Dionysii Calliphontis filii Descriptio Graeciae Dionysius Calliphontis Carolus Müllerus Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg0069.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Geographi Graeci Minores Carolus Müllerus Karl Müller Dionysius Calliphontis Ambroise-Firmin Didot Paris 1855 1 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

This pointer pattern extracts lines

This pointer pattern extracts sections

Greek Latin German created the file
ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΚΑΛΑΙΦΩΝΤΟΣ ΑΝΑΓΡΑΦΗ ΤΗΕ ΕΛΛΑΔΟΣ. Διὰ παντὸς, ὦ Θεόφραστε, καθάπερ οἶσθα σύ, ἴδιόν τι πλάττων, κοὐχὶ τὸν ἑτέρων πόνον, ὅπερ ἐνιοι ποιοῦσʼ ἐμαυτοῦ τιθέμενος νῦν ἱστόρηκα τὴν ἅπασαν Ἑλλάδα, ὑποταττομένας ταύτη δὲ τὰς ἑξῆς πόλεις, στοιχεῖον οὐκ ἄμουσον ἅμα θʼ Ἑλληνικόν ἱκανήν τε παρέχον διατριβὴν τοῖς δυναμένοις ὀρθῶς συνιδεῖν ἕκαστα. Τὰ γὰρ ἐν πλείοσιν ὑπὸ τῶν παλαιῶν συγγραφέων εἰρημένα, ταῦτʼ ἐμμέτρως ῥηθήσετ᾿ ἐν βραχεῖ χρόνῳ, ὅπερ ἐστὶν ἱκανῶς δύναμιν ἰσχυρὰν ἔχον· ὑπολαμβάνω γὰρ ἀσφαλῶς ἡμῖν ἔχειν κεῖσθαί τε τὰς μάλιστα διασήμους πόλεις, ἄλση, ποταμοὺς, νήσους τε τοὺς διάπλους τε καί λιμένας, ἅ τʼ ἐκτὶν ἐν Πελοποννήσῳ γένη λεγόμενα χὡμοροῦντ᾿ ἑαυτοῖς κατὰ τόπους, ἵνα μηδὲ ἕν σε τὸ σύνολον διαλανθάνῃ, φανερῶς ἑκάστων ὁμολόγως τε κειμένων, ὥστ᾿ ἀναλαβόντα καὶ διὰ μνήμης ἔχειν νωθρὰν γὰρ οὐχ εὕροις ἂν, ἀλλʼ ἐσπευσμένην τὴν πραγματείαν· διὸ σεαυτὸν μὴ βραδύν ὁλοσχερῶς ἐπὶ ταῦτα δοὺς καὶ σπουδάσας συμφιλομάθησον, καθάπερ εἴωθας ποιεῖν. Τῆς Ἑλλέδος ἐστὶν Ἀμβρακία πρώτη πόλις. Αὕτη δʼ ἀποικία λέγεται Κορινθίων εἶναι. Κατὰ τὸν κόλπον δὲ τὸν καλούμενον Ἀμβρακικὸν ᾤκισται μέση, σταδίους δʼ ἔχει ἀπὸ τῆς θαλάττης δγδοήκοντʼ. ἐπιφανὲς δʼ ἱερὸν Ἀθηνᾶς ἐστ᾿ ἐν αὐτῇ καὶ λιμήν κλειστός. Καλεῖται Δρυοπὶς ἡ χώρα δʼ ὅλη. Ἡ δʼ Ἑλλὰς ἀπὸ τῆς Ἀμβρακίας εἶναι δοκεῖ μάλιστα συνεχῆς· τὸ πέρας αὐτῆς δʼ ἔρχεται ἐπὶ τὸν ποταμὸν Πηνειὸν, ὡς Φιλέας γράφει, ὄρος τε Μαγνήτων Ὁμόλην κεκλημένον. Τινὲς δὲ τὴν Μαγνησίαν τῆς Ἑλλέδος λέγουσιν εἶναι, τὸν δὲ Φιλέαν ἀγνοεῖν ἀποχωρίσαντα, τεῦτο δʼ εἶναι συμφανές τοῖς φιλομαθεῖν μάλιστα φιλοτιμουμένοις. Πλὴν ἐπὶ τὰ λοιπὰ τοῦ λόγου προβήσομαι. Ἀπʼ Ἀμβρακίας εἰς Θετταλίαν τριῶν ὁδός ἔσθʼ ἡμερῶν. Ἔχει δὲ ποταμὸν λεγόμενον Ἄρατθον εἰς θάλατταν ἐξιόντα, καί ὄρος πρόσεστιν ἱερὸν ἐπικεκλημένον. Σταδίων δʼ ὁ παράπλους ἐστὶν ἑκατὸν εἴκοσιν. Εἶτα μετὰ ταύτην εἰσʼ Ὀρέσται λεγόμενοι· εἶτ᾿ Ἀμφιλοχία δʼ ἄργος ἐνταῦθʼ ἔστι τό Ἀμφιλοχικόν. Μετὰ τοῦτʼ Ἀκαρνᾶνες· πόλεις οὗτοι δʼ ἔχουσι πλείονας, καὶ Λευκάδα, ἀφʼ ἧς μέγας ἐστὶ κόλπος εἰς Ἰσθμὸν φέρων. Νῆσοι Κεφαλλήνων δʼ ἐν αὐτῷ κείμεναι· Ἰθάκη σταδίων ὡς ὀγδοήκοντα, στενή, ὕψος δʼ ἔχουσα καὶ λιμένας τρεῖς· ἐχομένη πρὸς ἐκπέραν δʼ οἰκοῦσι τῆς Αἰτωλίας Ἱερὸν δʼ ὕπεστιν Ἡρακλέους καλούμενον, ἕτερον δʼ Ἀφροδίτης. Ποταμὸν ἡ χώρα δʼ ἔχει Ἀχελῷον. Ἡμερῶν δὶ καὶ νυκτῶν δύο ἔσθʼ ὁ παράπλους αὐτῆς. Ἔχεται δʼ Αἰτωλία, ἐν ᾗ πόλις Πλευρὼν ὑπόκειται, χἱερόν ἅγιον Ἀθηνᾶς ἐστιν ὠνομασμένον. Ἔπειτα Καλυδὼν, εἶτεν αἵ τʼ Ἐχινάδες νῆσοι ποταμός τʼ Εὔηνος ἐκ Πίνδου ῥέων. Οὗτοι Δολόπων οἰκοῦσι πρὸς μεσημβρίαν· παράπλους δὲ ταύτης ἐστὶν ἡμέρας μιᾶς. Εἶλτα μετὰ ταύτην ἡ Λοκρὶς καλουμένη, ἐν ᾗ πόλις Ναύπακτος· εἶθ᾿ ὑποκείμενος λιμὴν μέγας πόλις τε Τολοφών. Μετὰ δὲ τήν Τολοφῶνα ποταμός ἐσθ᾿ Ὕλαιθος λεγόμενος· τοῦτον δὲ ῥεῖν λέγουσιν ἐξ Αἰτωλίας. Ὁ πᾶς δὲ παράπλους οὐδʼ ὅλης ἔσθ᾿ ἡμέρας. Οὗτοι κατοικοῦσιν δὲ πρὸς μεσημβρίαν Αἰτωλίας, Λέλεγες τὸ πρὶν κεκλημένοι. Ἔπειτα Φωκεῖς εἰσι Λοκρῶν ἐχόμενοι, παῤ οἷς πεδίον Κρισαῖον. Ἀπὸ Κίρρας δʼ ἄνω προβάντι Δελφῶν πόλις ὕπεστι χἱερόν, ἐν τὸ μαντεῖον, ὅ τε Παρνασός, μέγα καὶ σύσκιον ὄρος, εἶτα νυμφῶν ἐχόμενον Κωρύκιον ἄντρον· εἶτεν Ἀντικύρα πόλις ποταμός τε Κηφισὸς ῥέων ἐκ Φωκίδος. Παράπλους δὲ ταύτης ἡμέρας ἔσθʼ οὐχ ὅλης. ἐν τῇ μεσογείᾳ δʼ ἐστὶ Κυπάρισσος πόλις Κρῖσά τε, μετʼ αὐτὴν Δαυλίς. Ἡ Βοιωτία χώρα δὲ μετὰ Φωκεῖς ὑπόκειται, κειμένη τῆς Φωκίδος χώρας πρὸς ἕω· κἄστιν δύο ἐπίσημ᾿ ὄρη, τὸ μὲν Ἑλικὼν καλούμενον, ἕτερον Κιθαιρών. Εἶτεν Ὠρωπὸς πόλις, καὶ τῆς θαλάττης ἀπέχον ἱερὸν οὐ πολύ ἔστʼ Ἀμφιαράου καὶ νεὼς καὶ τὸ τέμενος, Αὐλίς τε Βοιωτῶν πόλις, πρὸς ᾗ λιμήν κἀρτέμιδος ἱερὸν ἅγιον, ὃ λέγεται κτίσαι Ἀγαμέμνονʼ, εἶτεν Ἐρέσιον καλούμενον ἀκρότατον, εἶτ᾿ Εὔριιπος. Ἀνθηδὼν δʼ ἔχει Ἀνθηδόνιον τὸν λιμένα· καὶ μετʼ οὐ πολύ Τάναγρα. Κεῖται δʼ ἐν μεσογεία πάνυ καλή πόλις, μεγάλαι Θῆβαι, σταδίων τὸ περίμετρον ἔχουσα τετταράκοντα καὶ προσέτι τριῶν, Κῶπαι δὲ πόλις κὠρχομενός· εἶτα μετʼ οὐ πολύ πόλις Λεβάδεια χἱερὸν Τροφωνίου, ὅπου τὸ μαντεῖον λέγουσι γεγονέναι. Εἶτʼ Ὠκαλέα πόλις ἐστὶ καὶ Μεδεών. Μετά ταύτην ὑπόκειται Θεσπιὰ, κᾆτʼ ἐχομένη ἡ προσαγορευομένη Πλαταιαὶ, μετὰ δέ τις πόλις ὑπόκειται Νῖσα. Μῆκός ἐστι τῆς Βοιωτίας στάδι’, ὡς λέγεται, πεντακόσια, διακόσια δὲ χἁβδομήκοντʼ ἐστὶ τό πλάτος. Ποταμοὺς ἔχει δὲ τὸν μέν λεγόμενον Ἰσμηνὸν Ἀσωπόν τε, πεδία δʼ εὔυδρα παρακείμενʼ ἔστʼ· ἔπειτα χώρα Μεγαρέων. Ἐντεῦθεν ἀρχή τῆς Πελοποννήσου Λιμήν χωστὸς ὑπόκειται καὶ Λέχαιον λεγομένη πόλις
Κρήτη τίς ἐστι κατὰ Κύθηρα κειμένη νῆσος περίκλυστος· ἔστι δʼ αὐτῆς τὸ μέγεθος δισχιλίων καὶ πεντακοσίων που σχεδόν σταδίων· ἀπασῶν δʼ ἐστὶ πελαγιωτάτη, στενὴ δὲ τελέως· ἐν δὲ ταύτη τρία γένη ἐποικίαν ἔσχηκεν Ἑλλήνων· τὸ μέν Λακεδαιμονίων, ἔπειτεν Ἀργείων, τὸ δέ ἀπὸ τῶν Ἀθηναίων· ἔχει δὲ βάρβαρα αὐτόχθονα γένη. Φασὶ δʼ ἐν Κρήτη πόλιν εἶναι Φαλάσαρνα κειμένην πρὸς ἥλιον δύνοντα, κλειστὸν λιμένʼ ἔχουσαν χἱερόν Ἀρτέμιδος ἅγιον, καὶ καλεῖσθαι τὴν θεόν Δίκτυνναν· εἶτεν Ἀπτεραίαν λεγομένην ἐν τῆ μεσογείᾳ· κᾆτα Κνωσσὸν ἐχομένην καὶ πρὸς νότον Γόρτυναν· ἄλλαι τʼ εἰσὶν ἐν Κρήτῃ πόλεις, ἅς ἐστιν ἐργῶδες φράσαι. Ποταμοὺς δʼ ἔχει Ληθαῖον, εἶτα λεγομένους Διδύμους, ἔπειτα Μαινόμενον, εἴτ’ ἐχόμενον Κεδρισὸν Ἀμφιμέλαν τε καὶ Μεσσάπολιν, ὄρος τε Δικτυνναῖον ἐπὶ δυσμὰς φέρον. Τὰς δὲ Κυκλάδας νήσους ὁρῶμεν κειμένας ὑπὲρ Γεραιστοῦ, πρὸς δὲ τὴν μεσημβρίαν οὔσας μὲν Εὐβοίας, περιεχούσας δὲ τό πέλαγος τὸ Μυρτῷον λεγόμενον, ἔτι δὲ καί τῆς Ἀττικῆς χώρας μετεχούσας παντελῶς. Ἐγγὺς Κέως πρώτη τετράπολις Σουνίου νῆσος ὑπόκειται καὶ λιμήν· ἔχεται Κύθνος νῆσος πόλις τ᾿, εἶτιν Σέριφος καὶ λιμήν, ἔπειτα Σίφνος καὶ Κίμωλος ἐχομένη . . . ἔχουσα λιμένας δύο· μετʼ αὐτὴν δʼ ἐστὶν ἡ Δῆλος ἱερὰ νῆσος λεγομένη, καὶ λιμήν νεώς τε τἀπόλλωνος, εἶτεν ἐχομένη Μύκονος· μετὰ ταύτην Τῆνός ἐστι καὶ λιμήν, Ἄνδρος τε νῆσος καὶ κατὰ Γέραιστον λιμήν. Αὗται μέν εἰσι Κυκλάδες, ἕτεραι λεγόμεναι Σποράδες, ἐκ αἷσι Μῆλοε, εἶτεν οὐ πολύ ἀπέχουσα Θήρα νῆσος, εἶτεν οὐ πολύ Ἴος, εἶτα Νάξος· μετὰ δὲ ταύτην πελαγία Σκῦρος· κατʼ Εὔβοιαν δʼ ὁρῶμεν κειμένην αὐτήν· ἀπὸ ταύτης ἐστὶν ἀπέχουσʼ οὐ πολύ νῆσος Πεπάρηθος ἡ τρίπολις καλουμένη

ΔΙΚΑΙΑΡΧΟΥ ΑΝΑΓΡΑΦΗ ΣΛΛΑΔΟΣ.