Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Πάϲη λέξει παρέπονται δύο λόγοι, ὅ τε περὶ τῆϲ ἐννοίαϲ καὶ ὁ
περὶ τοῦ ϲχήματοϲ τῆϲ φωνῆϲ. ὅθεν καὶ ἡ τῶν ἐπιρρημάτων διέξοδοϲ
εἰϲ τούϲ προκειμένουϲ λόγουϲ ὑποϲταλήϲεται. καὶ πρότερόν γε τὸν περὶ
τῆϲ ἐννοίαϲ λόγον ποιήϲομαι.
Ἔϲτιν οὖν ἐπίρρημα μὲν λέξιϲ ἄκλιτοϲ, κατηγοροῦϲα τῶν ἐν τοῖϲ
ῥήμαϲιν ἐγκλίϲεων καθόλου ἢ μερικῶϲ, ὧν ἄνευ οὐ κατακλείϲει διάνοιαν.
Ὅτι μὲν οὖν ἐνὶ ϲχηματιϲμῷ κέχρηται, προῦπτόν ἐϲτιν, ἀποδείξεωϲ
παρεπομένηϲ τοιαύτηϲ. — Ἡ τῶν ὀνομάτων ϲύνταξιϲ πρὸϲ τὰ ῥήματα
παρίϲτηϲι διάθεϲιν ἐγγιγνομένην τοῖϲ πτωτικοῖϲ, ἔκθ’ ὅτε καὶ τῶν πλαγίων
πτώϲεων ϲυμπαραλαμβανομένων, ἐφ’ ἃϲ καὶ ϲυντείνει ἡ διάβαϲιϲ ἡ ἀπὸ
τῆϲ ἐνεργείαϲ. οῖον Τρύφων περιπατεῖ ἡ διάθεϲιϲ ἡ ἐκ τοῦ περιπατεῖ
ἐπὶ τὸν Τρύφωνα ϲυντείνει. Τρύφων τύπτει Διονύϲιον· ἡ
ἐκ τοῦ Τρύφωνοϲ διάβαϲιϲ ἐνεργητικὴ διαβιβάζεται ἐπὶ τὸν Διονύϲιον.
καὶ ἐπὶ παθητικῆϲ διαθέϲεωϲ, ὑπὸ Τρύφωνοϲ τύπτεται Διονύϲιοϲ
ἐπικείμενα δὲ τοῖϲ ῥήμαϲιν, ἅπερ πρὸϲ ἕτερα πτωτικὰ τὴν
τοιαύτην ϲύνταξιν ἐποιοῦντο, ἐκαλεῖτο οὐκέτι πτωτικά, ἀλλ’ ἐπιρρήματα
διὰ τὸ ϲύνταξιν ἐπιρρημάτων ἀναδέξαϲθαι. οἷον ὁ μὲν λέγων οὕτωϲ
ταχὺ περιπατεῖ κατηγορεῖ τάχα τινὸϲ πτωτικοῦ ταχέοϲ, ὡϲ εἰ
μειράκιον περιπατεῖ, καὶ εἰ οὕτωϲ τιϲ εἶποι, τὸ ταχὺ περιπατεῖ
μειράκιον· τὸ τηνικαῦτα γὰρ τὸ ταχύ ἐπίκειται τῷ μειράκιον, καὶ ἔτι
καλεῖται ὄνομα ἐπιθετικόν, καὶ διὰ τοῦτο ϲυγκλίνεται τῷ μειρακίῳ, τοῦ
ταχέοϲ μειρακίου, τῷ ταχεῖ μειρακίῳ. ἡνίκα μέντοι οὐ κατηγορεῖ
ὀνόματοϲ, τοῦ δὲ ϲυνταϲϲομένου ῥήματοϲ, ὡϲ ἐν τῷ ταχὺ περιπατεῖ
τὰϲ τοιαύταϲ ϲυνεμπτώϲειϲ τῷδε τῷ λόγῳ κεχρῆϲθαι. — ἀπόδειξιϲ οὖν
ἱκανὴ τοῦ καθ’ ἕνα ϲχηματιϲμὸν ἐκφέρεϲθαι τὰ ἐπιρρήματα, ὅπου γε
καὶ τὰ πτωτικά, ϲύνταξιν ἐπιρρηματικὴν ἀναδεξάμενα, καθ’ ἕνα ϲχηματιϲμὸν
ἐξηνέχθη.
Ὡϲ δὲ καὶ κατηγορεῖ τῶν ἐν τοῖϲ ῥήμαϲιν ἐγκλίϲεων, ϲαφὲϲ πάλιν
καὶ διὰ τοῦ προκειμένου λόγου, ἐν οἷϲ πάντα τὰ πτωτικὰ ἐπιθετικά,
κατηγοροῦντα οὐ τῶν ὀνομάτων, τῶν δὲ ῥημάτων, ἐπιρρήματα ἐγένετο,
καὶ τὴν τούτων ἀκλιϲίαν ἀνεδέχετο. καὶ ὃν τρόπον ἔϲτι μὲν ὄνομα
κύριον ἢ προϲηγορικὸν ἐπινοῆϲαι μὴ ἀπαιτοῦν ἐπιθετικὸν ὄνομα, ἐπιθετικὸν
δὲ ὄνομα πάντωϲ ἀπαιτοῦν ᾧ ἐπίκειται, ἐξῃρημένων τῶν ἰδίᾳ
τεταγμένων, λέγω τοῦ τερπικέραυνοϲ, ἐννοϲίγαιοϲ, τὸν αὐτὸν ἀεὶ
ἐπίρρημα δὲ οὐ μὴν δίχα ῥήματοϲ ἢ μετοχῆϲ, ἥ τιϲ δυνάμει ἰδίωμα
ἔχει τὸ τοῦ ῥήματοϲ. καὶ οὐ τοῦτό φημι, ὅτι αἱ μετοχαὶ ἀπαρτίζουϲι
διάνοιαν, ἀλλ’ ὅτι τὰ ἐπιρρήματα καὶ ἐπὶ μετοχὰϲ φέρεται. Ἐντελέϲτερον
μέντοι δεδείξεται ἐν τῷ περὶ ϲυντάξεωϲ, ὡϲ τὰ μὲν θεματικώτερα ⟨μέρη⟩
τοῦ λόγου ὀνόματά ἐϲτι καὶ ῥήματα, τὰ δ’ ὑπόλοιπα τῶν μερῶν τοῦ
λόγου ὡϲ πρὸϲ τὴν τούτων εὐχρηϲτίαν ἀνάγεται, τὰ μὲν ἄρθρα πρὸϲ
τὰ πτωτικὰ ἢ ὡϲ πτωτικά, τὰ δὲ ἐπιρρήματα ὡϲ πρὸϲ τὰ ῥήματα, αἵ
τε προθέϲειϲ πρὸϲ ἀμφότερα· διὸ καὶ μόναι ἀναϲτροφῆϲ τόνου ἔτυχον,
καὶ τῇδε δύνανται ϲυντάϲϲεϲθαι, λέγω ὀνόμαϲι, καὶ τῇδε, λέγω ῥήμαϲιν.
εἰρήϲεται δὲ καὶ πότε ἀντωνυμίαι ἀντ’ ὀνομάτων παραλαμβάνονται,
τίνεϲ τε ἐν τῷ καθόλου ϲύνδεϲμοι ϲυνδέουϲιν ὄνομα καὶ ῥῆμα, καὶ τίνεϲ
εἰϲὶ μερικοί.
Οὐ μόνον δὲ ῥητοῖϲ οὖϲι τοῖϲ ῥήμαϲι κατὰ τὴν ϲύνταξιν τοῦ λόγου
τὸ ἐπίρρημα προϲφέρεται, ἀλλὰ καὶ ϲιγωμένοιϲ, εἴγε καὶ αἱ ἐπιφωνήϲειϲ
οὐδὲν ἄλλο εἰϲὶν ἢ ἐπιρρήματα τῶν ῥημάτων
λόγον περιγετράψεται τοῦ κα
καὶ τὰ τοιαῦτα τῶν ἐπιρρημάτων, λέγω τὰ ϲχετλιαϲτικὰ καὶ εὐαϲτικά.»
Πρὸϲ ὃν ἔϲτι φάναι, ὡϲ τάχα μὲν καταχρηϲτικώτερον τὰ τοιαῦτα
ἐπιρρήματα εἰρήϲεται, ᾦ λόγῳ καὶ αἱ μονοτράμματοι ϲυλλαβαί, οὐκ
οὐϲαι ϲυλλήψειϲ ϲτοιχείων. μή ποτε δὲ καὶ αὐτὰ δυνάμει ἀπὸ διαθέϲεωϲ
ῥηματικῆϲ ἀνάγονται· οἱ γὰρ ϲχετλιάζοντεϲ πεπόνθαϲι, τὸ δὲ παθεῖν
πεῖϲίν τινα τῶν ἐκ πράγματοϲ δηλοῖ.
Παρὸν δὲ καὶ ἐξ ὑποδείγματοϲ πιϲτώϲαϲθαι τὸν λόγον πάλιν. τὸ
εἰ μὴ προϲθείημεν τὸ ῥῆμα. ᾧ λόγῳ καὶ ἐπὶ τοῦ ἄρθρου τὸ κατὰ
ἀρϲενικὴν προφορὰν «ὁ» πάλιν οὐ ποιεῖ λόγον ἐν τῷ ὁ ἀναγινώϲκει,
εἰ μὴ προϲλάβοι ὄνομα ἐφ’ ὃ φέρεται, τὸ ὁ Τρύφων ἀναγινώϲκει.
διὸ καὶ ἐν τοῖϲ ὑποτακτικοῖϲ ἄρθροιϲ κοινὸν λαμβάνεται τὸ προκείμενον
ὄνομα, κατὰ ἀναφορὰν παριϲτάμενον, ἐπεὶ παρεπόμενόν ἐϲτι τοῖϲ ὑποτακτικοῖϲ
τῶν ἄρθρων μετὰ ῥήματοϲ ἀποτελεῖν διάνοιαν, ἄνθρωποϲ
παρεγένετο ᾧ ἐλάληϲα, κοινοῦ παραλαμβανομένου τοῦ ἄνθρωποϲ.
εἰ γὰρ μὴ προτεθείη ὄνομα τοῦ τοιούτου ἄρθρου, οὐδ’ ἂν ἔτι τὸ ἄρθρον
ὡϲ ἄρθρον ἀκούοιτο, ὡϲ δὲ ἀόριϲτον μόριον, εἰ τῇδε ἀποφαινόμεθα,
ὃϲ μεθύει, βλάπτεται· ἴϲον γάρ ἐϲτι τῶ εἴ τιϲ μεθύει, βλάπτεται.
τὸν τοιοῦτον λόγον ἀκριβέϲτερον ἐν τῷ περὶ ϲυντάξεωϲ ἐκτεθείμεθα.
Καὶ τὸ καταφατικὸν δέ
γὰρ τὴν «ἔγραψαϲ;» φωνὴν φαμὲν «ναί» ἢ «οὔ».
Ἔτι φαμὲν οὕτωϲ, καλῶϲ ὁ ἄνθρωποϲ γράφει, καὶ ἔϲτι κατάλληλοϲ
ὁ λόγοϲ· ἕκαϲτον γὰρ τῶν μορίων ϲυμφέρεται τῷ ἰδίῳ ϲυντάγματι
ἀλλ’ ὁπηνίκα τὸ ἄρθρον ἐμπεριλαμβάνει τὸ ἐπίρρημα, οὐκέτι τὸ κατάλληλον
ϲώζεται, ὁ καλῶϲ ἄνθρωποϲ γράφει, διὰ τὸ τῆϲ οἰκειότητοϲ
ἀπεϲπάϲθαι τὸ μόριον· μεταξὺ γὰρ γινόμενον τὸ ἐπίρρημα δύο πτωτικῶν,
λέγω τοῦ ἄρθρου καὶ τοῦ ὀνόματοϲ, οὐκ ἔχει τὴν καταλληλότητα
τὴν ἐπὶ τὸ ῥῆμα, ὡϲανεὶ ὑπὸ τοῦ γένουϲ ϲυνεχόμενον. καὶ ἔνθεν
οὔτε ἐπὶ τὸ ὄνομα δύναται ἐνεχθῆναι, ὅτι ἀλλοτρία ἡ ϲύνταξιϲ, οὔτε
ἐπὶ τὸ ῥῆμα, καθὼϲ προειρήκαμεν, ϲυνεχόμενον ὑπὸ τοῦ γένουϲ. μεταξὺ
οῦν τούτων οὐκ ἄλλο τι πέπτωκε
του ἐπιφερομένου ἢ μόνηϲ μετοχῆϲ. μεθ’ ἧϲ πάλιν καὶ ῥῆμα ϲυγγενήϲεται
ὑπὲρ τοῦ ϲυγκλειϲθῆναι τὸν λόγον. ἐφ’ ὃ οὐκέτι τὸ προειρημένον
ἐπίρρημα ἐπιφέρεται. διὸ καὶ προείπομεν, ὡϲ καὶ ἐπὶ μετοχὰϲ φέρεται
τὰ ἐπιρρήματα. τὸ δὲ ὑπόδειγμα τοῦ λόγου τοιοῦτόν ἐϲτιν, ὁ καλῶϲ
ἄνθρωποϲ γράψαϲ ἐτιμήθη. — πάλιν ἡ τοιαύτη ϲύνταξιϲ διὰ
πολλῶν παραθέϲεων ἐν τῷ περὶ ϲυντάξεωϲ ἀποδίδοται. — Καὶ τοϲαῦτα
μὲν περὶ τοῦ ὅτι κατηγορεῖ τῶν ῥημάτων τὸ ἐπίρρημα.
Φαμὲν δὲ ἢ καθολικῶϲ ϲυνεῖναι τοῖϲ ῥήμαϲι τὰ ἐπιρρήματα ἢ μερικῶϲ,
ἐπεί τινα μὲν ϲύνοιϲτά ἐϲτι, ϲημαϲίαϲ οὐκ ἀντικειμένηϲ, ἁπάϲαιϲ
ταῖϲ ἐγκλίϲεϲιν, ἅπαϲι
ὑποδείγματοϲ τὸ καλῶϲ ἔϲτι παραλαμβάνειν, τὸ οὕτωϲ, ἄλλα πάμπολλα,
τῆϲ φράϲεωϲ, ὡϲ ἔφαμεν, οὐκ ἀντιπιπτούϲηϲ, καθότι πάλιν καὶ ἐπὶ
τῶν ὀνομάτων οἱόν τέ ἐϲτι παραδέξαϲθαί τινα τῶν ἐπιθετικῶν δυνάμενα
ϲυντείνειν ἐπὶ πάντα τὰ ὀνόματα, τινὰ δὲ πάλιν μερικωτέραν ἔχει τὴν
ϲύνταξιν (τό τε γὰρ μέλαϲ ἢ λευκόϲ ἐπὶ πᾶν ϲῶμα δύναται ϲυντείνειν,
οὐ μὴν τὸ λόγιοϲ ἢ ϲυνετόϲ, ὅτι μὴ ἐπὶ τῶν δυναμένων ἀναδέξαϲθαι
ϲύνεϲιν ἢ λόγον, ἅπερ ἂν εἶη λογικὰ ζῶα)· τὸν αὐτὸν δὴ τρόπον καί
τινα τῶν ἐπιρρημάτων εἴργεται τῆϲ ϲυντάξεωϲ ἕνεκα τοῦ ϲημαινομένου.
τὸ ἄγε παρακελευϲτικὸν οὐ τετάξεται ϲὺν ὁριϲτικῇ προφορᾷ, ἀλλ᾿ οὐδὲ
εὐκτικῇ ἢ ἄλλη τινὶ ἢ μόνη τῇ προϲτακτικῇ, οὕτωϲ ὥϲτε καὶ τὰ ἀμφίβολα
τῶν ῥημάτων τῇ ἰδιότητι τῆϲ ϲυντάξεωϲ ἀπολύεϲθαι τῆϲ ἀμφιβολίαϲ
διὰ τῆϲ ἰδίαϲ αὐτοῦ παραθέϲεωϲ. τὸ λέγετε ὁριϲτικόν, ἀλλ᾿ οὐ τὸ
ἄγε λέγετε, ἄγε τύπτεϲθε. — τὰ χρονικὰ ἐπιρρήματα ϲυμφωνοῦϲαν
τοῖϲ τοῦ ῥήματοϲ χρόνοιϲ ποιεῖται ϲύνταξιν. οἷον τὸ ἐχθέϲ παρῳχημένῳ
ϲυντετάξεται, ἐχθὲϲ ἔγραφον, ἐχθὲϲ ἔγραψα. τὸ γὰρ αὔριον ἀντικείμενον
τῷ παρῳχημένῳ, οὐ ϲυντετάξεται ἢ πάλιν τοῖϲ ὁμολογοῦϲι τὸ
⟨μὴ⟩ παρῳχῆϲθαι, αὔριον γράφω, αὔριον γράψω, αὔριον ἀναγινώϲκω.
τὰ μέντοι οὐ διορίζοντα τὸν χρόνον, κοινὴν δὲ παράταϲιν
δηλοῦντα τοῦ παντὸϲ χρόνου, ϲυμπαραλαμβάνεται κατὰ πάντα χρόνον,
ὡϲ ἔχει τὸ νῦν ἐφρόνηϲα, νῦν φρονῶ, νῦν φρονήϲω· ἤδη
ἔγραψα, ἤδη γράφω, ἤδη γράψω. ὁ αὐτὸϲ λόγοϲ ϲυντεινέτω ἐπὶ
πάντων τῶν τοιούτων.
Ἔϲτιν οὖν πάντα τὰ ϲυγκεχυμένα κατὰ χρόνον ἔν τε μετοχαῖϲ ἔν
τε ῥήμαϲι διὰ τῆϲ τούτων παραθέϲεωϲ ἀπαλλάξαι τῆϲ ἀμφιβολίαϲ. τὸ
λέγειν αὔριον παράταϲιν οὐ δηλώϲει, τὸν δὲ ἐνεϲτῶτα χρόνον, ὃϲ
ϲυντάϲϲεται τῷ αὔριον, αὔριον λέγει Τρύφων. πάλιν ἡ τοιαύτη
ἔννοια ἐπὶ τὰ ὅμοια διηκέτω.
