καθιστῶντες, καὶ πρὸς τοὺς διάπλους δὲ καὶ ὑδρείας ἕνεκα κέχρηνται αὐτοῖς, ὥστι εἶναι τὸ αὐτὸ ναῦν, οἰκίαν, ἀγγεῖον, τροφὴν τοῖς εἰρημένοις ἀνθρώποις. 47. Ῥητέον δʼ ἡμῖν καὶ περὶ τῶν καλουμένων Χελωνοφάγων, ὃν τρόπον ἔχουσι τήν ὅλην διάθεσιν τοῦ βίου. Νῆσοι γάρ εἰσι κατὰ τὸν Ὠκεανὸν πλησίον τῆς Diod.γῆς κείμεναι, πολλαὶ μὲν τὸ πλῆθος, μικραὶ δὲ τοῖς μεγέθεσι καὶ ταπειναὶ, καρπὸν δὲ οὔθʼ ἥμερον οὔτʼ ἄγριον ἔχουσαι. Ἐν ταύταις διὰ τὴν πυκνότητα κῦμα μὲν οὐ γίνεται, τοῦ κλύδωνος θραυομένου περὶ τὰς ἄκρας τῶν νήσων, χελωνῶν δὲ θαλαττίων πλῆθος ἐνδιατρίβει περὶ τοὺς τόπους τούτους, πανταχόθεν καταφεῦγον πρὸς τὴν ἐκ τῆς γαλήνης σκέπην. Αὗται δὲ τὰς μὲν νύκτας ἐν βυθῷ διατρίβουσιν ἀσχολούμεναι περὶ τὴν νομὴν, τὰς δʼ ἡμέρας εἰς τὴν ἀνὰ μέσον τῶν νήσων θάλατταν φοιτῶσαι κοιμῶνται μετέωροι τοῖς κύτεσι πρὸς τὸν ἥλιον, παρεμφερῆ τὴν πρόσοψιν ποιοῦσαι ταῖς κατεστραμμέναις ἀκάτοις· ἐξαίσιοι γὰρ τοῖς μεγέθεσιν ὑπάρχουσι καὶ τῶν ἐλαχίστων ἁλιάδων οὐκ ἐλάττους. Οἱ δὲ τὰς νήσους κατοικοῦντες βάρβαροι κατὰ τοῦτον τὸν καιρὸν ἠρέμα προσνήχονται ταῖς χελώναις· πρὸς ἑκάτερον δὲ μέρος πλησιάσαντες, οἱ μὲν πιέζουσιν, οἱ δʼ ἐξαίρουσιν, ἕως ύπτιον γένηται τὸ ζῷον ἔπειθ· οἱ μὲν ἐξ ἑκατέρου μέρους οἰακίζουσι τὸν ὅλον ὄγκον, ἵνα μὴ στραφὲν τὸ ζῷον καὶ νηξάμενον τῷ τῆς φύσεως βοηθήματι φύγῃ κατὰ βάθους, εἷς δʼ ἔχων μέρμιθα μακρὰν καὶ δῆσας τῆς οὐρᾶς νήχεται πρὸς τὴν γῆν καὶ προσέλκεται μετάγων τὸ ζῶον ἐπὶ τὴν χέρσον, συμπαρακομιζομένων τῶν ἐξ ἀρχῆς τὴν ἐπίθεσιν πεποιημένων. Ὅταν δʼ εἰς τὴν νῆσον ἐκκομίσωσι, τὰ μὲν ἐντὸς πάντα βραχὺν χρόνον ἐν ἡλίῳ παροπτήσαντες κατευωχοῦνται, τοῖς δὲ κύτεσιν οὖσι σκαφοειδέσι χρῶνται πρός τε τὸν εἰς τὴν ἤπειρον διάπλουν, ὃν ποιοῦνται τῆς ὑδρείας Diod. ἕνεκεν, καὶ πρὸς τὰς σκηνώσεις, τιθέντες πρηνεῖς ἐφʼ ὑψηλῶν τόπων, ὥςτε δοκεῖν τούτοις τὴν φύσιν δεδωρῆσθαι μιᾷ χάριτι πολλὰς χρείας· τὴν γὰρ αὐτήν αὐτοῖς εἶναι τροφήν, ἀγγεῖον, οἰκίαν, ναῦν.
48. Ὅτι οὐ πολὺ διεστῶτες τοῦ εἰρημένου γένους σύμμετροι τῷ ἀριθμῷ βίον ἔχουσι τοιοῦτον. Ἐκ τῶν ἐκριπτουμένων εἰς τὴν χέρσον κητῶν ἀποζῶσι. Σπανιζούσης δὲ αὐτοῖς τῆς τοιαύτης σιτήσεως (γίνεται δὲ πολλάκις), ἐκ τῶν ὀστων τούς τε χόνδρους καὶ τὰ ἄκρα τῶν πλευρῶν κατεργαζόμενοι τὴν ἔνδειαν, εἰ καὶ χαλεπῶς, ὅμως παραμυθοῦνται. Τὰ μὲν οὖν τῶν Ἰχθυοφάγων γένη, φησίν, ἃ κατειλήφαμεν (μυρίων ὄντων ἃ τὴν ἡμῶν διέφυγε γνῶσιν) τοσαῦτα. 48. Οὐ μακρὰν δὲ τούτων διεστῶτες νέμονται τήν παράλιον βάρβαροι βίον ἀνώμαλον ἔχοντες. Διατρέφονται γὰρ ἀπὸ τῶν ἐκπιπτόντων εἰς τὴν χέρσον κητῶν, ποτὲ μὲν δαψίλειαν τροφῆς ἔχοντες διὰ τὰ μεγέθη τῶν εὑρισκομένων θηρίων, ποτὲ δὲ διαλειμμάτων γινομένων κακῶς ἀπαλλάττουσιν ὑπὸ τῆς ἐνδείας· καθʼ ὃν δὴ χρόνον ἀναγκάζονται κατεργάσασθαι διὰ τὴν σπάνιν τῶν ἀρχαίων ὀστῶν χόνδρους καὶ τὰς ἄκρας τῶν πλευρῶν ἐκφύσεις. Τῶν μὲν οὖν Ἰχθυοφάγων τὰ γένη τοσαῦτʼ ἐστὶ καὶ τοιούτοις χρῶνται βίοις, ὡς ἐν κεφαλαίοις εἰπεῖν.
49. Ὅτι τῆς ζωῆς ἡμῶν ἡμῖν ἐφεστώσης ἔν τε τοῖς περιττοῖς καὶ τοῖς ἀναγκαίοις, τὰ εἰρημένα γένη τῶν Ἰχθυοφάγων τὰ μὲν ἄχρηστα περιγεγράφασιν ἅπαντα, φησί, τῶν δὲ καθηκόντων οὐδὲν ἐλλείπουσι, τῇ θείᾳ πρὸς τὸ ζῆν ὁδῷ βραβευόμενοι πάντες, οὐ τῇ παρασοφιζομένῃ ταῖς δόξαις τὴν φύσιν· οὐ γὰρ ἀρχῆς ἱμειρόμενοι τυχεῖν ἀγωνίᾳ φιλονείκῳ καὶ δυστυχεῖ συνέχονται οὐδὲ πλεονεξίας ἐρῶντες πολλὰ μὲν ἄλλους δρῶσι, πολλὰ δὲ πάσχουσι τῶν οὐκ ἀναγκαίων· οὐδʼ ἔχθρας ἐνιστάμενοι μείζους ἐπὶ βλάβη σώματος πολεμίου σφάλλονται ἐν ἀτυχίαις οἰκείων, οὐδὲ ναυτιλλόμενοι, κέρδους Phot. ἕνεκα τὸ ζῆν ὑπερτείναντες, προσπταίσμασι τοῦ βίου μετροῦσι τὴν λύπην· ἀλλὰ μικρῶν δεόμενοι μικρὰ καὶ πενθοῦσι, τὸ μὲν ἀρκοῦν κτώμενοι, τὸ δὲ πλέον οὐ ζητοῦντες. Ἐνοχλεῖ δʼ ἕκαστον οὐ τὸ ἀγνοούμενον, εἰ μὴ πάρεστιν, ἀλλὰ τὸ βουλητὸν, ὅταν ὑστερίζῃ τοῦ καιροῦ τῆς ἐπιθυμίας σπευδούσης. Οὐκοῦν ἐκεῖνος πάντʼ ἔχων ἃ θέλει, εὐτυχήσει κατὰ τὸν τῆς φύσεως λογισμὸν, οὐ κατὰ τὸν τῆς δόξης. Νόμοις δὲ οὐ δικαιοῦνται· τί γὰρ δεῖ προστάγματι δουλεύειν τὸν χωρὶς γράμματος εὐγνωμονεῖν δυνάμενον; 49 a. Ἡ δὲ κατὰ τὴν Βαβυλωνίαν παράλιος συνάπτει μὲν ἡμέρῳ καὶ καταφύτῳ χώρα, τοσοῦτο δὲ πλῆθός ἐστι τῶν ἰχθύων τοῖς ἐγχωρίοις, ὥστε τοὺς ἀναλίσκοντας μή δύνασθαι ῥᾳδίως περιγενέσθαι τῆς δαψιλείας. Παρὰ γὰρ τοὺς αἰγιαλοὺς ἱστᾶσι καλάμους πυκνοὺς καὶ πρὸς ἀλλήλους διαπεπλεγμένους, ὥστε τὴν πρόσοψιν ὁμοίαν εἶναι δικτύῳ παρὰ θάλατταν ἑστηκότι. Κατὰ δὲ πᾶν τὸ ἔργον ὑπάρχουσι πυκναὶ θύραι, τῇ μὲν πλοκῇ ταρσώδεις, τὰς στροφὰς δʼ ἔχουσαι πρὸς τὰς εἰς ἑκάτερα τὰ μέρη κινήσεις εὐλύτους. Ταύτας ὁ κλύ δων φερόμενος μὲν εἰς τὴν γῆν κατὰ τὸν τῆς πλημμυ- Diod.ρίδος καιρὸν ἀνοίγει, παλισσυτῶν δὲ κατὰ τὴν ἄμπωτιν ἀποκλείει. Διόπερ συμβαίνει καθʼ ἑκάστην ἡμέραν πλημμυρούσης μὲν τῆς θαλάττης ἐκ βυθοῦ τοὺς ἰχθῦς συνεκφερομένους διὰ τῶν θυρῶν παρεισπίπτειν, ἀναχωρούσης δὲ μὴ δύνασθαι τοῖς ὑγροῖς συνδιαρρεῖν διὰ τῆς τῶν καλάμων πλοκῆς. Διὸ καὶ παρὰ τὸν λκεανὸν ἐνίοτε σωροὺς ἰχθύων σπαιρόντων ὁρᾶν ἔσιι γινομένους, οὓς ἀναλεγόμενοι συνεχῶς οἱ πρὸς τούτοις τεταγμένοι δαψιλεῖς ἀπολαύσεις ἔχουσι καὶ μεγάλας προσόδους. Ἔνιοι δὲ τῶν περὶ τοὺς τόπους διατριβόντων, πεδιάδος τε καὶ ταπεινῆς τῆς χώρας ὑπαρχούσης, τάφρους ὀρύττουσιν ἀπὸ θαλάττης εὐρείας ἐπὶ πολλοὺς σταδίους μέχρι τῶν ἰδίων ἐπαύλεων· ῥαβδωτὰς δὲ θύρας ἐπ᾿ ἄκρας αὐτὰς ἐπιστήσαντες, ἀναβαινούσης μὲν τῆς πλημμυρίδος ἀνοίγουσιν, εἰς δὲ τοὐναντίον μεταπιπτούσης κλείουσιν· εἶτα τῆς μὲν θαλάττης διὰ τῶν τῆς θύρας ἀραιωμάτων ἀπορρεούσης, τῶν δʼ ἰχθύων ἀποληφθέντων ἐν ταῖς τάφροις, ταμιεύονται καὶ λαμβάνουσιν ὅσους ἂν προαιρῶνται καὶ καθʼ ὃν ἂν χρόνον βούλωνται.
50. Ὅτι μετὰ τοὺς Ἰχθυοφάγους παρὰ τὸν Ἀσταβάραν ποταμὸν, ὃς φέρεται μὲν διὰ τῆς Αἰθιοπίας καὶ τῆς Λιβύης, ἔστι δὲ τοῦ Νείλου πολλῷ ταπεινότερος, συμβέλλων δὲ τὴν οἰκείαν ὁρμὴν τῷ μείζονι ῥείθρῳ, νῆσον ποιεῖ τῇ περιρρύσει τὴν Μερόην, παρὰ γοῦν τὸν εἰρημἐνον ποταμὸν ἐπʼ ἀμφοτέροις κατοικεῖ τοῖς χείλεσιν Phot. ὄχλος, οὐ πολὺς μὲν, τῷ δὲ βίῳ τοιοῦτος. Ἐκ τοῦ παρήκοντος ἕλους τὰς ῥίζας τῶν καλάμων ὀρύττει, κἄπειτα πλύνας καθαρῶς, ἐκκόπτει λίθοις πρὸς μέρος, ποιήσας δὲ λεῖον καὶ κολλῶδες ἀνέπλασεν ἐκ μαγίδος, εἰ καὶ οὐ χειροπλήθεις, ὄγκους, εἶτα ἐν τῷ καύματι παροπτῶν ταύτην ἔχει προσφοράν. Ἔχουσι δέ οὗτοι κακὸν ἄφυκτον, τοὺς ἐν τοῖς ἕλεσι λέοντας ἐπιτιθεμένους αὐτοῖς. Ὑπὸ δὲ τὴν ἐπιτολὴν τοῦ κυνὸς γίνεταί τι κωνώπων πλῆθος ἄπλετον, τηλικαύτην ἔχον δύναμιν ὥστε τὸν λαὸν εἰς τὰς λιμνώδεις ὑγρασίας ἐπελθόντα ἐκεῖ μένειν ἀφανῆ. Ὑφ᾿ ὧν καὶ οἱ λέοντες ἐκτοπίζονται, οὐχ οὕτως ὑπὸ τοῦ δηγμοῦ δηλούμενοι, καίπερ ὄντος ἐπαχθοῦς, ὡς τὸν ὑπὸ τῆς φωνῆς ἦχον ἀλλόφυλον ἀδυνατοῦντες φέρειν. Ἀλλὰ ταῦτα μὲν ἀπηγγέλθω τοῦ παραδόξου χάριν· τί γὰρ ἰδιώτερον ἢ λέοντας μὲν ἐκχωρεῖν κώνωψιν, ἀνθρώποις δὲ σώζεσθαι ὑπὸ τοιούτου κινδύνου; 50. Διεληλυθότες δὲ περὶ τῶν παροικούντων τὴν ἀπὸ τῆς Βαβυλωνίας παράλιον ἕως Ἀραβίου κόλπου, περὶ τῶν ἑξῆς τούτοις ἐθνῶν διέξιμεν. Κατὰ γὰρ τὴν Αἰθιοπίαν τὴν ὑπὲρ Αἰγύπτου παρὰ τὸν Ἀσταβάραν καλούμενον ποταμὸν παροικεῖ τὸ τῶν Ῥιζοφάγων ἔθνος. Ἐκ γὰρ τῶν πλησιοχώρων τὰς ῥίζας τῶν καλάμων ὀρύττοντες οἱ βάρβαροι πλύνουσι φιλοτίμως· ποιήοαντες Diod.δὲ καθαρὰς κόπτουσι λίθοις, μέχρι ἂν γένηται τὸ ἔργον λεῖον καὶ κολλῶδες· ἔπειτα περιπλάσαντες χειροπληθιαίους ὄγκους ἐν ἡλίῳ παροπτῶσι, καὶ ταύτῃ χρώμενοι τροφῇ πάντα τὸν βίον διατελοῦσιν. Ἀνεκλείπτους δʼ ἔχοντες τὰς τῆς τροφῆς ταύτης δαψιλείας, καὶ πρὸς ἀλλήλους ἀεὶ εἰρήνην ἄγοντες, ὑπὸ πλήθους λεόντων πολεμοῦνται. Ἐμπύρου γὰρ τοῦ πέριξ ἀέρος ὄντος ἐκ τῆς ἐρήμου πρὸς αὐτοὺς φοιτῶσι λέοντες σκιᾶς ἕνεκεν, οἱ δὲ καὶ θήρας τῶν ἐλαττόνων θηρίων. Διόπερ τοὺς ἐκ τῶν τελμάτων ἐξιόντας τῶν Αἰθιόπων ὑπὸ τούτων τῶν θηρίων ἀναλίσκεσθαι συμβαίνει. Ἀδυνατοῦσι γὰρ ὑφίστασθαι τὰς ἀλκὰς τῶν λεόντων, ὡς ἂν μηδεμίαν βοήθειαν ὅπλων ἔχοντες, καὶ πέρας ἄρδην ἂν αὐτῶν διεφθάρη τὸ γένος, εἰ μὴ ἡ φύσις τι αὐτοῖς αὐτόματον ἐποίησε βοήθημα. Ὑπὸ γὰρ τὴν ἀνατολὴν τοῦ κυνὸς παραδόξως, μηδεμιᾶς γινομένης μυίας περὶ τοὺς τόπους, τοσοῦτο πλῆθος ἀθροίζεται κωνώπων, ὑπερέχον δυνάμει τοὺς γνωριζομένους, ὥςτε τοὺς μὲν ἀνθρώπους καταφυγόντας εἰς τὰς ἑλώδεις λίμνας μηδὲν πάσχειν, τοὺς δὲ λέοντας πάντας φεύγειν ἐκ τῶν τόπων, ἅμα μὲν ὑπὸ τοῦ δηγμοῦ κακουχουμένους, ἅμα δὲ τὸν ἀπὸ τῆς φωνῆς ἦχον καταπεπληγμένους.
51. Ὅτι τοῖς εἰρημέ νοις, φησί, τὸ τῶν Ὑλοφάγων καὶ τῶν τὰ σπέρματα σιτουμένων ἐγγίζει γένος, βραχεῖαν ἔχον τὴν παραλλαγήν. Οἱ μὲν γὰρ τὸν πίπτοντα καρπὸν ἀπὸ τῶν δένδρων σιτοῦνται ὑπὸ τὴν θερείαν, τὸ δὲ λοιπὸν τῆς πόας ἅπτονται τῆς ἐν τοῖς σκιεροῖς ἄγκεσι γινομένης στερεᾶς τε τὴν φύσιν καὶ Phot.καυλὸν ἐκτρεφούσης παρόμοιον ταῖς καλουμέναις βουνιάσιν· οἱ δὲ τῆς ὕλης τὴν ἁπαλὴν σιτοῦνται. Οὗτοι τὰς μὲν νύκτας κοιμῶνται τόπον ἀπὸ τῶν ἐκεῖ θηρίων πρὸς ὀχύρωσιν ἐξειλεγμένοι καὶ φυλακήν, ἅμα δὲ ἡλίῳ μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰ δένδρα πάντες ἀναβαίνουσι, σπουδῇ καταλαβεῖν ζητοῦντες τοὺς ἄκρους κλῶνας κἀκεῖθεν τὴν ἁπαλωτάτην ὕλην ἀμέλγοντες εὐμαρῶς σιτοῦνται. Τοιαύτην δὲ ἐκ τοῦ παντὸς βίου πεποίηνται τὴν ἕξιν, ὥστε καὶ τὰ τῆς ἀναδρομῆς ἄπιστον ἔχειν τὴν θέαν καὶ τὴν συντονίαν οὐ χειρῶν μόνον καὶ δακτύλων καὶ ποδῶν, ἀλλὰ καὶ τῶν μερῶν τῶν ὑπολοίπων ἀπλῶς. Μεταπηδῶσι γὰρ εὐπόρως ἀπ᾿ ἄλλου πρὸς ἕτερον ἀκρέμονα. Καὶ τοὺς κλάδους ἀλλήλων πολλάκις ἐν τοῖς ἐπισφαλεστάτοις τόποις ἀφαιροῦνται, καὶ τοιαῦτα ἐνδείκνυνται ὥστε τὸν ἰδόντα αὐτὸν μὲν ἐκπλήττεσθαι, μὴ μέντοι θαρρεῖν εἰς τοὺς ἀπείρους ἐξαγγέλλειν. Καὶ πάντα δὲ κλάδοντοῖς ὀδοῦσιν ἔγχυλον κατεργάζονται, καὶ ταῖς κοιλίαις εὐπόρως πέττουσι· καὶ τὸ σφαλέν ἄνωθεν σῶμα διὰ τὴν ἰσχνότητα οὐ βαρείας τυγχάνει τῆς πληγῆς. Οὗτοι δὲ γυμνοὶ μέν εἰσι πάντες, χρῶνται δὲ κοινοῖς καὶ τέκνοις καὶ γυναιξὶ, πολεμοῦσι δὲ περὶ τῶν τόπων ἀλλήλοις, μεταλλάττουσι δὲ οἱ πλεῖστοι λιμῷ πιεζόμενοι, γλαυκωμάτων περὶ τὰ πεντήκοντα ἔτη τοῖς ὄμμασιν ἐπιτρεχόντων. 51. Ἐχόμενοι δὲ τούτοις εἰσὶν οἵ τε Ὑλοφάγοι καὶ Σπερματοφάγοι καλούμενοι. Τούτων δʼ οἱ μὲν ὑπὸ τὴν θερείαν τὸν πίπτοντα καρπὸν ἀπὸ τῶν δένδρων ὄντα πολὺν ἀθροίζοντες ἀπόνως διατρέφονται, κατὰ δὲ τὸν ἄλλον καιρὸν τῆς βοτάνης τῆς ἐν ταῖς σκιαζομέναις Diod. συναγκείαις φυομένης προσφέρονται τὴν προσηνεστάτην· στερεὰ γὰρ οὖσα τὴν φύσιν καὶ καυλὸν ἔχουσα παραπλήσιον ταῖς γινομέναις βουνιάσιν ἐκπληροῖ τὴν τῆς ἀναγκαίας τροφῆς ἔνδειαν. Οἱ δὲ ὑλοφάγοι μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰς νομὰς ἐξιόντες ἀναβαίνουσιν ἐπὶ τὰ δένδρα, καὶ τοὺς ἁπαλοὺς τῶν ἀκρεμόνων προσφέρονται· τοιαύτην δʼ ἐκ τῆς συνεχοῦς μελέτης τὴν ἐπʼ ἄκρους τοὺς κλάδους ἀναδρομὴν ποιοῦνται πάντες, ὥστε ἄπιστον εἶναι τὸ γινόμενον· καὶ γὰρ μεταπηδῶσιν ἀπὸ ἑτέρου ἐφʼ ἕτερον δένδρον ὁμοίως τοῖς ὀρνέοις, καὶ τὰς ἀναβάσεις ἐπὶ τῶν λεπτοτάτων κλάδων ποιοῦνται χωρὶς κινδύνων. Ἰσχνότητι γὰρ σώματος καὶ κουφότητι διαφέροντες, ἐπειδὰν τοῖς ποσὶ σφάλλωνται, ταῖς χερσὶν ἀντιλαμβάνονται· κὰν τύχωσι πεσόντες ἀφʼ ὕψους, οὐδὲν πάσχουσι διὰ τὴν κουφότητα. Καὶ πάντα δὲ κλάδον ἔγχυλον τοῖς ὀδοῦσι κατεργαζόμενοι πέττουσιν εὐκόπως ταῖς κοιλίαις. Οὗτοι δʼ ἀεὶ βιοῦσι γυμνοὶ μὲν ἐσθῆτος, κοιναῖς δὲ χρώμενοι γυναιξίν· ἀκολούθως δὲ καὶ τοὺς γεννηθέντας παῖδας κοινοὺς ἡγοῦνται. Διαπολεμοῦσι δὲ πρὸς ἀλλήλους περὶ τῶν τόπων ῥάβδοις ὡπλισμένοι, καὶ ταύταις ἀμυνόμενοι τοὺς ἐναντίους διασπῶσι τοὺς χειρωθέντας. Τελευτῶσι δʼ αὐτῶν οἱ πλεῖστοι λιμῷ καταπονηθέντες, ὅταν τῶν ὀμμάτων ἀπογλαυκωθέντων τὸ σῶμα στεῥηθῇ τῆς ἀναγκαίας ἐκ ταύτης τῆς αἰσθήσεως χρείας.
52. Ὅτι μετὰ τοὺς εἰρημένους εἰσὶν οἱ παρὰ τοῖς Phot. ἐγχωρίοις λεγόμενοι Κυνηγέται. Οὗτοι διὰ τὴν τῶν θηρίων φορὰν, ἣν ὁ τόπος ἄπλετον φέρει, ἐν τοῖς δένδρεσι σκηνοῦσιν ἐξ ἐνέδρας δὲ ἀγρεύοντες τὰ θηρία τροφὴν ἑαυτοῖς ταῦτα ποιοῦνται. Εἰσὶ καὶ τοξείας ἐπιστήμονες. Ἑπὰν δὲ θήρας ἀπορῶσι, τοῖς δέρμασι τῶν προτεθηραμένων τὴν ἔνδειαν ἀναπληροῦσι, βρέξαντες τὰς βύρσας καὶ ἐπʼ ἀνθρακιὰν κούφην ἐπιβαλόντες, εἶτα σποδίσαντες καὶ εἰς διαίρεσιν ἀγαγόντες. 52. Τὴν δὲ ἑξῆς χώραν τῶν Αἰθιόπων ἐπέχουσιν οἱ Diod. καλούμενοι Κυνηγοὶ, σύμμετροι μὲν κατὰ τὸ πλῆθος, βίον δʼ οἰκεῖον ἔχοντες τῇ προσηγορία. Θηριώδους γὰρ οὔσης τῆς χώρας καὶ παντελῶς λυπρᾶς, ἔτι δὲ ὑδάτων ῥύσεις ναματιαίων ἐχούσης ὀλίγας, καθεύδουσι μὲν ἐπὶ τῶν δένδρων διὰ τὸν ἀπὸ τῶν θηρίων φόβον, ὑπὸ δὲ τὴν ἑωθινὴν πρὸς τὰς συρρύσεις τῶν ὑδάτων μεθʼ ὅπλων φοιτῶντες, ἑαυτοὺς ἀποκρύβουσιν εἰς τὴν ὕλην καὶ σκοπεύουσιν ἀπὸ τῶν δένδρων. Κατὰ δὲ τὸν τοῦ καύματος καιρὸν, ἐρχομένων βοῶν τε ἀγρίων καὶ παρδάλεων καὶ τῶν ἄλλων θηρίων πλήθους πρὸς τὸ ποτὸν, ταῦτα μὲν διὰ τὴν ὑπερβολὴν τοῦ τε καύματος καὶ δίψους λάβρον προσφέρεται τὸ ὑγρὸν, μέχρι ἂν ἐμπλησθῇ, οἱ δʼ Αἰθίοπες, γινομένων αὐτῶν βαρέων καὶ δυσκινήτων, καταπηδῶντες ἀπὸ τῶν δένδρων καὶ χρώμενοι ξύλοις πεπυρακτωμένοις καὶ λίθοις, ἔτι δὲ τοξεύμασι ῥᾳδίως καταπονοῦσι. Κατὰ δὲ συστήματα ταύταις χρώμενοι ταῖς κυνηγίαις, σαρκοφαγοῦσι τὰ ληφθέντα, καὶ σπανίως μὲν ὑπὸ τῶν ἀλκιμωτάτων ζῴων αὐτοὶ διαφθείρονται, τὰ δὲ πολλὰ δόλῳ τὴν ἐκ βίας ὑπεροχὴν χειροῦνται. Ἐὰν δέ ποτε τῶν κυνηγουμένων ζῴων σπανίζωσι, τὰς δορὰς τῶν πρότερον εἰλημμένων βρέξαντες ἐπιτιθέασιν ἐπὶ πῦρ ἁπαλόν· σποδίσαντες δὲ τὰς τρίχας, τὰ δέρματα διαιροῦσι, καὶ κατεσθίοντες βεβιασμένους ἀναπληροῦσι τὴν ἔνδειαν. Τοὺς δὲ ἀνήβους παῖδας γυμναζουσιν ἐπὶ σκοπὸν βάλλειν, καὶ μόνοις διδόασι τροφὴν τοῖς ἐπιτυχοῦσι διὸ καὶ θαυμαστοὶ ταῖς εὐστοχίαις ἄνδρες γίνονται, κάλλιστα διδασκόμενοι ταῖς τοῦ λιμοῦ πληγαῖς.
53. Ὅτι μετὰ τοὺς εἰρημένους, πολὺ τούτων ἀφε- Phot. στῶτες καὶ πρὸς ἐσπέραν μᾶλλον ἀνατείνοντες, εἰσὶν οἳ ἐκ τῆς τῶν ἐλεφάντων θήρας τὸν βίον ποιοῦνται. Οἱ μὲν ἀπὸ δένδρου, ἐφ᾿ ᾧ κάθηνται, σκοποῦντες τὰς παρόδους τῶν θηρίων, ταῖς μὲν χερσὶ τῆς οὐρᾶς λαβόμενοι, τοῖς ποσὶ δὲ πρὸς τὸν μηρὸν τὸν ἀριστερὸν ἐπιβαίνουσιν· εἶτα πελέκει, ὃν ἐπιτήδειον καὶ ἕτοιμον ἔχουσι, τὴν δεξιὰν ἰγνὺν, πυκναῖς ταῖς πληγαῖς χρώμενσι, νευροκοποῦσιν, οὕτω δὲ ἐκτενῶς τῇ μὲν καταφέροντες, τῇ δὲ τῆς οὐρᾶς κρατοῦντες, ὡς ἄθλου προκειμένου τῆς ψυχῆς· ἢ γὰρ ἀποκτεῖναι χρὴ ἢ τελευτᾶν, Phot. ἄλλην τοῦ καιροῦ διέξοδον οὐκ ἔχοντος. Ἐπὰν δὲ τὸ ζῷον ἐκ τῆς πληγῆς καὶ τῆς αἱμορραγίας πέσῃ, οἱ συνθηραταὶ παραγίνονται ἐπὶ τὸ πτῶμα, καὶ τοῦ θηρίου ζῶντος ἔτι παρατέμνοντες ἐκ τῶν ὀπισθίων τὰς σάρκας εὐωχοῦνται, τὸν ἔσχατον τοῦ καταπονηθέντος οὕτως ὑπομένοντος θάνατον. 53. Ταύτης δὲ τῆς χώρας εἰς τὰ πρὸς δυσμὰς μέρη Diod.πολὺ διεστηκότες Αἰθίοπες ὑπάρχουσιν Ἐλεφαντομάχοι κυνηγοί. Νεμόμενοι γὰρ δρυμώδεις καὶ πυκνοὺς τοῖς δένδρεσι τόπους παρατηροῦσι τῶν ἐλεφάντων τὰς εἰσόδους καὶ τὰς ἐκτροπὰς, σκοπὰς ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ποιούμενοι· καὶ ταῖς μὲν ἀγέλαις αὐτῶν οὐκ ἐπιτίθενται διὰ τὸ μηδεμίαν ἐλπίδα ἔχειν κατορθώσεως, τοῖς δὲ καθʼ ἕνα πορευομένοις ἐπιβάλλουσι τὰς χεῖρας, παραδόξοις ἐγχειροῦντες τολμήμασιν. Ὅταν γὰρ τὸ ζῷον διεξιὸν γένηται κατὰ τὸ δένδρον ἐν ᾧ συμβαίνει τὸν σκοπεύοντα κεκρύφθαι, ἅμα τῷ παραλλάττειν τὸν τόπον ταῖς μὲν χερσὶν ἐδράξατο τῆς οὐρᾶς, τοῖς δὲ ποσὰν ἀντέβη πρὸς τὸν ἀριστερὸν μηρόν· ἔχων δʼ ἐκ τῶν ὤμων προεξηρτημένον πέλεκυν, κοῦφον μὲν πρὸς τὴν ἀπὸ τῆς μιᾶς χειρὸς πληγὴν, ὀξὺν δὲ καθʼ ὑπερβολὴν, τοῦτον λαβόμενος ἐν τῇ δεξιᾷ χειρὶ νευροκοπεῖ τὴν δεξιὰν ἰγνὺν, πυκνὰς καταφέρων πληγὰς καὶ διὰ τῆς ἀριστερᾶς χειρὸς οἰακίζων τὸ ἴδιον σῶμα. Παράδοξον δὲ ὀξύτητα τοῖς ἔργοις προσφέρουσιν, ὡς ἂν ἄθλοω τῆς ἰδίας ψυχῆς ἑκάστῳ προκειμένου· ἢ γὰρ χειρώσασθαι τὸ ζῷον ἢ τελευτᾶν αὐτὸν λείπεται, τῆς περιστάσεως οὐκ ἐπιδεχομένης ἕτερον ἀποτέλεσμα. Τὸ δὲ νευροκοπηθὲν ζῷον ποτὲ μὲν διὰ τὴν δυσκινησίαν ἀδυνατοῦν στρέφεσθαι καὶ συνεκκλινόμενον ἐπὶ τὸν πεπονθότα τόπον πίπτει καὶ τὸν Αἰθίποα συναπόλλυσι, ποτὲ δὲ πρὸς πέτραν ἢ δένδρον ἀποθλῖψαν τὸν ἄνθρωπον τῷ βάρει πιέζει μέχρι ἂν ἀποκτείνῃ. Ἔνιοι Diod.δὲ τῶν ἐλεφάντων περιαλγεῖς ἐκ τῶν τραυμάτων γενόμενοι τοῦ μὲν ἀμύνεσθαι τὸν ἐπιβουλεύσαντα μεακρὰν ἀφεστήκασι, τὴν δὲ φυγὴν διὰ τοῦ πεδίου ποιοῦνται, μέχρι ἂν ὅτου συνεχῶς ὁ προςβεβηκὼς τύπτων εἰς τὸν αὐτὸν τόπον τῷ πελέκει διακόψας τὰ νεῦρα ποιήσῃ πάρετον τὸ ζῶον· ὅταν δὲ τὸ ζῷον πέσῃ, συντρέχουσι κατὰ συστήματα, καὶ ζῶντος ἔτι τέμνοντες τὰς σάρκας ἐκ τῶν ὄπισθεν μερῶν εὐωχοῦνται.
54. Ἀλλʼ οἱ μὲν μετὰ τοῦ ἐσχάτου κινδύνου ἐλεφαντοθῆραι τοιοῦτοι· ἕτεροι δὲ θηρῶσιν αὐτοὺς οὕτω. Τρεῖς ἄνδρες ἓν μὲν ἔχοντες τόξον, δῖστοὺς δὲ πλείους κεχρισμένους τῇ χολῇ τῶν ὄφεων, ἑστᾶσιν ἐν δρυμῷ παρὰ τὰς τῶν θηρίων διεξόδους. Ἐπὰν οὖν προσάγῃ τὸ ζῷον, ὁ μὲν εἷς κατέχει τὸ τόξον τῷ ποδὶ προσβεβηχὼς, οἱ δὲ δύο τὴν νευρὰν ἑλκύσαντες ἐκ τῆς ἁπάσης βίας ἀφῆκαν τὸ βέλος, ἕνα σκοπὸν ἔχοντες ἐπὶ μέσην τὴν πλευρὰν, ὥστε διανύσαι τῆς περιοχῆς ἐντὸς καὶ τοὺς κυρτοὺς τεμεῖν καὶ τρῶσαι τόπους· ἐκεῖθεν τὸ τηλικοῦτον θηρίον ἐλαυνόμενόν τε καὶ σπαραττόμενον διαλύεται καὶ πίπτει.
55. Τρίτον δέ ἐστι γένος Ἐλεφαντοφάγων, ὃ ἐπειδὰν οἱ ἐλέφαντες τῆς νομῆς ἐμφορηθέντες πρὸς ὕπνον τραπέσθαι ζητῶσιν, οὐκ ἐπὶ γῆς δὲ ἀναπεσόντες ὑπνοῦσιν, ἀλλὰ τοῖς παχυτάτοις καὶ μεγίστοις δένδρεσι προσανακλίνοντες ἑαυτοὺς, ὥστε τοὺς μὲν δύο πόδας τοὺς πλησίον τοῦ στελέχους πρὸς τὴν γῆν ἐλαφρῶς ὑπερείδεσθαι, τὴν δὲ πλευρὰν τὸ πᾶν σῶμα ἐκδεχομένην ὀχεῖσθαι πρὸς τῇ φύσει τοῦ ξύλου, καὶ τοῦτον τὸν τρόπον τῆς καταφορᾶς τνγχάνειν οὐκ εἰλικρινοῦς, ἀλλὰ παρεψευσμένης, διὰ τὸ προσκεῖσθαι τοῖς βαθέσιν ὕπνοις Phot. ἀγωνίαν ίσχυρὰν, φθορᾶς ὑποκειμένης παραχρῆμα τῷ σφαλέντι διὰ τὴν ἔκλυσιν τὴν φυσικήν. Οἱ οὖν ἀπὸ τῆς τούτων θῆρας τὸν βίον ποιούμενοι, τοὺς δρυμοὺς περιπλανώμενοι καὶ τὴν τοῦ θηρίου κοίτην ἐπισημηνάμενοι, ἐκ τῶν ὄπισθεν τοῦ δένδρου τόπων πρίουσιν, ἕως ἂν μήτε κλίνῃ τὸ πᾶν μήτε ἰσχύον ἄγαν καὶ ἰσχυρὸν ἀπολείποιτο, μένῃ δὲ ἑστηκὸς ἐπὶ βραχείας ῥοπῆς. Τὸ δὲ ζῷον ἀπὸ τῆς νομῆς ἐπὶ τὸν συνήθη τῆς κοίτης τόπον ἀνακλινόμενον αἰφνίδιόν τε πίπτει, τοῦ ξύλου κλασθέντος, καὶ πρόκειται τοῖς θηράσασι δεῖπνον ἕτοιμον· τὰς γὰρ ὀπισθίας κόψαντες οὗτοι σάρκας, καὶ ποιήσαντες ἔξαιμον τὸ ζῶον, εἶτα νεκρὸν, πρὸς τὴν ἑαυτοῦ χρείαν ἕκαστος τὰ μέλη διαιροῦσιν. 55. Ἔνιοι δὲ τῶν πλησίον κατοικούντων χωρὶς κινδύνων θηρεύουσι τοὺς ἐλέφαντας, τέχνῃ τῆς βίας περιγινόμενοι. Εἴωθε γὰρ τοῦτο τὸ φῷον, ἐπειδὰν ἀπὸ τῆς νομῆς πληρωθῇ, πρὸς ὕπνον καταφέρεσθαι, διαφορὰν ἐχούσης τῆς περὶ αὐτὸ διαθέσεως πρὸς τὰ τῶν τετραπόδων. Οὐ γὰρ δύναται τοῖς γόνασι πρὸς τὴν γῆν συγκαθιέναι τὸν ὅλον ὄγκον, ἀλλὰ πρὸς δένδρον ἀνακλιθὲν ποιεῖται τὴν διὰ τῶν ὕπνων ἀνάπαυσιν. Διόπερ τὸ δένδρον διὰ τὴν γινομένην πρὸς αὐτὸ πλεονάκις πρόσκλισιν τοῦ ζῴου τετριμμένον τέ ἐστι καὶ ῥύπου πλῆρες, πρὸς δὲ τούτοις ὁ περὶ αὐτὸ τόπος ἔχην τε ἔχει καὶ σημεῖα πολλὰ, διʼ ὧν οἱ τὰ τοιαῦτα ἐρευνῶντες Diod. Αἰθίοπες γνωρίζουσι τὰς τῶν ἐλεφάντων κοίτας. Ὅταν οὖν ἐπιτύχωσι τοιούτῳ δένδρῳ, πρίζουσιν αὐτὸ παρὰ τὴν γῆν, μέχρι ἂν ὀλίγην ἔτι τὴν ῥοκὴν ἔχῃ πρὸς τὴν πτῶσιν· εἶθ᾿ οὗτοι μὲν τὰ σημεῖα τῆς ἰδίας παρουσίας ἀφανίσαντες ταχέως ἀπαλλάττονται, φθάνοντες τὴν ἔφοδον τοῦ ζῴου· ὁ δʼ ἐλέφας πρὸς τὴν ἑσπέραν ἐμπλησθεὶς τῆς τροφῆς, ἐπὶ τὴν συνήθη καταντᾷ κοίτην· κατακλιθεὶς δὲ ἀθρόῳ τῷ βάρει παραχρῆμα μετὰ τῆς τοῦ δένδρου φορᾶς ἐπὶ τὴν γῆν καταφέρεται· πεσὼν δὲ ὕπτιος μένει τὴν νύκτα κείμενος διὰ τὸ τὴν τοῦ σώματος φύσιν ἀδημιούργητον εἶναι πρὸς ἀνάστασιν. Οἰ δὲ πρίσαντες τὸ δένδρον Αἰθίοπες ἄμʼ ἡμέρα καταντῶσι, καὶ χωρὶς κινδύνων ἀποκτείναντες τὸ ζῷον σκηνοποιοῦνται περὶ τὸν τόπον καὶ παραμένουσι μέχρι ἂν τὸ πεπτωκὸς ἀναλώσωσι.
56. Ὅτι τούτους τοὺς κυνηγοὺς Πτολεμαῖος ὁ Αἰγύπτου βασιλεὺς ἀποσχέσθαι τοῦ φόνου τῶν ἐλεφάντων παραινῶν, ἵνʼ ἔχοι αὐτὸς ζῶντας, καὶ πολλὰ καὶ θαυμαστὰ αὐτοῖς ὑπισχνούμενος, οὐ μόνον οὐκ ἔπεισεν, ἀλλʼ οὐδ᾿ ἐν τὴν ὅλην ἀλλάξασθαι βασιλείαν πρὸς τὸν ἐνεστῶτα βίον εἰπόντων ἀπόκρισιν ἤκουσεν.
57. Ὅτι τῶν κυνηγῶν τούτων, οὓς οἱ Νομάδες ἀκαθάρτους καλεῖν εἰώθασι, τὰ μὲν πρὸς ἐσπέραν ἀπόσπασμα Αἰθιόπων νέμεται οὓς καλοῦσι Σιμοὺς, τὰ δὲ Phot. πρὸς μεσημβρίαν οὐ μέγα ἔθνος, οἱ καλούμενοι Στρουθοφάγοι, οἳ ταύτας τέχνῃ καὶ δόλῳ καὶ ῥοπάλοις θηρεύοντες ἐκ τούτων βιοῦσι, σιτούμενοι μὲν τὰς σάρκας, ἐνδύσει δὲ καὶ στρωμνῇ τοῖς αὐτῶν χρώμενοι δέρμασι. Πολεμούμενοι δὲ ὑπὸ τῶν Σιμῶν οὗτοι τοῖς τῶν ὀρύγων κέρασιν ὅπλοις χρῶνται, μεγάλοις καὶ τμητικοῖς οὖσι· τρέφει δὲ ἡ χώρα πολυπληθὲς τὸ ζῷον τοῦτο. 57. Τούτων δὲ τῶν γενῶν τὰ μὲν πρὸς ἑσπέραν μέρη κατοικοῦσιν Αἰθίοπες οἱ προςαγορευόμενοι Σιμοὶ, τὰ δὲ πρὸς μεσημβρίαν κεκλιμένα νέμεται τὸ τῶν Στρουθοφάγων γένος. Ἔστι γὰρ παῤ αὐτοῖς ὀρνέου τι γένος μεμιγμένην ἔχον τὴν φύσιν τῷ χερσαίῳ ζῴῳ, διʼ ἣν τῆς συνθέτου τέτυχε προσηγορίας. Τοῦτο δὲ μεγέθει μὲν οὐ λείπεται τῆς μεγίστης ἐλάφου, τὸν δὲ αὐχένα μακρὸν ἔχειν καὶ περιφερεῖς τὰς πλευρὰς καὶ πτερωτὰς ὑπὸ τῆς φύσεως δεδημιούργηται καὶ κεφάλαιον μὲν ἀσθενές ἔχει καὶ μικρὸν, μηροῖς δὲ καὶ κώ- Diod.λοις ὑπάρχει καρτερώτατον, διχήλου τῆς βάσεως οὔσης. Τοῦτο πέτεσθαι μὲν μετέωρον οὐ δύναται διὰ τὸ βάρος, τρέχει δὲ πάντων ὠκύτατον, μικρὸν ἄκροις τοῖς ποσὶ τῆς γῆς ἐπιψαῦον· μάλιστα δʼ ὅταν κατʼ ἀνέμου πνοὰς ἐξαίρῃ τὰς πτέρυγας, ὑπεξάγει καθαπερεί τις ναῦς ἱστιοδρομοῦσα· τοὺς δὲ διώκοντας ἀμύνεται διὰ τῶν ποδῶν ἀποσφενδονῶν παραδόξως λίθους χειροπληθιαίους. Ὅταν δʼ ἐν νηνεμίᾳ διώκηται, ταχὺ συνιδρουσῶν τῶν πτερύγων ἀδυνατεῖ χρήσασθαι τοῖς τῆς φύσεως προτερήμασι, καὶ ῥᾳδίως καταλαμβανόμενον ἁλίσκεται. Τούτων δὲ τῶν ζῴων ἀμυθήτων ὄντων τῷ πλήθει κατὰ τὴν χώραν, οἱ βάρβαροι παντοδαπὰς μηχανὰς ἐπινοοῦσι κατʼ αὐτῶν τῆς θήρας· ῥᾳδίως δὲ πολλῶν ἁλισκομένων ταῖς μὲν σαρξὶ χρῶνται πρὸς διατροφὴν, ταῖς δὲ δοραῖς πρὸς ἐσθῆτα καὶ στρωμνήν. Ὑπὸ δὲ τῶν Σιμῶν ὀνομαζομένων Αἰθιόπων πολεμούμενοι διακινδυνεύουσι πρὸς τοὺς ἐπιτιθεμένους ὅπλοις ἀμυντηρίοις χρώμενοι τοῖς τῶν ὀρύγων κέρασι· ταῦτα δὲ μεγάλα καὶ τμητικὰ καθεστῶτα μεγάλην παρέχεται χρείαν, δαψιλείας οὔσης κατὰ τὴν χώραν διὰ τὸ πλῆθος τῶν ἐχόντων αὐτὰ ζῴων.
58. Ὅτι τῶν εἰρημένων οὐ πολὺ διεστῶτές εἰσιν οἱ Ἀκριδοφάγοι· τὸ δὲ ἔθνος βραχύτεροι μὲν τῶν λοιπῶν, ἰσχνοὶ δὲ τοῖς εἴδεσι, μέλανες δὲ ἐξαισίως. Ὑπὸ δὲ τὴν ἐαρινήν ἰσημερίαν, ὅτε λίβες παῤ αὐτοῖς καὶ ζέ- Phot.φυροι πνέουσι παμμεγέθεις, ἀκρίδων πλῆθος ἀμύθητον ἐκ τῆς ἀνιστορήτου μετὰ τῶν ἀνέμων παραγίνεται χώρας, τῇ μὲν δυνάμει τῆς πτήσεως τῶν ὀρνίθων μικρὸν παραλλάττον, μακρὸν δὲ τῷ σώματι. Ἀπὸ τούτου τοῦ ζῷου τρέφονται πάντα τὸν χρόνον, ἄλλως τε τούτοις καὶ τεταριχευμένοις χρώμενοι. Καπνῷ δὲ ταύτας θηρῶσιν, ἐκ τοῦ ἀέρος ἐπὶ γῆν καταφέροντες. Οὗτοι κοῦφοι μὲν εἶναι λέγονται καὶ τοῖς ποσὶν ὀξύτεροι, ζῶσι δὲ οὐ πλεῖον τεσσαράκοντα ἐτῶν, ξηρᾶς κοινωνοῦντες τελείως τροφῆς. Τελευτῶσι δὲ τοῦ ζῆν ἀθλιώτερον· ἅμα γὰρ τῷ πλησιάζειν τὸ γῆρας ἐγγίνεται τοῖς σώμασιν αὐτῶν πτερωτὰ γένη φθειρῶν, ὅμοια μὲν τῷ τύπῳ τοῖς κρότωσι, βραχεῖ δὲ ἐλάττω τῶν ἐν τοῖς Phot. κυσὶ φαινομένων, ἀρχόμενα μὲν ἀπὸ τοῦ στήθους καὶ τῆς κοιλίας, ἐπινεμόμενα δὲ συντόμως μετὰ τοῦ παντὸς προσώπου τὴν ἐπιφάνειαν. Οἳ τὰ μὲν πρῶτα τοῖς ὑπὸ ψώρας ἠρεθισμένοις ὁμοίως διάκεινται, ὕστερον δʼ ἐπιπόνως ἑαυτοὺς σπαράττουσιν· εἶτα τοῦ πάθους εἰς ἀκμὴν ἑλκομένου, καὶ μετὰ τῆς τῶν θηρίων ἐκφύσεως καὶ λεπτῶν ἀναχεομένων ἰχώρων, ἀκαρτερήτους ὑφίστασθαι τοὺς ἀθλίους τὰς δριμύτητας συμβαίνει. Οὗτοι μὲν οὖν εἴτε τοὺς χυμοὺς εἴτε τὴν τροφὴν εἴτε τὸν ἀέρα τῆς κακίας ἔχοντες αἴτιον, οὕτως ἀπόλλυνται. 58. Βραχὺ δὲ τούτων ἀπέχοντες Ἀκριδοφάγοι κατοικοῦσι τὰ συνορίζοντα πρὸς τὴν ἔρημον, ἄνθρωποι μικρότεροι μὲν τῶν ἄλλων, ἰσχνοὶ δὲ τοῖς ὄγκοις, μέλανες δὲ καθʼ ὑπερβολήν. Κατὰ γὰρ τὴν ἐαρινὴν ὥραν παῤ αὐτοῖς ζέφυροι καὶ λίβες παμμεγέθεις ἐκρίπτουΠεχἵνοι, ὧν δυσμικώτεροι Στρουθοφάγοι Αἰθίοπες. Πο- Diod.σιν ἐκ τῆς ἐρήμου πλῆθος ἀκρίδων ἀμύθητον, τοῖς τε· μεγέθεσι διαλλάττον καὶ τῇ χρόᾳ τοῦ πτερώματος εἰδεχθὲς καὶ ῥυπαρόν. Ἐκ τούτου δαψιλεῖς τροφὰς ἔχουσιν ἅπαντα τὸν βίον, ἰδιοτρόπως αὐτῶν ποιούμενοι τὴν θήραν. Παρὰ γὰρ τὴν χώραν αὐτῶν ἐπὶ πολλοὺς σταδίους παρήκει χαράδρα βάθος ἔχουσα καὶ πλάτος ἀξιόλογον· ταύτην πληροῦσιν ἀγρίας ὕλης, οὔσης ἀφθόνου κατὰ τὴν χώραν· ἔπειθ᾿ ὅταν τῶν προειρημένων ἀνέμων πνεόντων προσφέρηται τὰ νέφη τῶν ἀκρίδων, καταδιελόμενοι πάντα τὸν τῆς χαράδρας τόπον, πυροῦσι τὸν ἐν αὐτῇ χόρτον. Ἐγειρομένου δὲ καπνοῦ πολλοῦ καὶ δριμέος, αἱ μὲν ἀκρίδες ὑπερπετόμεναι τὴν χαράδραν, καὶ διὰ τὴν τοῦ καπνοῦ δριμύτητα πνιγόμεναι, καταπίπτουσιν ἐπὶ τὴν γῆν, ὀλίγον διαπετασθεῖσαι τόπον· τῆς δὲ τούτων ἀπωλείας ἐπὶ πλείονας ἡμέρας γινομένης, μεγάλοι διανίστανται σωροί· καὶ τῆς χώρας ἐχούσης ἁλμυρίδα πολλὴν, πάντες προσφέρουσι ταύτην ἀθρόοις τοῖς σωροῖς, καὶ διατήξαντες οἰκείως ποιοῦσι τήν τε γεῦσιν πρόσφορον καὶ τὸν ἀποθησαυρισμὸν ἄσηπτον καὶ πολυχρόνιον. Ἡ μὲν οὖν διατροφὴ τούτοις παραχρῆμα καὶ τὸν ὕστερον χρόνον ἀπὸ τούτων τῶν ζῴων ὑπάρχει οὔτε γὰρ κτηνοτροφοῦσιν, οὔτε θαλάττης ἐγγὺς οἰκοῦσιν, οὔτε ἄλλης ἐπικουρίας οὐδεμιᾶς τυγχάνουσι. Τοῖς δὲ σώμασιν ὄντες κοῦφοι καὶ τοῖς ποσὶν ὀξύτατοι, βραχύβιοι παντελῶς εἰσιν, ὡς ἂν τῶν πολυχρονιωτάτων παῤ αὐτοῖς οὐχ ὑπερβαλλόντων ἔτη τετταράκοντα. Τὸ δὲ τοῦ βίου τέλος οὐ μόνον παράδοξον ἔχουσιν, ἀλλὰ καὶ πάντων ἀκληρότατον. Ὅταν γὰρ πλησιάσῃ τὸ γῆρας, ἔμφύονται τοῖς σώμασι πτερωτοὶ φθεῖρες οὐ μόνον διάφοροι τοῖς εἴδεσιν, ἀλλὰ καὶ ταῖς ἰδέαις ἄγριοι καὶ παντελῶς εἰδεχθεῖς. Ἀρξάμενον δὲ τὸ κακὸν ἀπὸ τῆς γαστρὸς καὶ τοῦ θώρακος, ἐπινέμεται πάντα τὸν ὄγκοον ἐν ὀλίγῳ χρόνῳ. Ὁ δὲ πάσχων τὸ μὲν πρῶτον ὡς ὑπὸ ψώρας τινὸς ἐρεθιζόμενος μετρίως ὀδαξᾶσθαι φιλοτιμεῖται, μεμιγμένην ἔχοντες τοῦ πάθους ἀλγηδόσι τὴν χαράν μετὰ δὲ ταῦτα Diod. ἀεὶ μᾶλλον τῶν ἐγγενομένων θηρίων εἰς τὴν ἐπιφάνειαν ἐκπιπτόντων, συνεκχεῖται πλῆθος ἰχῶρος λεπτοῦ, τὴν δριμύτητα παντελῶς ἔχοντος ἀνυπομόνητον. Διόπερ ὁ συνεχόμενος τῷ πάθει βιαιότερον ἀμύττει τοῖς ὄνυξι, στεναγμοὺς μεγάλους προϊέμενος. Κατὰ δὲ τὰς τῶν χειρῶν ἐξελκώσεις τοσοῦτο πλῆθος ἐκπίπτει τῶν ἑρπετῶν, ὥστε μηδὲν ἀνύειν τοὺς ἀπολέγοντας, ὡς ἂν ἄλλων ἐπʼ ἄλλοις ἐκφαινομένων καθάπερ ἔκ τινος ἀγγείου πολλαχῶς κατατετρημένου. Οὗτοι μὲν οὖν εἰς τοιαύτην διάλυσιν τοῦ σώματος καταστρέφουσι τὸν βίον δυστυχῶς, εἴτε διὰ τὴν ἰδιότητα τῆς τροφῆς εἴτε διὰ τὸν ἀέρα τοιαύτης τυγχάνοντες περιπετείας.
59. Ὅτι τῶν ἀκριδοφάγων, φησίν, ἀστυγείτων χώρα πολλὴ καὶ νομὰς ἔχουσα ποικιλία διαφερούσας, ἔρημος δὲ τελέως καὶ πᾶσι τοῖς περιοίκοις ἄβατος, οὐκ ἀπʼ ἀρχῆς σπανίσασα ἀνθρωπίνου γένους, ἀλλʼ ὑπὸ πλήθους ἀπίστου σκορπίων καὶ φαλαγγίων, ἂς τετρα- Phot. γνάθους ὀνομάζουσιν ἔνιοι. Τοῦτο γὰρ τὸ φῦλον ἔκ τινος ἐπομβρίας λέγουσιν ἐπιπολάσαι, καὶ τῶν ἐνοικούντως πρὸς τὸ κακὸν ἀντισχεῖν οὐ δυναμένων, ἀλλὰ φυγῇ τῶν ἐκπεσόντων τοῦ ὀλέθρου τὴν σωτηρίαν ἀντὶ τῆς πατρίδος ἑλομένων, ἔρημον ἐξ ἐκείνου γένους ἀνθρώπων τὴν χώραν ὑπολειφθῆναι. Καὶ μυῶν δὲ πλῆθος ἀρουραίων, ὡς τοῖς περὶ Ἰταλίαν, καὶ στρουθοὶ τὰ σπέρματα κατεσθίοντες, ὡς περὶ Μηδίαν, καὶ βάτραχοι, ὃ γέγονε περὶ τοὺς Αὐταριάτας· καὶ ὑπὸ λεόντων ἐπιπολασάντων πόλεις μετανέστησαν, ὡς ἐπὶ Λιβύης· καὶ πολλὰ ἄλλα ἀνέλπιστα πάθη καταλαβόντα πολλὰς χώρας τῶν οἰκητόρων ἐξηρήμωσαν. 59. Τῷ δὲ ἔθνει τούτῳ χώρα παρήκει κατὰ τὸ μέγεθος πολλὴ καὶ κατὰ τὰς τῆς νομῆς ποικιλίας ἀγαθή· ἔρημος δʼ ἐστὶ καὶ παντελῶς ἄβατος, οὐκ ἀπ᾿ ἀρχῆς σπανέζουσα τοῦ γένους τῶν ἀνθρώπων, ἀλλʼ ἐν τοῖς ὕστερον χρόνοις ἔκ τινος ἐπομβρίας ἀκαίρου πλῆθος φαλαγγέων καὶ σκορπίων ἐξενέγκασα. Τοσοῦτο γὰρ ἱστοροῦσιν ἐπιπολάσαι τῶν εἰρημένων θηρίων πλῆθος, ὥστε τοὺς κατοικοῦντας ἀνθρώπους τὸ μὲν πρῶτον παν- Diod. δημεὶ κτείνειν πᾶν τὸ τῇ φύσει πολέμιον· ἀπεριγενήτου δὲ τοῦ πάθους ὄντος καὶ τῶν δηγμάτων ὀξεῖς τοῖς πληγεῖσι θανάτους ἐπιφερόντων, ἀπογνόντας τὴν πάτριον γῆν τε καὶ δίαιταν φυγεῖν ἐκ τῶν τόπων. Οὐ χρὴ δὲ θαυμάζειν οὐδὲ ἀπιστεῖν τοῖς λεγομένοις, πολλὰ τούτων παραδοξότερα κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότα διὰ τῆς ἀληθοῦς ἱστορίας παρειληφότας. Περὶ γὰρ τὴν Ἰταλίαν μυῶν πλῆθος ἀρουραίων ἐγγενηθὲν τοῖς πεδίοις ἐξέβαλέ τινας ἐκ τῆς πατρίου χώρας, κατὰ δὲ τὴν Μηδίαν ἐπιπολάσαντες ἀμύθητοι στρουθοὶ καὶ τὰ σπέρματα τῶν ἀνθρώπων ἀφανίσαντες ἠνάγκασαν εἰς ἑτερογενεῖς τόπους μεταστῆναι, τοὺς δὲ καλουμένους Αὐταριάτας βάτραχοι τὴν ἀρχέγονον σύστασιν ἐν τοῖς νέφεσι λαμβάνοντς καὶ πίπτοντες ἀντὶ τῆς συνήθους ψεκάδος ἐβιάσαντο τὰς πατρίδας καταλιπεῖν καὶ καταφυγεῖν εἰς τοῦτον τὸν τόπον ἐν νῦν καθίδρυνται. Καὶ μὴν τίς οὐχ ἱστόρησεν Ἡρακλεῖ τῶν ὑπὲμ τῆς ἀθανασίας ἄθλων συντελεσθέντων ἕνα καταριθμούμενον καθʼ ὃν ἐξήλασεν ἐκ τῆς Στυμφαλίδος λίμνης τὸ πλῆθος τῶν ἐπιπολασάντων ὀρνίθων ἐν αὐτῇ; ἀνάστατοι δὲ κατὰ τὴν Λιβύην πόλεις τινές ἐγένοντο πλήθους λεόντων ἐπελθόντος ἐκ τῆς ἐρήμου. Ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ἀπίστως διὰ τὸ παράδοξον πρὸς τὰς ἱστορίας διακειμένους πάλιν δὲ ἐπὶ τὰ συνεχῆ τοῖς προειρημένοις μεταβησόμεθα.
Phot.60. Ὅτι ὕστατοι, φησί, τῶν πρὸς μεσημβρίαν οἰκούντων εἰσὶν οὓς Ἕλληνες μὲν Κυναμολγοὺς καλοῦσιν, οἱ δʼ ἀστυγείτονες, ὡς ἄν τις εἴποι, Ἀγρίους βαρβάρους. Οὗτοι κομῆται μέν εἰσι καὶ πώγωνας φέρουσιν ἐξαισίους, κύνας δὲ τρέφουσι πολλοὺς καὶ μεγάλους, ὁμοίως τοῖς Ὑρκανοῖς· καὶ τοὺς ἐπιφοιτῶντας αὐτῶν τὴν χώραν Ἰνδικοὺς βόας διʼ αὐτῶν θηρῶσι, πλῆθος ἐπιφαινομένους ἀμύθητον, ἀπὸ τροπῶν θερινῶν ἕως μέσου Phot. χειμῶνος· εἶτα καὶ τὰς τῶν κυνῶν θηλείας ἀμέλγοντες τῷ γάλακτι τρέφονται, καὶ ἐξ ἄλλων δὲ θήρας ζῴων. Καὶ τὰ μὲν τελευταῖα τῶν πρὸς μεσημβρίαν τοιαῦτα. Diod. 60. Τὰς δʼ ἐσχατιὰς τῶν πρὸς μεσημβρίαν μερῶν κατοικοῦσιν ἄνδρες ὑπὸ μὲν τῶν Ἐλλήνων καλούμενοι Κυναμολγοὶ, κατὰ δὲ τὴν τῶν πλησιοχώρων βαρβάρων διάλεκτον Ἄγριοι. Οὗτοι δὲ πώγωνας μὲν φέρουσι παμμεγέθεις, κυνῶν δὲ τρέφουσιν ἀγρίων ἀγέλας πρὸς τὴν τοῦ βίου χρείαν εὐθέτους. Ἀπὸ γὰρ τῶν πρώτων τροπῶν τῶν θερινῶν μέχρι μέσου χειμῶνος Ἰνδικοὶ βόες ἀμύθητοι τὸ πλῆθος ἐπιφοιτῶσιν αὐτῶν τὴν χώραν, ἀδήλου τῆς αἰτίας οὔσης· οὐδεὶς γὰρ οἶδεν, εἴθ᾿ ὑπὸ ζῴων πολλῶν καὶ σαρκοφάγων πολεμούμενοι φεύγουσιν, εἴτε διʼ ἔνδειαν τροφῆς ἐκλείποντες τοὺς οἰκείους τόπους εἴτε διʼ ἄλλην περιπέτειαν, ἣν ἡ μὲν πάντα τὰ παράδοξα γεννῶσα φύσις κατασκευάζει, τὸ δὲ τῶν ἀνθρώπων γένος ἀδυνατεῖ τῷ νῷ συνιδεῖν. Οὐ μὴν ἀλλὰ τοῦ πλήθους οὐ κατισχύοντες διʼ ἑαυτῶν περιγενέσθαι τοὺς κύνας ἐπαφιᾶσι, καὶ μετὰ τούτων ποιούμενοι τὴν θήραν πολλὰ πάνυ τῶν ζῴων χειροῦνται τῶν δὲ ληφθέντων ἃ μὲν πρόσφατα κατεσθίουσιν, ἃ δὲ εἰς ἅλας συντιθέντες ἀποθησαυρίζουσι. Πολλὰ δὲ καὶ τῶν ἄλλων ζῴων διὰ τῆς τῶν κυνῶν ἀλκῆς θηρεύοντες ἀπὸ κρεοφαγίας τὸν βίον ἔχουσι. Τὰ μὲν οὖν τελευταῖα γένη τῶν πρὸς μεσημβρίαν οἰκούντων ἐν μορφαῖς ἀνθρώπων τὸν βίον ἔχει θηριώδη· λείπεται δὲ διελθεῖν Diod. ὑπὲρ δύο ἐθνῶν, τῶν τε Αἰθιόπων καὶ τῶν Τρωγλοδυτῶν. Ἀλλὰ περὶ μὲν Αἰθιόπων ἀναγεγράφαμεν ἐν ἄλλοις, περὶ δὲ τῶν Τρωγλοδυτῶν νῦν ἐροῦμεν.
61. Τὰ δὲ κατὰ τοὺς Τρωγλοδύτας τοιαῦτα. Τὸ μὲν γένος τῆς συστάσεως τυραννὶς, αἱ δὲ γυναῖκες κοιναὶ καὶ οἱ παῖδες· μόνῃ δʼ οὐκ ἔξεστι πλησιάσαι τῇ τοῦ τυράννου· τῷ δὲ τολμήσαντι πρόβατον καταθέσθαι τὸ ἐπιτίμιον δίδοται. Ἡ δὲ ἀναστροφή αὐτῶν· τὸν μὲν παρʼ αὐτοῖς χειμῶνα (ἔστι δʼ οὗτος ὑπὸ τοὺς ἐτησίας) πᾶσαν αὐτῶν τοῦ θεοῦ τὴν χώραν ὕδασι λάβροις ἐπέχοντος, ἀφʼ αἵματος καὶ γάλακτος ζῶσιν, εἰς ταὐτὸ μάξαντες καὶ κυλίσαντες ἐν ἀγγείοις εἰκῇ πεπυρωμένοις. Ἐπὰν δὲ ἐπιστῇ τὸ θέρος, ἐν τοῖς τελματώδεσιν ἀναστρέφονται χωρίοις, μαχόμενοι πρὸς ἀλλήλους περὶ τοῦ χιλώματος. Καὶ τὰ πρεσβύτερα τῶν βο- Phot. σκημάτων καὶ νοσοῦντα δαπανῶσι, διὰ τῶν μαγείρων ταῦτα κτείνοντες, οὓς καλοῦσιν ἀκαθάρτους. Οὗτοι ἀνθρώπων μὲν οὐδενὶ περιτιθέασι τὴν τῶν γονέων κλῆσιν, ταύρῳ δὲ καὶ βοῒ, τὸν μὲν πατέρα καλοῦντες, τὴν δὲ μητέρα, ὡσαύτως κριῷ τε καὶ προβάτῳ, διὰ τὸ λαμβάνειν τὴν τροφήν τὴν καθʼ ἡμέραν οὐ παρὰ τῶν τοκέων, ἀλλὰ παῤ ἐκείνων. Οὗτοι καὶ ποτῷ, ὁ μὲν πολὺς ὄχλος ἀποβρέγματι παλιούρου χρῶνται· οἱ δὲ τύραννοι ἀπό τινος ἄνθους σκευασθέντος πίνουσι, παραπλησίου μοχθηρῷ γλυκεῖ. Γυμνοὶ δὲ τὸ ἄλλο σῶμα τυγχάνοντες τὰ ἰσχία δέρμασίν εἰσι διεζωσμένοι. Τὰ δὲ αἰδοῖα τοῖς μὲν ἄλλοις Τρωγλοδύταις ἐστὶν εἰθισμένον περιτέμνεσθαι, καθάπερ Αἰγυπτίους πάντας· τοὺς δ᾿ ὑπὸ τῶν Ἑλλήνων καλουμένους Κολοβοὺς πᾶν τὸ τοῖς λοιποῖς μέρος περιτομῆς τυγχάνον ξυροῖς ἀφαιρεῖν ἐστὶν ἔθος νηπίων ὄντων, ἐξ οὗ καὶ τὴν εἰρημένην κλῆσιν ἑαυτοῖς πεποίηνται. 61. Οἱ τοίνυν Τρωγλοδῦται προσαγορεύονται μὲν ὑπὸ τῶν Ἐλλήνων Νομάδες, βίον δʼ ἔχοντες ἀπὸ θρεμμάτων νομαδικὸν κατὰ συστήματα τυραννοῦνται, καὶ μετὰ τῶν τέκνων τὰς γυναῖκας ἔχουσι κοινὰς πλὴν μιᾶς τῆς τοῦ τυράννου· τὸν δὲ ταύτῃ πλησιάσαντα πρόστιμον ὁ δυνάστης πράττεται τεταγμένον ἀριθμὸν προβάτων. Κατὰ δὲ τὸν τῶν ἐτησίων καιρὸν γινομένων παῤ αὐτοῖς ὄμβρων μεγάλων, ἀφʼ αἵματος καὶ γάλακτος διατρέφονται, μίσγοντες ταῦτα καὶ βραχὺν χρόνον ἑψήσαντες. Μετὰ δὲ ταῦτα διὰ τὴν τῶν καυμάτων ὑπερβολὴν τῆς νομῆς ξηραινομένης, καταφεύγουσιν εἰς τοὺς ἑλώδεις τόπους, καὶ περὶ τῆς τῆς χώρας νομῆς πρὸς ἀλλήλους διαμάχονται. Τῶν δὲ βοσκημάτων τὰ πρεσβύτερα καὶ νοσεῖν ἀρχόμενα καταναλίσκοντες, ἀπὸ τούτων τὸν ἅπαντα χρόνον διατρέφονται. Διόπερ τὴν τῶν γονέων προσηγορίαν ἀνθρώπων μὲν οὐδενὶ προσάπτουσι, ταύρῳ δὲ καὶ βοῒ καὶ πάλιν κριῷ Diod. καὶ προβάτῳ· τούτων δὲ τοὺς μὲν πατέρας, τὰς δὲ μητέρας καλοῦσι διὰ τὸ πορίζεσθαι τὰς ἐφημέρους τροφὰς ἀεὶ παρὰ τούτων, ἀλλὰ μὴ παρὰ τῶν γεγεννηκότων. Ποτῷ δʼ οἱ μὲν ἰδιῶται συγχρῶνται παλιούρων βρέγματι, τοῖς δὲ δυνάσταις ἀπό τινος ἄνθους κατασκευάζεται πόμα παραπλήσιον τῷ χειρίστῳ παῤ ἡμῖν γλεύκει. Ταῖς δὲ ἀγέλαις τῶν θρεμμάτων ἐπακολουθοῦντες ἄλλην ἐξ ἄλλης χώραν ἐπιπορεύονται, φεύγοντες τὸ τοῖς αὐτοῖς τόποις ἐνδιατρίβειν. Καὶ γυμνοὶ μὲν εἰσι πάντες τὰ σώματα πλὴν τῶν ἰσχίων, ἃ δέρμασι σκεπάζουσι· τὰ δʼ αἰδοῖα πάντες οἱ Τρωγλοδῦται παραπλησίως τοῖς Αἰγυπτίοις περιτέμνονται πλὴν τῶν ἀπὸ τοῦ συμπτώματος ὀνομαζομένων κολοβῶν· οὗτοι γὰρ μόνοι τὴν ἐντὸς ταῶν στενῶν νεμόμενοι χώραν ἐκ νηπίου ξυροῖς ἀποτέμνονται πᾶν τὸ τοῖς ἄλλοις μέρος περιτομῆς τυγχάνον.
62. Ὅτι κέχρηται ὁ συγγραφεὺς, ἀττικιστὴς καίτοι ὢν, τῇ τῆς καμάρας λέξει.
63. Ὅτι οἱ Τρωγλοδύται περὶ τοὺς μετηλλαχότας, φησίν, οὕτω πράττουσι. Ταῖς ἐκ τῶν παλιούρων λύγοις τὸν αὐχένα πρὸς τὰ σκέλη συνέδησαν, εἶτα ἐπ᾿ ὄχθον ἐπιθέντες, βάλλουσι χειροπληθέσι λίθοις, τωθασμῷ χρώμενοι καὶ γέλωτι, ἕως ἀποκρύψωσι τοῦ Phot. τετελευτηκότος τὴν μορφήν· κἄπειτα ἄνωθεν ἐπιθέντες κέρας αἰγὸς, ἀπαθεῖς ἀπολύονται καὶ παντελῶς ἱλαροί. Οὕτω, φησί, ταῖς κηδείαις καταχρῶνται νουνεχῶς, εἴπερ μὴ λυπεῖν ἑαυτοὺς ἐπὶ τοῖς ἀλυπήτοις συνέσεως, σημεῖον. Τὰς δʼ ὑπὲρ τῆς ἀναφυομένης αἰφνιδίως νομῆς ἔχθρας τε καὶ μάχας καὶ πολέμους αὐτῶν πρὸς ἀλλήλους (οὐδὲ γὰρ ὑπὲρ ἄλλου τινὸς μάχονται), ἀλλʼ οὖν ταύτας αἱ πρεσβύτεραι γυναῖκες προπηδῶσαι διαλύουσι, κατὰ τὸ μέσον ἐλθοῦσαι, καὶ τοῖς πραΰνουσι λόγοις τοὺς θυμοὺς ἀνηρεθισμένους καταστέλλουσαι. Ὕπνῳ δὲ, φησίν, οὐ κατὰ τοὺς ἄλλους τῶν ἀνθρώπων χρῶνται, ἀλλὰ θρεμμάτων μὲν πλῆθος ἑαυτοῖς ἔχουσι συνεπόμενον, κώδωνας δὲ ἐξέδησαν ἐκ τῶν κεράτων τῶν ἀρρένων πάντων, ὅπως ὁ ἀπʼ αὐτῶν ψόφος διώκῃ τὰ θηρία· ἐπὰν δὲ νὺξ ἐπῇ, εἰς μάνδρας μὲν συνάγουσι τὴν λείαν, ἄνωθεν δὲ ἐπιβάλλουσι ῥιποὺς ἐκ φοινίκων. Καὶ αἱ μὲν γυναῖκες μετὰ τῶν νηπίων τούτοις ἐπιβαίνουσιν, οἱ δὲ ἄνδρες πυρὰ κύκλῳ καίουσι, ᾄδοντες πατρίους τινὰς μύθους, καὶ τὸν ὕπνον οὕτω παρωθοῦνται, ἐν πολλοῖς τῆς μελέτης διὰ τἀναγκαῖον τὴν φύσιν νικώσης. Ἐπὰν δέ τινες, τοῦ πᾶσιν ὀφειλομένου γήρους βαρύνοντος, μηκέτι δύνωνται ταῖς ποίμναις ἐπακολουθεῖν, περιθέντες βοὸς οὐρὰν περὶ τὸν αὐχένα τὸν αὐτῶν, καὶ τὸν ὀπίσω τοῦ τραχήλου δεσμὸν εὖ μάλα Phot. περισφίγξαντες, ἀπολύουσι τοῦ βίου. Εἰ δέ τις αὐτῶν τὴν τελευτὴν ὑπερβάλλοι, παραστὰς ὁ θέλων ἄφνω, ὡς ἐπʼ εὐνοίᾳ τὸν ὄκνον ἀφαιρούμενος, νουθετῶν ἅμα τῷ λόγῳ τῆς ἀναστροφῆς, διὰ τῆς αὐτῆς ὁδοῦ παρέλυσεν. Οὐ τοὺς γηράσκοντας δὲ μόνον οὕτω τοῦ ζῆν ὑπεξάγουσιν, ἀλλὰ καὶ οὓς ἢ νόσος ἐπίμονος ἢ μελῶν τινος πήρωσις ἀχρήστους εἰς τὸ ταῖς ἀγέλαις παρασκευάσει συνέπεσθαι. 63. Ὁπλισμὸν δʼ ἔχουσι τῶν Τρωγλοδυ τῶν οἱ μὲν ὀνομαζόμενοι Μεγαβαρεῖς κυκλοτερεῖς ὠμοβοΐνας ἀσπίδας καὶ ῥόπαλον τύλους ἔχον περισιδήρους, οἱ δὲ ἄλλοι τόξα καὶ λόγχας. Ταφαῖς δὲ παντελῶς ἐξηλλαγμέναις ἐπιχωριάζουσι· τοῖς γὰρ τῶν παλιούρων λύ- Diod.γοις δήσαντες τῶν τετελευτηκότων τὰ σώματα προσάπτουσι τὸν αὐχένα τοῖς σκέλεσι· θέντες δὲ τὸν νεκρὸν ἐπί τινος ἀναστήματος βάλλουσι λίθοις χειροπληθέσι γελῶντες, μέχρι ἂν ὅτου τοῖς λίθοις περιχώσαντες ἀποκρύψωσι τὰ σώματα· τὸ δὲ τελευταῖον αἰγὸς κέρας ἐπιθέντες ἀπολύονται, συμπάθειαν οὐδεμίαν λαμβάνοντες. Πολεμοῦσι δὲ πρὸς ἀλλήλους οὐχ ὁμοίως τοῖς Ἕλλησιν ὑπὲρ γῆς ἤ τινων ἄλλων ἐγκλημάτων, ἀλλʼ ὑπὲρ τῆς ἐπιγινομένης ἀεὶ νομῆς. Ἐν δὲ ταῖς φιλονεικίαις τὸ μὲν πρῶτον ἀλλήλους τοῖς λίθοις βάλλουσι, μέχρι ἄν τινες τρωθῶσι, καὶ τὸ λοιπὸν ἐπὶ τὸν τῶν τόξων ἀγῶνα καταντῶσι. Πολλοὶ δὲ ἐν ἀκαρεῖ χρόνῳ τελευτῶσιν, ὡς ἂν εὐστόχως μὲν βαλλόντων διὰ τὴν ἐν τούτοις ἄθλησιν, τὸν δὲ σκοπὸν ἐχόντων γυμνὸν τῶν σκεπαστηρίων ὅπλων. Διαλύουσι δὲ τὴν μάχην τῶν γυναικῶν αἱ πρεσβύτεραι, προαλλόμεναι μὲν εἰς τὸ. μέσον, ἐντροπῆς δὲ τυγχάνουσαι· νόμιμον γάρ ἐστιν αὐτοῖς ταύτας κατὰ μηδένα τῶν τρόπων τύπτειν· ὅθεν ἅμα τῷ φανῆναι παύονται τοῦ τοξεύειν. Οἱ δὲ διὰ τὸ γῆρας οὐ δυνάμενοι ταῖς ποίμναις ἀκολουθεῖν βοὸς οὐρᾷ τὸν αὐχένα περισφίγξαντες ἑαυτῶν ἀπολύονται τοῦ ζῆν προθύμως· τοῦ δὲ τὸν θάνατον ἀναβαλλομένου Diod. τὴν ἐξουσίαν ὁ βουλόμενος ἔχει τὸν δεσμὸν ὡς ἐπʼ εὐνοίᾳ περιθεῖναι καὶ μετὰ νουθετήσεως στερῆσαι τοῦ ζῆν. Ὁμοίως δὲ νόμιμον αὐτοῖς ἐστι τοὺς πηρωθέντας ἢ νόσοις δυσιάτοις συνεχομένους ἐξάγειν ἐκ τοῦ ζῆν· μέγιστον γὰρ τῶν κακῶν ἡγοῦνται τὸ φιλοψυχεῖν τὸν μηδὲν ἄξιον τοῦ ζῆν πράττειν δυνάμενον. Διὸ καὶ πάντας ἰδεῖν ἔστι τοὺς Τρωγλοδύτας ἀρτίους μὲν τοῖς σώμασιν, ἰσχύοντας δʼ ἔτι ταῖς ἡλικίαις, ὡς ἂν μηδενὸς ὑπερβάλλοντος τὰ ἐξήκοντα ἔτη.
64. Ὅτι φησί, Τῆς ὅλης οἰκουμένης ἐν τέτταρσι κυκλιζομένης μέρεσιν, ἀνατολῆς λέγω, δύσεως, ἄρκτου καὶ μεσημβρίας, τὰ μὲν πρὸς ἐσπέραν ἐξείργασται Λύκος τε καὶ Τίμαιος, τὰ δὲ πρὸς ἀνατολὰς Ἑκαταῖος καὶ Βάσιλις, τὰ δὲ πρὸς τὰς ἄρκτους Διόφαντος καὶ Δημήτριος, τὰ δὲ πρὸς μεσημβρίαν, φορτικὸν, φησί, τὸ ἀληθὲς, ἡμεῖς.
65. Καὶ περὶ μὲν τῶν Τρωγλοδυτῶν ἱκανῶς εἰρήκαμεν· εἰ δέ τις τῶν ἀναγινωσκόντων διὰ τὸν ξενισμὸν καὶ τὸ παράδοξον τῶν ἀναγεγραμμένων βίων ἀπιστήσει ταῖς ἱστορίαις, θεὶς πρὸ τῆς διανοίας παῤ ἄλληλα τόν τε περὶ τὴν Σκυθίαν ἀέρα καὶ τὸν περὶ τὴν Τρωγλοδυτικὴν, καὶ τὰς ἐκατέρων διαφορὰς ἰδὼν, οὐκ ἀπιστήσει τοῖς ἱστορημένοις. Τοσαύτη γὰρ παραλλαγὴ τῶν παῤ ἡμῖν ἀέρων πρὸς τοὺς ἱστορημένους, ὥστε τὴν κατὰ μέρος διαφορὰν ἄπιστον εἶναι. Ὅπου μὲν γὰρ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους πήφνυνται μὲν οἱ μέγιστοι ποταμοῖ, στέγοντος τοῦ κρυστάλλου διαβάσεις στρατοπέδων καὶ ἀμαξῶν καταγόμων ἐφόδους, πήγνυται δὲ ὁ οἶνος καὶ τὰ λοιπὰ τῶν χυμῶν, ὥστε μαχαίραις ἀποτέμνεσθαι, καὶ τὰ τούτων θαυμασιώτερα, τὰ μὲν ἀκρωτήρια τῶν ἀνθρώπων τῆς ἐσθῆτος παρατριβούσης περιρρεῖ, τὰ δὲ ὄμματα ἀμαυροῦται, τὸ δὲ πῦρ ἀλεωρὰν οὐ ποιεῖ, καὶ χαλκοῖ μὲν ἀνδριάντες ῥήγνυνται, κατὰ δέ τινας καιροὺς διὰ τὴν πυκνότητα τῶν νεφῶν οὔτε ἀστραπὴν οὔτε βροντήν γίνεσθαι περὶ τοὺς τόπους φασί· πολλὰ δὲ καὶ ἄλλα τούτων παραδοξότερα συντελεῖται, τοῖς μὲν ἀγνοοῦσιν ἄπιστα, τοῖς δὲ πεῖραν εἰληφόσιν ἀνυπομόνητα. Περὶ δὲ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ Τρωγλοδυτικῆς διὰ τὴν ὑπερβολὴν τῆς ἀφʼ ἡλίου θερμασίας κατὰ τὸν τῆς μεσημβρίας καιρὸν Diod.οὐδὲ συνορᾶν ἀλλήλους οἱ παρεστῶτες δύνανται διὰ τὴν παχύτητα τῆς περὶ τὸν ἀέρα πυκνώσεως, χωρὶς δὲ ὑποδέσεως πάντες ἀδυνατοῦσι βαδίζειν, ὡς ἂν τοῖς ἀνυποδέτοις παραχρῆμα φλυκτίδων γινομένων. Κατὰ δὲ τὸ ποτὸν, ἐὰν μὴ τὴν ἔνδειαν ἑτοίμως ἀφαιρῆται, ταχέως τελευτῶσιν, ὡς ἂν τῆς θερμασίας τὴν τῶν ὑγρῶν ἐν τῷ σώματι φύσιν ὀξέως ἀναλισκούσης· πρὸς δὲ τούτοις, ὅταν τις εἰς χαλκοῦν ἀγγεῖον ἐμβαλὼν τῶν ἐδωδίμων ὁδηποτοῦν μεθʼ ὕδατος εἰς τὸν ἥλιον θῇ, ταχέως ἕψεται χωρὶς πυρὸς καὶ ξύλων.