Ἡ οὔ ἀπόφαϲιϲ, μαχομένη τῇ ναί καταφάϲει, τὰ ἐν καταφάϲει
ῥήματα ἀναιρεῖ, ἅπερ ἐϲτὶν ὁριϲτικά, ἔχοντα ἐν αὑτοῖϲ τὴν κατάφαϲιν,
ἀνθ’ ἧϲ καὶ πολλάκιϲ παραλαμβάνεται, οὐ γράφῶ, οὐ ποιῶ· ἡ δὲ
μή ἀπαγορεύουϲα τὸ ἐν προϲτάξει πάλιν καταφατικὸν ἀναιρεῖ, γράφε
μὴ γράφε, λέγε μὴ λέγε. ἔϲτι δὲ ὅπου καὶ τὸ μή, παραλαμβανόμενον
οὐ μόνον κατὰ ἀπαγόρευϲιν, ἀλλὰ καὶ κατὰ διαπόρηϲιν, τοῖϲ κατ’
ἐρώτηϲιν προοιϲτοῖϲ ϲυντάϲϲεται, μὴ ἔγραψαϲ; μὴ ἐλάληϲαϲ;
Καὶ ἐν παρῳχημένων δὲ διαφοραῖϲ πάλιν τὰ ἐπὶ παρῳχημένου
χρόνου ἐπιρρήματα παραλαμβανόμενα οὐχ οἵόντε διήκειν ἐπὶ ἐνεϲτῶτοϲ,
ὡϲ ἐπὶ τοῦ πάλαι ἔϲτιν ἐπινοῆϲαι ἢ πρώην. οἷόν τε μὲν γὰρ ἐπὶ τοῦ
ὑπερϲυντελικοῦ τοῦτο φάναι, πάλαι ἐγεγράφειν, πάλαι ἠριϲτήκειν,
οὐ μὴν ἔτι ἐπὶ τοῦ παρακειμένου, ἐπεὶ τὸ ἅμα νοήματι ἠνυϲμένον
δι’ αὐτοῦ νοεῖται, τὸ δὲ πάλαι ἠνυϲμένηϲ πράξεώϲ ἐϲτι παραϲτατικόν.
ὁ γοῦν καλούμενοϲ ἀόριϲτοϲ, προϲλαβὼν τὸ πάλαι, ὑπερϲυντελικὸϲ
μᾶλλον ἀκούεται. ἐμπεριέχει γὰρ τὸ παρῳχημένον τοῦ παρακειμένου
καὶ τοῦ ὑπερϲυντελικοῦ, ὥϲ γε καὶ ἐπὶ ὀνόματοϲ ἔϲτιν ἐπινοῆϲαι κοινότητα
ἀρϲενικοῦ καὶ θηλυκοῦ. ἔνθεν καὶ τῆϲ ὀνομαϲίαϲ ἔτυχε, κατὰ
ἀπόφαϲιν εἰρημένοϲ τοῦ μὴ ὁρίζειν τὸν παρωχημένον. διὸ καὶ κατὰ
ἀπόφαϲιν τῶν προειρημένων δύο χρόνων ἐθεματίϲθη. ᾧ λόγῳ καὶ τὸ
ϲώφρων τὸ ὁ προϲλαβὸν νοεῖται μόνωϲ ἀρϲενικόν. — Εἰϲ τὴν αὐτὴν
ἔννοιαν τοῦ προκειμένου λόγου πλεῖϲτα ἔϲτι παραθέϲθαι, ἀπόχρη μέντοι
εἰϲ ἀφορμὴν τὰ προκατειλεγμένα τοῦ διακρῖναι καὶ τὰ ὑπόλοιπα.
Ἔτι δὲ κἀκεῖνο δεῖ προϲθεῖναι, ὡϲ οὐδὲ κατὰ πᾶν πρόϲωπον ϲύνεϲτι τὰ ἐπιρρήματα, ὡϲ ἔχει τὸ ὤμοι, περὶ οὗ καὶ ἐν τοῖϲ ἑξῆϲ εἰρήϲεται, εἰ, ὡϲ ἔνιοι ὑπετόπηϲαν, ἔχει ϲυγκειμένην τὴν μοί ἀντωνυμίαν.
Μηδὲ ἐκεῖνό γε παραλελείφθω, τί δή ποτε, εἰ καὶ ἐν ὑποτάξει ἐϲτὶ
τὰ ἐπιρρήματα τοῦ ῥήματοϲ καὶ ἐν προτάξει, ἀπὸ τοῦ προτετάχθαι τὴν
ὀνομαϲίαν ἔλαβε Πρὸϲ ὃ ἔϲτιν ὑπαντῆϲαι ὅτι ὅμοιόν ἐϲτι τῷ καὶ τὴν
αὐτόϲ ἀντωνυμίαν ἐπιταγματικὴν καλεῖν. ἐπιτάϲϲεται μέν,
οὐδὲν οὖν κωλύει καὶ τὸ ἐπίρρημα τῇδε ἐϲχηματίϲθαι. — Προϲθείημεν
δ᾿ ἂν κἀκεῖνο, ὡϲ ψευδὴϲ ὑπόληψίϲ ἐϲτι τοῦ καὶ τὸ ἐπίρρημα ὑποτάϲϲεϲθαι.
τὸ γὰρ δέον ἐϲτὶν ἡ πρόταξιϲ, καὶ τὸ ὑποτεταγμένον δυνάμει
ἐϲτὶν ὑπερβατόν· ἀλλὰ τὸ ϲύνηθεϲ τοῦ λόγου ὡϲ ἐν ἴϲῳ τὴν ϲύνταξιν
ἐποιήϲατο. καὶ τὸ τοιοῦτον ἐν τῷ περὶ ϲυντάξεωϲ ἀκριβέϲτερον εἰρήϲεται,
εἰϲ μέντοι κατάϲταϲιν βραχεῖάν τινα ἀπόδειξιν ληπτέον. εἴπομεν
αὐτὰ δυνάμει ἐπιθετικὰ εἶναι τῶν ῥημάτων. ᾧ λόγῳ οὖν καὶ τὰ ἐπιθετικὰ
τῶν ὀνομάτων προηγεῖϲθαι θέλει τῶν οἷϲ ἐπίκειται, τὸν αὐτὸν
ἴϲωϲ τιϲ φήϲειε διάλληλον τὸ τοιοῦτον. «τί γάρ ἐϲτι μᾶλλον ξανθὸϲ
Ἀτρείδηϲ ἢ Ἀτρείδηϲ ξανθόϲ»; Πρὸϲ ὃν ἔϲτι φάναι, ὅτι καὶ τὸ
τοιοῦτον ὑπερβατόν. καὶ ϲαφὲϲ μὲν ἐκ τῆϲ πολλῆϲ χρήϲεωϲ, νεφεληγερέτα
Ζεύϲ, γλαυκῶπιϲ Ἀθήνη, ποδάρκηϲ δῖοϲ Ἀχιλλεύϲ·
ἀλλὰ καὶ δι’ ἀποδείξεωϲ ἔϲτι τὸ τοιοῦτον παραϲτῆϲαι. ἰδοὺ γὰρ τὸ
ἄρθρον, ὅτε μὲν μόνον ἐϲτὶ τὸ ὄνομα ἢ τὸ προϲηγορικὸν ἢ τὸ κύριον,
ἀκωλύτωϲ πρόϲειϲιν, ὁ ἄνθρωποϲ διαλέγεται, ὁ ἵπποϲ τρέχει
ὁπηνίκα μέντοι τὸ ἐπιθετικὸν ϲύνεϲτιν, οὐκέτι πρόϲειϲιν. οὐ γὰρ
φήϲομεν ὁ ἄνθρωποϲ
ϲύνταξιϲ, τὸ τηνικαῦτα ὁ λόγοϲ καθίϲταται, ὁ ϲεμνὸϲ ἄνθρωποϲ
διαλέγεται, ὁ λευκὸϲ ἵπ ἵπποϲ τρέχει. — Ἔϲτι δὲ καὶ ἐπὶ τῶν
ἐπιρρημάτων, εἰ καὶ μὴ δι’ ἄρθρου ἢ τινοϲ τοιούτου ἔϲτιν ἀποδεῖξαι,
ἀλλὰ οὖν γε ἐκ τῆϲ κατὰ πεῦϲιν ἐπιρρηματικῆϲ ϲυντάξεωϲ. δεόμενοι.
γὰρ τῶν πράξεών φαμεν οὕτωϲ, πῶϲ ἔγραψαϲ; οὐκ ἀνάπαλιν ἔγραψαϲ
πῶϲ; καὶ ἔτι ἐπὶ τοῦ ποῦ ἀπῆλθεϲ
φυϲικώτερον λόγον τὸ τοιοῦτον ὑπερεβιβάϲθη. τὰ γὰρ ἀοριϲτούμενα
ἐγκλιτικά ἐϲτι, τὰ δὲ ἐγκλιτικά, ἵνα ἐγκλινόμενα γένηται, ὑποτακτικά
ἐϲτιν. ἐπεκράτηϲεν ἄρα ἡ φωνή, ἐγκλιτικὴ γενομένη, τῆϲ ἐπιρρηματικῆϲ
ϲυντάξεωϲ.
Καὶ τοϲαῦτα μὲν περὶ τῆϲ ἐννοίαϲ τοῦ ἐπιρρήματοϲ. Ἐπεὶ δὲ καί
τινα ἐν ἀμφιβόλῳ καθέϲτηκε τοῦ εἰϲ τὰ ἐπιρρήματα παραλαμβάνεϲθαι
ἤ μή, ἀκολούθωϲ καὶ περὶ τούτων ϲκεπτέον.
Οὔ φαϲι τὸ οἴμοι ἢ ὤμοι ἓν εἶναι, ἐκ δὲ ἀντωνυμικοῦ τοῦ ⟨ἐ⟩μοί
καὶ τοῦ οἴ ἢ ὦ ϲυντάϲϲεϲθαι, πειρώμενοι πρῶτον μὲν ἐκ τῆϲ φωνῆϲ,
ὡϲ ἔϲτιν εἰϲ μοι περατούμενον, καὶ καθότι διακρίνει πρόϲωπον τὸ
μένον καθ᾿ ἓνα ϲχηματιϲμόν, κατὰ παντὸϲ προϲώπου δίειϲι, τὸ δὲ ἐν
διακρίϲει προϲώπου πρώτου ἢ ἐν ῥήμαϲίν ἐϲτιν ἢ ἐν ἀντωνυμίαιϲ· καὶ
εἰ μὴ ῥῆμα τὸ ὤμοι, ϲαφὲϲ ὅτι ἀντωνυμία». πρὸϲ οἷϲ, ὅτι καί, ὡϲ
ἔφαμεν, τὸ πλῆρεϲ τῆϲ φωνῆϲ ἀκούουϲιν ὢ ἐμοί, ὡϲ ἔχει καὶ παρὰ
Ἀλλ᾿ ἔϲτι πρὸϲ τούτουϲ τοὺϲ λόγουϲ φάναι. διότι μὲν οὖν τὰ
ἐπιρρήματα ταῦτα οὐ μέτειϲι κατὰ πᾶν πρόϲωπον, ϲαφὲϲ γενήϲεται. —
Καθόλου τὰ τοιαῦτα τῶν ἐπιφθεγμάτων, ἐξ αὐτοπαθείαϲ ἀναπεμπόμενα,
τὴν περὶ τὸν λέγοντα μόνον πεῖϲιν ἀφηγεῖται, καὶ ἔνθεν οὐκ ἐπικοινωνεῖ
δευτέροιϲ καὶ τρίτοιϲ. ἔφαμεν δέ, ὅτι οὐδὲ ἐπὶ ῥῆμα φέρεται.
καὶ τὸ τοιοῦτον πάλιν ἐπελύετο, ὡϲ πᾶν πάθοϲ γίνεται ἔκ τινοϲ διαθέϲεωϲ,
ἴδιον δὲ τῶν ῥημάτων διάθεϲιϲ, καὶ ἦν κατὰ τοῦτό γε πάλιν
ἐπίρρημα τὸ ὤμοι, ἐπεὶ διάθεϲιν τὴν ἐκ ῥήματοϲ ἀναπεμπομένην εἶχε.
καὶ ὡϲ μὲν οὐ δίειϲι κατὰ πᾶν πρόϲωπον, ϲαφέϲ. — Οὐδέποτε ἀντωνυμίαι
διπλαϲιάζονται, τὰ δὲ ϲχετλιαϲτικὰ τῶν ἐπιρρημάτων· τοῦ γὰρ
πάθουϲ ἐπιμένοντοϲ ἐπεκτείνεται, α αἴ αἴ, οἴ οἴ οἴ. ἐπὶ μὲν οὖν
θρήνου αἰαί, οἰοί. τοιοῦτον δέ ἐϲτι καὶ τὸ οἰμοιμοῖ. — Ἡ οι δίφθογγοϲ
μακρά ἐϲτιν ἐν ἀπτώτοιϲ, ὡϲ ἐπεδείχθη ἐν τῷ περὶ χρόνων, καὶ διὰ
τοῦτο ἐπίρρημα μὲν τὸ ωμοι ὂν· παροξύνεται, ὄνομα δὲ προπεριϲπᾶται.
εἴπερ ἄρα δύο μέρη λόγου τὸ ὤμοι ἦν, καὶ πάντωϲ ἡ τοῦ περιϲπωμένη
ἐϲώζετο, εἴγε ἀμετάθετοι αἱ περιϲπώμεναι, κὢν ἐγκλιτικὸν ἐπιφέρηται
κἂν ἀνέγκλιτον. ὡϲ ἂν οὖν ἡνωμένου τοῦ ϲχήματοϲ ἡ ὀξεῖα
πρὸ τέλουϲ ἐϲτὶν ἐν τῷ ὤμοι. Πῶϲ δ᾿ οὐχὶ καὶ γέλοιον ἐν τῷ
ὠοιοί
παράκειται καὶ τῷ ὀτοτοῖ τὸ ἀταταῖ, οὕτωϲ καὶ τῷ ὠοιοί τὸ ὠαιαί,
παράγεται (προϲτέθεικα δὲ δεύτερα. ἐπεὶ καὶ τὸ ἀπὸ τοῦ τρίτου
παραγόμενον
παραγωγὴν καὶ διαίρεϲιν τῆϲ διφθόγγου τὸ ὀἶζω ὀϊζύω, ἔϲτι δὲ καὶ
παρὰ τὸ οἴμοι οἰμώζειν ὅπερ ἴδιον ἐπιρρημάτων.
Καὶ τὸ χρή δὲ καὶ τὸ δεῖ ἀκριβοῦϲ ἐπιϲτάϲεωϲ δεῖται, ἐπεὶ τὸ
πλέον γε πρὸϲ ἁπάντων ὑπελήφθη ἐπιρρήματα. — Καὶ ἔϲτι γε ἀφορμὴ
πλείϲτη ὑπὲρ τοῦ κατατάϲϲεϲθαι αὐτὰ εἰϲ τὸν τῶν ἐπιρρημάτων ἀριθμόν.
— Ἐκ μὲν οὖν ϲυντάξεωϲ γένοιτο ἂν ἐπιρρήματα τῇδε· «ὅτι ἐπίκειται
τὰ ἐπιρρήματα τοῖϲ ῥήμαϲιν» (ὡϲ ἐν τοῖϲ προκειμένοιϲ ἀπεδείξαμεν),
«καὶ ὅτι μετὰ πτωτικῆϲ ϲυντάξεωϲ καὶ τῶν ϲυνόντων ῥημάτων λόγον
ἀποτελεῖ, πῇ μὲν προταϲϲόμενον κατὰ παράθεϲιν, πῇ δὲ ὑποταϲϲόμενον,
ὀρθῶϲ μεταμέλει Διονυϲίῳ,
χρὴ γράφειν, Διονύϲιον χρὴ περιπατεῖν, Διονύϲιον
δεῖ διαλέγεϲθαι. καὶ μερικώτερόν γε, καθότι καὶ τὸ ἄγε ἐπίρρημα
τοῖϲ προϲτακτικοῖϲ καὶ τὸ εἴθε τοῖϲ εὐκτικοῖϲ. — Ἔτι τὰ ἐν προϲώποιϲ
ἀντωνυμικοῖϲ
ἐπιρρήματά ἐϲτιν. ἡ γὰρ ἐν ῥήμαϲι ϲύνταξιϲ μετὰ ἀπαρεμφάτου ϲυϲχηματίζει
κατὰ τὸ πρῶτον καὶ δεύτερον καὶ ἔτι τὸ τρίτον, βούλομαι
ἐγὼ γράφειν, βούλῃ ϲὺ γράφειν, βούλεται ἐκεῖνοϲ γράφειν·
θέλω ἐγὼ διαλέγεϲθαι, θέλειϲ ϲὺ διαλέγεϲθαι, θέλει ἐκεῖνοϲ
ἐκεῖνοϲ Ϲωκράτει· τύπτομαι ἐγὼ ὑπὸ Διογένουϲ, τύπτῃ ϲὺ
ὑπὸ Διογένουϲ, τύπτεται ἐκεῖνοϲ ὑπὸ Διογένουϲ. τὰ δὲ
ἐπιρρήματα καθ’ ἕνα ϲχηματιϲμόν, ἑλληνιϲτὶ λέγω ἐγὼ, ἑλληνιϲτὶ
λέγειϲ ϲύ, ἑλληνιϲτὶ λέγει ἐκεῖνοϲ. καὶ εἰ καθ’ ἕνα τὸν
ϲχηματιϲμὸν ἤδη φαμὲν ἐμὲ δεῖ γράφειν, ϲὲ δεῖ γράφειν, ἐκεῖνον
δεῖ γράφειν· ἐμὲ χρὴ γράφειν, ϲὲ χρὴ γράφειν, ἐκεῖνον
χρὴ γράφειν, ϲαφὲϲ ὅτι καὶ κατὰ τὴν τοιαύτην ἔννοιαν ἐπιρρήματά
ἐϲτιν. — Ἔτι ἐγκλίϲειϲ διάφοροι κατὰ τὸ αὐτὸ οὐ παραλαμβάνονται,
ὅτε μὴ τὰ ῥήματα προαιρετικά ἐϲτιν, οἷϲ παρακολουθεῖ τὸ μετὰ ἀπαρεμφάτων
ϲυντάϲϲεϲθαι, βούλομαι γράφειν, θέλω ἀναγινώϲκειν,
βούλομαι φιλολογεῖν. ἄλλη γὰρ ἔννοια ῥημάτων οὐκ εὐπαράδεκτοϲ.
οὐ γὰρ φαμὲν γράφω τύπτεϲθαι ἢ τι τῶν οὕτωϲ λεγομένων. τὰ
δὴ οὖν προκείμενα εἰ μὲν ῥήματά ἐϲτιν, ὀφείλει προαιρετικὰ εἶναι· εἰ
δὲ οὐ προαιρετικά, οὐ ῥήματα, ϲυνταϲϲόμενα ἀπαρεμφάτοιϲ.»