Phot. 66. Ὅτι τοὺς τῶν ἀνθρώπων διαφορωτάτους βίους οὐ πολὺς διαμετρεῖ καὶ διορίζει τόπος. Ἐκ γὰρ τῆς Μαιώτιδος λίμνης πολλοὶ τῶν φορτιζομένων ἐν φορτηγοῖς ἀκάτοις δεκαταῖοι κατῆραν εἰς τὸν Ῥοδίων λιμένα, ἀφʼ ὧν ὑπὸ τὸν αὐτὸν καιρὸν τεταρταῖοι μὲν ἀφίκοντο εἰς τὴν Ἀλεξάνδρειαν, ἐκ δὲ ταύτης ἐναντίω τῷ ῥεύματι πλέοντες ἀνὰ τὸν ποταμὸν ἐν ἄλλαις δέκα παραγένοιντʼ ἂν οὐ χαλεπῶς εἰς Αἰθιοπίαν· ὥστε ἀπὸ τῆς ὑπερβολῆς τοῦ ψύχους εἰς ἄκραν τοῦ καύματος τὴν ἀκμὴν μὴ πλείους εἴκοσι γίνεσθαι καὶ πέντε τοῖς κομιζομένοις ἐνδελεχῶς ἡμέρας. Ἀλλʼ ὅμως, τοσαύτης φααεεαοr οὔσης τῆς τοπικῆς διαστάσεως, ἀνυπέρβλητον ἔχουσι πρὸς ἀλλήλους οἱ ἄνθρωποι τῶν τε βίων καὶ τῶν ἐθῶν καὶ τοῦ ἀέρος τὴν διαφορὰν, ὥστε μηδὲ πιστεύεσθαι παῤ ἑτέροις τὰ παῤ ἄλλοις συνήθη τε καὶ ὁμολογούμενα, μηδὲ στέγειν ὅλως δύνασθαι ὧν χωρὶς ἕτεροι οὐδὲ ζῆν ἂν ἕλοιντο. Οὕτως ἔχει τι φίλτρον μέγα πᾶσα συνήθεια καὶ νικᾷ τὴν ἀπὸ τοῦ περιέχοντος δυσχέρειαν ὁ χρόνος ὁ τὴν πρώτην δεξάμενος εἰς τὸν βίον ἡλικίαν. 66. Ἀλλʼ ὅμως οἱ κατοικοῦντες ἀμφοτέρας τὰς εἰρημένας χώρας οὐχ οἷον φεύγειν βούλονται τὴν ὑπερβολὴν τῶν συμβαινόντων αὐτοῖς κακῶν, ἀλλὰ καὶ τοὐναντίον ἑκουσίως προΐενται τὸ ζῆν ἕνεκα τοῦ μὴ βιασθῆναι διαίτης ἑτέρας καὶ βίου πειραθῆναι· οὕτως αὐτοφυὲς ἔχει τι φίλτρον πᾶσα συνήθης χώρα, καὶ περιγίνεται τῆς ἐκ τῶν ἀέρων κακοπαθείας ὁ χρόνος ὁ τὴν ἐκ νηπίου παραλαβὼν ἡλικίαν. Τὰς δὲ τηλικαύτας ἐπ᾿ ἀμφότερα διαφορὰς οὐ πολὺ διορίζει τόπου διάστημα· ἀπὸ γὰρ τῆς Μαιώτιδος λίμνης, ᾗ προσοικοῦσί τινες τῶν Σκυθῶν ἐν πάγει καὶ ψύχεσιν ὑπερβάλλουσι καθιδρυμένοι, πολλοὶ τῶν πλοϊζομένων οὐριοδρομούσαις ναυσὶ φορτίσιν εἰς μὲν Ῥόδον δεκαταῖοι καταπεπλεύκασιν, ἐξ ἧς εἰς μὲν Ἀλεξάνδρειαν τεταρταῖοι καταντῶσιν, ἐκ δὲ ταύτης κατὰ τὸν Νεῖλον πλέοντες πολλοὶ δεκαταῖοι κατηντήκασιν εἰς Αἰθιοπίαν, ὥστε ἀπὸ τῶν κατεψυγμένων μερῶν τῆς οἰκουμένης ἐπὶ τὰ θερμότατα μέρη μὴ πλεῖον εἴκοσι καὶ τεττάρων ἡμερῶν εἶναι τὸν πλοῦν τοῖς κατὰ τὸ συνεχὲς κομιζομένοις. Διόπερ τῆς διαφορᾶς τῆς ταῶν ἀέρων ἐν ὀλίγῳ διαστήματι μεγαλῆς οὔσης, οὐδὲν παράδοξον καὶ τὴν δίαιταν καὶ τοὺς βίους, ἔτι δὲ τὰ σώματα πολὺ διαλλάττειν τῶν παῤ ἡμῖν.
Diod. 67. Ἐπεὶ δὲ τῶν ἐθνῶν καὶ βίων τὰ κεφάλαια τῶν δοκούντων εἶναι παραδόξων διεληλύθαμεν, περὶ τῶν ὄντων θηρίων κατὰ τὰς ὑποκειμένας χώρας ἐν μέρει διέξιμεν.
Phot.68, Ὅτι οἱ κατὰ τὴν Ἀραβίαν λέοντες, φησί, ψιλότεροι μέν εἰσι καὶ θρασύτεροι, τῷ χρώματι δὲ ὁμαλοὶ, καθάπερ οἱ γινόμενοι περὶ τὴν Βαβυλωνίαν, οὕτω δὲ τοῖς τριχώμασι στίλβοντες ὥστε ἀπὸ τῶν αὐχένων ξανθότητα ἀπολάμπειν χρυσῷ παραπλησίαν. 69 Τῶν δὲ καλουμένων μυρμήκων οἱ μὲν πλεῖστοι κατὰ τὴν ἰδέαν τῶν λοιπῶν οὐδὲν παραλλάττουσι, τὴν δὲ τῶν αἰδοίων φύσιν ἀπεστραμμένην ἔχουσιν, ἐναντίαν τοῖς ἄλλοις.
70. Ὅτι αἱ παρδάλεις οὐκ εἰσὶ καθάπερ ἐν τοῖς τόποις τοῖς περὶ Καρίαν καὶ Λυκίαν, μακραὶ δὲ τῷ σώματι, καὶ κακοπαθεῖν ἐν τραύμασι καὶ πόνοις δυνάμεναι πολὺ μᾶλλον· τῇ δὲ ἀλκῇ τοσοῦτον διαφέρουσι τῶν ἄλλων, ὅσον ἄγριον ἡμέρου.
71. Ὅτι ὁ ῥινόκερως ἐλέφαντος μὲν οὐ λείπεται, τῷ δὲ ὕψει καταδεέστερος ὑπάρχει. Χρῶμα δὲ ἔχει πύξῳ παρεμφερὲς εὐτελεῖ, καὶ τὴν ἁφὴν τοῦ δέρματος. Σιμὸν δὲ ἐπʼ ἅκρων φορεῖ τῶν μυκτήρων κέρας, σιδήρῳ τὴν βίαν παραπλήσιον· ὃ τὸν μὲν ἄλλον χρόνον, πρὸς ἣν ἂν πέτραν παραγένηται, θήγει προσβαλὼν τὰ Phot. στέρνα, συμπεσὼν δὲ ἐλέφαντι (τούτῳ γὰρ τὸν πάντα περὶ τῆς νομῆς διαμιλλᾶται βίον) ὑποδὺς τὴν κοιλίαν καὶ τῷ κέρατι τὸ κύκλωμα τῆς σαρκὸς ἀναρρήξας ἔξαιμον εὐθὺς ποιεῖ· καὶ πλείστους ἐστὶν ἐλέφαντας ἰδεῖν οὕτω τετελευτηκότας. Ἂν μέντοι συμβῇ τῷ ῥινοκέρωτι τῆς κοιλίας μὴ ἅψασθαι, τοὐναντίον αὐτὸς ὑπὸ τῆς προβοσκίδος καὶ τῶν ὀδόντων τυπτόμενος πολλαχῶς ἐξαδυνατεῖ καὶ παραλύεται, μεγάλης ὑπαρχούσης κατὰ τὴν ἰσχὺν καὶ βίαν τῆς παραλλαγῆς. 71. Ἔστι γὰρ ζῷον ὃ καλεῖται μὲν ἀπὸ τοῦ συμβεβηκότος ῥινόκερως, ἀκλῇ δὲ καὶ βίᾳ παραπλήσιον ἐλέφαντι, τῷ δὲ ὕψει ταπεινότερον. Τὴν μὲν δορὰν ἰσχυροτάτην ἔχει, τὴν δὲ χρόαν πυξοειδῆ· ἐπὶ δʼ ἄκρων τῶν μυκτήρων φέρει κέρας τῷ τύπῳ σιμὸν, τῇ δὲ στερεότητι σιδήρῳ παρεμφερές. Τοῦτο περὶ τῆς νομῆς Diod. ἀεὶ διαφερόμενον ἐλέφαντι, τὸ μὲν κέρας πρός τινα τῶν μειζόνων πετρῶν θήγει, συμπεσὸν δʼ εἰς μάχην τῷ προειρημένῳ θηρίῳ καὶ ὑποδῦνον ὑπὸ τὴν κοιλίαν ἀναρρήττει τῷ κέρατι καθάπερ ξίφει τὴν σάρκα· τῷ δὲ τοιούτῳ τρόπῳ τῆς μάχης χρώμενον ἔξαιμα ποιεῖ τὰ θηρία καὶ πολλὰ διαφθείρει. Ὅταν δὲ ὁ ἐλέφας φθάσας τὴν ὑπὸ τὴν κοιλίαν ὑπόδυσιν τῇ προβοσκίδι προκαταλάβηται τὸν ῥινόκερων, περιγίνεται ῥᾳδίως τύπτων τοῖς ὀδοῦσι καὶ τῇ βίᾳ πλέον ἰσχύων.
72. Ὅτι παρὰ τοῖς Τρωγλοδύταις ἐστὶν καὶ ἡ λεγομένη παῤ Ἕλλησι καμηλοπάρδαλις, σύνθετον τρόπον τινὰ κατὰ τὴν κλῆσιν καὶ τὴν φύσιν λαχοῦσα. Τὴν μὲν γὰρ ποικιλίαν ἔχει παρδάλεως, τὸ μέγεθος δὲ καμήλου, τὸ πάχος δὲ ὑπερφυές, τὸν δὲ αὐχένα τοιοῦτον ὥστε ἀπʼ ἄκρων ἀμέλγεσθαι τῶν δένδρων τὴν τροφήν.
73. Ὅτι αἱ σφίγγες, φησί, καὶ οἱ κυνοκέφαλοι καὶ κῆποι παραπέμπονται εἰς τὴν Ἀλεξάνδρειαν ἐκ τῆς Τρωγλοδυτικῆς καὶ τῆς Αἰθιοπίας. Εἰσὶ δὲ αἱ μὲν σφίγγες ταῖς γραφομέναις παρόμοιαι, πλὴν ὅτι πᾶσαι δασεῖαι καὶ ταῖς ψυχαῖς ἥμεροι καὶ πρᾷοι· καὶ πανουργίας κοινωνοῦσι πλείστης, διδασκαλίας τε μεθοδευτικῆς ἐπὶ ποσὸν ἅπτονται, ὥστε τὴν εὐρυθμίαν ἐν πᾶσι θαυμάζειν. 73. Αἱ δὲ σφίγγες γίνονται μὲν περί τε τὴν Τρωγλοδυτικήν καὶ τὴν Αἰθιοπίαν, ταῖς δὲ μορφαῖς ὑπάρχουσιν οὐκ ἀνόμοιοι ταῖς γραφομέναις, μόνον δὲ ταῖς δασύτησι διαλλάττουσι· τὰς δὲ ψυχὰς ἡμέρους ἔχουσαι καὶ πανούργους ἐπὶ πλεῖον καὶ διδασκαλίαν μεθοδικήν ἐπιδέχονται.
Phot. 74. Ὁ δὲ κυνοκέφαλος τὸ μὲν σῶμα ἀνθρώπου δυσειδοῦς ὑπογράφει, τὸ πρόσωπον δὲ κυνός· φωνὴν δὲ ἀφίησι μυγμῷ παραπλησίαν· ἄγριον δὲ ὑπερβολῇ καὶ τελείως ἀτιθάσευτον, καὶ τὴν ὄψιν ἐμφαῖνον ἀπό τε τῶν ὀφρύων καὶ τῶν ὀμμάτων αὐστηράν. Περὶ μὲν τὸν ἄρρενα ταῦτα· τῷ δὲ θήλει πρόσκειται καὶ τὸ τὴν μήτραν ἔξω τοῦ σώματος φορεῖν καὶ οὕτω διάγεσθαι πάντα τὸν βίον. Diod. 74. Οἱ δʼ ὀνομαζόμενοι κυνοκέφαλοι τοῖς μὲν σώμασιν ἀνθρώποις δυσειδέσι παρεμφερεῖς εἰσι, ταῖς δὲ φωναῖς μυγμοὺς ἀνθρωπίνους προΐενται· ἀγριώτατα δὲ ταῦτα τὰ ζῷα καὶ παντελῶς ἀτιθάσευτα καθεστῶτα τὴν ἀπὸ τῶν ὀφρύων πρόσοψιν αὐστηροτέραν ἔχει. Ταῖς δὲ θηλείαις ἰδιώτατον συμβαίνει τὸ τὴν μήτραν ἐκτὸς τοῦ σώματος φέρειν ἅπαντα τὸν χρόνον.
75. Ὁ δὲ κῆπος ἔχει τὸ μὲν πρόσωπον λέοντι παραπλήσιον, τὸ δὲ σῶμα πάνθηρι, τὸ δὲ μέγεθος δορκάδι, κατὰ τὴν ποικιλίαν καὶ τὴν προσηγορίαν λαβών. 75. Ὁ δὲ λεγόμενος κῆπος ὠνόμασται μὲν ἀπὸ τῆς περὶ ὅλον τὸν ὄγκον ὡραίας καὶ προσηνοῦς ἡλικίας, τὸ δὲ πρόσωπον ἔχων ὅμοιον λέοντι, τὸ λοιπὸν σῶμα φέρει πάνθηρι παραπλήσιον, πλὴν τοῦ μεγέθους, ὃ παρισοῦται δορκάδι.
76. Πάντων δὲ τῶν εἰρημένων ἀγριώτατον καὶ δυσκατεργαστότατον τὸ τῶν ταύρων τῶν σαρκοφάγων γένος· ὃ τῷ μεγέθει μὲν ὑπάρχει τῶν ἡμέρων ἁδρότερον, τάχει δὲ ὑπερβάλλον, πυρρὸν δὲ ἐξαισίως. Καὶ τὸ μὲν στόμα μέχρι τῶν ὤτων αὐτοῦ διέστηκεν, ὄμμα δὲ ὑποφαίνει γλαυκότερον λέοντος. Τὰ δὲ κέρατα τὸν μὲν ἄλλον χρόνον τοῖς ὠσὶ παραπλησίως κινεῖ, μάχῃ δὲ χρώμενον ἵστησιν ἀραρότως. Τὴν δʼ ἐπαγωγήν τῆς τριχὸς ἐναντίαν ἔχει τοῖς ἄλλοις. Τοῦτο δὲ τοῖς τε Phot. ἀλκιμωτάτοις ἐπιτίθεται, καὶ κυνηγεῖ τὰ λοιπὰ τῶν ζῴων, καὶ τὰς ποίμνας τῶν ἐπιχωρίων μάλιστα κακοποιεῖ, καὶ μόνον ἐστὶν ἄτρωτον λόγχῃ καὶ τόξῳ. Διὸ καὶ ποιῆσαι μὲν ὑποχείριον οὐδεὶς πολλῶν ἐπιβεβλημένων κατίσχυσε, τὸ δʼ εἰς ὄρυγμα ἐμπεσὸν ἤ τινα δόλον τούτῳ παραπλήσιον ὑπὸ τοῦ θυμοῦ συντόμως γίνεται περιπνιγές. Καὶ τὸ μὲν θηρίον εἰκότως κρίνεται καὶ παρὰ Τρωγλοδύταις ἀλκὴν μὲν ἔχειν λέοντος, τάχος δὲ ἵππου, ῥώμην δὲ ταύρου, σιδήρῳ δὲ οὐχ ὑπεῖκον. 76. Πάντων δὲ τῶν εἰρημένων ζῴων ὁ σαρκοφάγος ταῦρος ἀγριώτατός ἐστι καὶ παντελῶς δυσκαταμάχητος. Τῷ μὲν γὰρ ὄγκῳ τοῦτο μεῖζόν ἐστι τῶν ἡμέρων ταύρων, ὀξύτητι δὲ ποδῶν οὐ λειπόμενον ἵππου, τῷ στόματι δὲ διεστηκὸς ἄχρι τῶν ὀμμάτων· τὸ δὲ χρῶμα πυρρὸν ἔχει καθʼ ὑπερβολὴν, καὶ τὰ μὲν ὄμματα γλαυκότερα λέοντος καὶ τὰς νύκτας ἀστράπτοντα, τὰ δὲ κέρατα φύσεως ἰδιοτρόπου κοινωνοῦντα· τὸν μὲν γὰρ Diod. ἄλλον χρόνον αὐτὰ κινεῖ παραπλησίως τοῖς ὠσὶ, κατὰ δὲ τὰς μάχας ἵστησιν ἀραρότως. Τὴν δὲ τῆς τριχὸς ἐπαγωγὴν ἔχει τοῖς ἄλλοις ζῴοις ἐναντίαν. Ἔστι δὲ τὸ θηρίον ἀλκῇ τε καὶ δυνάμει διάφορον, ὡς ἂν ἐπιτιθέμενον τοῖς ἀλκιμωτάτοις τῶν ζῴων καὶ τὴν τροφὴν ἔχον ἐκ τῆς τῶν χειρωθέντων σαρκοφαγίας. Διαφθείρει δὲ καὶ τὰς ποίμνας τῶν ἐγχωρίων, καὶ καταπληκτικῶς ἀγωνίζεται πρὸς ὅλα συστήματα τῶν ποιμένων καὶ κυνῶν ἀγέλας. Λέγεται δὲ καὶ τὸ δέρμα ἄτρωτον ἔχειν· πολλῶν γοῦν ἐπιβεβλημένων λαβεῖν ὑποχείριον μηδένα κατισχυκέναι. Τὸ δʼ εἰς ὄρυγμα πεσὸν ἢ διʼ ἄλλης ἀπάτης χειρωθέν ὑπὸ τοῦ θυμοῦ γίνεται περιπνιγὲς, καὶ τῆς ἐλευθερίας οὐδαμῶς ἀλλάττεται τὴν ἐν τῷ τιθασεύεσθαι φιλανθρωπίαν. Διόπερ εἰκότως οἱ Τρωγλοδῦται τοῦτο τὸ θηρίον κράτιστον κρίνουσιν, ὡς ἂν τῆς φύσεως αὐτῷ δεδωρημένης ἀλκὴν μὲν λέοντος, ἵππου δὲ τάχος, ῥώμην δὲ ταύρου, τῆς δὲ πάντων κρατίστης σιδήρου φύσεως οὐχ ἡττώμενον.
77. Ὅτι ὁ κατὰ τὴν Αἰθιοπίαν ὀνομαζόμενος κροκόττας ἐστὶ μὲν ὡς ἐκ λύκου καὶ κυνὸς σύνθετον, ἀμφοῖν δὲ ἀγριώτερον, καὶ πολλῷ βαρύτερον ἀπό τε τοῦ προσώπου καὶ τῶν ἄκρων ποδῶν, ἀλκῇ δὲ θαυμαστὸν, ὀδοῦσι δὲ καὶ κοιλίᾳ δυνατώτατον τῶν ἄλλων. Καὶ Phot. γὰρ κατάγνυσιν εὐπόρως πᾶν ὀστοῦ γένος, καὶ τὸ διαιρεθὲν εὐθέως δεδαπάνηται, καὶ περὶ τὰς πέψεις ἀδιήγητον. Τοῦτο δὲ καὶ μιμεῖσθαί τινες τὴν ἀνθρωπίνην διάλεκτον διηγούμενοι ἡμᾶς μὲν οὐ πείθουσιν· ἐκεῖνοι δὲ καὶ τοῦτο προστιθέασιν ὡς καὶ ἐξ ὀνόματος κατὰ τὰς νύκτας καλοῦντες, τοὺς δὲ ὡς ἐπʼ ἀνθρώπου φωνῇ προσιόντας, οἱ δὲ ἀθρόον ἐπεισπίπτοντες; κατεσθίουσιν. 77. Ὁ δὲ λεγόμενος παῤ Αἰθίοψι κροκόττας μεμιγμένην μὲν ἔχει φύσιν κυνὸς καὶ λύκου, τὴν δὲ ἀγριότητα Diod. φοβερωτέραν ἀμφοτέρων, τοῖς δὲ ὀδοῦσι πάντων ὑπεράγει· πᾶν γὰρ ὀστῶν μέγεθος συντρίβει ῥᾳδίως, καὶ τὸ καταποθὲν διὰ τῆς κοιλίας πέττει παραδόξως. Τοῦτο δὲ τὸ ζῷον τῶν ψευδῶς παραδοξολογούντων ἱστοροῦντες ἔνιοι μιμεῖσθαι τὴν τῶν ἀνθρώπων διάλεκτον ἀποφη νάμενοι ἡμᾶς μὲν οὐ πείθουσιν.