Ὅτι δὲ ῥήματά ἐϲτι τὰ προκείμενα μόρια, ϲαφὲϲ ἐντεῦθεν. — Πᾶν
ἀπαρέμφατον ὄνομά ἐϲτι πράγματοϲ, καὶ εἰ ἔϲτιν εἰπεῖν, αὐτὸ τὸ γενικώτατον
ῥῆμα τὸ παρυφιϲτάνον τὸ οὐκ ἐγγινόμενον ἐν προϲώποιϲ,
τουτέϲτιν ὃ δηλοῖ τὸ ἀπαρέμφατον. ὅθεν καὶ κατὰ τοὺϲ δέονταϲ λόγουϲ
ἄρθρου ἐϲτὶ προϲδεκτικά, ἐπεὶ ἅπαξ παρυφίϲταται ὀνοματικὴ κατηγορία
τοῦ πράγματοϲ. κἀκεῖνο δέ ἐϲτιν ἀληθέϲ, ὡϲ τὰ ῥήματα θέλει ϲυντάϲϲεϲθαι
τοῖϲ πτωτικοῖϲ ἢ ὡϲ πτωτικοῖϲ. καὶ δὴ τὰ προκείμενα τῶν μορίων,
ῥήματα καθεϲτῶτα, ϲύνταξιν ποιεῖται τὴν εἰϲ τὰ ἀπαρέμφατα ὡϲ πτωτικά,
ὅτε λέγομεν οὕτωϲ, δεῖ περιπατεῖν· ϲημαίνει γὰρ τὸ τοιοῦτον,
λείπει ὁ περίπατοϲ. διὸ καὶ δοκεῖ μοι διὰ τοῦτο ἐπ’ αἰτιατικὴν
φέρεϲθαι ὁ ϲχηματιϲμόϲ. ὅϲα γὰρ ἐπ’ εὐθείαϲ νοεῖται μετὰ ῥήματοϲ
τοῦ ϲυνόντοϲ, ταῦτα τὴν ἐνέργειαν μετατίθηϲιν ἐπὶ τὴν αἰτιατικήν,
τύπτει Διονύϲιοϲ Ἀπολλώνιον· ἔϲτι γὰρ ἡ διάθεϲιϲ ἀπὸ τοῦ
τύπτειν ἐπ’ αἰτιατικὴν μετιοῦϲα τὴν Ἀπολλώνιον. κἂν ἐν δοτικῇ δέ
ποτε ὁ ϲχηματιϲμὸϲ γένηται ἢ γενικῇ, πάλιν ἔϲτιν ἐπινοῆϲαι τὴν
Ἀπολλωνίου. — Καὶ ἡ διάθεϲιϲ οὖν ἡ τοῦ δεῖ ἐλλειπτικὴ
μετὰ τοῦ ἀπαρεμφάτου
αἰτιατικήν, δεῖ γράφειν Ἀπολλώνιον, ἵνα ᾖ τι τοιοῦτον, λείπει
τὸ πρᾶγμα τὸ ἐκ τοῦ γράφειν Ἀπολλώνιον. ὅπερ ὁ βίοϲ ὡϲ
ἐπιτατικὸν μᾶλλον ἀνεδέξατο, ὅπερ οὐκ ἦν, ἀλλὰ ἔλλειψιϲ τοῦ πράγματοϲ,
ὃ καὶ δέον ἦν ποιεῖν· καὶ ἐντεῦθεν ἡ δόκηϲιϲ τῆϲ ἐπιτάϲεωϲ.
Ἔϲτι γοῦν καὶ τὸ ῥῆμα ὅτε φθάνει ποτὲ ἐπὶ τὴν εὐθεῖαν τοῦ ὀνόματοϲ,
καὶ τὸ τηνικαῦτα καταλαβέϲθαι τὸ ἀπαρέμφατον, ὡϲ οὐκ ἔϲτιν
εὐθείαϲ, ἀντιμετειλημμένον δὲ εἰϲ αἰτιατικήν. καὶ δι᾿ ἑτέρου δὲ ὑποδείγματοϲ
ϲαφὲϲ γινέϲθω ἀπολείπει Ἀπολλώνιοϲ τὸν περίπατον.
ἀλλὰ καὶ ὁ περίπατοϲ ἐν τῷ ῥήματι γινόμενοϲ αἰτιατικὴν
μεταποιεῖ τὴν Ἀπολλώνιον, ὡϲ εἰ καὶ αὐτὸ τὸ δεῖ ἀντιμεταλάβοι ἀντὶ
τοῦ λείπειν, δεῖ Ἀπολλώνιοϲ τὸν περίπατον, ὡϲ εἴ τιϲ ἔλεγεν
οὕτωϲ, δέεται τοῦ περιπάτου Ἀπολλώνιοϲ, καὶ ἀνάπαλιν.
ἔϲτιν οὖν ὅτε μὲν ἐν εὐθείᾳ τὸ ἀπαρέμφατον, τὸ ϲυνὸν πτωτικὸν πάλιν
ἐν αἰτιατικῇ οὕτωϲ, ἢ ἀνάπαλιν, δεῖ Ἀπολλώνιοϲ, τὸ γράφειν,
Ἀλλὰ πῶϲ ἄκλιτον, εἰ ῥῆμα; πῶϲ οὐ ϲυϲχηματίζεται τοῖϲ προϲώποιϲ,
Ὅτι ἡ γινομένη αὐτοῦ ϲύνταξιϲ οὐκ ἐπὶ τὰ πρόϲωπά ἐϲτιν, ἐπὶ δὲ τὸ
πρὸϲ ᾦ ἀπαρέμφατον, ὅ ἐϲτι μονοπρόϲωπον, καὶ ἔνθεν μονοϲχημάτιϲτον
τὸ ἐμὲ δεῖ γράφειν. τὸ γὰρ δεῖ ἐπὶ τὸ γράφειν φέρεται,
ὅπερ οὐ προϲώπου ἐϲτὶ δεκτικόν. καὶ ἔνθεν, ϲυντεῖνον εἰϲ αὐτὸ τὸ
γράφειν, καὶ ⟨αὐτὸ⟩ τὸν ἕνα ϲχηματιϲμὸν ἀναδέχεται. Πρόδηλον δὲ
γινέϲθω καὶ ἐκ ῥήματοϲ τοῦ λείπει. οὐ γὰρ ἔϲτιν ὅϲτιϲ ὀλίγον διϲτάϲειεν,
ὅτι τὸ λείπει ῥῆμά ἐϲτι· καὶ οὐ παρὰ τοῦτο οὐχὶ ῥῆμα γενήϲεται, ἐὰν
μονοϲχημάτιϲτον γένηται μετὰ τῆϲ τοῦ ἀπαρεμφάτου ϲυντάξεωϲ. ἔχει
γὰρ τῇδε τὰ τῆϲ ϲυντάξεωϲ, λείπει ἐμὲ τὸ γράφειν, λείπει ϲὲ τὸ
γράφειν, λείπει ἐκεῖνον τὸ γράφειν. καὶ ἐπεὶ οὐκέτι μεταπεποίηται
πρὸϲ τὸ πρῶτον ἢ δεύτερον ἢ τρίτον, οὐχὶ πάντωϲ οὐ ῥῆμα.
πάλιν γὰρ καθ’ ἕνα ϲχηματιϲμόν ἐϲτι διὰ τὴν ϲύνταξιν τὴν τοῦ ἀπαρεμφάτου,
ὅπερ τρίτον ὂν ἀμέριϲτον ἦν κατὰ τὴν προϲωποποιίαν. καὶ
ϲαφὲϲ ἔτι, κατὰ τὴν τοιαύτην ϲύνταξιν ὡϲ τὸ γράφειν ὀρθῆϲ ἔϲται
πτώϲεωϲ διὰ τὸ λείπει. — Καὶ ὡϲ μὲν καθ’ ἕνα ϲχηματιϲμὸν ἐκφέρεται
τὸ χρή καὶ δεῖ, ἐν διαφόροιϲ προϲώποιϲ ἐγγινόμενον, ἀπεδείχθη.
Ἔφαμεν δὲ καὶ τὰ ἐπιρρήματα ϲυνηθέϲτερον πρὸϲ τὰϲ ἐγκλίϲειϲ
ἐπάγεϲθαι, τὸ ἄγε καὶ τὸ εἴθε. καὶ κατὰ τὸ τοιοῦτον τὸ χρή καὶ τὸ
δεῖ ὑπελαμβάνοντο ἐπιρρήματα. — Ἀλλὰ καὶ τοῦτο ἀπεδείχθη, ὡϲ
ψυχικῆϲ παρεμφάϲεωϲ
τὰ ἐπιρρήματα. τὸ δὴ λέγοι καὶ λέγε ἐγκλίϲειϲ ῥημάτων εἰϲί, καὶ διὰ
τοιαύτην ἄρα ϲύνταξιν δέδεικται, ὅτι μᾶλλον ῥήματά ἐϲτι, ϲυνταϲϲόμενα
ὡϲ ὀνόμαϲι. — ταύτῃ γὰρ καὶ τὰ προαιρετικὰ τῶν ῥημάτων ϲυντάϲϲεται
τοῖϲ ἀπαρεμφάτοιϲ, καθὸ προαίρεϲιν δηλοῦντα ἐλλέλοιπε τῷ πράγματι.
τὸ γὰρ θέλω καὶ τὰ ὅμοια ῥήματά ἐϲτιν ἐλλείποντα πράγματι, ὅθεν τὸ
λεῖπον τοῦ πράγματοϲ κατὰ τὴν ἰδίαν ὀνομαϲίαν ϲυνταϲϲόμενον, ἀπαρεμφάτῳ
πάλιν προφορᾷ ϲυντάϲϲεται, θέλω γράφειν, προαιροῦμαι
ἀναγινώϲκειν, ὡϲ προαιροῦμαι τὴν ἀνάγνωϲιν. καὶ ϲαφέϲ ἐϲτι πάλιν,
ὅτι καὶ κατὰ τοῦτο δείκνυται τὰ ἀπαρέμφατα, ὀνοματικῆϲ ἐχόμενα ϲυντάξεωϲ,
τῷ λείποντι πράγματι τὴν ὀνομαϲίαν προϲδιδόντα, βούλομαι
γράφειν, κἂν μετὰ ἄρθρου, προῃρούμην τὸ φιλολογεῖν ἤπερ
τὸ ῥᾳθυμεῖν. τὴν τοιαύτην ϲύνταξιν ἀκριβέϲτερον ἐν τῷ περὶ ϲυντάξεωϲ
ἀποδώϲομεν. — Καὶ κατὰ τοῦτο ἄρα ἐδείχθη, ὡϲ οὐκ ἐπιρρηματικῆϲ
ϲυντάξεωϲ ἔχεται τὰ προκείμενα, ῥηματικῆϲ δέ.
Ἴδιον ῥημάτων ἐϲτὶ τὸ ἐν παρῳχημένῃ προφορᾷ, εἰ ἀπὸ ϲυμφώνων
ἄρχοιτο, τὸ ε προϲλαμβάνειν ἔξωθεν. καὶ οὐκ ἄλλῳ τῳ μέρει
λόγου τοῦτο παρεπόμενόν ἐϲτι. πῶϲ οὖν κἂν κατ’ ὀλίγον τιϲ διϲτάϲειε
τὸ δεῖ ὅτι ῥῆμά ἐϲτι, καὶ οὕτωϲ ὥϲτε τὸ ϲυγκεχυμένον τῶν χρόνων
διαϲτέλλειν; ἐνεϲτῶτοϲ γὰρ χρόνου γενήϲεται τὸ δεῖ γράφειν, λέγω
τὸ γράφειν· παρατατικοῦ δὲ τὸ ἔδει γράφειν, προϲλαβὸν ἔξωθεν τὸ
ε, ὅπερ ἴδιον ῥήματοϲ, ὡϲ εἰ καὶ τὸ θέλω γράφειν εἴη ἐνεϲτῶτοϲ
διὰ τὸ θέλω, παρατατικοῦ δὲ ἐν τῷ ἔθελον γράφειν. τὸ δὲ αὐτὸ
παρεπόμενόν ἐϲτι καὶ τῷ χρή.
Καὶ κατὰ τὸ λῆγον δὲ ῥῆμά ἐϲτι τὸ δεῖ, εἴγε αἱ τοιαῦται προφοραὶ
ἐν ϲυναιρέϲει εἰϲί, πνέει πνεῖ, χέει χεῖ, ῥέει ῥεῖ. καὶ οὕτωϲ δέει
καὶ δεῖ καὶ ἔδει. οὐδὲ γὰρ ἔϲτιν ἐπινοῆϲαι ἐπίρρημα εἰϲ ει λῆγον ἐν
περιϲπαϲμῷ, κατὰ τὸ κοινὸν ἔθοϲ, διὰ τὸ παρὰ Δωριεῦϲι πεῖ γὰρ ἁ
ἄϲφαλτοϲ (fr. Sophr. 35 Ahrens) καὶ εἶ τὰ τῶν χοιραγχᾶν (fr.
Sophr. 86 Ahrens). τὸ μὲν γὰρ ϲὺν τῷ ν λεγόμενον πάλιν ἑτέραϲ ἐννοίαϲ
ἐϲτί, λέγω τὸ δεῖν, ἐκ μετοχικοῦ τοῦ δέον ϲυνῃρημένον Ἀττικώτερον,
καθὸ καὶ τὸ πλέον πλεῖν φαϲίν. — Ἡ μέντοι χρή φωνὴ τῇδε πάλιν
καταϲτήϲεται. — τὸ δέω καὶ τὸ χρέω ϲυνωνυμεῖ, οὐκ ἀγνοοῦντόϲ μου
ὅτι καὶ τὸ δέω πλείονα ϲημαίνει καὶ τὸ χρέω· ἀλλὰ καὶ αὐτὸ τὸ ἐνδεῖν
ϲημαίνει τὸ χρέω. ϲαφὲϲ ἐκ τοῦ παρακειμένου οὐδετέρου, λέγω τοῦ
χρέοϲ, ὡϲ καὶ ἐν τῷ ἔπω ἔποϲ παράκειται. καὶ ἐξ ὑπομνήϲεωϲ τὸ
τοιοῦτον δεῖ παραλαβεῖν, ὅτι παραγωγή τίϲ ἐϲτιν ἡ τοῦ χρῆμι, ἧϲ τὸ
τρίτον πρόϲωπόν ἐϲτι χρῆϲι, καθότι καὶ παρὰ τὸ φημί φηϲί. καὶ ὃν
τρόπον παρὰ Ἀνακρέοντι (fr. 41 Bergk3) τὸ φηϲίν ἀποκοπὲν φή ἐγένετο,
ϲὲ γάρ φη ταργήλιοϲ, τὸν αὐτὸν τρόπον καὶ τὸ χρῆϲι χρή
ἐγένετο ἀποκοπέν. ὅπερ ἐπίμεμπτον ἐν τῇ κατὰ τὸν παρατατικὸν προφορᾷ
κατὰ τάϲιν, ἐχρῆν, καὶ ϲὺν τῷ ν λέγεται ἐχρῆν.
καὶ πάλιν οὐ κατὰ τὴν ἑτέραν παράθεϲιν, καθότι καὶ τὸ ἦν ἐν τρίτῳ
ἐνοεῖτο. καὶ τὸ ϲυνὸν δὲ ἀπαρέμφατον χρῆναι ἐπιμαρτυρεῖ τῷ ϲχηματιϲμῷ.
Ἐχομένωϲ ϲκεπτέον περὶ τοῦ ἕκητι, περὶ οὗ καὶ ἐν τῷ περὶ ϲυνδέϲμων
ἐξεθέμεθα, πότερον αὐτὸ καταριθμητέον εἰϲ τοὺϲ αἰτιολογικοὺϲ
ϲυνδέϲμουϲ, ὡϲ ἴϲην ἔχον δύναμιν τῷ ἕνεκα, ὥϲ γε ἔϲτι ϲημειώϲαϲθαι
ἐκ τῆϲ ἐπὶ αὐτὸ φερομένηϲ ϲυντάξεωϲ, ἕκητι ϲέθεν, ὡϲ ἔχει καὶ τὸ
ἕνεκὰ ϲοῦ, καθότι καὶ ὁ ϲύνδεϲμοϲ ἐπὶ γενικὴν φέρεται καὶ τοιοῦτόν
τι ϲημαίνει, ἑκόντοϲ ϲοῦ, ὡϲ ἐθέλοντοϲ ϲοῦ. ᾧ παράκειται τὸ ἐθελοντί,
καθότι καὶ ἄλλοιϲ τὰ τοιαῦτα παράκειται, ἀθεωρητί, ἀκλαυτί.
ἐντελέϲτερον μὲν οὖν, ὡϲ εἴπομεν, ἠκριβώθη ὁ περὶ αὐτοῦ λόγοϲ ἐν
τῷ περὶ ϲυνδέϲμων· καὶ νῦν δὲ δι᾿ ὀλίγων ἀποδεικτέον, ὡϲ μᾶλλον
ἔχεται τοῦ μεριϲμοῦ τῶν ἐπιρρημάτων. — Ὅτι οἱ ϲύνδεϲμοι τὰϲ ἀποφατικὰϲ
φωνὰϲ ἢ τὰϲ ϲτερητικὰϲ οὐ δύνανται ἀναδέχεϲθαι, δῆλον ἐντεῦθεν.
ἐπὶ καταφάϲει τινῶν τὰ τοιαῦτα μόρια παραλαμβάνεται εἰϲ
ἀναίρεϲιν τῆϲ καταφάϲεωϲ. οἱ δὲ ϲύνδεϲμοι οὔποτε κατ᾿ ἰδίαν ϲημαίνουϲί
τι, ϲυνδέουϲι δὲ τοὺϲ λόγουϲ, ἑξῆϲ τάϲϲοντεϲ καὶ οὕτωϲ ἐπιϲυνδέοντεϲ
παραλαμβάνοιτο, ϲυνόντων καὶ ϲυνδέϲμων, οὐκ ἐν ϲτερήϲει τὸ τοιοῦτόν
ποτε γενήϲεται, ἐν δὲ παραθέϲει τῆϲ οὔ ἀποφάϲεωϲ, ὅτι φιλῶ ϲε
παραγίνομαι, οὐχ ὅτι φιλῶ ϲε παραγίνομαι· ἔγραψεν Ἀπολλώνιοϲ,
οὐ μὴν ἔγραψεν Ἀπολλώνιοϲ ἀνέγνω δέ· ἕνεκα
ϲοῦ παρεγενόμην, οὐχ ἕνεκα ϲοῦ παρεγενόμην. εἰ δὲ τοῦτο
ἀληθέϲ, ϲαφὲϲ ὅτι καὶ τὸ ἕκητι μόνον ἂν τὴν οὔ ἀπόφαϲιν ἀνεδέχετο
ἐν τῷ οὐχ ἕκητι, οὐχὶ καὶ ϲτέρηϲιν. ἔϲτι δὲ ἐπινοῆϲαι ἐν ἐπιρρήμαϲι
καὶ παράθεϲιν τῆϲ οὔ ἀποφάϲεωϲ καὶ ϲύνθεϲιν τῆϲ ᾱ ϲτερήϲεωϲ, οὐ
φίλωϲ ἀφίλωϲ, οὐ ϲεμνῶϲ ἀϲέμνωϲ. τῇδε ἂν ἔχοι καὶ τὸ ἀέκητι.
Ἀλλ᾿ ἴϲωϲ καὶ τὸ τοιοῦτον ἔχοι ἂν πάλιν ἐπίϲταϲιν, ὡϲ οὐ τὰ ἐν
ϲτερήϲει τῶν ἐπιρρημάτων γινόμενα ἰδίᾳ ἐγένετο, ἐν μεταλήψει δέ ἐϲτι
ϲυνθέτων τὸ γὰρ ἀφίλωϲ παρὰ τὸ ἄφιλοϲ, καὶ τὸ ἀϲέμνωϲ παρὰ τὸ
ἄϲεμνοϲ. ἔνθεν καὶ μένει ὁ τόνοϲ ἐν τῷ ἀψευδῶϲ καὶ ἀϲαφῶϲ, εἴγε
καὶ τὸ ἀψευδήϲ καὶ ἀϲαφήϲ ϲυνέμεινε κατὰ τάϲιν.
Τρύφων (p. 32 Velsen) φηϲὶ καὶ διὰ τὸ ἀκατάϲτατον τοῦ τόνου μὴ
ἔχεϲθαι αὐτὸ τοῦ κατὰ τὰ ἐπιρρήματα μεριϲμοῦ. τὰ γὰρ τοιαῦτά φηϲιν ὀξύνεϲθαι,
ἀναιμωτί, ἀκονιτί, ἀδακρυτί, κἂν ᾖ ϲὺν τῷ ϲ, ἑλληνιϲτί δωριϲτί,
αἰολιϲτί. Πάνυ δὲ ἀπόβλητοϲ ὁ λόγοϲ. οὐ γὰρ τὰ παρὰ πνεύματα ἢ τόνον
ἢ τι τῶν παρεπομένων ταῖϲ φωναῖϲ ἐκφερόμενα περιγράφεται τοῦ δέοντοϲ
μεριϲμοῦ. οὐ γὰρ ἐπεὶ μὴ δεόντωϲ τὸ πούϲ ὀξύνεται, οὐκ ὄνομα·
ἢ ὅτι τὸ ἅπαξ βαρύνεται καὶ πέριξ, τῶν ἄλλων ὀξυνομένων οὐκ ἐπιρρήματα.
Πρὸϲ οῖϲ καὶ δεδείξεται, ὅτι κατὰ τὸν τόνον ἀνάλογόν ἐϲτι.
Καταϲτατέον οὖν τὰ τοῦ ϲχηματιϲμοῦ τῇδε. ἀπὸ ῥήματοϲ τοῦ
ἀεκάζω, ᾧ ϲυνήθωϲ Ὅμηροϲ κέχρηται,
ἑλληνίζω ἑλληνιϲτί. καὶ ἡ μὲν ὁλόκληροϲ προφορὰ τοιαύτη. ἐνδεήϲαντοϲ
καθ᾿ ὃν τρόπον καὶ ἄλλα μόρια, ἐνδεήϲαντα τοῦ ϲ, ἀνεβίβαζε τὸν τόνον,
δεϲποϲτήϲ δεϲπότηϲ, ἐργαϲτήϲ ἐργάτηϲ, οὐταϲμένοι οὐτάμενοι, ϲυνεληλαϲμένοι
ϲυνεληλάμενοι. αἴτιον γὰρ τὸ ϲ τῆϲ ὀξύτητοϲ ἐγένετο,
ἐπεὶ τοῖϲ ἀπὸ ῥημάτων παραχθεῖϲιν ἐπιρρήμαϲι καὶ ὀξυνομένοιϲ ϲύνεϲτι
τὸ ϲ, δωρίζω δωριϲτί, αἰολίζω αἰολιϲτί. τὸ δὴ οὖν αἴτιον τῆϲ ὀξύτητοϲ
ϲ ἐν πάθει ὑπεϲτέλλετο, καὶ ἐπεὶ οὐκέτι ὅμοιον ἐγίνετο τοῖϲ προκειμένοιϲ,
εἰϲ τὸν κοινὸν τῶν ἄλλων ἐπιρρημάτων τόνον μετῄει, ἅπερ
ἐβαρύνετο, ὡϲ τό ὕψι, ἶφι, αὖθι. τὸ τοιοῦτον ἐντελέϲτατα ἐπιδεδείξεται,
ὡϲ πᾶν ϲχῆμα λέξεωϲ, τὴν ὁμοιότητα τῶν προκειμένων μορίων
ἀποβαλὸν ἐν πάθει, εἰϲ τὸν τόνον μεταβάλλεται τὸν δυνάμενον τὴν
ὁμοιότητα τοῦ πάθουϲ ἀναδέξαϲθαι. ὥϲ γε ἔϲτιν ἐκ τῶν προκειμένων
μορίων ἐκθέϲθαι. τὰ εἰϲ ϲτηϲ ῥηματικά , ὅτε ἐϲτὶν ὑπὲρ δύο ϲυλλαβάϲ,
ὀξύνεται, εἰλαπιναϲτήϲ, λιθαϲτήϲ, θεριϲτήϲ· τὰ δὲ διὰ μόνου τοῦ τηϲ
ἐκφερόμενα μετὰ βραχείαϲ τῆϲ παρεδρευούϲηϲ βαρύνεται, οἰκέτηϲ, ἀρότηϲ,
ἐλάτηϲ. ἔνθεν οὐ ϲυμμένει ἡ ὀξεῖα ἐπὶ τοῦ ἐργάτηϲ ἡ
ϲὸν ἐκείνοιϲ καὶ βαρύνεται. — Καὶ ὡϲ μὲν παρῆκται κατὰ λόγον τῶν
ἐπιρρημάτων, ϲαφὲϲ ἐγένετο.
Καταϲτατέον δὲ καὶ πῶϲ τὸ ἕκητι ἐγένετο. δόκηϲιν μὲν ἔχει προῦπάρχουϲαν
τοῦ ἀέκητι, καθὸ τὰ ἁπλᾶ προυφέϲτηκε τῶν ϲυνθέτων. ἀλλ᾿
ἔϲτι γε ἀποδεῖξαι πάμπολλα ἁπλᾶ ἀπὸ ϲυνθέτων γεγονότα, ὡϲ ἔϲτι γε
ἐπινοῆϲαι καὶ ἐπὶ τῶν κατὰ ϲύμπηξιν ϲωμάτων ἀποβολάϲ τινων μερῶν,
ἁπλότητοϲ μὲν ἐχομέναϲ, δηλούϲαϲ δὲ τήν ποτε γενομένην αὐτοῖϲ ϲύμπηξιν,
πολλὰ ϲυντείνει. ἔϲτιν οὖν τιϲ τρόποϲ καὶ τοιοῦτοϲ ἐν λέξεϲιν, ὃϲ δοκεῖ
μὲν ἁπλοῦϲ εἶναι, ὑπόμνηϲιν δὲ ἔχει τοῦ ἐκπεπτωκέναι ἐκ ϲυνθέτου
λέξεωϲ. καὶ ἕνεκά γε ὑποδείγματοϲ ἕν που καὶ δεύτερον παραληπτέον.
— Τὸ ἠνορέα, ἁπλοῦν νοούμενον ἁπάντοτε, οὐ καταϲτήϲεται. πόθεν
γὰρ παρὰ τὸ ἀνήρ ἢ τὴν ἀνέροϲ γενικήν, ἢ τὴν ϲυγκεκομμένην ἀνδρόϲ,
τὸ ἠνορέα ϲυϲτήϲεται ἢ ἀνερία (ὡϲ αἰθέροϲ αἰθερία), τῆϲ δὲ ἀνδρόϲ
(ὡϲ καὶ ἐϲτιν) ἡ ἀνδρία; — ἀλλὰ καὶ τὰ τοῦ λόγου τῇδε ἔχει. τὸ
ἀνήρ ϲυντιθέμενον τὸ ᾱ εἰϲ η μεταβάλλει, τὸ δὲ η εἰϲ ω. ἀνήρ ἀντήνωρ,
ἀγαπήνωρ, εὐήνωρ, Ἐλεφήνωρ· φαμὲν δὲ καὶ διὰ τοῦτο καὶ τὸ Νικάνωρ,
Εὐφράνωρ Δωρικά. ἦν οὖν καὶ τὸ
ἠνορέα. καὶ γὰρ ϲαφέϲ, ὅτι τὸ
μὲν λέγεται, ϲυνθέτωϲ δὲ νοεῖται·
ἀντὶ τοῦ ἀϲτυγείτονεϲ. καὶ ἀνάπαλιν παρὰ προθέϲειϲ ἐλλείποντα ῥήματα,
ἑνόϲ φωνὴν ἑνῶ που γίνεται. οὐ δὴ οὖν ἔϲτι θαρρῆϲαι, ὡϲ κατὰ
πάθοϲ τὸ ε εἰϲ τὸ ο μετετέθη ἐν τῷ φρονῶ. οὐ γὰρ ἦν ἡ αὐτὴ ἔννοια,
εἴγε τὰ πάθη οὐ τῶν λεκτῶν, τῶν δὲ φωνῶν. ἄλλωϲ τε τὸ μετατίθεϲθαι
τὸ ε εἰϲ τὸ ο ἐν βαρυτόνοιϲ ῥήμαϲίν ἐϲτι, φέρω φορῶ, πέρθω
πορθῶ, νέμω νομῶ. ἔχει οὖν τὰ τῆϲ καταϲτάϲεωϲ τῇδε. τὸ φρήν πάλιν
παρὰ τὴν ἄφρων οὖν εὐθεῖαν ἐγίνετο ἀφρονῶ, κατὰ ϲτέρηϲιν
τοῦ φρονεῖν. ἐπεὶ δὲ τὰ ἐν ϲτερήϲει παραλαμβανόμενα καὶ ἐν καταφάϲει
παραλαμβάνεται. ἀφαιρουμένηϲ τῆϲ ϲτερήϲεωϲ, τὸ φρονῶ ἐγίνετο
εἰϲ κατάφαϲιν τοῦ ἀντικειμένου τοῦ ἀφρονεῖν. — Εἰ δέ τιϲ καὶ τὸ
ἀκριβὲϲ ἐπιϲτήϲειε, καὶ τὸ ἀψευδήϲ καὶ ἔτι τὸ ἀϲαφήϲ πρότερα ἂν εὕροι
τοῦ ψευδήϲ καὶ ϲαφήϲ ἀλλὰ φήϲει τιϲ ὅτι, εἴπερ δοίημεν παρὰ τὸ
ψευδῶ καὶ ϲαφῶ τὰ ὀνόματα ἐγίνετο. τὰ δὴ ἐν ὀξείᾳ προφορᾷ καὶ
ἐν κλίϲει τῇ διὰ τοῦ ηϲ ἐκ ῥημάτων παραγόμενα κατὰ ϲύνθεϲιν παραλαμβάνεται.
παρὰ τὸ ϲεβῶ εὐϲεβήϲ, παρὰ τὸ πήϲϲω πρωτοπαγήϲ, καὶ
ἴϲωϲ παρὰ τὸ ψεύδομαι ἦν τι ἀψευδήϲ, καὶ εἰϲ κατάφαϲιν πάλιν τοῦ
ψεύδεϲθαι ψευδήϲ ἐγίνετο. — Τούτων οὖν τῇδε ἐχόντων, προϋπάρχοντοϲ
ῥήματοϲ τοῦ ἀεκάζω, προϋπάρχει τὸ ἐπίρρημα τὸ ἀεκαϲτί,
ἀφ᾿ οὗ τὸ πεπονθὸϲ τὸ ἀέκητι. καὶ
Ἑξῆϲ ῥητέον καὶ περὶ τοῦ ὑπόδρα, περὶ
περὶ ἐπιρρημάτων (p. 47 Velsen) φηϲίν , ὡϲ οὐ δεόντωϲ
ἄναξ, ἀποβαλὸν τὸ ξ, φυλάϲϲεται κ
γενικὴ ἡ γάλακτοϲ, ὅτε γίνεται πάλιν γάλα. ὅθεν εἰ καὶ τὸ ὑποδράξ
ἐν ὀξείᾳ τάϲει ἐϲτί, ϲαφὲϲ ὅτι καὶ τὸ ἐν ἀποβολῇ τοῦ ξ πάλιν τὸν
ἐπόντα τόνον φυλάξει.» — Τὸ τοιοῦτόν τινεϲ ἐπιλύονται, φάμενοι μὴ
ἐν ἀποβολῇ τοῦ ξ τὸ ὑπόδρα γεγενῆϲθαι, ϲυνδέϲμων δὲ παραπληρωματικῶν
ἐν γὰρ τῷ ὑποδράξ ἔγκειται τὸ ὑπιδών.» ὥϲτε κατ᾿ αὐτούϲ
μηδ᾿ ἐπίρρημα εἶναι τὸ ὑπόδρα, παράθεϲιν δὲ προθέϲεωϲ καὶ παραπληρωματικῶν
ϲυνδέϲμων, ὥϲτε τὴν ὑπό τῷ ἰδών ϲυντάϲϲεϲθαι, καὶ εἶναι
τὸ ἐξῆϲ ὑπιδών, τοῦ ῥά καὶ τοῦ δή μίαν καὶ τὴν αὐτὴν ἐχόντων
δύναμιν. — Ἀλλ᾿ ἐϲτι γε πρὸϲ ἀμφοτέρουϲ τοὺϲ λόγουϲ φάναι. Καὶ
πρὸϲ μὲν τὸν πρότερον, ὡϲ οὐκ ἔϲτιν ἀληθέϲ, ὡϲ τὰ ἐν ὑποϲτολῇ τῶν
ϲυμφώνων, ἵνα μὴ μερικώτερόν τιϲ ἐπὶ τοῦ ξ διαλάβῃ, πάντοτε φυλακτικά
ἐϲτι τοῦ τόνου, εἰ μὴ ὁ τύποϲ ὁ ὑπολειπόμενοϲ παραδέχοιτο τὸν
τόνον. οἷον τὸ πολλάκιϲ ἢ δεκάκιϲ ἢ τὰ τοιαῦτα ἐν ἀποβολῇ τοῦ ϲ οὐ
κωλύεται μένειν κατὰ τὸν αὐτὸν τόνον. εἴγε ἄπειρα τὰ εἰϲ ῑ λήγοντα
ἐπιρρήματα κατὰ βαρεῖαν τάϲιν· τὰ δὲ ὀξυνόμενα ἔν τινι τηρήϲει ἐϲτὶ
κατὰ τὴν ὀξύτητα, περὶ ὧν ἐκτεθείμεθα καὶ ἐν τῷ περὶ τοῦ ἕκητι.
τούτῳ γὰρ τῷ λόγῳ καὶ τὸ χωρίϲ, ἀποβαλὸν τὸ ϲ, οὐκ ἐφύλαξε τὴν
ἐπὶ τοῦ τέλουϲ ὀξεῖαν, ἀνεβίβαζε δέ, οὐχ ὑποπῖπτον τῇ ὀξύτητι τῶν
εἰϲ ῑ ληγόντων ἐπιρρημάτων, ἐν τῷ
καὶ ἐπὶ τοῦ οὕτωϲ· ἡνίκα ἀποβάλλεται τὸ ϲ ἐν τῷ οὕτω, οὐκ εἴργεται
τῆϲ βαρύτητοϲ τῆϲ κατὰ τὰ εἰϲ ωϲ, ἐπεὶ πάμπολλα τὰ ἐν βαρείᾳ τάϲει.
καὶ ἐπ᾿ ὀνομάτων δὲ ἔϲτι τὸ αὐτὸ παραϲτῆϲαι, καὶ ἐπ᾿ ἄλλων μερῶν
λόγου, εἴγε, ὡϲ ἔφαμεν, τὸ ϲυνεληλαϲμένοι, ἐνδεῆϲαν του ϲ, ἀναγκαίωϲ
ἀνεβίβαζε τὸν τόνον, τὸ δεϲπότηϲ, τὸ ἐργάτηϲ. τό γε μὴν ϲυγχεῦαι
τὸ ξ, τὸν αὐτὸν τόνον φυλάϲϲει. πολλαὶ γὰρ αἱ εἰϲ ᾱ
κλητικῆϲ δὲ τῆϲ δυναμένηϲ καὶ εἰϲ ᾱ λῆξαι, ὡϲ ἀνάπαλιν
Τὸ δὴ ὑπόδρα δύναται μὲν καὶ κατὰ φύϲιν εἰϲ ᾱ λήγειν, δύναται
δὲ καὶ κατ᾿ ἔλλειψιν τοῦ ξ ἐξενεχθὲν τάϲιν ἀνάλογον ἀναδεδέχθαι. —
ἐντελὲϲ μὲν οὖν ἐϲτὶν ἐν τῇ ληγούϲῃ, εἰ τῇδε εἴη ἐϲχηματιϲμένον. τὸ
δρῶ ϲημαίνει καὶ τὸ ὁρῶ, ἀφ᾿ οὗ καὶ τὸ δρωπάζειν, καὶ τὸ δραπέτηϲ
ὁ ἐπιβλέπων τοὺϲ δεϲπόταϲ. καὶ ϲαφὲϲ ὅτι ἐγένετο ἐπίρρημα είϲ ᾱ
περατούμενον, ὅμοιον τῷ ἀντῶ ἄντα, ἠρεμῶ ἠρέμα· ἀφ᾿ οὐ ϲύνθετον
τὸ ὑπόδρα. — δύναται δὲ καὶ παρὰ τὸ ὁρῶ εἶναι τὸ ἀκόλουθον ὅρα,
καθότι εἴπομεν καὶ τῷ ἀντῶ ἄντα παρακεῖϲθαι, ϲιγῶ ϲῖγα. ὃ δὴ πλεονάϲαν
τῷ δ ἐγένετο ὑπόδρα, καθότι καὶ ἐν τῷ μίγα τὸ μίγδα, δ δὴ
πάλιν παρέκειτο ῥήματι τῷ μίϲγω· τῆϲ ϲυναλοιφῆϲ Ἰωνικωτέραϲ γενομένηϲ,
καθότι καὶ ἐπὶ τοῦ ἀπηλιώτηϲ. — Ἀλλ᾿ εἰ καὶ ἀπὸ τοῦ ὑποδράξ
εἴη, ὅπερ πάλιν τῷ δέρκω παράκειται, ὡϲ ἐν τοῖϲ ἑξῆϲ δεδείξεται,
δύναιτο ἄν, καθὼϲ ἐπεδείξαμεν, καὶ ἐν ἀποβολῇ τοῦ ξ γενόμενον
βαρεῖαν τάϲιν ἀναδέξαϲθαι. πρῶτον μὲν γὰρ οὐκ ἀνέφικτον τὸ πάθοϲ,
ἐπεὶ οἷόντε καὶ εἰϲ ᾱ λήγειν ἐπιρρήματα. ἀλλ᾿ ἐπεὶ τὰ εἰϲ ᾱ λήγοντα
ὀξυνόμενα ὑποπίπτει λόγοιϲ τοιούτοιϲ, ϲυνέχουϲι τὴν ὀξύτητα τοῦ ᾱ,
καθὼϲ ἐν τοῖϲ ἑξῆϲ εἰρήϲεται, ὡϲ τὰ μὲν εἰϲ δᾱ παρακείμενα τοῖϲ εἰϲ
δον ὀξύνεται, τά τε ὁμοφωνοῦντα ὀνομαϲτικῇ πληθυντικῇ οὐδετέρᾳ, καὶ
ὥϲ τινα τῶν εἰϲ θᾱ· τὰ γὰρ μὴ οὕτωϲ ἔχοντα ἐν βαρείᾳ τάϲει εἰϲίν,
ὥϲπερ τὸ αἶψα, τὸ τάχα, ῥίμφα, ὄφρα· δῆλον ὡϲ καὶ τὸ ὑπόδρα, οὐ
Πρὸϲ δὲ τοὺϲ φαμένουϲ μηδὲ ὅλωϲ αὐτὸ ἐπίρρημα εἶναι, ϲύνδεϲμον
δὲ παραπληρωματικόν, ἔϲτιν ἀποφήναϲθαι ὡϲ πρῶτον μὲν βιά
περὶ ϲυγκοπῆϲ τῆϲ ἐν ὀνόμαϲι, ϲυγκοπὴν ἐπιδείξει καὶ ἐν ἑτέροιϲ ὀνόμαϲι
καὶ ἐν ἐπιρρήμαϲ
αὐτὴν ϲημαϲίαν ἐν παραλλήλοιϲ κεῖϲθαι, ὅπου γε καὶ ἄλλα πλεῖϲτά
ἐϲτιν ἐν παραλληλότητι κείμενα, ὡϲ τὸ
τῶν ῥημάτων τὸ αὐτὸ δηλούντων.