78. Ὅτι ὄφεων, φησί, λέγεται μεγέθη παράδοξα ἐν τοῖς τόποις εἶναι καὶ γένη θαυμαστὰ, καὶ πάντα ἀπὸ κυνηγίας ἔχοντα τὸν βίον· τῶν μέντοι ὑπὸ τὴν ἡμετέραν, φησίν, ὄψιν πεπτωκότων ὁ μέγιστος πέφηνε πηχῶν τριάκοντα. Γίνεται δὲ, φησί, πᾶς ὄφις, καὶ ὁ μέγιστος, χειροήθης, ἐνδείᾳ τῶν ἀναγκαίων πιεζόμενός τε καὶ κακουχούμενος. Καὶ γὰρ καὶ ὃν ἰδεῖν ἐκεῖνός φη σιν, ὅτι ὅτε τῆς τροφῆς ἀπορία προκειμένης συνεχῶς ἅμα τὸν θυμὸν ἐταπείνου καὶ τροφῆς ὄρεξιν ἐνεποίει Phot. σφοδροτέραν, τηνικαῦτα ἐντὸς τοῦ πλέγματος περιβαλόντες ἱερεῖα πρὸς τὴν ἐπιθυμίαν, οὕτω παρεσκεύασαν χειροήθη καὶ πρᾷον τὸν ἄγριον, ὥστε μηθὲν τῶν ἄλλων Phot. νομίζειν μήτε ἡμερώτερον μήτε φοβερώτερον εἰκότως, οἶμαι, τοῖς ὑποχειρίοις τῶν ζῴων τούτου συναντῶντος· τὸ μὲν γὰρ ἀντιβαῖνον κακουχεῖται, τὸ δὲ συγχωροῦν τρέφεται. Πᾶν δὲ θηρίον διδάσκεται σωφρονεῖν οὐ Phot. λόγῳ τὴν ἐκδοχὴν τοῦ κρείττονος μανθάνον, παραπεπλεγμένης δʼ ἐναλλὰξ τῷ πάθει τῆς μνήμης. 78. Ὄφεων δὲ γένη παντοδαπὰ καὶ τοῖς μεγέθεσιν ἄπιστα θεωρεῖσθαί φασιν οἱ τὴν πλησίον τῆς ἐρήμου καὶ θηριώδους κατοικοῦντες· ἑκατὸν γὰρ πηχῶν τὸ μῆκος ἑωρακέναι τινὲς ἀποφαινόμενοι δικαίως ἂν οὐχ ὑφʼ ἡμῶν μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ἀπάντων ψευδολογεῖν ὑποληφθείησαν· προστιθέασι γὰρ τῷ διαπιστουμένῳ πολλῷ παραδοξότερα, λέγοντες ὅτι τῆς χώρας οὔσης πεδιάδος, ὅταν τὰ μέγιστα τῶν θηρίων περισπειραθῇ, ποιεῖ ταῖς ἐγκυκλωθείσαις ἐπʼ ἀλλήλαις σπείραις ἀναστήματα πόρρωθεν φαινόμενα λόφῳ παραπλήσια. Τῷ μὲν οὖν μεγέθει τῶν ῥηθέντων θηρίων οὐκ ἄν τις ῥᾳδίως συγκατάθοιτο· περὶ δὲ τῶν μεγίστων ὄφεων τῶν εἰς ὄψιν ἐληλυθότων καὶ κομισθέντων ἔν τισιν ἀγγείοις εὐθέτοις εἰς τὴν Ἀλεξάνδρειαν ποιησόμεθα τὴν ἀναγραφήν, προστιθέντες καὶ τῆς θήρας τὴν κατὰ μέρος οἰκονομίαν. Ὁ γὰρ δεύτερος Πτολεμαῖος, περί τε τὴν τῶν ἐλεφάντων κυνηγίαν φιλοτιμηθεὶς καὶ τοῖς τὰς παραδόξους θήρας τῶν ἀλκιμωτάτων ζῴων ποιουμένοις μεγάλας ἀπονέμων δωρεὰς, πολλὰ δὲ πάνυ χρήματα δαπανήσας εἰς ταύτην τὴν ἐπιθυμίαν, ἐλέφαντάς τε συχνοὺς πολεμιστὰς περιεποιήσατο καὶ τῶν Diod. ἄλλων ζῴων ἀθεωρήτους καὶ παραδόξους φύσεις ἐποίησεν εἰς γνῶσιν ἐλθεῖν τοῖς Ἕλλησι. Διὸ καί τινες τῶν κυνηγῶν, ὁρῶντες τὴν τοῦ βασιλέως μεγαλοψυχίαν ἐν ταῖς δωρεαῖς, συστραφέντες εἰς ἱκανὸν πλῆθος ἔκριναν παραβαλέσθαι ταῖς ψυχαῖς, καὶ τῶν μεγάλων ὄφεων ἕνα θηρεύσαντες ἀνακομίσαι ζῶντα εἰς τὴν Ἀλεξάνδρειαν πρὸς τὸν Πτολεμαῖον. Μεγάλης δὲ οὔσης καὶ παραδόξου τῆς ἐπιβολῆς, ἡ τύχη συνεργήσασα ταῖς ἐπινοίαις αὐτῶν καὶ τὸ τέλος οἰκεῖον περιεποίησε τῆς πράξεως. Σκοπεύσαντες γὰρ ἕνα τῶν ὄφεων τριάκοντα πηχῶν διατρίβοντα περὶ τὰς συστάσεις τῶν ὑδάτων, τὸν μὲν ἄλλον χρόνον ἀκίνητον τοῦ σώματος τὸ κύκλωμα τηροῦντα, κατὰ δὲ τὰς ἐπιφανείας τῶν διὰ τὴν δίψαν ζῴων φοιτώντων ἐπὶ τὸν τόπον ἄφνω διανιστάμενον, καὶ τῷ μὲν στόματι διαρπάζοντα, τῷ δὲ σπειράματι καταπλέκοντα τὸν ὄγκον τῶν φανέντων ζῴων, ὥστε μηδενὶ τρόπῳ δύνασθαι τὸ παραπεσὸν ἐκφυγεῖν· προμήκους οὖν ὄντος τοῦ ζῴου καὶ νωθροῦ τὴν φύσιν ἐλπίσαντες βρόχοις καὶ σειραῖς κυριεύσειν, τὸ μὲν πρῶτον παρῆσαν ἐπʼ αὐτὸ τεθαρρηκότες, ἔχοντες ἐξηρτυμένα πάντα τὰ πρὸς τὴν χρείαν· ὡς δʼ ἐπλησίαζον, ἀεὶ μᾶλλον ἐξεπλήττοντο τῷ δέει, θεωροῦντες ὄμμα πυρωπὸν καὶ λιχμωμένην πάντῃ τὴν γλῶτταν, ἔτι δὲ τῇ τραχύτητι τῶν φολίδων ἐν τῇ διὰ τῆς ὕλης πορείᾳ καὶ παρατρίψει ψόφον ἐξαίσιον κατασκευάζοντα, τὸ μέγεθός τε τὸ τῶν ὀδόντων ὑπερφυές καὶ στόματος ἀγρίαν πρόσοψιν καὶ κυκλώματος ἀνάστημα παράδοξον. Διόπερ τῷ φόβῳ τὰ χρώματα τῶν προσώπων ἀποβεβληκότες δειλῶς ἐπέβαλλον τοὺς βρόχους ἀπὸ τῆς οὐρᾶς· τὸ δὲ θηρίον ἅμα τῷ προσάψασθαι τοῦ σώματος τὸν κάλων ἐπεστράφη μετὰ πολλοῦ φυσήματος καταπληκτικῶς· καὶ τὸν μὲν πρῶτον ἁρπάζει τῷ στόματι μετεωρισθὲν ὑπὲρ τῆς κεφαλῆς, καὶ τὰς σάρκας ἔτι ζῶντος κατεσιτεῖτο, τὸν δὲ δεύτερον φεύγοντα τῇ σπείρᾳ πόρρωθεν ἐπεσπάσατο, καὶ περιειληθέν ἔσφιγγε τὴν κοιλίαν τῷ δεσμῷ, οἱ δὲ λοιποὶ πάντες ἐκπλαγέντες διὰ τῆς φυγῆς τὴν σωτηρίαν ἐπορίσαντο. Οὐ μὴν ἀπέγνωσαν τὴν θήραν, ὑπερβαλλούσης τῆς ἀπὸ τοῦ βασιλέως χάριτος καὶ δωρεᾶς τοὺς ἀπὸ τῆς πείρας ἐγνωσμένους κινδύνους, φιλοτεχνία δὲ καὶ δόλῳ τὸ τῇ βίᾳ δυσκαταγώνιστον ἐχειρώσαντο, τοιάνδε τινὰ μηχανὴν πορισάμενοι. Κατεσκεύασαν ἀπὸ σχοίνου πυκνῆς περιφερὲς πλόκανον, τῷ μὲν τύπῳ τοῖς κύρτοις ἐμφερὲς, τῷ δὲ μεγέθει καὶ τῇ διαλήψει τῆς χώρας δυνάμενον δέξασθαι τὸν ὄγκον τοῦ θηρίου. Κατοπτεύσαντες οὖν τὸν φωλεὸν αὐτοῦ καὶ τὴν ὥραν τῆς τε ἐπὶ τὴν νομὴν ἐξόδου καὶ πάλιν τῆς ἐπανόδου, ὡς τάχισθʼ ὥρμησεν ἐπὶ τὴν ἄγραν τὴν συνήθη τῶν ἑτερογενῶν ζῴων, τὸ μὲν προϋπάρχον τοῦ φωλεοῦ στόμα λίθοις εὐμεγέθεσι καὶ γῇ συνῳκοδόμησαν, τὸν δὲ πλησίον τῆς λόχμης τόπον ὑπόνομον ποιήσαντες καὶ τὸ πλόκανον εἰς αὐτὸν ἐνθέντες ἐναντίον Diod.ἐποίησαν τὸ στόμιον, ὥστε ἐξ ἑτοίμου τῷ θηρίῳ τὴν εἴσοδον ὑπάρχειν. Κατὰ δὲ τὴν ἐπάνοδον τοῦ ζῴου, παρεσκευασμένοι τοξότας καὶ σφενδονήτας, ἔτι δὲ ἱππεῖς πολλοὺς, πρὸς δὲ τούτοις σαλπιγκτὰς καὶ τὴν ἄλλην ἅπασαν χορηγίαν, ἅμα τῷ προσπελάζειν τὸ μὲν θηρίον μετεωρότερον τῶν ἱππέων ἐξῆρε τὸν αὐχένα· οἱ δʼ ἐπὶ τὴν θήραν ἡθροισμένοι προσεγγίσαι μὲν οὐκ ἐτόλμων, νενουθετημένοι ταῖς προγεγενημέναις συμφοραῖς, πόρρωθεν δὲ πολλαῖς χερσὶν ἐφ᾿ ἕνα καὶ μέγαν σκοπὸν βάλλοντες ἐτύγχανον, καὶ τῇ τε ταῶν ἱππέων ἐπιφανείᾳ καὶ πλήθει κυνῶν ἀλκίμων, ἔτι δὲ τῶ διὰ τῶν σαλπίγγων ἤχῳ κατέπληττον τὸ ζῷον. Διόπερ ὑποχωροῦντος αὐτοῦ πρὸς τὴν οἰκείαν αὐτοῦ λόχμην, τοσοῦτον ἐπεδίωκον ὥστε μὴ παροξύνειν ἐπὶ πλεῖον. Ὧς δὲ τῆς ἐνῳκοδομημένης φάραγγος ἤγγισεν, ἀθρόως ψόφον μὲν πολὺν διὰ τῶν ὅπλων ἐποιήσαντο, ταραχὴν δὲ ?? ?? τῆς τῶν ὄγλων ἐπιφανείας καὶ σαλπίγγων· τὸ δὲ θηρίον τὴν μὲν εἴσοδον οὐχ εὕρισκε, τὴν δὲ τῶν κυνηγῶν ὁρμὴν καταπληττόμενον κατέφυγεν εἰς τὸ πλησίον κατεσκευασμένον στόμιον. Πιμπλαμένου δὲ τοῦ πλοκάνου τῇ διαλύσει τῆς σπείρας, ἔφθασαν τῶν κυνηγῶν τινες προσιππασάμενοι, καὶ πρὸ τοῦ στραφῆναι τὸν ὄφιν ἐπὶ τὴν ἔξοδον κατελάβοντο δεσμοῖς τὸ στόμιον πρόμηκες ὂν καὶ πεφιλοτεχνημένον πρὸς ταύτην τὴν ὀξύτητα· ἐξελκύσαντες δὲ τὸ πλόκανον καὶ φάλαγγας ὑποθέντες μετέωρον ἐξῆραν. Τὸ δὲ θηρίον ἀπειλημμένον ἐν ἀπεστενωμένῳ τόπῳ παρὰ φύσιν συριγμὸν ἐξαίσιιον ἠφίει καὶ τοῖς ὀδοῦσι τὴν περιέχουσαν σχοῖνον κατέσπα, πάντῃ δὲ διασειόμενον προσδοκίαν ἐποίησε τοῖς φέρουσιν ὡς ἐκπηδῆσον ἐκ τοῦ περιέχοντος αὐτὸ φιλοτεχνήματος. Διὸ καὶ καταπλαγέντες ἔθεσαν ἐπὶ τὴν γῆν τὸν ὄφιν, καὶ τοὺς περὶ τὴν οὐρὰν τόπους κατακεντοῦντες ἀντιπεριέσπων τοῦ θηρίου τὸν ἀπὸ τῶν ὀδόντων σπαραγμὸν ἐπὶ τὴν αἴσθησιν τῶν ἀλγούντων μερῶν. Ἀπενέγκαντες δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἐδωρήσαντο τῷ βασιλεῖ, παράδοξον θέαμα καὶ τοῖς ἀκούσασιν ἀπιστούμενον. Τῇ δʼ ἐνδείᾳ τῆς τροφῆς καταπονήσαντες τὴν ἀλκὴν τοῦ θηρίου τιθασὸν ἐκ τοῦ κατ᾿ ὀλίγον ἐποίησαν, ὥστε θαυμαστήν αὐτοῦ γενέσθαι τὴν ἐξημέρωσιν. Ὁ δὲ Πτολεμαῖος τοῖς μὲν κυνηγοῖς τὰς ἀξίας ἀπένειμε δωρεὰς, τὸν δʼ ὄφιν ἔτρεφε τετιθασευμένον καὶ τοῖς εἰς τὴν βασιλείαν παραβάλλουσι ξένοις μέγιστον παρεχόμενον καὶ παραδοξότατον θέαμα. Διόπερ τηλικούτου μεγέθους ὄφεως εἰς ὄψιν κοινὴν κατηντηκότος οὐκ ἄξιον ἀπιστεῖν τοῖς Αἰθίοψιν οὐδὲ μῦθον ὑπολαμβάνειν τὸ θρυλούμενον ὑπʼ αὐτῶν. Ἀποφαίνονται γὰρ ὁρᾶσθαι κατὰ τὴν χώραν αὐτῶν ὄφεις τηλικούτους τὸ μέγεθος, ὥστε μὴ μόνον βοῦς τε καὶ ταύρους καὶ τῶν ἄλλων ζῴων τὰ τηλικαῦτα τοῖς ὄγκοις ἀναλίσκειν, ἀλλὰ καὶ τοῖς ἐλέφασιν εἰς ἀλκὴν συνίστασθαι, Diod. καὶ διὰ μὲν τῆς σπείρας ἐμπλεκομένους τοῖς σκέλεσιν ἐμποδίζειν τὴν κατὰ φύσιν κίνησιν, τὸν δʼ αὐχένα μετεωρίσαντας ὑπὲρ τὴν προβοσκίδα τὴν κεφαλὴν ἐναντίαν ποιεῖν τοῖς τῶν ἐλεφάντων ὄμμασι, διὰ δὲ τοῦ πυρωποῦ τῶν ὀφθαλμῶν ἀστραπῇ παραπλησίας τὰς λαμπηδόνας προσβάλλοντας ἀποτυφλοῦν τὴν ὅρασιν, καὶ σφήλαντας ἐπὶ τὴν γῆν σαρκοφαγεῖν τὰ χειρωθέντα τῶν ζῴων.
Aelianus, N.A. V, 27 79. a. Ἀγαθαρχίδης δὲ τὰς ἐν φς. Αἰθιοπίᾳ ὗς κέρατα ἔχειν λέγει. 79. Διευκρινηκότες δʼ ἀρκούντως τὰ περὶ τὴν Αἰθιοπίαν καὶ Τρωγλοδυτικήν καὶ τὴν ταύταις συνάπτουσαν· μέχρι τῆς διὰ καῦμα ἀοικήτου, πρὸς δὲ ταύταις περὶ τῆς παραλίας τῆς παρὰ τὴν ἐρυθρὰν θάλατταν, περὶ τοῦ καταλελειμμένου μέρους, λέγω δὲ τοῦ Ἀραβίου κόλπου, ποιησόμεθα τὴν ἀναγραφήν, τὰ μὲν ἐκ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλικῶν ὑπομνημάτων ἐξειληφότες, τὰ δὲ παρὰ τῶν αὐτοπτῶν πεπυσμένοι Ὁ δὲ προσαγορευόμενος Ἀράβιος κόλπος ἀνεστόμωται μὲν εἰς τὸν κατὰ μεσημβρίαν κείμενον Ὠκεανὸν, τῷ μήκει δʼ ἐπὶ πολλοὺς πάνυ παρήκων σταδίους, τὸν μυχὸν ἔχει περιοριζόμενονταῖς ἐσχατιαῖς τῆς Ἀραβίας καὶ Τρωγλοδυτικῆς· εὖρος δὲ κατὰ μὲν τὸ στόμα καὶ τὸν μυχὸν ὑπάρχει περὶ ἑκκαίδεκα σταδίους, ἀπὸ δὲ Πανόρμου λιμένος πρὸς τὴν ἀντιπέραν ἤπειρον μακρᾶς νεὼς διωγμὸν ἡμερήσιον. Τὸ δὲ μέγιστόν ἐστι ὁιάστημα κατὰ τὸ Τύρκαιον ὄρος καὶ Μαρίαν δυσ- Diod. πελαγίαν, ὡς ἂν τῶν ἠπείρων οὐχ ὁρωμένων ἀπʼ ἀλλήλων. Ἀπὸ δὲ τούτου τὸ πλάτος ἀεὶ μᾶλλον συγκλείεται καὶ τὴν συναγωγὴν ἔχει μέχρι τοῦ στόματος. Ὁ δὲ παράπλους αὐτοῦ κατὰ πολλοὺς τόπους ἔχει νήσους μακρὰς, στενοὺς μὲν διαδρόμους ἐχούσας, ῥοῦν δὲ πολὺν καὶ σφοδρόν.
Phot. 80. Ὅτι φησί, Πολλῶν ὑπαρχόντων θαυμασίων καὶ πόρρω κειμένων ἀπὸ τῆς συνηθείας, αὐτοὺς ἐπελεύσομαι τῶν τόπων τοὺς μνήμης ἀξίους. Πρῶτον μὲν ἀπʼ Ἀρσινόης παραθέοντι τὴν δεξιὰν ἤπειρον θερμὰ πλείοσιν αὐλοῖς ἐκ πέτρας ὑψηλῆς εἰς Phot. θάλατταν διηθεῖται, στενοὺς ἔχοντα πόρους, οὐ γλυκέος ὕδατος, ἀλλὰ πικρᾶς ἁλμυρίδος τε καὶ πηγῆς φύσιν ἐχούσης τοιαύτην. Εἶτα ἀπὸ τῆς λίμνης συμβέβληκεν ὁ Νεῖλος, ὀχετοῦ διὰ τινῶν ἀραιωμάτων εἰς τὸν κοιλότατον ὑπερθέοντος τόπον. 80. Ἡ μὲν οὖν καφαλαιώδης τοῦ κόλπου τούτου θέσις ὑπάρχει τοιαύτη. Ἡμεῖς δʼ ἀπὸ τῶν ἐσχάτων τοῦ μυχοῦ τόπων ἀρξάμενοι τὸν ἐφʼ ἑκάτερα τὰ μέρη παράπλουν τῶν ἠπείρων καὶ τὰς ἀξιολογωτάτας κατʼ αὐ- Diod. τὰς ἰδιότητας διέξιμεν· πρῶτον δὲ ληψόμεθα τὸ δεξιὸν μέρος, οὗ τὴν παραλίαν τῶν Τρωγλοδυτῶν ἔθνη νέμεται μέχρι τῆς ἐρήμου. Ἀπὸ πόλεως τοίνυν Ἀρσινόης κομιζομένοις παρὰ τὴν δεξιὰν ἤπειρον ἐκπίπτει κατὰ πολλοὺς τόπους ἐκ πέτρας εἰς θάλατταν ὕδατα πολλὰ, πικρᾶς ἁλμυρίδος ἔχοντα γεῦσιν.
81. Πλησίον δὲ τῆς λίμνης εὐμεγέθει πεδίῳ βεβηκὸς ὄρος ἀναφαίνεται μιλτῶδες, ἄλλην μὲν οὐδεμίαν ὑποδεικνύον ἰδιότητα, χροιὰν δὲ τοιαύτην ἀπὸ τῆς κορυφῆς σημαῖνον τῆς ἄκρας, ὥστε τῶν ἀτενιζόντων τὰς ὄψεις ἐπὶ πλέον βλάπτεσθαι. Ἐφεξῆς δὲ λιμὴν μέγας ἐκδέχεται, ὃς πρότερον μὲν Μυὸς ἐκαλεῖτο ὅρμος, ἔπειτα Phot. δὲ Ἀφροδίτης ὠνομάσθη. Ἐν οἷς καὶ νῆσοι τρεῖς εἰσὶ προκείμεναι, ὧν αἱ μὲν ἐλαίαις πεπύκνωνται, μία δὲ Phot. ἧττον μὲν δασεῖα, τῶν δὲ καλουμένων μελεαγρίδων ἐκτρέφουσα πλῆθος. 81. Παραδραμόντι δὲ τὰς πηγὰς ταύτας ὑπέρκειται μεγάλου πεδίου μιλτώδη χρόαν ἔχον ὄρος καὶ τὴν ὅρασιν τῶν ἐπὶ πλεῖον ἀτενιζόντων εἰς αὐτὸ λυμαινόμενον. Ὑπὸ δὲ τὰς ἐσχατιὰς τῆς ὑπωρείας κεῖται λιμήν σκολιὸν ἔχων τὸν εἴσπλουν, ἐπώνυμος Ἀφροδίτης. Ὑπέρ- Diod. κεινται δὲ τούτου νῆσοι τρεῖς, ὧν δύο μὲν πλήρεις εἰσὶν ἐλαιῶν καὶ σύσκιοι, μία δὲ λειπομένη τῷ πλήθει τῶν Diod. προειρημένων δένδρων, πλῆθος δʼ ἔχουσα τῶν ὀνομαζομένων μελεαγρίδων.
82. Τούτοις δʼ ἐγγίζει κόλπος, ὃν καλοῦσιν Ἀκάθαρ- Phot. τὸν· ὃν παραπλεύσαντι νῆσος ἔκκειται, τῇ μὲν θέσει πελαγία, μῆκος δʼ ἔχουσα σταδίων ὡς ὀγδοήκοντα, ἣν καλοῦσιν Ὀφιώδη, πρότερον μὲν γέμουσαν παντοίων ἑρπετῶν, ἐφ᾿ ἡμῶν δὲ ἐλευθέραν τούτων. Ἐν δὲ ταύτῃ γίνεται τῇ νήσῳ, φησί, καὶ τὸ καλούμενον τοπάζιον. Ἔστι δὲ τοῦτο λίθος διαφαινόμενος, ὑάλῳ προσεμφε ρὴς, ἡδεῖαν ἔγχρυσον θεωρίαν ἀποδιδούς. Τοῦτον τὸν λίθον οἱ τὴν νῆσον οἰκοῦντες καὶ τὴν λίθον βασιλικῷ Phot. φυλάσσοντες καὶ συλλέγοντες προστάγματι οὕτω λαμβάνουσιν. Ἐν τῇ νυκτὶ πρὸς μέρος περιπολοῦσιν, ἔχοντες παντοίας τοῖς μεγέθεσι σκαφίδας. Ὁ δὲ ἐν ταῖς πέτραις λίθος, τὴν μὲν ἡμέραν ὑπὸ τοῦ φέγγους κρατούμενος, διὰ τὸ πνῖγος οὐ γίνεται σύνδηλος, σκότου δὲ ἐπιστάντος, ἐν ᾧ ποτʼ ἂν ᾖ πεφυκώς, διαλάμπει πάντοθεν. Ὁ δὲ συνιδὼν φύλαξ τηλικοῦτον περίεθηκεν ἄγγος σημείου χάριν περὶ τὸ διαστίλβον, ἡλίκον ἂν ᾖ τοῦ θεωρουμένου φαντάσματος τὸ μέγεθος· εἶτα τὴν ἡμέραν ἐπερχόμενος, ἰσοπληθῆ τῇ προειρημένῃ περιτεμών πέτραν, τοῖς ἐκλεαίνειν δυναμένοις τεχνίταις παραδίδωσι. 82. Μετὰ δὲ ταῦτα κόλπος ἐστὶν εὐμεγέθης ὁ καλού- Diod. μενος Ἀκάθαρτος, καὶ πρὸς αὐτῷ βαθεῖα καθʼ ὑπερβολὴν χερρόνησος, ἧς κατὰ τὸν αὐχένα στενὸν ὄντα διακομίζουσι τὰ σκάφη πρὸς τὴν ἀντιπέραν θάλατταν. Παρακομισθέντι δὲ τοὺς τόπους τούτους κεῖται νῆσος πελαγία μὲν τῷ διαστήματι, τὸ δὲ μῆκος εἰς ὀγδοήκοντα σταδίους παρεκτείνουσα, καλουμένη δὲ Ὀφιώδης, ἣ τὸ μὲν παλαιὸν ὑπῆρχε πλήρης παντοδαπῶν καὶ φοβερῶν ἑρπετῶν, ἀφʼ ὧν καὶ ταύτης ἔτυχε τῆς προσηγορίας, ἐν δὲ τοῖς μεταγενεστέροις χρόνοις ὑπὸ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν βασιλέων οὕτως ἐξημερώθη φιλοτίμως, ὥστε μηδὲν ἔτι κατʼ αὐτὴν δρᾶσθαι τῶν προϋπαρξάντῶν ζῴων. Οὐ παραλειπτέον δʼ ἡμῖν οὐδὲ τὴν αἰτίαν τῆς περὶ τὴν ἡμέρωσιν φιλοτιμίας· εὑρίσκεται γὰρ ἐν τῇ νήσῳ ταύτῃ τὸ καλούμενον τοπάζιον, ὅπερ ἐστὶ λίθος διαφαινόμενος ἐπιτερπὴς, ὑάλῳ παρεμφερὴς καὶ θαυμαστὴν ἔγχρυσον πρόσοψιν παρεχόμενος. Διόπερ ἀνεπίβατος τοῖς ἄλλοις τηρεῖται, θανατουμένου παντὸς τοῦ προσπλεύσαντος ὑπὸ ταῶν κατεσταμένων ὑπʼ αὐτῶν φυλάκων. Οὗτοι δὲ τὸν ἀριθμὸν ὄντες ὀλίγοι, βίον ἔχουσιν ἀτυχῆ. Ἵνα μὲν γὰρ μηδεὶς λίθος διακλαπῇ, πλοῖον οὐκ ἀπολείπεται τὸ παράπαν ἐν τῇ νήσῳ· οἱ δὲ παραπλέοντες αὐτὴν διὰ τὸν ἀπὸ τοῦ βασιλέως φόβον πόρρωθεν παραθέουσι· τροφαὶ δὲ αἱ μὲν παρακομιζόμεναι ταχέως ἐκλείπουσιν, ἕτεραι δʼ ἐγχώριοι τὸ σύνολον οὐχ ὑπάρχουσι. Διόπερ ὅταν τῶν σιτίων ὀλίγα καταλείπηται, κάθηνται πάντες οἱ κατὰ τὴν κώμην προσδεχόμενοι τὸν τῶν κομιζόντων τὰς τροφὰς κατάπλουν· ὧν βραδυνόντων, εἰς τὰς ἐσχάτας ἐλπίδας συ στέλλονται. Ὁδὲ προειρημένος λίθος φυόμενος ἐν ταῖς πέτραις τὴν μὲν ἡμέραν διὰ τὸ πνῖγος οὐχ ὁρᾶται, κρατούμενος ὑπὸ τοῦ περὶ τὸν ἥλιον φέγγους, τῆς δὲ νυκτὸς ἐπιγινομένης ἐν σκότει διαλάμπει καὶ πόρρωθεν Diod. δῆλός ἐστιν ἐν ᾧ ποτ᾿ ἂν ᾖ τόπῳ. Οἱ δὲ νησοφύλακες κλήρῳ διῃρημένοι τοὺς τόπους ἐφεδρεύουσι, καὶ τῷ φανέντι λίθῳ περιτιθέασι σημείου χάριν ἄγγος τηλικοῦτον, ἡλίκον ἂν ᾖ τὸ μέγεθος τοῦ στίλβοντος λίθου· τῆς δʼ ἡμέρας περιιόντες περιτέμνουσι τὸν σημειωθέντα τόπον τῆς πέτρας, καὶ παραδιδόασι τοῖς διὰ τῆς τέχνης δυναμένοις ἐκλεαίνειν τὸ παραδοθέν οἰκείως.
83. Μετὰ δὲ ταῦτα τὸ πέλαγος οὕτως ἐστὶ ταπεινὸν, ὥστε μήτε πλεῖον δυεῖν ὀργυιῶν ἀναμετρεῖσθαι, καὶ χλωρὸν πάντοθεν, οὐ τῇ φύσει τῶν ὑγρῶν, ἀλλʼ ὑπὸ τοῦ διαφαίνοντος μνίου τε καὶ φύκους· ὅθεν καὶ κυνῶν ἔχει θαλαττίων ἀναρίθμητον πλῆθος. Δι᾿ ἣν αἰτίαν ὁ ῥηθεὶς πόρος νηῒ μὲν μακρᾷ καὶ τοῖς ἐπήρεσι πλοίοις γίνεται εὐάρμοστος· ἀκύμων τε γάρ ἐστιν, οὐκ ἐκ πολλοῦ κυλίων τὸν κλύδωνα, καὶ θήραν ἰχθύων παραδίδωσιν ἄπιστον. Τὸ δὲ περὶ τὰς ἐλεφαντηγοὺς κακὸν πολὺν ἔλεον τοῖς πάσχουσιν ἀπὸ τῶν δρώντων ἐκκαλεῖται· τὰ γὰρ πλοῖα τὸ κῦμα ἐξαίφνης ἢ πέτρα περίεθηκεν, ἢ πρὸς ἀμμώδη συνήλασε περιοχήν, καὶ ἄπορον τὴν σωτηρίαν παρέσχε τοῖς ἐμπλέουσι. Διὸ τὰ μὲν πρῶτα ὀδυρμὸς τοὺς ἐπιπλέοντας συνέχει πολὺς μὲν, οὐκ ἀπογινώσκων δὲ τὴν ἀμείνω προσδοκίαν· ἤδη γάρ τινας οὕτως ἀπενεχθέντας σέσωκε πλημμυρὶς ὑπολα- Phot. βοῦσα τοῖς ἀνοιδοῦσιν αἰφνιδίως ἐκ τῆς θαλάττης ὄγκοις· ἐπὰν δὲ λήγῃ τὰ τῆς τροφῆς, μυρία μὲν ἀναδέχονται πάθη, τέλος ἀναλίσκονται πάντες ἢ λιμῷ ἢ τοῦ λιμοῦ Phot. τὸ μακροχρόνιον οὐ φέροντες ξίφει, ἢ αὐτῇ θαλάσσῃ σφᾶς αὐτοὺς ἐπιρρίπτοντες. 83. Παραπλεύσαντι δὲ τούτους τοὺς τόπους πολλὰ μὲν ἔθνη Ἰχθυοφάγων κατοικεῖ τὴν παράλιον, πολλοὶ δὲ νομάδες Τρωγλοδῦται. Πρὸς δὲ τούτοις ὄρη παντοῖα ταῖς ἰδιότησιν ὑπάρχει μέχρι λιμένος τοῦ προσαγορευθέντος Σωτηρίας, ὃς ἔτυχε τῆς ὀνομασίας ταύτης ἀπὸ τῶν πρώτων πλευσάντων Ἑλλήνων καὶ διασωθέντων. Ἀπὸ δὲ τούτων τῶν μερῶν ἄρχεται συναγωγὴν λαμβάνειν ὁ κόλπος καὶ τὴν ἐπιστροφὴν ἐπὶ τὰ κατὰ τὴν Ἀραβίαν μέρη ποιεῖσθαι καὶ τὴν φύσιν δὲ τῆς χώρας καὶ θαλάττης ἀλλοίαν εἶναι συμβέβηκε διὰ τὴν ἰδιότητα τῶν τόπων. Ἥ τε γὰρ ἤπειρος ταπεινή καθορᾶται, μηδαμόθεν ἀναστήματος ὑπερκειμένου, ἥ τε θάλαττα τεναγώδης οὖσα τὸ βάθος οὐ πλεῖον εὐρίσκεται τριῶν ὀργυιῶν, καὶ τῇ χρόᾳ παντελῶς ὑπάρχει χλωρά. Τοῦτο Diod. δ᾿ αὐτῇ φασι συμβαίνειν οὐ διὰ τὸ τὴν τῶν ὑγρῶν φύσιν εἶναι τοιαύτην, ἀλλὰ διὰ τὸ πλῆθος τοῦ διαφαινομένου καθʼ ὕδατος μνίου καὶ φύκους. Ταῖς μὲν οὖν ἐπικώποις τῶν νεῶν εὔθετός ἐστιν ὁ τόπος, κλύδωνα μὲν οὐκ ἐκ πολλοῦ κυλίων διαστήματος, θήρας δʼ ἰχθύων ἀπλάτους παρεχόμενος· αἱ δὲ τοὺς ἐλέφαντας διάγουσαι, διὰ τὰ βάρη βαθύπλοοι καθεστῶσαι καὶ ταῖς κατασκευαῖς ἐμβριθεῖς, μεγάλους καὶ δεινοὺς ἐπιφέρουσι κινδύνους τοῖς ἐν αὐταῖς πλέουσι. Διάρσει γὰρ ἱστίων θέουσαι, καὶ διὰ τὴν τῶν πνευμάτων βίαν πολλάκις νυκτὸς ὠθούμεναι, ὁτὲ μὲν πέτραις προσπεσοῦσαι ναυαγοῦσι, ποτὲ δʼ εἰς τεναγώδεις ἰσθμοὺς ἐμπίπτουσιν· οἱ δὲ ναῦται παρακαταβῆναι μὲν ἀδυνατοῦσι διὰ τὸ πλεῖον εἶναι τὸ βάθος ἀνδρομήκους, διὰ δὲ τῶν κοντῶν τῷ σκάφει βοηθοῦντες ὅταν μηδὲν ἀνύωσιν, ἐκβάλλουσιν ἅπαντα πλὴν τῆς τροφῆς· οὐδʼ οὕτω δὲ τῆς τροφῆς Diod. ἀποστροφῆς? τυγχάνοντες εἰς μεγάλην ἀπορίαν ἐμπίπτουσι διὰ τὸ μήτε νῆσον μήτε ἄκραν ἠπείρου μήτε ναῦν ἑτέραν πλησίον ὑπάρχουσαν ὁρᾶσθαι· ἄξενοι γὰρ παντελῶς οἱ τόποι καὶ σπανίους ἔχοντες τοὺς ναυσὶ διακομιζομένους. Χωρὶς δὲ τούτων τῶν κακῶν ὁ κλύδων ἐν ἀκαρεῖ χρόνῳ τῷ κύτει τῆς νεὼς τοσοῦτο πλῆθος ἄμμου προσβάλλει καὶ συσσωρεύει παραδόξως, ὥστε τὸν κύκλῳ τόπον περιχώννυσθαι καὶ τὸ σκάφος ὥσπερ ἐπίτηδες ἐνδεσμεύεσθαι τῇ χέρσῳ. Οἱ δὲ τούτῳ τῷ συμπτώματι περιπεσόντες τὸ μὲν πρῶτον μετρίως ὀδύρονται πρὸς κωφήν ἐρημίαν, οὐ παντελῶς δὲ ἀπεγνωκότες εἰς τέλος τὴν σωτηρίαν· πολλάκις γὰρ τοῖς τοιούτοις ἐπιφανεὶς ὁ τῆς πλημμυρίδος κλύδων ἐξῆρεν εἰς ὕψος, καὶ τοὺς ἐσχάτως κινδυνεύοντας ὡσπερεὶ θεὸς ἐπιφανεὶς διεφύλαξεν· ὅταν δὲ ἀπὸ μὲν τῶν θεῶν ἡ προειρημένη μὴ παρακολουθήσῃ βοήθεια, τὰ δὲ τῆς τροφῆς λίπῃ, τοὺς μὲν ἀσθενεστέρους οἱ κατισχύοντες ἐκβάλλουσιν εἰς θάλατταν, ὅπως τοῖς ὀλίγοις τὰ λειπόμενα τῶν ἀναγκαίων πλείους ἡμέρας ἀντέχῃ· πέρας δὲ πάσας τὰς ἐλπίδας ἐξαλείψαντες ἀπόλλυνται πολὺ χεῖρον τῶν προαποθανόντων· οἱ μὲν γὰρ ἐν ἀκαρεῖ χρόνῳ τὸ πνεῦμα τῇ δούσῃ φύσει πάλιν ἀπέδωκαν, οἱ δʼ εἰς πολλὰς ταλαιπωρίας καταμερίσαντες τὸν θάνατον, πολυχρονίους τὰς συμφορὰς ἔχοντες τῆς τοῦ βίου καταστροφῆς τυγχάνουσι. Τὰ δὲ σκάφη ταῦτα τῶν ἐπιβατῶν οἰκτρῶς στερηθέντα, καθάπερ τινὰ κενοτάφια, διαμένει πολὺν χρόνον πανταχόθεν περιχωννύμενα· τοὺς δʼ ἱστοὺς καὶ τὰς κεραίας μετεώρους ἔχοντα πόρρωθεν τοὺς ὁρῶντας εἰς οἶκτον καὶ συμπάθειαν ἄγει τῶν ἀπολωλότων· πρόσταγμα γάρ ἐστι βασιλέως ἐᾶν τὰ τοιαῦτα συμπτώματα τοῖς πλέουσι διασημαίνειν τοὺς τὸν ὄλεθρον περιποιοῦντας τόπους. Παρὰ δὲ τοῖς πλησίον κατοικοῦσιν Ἰχθυοφάγοις παραδέδοται λόγος, ἐκ προγόνων ἔχων φυλαττομένην τὴν φήμην, ὅτι μεγάλης τινὸς γενομένης ἀμπώτεως ἐγεώθη τοῦ κόλπου πᾶς ὁ τόπος ὁ τὴν χλωρὰν ἔχων τοῦ τύπου πρόσοψιν, μεταπεσούσης τῆς θαλάττης εἰς τἀναντία μέρη· φανείσης δὲ τῆς ἐπὶ τῷ βυθῷ χέρσου, πάλιν ἐπελθοῦσαν ἐξαίσιον πλήμην ἀποκαταστῆσαι τὸν πόρον εἰς τὴν προϋπάρχουσαν τάξιν.
Phot. 84. Ὅτι φησί, Τὰ μὲν ἕως τῶν Ταύρων καὶ Πτολεμαΐδος ἡρμήνευται, τὰ δὲ ἀνωτέρω τούτων οὐ τὴν τυχοῦσαν λαμβάνει μετάβασιν· κεῖται γὰρ οὐκέτι τὰ ἐπέκεινα πρὸς μεσημβρίαν τῆς χώρας, ἀεὶ δὲ πρὸς τὴν ἀνατολήν ἀναστρέφει μᾶλλον, καὶ τὰς σκιὰς βάλλει τέως δυεῖν ὡρῶν εἰς τὸν ἀντικείμενον τόπον τῆς ἄρκτου. Ἔτι δὲ ποταμοῖς καταρρεῖται τὰς πηγὰς ἀναφαίνουσιν | ἀπὸ ταῶν Ψεβαιῶν καλουμένων ὀρῶν. Τῆς δὲ χώρας ἡ μὲν εἰς τὴν μεσόγειαν ἀνατείνουσα πλήρης ἐλεφάντων καὶ ῥινοκέρων καὶ ταύρων καὶ ὑῶν, τὰ δὲ εἰς τὸν πόρον καθήκοντα νήσοις ἅπαντα πυκνοῦται τῇ φύσει μὲν ἀκάρποις, γεμούσαις δὲ ὀρνέων ἀνιστορήτους Phot. ἰδέας ἐχόντων. Τὸ δὲ ἀπὸ τοῦδε ἡ μὲν θάλαττα βαθεῖά τε καὶ πλόϊμος, κήτη δὲ ἔχει τηλικαῦτα, ὥστε ἀγωνιᾶν τὸν ἰδόντα· οὐ μέντοι διαπεφώνηκεν οὐδεὶς, πλὴν τῶν περιπεπτωκότων ἀκουσίως ταῖς λοφιαῖς διὰ τὴν τῶν εἰρημένων ἄγνοιαν· καὶ γὰρ οὐδὲ διώκειν δύναται θρασύτερον τοὺς πλέοντας, τῶν ὀμμάτων τοῖς θηρίοις ἀμαυρουμένων, ὅταν ἐκ τῆς θαλάττης τὰ πρόσωπα ἀναφαίνωσιν. Diod. 84. Ἀπὸ δὲ τούτων τῶν τόπων τὸν μὲν ἀπὸ Πτολεμαΐδος παράπλουν ἕως τῶν Ταύρων ἀκρωτηρίων προειρήκαμεν, ὅτε Πτολεμαίου τὴν τῶν ἐλεφάντων θήραν ἀπηγγείλαμεν. Ἀπὸ δὲ τῶν Ταύρων ἐπιστρέφει μὲν ἡ παράλιος πρὸς τὰς ἀνατολὰς, κατὰ δὲ τὴν θερινὴν τροπὴν αἱ σκιαὶ πίπτουσι πρὸς μεσημβρίαν ἐναντίως ταῖς παῤ ἡμῖν ἄχρι πρὸς ὥραν δευτέραν. Ἔχει δὲ καὶ ποταμοὺς ἡ χώρα ῥέοντας ἐκ τῶν προσαγορευομένων Ψεβαιῶν· διείληπται δὲ καὶ πεδίοις μεγάλοις φέρουσι μαλάχης καὶ καρδάμου καὶ φοίνικος ἄπιστα Diod. μεγέθη· ἐκφέρει δὲ καὶ καρποὺς παντοίους, τὴν μὲν γεῦσιν ἔχοντας νωθρὰν, ἀγνοουμένους δὲ παῤ ἡμῖν. Ἡ δὲ πρὸς τὴν μεσόγειον ἀνατείνουσα πλήρης ἐστὶν ἐλεφάντων καὶ ταύρων ἀγρίων καὶ λεόντων καὶ πολλῶν ἄλλων παντοδαπῶν θηρίων ἀλκίμων. Ὁ δὲ πόρος νήσοις διείληπται καρπὸν μὲν οὐδένα φερούσαις ἥμερον, ἐκτρεφούσαις δʼ ὀρνέων ἴδια γένη καὶ ταῖς προσόψεσι θαυμαστά. Ἡ δ᾿ ἐξῆς θάλαττα βαθεῖα παντελῶς ἐστι, καὶ κήτη παντοδαπὰ φέρει παράδοξα τοῖς μεγέθεσιν, οὐ μέντοι λυποῦντα τοὺς ἀνθρώπους, ἐὰν μή τις ἀκουσίως αὐτῶν ταῖς λοφιαῖς περιπέσῃ· οὐ δύνανται γὰρ διώκειν τοὺς πλέοντας, ὡς ἂν κατὰ τὴν ἐκ τῆς θαλάττης ἄρσιν ἀμαυρουμένων αὐτοῖς τῶν ὀμμάτων ὑπὸ τοῦ κατὰ τὸν ἥλιον φέγγους. Ταῦτα μὲν οὖν τὰ μέρη τῆς Τρωγλοδυτικῆς ἔσχατα γνωρίζεται, περιγραφόμενα ταῖς ἄκραις ἃς ὀνομάζουσι Ψεβαίας.
85. Τὸ δ᾿ ἄλλο μέρος τῆς ἀντιπέραν παραλίου τὸ προσκεκλιμένον Ἀραβία πάλιν ἀναλαβόντες ἀπὸ τοῦ μυχοῦ διέξιμεν. Οὗτος γὰρ ὀνομάζεται Ποσείδειον, ἱδρυσαμένου Ποσειδῶνι πελαγίῳ βωμὸν Ἀρίστωνος τοῦ πεμφθέντος ὑπὸ Πτολεμαίου πρὸς κατασκοπὴν τῆς ἕως Ὠκεανοῦ παρηκούσης Ἀραβίας. Ἑξῆς δὲ τοῦ μυχοῦ τόπος ἐστὶ παραθαλάττιος ὁ τιμώμενος ὑπὸ τῶν ἐγχωρίων διαφερόντως πρὸς τὴν εὐχρηστίαν τὴν ἐξ αὐτοῦ. Diod. Οὗτος δʼ ὀνομάζεται μὲν Φοινικὼν, ἔχει δὲ πλῆθος τούτου τοῦ φυτοῦ πολύκαρπον καθʼ ὑπερβολὴν καὶ πρὸς ἀπόλαυσιν καὶ τροφὴν διάφορον. Πᾶσα δʼ ἡ σύνεγγυς χώρα σπανίζει ναματιαίων ὑδάτων καὶ διὰ τὴν πρὸς μεσημβρίαν ἔγκλισιν ἔμπυρος ὑπάρχει· διὸ καὶ τὸν κατάφυτον τόπον, ἐν ἀπανθρωποτάτοις ὄντα μέρεσι καὶ χορηγοῦντα τὰς τροφὰς, εἰκότως οἱ βάρβαροι καθιερώκασι. Καὶ γὰρ ὕδατος οὐκ ὀλίγαι πηγαὶ καὶ λιβάδες ἐκπίπτουσιν ἐν αὐτῷ, ψυχρότητι χιόνος οὐδὲν λειπόμεναι· αὗται δὲ ἐφʼ ἑκάτερον μέρος τὰ κατὰ τὴν γῆν χλωρὰ ποιοῦσι καὶ παντελῶς ἐπιτερπῆ. Ἔστι δὲ καὶ βωμὸς ἐκ στερεοῦ λίθου παλαιὸς τοῖς χρόνοις, ἐπιγραφὴν ἔχων ἀρχαίοις γράμμασιν ἀγνώστοις· ἐπιμελοῦνται δὲ τοῦ τεμένους ἀνὴρ καὶ γυνὴ, διὰ βίου τὴν ἱερωσύνην ἔχοντες. Μακρόβιοι δʼ εἰσὶν οἱ τῇδε κατοικοῦντες, καὶ τὰς κοίτας ἐπὶ τῶν δένδρων ἔχουσι διὰ τὸν ἀπὸ τῶν θηρίων φόβον.
Phot.86. Ὅτι τοῦ Φοινικῶνος τὰ μὲν ἄνωθεν δρώμενα πέτραας ὕψεσι ποικίλαις κατέχεται, τοῖς δὲ πρὸς θάλασσαν διήκουσιν ᾐὼν ὑπόκειται στενή τε καὶ μακρά
Phot. 87. Τῇ δὲ εἰρημένῃ παραλία συνάπτει μὲν τόπος, ὃν προσηγόρευσαν Νῆσσαν ἀπὸ τῆς τοῦ ζώου πολυπληθίας· αὕτη δὲ ἡ Νῆσσα κεῖται μὲν ἐγγὺς ἀκρωτηρίου καθʼ ὑπερβολήν ὑλώδους, διατείνει δὲ ἐπʼ εὐθείας θεωρουμένη πρός τε τὴν Πέτραν καλουμένην καὶ τὴν Παλαιστίνην, εἰς ἣν Γερραῖοι καὶ Μιναῖοι καὶ πάντες οἱ πλησίον ἔχοντες τὰς οἰκήσεις Ἄραβες τόν τε λιβανωτὸν, ὡς λόγος, καὶ τὰ φορτία τὰ πρὸς εὐωδίαν ἀνήκοντα ἀπὸ τῆς χώρας τῆς ἄνω κατάγουσιν. 87. Παραπλεύσαντι δὲ τὸν Φοινικοῦντα πρὸς ἀκρωτηρίῳ τῆς ἠπείρου νῆσός ἐστιν ἀπὸ τῶν ἐναυλιζομένων ἐν αὐτῇ ζῴων Φωκῶν νῆσος ὀνομαζομένη· τοσοῦτο γὰρ πλῆθος τῶν θηρίων τούτων ἐνδιατρίβει τοῖς τόποις, ὥστε θαυμάζειν τοὺς ἰδόντας. Τὸ δὲ προκείμενον ἀκρωτήριον τῆς νήσου κεῖται κατὰ τὴν καλουμένην Πέτραν τῆς Ἀραβίας καὶ τὴν Παλαιστίνην· εἰς γὰρ ταύτην τόν τε λίβανον καὶ τἄλλα φορτία τὰ πρὸς εὐω- Diod.δίαν ἀνήκοντα κατάγουσιν, ὡς λόγος, ἐκ τῆς ἄνω λεγομένης Ἀραβίας οἵ τε Γερραῖοι καὶ Μινναῖοι.
88. Τὴν δʼ ἑξῆς παραθαλάττιον τὸ μὲν παλαιὸν ἐνέμοντο Μαρανῖται, μετὰ δὲ ταῦτα Γαρινδανεῖς, ὄντες Diod. πλησιόχωροι. Τὴν δὲ χώραν κατέσχον τοιῷδέ τινι τρόπῳ· ἐν τῷ πρόσθεν λεχθέντι Φοινικῶνι συντελουμένης πανηγύρεως πενταετηρικῆς, ἐφοίτων πανταχόθεν οἱ περίοικοι, καμήλων εὖ τεθραμμένων ἑκατόμβας τοῖς ἐν τῷ τεμένει θεοῖς θύσοντες, ὁμοίως δὲ καὶ τῶν ὑδάτων τῶν ἐξ αὐτοῦ κομιοῦντες εἰς τὰς πατρίδας διὰ τὸ παραδίδοσθαι τοῦτο τὸ ποτὸν παρασκευάζειν τοῖς προσενεγκαμένοις τὴν ὑγίειαν. Διὰ δὴ ταύτας τὰς αἰτίας τῶν Μαρανιτῶν καταντησάντων εἰς τὴν πανήγυριν, οἱ Γαρινδανεῖς τοὺς μὲν ἀπολελειμμένους ἐν τῇ χώρᾳ κατασφάξαντες, τοὺς δʼ ἐκ τῆς πανηγύρεως ἐπανιόντας ἐνεδρεύσαντες διέφθειραν· ἐρημώσαντες δὲ τὴν χώραν τῶν οἰκητόρων, κατεκληρούχησαν πεδία καρποφόρα καὶ νομὰς τοῖς κτήνεσι δαψιλεῖς ἐκτρέφοντα. Αὕτη δʼ ἡ παράλιος λιμένας μὲν ὀλίγους ἔχει, διείληπται δὲ ὄρεσι πυκνοῖς καὶ μεγάλοις, ἐξ ὧν παντοίας ποικιλίας χρωμάτων ἔχουσα θαυμαστήν παρέχεται θέαν τοῖς παραπλέουσι. Παραπλεύσαντι δὲ ταύτην τὴν χώραν ἐκδέχεται κόλπος Λαιανίτης, περιοικούμενος πολλαῖς κώμαις Ἀράβων τῶν προσαγορευομένων Ναβαταίων. Οὗτοι δὲ πολλὴν μὲν τῆς παραλίου νέμονται, οὐκ ὀλίγην δὲ καὶ τῆς εἰς μεσόγειον ἀνηκούσης χώρας, τόν τε λαὸν ἀμύθητον ἔχοντες καὶ θρεμμάτων ἀγέλας ἀπίστους τοῖς πλήθεσιν. Οἱ τὸ μὲν παλαιὸν ἐξῆγον δικαιοσύνῃ χρώμενοι καὶ ταῖς ἀπὸ τῶν θρεμμάτων τροφαῖς ἀρκούμενοι, ὕστερον δὲ τῶν ἀπὸ τῆς Ἀλεξανδρείας βασιλέων πλωτὸν τοῖς ἐμπόροις ποιησάντων τὸν πόρον, τοῖς τε ναυαγοῦσιν ἐπετίθεντο καὶ λῃστρικὰ σκάφη κατασκευάζοντες ἐλῄστευον τοὺς πλέοντας, μιμούμενοι τὰς ἀγριότητας καὶ παρανομίας τῶν ἐν τῷ Πόντῳ Ταύρων· μετὰ δὲ ταῦτα ληφθέντες ὑπὸ τετρηρικῶν σκαφῶν πελάγιοι προσηκόντως ἐκολάσθησαν.
Phot. 89. Ὅτι μετὰ τὸν καλούμενον Λαιανίτην κόλπον, ὃν Ἄραβες περιοικοῦσιν, ἡ Βυθημανέων ἐστὶ γῆ, πολλή τε καὶ πεδιὰς, καὶ πᾶσα κατάρρυτος καὶ βαθεῖα, ἀγρώστει δὲ μόνον καὶ μηδίκῃ καὶ λωτῷ βάθος ἀνδρόμηκες ἔχοντι πᾶς ὁ καρπὸς αὐτῇ περιγράφεται, ἕτερον δὲ γεωργεῖ οὐδέν. Διὸ πολλαὶ μὲν ἐν αὐτῇ ἄγριαι κάμηλοι, πολλαὶ δὲ ἐλάφων καὶ δορκάδων ἀγέλαι, συχναὶ δὲ ποῖμναι προβάτων, καὶ ἀμύθητος ἀριθμὸς ἡμιόνων καὶ βοῶν. Τούτοις δὲ τοῖς εὐκληρήμασιν ἀντικείμε- Phot. νον παραπέπλεκται κακόν· λεόντων γὰρ καὶ λύκων καὶ παρδάλεων συναναφέρει πλῆθος ἡ γῆ, ὡς εἶναι τὸ τῆς χώρας ἐπίτευγμα τοῖς οἰκηταῖς αἴτιον ἀκληρίας. Diod. 89. Μετὰ δὲ τούτους τοὺς τόπους ὑπάρχει χώρα πεδιὰς κατάρρυτος, ἐκτρέφουσα διὰ τὰς πάντῃ διαρρεούσας πηγὰς ἄγρωστιν καὶ μηδίκην, ἔτι δὲ λωτὸν ἀνδρομήκη. Διὰ δὲ τὸ πλῆθος καὶ τὴν ἀρετὴν τῆς νομῆς οὐ μόνον κτηνῶν παντοδαπῶν ἀμύθητον ἐκτρέφει πλῆθος, ἀλλὰ καὶ καμήλους ἀγρίας, ἔτι δʼ ἐλάφους καὶ δορκάδας. Πρὸς δὲ τὸ πλῆθος τῶν τρεφομένων ζώων φοιτῶσιν ἐκ τῆς ἐρήμου λεόντων καὶ λύκων καὶ παρδάλεων ἀγέλαι, πρὸς ἃς οἱ κτηνοτροφοῦντες ἀναγκάζονται καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ θηριομαχεῖν ὑπέρ τῶν θρεμμάτων· οὕτω τὸ τῆς χώρας εὐτύχημα τοῖς κατοι- Diod. κοῦσιν ἀτυχίας σἴτιον γίνεται διὰ τὸ τὴν φύσιν ὡς ἐπίπαν τοῖς ἀνθρώποις μετὰ τῶν ἀγαθῶν διδόναι τὰ βλάπτοντα.
90. Ἀπὸ δὲ τῶν ἐφεξῆς αἰγιαλῶν κόλπος ἐστὶ νενευκὼς μὲν εἰς τὸν μυχὸν τῆς χώρας, οὐκ ἔλαττον δὲ σταδίων πεντακοσίων ὑποδείκνυσι τὸ βάθος. Οἱ δὲ τὴν ἐντὸς τοῦ κόλπου κατοικοῦντες καλοῦνται μὲν Βατμιζομανεῖς, εἰσὶ δὲ κυνηγοὶ τῶν χερσαίων ζώων. 90. Παραπλεύσαντι δὲ τὰ πεδία ταῦτα κόλπος ἐκδέχεται παράδοξον ἔχων τὴν φύσιν. Συννεύει μὲν γὰρ εἰς τὸν μυχὸν τῆς χώρας, τῷ μήκει δʼ ἐπὶ σταδίους πεντακοσίους παρεκτείνεται· περικλειόμενος δὲ κρημνοῖς θαυμασίοις τὸ μέγεθος, σκολιὸν καὶ δυσέξιτον ἔχει τὸ στόμα· ἁλιτενοῦς γὰρ πέτρας τὸν εἴσπλουν διαλαμβανούσης, οὔτʼ εἰσπλεῦσαι δυνατόν ἐστιν εἰς τὸν κόλπον οὔτʼ ἐκπλεῦσαι. Κατὰ δὲ τὰς τοῦ ὁοῦ προσπτώσεις καὶ τὰς τῶν ἀνέμων μεταβολὰς ὁ κλύδων προσπίπτων τῇ ῥαχίᾳ καχλάζει καὶ τραχύνεται πάντῃ περὶ τὴν παρήκουσαν πέτραν. Οἱ δὲ τὴν κατὰ τὸν κόλπον χώραν νεμόμενοι, Βανιζομενεῖς ὀνομαζόμενοι, τὰς τροφὰς ἔχουσι κυνηγοῦντες καὶ σαρκοφαγοῦντες τὰ χερσαῖα ζῶα. Ἱερὸν δ᾿ ἁγιώτατον ἵδρυται, τιμώμενον ὑπὸ πάντων Ἀράβων περιττότερον.
91. Τὴν δʼ εἰρημένην χώραν νῆσοι τρεῖς ἐκδέχονται, Phot. λιμένας ποιοῦσαι πλείους· ὧν τὴν πρώτην Ἴσιδος ἱερὰν ὠνόμασαν, τὴν δὲ δευτέραν Σουκαβύαν, τὴν δὲ τρίτην Σαλυδὼ, ἐρήμους δὲ πάσας καὶ συσκίους ἐλαίαις, οὐ ταῖς παῤ ἡμῖν, ἀλλὰ ταῖς ἐν ἐκείνοις τοῖς τόποις φυομέναις. 91. Ἑξῆς δὲ τῇ προειρημένῃ παραλία νῆσοι τρεῖς Diod. ἐπίκεινται, λιμένας ποιοῦσαι πλείους. Καὶ τούτων τὴν μὲν πρώτην ἱστοροῦσιν ὑπάρχειν ἱερὰν Ἴσιδος, ἔρημον οὖσαν· παλαιῶν δʼ οἰκιῶν ἔχειν λιθίνας ὑποστάθμας καὶ στήλας γράμμασι βαρβαρικοῖς κεχαραγμένας· ὁμοίως δὲ καὶ τὰς ἄλλας ἐρήμους ὑπάρχειν· πάσας δʼ ἐλαίαις καταπεφυτεῦσθαι διαφόροις τῶν παῤ ἡμῖν.
92. Μετὰ δὲ τὰς νήσους τὰς ἐκκειμένας ἐστιν ἰδεῖν αἰγιαλὸν λιθώδη καὶ μακρόν· ἡ δὲ χώρα Θαμουδηνῶν Ἀράβων. Ὁ δὲ πρὸς ταύτην παράπλους ἐπὶ σταδίους τῶν χιλίων πλείους πάντων χαλεπώτατος· οὐ γὰρ ἔστιν οὐ λιμήν εὔορμος, οὐ σάλος ἐπʼ ἀγκύρας, οὐ κόλπος ἐπὶ σκέπης, οὐ χηλῆς ἐντύπωμα, ἀναγκαία καταφυγὴ, τὸν ναυτίλον δεχόμενον. 92. Μετὰ δὲ τὰς νήσους ταύτας αἰγιαλὸς παρήκει κρημνώδης καὶ δυσπαράπλους ἐπὶ σταδίους ὡς χιλίους οὔτε γὰρ λιμήν οὔτε σάλος ἐπʼ ἀγκύρας ὑπόκειται τοῖς ναυτίλοις, οὐ χηλὴ δυναμένη τοῖς ἀπορουμένοις τῶν πλεόντων τὴν ἀναγκαίαν ὑπόδυσιν παρασχέσθαι.
93. Ὄρος δὲ ταύτῃ παράκειται κατὰ μὲν τὴν κορυφὴν πέτρας ἀποτομάδας ἔχον καὶ τοῖς ὕψεσι καταπληκτικὰς, ὑπὸ δὲ τὰς ῥίζας σπιλάδας ὀξείας καὶ πυκνὰς ἐνθαλάττους καὶ κατόπιν αὐτῶν φάραγγας ὑποβεβρωμένας καὶ σκολιάς. Συντετρημένων δʼ αὐτῶν Diod. πρὸς ἀλλήλας, καὶ τῆς θαλάττης βάθος ἐχούσης, ὁ κλύδων ποτὲ μὲν εἰσπίπτων, ποτέ δὲ παλισσυτῶν βρόμῳ μεγάλῳ παραπλήσιον ἦχον ἐξίησι. Τοῦ δὲ κύματος τὸ μὲν πρὸς μεγάλας πέτρας προσαραττόμενον εἰς ὕψος ἵσταται καὶ τὸν ἀφρὸν θαυμαστὸν τὸ πλῆθος κατασκευάζει, τὸ δὲ καταπινόμενον κοίλωμα σπασμὸν ποιεῖ καταπληκτικὸν, ὥστε τοὺς ἀκουσίως ἐγγίσαντας τοῖς τόποις διὰ τὸ δέος οἱονεὶ προαποθνήσκειν. Ταύτην μὲν οὖν τὴν παράλιον ἔχουσιν Ἄραβες οἱ καλούμενοι Θαμουδηνοί· τὴν δʼ ἑξῆς ἐπέχει κόλπος εὐμεγέθης, ἐπικειμένων αὐτῷ νήσων σποράδων, τὴν πρόσοψιν ἐχουσῶν ὁμοίαν ταῖς καλουμέναις Ἐχινάσι νήσοις. Ἐκδέχονται δὲ ταύτην τὴν παράλιον ἀέριοι θῖνες ἄμμου κατά τε τὸ μῆκος καὶ τὸ πλάτος, μέλανες τὴν χρόαν. Μετὰ δὲ τούτους ὁρᾶται χερρόνησος καὶ λιμὴν εἰς αὐ- Diod. τὴν κάλλιστος τῶν εἰς ἱστορίαν πεπτωκότων, ὀνομαζόμενος Χαρμουθάς. Ὑπὸ γὰρ χηλήν ἐξαίσιον κεκλιμένην πρὸς ζέφυρον κόλπος ἐστὶν οὐ μόνον κατὰ τὴν ἰδέαν θαυμαστὸς, ἀλλὰ καὶ κατὰ τὴν εὐχοηστίαν πολὺ τοὺς ἄλλους ὑπεράγων· παρήκει γὰρ αὐτὸν ὄρος συνηρεφὲς, κυκλούμενον πανταχόθεν ἐπὶ σταδίους ἑκατόν· εἴσπλουν δʼ ἔχει δίπλεθρον, ναυσὶ δισχιλίαις ἄκλυστον λιμένα παρεχόμενος. Χωρὶς δὲ τούτων εὔυδρός τέ ἐστι καθʼ ὑπερβολὴν, ποταμοῦ μείζονος εἰς αὐτὸν ἐμβάλλοντος, καὶ κατὰ μέσον ἔχει νῆσον εὔυδρον καὶ δυναμένην ἔχειν κηπεύματα. Καθόλου δʼ ἐμφερέστατός ἐστι τῷ κατὰ τὴν Καρχηδόνα λιμένι, προσαγορευομένῳ δὲ Κώθωνι· περὶ οὗ τὰς κατὰ μέρος εὐχρηστίας ἐν τοῖς οἰκείοις χρόνοις πειρασόμεθα διελθεῖν. Ἰχθύων δὲ πλῆθος ἐκ τῆς μεγάλης θαλάττης εἰς αὐτὸν ἀθροίζεται διά τε τὴν νηνεμίαν καὶ τὴν γλυκύτητα τῶν εἰς αὐτὸν ῥεόντων ὑδάτων. Παραπλεύσαντι δὲ τοὺς τόπους τούτους ὄρη πέντε διεστηκότα ἀλλήλων εἰς ὕψος ἀνατείνει, συναγομένας ἔχοντα τὰς κορυφὰς εἰς πετρώδη μαστὸν, παραπλήσιον φαντασίαν ἀποτελοῦντα ταῖς κατʼ Αἴγυπτον πυραμίσιν. Ἑξῆς δ᾿ ἐστὶ κόλπος κυκλοτερὴς μεγάλοις ἀκρωτηρίοις περιεχόμενος, οὗ κατὰ μέσην τὴν διάμετρον ἀνέστηκε λόφος τραπεζώδης, ἐφ᾿ οὗ τρεῖς ναοὶ θαυμαστοὶ τοῖς ὕψεσιν ᾠκοδόμηνται θεῶν, ἀγνοουμένων μὲν ὑπʼ Ἑλλήνων, τιμωμένων δʼ ὑπὸ τῶν ἐγχωρίων διαφερόντως.