Καὶ τοϲαῦτα μὲν περὶ τοῦ ὑπόδρα, ὡϲ εἴη ἐπίρρημα.
Ὅτι δὲ καὶ τὸ πύξ καὶ τὸ λάξ καὶ τὰ τούτοιϲ ὅμοια ϲχήματα οὐ
πάντωϲ διὰ τὴν μετάληψιν τὴν εἰϲ τὸ πυγμῇ , καθότι τινὲϲ ωήθηϲαν,
ὀνόματα ἂν εἴη. ϲαφὲϲ ἐκ τοῦ ἐπὶ ῥῆμα φέρεϲθαι πάντοτε τὰϲ φωνάϲ,
καθότι καὶ τὰ ἄλλα τῶν ἐπιρρημάτων, καὶ ἐκ τῆϲ παρεπομένηϲ ἀκλιϲίαϲ
ἐπὶ τὰϲ πτώϲειϲ καὶ τοὺϲ ἀριθμούϲ, ὅπερ παρεπόμενον ἦν, ὡϲ πρό
κειται, τῷ ἐπιρρήματι. καὶ γὰρ ἂν τὰ ὀνόματα ἐπὶ τὰ ῥήματα φέρηται,
ἀλλ’ οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν οὐδὲ καθ’ ἕνα ϲχηματιϲμόν. ἀλλ ’
οὐδὲ ἐκεῖνο θαρϲήϲειέ τιϲ φάναι, ὡϲ καὶ ἄλλα ὀνόματα ἄκλιτα ἂν εἴη,
καὶ οὐ παρὰ τοῦτο ἐπιρρήματα, εἴγε τῆϲ ἀκλιϲίαϲ ἐκείνων λόγον ἔϲτιν
εὑρέϲθαι, λέγω τοῦ πέντε ἢ ἕξ καὶ τῶν τοιούτων,
χείων, ὡϲ κατὰ τὸ δέον ἐκτεθείμεθα οὐκ ἔϲτι μέντοι ἐπινοῆϲαι ὄνομά
τι ἐϲ διπλοῦν λῆγον, ὃ οὐ πάντωϲ κλίϲεωϲ ἔτυχε. καὶ ἕνεκα κλίϲεωϲ
καὶ ϲυντάξεωϲ τὸ μὲν πτύξ ὄνομά ἐϲτιν, ἐπεὶ καὶ πτυχόϲ καὶ πτύχεϲ·
τὸ δὲ πύξ ἐπίρρημα καὶ τὸ λάξ, ϲυνταϲϲόμενα τοῖϲ ῥήμαϲι καὶ οὐκ
ἔχοντά τιν’ ἄλλην ϲύνταξιν ἢ τὴν ῥηματικήν.
Ἀκολούθωϲ διαληπτέον καὶ περὶ ἐπικρίϲεωϲ τοῦ πέντε καὶ τῶν
τοιούτων , μὴ ἄρα καὶ αὐτὰ διὰ τὴν παρεπομένην ἀκλιϲίαν ἐπιρρήματα
ὑπολάβῃ τιϲ ἀριθμοῦ δηλωτικὰ εῖναι. — Διότι μὲν οὖν , ὀνόματα
ὄντα, ἄκλιτά ἐϲτιν, ἐντελέϲτερον μὲν εἴρηται ἐν τῷ περὶ ἀντωνυμιῶν,
ἔνθα καὶ ἐπεδείκνυμεν, καθ’ ὃν λόγον αἱ ἀντωνυμίαι ἄκλιτοι, ὡϲ ἕνεκά
γε τῶν παρεπομένων φωνῶν. ἦν δὲ τὰ ϲυνεκτικὰ τῶν λόγων , ὡϲ τὰ
διὰ μιᾶϲ φωνῆϲ τριγένειαν ὑπαγορεύοντα οὐκ ἐφικτὰ εἰϲ κλίϲειϲ. καὶ
ἕνεκά γε τούτου τὸ μὲν τρεῖϲ καὶ τέϲϲαρεϲ καὶ εἶ τιϲ τοιοῦτοϲ ἀριθμὸϲ
⟨οὐ⟩ μοναδικὸϲ κατὰ τριγένειαν , ἐκλίνετο, τὰ δὲ πέντε καὶ τὰ ὅμοια
οὐκέτι. ἄλλωϲ τε καὶ οἱ κανόνεϲ τῶν ὀνομάτων ἀρχὴν ἔχουϲι τὴν
θέϲιν τῆϲ λέξεωϲ, ὅτε φαμὲν τὰ εἰϲ ω λήγοντα ἢ εἰϲ υξ ἢ εἰϲ αξ, ἢ
ὅτε φαμὲν τὰ πληθυντικὰ εἰϲ αι λήγειν ἢ εἰϲ εϲ ἢ εἰϲ οι, ἐφ’ ὧν τὸ
δέον παρελαμβάνετο κατὰ τὰϲ κλίϲειϲ. τὸ δὲ πέντε καὶ ἕξ οὐκ ἔχεται
ἀρχῆϲ κανονικῆϲ· ποῖον γὰρ πληθυντικὸν εἰϲ εξ λήγει ποῖον δὲ πληθυντικὸν
εἰϲ ε λήγει; καὶ τὸ τοιοῦτον ἐντελέϲτερον ἐπιδειχθήϲεται ἐν
ἑτέροιϲ. ἔνθεν οὖν ὑπεχώρηϲαν οἱ κανόνεϲ, οὐ δυνάμενοι κατὰ τῶν
ἑτέρα μὲν ϲύνταξίϲ ἐϲτιν ἡ τῶν ἐπιρρημάτων πρὸϲ τὰ ῥήματα, ἑτέρα
δὲ ἡ τῶν πτωτικῶν ὡϲ πρὸϲ τὰ ῥήματα. τῇδε οὖν τούτων ἐχόντων,
φαμὲν οὕτωϲ, πεντάκιϲ παρεγένετο, τετράκιϲ παρεγένετο, οὐ
μὴν ἔτι οὕτωϲ, πέντε παρεγένετο, ὅπερ εἰ μὴ ὀνοματικὸν εἴη, κἂν
καθ’ ἕνα ϲχηματιϲμὸν εἰχε τὸ πέντε ὡϲ πρὸϲ τὴν τῶν ῥημάτων ϲύν
ταξιν. φαμὲν δὲ τὰ πέν τε παρεγένοντο, ϲυμπληθυνομένου τοῦ
ῥήματοϲ ὡϲ πρὸϲ τὸ ὄνομα, ὡϲ εἰ καὶ ἄνθ ρωποι παρεγένοντο.
Τὸ ὄφελον οἱ μὲν κατὰ ϲυνεκδρομὴν ῥήματόϲ φαϲι κεκλίϲθαι
παρὰ τῷ ποιητῇ εἰϲ πρόϲωπα . εἴγε καὶ τὸ δεύτερον ὄφελεϲ καὶ τὸ
τρίτον ὄφελεν· οἱ δὲ ἐκ ῥήματοϲ ὑποϲυγκεκόφθαι τοῦ ῶφειλον , διὸ
κατὰ τὴν τοῦ ἀπαρεμφάτου ϲύνταξιν
Φαίνεται δὲ ὅτι καὶ τὸ δεῦρο, ὁμοίωϲ ὅν ἐπίρρημα, ἐχόμενον δὲ ὡϲ
προϲτακτικῆϲ ἐννοίαϲ, κατὰ ϲυνεκδρομὴν πάλιν ὡϲ ἀριθμὸν ἀνεδέξατο
ἐν τῷ
Τὰ εἰϲ ων λήγοντα , ὀνόματα μὲν ὄντα, παραϲχηματιϲμὸν ἔχει
ἤτοι ἐν κοινότητι ὡϲ ὁ ϲώφρων ἡ ϲώφρων , ὁ γείτων ἡ γείτων, ἢ
ἐν καταλήξει τῇ εἰϲ νᾷ , Λάκων Λάκαινα, δράκων δράκαινα· οἰϲ μέντοι
παράκειται θηλυκὰ εἰϲ ϲα λήγοντα, τούτοιϲ παρέπεται τὸ εἶναι μετοχάϲ,
”εϲτι δὲ πρὸϲ τὸ τοιοῦτον φάναι, ὡϲ ταῖϲ μετοχαῖϲ πολὺ πρότερον
προῦφέϲτηκε ῥήματα , φέρω φέρων, φρονῶ φρονῶν. εἴπερ οὖν τὸ
ἀκέων μετοχή, ϲαφὲϲ ὅτι καὶ ῥῆμα προυποϲτήϲεται τὸ ἀκέω. ἀλλ’
οὐδεμία ὑπόμνηϲιϲ τοῦ ῥήματοϲ. ἀλλ’ ἀϲύϲτατον τὸ ῥῆμα· βαρυνόμενα
γὰρ οὐκ ἔϲτιν ἐπινοῆϲαι ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ε παρεδρευόμενα,
διϲύλλαβα μέντοι, πλέω, ῥέω, κέω, ἡ τὰ παρ’ Ἴωϲι διῃρημένα, φιλέω,
νοέω. εἰ δὲ μὴ τὸ τοιοῦτον μὴ παρέπεται, οὐ μετοχὴ τὸ ἀκέων· οὐ
γὰρ ἔχει ῥῆμα. Τὸ δὲ μεῖζον τὰ πτωτικὰ ϲυμμεταϲχηματίζεται τοῖϲ
ἀριθμοῖϲ, τὰ δὲ ἐπιρρήματα καθ’ ἔνα ϲχηματιϲμὸν ἐκφέρεται. τοῦ μὲν
προτέρου, ἄνθρωπ οι ὄν τεϲ διαλέγεϲθε, ἄδοντεϲ ὑμνεῖτε, δια
χεόμεν οι ἄδετε· τοῦ δὲ δευτέρου, κρύβ δην ᾄδετε, βοτρυδὸν
παραγίνεϲθε. εἴπερ οὖν καὶ τὸ ἀκέων μετοχή, ϲαφὲϲ ὅτι πρὸϲ μὲν
τὸ ἑνικὸν καθ’ ἑνικὴν ϲύνταξιν παραληφθήϲεται, ἀκέων εὐφραίνου,
πρὸϲ δὲ τὸ πληθυντικὸν κατὰ πληθυντικήν, ἀκέοντεϲ εὐφραίνεϲθε,
ὡϲ ἡϲυχάζων εὐφραίν νου, ἡϲυχάζον τεϲ εὐφραίνεϲθε. ὅπερ
οὐ παρείπετο ἐν τῷ
μετοχικῆϲ. - Περὶ τοῦ μεταϲχηματιϲμοῦ ἐκεῖνο ἔϲτι φάναι, ὡϲ ὁ τύποϲ
ὡϲ μετοχικὸϲ γενόμενοϲ τοῦ ἐπιρρήματοϲ, κατὰ ϲυνεκδρομὴν ἔϲχε θηλυκὸν
παραϲχηματιϲμόν, ῷ λόγῳ καὶ τὸ ἄγε, ἐπίρρημα ὄν, τῇ ϲυνεκδρομῇ
τοῦ ῥήματοϲ ἔϲχε παρακείμενον τὸ ἄγετε, ὡϲ καὶ
ὡϲ εἰ μὴ τὸ ὤφειλον ὑποϲυγκέκοπται. ἐν μέντοι ἐνίαιϲ ἐκδόϲεϲιν ἦν
θηλυκὸν τὸ ἀέκουϲα,
καὶ παράκειται τῷ ἀκήν, μετατεθέντοϲ τοῦ ἡ εἰϲ ω καὶ
πλεονάϲαντοϲ τοῦ ε, ὡϲ ἔφαμεν, τόνου ἐγγενομένου μετοχικοῦ διὰ
τὸν τύπον, καθό τινεϲ ψήθηϲαν καὶ τὸ χρῆν χρεών. τὴν εἰϲ τοῦτο
ἀκριβῆ παράθεϲιν ἐντελέϲτερον ἐν τῷ περὶ μετοχῶν ἐκθηϲόμεθα.
Καὶ περὶ τοῦ ἄνεῳ δὲ διαφορά τιϲ κατὰ τὸν μεριϲμὸν εἰϲήγετο
πρὸϲ ἐνίων, ὡϲ εἴη μᾶλλον ὄνομα πληθυντικόν , Ἀττικῶϲ κεκλιμένον,
ὧ λόγῳ καὶ τὸ ῑ προϲκείμενον. ἔχει δὲ τὰ τῆϲ καταϲτάϲεωϲ τῇδε. ἰά
ἐϲτιν ἡ φωνή, καὶ ἴϲωϲ ἀπὸ τοῦ ἰέναι ἐπὶ πᾶϲαν ἀκοήν. ἦν δὲ τὰ εἰϲ
ᾱ λήγοντα θηλυκὰ ὀνόματα μεταπίπτοντα καὶ εἰϲ οϲ μετὰ τὰϲ ϲυνθέϲειϲ,
ϲκιά ἄϲκιοϲ, ὥρα ἄωροϲ, μοῦϲα ἄμουϲοϲ, ἡμέρα ἐφήμεροϲ, πεῖρα πολύπειροϲ.
κατὰ ϲτέρηϲιν οὖν τὴν διὰ τοῦ ᾱ ἐγίνετο ἄνιοϲ (ϲύνεϲτι δὲ ἐπ’
ἐνίων ϲτερήϲεων τὸ ν, ὡϲ ἐπὶ τοῦ ἀναίϲχυντοϲ, ἀναιδήϲ). καὶ εἰϲ
εὐθετιϲμὸν Ἀττικῆϲ ἐπεκτάϲεωϲ μετάθεϲιϲ ἐγένετο τοῦ ῖ εἰϲ τὸ ε, καθάπερ
καὶ οἱ ἀγχίμαχοι ἀγχέμαχοι καὶ ἡ Ϲικυὼν Ϲεκών παρὰ Ϲικυωνίοιϲ. (καὶ
εἰ τὸ ἀκριβὲϲ τοῦ λόγου τιϲ ἐπιζητήϲειεν, ἐπὶ τούτων ἁπάντων μετάθεϲιν
τοῦ ῑ εἰϲ τὸ ε εὺρήϲει, μάντεωϲ ὄφεωϲ· καὶ γὰρ αὐτὰ εἰϲ τοῦτο
μετατίθεται ὑπὲρ Ἀττικῆϲ ἐπεκτάϲεωϲ) ἀφ’ οὑ πληθυντικὴ ἐκφορὰ
Ἀττικὴ ἄνεῳ. — ᾿εϲτι καὶ οὕτωϲ φάναι. παρὰ ῥήματα ἀποτελεῖται
ὀνόματα εἰϲ οϲ λήγοντα, τρίτην ἀπὸ τέλουϲ ἔχοντα τὴν ὀξεῖαν, φοιτῶ
νεόφοιτοϲ, μυκῶ ἐρίμυκοϲ, αὐδῶ ἄναυδοϲ. οὕτω καὶ παρὰ τὸ αὔω
ἄναυοϲ, καὶ ἐλλείψει τοῦ υ ἄναοϲ. ἀφ’ οὑ τὸ Ἀττικὸν ἄνεωϲ, ὡϲ
Μενέλαοϲ Μενέλεωϲ. –Ὅτι μὲν οὖν δύναται ὔνομα πληθυντικὸν
εἰναι, ϲαφὲϲ ἐντεῦθεν. ἀλλὰ δῆλον, ὡϲ καὶ Ἀριϲτάρχῳ καὶ τοῖϲ ἀπὸ
τῆϲ Ἀριϲτάρχου ϲχολῆϲ ϲυνήρεϲκε, τὸ μὴ μᾶλλον ὄνομα ἐκδέχεϲθαι, ὡϲ
ἐπίρρημα δὲ ἐκ τοῦ καθ’ ἕνα ϲχηματιϲμὸν ἐκφέρεϲθαι καὶ ἐπὶ ἑνικῆϲ
ϲχέϲεωϲ καὶ ἐπὶ πληθυντικῆϲ παραλαμβάνεϲθαι, ὅπερ οὐ παρείπετο
ὀνόμαϲι καὶ γένουϲ μὴ εἶναι διακριτικόν. ἔϲτι δέ που καὶ ἐπὶ ἐνι.