Phot. 94. Μετὰ ταῦτα δὲ οὐκ εὐθὺς ἐφεξῆς, ἀλλὰ μεθʼ ἕτερά τινα, ἔστιν αἰγιαλὸς εἰς ὑπερβολήν κάθυδρος ἐκτεινόμενος, καὶ τὸ προσηγορευμένον Λαιμὸν ὄρος, ἀμύθητον μὲν ἀναφαῖνον τῆς περιμέτρου τὸ μέγεθος, παντοίας δὲ ὕλης δρυμοῖς διεζωσμένον. 94. Μετὰ δὲ ταῦτα αἰγιαλὸς παρήκει κάθυγρος, ναματιαίοις καὶ γλυκέσι ῥείθροις διειλημμένος· καθʼ ὅν, ἐστιν ὄρος ὀνομαζόμενον μὲν Χαβῖνον, δρυμοῖς δὲ παντοδαποῖς πεπυκνωμένον.
95. Ὅτι τὴν ἀστυγείτονα τῆς ὀρεινῆς χέρσου Δέβαι Phot. κατοικοῦσιν, οἱ μὲν νομάδες, οἱ δὲ γεοῦχοι. Ὧν κατὰ μέσην τὴν χώραν ποταμὸς διαφέρεται τριμερὴς μὲν τῇ φύσει, ψῆγμα δὲ χρυσοῦ κατάγων, οὕτω σύνδηλον τὴν δαψίλειαν ἔχων, ὥστε τὴν ἰλὺν τὴν πρὸς ταῖς ἐκβολαῖς συνηγμένην πόρρωθεν ἀποστίλβειν. Οἱ δὲ τὸν τόπον οἰκοῦντες τῆς μὲν ἐργασίας εἰσὶ τῆς τοιαύτης ἄπειροι, φιλόξενοι δὲ εἰς ὑπερβολὴν οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ τοῖς ἀπὸ Πελοποννήσου διεκβάλλουσι καὶ Βοιωτίας, διά τινα μυθικὴν ἀφʼ Ἡρακλέους ἱστορίαν. 95. Τὴν δὲ χέρσον τὴν ἐχομένην τῆς ὀρεινῆς νέμον- Diod. ται τῶν Ἀράβων οἱ καλούμενοι Δέβαι. Οὗτοι δὲ καμηλοτροφοῦντες πρὸς ἅπαντα χρῶνται τὰ μέγιστα τῶν κατὰ τὸν βίον τῇ τοῦ ζῴου τούτου χρεία· πρὸς μὲν γὰρ τοὺς πολεμίους ἀπὸ τούτων μάχονται, τὰς δὲ κομιδὰς τῶν φορτίων ἐπὶ τούτων νωτοφοροῦντες ῥᾳδίως ἅπαντα συντελοῦσι, τὸ δὲ γάλα πίνοντες ἀπὸ τούτων διατρέφονται, καὶ τὴν ὅλην χώραν περιπολοῦσιν ἐπὶ τῶν δρομάδων καμήλων. Κατὰ δὲ μέσην τὴν χώραν αὐτῶν φέρεται ποταμὸς τοσοῦτο χρυσοῦ καταφέρων ψῆγμα φαινόμενον, ὥστε κατὰ τὰς ἐκβολὰς τὴν ἰλὺν ἀποφέρεσθαι περιστίλβουσαν. Οἱ δʼ ἐγχώριοι τῆς μὲν ἐργασίας τῆς τοῦ χρυσοῦ παντελῶς εἰσιν ἄπειροι· φιλόξενοι δʼ ὑπάρχουσιν, οὐ πρὸς πάντας τοὺς ἀφικνουμένους, ἀλλὰ πρὸς μόνους τοὺς ἀπὸ Βοιωτίας καὶ Πελοποννήσου διά τινα παλαιὰν ἀφ᾿ Ἡρακλέους οἰκειότητα πρὸς τὸ ἔθνος, ἣν μυθικῶς ἑαυτοὺς παρειληφέναι παρὰ τῶν προγόνων ἱστοροῦσιν.
96. Τούτων ἀστυγείτονές εἰσιν Ἀλιλαῖοι καὶ Κασανδρεῖς, κέκτηνται δὲ γῆν οὐδαμῶς ἐοικυῖαν ταῖς προει- Phot. ρημέναις. Οὔτε γὰρ ἐψυγμένος ὁ ἀήρ οὔτε ξηρὸς οὔτε ἔμπυρος, μαλακὴν δὲ καὶ δασεῖαν νεφέλην ὑποδεικνύων, ἀφʼ ἧς ὑετοὶ καὶ χειμῶνες γίνονται καὶ θέρους εὔκαιροι. Τῆς τε χώρας ἡ πλείστη πάμφορος μέν ἐστιν, οὐ πᾶσα δὲ τυγχάνει θεραπείας, τῶν λαῶν ἀπειροτέρων ὄντων. Τὸν μέντοι χρυσὸν ὀρύσσοντες ἐν τοῖς πλακώδεσι τῆς χώρας ὑπονόμοις εὑρίσκουσι πολὺν, οὐ τὸν συντηκόμενον μετʼ ἐπιστήμης καὶ τέχνης ἐκ τοῦ ψήγματος, ἀλλὰ τὸν αὐτόματον, καλούμενον δὲ διὰ τὸ συμβαῖνον παῤ Ἕλλησιν ἄπυρον· οὗ τὸ μὲν ἐλάχιστον ἔχει μέγεθος πυρῆνος, τὸ δὲ μέσον μεσπίλου, τὸ δὲ μέγιστον ὥστε βασιλικοῖς παραβάλλεσθαι καρύοις. Ὃν τρήσαντες ἐναλλὰξ διαφανέσι λίθοις περί τε τοὺς καρποὺς φοροῦσι τῶν χειρῶν καὶ περὶ τοὺς αὐχένας, πρός τε τοὺς ἀστυγείτονας μετάγοντες πωλοῦσιν εὐτελῶς· τὸν μέν γὰρ χαλκὸν πρὸς τὸν χρυσὸν τρίσταθμον ἀλλάττονται, τὸν δὲ σίδηρον πρὸς διπλοῦν χρυσίον. Ὁ δὲ ἄργυρος τοῦ χρυσοῦ δέκα δύναται μοίρας, τῇ δαψιλείᾳ καὶ σπάνει τῆς ἀξίας παραμετρουμένης, ἐν οἷς ἀποβλέπει πᾶς ὁ βίος οὐ πρὸς τὴν φύσιν, ἀλλὰ πρὸς τὴν χρείαν. 96. Ἡ δʼ ἑξῆς χώρα κατοικεῖται ὑπὸ Ἀράβων Ἀλιλαίων καὶ Γασανδῶν, οὐκ ἔμπυρος οὖσα καθάπερ αἱ Diod. πλησίον, ἀλλὰ μαλακαῖς καὶ δασείαις νεφέλαις πολλάκις κατεχομένη· ἐκ δὲ τούτων νεφετοὶ l. ὑετοὶ γίνονται καὶ χειμῶνες εὔκαιροι καὶ ποιοῦντες τὴν θερινὴν ὥραν εὔκρατον. Ἥ τε χώρα πάμφορός ἐστι καὶ διάφορος κατὰ τὴν ἀρετὴν, οὐ μέντοι τυγχάνει τῆς ἐνδεχομένης ἐπιμελείας διὰ τὴν τῶν λαῶν ἀπειρίαν. Τὸν δὲ χρυσὸν εὑρίσκοντες ἐν τοῖς φυσικοῖς ὑπονόμοις τῆς γῆς συνάγουσι πολὺν, οὐ τὸν ἐκ τοῦ ψήγματος συντηκόμενον, ἀλλὰ τὸν αὐτοφυῆ καὶ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος ἄπυρον. Κατὰ δὲ τὸ μέγεθος ἐλάχιστος μὲν εὑρίσκεται παραπλήσιος πυρῆνι, μέγιστος δὲ οὐ πολὺ λειπόμενος βασιλικοῦ καρύου. Φοροῦσι δʼ αὐτὸν περί τε τοὺς καρποὺς τῶν χειρῶν καὶ περὶ τοὺς τραχήλους, τετρημένον ἐναλλὰξ λίθοις διαφανέσι. Καὶ τούτου μὲν τοῦ γένους ἐπιπολάζοντος παῤ αὐτοῖς, χαλκοῦ δὲ καὶ σιδήρου σπανίζοντος, ἐπʼ ἴσης ἀλλάττονται ταῦτα τὰ φορτία πρὸς τοὺς ἐμπόρους.
Phot. 97. Τούτων δὲ τῶν ἀνδρῶν συνεχεῖς Κάρβαι κατέχουσι τὴν ἤπειρον, ἐκδεχομένου λιμένος ἀγχιβαθοῦς, ἐν ᾧ κρῆναι πλείους ἀναβάλλουσιν. Ἐφεξῆς δὲ τὸ τῶν Σαβαίων ἐπισυνάπτει γένος, μέγιστον τῶν κατὰ τὴν Ἀραβίαν καὶ παντοίας κύριον εὐδαιμονίας. Καὶ γὰρ ἡ γῆ πάντα φέρει τὰ παῤ ἡμῖν γινόμενα πρὸς βίον, καὶ τὰ σώματά ἐστι τῶν κατοικούντων ἀξιολογώτερα. Βοσκημάτων κεχορήγηνται πλήθεσιν ἀμυθήτοις. Ὀσμή τε πᾶσαν ἐπέχει τὴν παραλίαν θέας τε καὶ λόγου κρείττω τέρψιντοῖς ἀφικνουμένοις κατασκευάζουσα. Παρὰ μὲν γὰρ αὐτὴν πέφυκε τὴν θάλατταν τό τε βάλσαμον πολὺ καὶ κασσία καὶ πόα τις ἄλλη πρόσφατος μὲν ἡδίστην ἔχουσα τῶν ὀμμάτων τέρψιν, ἐν δὲ τῷ χρονίζειν γινομένη συντόμως ἐξίηλος, ὥστε πρότερον ἀπαμαυροῦσθαι τοῦ φυτοῦ τὴν χρείαν ἢ πρὸς ἡμᾶς παραπέμπεσθαι τοῦ γένους τὴν δύναμιν. Ἐπὶ δὲ τῆς μεσογείου δρυμοὶ συνεχεῖς στείχουσι καὶ μεγάλοι· δένδρα γὰρ ἠλίβατα σμύρνης τε καὶ λιβανωτοῦ, πρὸς δὲ καὶ Phot. κινναμώμου φοίνικός τε καὶ καλάμου καὶ τῶν ἄλλων ἀνεῖται τῶν τοιούτων, ὥστε εἶναι μηδενὶ λόγῳ τὸ πρᾶγμα δηλωτὸν, ὃ συμβαίνει τοῖς περὶ τὰς αἰσθήσεις εἰληχόσι τοῦ γένους τὴν δοκιμασίαν. Οὐ γὰρ τὴν τεθησαυρισμένην καὶ παλαιὰν ἔχει τῶν ἀρωμάτων ἀπόλαυσιν, οὐδὲ τὴν ἀπὸ τοῦ γεννῶντος καὶ τρέφοντος ὄγκου διακεχωρισμένην, ἀλλὰ τὴν ἀνθοῦσαν ἀπὸ τῆς θείας ἀκμῆς καὶ τὴν ἀπὸ τῶν οἰκείων καὶ φυσικῶν τὸ θαυμαζόμενον ἀποπέμπουσαν, ὥστε πολλοὺς εἰς λήθην ἀφικομένους τῶν θνητῶν εὐτυχημάτων τῆς ἀμβροσίας ὑπονοεῖν ἀπολαμβάνειν, ὄνομα τοῦ πράγματος ἐπιζητοῦντος οἰκεῖον τῆς ὑπερβολῆς. Diod. 97. Μετὰ δὲ τούτους ὑπάρχουσιν οἱ ὀνομαζόμενοι Κάρβαι, καὶ μετὰ τούτους Σαβαῖοι, πολυανθρωπότατοι τῶν Ἀραβικῶν ἐθνῶν ὄντες. Νέμονται δὲ τὴν εὐδαίμονα λεγομένην Ἀραβίαν, φέρουσαν τὰ πλεῖστα τῶν παῤ ἡμῖν ἀγαθῶν καὶ θρεμμάτων παντοδαπῶν ἐκτρέφουσαν πλῆθος ἀμύθητον. Εὐωδία τε γὰρ αὐτὴν πᾶσαν ἐπέχει φυσικὴ διὰ τὸ πάντα σχεδὸν τὰ ταῖς ὀσμαῖς πρωτεύοντα φύεσθαι κατὰ τὴν χώραν ἀνέκλειπτα. Κατὰ μὲν γὰρ τὴν παράλιον φύεται τὸ καλούμενον βάλσαμον καὶ κασία καὶ πόα τις ἄλλη ἰδιάζουσαν φύσιν ἔχουσα· αὕτη δὲ πρόσφατος μὲν οὖσα τοῖς ὄμμασι προσηνεστάτην παρέχεται τέρψιν, ἐγχρονισθεῖσα δὲ συντόμως γίνεται ἐξίτηλος. Κατὰ δὲ τὴν μεσόγειον ὑπάρχουσι δρυμοὶ συνηρεφεῖς, καθʼ οὕς ἐστι δένδρα μεγάλα λιβανωτοῦ καὶ σμύρνης, πρὸς δὲ τούτοις φοίνικος καὶ καλάμου καὶ κινναμώμου καὶ τῶν ἄλλων τῶν τούτοις ὁμοίαν ἐχόντων τὴν εὐωδίαν· οὐδὲ γὰρ ἐξαριθμήσασθαι δυνατὸν τὰς ἑκάστων ἰδιότητάς τε καὶ φύσεις διὰ τὸ πλῆθος καὶ τὴν ὑπερβολὴν τῆς ἐκ πάντων ἀθροιζομένης ὀσμῆς. Θεία γάρ τις φαίνεται καὶ λό- Diod. γου κρείττων ἡ προσπίπτουσα καὶ κινοῦσα τὰς ἑκάστων αἰσθήσεις εὐωδία· καὶ γὰρ τοὺς παραπλέοντας, καίπερ πολὺ τῆς χέρσου κεχωρισμένους, οὐκ ἀμοίρους ποιεῖ τῆς τοιαύτης ἀπολαύσεως. Κατὰ γὰρ τὴν ἐαρινὴν ὥραν, ὅταν ἄνεμος ἀπόγειος γένηται, συμβαίνει τὰς ἀπὸ τῶν σμυρνοφόρων δένδρων καὶ τῶν ἄλλων τῶν τοιούτων ἀποπνεομένας εὐωδίας διικνεῖσθαι πρὸς τὰ πλησίον μέρη τῆς θαλάττης· οὐ γὰρ ὥσπερ παῤ ἡμῖν ἀποκειμένην καὶ παλαιὰν ἔχει τὴν τῶν ἀρωμάτων φύσιν, ἀλλὰ τὴν ἀκμάζουσαν ἐν ἄνθει νεαρὰν δύναμιν καὶ διικνουμένην πρὸς τὰ λεπτομερέστατα τῆς αἰσθήσεως. Κομιζούσης γὰρ τῆς αὔρας τὴν ἀπόρροιαν τῶν εὐωδεστάτων, προσπίπτει τοῖς προσπλέουσι τὴν παράλιον προσηνές καὶ πολὺ, πρὸς δὲ τούτοις ὑγιεινὸν καὶ παρηλλαγμένον ἐκ τῶν ἀρίστων μῖγμα, οὔτε γὰρ τετμημένου τοῦ καρποῦ καὶ τὴν ἰδίαν ἀκμὴν ἐκπεπνευκότος, οὔτε τὴν ἀπόθεσιν ἔχοντος ἐν ἑτερογενέσιν ἀγγείοις, ἀλλʼ ἀπʼ αὐτῆς τῆς νεαρωτάτης ὥρας, καὶ τὸν βλαστὸν ἀκέραιον παρεχομένης τῆς θείας φύσεως· ὥστε τοὺς μεταλαμβάνοντας τῆς ἰδιότητος δοκεῖν ἀπολαύειν τῆς μυθολογουμένης ἀμβροσίας διὰ τὸ τὴν ὑπερβολὴν τῆς εὐωδίας μηδεμίαν ἑτέραν εὑρίσκειν οἰκείαν προσηγορίαν.
98. Περὶ δὲ τοὺς δρυμοὺς τῶν εὐωδῶν γένος ἐστὶν ὄφεων ἰδιώτατον πάντων, οἱονεὶ φθονούσης τοῖς ἁδροῖς ἐπιτεύγμασι τῆς τύχης καὶ παραπλεκούσης τἀγαθῷ τὸ βλαβερὸν, ὅπως μηδεὶς εἰς τέλος ἐξυβρίζων τιτανῶδες καὶ κατεγνωκὸς τοῦ θείου τὸ φρόνημα λαμβάνῃ τῶν ἀγαθῶν εὐτυχούντων, παιδεύηται δὲ τῇ παραθέσει καὶ μνήμῃ τῶν ἐναντίων. Τὸ δὲ γένος τῶν ὄφεων χρῶμα μὲν ἔχει φοινικοῦν, μῆκος δὲ ὅσον σπιθαμῆς, δῆγμα Phot. δὲ ἀνίατον, ἂν τῆς λαγόνος ἀνώτερον αἱμάξῃ· τὴν δὲ πληγὴν δίδωσι παλλόμενον εἰς ὕψος. 98. Οὐ μὴν ὁλόκληρον καὶ χωρὶς φθόνου τὴν εὐδαιμονίαν τοῖς ἀνθρώποις ἡ τύχη περιέθηκεν, ἀλλὰ τοῖς τηλικούτοις δωρήμασι παρέζευξε τὸ βλάπτον καὶ νουθετῆσον τοὺς διὰ τὴν συνέχειαν τῶν ἀγαθῶν εἰωθότας καταφρονεῖν τῶν θεῶν. Κατὰ γὰρ τοὺς εὐωδεστάτους δρυμοὺς ὄφεων ὑπάρχει πλῆθος, οἳ τὸ μὲν χρῶμα φοινικοῦν ἔχουσι, μῆκος δὲ σπιθαμῆς, δήγματα Diod. δὲ ποιοῦνται παντελῶς ἀνίατα· δάκνουσι δὲ προσπηδῶντες καὶ ἁλλόμενοι πρὸς ὕψος αἰμάττουσι τὸν χρῶτα.
99. Παρ' αὐτοῖς δὲ τοῖς Σαβαίοις ἡ μὲν ὀσμὴ τῶν εὐωδῶν ἀκροτάτη, ἡ δὲ χάρις ἐλλιπῆς· τὸ γὰρ ἐνδελεχὲς ἐκ νηπίου κινεῖ μὲν τὴν αἴσθησιν ἧττον, ἀμβλυτέραν δὲ κατασκευάζει, μεταβολῆς τοῖς βίοις οὐχ ὑποκειμένης. Οὐ μὴν ἀλλὰ κἀπειδὰν οὐ δύνωνται τὴν ζωὴν παιδαγωγεῖν παραπλησίως εὐσταθῆ, διαπνεομένου τοῦ σώματος ὑπʼ ἀκράτου καὶ τμητικῆς δυνάμεως, καὶ τὴν σύμμετρον πύκνωσιν ἐπὶ ἀραιὸν ἀγούσης, ὥστε ἄγειν εἰς ἔκλυσιν ἐσχάτην, τότε δὴ ἀσφάλτου παραθυμιῶντες βραχὺ καὶ τράγου πώγωνα, τοῖς τοιούτοις ἀφαιροῦνται τὴν ἄγαν εὐώδη τῆς ἐπιφορᾶς ὑπερβολὴν, καὶ τῇ μίξει τοῦ δοκοῦντος λυπεῖν τὸ τῆς ἡδονῆς βλαβερὸν ὑποκαταστέλλουσιν. Οὕτως ἅπαν ἐπίτευγμα μεσότητι μὲν καὶ τάξει κυβερνώμενον παραπέμπει τὸν βίον, συμμε τρίας δὲ καὶ καιροῦ στερηθὲν οὐκ ἔχει τὴν κτῆσιν ὀνησιφόρον. 99. Ἴδιον δέ τι παρὰ τοῖς ἐγχωρίοις συμβαίνει περὶ τοὺς ἠσθενηκότας ὑπὸ μακρᾶς νόσου τὰ σώματα. Διαπνεομένου γὰρ τοῦ σώματος ὑπʼ ἀκράτου καὶ τμητικῆς φύσεως, καὶ τῆς συγκρίσεως τῶν ὄγκων εἰς ἀραίωμα συναγομένης, ἔκλυσις ἐπακολουθεῖ δυσβοήθητος. Διόπερ τοῖς τοιούτοις ἄσφαλτον παραθυμιῶσι καὶ τράγου πώγωνα, ταῖς ἐναντίαις φύσεσι καταμαχόμενοι τὴν ὑπερβολὴν τῆς εὐωδίας. Τὸ γὰρ καλὸν ποσότητι μὲν καὶ τάξει μετρούμενον ὠφελεῖ καὶ τέρπει τοὺς ἀνθρώπους, ἀναλογίας δὲ καὶ καθήκοντος καιροῦ διαμαρτὸν ἀνόνητον ἔχει τὴν δωρεάν.
100. Τὸ δὲ τῶν Σαβαίων ἄστυ τοῦ παντὸς ἔθνους προσηγορίαν δηλοῦν, ἐπʼ ὄρους ἐστὶν οὐ μεγάλου, πολὺ κάλλιστον τῶν κατὰ τὴν Ἀραβίαν, ὃ καλεῖται Σάβας. Phot. Ὁ δὲ βασιλεύων τοῦ παντὸς ἔθνους προεδρίαν ἔχει παρὰ τοῦ λαοῦ τῇ μὲν ἔντιμον τῇ δὲ ἀκληροτάτην· ἔντιμον μὲν ὅτι πολλοῖς ἐπιτάττει, κατὰ κρίσιν ἀνυπεύθυνον ὃ βούλεται πράττων, ἄκληρον δὲ ὅτι παραλαβὼν τὴν ἐπιμέλειαν οὐ δύναται πάλιν ἐκ τῶν βασιλείων ἐξελθεῖν· εἰ δὲ μὴ, λιθόλευστος ὑπὸ πάντων γίνεται κατὰ χρησμὸν ἀρχαῖον, ὥστε εἶναι τὴν ὑπεροχήν βλαβεράν. 100. Τοῦ δʼ ἔθνος τούτου μητρόπολίς ἐστιν ἣν καλοῦσι Σάβας, ἐπʼ ὄρους ᾠκισμένη. Βασιλέας δʼ ἐκ γένους ἔχει τοὺς διαδεχομένους, οἷς τὰ πλήθη τιμὰς Diod. ἀπονέμει μεμιγμένας ἀγαθοῖς καὶ κακοῖς. Μακάριον μὲν γὰρ βίον ἔχειν δοκοῦσιν, ὅτι πᾶσιν ἐπιτάττοντες οὐδένα λόγον ὑπέχουσι τῶν πραττομένων· ἀτυχεῖς δὲ νομίζονται καθʼ ὅσον οὐκ ἔξεστιν αὐτοῖς οὐδέποτε ἐξελθεῖν ἐκ τῶν βασιλείων, εἰ δὲ μὴ, γίνονται λιθόλευστοι ὑπὸ τῶν ὄχλων κατά τινα χρησμὸν ἀρχαῖον.
101. Τῶν δὲ ἀνδρῶν οἱ μὲν καταγινόμενοι πρὸς τὸ οἴκοι ἐνδιατρίβειν βραχύ τι τοῦ θήλεος γένους ἀλκιμώτερον ἄγουσιν, ὑπὸ τῆς συνεχοῦς ἀπογυναικούμενοι ῥᾳστώνης· οἱ δὲ ἄλλοι τά τε πρὸς πόλεμον μελετῶσι καὶ τὴν χώραν ἅπασαν ἐργάζονται καὶ στέλλουσιν ἀπʼ οἰκίας, τοῖς μείζοσι χρώμενοι σχεδίαις. Κομίζουσι δὲ ἄλλα τε, καὶ μάλιστα τὸν εὐώδη καρπὸν τὸν ἐν τῷ πέραν φυόμενον ἀραβιστὶ δὲ λέγεται λάριμναν, μεγίστην ἔχοντα τῶν ἄλλων θυμιαμάτων εὐωδίαν, ὃν κρατεῖν λέγεται γένους ἀρρωστίας ὡς ἐπὶ τὸ πολὺ σωματικῆς. Οὐδεμίαν δὲ τῆς γῆς ἄλλην ὕλην φερούσης, ἀναγκάζονται πρὸς τὰ καθʼ ἡμέραν τὸ κιννάμωμον καὶ τὴν κασσίαν καίειν, καὶ πρὸς τὰς ὑπολοίπους ἐν τῷ βίῳ χρείας· οὕτως ἀνίσως τὰ αὐτῆς ἡ τύχη μεμέρικε, τοῖς μὲν σπάνιν τῶν σπουδαίων, τοῖς δὲ πλῆθος διδοῦσα. Τῶν δὲ Σαβαίων χρῶνται καὶ τοῖς δερματίνοις οὐκ ὀλίγοι πορείοις, διδασκούσης τὴν χρείαν τῆς ἀναπώτιδος, καίπερ ἐν τρυφῇ καταγινομένους.