κῆϲ ἐκφορᾶϲ τὸ τοιοῦτον,
καὶ ϲαφὲϲ ὅτι, εἰ δοθείη ἡ γραφὴ ϲὺν τῷ ϲ, δοθείη ἂν καὶ τὸ ὄνομα
εἶναι τὸ ἄνεωϲ· εἰ δὲ μηδεμία ἀπόδειξίϲ ἐϲτι τῆϲ τοῦ ϲ προϲθέϲεωϲ,
ὁμολόγωϲ, ὡϲ πρόκειται, ἐϲτὶν ἐπίρρημα. – ἔϲτι μέντοι γε ἐπικρῖναι
τὸ ϲχῆμα τῷ τοῦ ὀνόματοϲ μεριϲμῷ, ἐπεὶ ἀντικείϲεται, ὡϲ ἀκριβέϲτερον
ἐν τοῖϲ ἐξῆϲ δεδείξεται, τιὸ μὴ είϲ ω περατοῦϲθαι τὰ ἀπὸ τριγενῶν
ὀνομάτων, ἀπὸ δὲ μονογενῶν. οὐ γὰρ δή γε τῷ φίλοϲ παράκειται
ἐπίρρημα εἰϲ ω περαιούμενον, εἰϲ δὲ ωϲ, καὶ
τῷ μέντοι τόνοϲ, μονογενεῖ ὄντι, παράκειται τὸ τόνῳ. εἴπερ οὖν
καὶ τὸ ἄνεωϲ, ἐκ κοινοῦ γεγονὸϲ τοῦ ἄναοϲ ἢ ἄνιοϲ, ἐπιθετικῶϲ παραλαμβανόμενον
παράκειται ἐπιρρήματι, ϲαφὲϲ ὅτι οὐκ εἰϲ ω περατούμενον,
εἰϲ δὲ ωϲ. δεδείξεται γάρ, ὡϲ ἔφην , καὶ ἐν τοῖϲ ἑξῇ, ὡϲ οὐ
τοῖϲ τοιούτοιϲ πάλιν τριγενέϲιν οὖϲι παράκειται ἐπίρρημϲ εἰϲ ω περατούμενον,
ἀνώτεροϲ ἀνωτέρω, ἐϲώτεροϲ ἐϲωτέρω.
ἐχομένωϲ ϲκεπτέον καὶ περὶ τῶν ἐν ταῖϲ φωναῖϲ ϲχημάτων.
Τὰ δὴ ἐπιρρήματα καὶ πρωτότυπά ἐϲτι καὶ παραγωγά. καὶ τὰ
τούτων παραγωγὰ ἃ μὲν ἀπὸ ἐπιρρημάτων, ὡϲ παρὰ τὸ ἄνω ἀνωτέρω,
ἢ παρὰ ὀνόματα , ὡϲ παρὰ τὸ βότρυϲ βοτρυδόν, ἢ παρὰ ῥήματα, ὡϲ
παρὰ τὸ κλέπτω κλέβδην , ἢ παρὰ ἀντωνυμίαν, ὡϲ παρὰ τὸ ἐκεῖνοϲ
ἐκείνωϲ, οὖτοϲ οὕτωϲ, αὐτόϲ αὐτόθεν, ἢ παρὰ μετοχάϲ, ὡϲ παρὰ τὸ
ἐπιϲτάμενοϲ ἐπιϲταμένωϲ καὶ ἐρρωμένοϲ ἐρρωμένωϲ, ἢ παρὰ προθέϲειϲ
ὡϲ ἔξ ἔξωκαὶ παρὰ τὸ ἔν ἔνδον. καθὼϲ ἔϲτιν ἐπινοῆϲαι καὶ τὰϲ τοῦ
ὀνόματοϲ παραγωγὰϲ ἢ καὶ ῥήματοϲ παρὰ τὰϲ αὐτὰϲ ἰδέαϲ τῶν λέξεων
παραγομέναϲ ϲ〈ἤ παρ’ ἑτέραϲ⟩, εἴγε ἀπὸ μὲν ὀνόματοϲ ὄνομα, ὡϲ λίθοϲ
λίθινοϲ, ἢ καὶ ῥῆμα, ὡϲ παρὰ τὴν εὐδαίμονοϲ εὐδαιμονῶ, ἡ καὶ παρ’
ἐπίρρημα, ὡϲ ὀψέ ὀψίζω, αἰαί αἰάζω, καὶ παρὰ πρόθεϲιν , ὑπὲρ ὑπέρτεροϲ,
πρό πρότεροϲ, πάλιν καὶ τῆϲ τῶν ῥημάτων παραγωγῆϲ, ὡϲ πρόκειται,
εἰϲ ταῦτα παραγομένηϲ.
ἐχθέϲ ἢ χθέϲ ῥητέον; Τρύφων (p.48 Velsen) φηϲὶν ἐν τῷ περὶ
ἐπιρρημάτων τὸ ἐχθέϲ ἐντελέϲτερον εἶναι τοῦ χθέϲ Ἀττικοῦ, παρατιθέμενοϲ
τὴν ἐν τοῖϲ μονοϲυλλάβοιϲ ἐπιρρήμαϲιν ἀναλογίαν, ὡϲ εἴη ἐν μακραῖϲ ϲυλλαβαῖϲ
ἑκάϲτοτε, ναί, μή, ποῦ, πῶϲ, οὔ, καὶ τὰ τοιαῦτα· μηκυνόμενα
διὰ τοῦ διπλοῦ, γνύξ, πύξ. πιϲτοὔται δὲ καὶ ἐντεῦθεν μὴ ἐντελῆ εἶναι
τό τε δίϲ καὶ τρίϲ, ἐκ δὲ τοῦ δυάκιϲ καὶ τριάκιϲ ϲυγκεκόφθαι, ἐπειδὴ
τὰ εἰϲ ϲ λήγοντα μετὰ βραχείαϲ ἐκφορᾶϲ ἐϲτιν ὑπὲρ μίαν ϲυλλαβήν,
εἰκόϲ, ἐγγύϲ, ἐντόϲ, ἅλιϲ, ἄχριϲ, πάροϲ· ἐξ οὐ πάλιν ϲυνῆγε τὸ ἐχθέϲ
ἀναλογώτερον , ἀφηρῆϲθαι δὲ πρὸϲ τῆϲ Ἀττικῆϲ χρήϲεωϲ τὸ ἐ. Οὐ
γὰρ πάνυ ἐκεῖνο ὑγιέϲ, τὸ τὰ εἰϲ εϲ λήγοντα φάναι ῥήματα, ϲχέϲ,
ϲπέϲ, ἕϲ, οἰϲ ϲυνενεχθήϲεται καὶ τὸ χθέϲ, εἰ ἦν ἐντελέϲ. ἀλλ’ οὑτόϲ
γε ὁ λόγοϲ οὐ ϲυϲτήϲει οὐδὲ τὴν ἔϲ πρόθεϲιν οὐδὲ τὴν εἴϲ, ἐπεὶ ἀμφοτέροιϲ
τοῖϲ ϲχήμαϲι ϲύνεϲτι ῥηματικὴ κατάληξιϲ. καὶ γὰρ τῷ εἰϲ
καὶ τὸ εἰϲ ἔϲ ὅμοιον τῷ θέϲ. τὴν τοιαύτην οὑν παράθεϲιν εἰϲ κατόρ
θωϲιν λέξεων παραιτητέον . ἐπεὶ πολλὰ μέρη λόγου, διάφορα ὄντα,
ἔϲθ’ ὅτε ταῖϲ λέξεϲι ϲυνῳκείωνται. Ἄμεινον οὖν ἐκεῖνον τὸν λόγον
παραθέ
ἀρχομέναιϲ, ὥϲ τε τὸ ἀφαιρούμενον λείπειν ἐθέλει λέξιν ἀπὸ ϲυμφώνου
ἀρχομένην. ἔχει δὲ τὰ ὑποδείγματα τῇδε. τὸ ἕεδνα πλεονάζει τῷ ε,
τὸ ἔειπεν ἀρχόμενον ἀπὸ φωνήεντοϲ, τὸ ἑώρων, καὶ εἰ
μὴ διαίρεϲιϲ τοῦ ἧδε τὸ ἕαδεν , ἀπ ὸ δὲ τοῦ
τούτῳ γὰρ τῷ λόγῳ δείκνυται καὶ ἐν τῷ περὶ ἀντωνυμιῶν , ὡϲ οὐ
πλεονάζει τὸ ε ἐν τῷ ἐκεῖνοϲ, τοὐναντίον δὲ λείπει ἡ κεῖνοϲ φωνὴ
τῷ ε. ἔνθα καὶ περὶ τοῦ πνεύματοϲ ἐντελέϲτερον δείκνυται. κατὰ δὴ
τοῦτον τὸν λόγον πάλιν ἐντελέϲτερον τὸ ἐχθέϲ τοῦ χθέϲ. ϲυνᾀδει δὲ
καὶ ἡ τοῦ ἐτύμου προφορά, εἴγε παρὰ τὸ ἐκτὸϲ τοῦ χρόνου πεπτωκέναι
τὸ κατάϲτημα ἐϲχημάτιϲται, τῶν ψιλῶν ἀντιϲτοίχων εἰϲ τὰ δαϲέα
μεταπεϲόντων, καθὼϲ ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τοῦ ἔχθοϲ· τὸ γὰρ ἀπόβλητον
καὶ ἐκτὸϲ ἡμῶν τοιοῦτον.
ἐχομένωϲ ϲκεπτέον περὶ τοῦ εὐτε καὶ η ὐτε, καθώϲ τινεϲ ἐπεχείρηϲαν
τὸ
κατὰ τὸ ἀκριβὲϲ τοῦ λόγου ὡϲ οὐ δὲ μία λεξιϲ ἐϲτὶν ἁπλῆ, ἀλλ᾿ οὐδὲ
ϲύνθετοϲ, ἐν παραθέϲει δὲ τοῦ τέ ϲυνδέϲμου, νῦν παραπληρωματικοῦ καθεϲτῶτοϲ.
— Τό γε μὴν εὖτε ἓν ἁπλοῦν ἐϲτι, γενόμενον οὕτωϲ. χρονικὸν
ἐπίρρημα καὶ ἀναφορικὸν ἦν τὸ ὅτε, ὃ δὴ πλεοναϲμῷ τοῦ υ,
κατὰ μετάθεϲιν τοῦ ο εἰϲ τὸ ε, εὖτε ἐγένετο, καθότι τὸ υ ἐπεντιθέμενον
ψιλοῦ πνεύματοϲ αἴτιον γίνεται, ὥϲπερ ἔχει τὸ ἕκηλοϲ
ἐπίρρημα. — Τοῖϲ εἰϲ ωϲ περατουμένοιϲ ἐπιρρήμαϲι ϲυνυπάρχει
ἐπιρρήματα εἰϲ α λήγοντα, ὀξύτονα ἠ καὶ ἔτι βαρύτονα, περὶ ὧν τοῦ
τόνου κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. οἰον τῷ πυκνῶϲ παράκειται τὸ πυκνά,
ὅπερ καὶ ὁμοφωνεῖ πληθυντκῇ ἐκφορᾷ οὐδετέρᾳ, τῷ καλῶϲ τὸ καλά,
τῷ καλλίϲτωϲ τὸ κάλλιϲτα, ϲαφῶϲ ϲάφα, ταχέωϲ τάχα. καὶ δὴ τῷ ὤϲ
παρακείϲεται τὸ ἅ, τὴν αὐτὴν ἔχον ϲημαϲίαν τῷ ὥϲ, καὶ ϲχεδὸν τὴν
αὐτὴν ϲύνταξιν. ὃν γὰρ τρόπον κατὰ πλεοναϲμὸν τῆϲ κατά προθέϲεωϲ
λέγομεν καθώϲ, οὕτω καὶ καθά. ἀλλὰ μὴν καὶ
τοῦ πνεύματοϲ, εἴγε τὸ ο πρὸ τοῦ τ καθ᾿ ἕν μέροϲ λόγου ψιλοῦται,
ἀτμήν, ἄτη, ἀτηρόϲ. οὐ μὴν ἀλλὰ καὶ παρὰ τοῦτο τὸ ἅ ἀποτελεῖται
ἰωνικώτερον τὸ ἥ, κατὰ μετάληψιν τοῦ α εἰϲ τὸ η. πάλιν γὰρ τῆϲ
αὐτῆϲ ϲυντάξεωϲ ἐχόμενόν ἐϲτι τὸ
τοῦτο ἐν
ὅτε καὶ τὸ τί ποτε ὑπὸ ϲυγκοπὴν πεϲόντα ἥνωται ἐν τῷ
Ἀλλὰ κἀκεῖνο ἐπιλυθήϲεται, «τί τί δήποτε τὸ μὲν ηὖτε καὶ ἠύτε λέγεται
ἐν τριϲὶ ϲυλλαβαῖϲ,
μετὰ φωνήεντοϲ εἰϲ μίαν ϲυλλαβὴν ϲυνῇει, ἕαδεν εὔαδεν, ἕκηλοϲ
εὔκηλοϲ, καὶ παρὰ Αἰολεῦϲι ναόϲ ναυόϲ, καὶ παρ᾿ Ἴωϲι νόϲοϲ νοῦϲοϲ.
καὶ ἐπὶ τοῦ ἔρια εἴρια, ἕωϲ εἵωϲ ἀναγκαίωϲ οὖν καὶ τὸ ηὖτε ἀπὸ τοῦ
οὐκ ἔϲτιν ἐπινοῆϲαι ⟨τὸ η⟩ καὶ τὸ ῡ ἐν μιῇ ϲυλλαβῇ, ὅτε μὴ ἐν κλίϲει
ῥήματοϲ, αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν. ἀναγκαία ἄρα ἡ διάϲταϲιϲ τοῦ
ἠὒτε. ἔνθεν γοῦν φαμὲν ἕνεκα μὲν μεταλήψεωϲ τοῦ ᾱ εἰϲ ἡ κατωρθῶϲθαι
τὸ γρηῦϲ, ἕνεκα δὲ τοῦ τὴν τοιαύτην ϲυλλαβὴν μὴ εὑρίϲκεϲθαι
διαϲτατικώτερόν φαμεν τὸ
διϲυλλαβήϲαϲα ἐν τῷ
πρὸϲ τὰ πάθη αἱ κλίϲειϲ ἀπαρτίζονται, πρὸϲ δὲ τὰ ὁλόκληρα. —
Βραχεῖα δὲ ἀφορμή ἐϲτι τοῦ καὶ τὸ εὖτε παραλαμβάνεϲθαι ἀντὶ
τοῦ ηὖτε ὃν γὰρ τρόπον τὸ ὥϲ ἀντὶ τοῦ ὅτε,
τὸ ὅτε, παρειλῆφθαι ἀντὶ τοῦ ὥϲ.
Τρύφων (p. 48 Velsen ) φηϲὶν «ὡϲ τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα βραχυκατάληκτά
ἐϲτιν· οὐ γεγράψεται ἄρα τὸ ἰδία καὶ δημοϲία ϲὸν τῷ ῑ».
Ἔϲτι δὲ πρὸϲ τὸ τοιοῦτον ὑπαντῆϲαι, ὡϲ οὐ κατά τινα νόμον τὰ ἐπιρρήματα
πάντωϲ εἰϲ βραχὺ θέλει λήγειν. τί γὰρ ἐμποδὼν τοῦ καὶ εἰϲ μακρὰν
λήγειν καὶ εἰϲ βραχεῖαν; καὶ γάρ τινα βραχυκατάληκτά ἐϲτιν , ὡϲ τὸ
τῆλε καὶ ὀψέ, καὶ μακροκατάληκτα, ὡϲ τὸ ἔϲω καὶ ἔξω· καὶ τῷ ῑ
βραχεῖ, ὡϲ ἐλληνιϲτί, ἰαϲτί, ἀλλὰ καὶ εἰϲ μακρὸν τὸ ῑ, ἀκονιτί , ἀναιμωτί.
εύρέϲθαι. μοῦϲά φαμεν, ἀλλὰ καὶ Ἀθηνᾶ καὶ ϲοφία.
Ῥητέον οὖν ἑτέρῳ λόγῳ καὶ περὶ γραφῆϲ τῆϲ διὰ τοῦ ῑ. — ἡ
ἀπὸ τῶν ὀνομάτων μετάπτωϲιϲ εἰϲ τὰ ἐπιρρήματα, καθ᾿ οὓϲ λόγουϲ
ἐδείξαμεν ἐν ἀρχαῖϲ, πάντωϲ μετὰ τῶν παρεπομένων ἔχει καὶ τὰϲ
γραφὰϲ ϲυνυπαρχούϲαϲ, καθάπερ τὸ ἀτρεκέϲ, ϲυνεμπεϲὸν ὀνόματι, καὶ
γραφὴν καὶ τόνον ἀπηνέγκατο, τὸ καλόν, τὸ εὐρύ, τὸ κάλλιϲτα, τὸ
πυκνά· ϲχεδὸν ἐπὶ πάντων ὁ λόγοϲ ϲυμφωνεῖ, περὶ ὧν καὶ κατὰ τὸ
ἑξῆϲ εἰρήϲεται. — Ἔϲτιν οὖν τι δημόϲιοϲ, ᾧ παράκειται θηλυκὸν τὸ
δημοϲία, οὗ ϲύνταξιϲ ἐπιρρηματικὴ ἐγίγνετο, δημοϲίᾳ ἀπήχθη, ὡϲ
εἰ δημοϲίωϲ τιϲ ἀπήχθη. καὶ τοῦτο εἰ μὲν ἀπὸ τῆϲ εὐθείαϲ τὴν ϲύνταξιν
ἀνεδέξατο, δίχα τοῦ ῑ γεγράψεται· εἰ δὲ παρὰ τὴν δοτικήν, ϲὺν
τῷ ῑ. εἰϲ ἐπίκριϲιν οὖν τοῦ τοιούτου παραληπτέον λόγον ἀποδεικνύντα,
πότερα παρὰ δοτικὰϲ ἢ εὐθείαϲ τὰ τοιαῦτα. τὸ τοιοῦτον γὰρ παρέπεται
οὐ μόνον τοῖϲ εἰϲ ᾱ λήγουϲιν ὀνόμαϲιν, ἀλλὰ καὶ τοῖϲ εἰϲ η λήγουϲι
μορίοιϲ θηλυκοῖϲ. ἔϲτι τι ὄνομα οὐδαμόϲ, ᾧ παράκειται ἐπίρρημα τὸ
οὐδαμῶϲ καὶ οὐδαμόθεν, ᾧ ἀπὸ θηλυκοῦ πάλιν ϲχήματοϲ ἐπίρρημα
παράκειται τὸ οὐδαμῇ. καὶ εἰ μὲν ἀπὸ τῆϲ εὐθείαϲ, ἐν ὀξεῖ τόνῳ καὶ
δίχα τοῦ ῑ εἰ δὲ οὐκ ὀξὺϲ ὁ τόνοϲ, ὁ δὲ περιϲπώμενοϲ, ὅϲ ἐϲτιν ἐν
δοτικῇ, ὁμολόγωϲ καὶ τόδε ϲὺν τῷ ῑ γεγράψεται, καθότι πάλιν ϲυντονούμενον
τῷ θηλυκῷ παράκειται καὶ τὸ ἄλλη. — Ἔϲτι δὲ καὶ ἄλλωϲ
ἐπιδεῖξαι. παρὰ ἀντωνυμικὸν τὸ αὕτη γίνεται ἐπιρρηματική τιϲ προφορά,
ἣν οὔ φαμεν οὕτωϲ, αὕτη ἄγωμεν, ταύτῃ δέ. καὶ προφανὲϲ
ὡϲ ἡ πρόϲθεϲιϲ τοῦ τ τὴν δοτικὴν ὁμολογεῖ , ᾧ λόγῳ καὶ τὸ τῇδε
ἄγωμεν. Δέδεικται ἄρα ὅτι παρὰ δοτικὰϲ αἱ τοιαῦται ἐπιρρηματικαὶ
προφοραί· εἰ δὲ παρὰ δοτικάϲ, δῆλον ὡϲ καὶ γεγράψεται ϲὺν τῷ ῑ.
καὶ εἰ τοῦτο, καὶ τὸ ἰδίᾳ ἄρα καὶ δημοϲίᾳ παρὰ δοτικάϲ, καὶ οὕτωϲ τὰ
ἐπιρρήματα γεγράψεται ϲὺν τῷ ῑ οὐχ ὥϲ φηϲι Τρύφων διὰ τὸ μακρὸν ᾱ·
Τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα ἢ ὀξύνεται, ὡϲ δηθά, καναχηδά,
πυκνά, ἠ βαρύνεται, ὡϲ τάχα , λίγα, ἄντα, πρῶτα. τὰ πρωτότυπα
μόνωϲ βαρύνεται, αἶψα, αὐτίκα, ὄφρα, ῥίμφα, μάλα, μέϲφα, καὶ ὅϲα
ἀντῶ ἄντα, μινύθω μίνυθα (καὶ μετὰ περιϲϲοῦ τοῦ ν μίνυνθα), ῥέω
ῥέα (τὰ γὰρ εὐχερῶϲ γινόμενα ῥύϲει ἔοικε. καὶ ϲαφὲϲ ὅτι τὸ
ὁλόκληρον γέγονε, τὸ δὲ ῥεῖα ἐν πλεοναϲμῷ ἐϲτί τοῦ ῑ)· ϲιγῶ ϲῖγα,
ἀτρεμῶ ἀτρέμα. — παραιτητέον οὖν τοὺϲ ἠξιωκόταϲ ὀξύνειν τὸ
καὶ τὸ χανδά». — ἔϲτι γὰρ πρὸϲ τὸ τοιοῦτον φάναι, ὡϲ ἰδού τινα εἰϲ
δᾱ λήγοντα καὶ βαρύτονά ἐϲτιν, ὡϲ τὸ ληκίνδα, ὀϲτρακίνδα, ὀνόματα
παιδιῶν, καὶ ὡϲ τὰ ὀξυνόμενα ϲυνυπάρχει τοῖϲ εἰϲ δον περατουμένοιϲ,
καναχηδόν καναχηδά, αὐτοϲχεδόν αὐτοϲχεδά, χανδόν χανδά· τῷ μέντοι
μίγδα οὐ παράκειται ὁ τοιοῦτοϲ ϲχηματιϲμόϲ. ἦν οὖν ἐν πλεοναϲμῷ
τοῦ δ, καθὼϲ καὶ ἡ ἄχερδοϲ πλεονάζει καὶ ὁ δαίδαλοϲ τῷ δ, παρὰ τὸ
δαίω. καὶ ἐν ἐπιρρήματι δὲ τῷ ὑπόδρα δύναται πλεοναϲμὸϲ εἶναι τοῦ
δ. (εἰ γὰρ μὴ παραδεξαίμεθα ὅτι ἔνδειά ἐϲτι τοῦ ξ, δύναιτο ἂν παρὰ
τὸ ὁρῶ ἀποτελεῖϲθαί τι ὅρα καὶ ὑπόδρα μετὰ περιϲϲοῦ τοῦ δ, ὅπερ οὐ
πάντωϲ ἐπιζητήϲει τὸ φ· καὶ γὰρ ἄλλα ἐϲτί τινα, ἃ οὐ μετέβαλε κατὰ
ϲυναλοιφὴν τὸ π εἰϲ φ, ὡϲ ἥλιοϲ ἀπηλιώτηϲ, ὡϲ τὸ
λόγῳ καὶ τὸ ληκίνδα ἐν βαρεῖ τόνῳ ἐϲτίν, οὐ ϲυνυπάρχον τῷ εἰϲ δον
λήγοντι ἐπιρρήματι.
Βαρύνεται καὶ ὅϲα οὐκ ἐν ὁμοφωνίᾳ γίνεται πληθυντικῶν οὐδετερῶν
ὀνομάτων. παρὰ τὸ ταχύϲ ἐϲτιν ὄνομα πληθυντικὸν ταχέα, ἀφ᾿ οὗ
ἐπίρρημα οὐχ ὁμόφωνον τὸ τάχα· λιγύϲ λιγέα λίγα· κρατύϲ κρατέα
κράτα καὶ κάρτα· ὠκύϲ ὠκέα ῶκα. — Διὸ καὶ ϲημειωτέον παρὰ τὸ
θαμύϲ, ἀφ᾿ οὗ καὶ τὸ θαμέεϲ καὶ πληθυντικὸν ὡϲ τὸ
θαμά,
εἴγε δύναται ἐν ἐνδείᾳ εῖναι τοῦ θ· τὸ γὰρ πυκνῶϲ γινόμενον ὑφ᾿ ἕνα
καιρὸν γίνεται. Τρύφων μέντοι τοὐναντίον φηϲίν, ὡϲ τὸ θαμά
ἐπλεόναϲε τῷ θ, τῇ αὐτῇ ἐτυμολογίᾳ ἀρκούμενοϲ. ἐπιϲτούμεθα δὲ τὸ
θαμά ἐντελέϲτερον διὰ τῆϲ τοῦ
Βαρύνεται καὶ ὅϲα ἐν ὁμοφωνίᾳ καθέϲτηκε πληθυντικῶν βαρυτόνων
ὀνομάτων· ἡδύτατοϲ, καὶ πληθυντικὸν ἡδύτατα, ἀλλὰ καὶ ἐπιρρηματικῶϲ
τὸ ἡδύτατα. ὀρθῶϲ ἔχει τὸ κάλλιϲτα, ἔϲχατα, ἥδιϲτα, πρῶτα.
Βαρύνεται καὶ ὅϲα ἐκ μεταλήψεώϲ ἐϲτι τῶν εἰϲ θεν, ὅπερ ἐϲτὶ
παρ᾿ Αἰολεῦϲι καὶ Δωριεῦϲι, περὶ ὧν καὶ τῆϲ μεταλήψεωϲ ἐντελῶϲ
ἐκτεθείμεθα. οὐ γὰρ ἐφικτὴ πᾶϲα μετάθεϲιϲ τῶν εἰϲ θεν ληγόντων
τοπικῶν εἰϲ τὸ ᾱ. οὐ γὰρ τὸ οὐρανόθεν οὐρανόθα φαϲίν, οὐδὲ τὸ
ἄλλοθεν ἄλλοθα, τὸ δὲ ἔμπροϲθεν ἔμπροϲθα, ἔνερθεν ἔνερθα, ὄπιϲθεν
ὄπιϲθα·
Ϲαφέϲ ἐϲτιν ὅτι καὶ τὸ ἔνθα τῇδε ἔχει, εἴγε τὰ μὴ οὕτωϲ ἔχοντα
λήγοντα ὀξύνεται, δηθά οὐ παρακείμενον εἰϲ θεν μέντοι καὶ τετραχθά. — Ἀλλὰ καὶ τὰ τῆϲ ϲημαϲίαϲ ὧδε ἔχει.
τὰ παρὰ πρόθεϲιν παραγόμενα τῶν εἰϲ θεν ληγόντων κοινῇ χρῆται
ϲημαϲίᾳ κατὰ τὴν τοπικὴν ἐκφοράν, εἴγε τὰ μὲν ἄλλα τὴν ἐκ τόπου
ϲχέϲιν ϲημαίνει, λέγω τὸ οἴκοθεν, οὐρανόθεν, ἃ δὲ ἔχει τὰϲ τρεῖϲ
διαϲτάϲειϲ. ὡϲ γὰρ καὶ ἐπ᾿ ὀνομάτων ἔϲτι κοινότητα γένουϲ παραδέξαϲθαι,
οὕτω καὶ ἐπὶ τῶν προκειμένων ἐπιρρημάτων κοινότητα τὴν
τόπων ἔϲτιν ἐπιδέξαϲθαι·
θέϲεων τὰ προκείμενα διαϲτέλλεται. φαμὲν γὰρ ἐκ τοῦ ἔμπροϲθεν
εἰϲ τὸ ἔμπροϲθεν, ἐκ τοῦ ὕπερθεν εἰϲ τὸ ὕπερθεν, τῶν ἄλλων
ἐπιρρημάτων τὸ τοιοῦτον οὐκ ἀναδεχομένων. καὶ δὴ παρὰ τὴν ἔν
πρόθεϲιν ἦν τι ἐπίρρημα ἔνθεν, ὃ δὴ ὤφειλε τρεῖϲ ἔχειν διαϲτάϲειϲ
τοπικάϲ. καὶ ἐπειδὴ ἅπαξ Δωρικώτερον τὸ ἔνθεν εἰϲ τὸ ᾱ μετετίθετο,
καὶ ἦν κοινότερον μεταλαμβανόμενον τὸ ἔνθα, ἐμερίζετο μὲν τῇ ϲυνεκδρομῇ
τῶν εἰϲ θεν ληγόντων τὸ ἔνθεν εἰϲ τὴν ἐκ τοῦ τόπου ϲχέϲιν,
εἶχε δὲ τὰϲ ὑπολοίπουϲ δύο ϲημαϲίαϲ ἐγκειμέναϲ ἐν τῷ ἔνθα. διὰ
τοῦτο τὸ ἔνθα καὶ
Βαρύνεται καὶ ὅϲα ἀντιμεταλαμβάνεται ἑτέροιϲ ἐπιρρήμαϲι, ϲχεδὸν
ὑπὸ τὸν λόγον τῶν πρωτοτύπων παραλαμβανόμενα. τῳ ἔμπηϲ παράκειται
τὸ ἔμπα,
ϲυνδέϲμοιϲ καὶ ἐπιρρήμαϲι. τὸ ὄφρα ϲύνδεϲμοϲ, ἀλλὰ καὶ ἐπίρρημα.
οὕτωϲ ἔχει καὶ τὸ ὅπωϲ. καὶ τὸ ἵνα δὲ τοπικὸν ἐπίρρημά ἐϲτιν,
καθότι καὶ ἐπὶ τοῦ πρόϲθεν πρόϲθα, ἔνερθεν ἔνερθα.
Τῇ αὐτῇ ἀκολουθία ϲκεπτέον καὶ περὶ τοῦ ο οὐδαμά. Ὀξύνεται τὰ
εἰϲ ᾱ λήγοντα ἐπιρρήματα, ὡϲ πρόκειται, εἰϲ θᾱ λήγοντα, οὐκ ἐκ μεταθέϲεωϲ
ὄντα τοῦ θεν. ὀξύνεται καὶ τὰ ἐν ὁμοφωνίᾳ οὐδετέρων πληθυντικῶν.
παρὰ τὸ πυκνόϲ πληθυντικὴ προφορὰ γίνεται οὐδετέρα πυκνά,
ᾧ ϲύνεϲτι πάλιν ὁμόφωνον ἐπίρρημα τὸ πυκνά. οὕτωϲ ἔχει καὶ τὸ
δεξιά καὶ ἀριϲτερά, ϲημαίνοντα τὸ δεξιῶϲ καὶ ἀριϲτερῶϲ. τοιοῦτόν ἐϲτι
καὶ τὸ καλά (ὃ δι᾿ ἑνὸϲ μὲν λ γράφεται κατὰ τὸ κοινὸν ἔθοϲ, παρὰ
Δωριεῦϲι δὲ δι᾿ ἑτέρου λ, καὶ οὐχ, ὡϲ ἔνιοι ὑπέλαβον, κατ᾿ Αἰολίδα
διάλεκτον· ἐβαρύνετο γὰρ ἄν, πρὸϲ οἱϲ οὐδὲ τὸ καλόϲ Αἰολεῖϲ ἐν
διπλαϲιαϲμῷ τοῦ λ προφέρονται). — πίϲτιϲ δὲ τοῦ τὴν ϲυνέμπτωϲιν
τοῦ τόνου ἐπικρατεῖν τῶν προκειμένων ἐπιρρημάτων τὸ βαρυνθῆναι τὸ
πυκνά ἐνδεῆϲαν τῷ ν, καθὸ ἐξέκλινε τὴν ὁμοφωνίαν. — Καὶ οὐ δεῖ
ἀπορεῖν, διὰ τί παρὰ τὸ ϲαφῶϲ τὸ ϲάφα ἐβαρύνθη, παρὰ δὲ τὸ καλῶϲ
οὐκέτι τὸ καλά· ὃ μὲν γὰρ τῇ ὁμοφωνίᾳ ἐκρατεῖτο τῇ πρὸϲ τὸ καλόϲ
καλά, ὃ δὲ οὐ τῇδε εἴχε. — καὶ τὸ οὐδαμά δέ, παρακείμενον τῷ
οὐδαμῶϲ, ἔχοιτο ἂν τοῦ κατὰ τὸ τέλοϲ ὀξέοϲ τόνου λόγῳ
οὐδαμά κατὰ τάϲιν καθίϲτηται. παράκειται μὲν γὰρ τὸ ϲαφῶϲ τῷ ϲαφήϲ,
οὗ τὸ οὐδέτερον πληθυντικὸν οὐκ ἔχει ϲυνέμπτωϲιν ἐν τῷ ϲάφα· τῷ
μέντοι οὐδαμῶϲ παράκειται τὸ οὐδαμόϲ. πίϲτιϲ δὲ τὸ τὰ εἰϲ θεν λήγοντα
ἐπιρρήματα καὶ τῷ ο παρεδρευόμενα ἢ ἀπ᾿ εὐθειῶν τῶν εἰϲ οϲ ληγουϲῶν
πορῆχθαι ἢ γενικῶν τῶν εἰϲ οϲ, Λεϲβόθεν, οὐρανόθεν, Διόθεν.
ἔϲτιν οὖν καὶ τὸ ἀμόθεν, καὶ ἔτι τὸ οὐδαμόθεν ἀπὸ τοῦ οὐδαμόϲ.
ἅσα ἐν ὁμοφωνίᾳ καθέστηκε πάλιν (πληθυντικῶν scr. RSchneider) οὐδετέρων
ὀνομάτων, μετάγεται εἰς ἐπιρρηματικὴν σύνταξιν. Eadem sunt in Et. M. 323,
ubi recte πληθυντικῶν legitur.
ἐπεὶ καὶ πόθεν περιεϲπάτο
ἐπιρρήματα ὀξυνόμενα, εἰϲ ᾱ λήγοντα, πυκνόϲ πυκνῶϲ
πυκνά, καλόϲ καλῶϲ καλά. ὑγιὴϲ ἄρα ἡ τάϲιϲ κατὰ τὴν ὀξεῖαν ἐν τῷ
οὐδαμά.
Ἑξῆϲ ῥητέον ἐϲτὶ καὶ περὶ τοῦ ῥᾴ. Ἀλκμάν·
προλελεγμένηϲ καταλήξεωϲ. οὐδὲ γὰρ ἐκεῖνο ἔϲτι φάναι, ὅτι διὰ μονοϲυλλαβίαν
ἐξετείνετο τὸ ᾱ, εἴγε καὶ ἕτερον ἔϲτιν ἐπινοῆϲαι βραχυκατάληκτον
μονοϲύλλαβον, τὸ ᾱ, παρακείμενον τῷ ὥϲ, ὁμοφωνοῦν τε
πληθυντικῇ προφορᾷ τῇ παρὰ τὸ ὅϲ, ἅ, ὡϲ πυκνόϲ πυκνά· ὑπὲρ οὗ
κατὰ τὸ προκείμενον εἴρηται, ἐν ᾧ διειλήφαμεν καὶ περὶ τοῦ ηὖτε καὶ
περὶ τοῦ ἅτε. οὐδὲ μὴν ἐκεῖνο ἔϲτι παραδέξαϲθαι, ὡϲ ὅμοιόν ἐϲτι τῷ
ἰδίᾳ καὶ δημοϲίᾳ, καθὸ
γεγράψεται τὸ ῥά· οὐδὲ γὰρ ἡ τῶν ἀντιγράφων παράδοϲιϲ ἐξωμάλιϲτο,
ἀφορμὴ μὲν οὖν ἐγένετο τοῦ δίχα τοῦ ῑ γράφεϲθαι τὸ προκείμενον
ἐπίρρημα ἡ τοῦ ῥέα ϲυναλοιφή, τοῦ ε καὶ ᾱ εἰϲ μακρὸν ᾱ ϲυνῃρημένων.