102. Οὐδέν γὰρ εὐπορώτερον Σαβαίων καὶ Γερραίων εἶναι δοκεῖ γένος, ἐκτεταμιευμένων πᾶν τὸ πῖπτον εἰς διαφορᾶς λόγον ἀπὸ τῆς Ἀσίας καὶ τῆς Εὐρώπης. Οὗ- Phot. τοι πολύχρυσον τὴν Πτολεμαίου Συρίαν πεποιήκασιν, οὗτοι τῇ Φοινίκων φιλεργία κατεσκευάκασι λυσιτελεῖς ἐμπορίας, καὶ μυρία ἄλλα. Ἔστι δὲ πολυτέλεια παῤ αὐτοῖς οὐ μόνον ἐν τορεύμασι θαυμαστοῖς καὶ ποτηρίων ποικιλίαις, ἔτι δὲ κλινῶν καὶ τριπόδων μεγέθεσι, ἀλλὰ καὶ τῶν ἄλλων τῶν κατʼ οἰκίαν παῤ ἡμῖν ἐκτεινομένων λαμβάνει τὴν ὑπερβολὴν, πολλῶν, ὡς ἔοικε, κεκτημένων χορηγίαν βασιλικήν. Κίονάς τε πολλοὺς αὐτοῖς φησὶ κατεσκευάσθαι ἐπιχρύσους τε καὶ ἀργυροῦς, πρὸς δὲ καὶ τὰς ὀροφὰς καὶ θύρας φιάλαις λιθοκολλήτοις ἐξειλῆφθαι πυκναῖς, ὡσαύτως καὶ τὰ μεσοστύλια θέαν ἔχειν εὐπρεπῆ, καὶ καθόλου τοὺς παρὰ τῶν ἄλλων πλούτους ἐκκεῖσθαι τὴν διαφορὰν μεγάλην. Ἀλλὰ ταῦτα μὲν ἕως τοῦ καθʼ ἡμᾶς παῤ αὐτοῖς ἐπαγγέλλεται βίου. Εἰ δὲ μὴ πόρρω διεστηκυῖαν τὴν οἴκησιν κατεῖχον τῶν ἐπὶ πάντα τόπον τὰς δυνάμεις στρεφόντων, οἰκονόμοι τῶν ἀλλοτρίων ἂν ὑπῆρχον οἱ κύριοι τῶν ἰδίων ἄθλων, τῆς ῥᾳθυμίας ἀδυνατούσης τὸ ἐλεύθερον πλείω χρόνον διατηρεῖν. 102. Τοῦτο δὲ τὸ ἔθνος οὐ μόνον τῶν πλησισχώρων Ἀράβων, ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων διαφέρει Diod. πλούτῳ καὶ ταῖς ἄλλαις κατὰ μέρος πολυτελείαις. Ἐν γὰρ ταῖς τῶν φορτίων ἀλλαγαῖς καὶ πράσεσιν ὄγκοις ἐλαχίστοις πλείστην ἀποφέρονται τιμὴν ἀπάντων ἀνθρώπων τῶν ἀργυρικῆς ἀμείψεως ἕνεκα τὰς ἐμπορίας ποιουμένων. Διόπερ ἐξ αἰῶνος ἀπορθήτων αὐτῶν γεγενημένων διὰ τὸν ἐκτοπισμὸν, καὶ χρυσοῦ τε καὶ ἀργύρου πλήθους ἐπικεκλυκότος παῤ αὐτοῖς, καὶ μάλιστα ἐν Σάβαις, ἐν ᾗ τὰ βασίλεια κεῖται, τορεύματα μὲν ἀργυρᾶ τε καὶ χρυσᾶ παντοδαπῶν ἐκπωμάτων ἔχουσι, κλίνας δὲ καὶ τρίποδας ἀργυρόποδας, καὶ τὴν ἄλλην κατασκευὴν ἄπιστον τῇ πολυτελεία, κιόνων τε ἁδρῶν περίστυλα, τὰ μὲν ἐπίχρυσα, τὰ δʼ ἀργυροειδεῖς ἐπὶ τῶν κιονοκράνων τύπους ἔχοντα. Τὰς δʼ ὀροφὰς καὶ θύρας χρυσαῖς φιάλαις λιθοκολλήτοις καὶ πυκναῖς διειληφότες, ἅπασαν τῆν τῶν οἰκιῶν κατὰ μέρος οἰκονομίαν πεποίηνται θαυμαστήν ταῖς πολυτελείαις· τὰ μὲν γὰρ ἐξ ἀργύρου καὶ χρυσοῦ, τὰ δʼ ἐξ ἐλέφαντος καὶ τῶν διαπρεπεστάτων λίθων ἔτι δὲ τῶν ἄλλων τῶν τιμιωτάτων παῤ ἀνθρώποις κατεσκευάκασιν. Ἀλλὰ γὰρ οὗτοι μὲν ἐκ πολλῶν χρόνων τὴν εὐδαιμονίαν ἀσάλευτον ἔσχον διὰ τὸ παντελῶς ἀπεξενῶσθαι τῶν διὰ τὴν ἰδίαν πλεονεξίαν ἕρμαιον ἡγουμένων τὸν ἀλλότριον πλοῦτον.
103. Παρὰ δὲ τὴν χώραν ταύτην ἡ μὲν θάλαττα Phot. λευκὴ φαίνεται, ποταμῷ ἐμφερὴς, ὥστε παραπλήττεσθαι τοῦ γινομένου τὴν αἰτίαν, νῆσοι δὲ εὐδαίμονες παράκεινται, ἐν αἷς βοσκήματα λευκὰ μὲν ἐστι πάντα, οὐδενὶ δὲ τῶν θηλειῶν ἐπιφύεται κέρας. Ἐν ταύταις ταῖς νήσοις ἰδεῖν ἐστιν ὁρμούσας ἐμπορικὰς τῶν προσχώρων σχεδίας, πλείστας μὲν ἐκεῖθεν οὗ κατεστήσατο παρὰ τὸν Ἰνδὸν ποταμὸν ὁ Ἀλέξανδρος ναύσταθμον, οὐκ ὀλίγας δὲ ἀπὸ τῆς Περσίδος καὶ Καρμανίας καὶ τῆς σύνεγγυς πάσης. 103. Ἡ δὲ κατὰ τούτους θάλαττα λευκὴ φαίνεται Diod. τὴν χρόαν, ὥσθʼ ἅμα θαυμάζειν τὸ παράδοξον καὶ τὴν αἰτίαν τοῦ συμβαίνοντος ἐπιζητεῖν. Νῆσοι δʼ εὐδαίμονες πλησίον ὑπάρχουσιν, ἔχουσαι πόλεις ἀτειχίστους, ἐν αἷς τὰ βοσκήματα πάντα λευκὴν ἔχει τὴν χρόαν, καὶ τοῖς θήλεσιν αὐτῶν οὐκ ἐπιφύεται τὸ καθόλου κέρας. Εἰς ταύτας δʼ ἔμποροι πάντοθεν καταπλέουσι, μάλιστα δʼ ἐκ Ποτάνας, ἣν Ἀλέξανδρος ᾤκισε παρὰ τὸν Ἰνδὸν ποταμὸν, ναύσταθμον ἔχειν βουλόμενος τῆς παρὰ τὸν Ὠκεανὸν παραλίου. Περὶ μὲν οὖν τῆς χώρας καὶ τῶν ἐν αὐτῇ κατοικούντων ἀρκεσθησόμεθα τοῖς εἰρημένοις.
104. Ἔστι δὲ αὐτοῖς καὶ τὰ κατὰ τὸν οὐρανὸν θαυμασίως ἔχοντα· ὧν ἐστὶ καὶ τὸ περὶ τὴν ἄρκτον συμβαῖνον. Ἀπὸ γὰρ Μαιμακτηριῶνος, ὃς ἄγεται παρὰ τοῖς Ἀθηναίοις, οὐδεὶς ἀστὴρ τῶν ἑπτὰ φαίνεται μέχρι φυλακῆς πρώτης, ἐν δὲ Ποσειδεῶνι μέχρι δευτέρας, ἐν δὲ τοῖς ἑξῆς τῶν μηνῶν κατὰ λόγον. Τῶν δʼ ἄλλων ἀστέρων οἱ μὲν πλάνητες ἀόρατοι, τινὲς δὲ τοῖς ὄγκοις μείζονες, οἱ δὲ οὐδὲ κατὰ τοὺς ὑφεστῶτας καιροὺς τὰς βύσεις ποιούμενοι καὶ τὰς ἐπιτολάς. 104. Περὶ δὲ τῶν κατὰ τὸν οὐρανὸν ὁρωμένων παραδόξων ἐν τοῖς τόποις οὐ παραλειπτέον. Θαυμασιώτατον μὲν οὖν ἐστι τὸ περὶ τὴν ἄρκτον ἱστορούμενον καὶ πλείστην ἀπορίαν παρεχόμενον τοῖς πλοϊζομένοις, Ἀπὸ γὰρ μηνὸς ὃν καλοῦσιν Ἀθηναῖοι Μαιμακτηριῶνα τῶν ἑπτὰ· τῶν κατὰ τὴν ἄρκτον ἀστέρων οὐδένα φασὶν ὁρᾶσθαι μέχρι τῆς πρώτης φυλακῆς, τῷ δὲ Ποσειδεῶνι μέχρι δευτέρας, καὶ κατὰ τοὺς ἐξῆς ἐκ τοῦ κατʼ ὀλίγον I. κατὰ λόγον. Τῶν δʼ ἄλλων τοὺς μὲν ὀνομαζομένους πλανήτας ἀθεωρήτους ὑπάρχειν, τοὺς δὲ μὲν codd. μείζονας τῶν παῤ ἡμῖν, ἑτέρους δὲ μηδὲ τὰς ὁμοίας ἀνατολὰς καὶ δύσεις ποιεῖσθαι.
Phot. 105. Τοῦ δὲ ἡλίου τὴν ἔκφασιν ἐν τοῖς ἐπέκεινα Πτολεμαΐδος ἰδίαν λέγουσι καὶ παρηλλαγμένην. Πρῶτον μὲν γὰρ οὐ καθάπερ παῤ ἡμῖν φῶς ἀνήλιον ἕωθεν ὁρῶμεν ἐπὶ χρόνον οὐκ ὀλίγον, εἶτα τὴν ἀνατολήν· ἀλλὰ νυκτὸς σκοτίας ὑπαρχούσης, ἐξαίφνης ἀνέλαμψεν ἥλιος, ἡμέρα δὲ οὐδέποτε γίνεται ἐκεῖσε πρὶν τὸν ἥλιον ἰδεῖν. Δεύτερον ὁ ἥλιος ἀναφερόμενος φαίνεται ἐκ μέσου τοῦ πελάγους. Τρίτον ποιεῖ δὲ τοῦτο ἄνθρακι μὲν ὢν τῶν πυρωδεστάτων παρόμοιος, σπινθῆρας δὲ μεγάλους ἀπορρίπτων, τοὺς μὲν εἰς τὸν κύκλῳ τόπον τοῦ φωτίζοντος, τοὺς δὲ εἰς τὸν ἀπωτέρω. Τέταρτον καὶ τὸ σχῆμα δὲ οὐ δισκοειδὲς ἔχειν τὸν ἥλιόν φασιν, ἀλλὰ κίονι παχεῖ τά γε πρῶτα ἐμφερῆ, μικρὸν ἐμβριθέστερον ἔχοντι τὴν ἀπὸ τῶν ἄκρων φαντασίαν, οἱονεὶ κεφαλήν. Πέμπτον ἔτι τοίνυν οὔτε αὐγήν οὔτε ἀκτῖνα ἀπολάμπειν οὐδεμίαν, οὔτε ἐπὶ τὴν γῆν, οὔτε ἐπὶ τὴν θάλατταν, ἕως πρώτης ὥρας, ἀλλ᾿ ἐπὶ σκότει πῦρ ἀλαμπές· δευτέρας δʼ ἐνισταμένης τὸ ὅλον ἄστρον ἀναβαῖνον, ἀσπιδοειδές καθιστάμενον, τοῦ σχήματος τὸν τύπον καὶ τὸ φῶς ἐπί τε τὴν γῆν καὶ τὸ πέλαγος βάλλει οὕτως ἄτοπον καὶ πυρῶδες, ὥστε ἀμφοῖν νομίζεσθαι παμμεγέθεις τὰς ὑπερβολάς. Ἕκτον εἰς δὲ τὴν ἑσπέραν ἐναντίον τὸ περὶ τὸν ἥλιον πάθος φασὶν δρᾶσθαι· ὑποδείξαντα γὰρ ὅτι δέδυκε κατὰ τῆς γῆς, οὐκ ἐλάττω χρόνον ὡρῶν τριῶν μετὰ ταῦτα φωτίζειν, ὃν καὶ νομίζουσι παῤ αὐτοῖς καιρὸν εἶναι τῆς ἡμέρας τὸν ἥδιστον. Diod. 105. Τὸν δʼ ἥλιον οὐχ ὥσπερ παῤ ἡμῖν βραχὺ πρὸ τῆς ἰδίας ἀνατολῆς προαποστέλλειν τὸ φῶς, ἀλλ᾿ ἔτι νυκτὸς οὔσης οσκοταίου παραδόξως ἄφνω φανέντα ἐκλάμπειν. Διὸ καὶ μηδέποθʼ ἡμέραν ἐν ἐκείνοις τοῖς τόποις γίνεσθαι πρὶν ὁραθῆναι τὸν ἥλιον. Ἐκ μέσου δὲ τοῦ πελάγους φασὶν ἀναφαινόμενον αὐτὸν ὁρᾶσθαι μὲν ἄνθρακι παραπλήσιον τῷ πυρωδεστάτῳ, σπινθῆρας δὲ ἀφʼ ἑαυτοῦ μεγάλους ἀπορρίπτειν, καὶ τῷ τύπῳ μὴ κωνοειδῆ I. κυκλοειδῆ φαίνεσθαι, καθάπερ ἡμεῖς δοξάζομεν, ἀλλὰ κίονι τὸν τύπον ἔχειν ἐμφερῆ, μικρὸν· ἐμβριθεστέρν ἔχοντι τὴν ἀπὸ τῆς κεφαλῆς ἐπιφάνειαν, πρὸς δὲ τούτοις μήτ᾿ αὐγὴν ποιεῖν μήτʼ ἀκτῖνας βάλλειν ἄχρι πρώτης ὥρας, φαινομένου πυρὸς ἀλαμποῦς ἐν σκότει· δευτέρας δ᾿ ἀρχομένης ἀσπιδοειδῆ γίνεσθαι καὶ τὸ φῶς βάλλειν ἀπότομον καὶ πυρῶδες καθʼ ὑπερβολήν. Κατὰ δὲ τὴν δύσιν ἐναντία γίνεσθαι συμπτώματα περὶ αὐτάν· δοκεῖν γὰρ τοῖς δρῶσι καιναῖς ἀκτῖσι φωτίζειν τὸν κόσμον οὐκ ἔλαττον ὡρῶν δυοῖν, ὡς δʼ Ἀγαθαρχίδης ὁ Κνίδιος ἀνέγραψε, τριῶν. Τοῦτον δὲ Diod. τὸν καιρὸν ἥδιστον τοῖς ἐγχωρίοις φαίνεσθαι, ταπεινουμένου τοῦ καύματος διὰ τὴν δύσιν τοῦ ἡλίου.
106. Τῶν δʼ ἀνέμων ζέφυροι μὲν καὶ λίβες ἔτι δʼ ἀργέσται καὶ εὖροι πνέουσι καθάπερ καὶ παρὰ τοῖς ἄλλοις· νότοι δὲ κατὰ μὲν Αἰθιοπίαν οὔτε πνέουσιν οὔτε γνωρίζονται τὸ σύνολον, κατὰ δὲ τὴν Τρωγλοδυτικὴν καὶ τὴν Ἀραβίαν θερμοὶ γίνονται καθʼ ὑπερβολὴν, ὥστε καὶ τὰς ὕλας ἐκπυροῦν καὶ τῶν καταφευγόντων εἰς τὰς ἐν ταῖς καλύβαις-σκιὰς ἐκλύειν τὰ σώματα. Ὁ δὲ βορέας δικαίως ἂν ἄριστος νομίζοιτο, διικνούμενος εἰς ἅπαντα τόπον τῆς οἰκουμένης καὶ διαμένων ψυχρός.
Phot. 107. Ὅτι εἰπὼν περὶ ἀμπώτεων ὁ συγγραφεὺς διαφόρους αἰτίας, καὶ πάσας ὡς οὐδὲν ἐχούσας ἀληθές ἀποδοκιμάσας, ἐπάγει· Ὅτι δὲ ταῦτα πάντα λαλιὰν μὲν ἔχει σιγᾶν αἰσχυνομένην, πράγματος δὲ οὐδενὸς ἀντείληπται βοήθειαν δυναμένου τοῖς εἰρημένοις παρασχεῖν, εὐχερές ἐστι μαθεῖν. Εἶτα προσθεὶς καὶ ἕτερα τῆς αὐτῆς ἐννοίας ἐχόμενα, πάλιν ἐπιφέρει· Διὸ περὶ μὲν ἀμπώτιδος καὶ σεισμοῦ καὶ πνευμάτων καὶ κεραυνῶν καὶ τῶν τοιούτων ἀπάντων τὰς μὲν αἰτίας, διʼ ἐς γίνεται, παραχωροῦμεν τοῖς ἑτοιμότερον ἔχουσι πρὸς εὐκολίαν ἡμῶν τὰ δὲ πάθη τὰ γεννῶντα τὰς προφανεῖς συμφορὰς δεδηλώκαμεν, μαθόντες παρὰ τῶν εἰδότων. Εὑρίσκειν δὲ πιθανώτερα τούτων εἰς μὲν ὑπόθεσιν παράδοξον φιλοτιμούμεθα, ἱστορίαν δὲ ἀπαγγέλλοντες ἀληθινὴν οὐκ ἂν ὑπομείναμεν.
108. Ὅτι ἐν τῷ προειρημένῳ πόρῳ, φησί, περὶ τὰς ἐλαίας τοιοῦτόν τι ξένον συμβαίνει. Πλημμυρίδος ὑπαρχούσης πᾶσαι καλύπτονται, τῆς δʼ ἀμπώτεως γινομένης ἐν τῇ θαλάσσῃ πάντα τὸν χρόνον θάλλουσιν. Ἔστι δέ τι φυόμενον αὐτόθι κατὰ βάθος ἐν ταῖς ῥάχίαις, μελαίνῃ σχοίνῳ παραπλήσιον, ὅ φασιν οἱ ἐκεῖσε κατοικοῦντες Ἴσιδος εἶναι τρίχωμα, μυθώδει πλάσματι πίστιν εὐήθη περιτιθέναι ζητοῦντες. Συμβέβηκε δʼ αὐτῷ τυπτομένῳ μὲν ὑπὸ τοῦ κύματος κάμπτεσθαι πολλαχῶς, ἁπαλῆς οὔσης τῆς ὅλης περιοχῆς καὶ τοῖς ἄλλοις παραπλησίας φυτοῖς· ἂν δέ τις ἀποκόψας εἰς τὸν ὕπαιθρον ἀναφήνῃ τόπον, σιδήρου παραχρῆμα γίνεται τὸ διῃρημένον σκληρότερον.
109. Ὅτι καὶ ἄλλοι μὲν πολλοὶ, φησίν, ἰχθύες περὶ τοὺς προειρημένους τίκτονται τόπους, παρηλλαγμένην ἔχοντες τὴν φύσιν, γίνεται δέ τις ἰχθὺς ὑπερβαλλόντως μέλας, ἀνδρὸς ἔχων μέγεθος, ὃν καλοῦσιν αἰθίοπα, διὰ τὸ καὶ τοῦ προσώπου σιμὸν ἔχειν τὸν τύπον. Τοῦτον κατʼ ἀρχὰς μὲν οἱ θηρεύσαντες διὰ τὴν ὁμοιότητα οὔτε πωλεῖν ἠξίουν οὔτε καταναλίσκειν, τοῦ δὲ χρόνου προῖόντος ἀμφότερα πράττοντες οὐδὲν ἁμαρτάνουσι.
Phot. 110. Τὰ μὲν οὖν ὑπὲρ τῶν ἐθνῶν τῶν ἐκκειμένων μιο. πρὸς μεσημβρίαν, ὡς ἦν ἐφʼ ἡμῖν, ἐν πέντε βιβλίοις ἐπιμελῶς ἱστορήκαμεν· ὑπέρ δὲ τῶν ἐν τῷ πελάγει νήσων ὕστερον τεθεωρημένων, καὶ τῶν ἑξῆς ἐθνῶν, καὶ τῶν εὐωδῶν ὅσα φέρειν συμβαίνει τὴν Τρωγλοδῦτιν χώραν, ἡμεῖς μὲν παραιτησάμενοι τὴν ἐξήγησιν ἄρδην ἀπολελοίπαμεν, οὔτε τὸν πόνον τῆς ἡλικίας ὁμοίως ὑποφέρειν δυναμένης, πολλῶν ἡμῖν ὑπέρ τε τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἀναγεγραμμένων, οὔτε τῶν ὑπομνημάτων διὰ τὰς κατʼ Αἴγυπτον ἀποστάσεις, ἀκριβῆ παραδιδόντων σκέψιν. Ὁ δὲ καὶ τοῖς κατὰ μέρος πράγμασιν ἐντετευχώς, καὶ λόγοις κατεσκευασμένος ἱστορίας ἀξίοις, καὶ προαίρεσιν ἔχων δυναμένην δόξαν πόνῳ θηρεύειν, οὐκ ἀφέξεται.
111. Ὅτι Ἀρριανὸς περὶ κομητῶν φύσεώς τε καὶ συστάσεως καὶ φασμάτων βιβλιδάριον γράψας, πολλοῖς ἀγωνίσμασι πειρᾶται δεικνύναι ὅτι μηδὲν μήτε τῶν ἀγαθῶν μήτε τῶν φαύλων τὰ τοιαῦτα φάσματα ἀποσημαίνουσιν.
FRAGMENTA SEDIS INCERTÆ.
Diodor. I, 41, 4, de Nili incrementis 112. Ἔγγιστα δὲ τῇ ἀληθείᾳ προσελήλυθεν Ἀγαθαρχίδης ὁ Κνίδιος· φησὶ γὰρ κατʼ ἐνιαυτὸν ἐν τοῖς κατὰ τὴν Αἰθιοπίαν ὄρεσι γίνεσθαι συνεχεῖς ὄμβρους ἀπὸ θερινῶν τροπῶν μέχρι τῆς μετοπωρινῆς ἰσημερίας· εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσθαι, τὴν κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν πηγῶν, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκχεομένους ὄμβρους λαμβάνειν τὴν αὔξησιν. Εἰ δὲ τὰς αἰτίας μηδεὶς ἀποδοῦναι δύναται μέχρι τοῦ νῦν τῆς τῶν ὑδάτων γενέσεως, οὐ προσήκειν ἀθετεῖσθαι τὴν ἰδίαν ἀπόφασιν· πολλὰ γὰρ τὴν φύσιν ἐναντίως φέρειν, ὧν τὰς αἰτίας οὐκ ἐφικτὸν ἀνθρώποις ἀκριβῶς ἐξευρεῖν μαρτυρεῖν δὲ τοῖς ὑφʼ ἑαυτοῦ λεγομένοις καὶ τὸ γινόμενον περί τινας τόπους τῆς Ἀσίας. Πρὸς μὲν γὰρ τοῖς ὅροις τῆς Σκυθίας τοῖς πρὸς τὸ Καυκάσιον ὄρος συνάπτουσι, παρεληλυθότος ἤδη τοῦ χειμῶνος, καθʼ ἕκαστον ἔτος νιφετοὺς ἐξαισίους γίνεσθαι συνεχῶς ἐπὶ πολλὰς ἡμέρας, ἐν δὲ τοῖς πρὸς βορρᾶν ἐστραμμένοις μέρεσι τῆς Ἰνδικῆς ὡρισμένοις καιροῖς καὶ χάλαζαν ἄπιστον τὸ μέγεθος καὶ τὸ πλῆθος καταράττειν, καὶ περὶ μὲν τὸν Ὑδάσπην ποταμὸν ἀρχομένου θέρους συνεχεῖς ὄμβρους γίνεσθαι, κατὰ δὲ τὴν Αἰθιοπίαν μεθʼ ἡμέρας τινὰς ταὐτὸ συμβαίνειν, καὶ ταύτην τὴν περίστασιν κυκλουμένην ἀεὶ τοὺς συνεχεῖς τόπους χειμάζειν. Οὐδὲν οὖν εἶναι παράδοξον εἰ καὶ κατὰ τὴν Αἰθιοπίαν τὴν κειμένην ὑπέρ Αἰγύπτου συνεχεῖς ἐν τοῖς ὄρεσιν ὄμβροι καταράττοντες ἐν τῶ θέρει πληροῦσι τὸν ποταμὸν, ἄλλως τε καὶ τῆς ἐναργείας αὐτῆς μαρτυρουμένης ὑπὸ τῶν περὶ τοὺς τόπους οἰκούντων βαρβάρων. Εἰ δὲ τοῖς παῤ ἡμῖν γινομένοις ἐναντίαν ἔχει τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτʼ ἀπιστητέον· καὶ γὰρ τὸν νότον παῤ ἡμῖν μὲν εἶναι χειμέριον, περὶ δὲ τὴν, Αἰθιοπίαν αἴθριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν Εὐρώπην εὐτόνους εἶναι, κατʼ ἐκείνην δὲ τὴν χώραν βληχρὰς καὶ ἀτόνους καὶ παντελῶς ἀσθενεῖς.
Plutarch. Qu. Conv. VIII, 9, 16 113. Οἱ δὲ περὶ τὴν Ἐρυθρὰν θάλασσαν νοσήσαντες, ὡς Ἀγαθαρχίδας ἱστόρηκεν, ἄλλοις τε συμπτώμασιν ἐχρήσαντο καινοῖς καὶ ἀνιστορήτοις, καὶ δρακόντια μικρὰ τὰς κνήμας διεσθίοντα καὶ τοὺς βραχίονας ἐξέκυψεν, ἁψαμένων δʼ αὖθις ἀνεδύετο, καὶ φλεγμονὰς ἀκαρτερήτους ἐνειλούμενα τοῖς μυώδεσι παρεῖχε· κοὶ τοῦτο τὸ πάθος οὔτε πρότερον οἶδεν οὐδεὶς, οὔτε ὕστερον ἄλλοις, ἀλλὰ ἐκείνοις γε μόνοις γενόμενον, ὡς ἕτερα πολλά.
Ælian. N. A. XVI, 27 114. Ἀγαθαρχίδης φησὶν εἶναι γένος ἐν τῇ Λιβύῃ τινῶν ἀνθρώπων, καὶ μέντοι καὶ καλεῖσθαι αὐτοὺς Ψύλλους· καὶ ὅσα μὲν κατὰ τὸν ἄλλον βίον τῶν λοιπῶν ἀνθρώπων διαφέρειν οὐδὲ ἓν, τὸ δὲ σῶμα ἔχειν ξένον τε καὶ παράδοξον ὡς πρὸς τοὺς ἑτεροφύλους ἀντικρινόμενον· τὰ γάρ τοι ζῷα τὰ δάκετα καὶ τὰ ἐγχρίμπτοντα πάμπολλα ὄντα, μηδὲν αὐτοὺς μόνους ἀδικεῖν· οὔτε γοῦν ὄφεως δακόντος ἐπαΐουσιν, οὔτε φαλαγγίου νύξαντος ὡς τοὺς ἄλλους εἰς θάνατον, οὔτε μὴν σκορπίου κέντρον ἀπερείσαντος. Ἐπὰν δὲ ἄρα τούτων προσπελάσῃ τι καὶ παραψαύσῃ τοῦ σώματος, καὶ ἅμα τι καὶ τῆς ὀσμῆς τῆς ἐκείνων ψαύσῃ ἢ σπάσῃ, ὥσπερ οὖν φαρμάκου γευσάμενον ὑπνοποιοῦ, κάρωσίν τινα ἑλκτικὴν εἰς ἀναισθησίαν ἐμποιοῦντος, ἐξασθενεῖ καὶ παρεῖται, ἐστʼ ἂν παραδράμῃ ὁ ἄνθρωπος. Ὄπως δὲ ἐλέγχουσι τὰ ἑαυτῶν βρέφη, εἴτε ἐστὶ γνήσια, εἴτε καὶ νόθα, ἐν τοῖς ἑρπετοῖς βασανίζοντες, ὡς ἐν τῶ πυρὶ τὸν χρυσὸν οἱ βάναυσοι χρυσουργοὶ, ἀνωτέρω εἶπον.