ἣν οὐ παραδεξαίμεθα, κατὰ πρῶτον μὲν λόγον, καθότι οὐ περιϲπᾶται,
καὶ καθὼϲ εἴπομεν , ὅτι καὶ πρόϲθεϲίϲ ἐϲτι τοῦ ῑ· κατὰ δὲ δεύτερον
διαπορήϲειέ τιϲ, ποίῳ λόγῳ Αἰολεῖϲ τὸ β προϲέθηκαν. μήποτε οὖν
γραπτέον ϲὺν τῷ ῑ, τῆϲ καταϲτάϲεωϲ οὕτωϲ ἐχούϲηϲ· ὃν τρόπον τῷ
ὄπιϲθεν τὸ ὀπιϲθίδιοϲ παράκειται, ἔμπροϲθεν ἐμπροϲθίδιοϲ, μαψίδιοϲ,
ἀίδιοϲ, οὕτωϲ παρὰ τὸ ῥέα ἦν τι ῥεῖδιοϲ, ὃ παρὰ τοῖϲ Ἴωϲιν ἐγένετο
ῥηἲδιοϲ ἀφ᾿ οὗ καὶ ἐπίρρημα ῥηιδίωϲ ὡϲ μαψιδίωϲ. ἀφ᾿ οὗ ἔπιπτεν,
ἐκ μεταθέϲεωϲ τοῦ η εἰϲ τὸ ᾱ, ῥαἲδιοϲ καὶ ῥαῑδίωϲ, ἀφ᾿ οὗ κατὰ
ϲυναίρεϲιν τὸ ῥᾳδίωϲ, καθὰ καὶ ἐν ὀνόμαϲι τὸ ῥαῖδιοϲ
πάλιν τοῦ ᾱ λάα, τίϲ μοι τὰ λᾷα ἐκτίλλει, Ϲώφρων (fr. 85 Ahrens),
καὶ ϲὺν τῷ ῑ γράφεται, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ προκείμενον ϲχῆμα
ἦν τὸ αὐτὸ πάθοϲ ἀναδεδεγμένον, ἀφ᾿ οὗ τὸ κατὰ ἀποκοπὴν ῥᾴ ἐγένετο,
καθὸ καὶ τὸ βριθέωϲ μὲν ἐντελέϲ, παρακείμενον τῷ βριθύϲ, καὶ ἐν ἀποκοπῇ
βρῖ. (ὅτι γὰρ καὶ δύο ϲυλλαβῶν ἀποκοπαὶ γίνονται, ἐν τῷ περὶ
παθῶν ἐδείχθη. τό τε γὰρ πρόπαρ οὕτωϲ ἔχει, καὶ τὸ μάκαρ, πηδά,
καὶ τὸ ἡμέν παρὰ Καλλιμάχῳ (fr. 461 Schneider).) — Καὶ τούτῳ γε
τῷ λόγῳ καὶ τὰ τοῦ τόνου εὐκατάϲτατα γίνεται, καὶ ἔτι τὰ τῆϲ γραφῆϲ,
καὶ ἔτι τὸ ἠπορημένον πρὸϲ τῶν Αἰολέων. μὴ γὰρ ἄλλοτε Αἰολεῖϲ
προϲτίθενται τὸ β τῷ ρ, εἰ μὴ τὸ δ ἐπιφέροιτο κατὰ τὴν ἑξῆϲ ϲυλλαβήν,
ἢ τὸ ϲυγγενὲϲ ζ, ἢ τὸ ϲυμπαθέϲτερον τ· ἅπαξ γὰρ τοῦ κ ἐπιφερομένου
ἡ πρόϲθεϲιϲ ἐγίνετο. διὰ τοῦτο βρόδον φαϲὶ καὶ βρίζα καὶ βρυτῆρεϲ, οὐ
μὴν τὸ ῥέω ἔτι βρέω φαϲίν, οὐδὲ ἄλλο τι τῶν τοιούτων. πρόδηλον
οὖν ὡϲ ὁμόλογοϲ ἡ τε ἀποκοπή (οὐ γὰρ ἡ πρόϲθεϲιϲ παρείπετο, εἰ μὴ
δυνάμει ἐπεφέρετο τὸ δ, εἴγε καὶ ἀποκοπαὶ ὑπομνήϲειϲ ἔχουϲι τῶν
ἀποκεκομμένων ϲυλλαβῶν), οὐδέν τε ἐμπόδιον ἐπιγινομένου τοῦ βρᾳδίωϲ
τὴν ἀποκοπὴν γενέϲθαι δεύτερον.
Διὰ τῶν προκατειλημμένων λόγων καταλάβοιτο ἄν τιϲ, ὅτι οὐδὲ
τὸ ᾱ, ϲημαῖνον εὐχὴν ἐν τῷ «ἆ πά⟨ντα ϲυναγείραϲ⟩» (Callim. fr.
Schneider) οὐκ ἔϲτιν ὁλόκληρον. ὡϲ γὰρ ἔφαμεν, οὐκ ἔϲτιν ἐν
μα⟨κρῷ τῷ ᾱ⟩ τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα. ἰδοὺ γὰρ καὶ τὸ ἅ
καθώϲ τινεϲ ψήθηϲαν ὅπερ
ϲημαίνει τὸ αὐτό, οὐδὲ τὸ ἔειπε τῷ ε. τὰ μέντοι ἐντελῆ ὄντα, καὶ
ἀποκοπτόμενα καὶ ἀφαιρούμενα, φυλάϲϲει τὸ δηλούμενον· τῶν γὰρ
φωνῶν τὰ πάθη, καὶ οὐ τῶν ϲημαινομένων. ἀποκοπὲν τὸ δῶ ϲημαίνει
τὸ δῶμα· ἀφαιρεθὲν τὸ ἐθέλω τοῦ ε τὸ αὐτὸ ϲημαίνει, τὸ θέλω, καὶ
ἔτι προϲαφαιρεθὲν ἐν τῷ λῶ. — ὁ λόγοϲ καθολικόϲ, χωρὶϲ εἰ μὴ
ὑπ᾿ ἀμφιβολίαν πέϲοι τι, ἧϲ καὶ τὰ λοιπὰ τῶν λέξεων ἀπολύεται διὰ τῶν
ϲυμφερομένων. τὸ ἄρα ἆ ἀπεκόπη διὰ τὸ ἐν αὐτῷ δηλούμενον, καὶ
τὸ βάλε ἀφαίρεϲιϲ διὰ τὸ ἐν λεκτῷ καταλιμπάνεϲθαι τὸ ᾱ.
Τὰ εἰϲ ᾱν λήγοντα ἐπιρρήματα ἐν μακρῷ ἐϲτὶ τῷ ᾱ, τάϲει δὲ
βαρείᾳ , ὡϲ ἔχει τὸ λίᾱν, ἄγᾶν, πέρᾱν. — δεδείξεται γὰρ τὸ ὅτᾱν,
ὅτι δύο μέρη λόγου ἐϲτίν, ἔκ τε τοῦ ὅτε ἐπιρρήματοϲ καὶ τοῦ ἄν ϲυνδέϲμου,
ἐν ᾧ δεδείξεται, ὅτι καὶ ἀνταποδοτικῷ χρῆται ὁ ποιητὴϲ τῷ
τόταν, καὶ πότε
πρόπαν ὠλιγώρηται ⟨κατὰ τὸ
πρόπαν⟩ ἢ ϲύμπᾶν· πάλιν γὰρ ἀπὸ ὀνοματικῆϲ ϲυντάξεωϲ εἰϲ ἐπιρρηματικὴν
ἐχώρηϲεν. ἔϲτι τὸ πᾶν, ⟨ὅπερ⟩ μονοϲύλλαβον μὲν ὃν ἐν
ἐκτάϲει τοῦ ᾱ ἐϲτίν, ὑπὲρ μίαν δὲ ϲυλλαβὴν καθεϲτηκόϲ, εἶτε καὶ κατὰ
ϲύνθεϲιν εἴτε καὶ κατ’ ἐντέλειαν τοῦ ἐλλείποντοϲ α, ἐν ϲυϲτολῇ,
ϲύμπάν, πρόπ ἄν ἅ? ἄν. ὅπερ ἀνεδέδεκτο καὶ τὸ ἐπίρρημα ἐν τῷ
πάμπἄν.
Ὁ αὐτὸϲ λόγοϲ παρακουλουθήϲει, ὡϲ ἕνεκά γε τοῦ τόνου,
καὶ ἐπὶ τοῦ ὠτᾶν, τὴν μὲν μακρότητα τοῦ ᾱ φυλάξαν, οὐ μὴν τὴν
τάϲιν. καὶ κατ’ ἄλλον δὲ λόγον ἐπιϲτάϲεωϲ ἔτυχε, καθὸ διτονεῖ. - Γεγενῆϲθαι
δὲ οἱ μὲν παρ’ἑταιρικὴν ἐκφώνηϲιν, ὡϲ Δίδυμοϲ (p. 403 Sehmidt)
ἔφη, καὶ παραλαμβάνει αὐτὸ παρὰ τὸ ἔτηϲ μετὰ μορίου τοῦ ὧ κλητικοῦ. -
Πρὸϲ ὅν φηϲι Τρύφων (p. 49 Velsen), ὡϲ τὰ τῆϲ κλητικῆϲ οὐ καταϲταίη·
βραχὺ γὰρ καὶ βαρὺ τὸ α ἀπαιτεῖ, ὥϲπερ καὶ τῷ δώτηϲ τὸ δῶτα παράκειται,
θύτηϲ θύτα. αὐτόϲ γε μήν φηϲιν, ὡϲ τὸ ὥ μόριον ἐπεκταθὲν διὰ τοῦ τα
ἐποιεῖτο καὶ κλητικὸν ἐπίφθεγμα, καθότι καὶ τῷ δή τὸ δῆτα παρέκειτο·
καὶ διὰ τὴν ἀντεμφαϲιν τὴν πρὸϲ τὰ ῶτα τὸ ν προϲεληλύθει. — Δῆλον
δὲ ὅτι οὐδὲ αὐτὸϲ κατέϲτηϲεν οὔτε περὶ χρόνου οὕτε περὶ τόνου. οὐ
γὰρ περὶ ϲυϲτελλομένου τοῦ ὦτάν ή ζήτηϲιϲ, περὶ δὲ τοῦ
δεῖ προϲνέμειν η ἀφαιρεῖν ϲύμφωνα ἤ φωνήεντα. οὐδὲ γὰρ αίτηϲάμε
νοϲ τὸ μὴ διδόμενον κατέϲτηϲε τὸ ἐπίρρημα. ἔνιοι μὲν οὐν ἀξιοῦϲι
τὸ ὠτᾶν Δωρικώτερον εἰναι γενικῆϲ πληθυντικῆϲ, νοουμένηϲ ἐπὶ τῶν
ϲυνήθων , ὡϲ εἰ τιϲ εἴποι ὦ τῶν ἑταίρων, ὠ τῶν φίλων, λειπούϲηϲ
εἰϲ αν λήγοντα, ἔϲθ’ ὅτε καὶ κατὰ τοῦ αὐτοῦ ϲημαινομένου παραλαμβανόμενα,
καθότι ἔϲτιν ἐπινοῆϲαι καὶ κατὰ πλεῖϲτα τῶν παρωνύμων,
ὡϲ ἐργάτηϲ ἐργατίνηϲ, ἄπειροϲ ἀπείρων, ἀνάγκη ἀναγκαία, ἁμαξαία.
ἔϲτιν οὖν τι μέγιϲτοϲ, καὶ παρὰ τοῦτο τὸ μεμιϲτᾶν, ξυνόϲ τε καὶ ξυνᾶν.
ἔφαμεν δὲ ἐν ἑτέροιϲ,
κλητικὸν ὁμόφωνον. καὶ ὡϲ ἀπὸ κλητικῆϲ πολλάκιϲ ἐπιρρηματικαὶ ϲυντάξειϲ
γίνονται, ὡϲ Δάματερ, Ἥρακλεϲ, τάλαν , οὕτωϲ καὶ τὸ ὦ ἐτᾶν
Καὶ τὰ παρ’ Αἰολεῦϲι δὲ ἐκ τῶν εἰϲ δην ληγόντων μετατιθέντα τὸ
η εἰϲ τὸ α πάλιν ἐϲτὶ βαρύτονα, ὡϲ ἔχει τὸ κλέβδαν καὶ ϲύδαν. καὶ
ἐπεὶ τὸ δήν ὀξύτονον ἦν διὰ μονοϲυλλαβίαν, καὶ τὸ Δωρικὸν ὀξύτονον,
τὸ δάν. καὶ ἐπεὶ οἱ πλεοναϲμοὶ τὸν αὐτὸν τόνον τηροῦϲι, ϲαφὲϲ ὅτι
καὶ τὸ θοάν πλεονάϲαν τῶ ο οὐκ ἀντέκειτο.
Τὰ εἰϲ αϲ λήγοντα ὀξύνονται (ἰδιαίτερον μὲν παρὰ τὸν ἄνδρα
παραχθὲν τὸ ἀνθρακάϲ). οὕτωϲ ἔχει καὶ τὸ ἐντυπάϲ, ἑκάϲ, ἀνεκάϲ
(ὅπερ Ἀττικοὶ οὐ δεόντωϲ ἀναβιβάζουϲιν, ὡϲ καὶ ἐν ἑτέροιϲ ἐπιρρήμαϲι,
χάριέν φαϲι καὶ ἄληθεϲ, καθὼϲ δείκνυμεν καὶ ἐπὶ τοῦ ϲφόδρα). — ϲημειωτέον
οὖν τὸ πέλαϲ. τὸ γὰρ
δύναται ἐκ καταλήξεωϲ τῆϲ εἰϲ α προϲειληφέναι τὸ ϲ. ὡϲ γὰρ τῷ
ἠρεμῶ τὸ ἠρέμα παράκειται, τῷ ϲιγῶ τὸ ϲῖγα, ἀντῶ ἄντα,
ἀτρεμῶ ἀτρέμα καὶ ἀτρέμαϲ, καθ’ ὃν λόγον ἔϲτι πολλάκιϲ καὶ ἐν
ἔνδεια τοῦ ϲ ἐν ἐπιρρήμαϲιν, εἴγε ἀδιάφορον καὶ τὸ πολλάκιϲ καὶ πολλάκι,
τουτάκιϲ τουτάκι.
Τὰ εἰϲ ι λήγοντα ἐπιρρήματα , παραγωγὰ ὄντα , ὀξύνεται. Καὶ
ἀπὸ ὀνομάτων μὲν παραγόμενα, ταῖϲ τούτων γενικαῖϲ ίϲοϲυλλαβεῖ, καὶ
ἔϲτιν ἐν ἐκτάϲει τοῦ ῑ. παρὰ τὴν ἀθεώρητοϲ καὶ τὴν ἀθεωρήτου τὸ
ἀθεωρητί , ἀκονιτί , ἀμογητί, ἀκλαυτί, πανθοινί. καὶ ϲαφὲϲ ὅτι τὸ ἐν
ἐκτάϲει τοῦ ῑ ἀμηνυτί ἀναλογώτερον. ὅτι γὰρ τὰ τοιαῦτα διὰ τοῦ ῑ,
ϲαφὲϲ μὲν καὶ ἐκ τῶν διαλέκτων, ϲαφὲϲ δὲ καὶ ἐκ τῆϲ παραδόϲεωϲ καὶ
ἔτι τῆϲ παρεπομένηϲ ἔϲθ’ ὅτε ϲυϲτολῆϲ, ὅπερ ἴδιον τῶν διχρόνων· τὸ
γοῦν Ἀρχιλόχειον ϲυνεϲτάλη,
Πάνυ γέλοιόν ἐϲτι τὸ τὴν αὐτὴν ϲημαϲίαν ἀπαιτεῖν ἔν τε τοῖϲ
ἐπιρρήμαϲι καὶ τοῖϲ ὀνόμαϲιν· εἰ γὰρ ἀθεώρητον τὸ οὐ τεθεωρημένον,
πῶϲ τὸ ἀθεωρητί ϲημαίνει τὸ μὴ θεωρῆϲαι καὶ πῶϲ, εἰ ἄκλαυτον τὸ
μὴ κεκλαυϲμένον, πῶϲ τὸ ἀκλαυτί τὸ μὴ κλαῦϲαι ϲημαίνει ἔϲτι γὰρ καὶ
ἐν ἄλλοιϲ μέρεϲι λόγου πάμπολλα, οἶϲ ἡ τοιαύτη διαφορά. ἀπὸ παρακειμένψν
παθητικῶν ἐνεργητικὰ ὀνόματα γίνεται· παρὰ γὰρ τὸ ἔψαλται
τὸ ψάλτηϲ, λέλυται λύτηϲ, κεκάθαρται καθαρτήϲ. παρὰ τὴν ἐξ πρόθεϲιν,
ϲημαίνουϲαν τὸ ἐκ τόπου,
καὶ εἰϲ τόπον δηλοῖ. παρὰ τὴν πρόϲ πρόθεϲιν, πληϲιαϲμὸν ϲημαίνουϲαν
(προϲελθεῖν γάρ φαμεν τὸ ἔγγιον ἐλθεῖν ) πρόϲω ἐϲτὶν ἐπίρρημα , ο
ϲημαῖνον τὴν πληϲιότητα. παρ’ ἐνεργητικὸν τὸ τέμνω παθητικὸν γίνεται
τὸ τόμοϲ, ἐν βαρείᾳ τάϲει· οὐ γὰρ πιθανόν ἐϲτι παρὰ τὸ τέμνομαι,
ἐπεὶ οὐκ ἀναλογεῖ ἡ φωνή. ἔϲτι πάμπολλα εἰϲ τὸ τοιοῦτον ἐπιδεῖξαι.
Τὰ μέντοι διὰ τοῦ ϲτι ἐκφερόμενα ἄμεινον ἡγητέον ἀπὸ ῥημάτων
παρῆχθαι. εἰ καὶ ϲυνυπάρχει τὰ ῥήματα , καὶ ταῦτα πάντα εἰϲ ζω
περατούμενα. καὶ καθὼϲ ἀπὸ μιᾶϲ ϲυζυγίαϲ τῶν ῥημάτων μία ϲχεδὸν
καὶ ἡ ϲυζυγία τῶν ἐπιρρημάτων. εὔλογόν τε καὶ τὸ διηλλαγμένον τοῦ
ἕλλην τὸ ἑλληνιϲτί, μᾶλλον δὲ παρὰ τὸ ἑλληνίζω· παρὰ γοῦν τὸ θρᾷξ
πάλιν, διᾶφορον κατὰ τὴν κατάληξιν ὄν, οὐκ ἂν τὸ αὐτὸ παρακολουθήϲειε,
θρᾳκιϲτί, παρὰ δὲ τὸ θρᾳκίζω, τῆϲ αὐτῆϲ πάλιν ἐχόμενον ϲυζυγίαϲ.
οὕτωϲ ἔχει παρὰ τὸ δωρίζω δωριϲτί καὶ αἰολιϲτί , βαρβαριϲτί,
μηδιϲτί , ϲυριϲτί, ϲκυθιϲτί. καὶ ἐπεὶ ἅπαξ τὸ ἰάζω ϲυνεκόπη ἐκ τοῦ
ἰωνίζω, ἦν καὶ τὸ ϲυνὸν ἐπίρρημα ϲυμμετειληφὸϲ τοῦ πάθουϲ, ἰαϲτί.
καὶ ϲαφὲϲ ὅτι πάλιν τὸ ἰωνιϲτί τῷ ἰωνίζω παρέκειτο. – Τούτοιϲ δὴ
ἐπιϲτήϲαϲ ὁ Τρύφων ἐζήτει περὶ τοῦ μεγαλωϲτί , ἱερωϲτί παρὰ Ἀνα
κρέοντι, καὶ ἔτι τοῦ παρὰ Ἀθηναίοιϲ νεωϲτί, ὅπερ οὐκ ἀπιθάνωϲ τῇ
παρὰ Ἀθηναίοιϲ ϲυνήθει ἐπεκτάϲει ἐξέτεινε τὸ ῑ. ἔδει γάρ », φηϲι,
«παρὰ τὸ μεγαλίζω μεγαλιϲτί , νεανίζω νεανιϲτί· καὶ δῆλον ὅτι καὶ τὸ
ἱρωϲτί παρά τι τῶν εἰϲ ζω ληγόντων ῥημάτων». Πρὸϲ ὃν ἔϲτι
φάναι, ὅτι πολλάκιϲ καὶ ἐκ διαφόρων μερῶν λόγου αἱ αὐταὶ παραί
γωγαὶ γίνονται. παρὰ ῥῆμα τὸ αἰτῶ γίνεται τὸ αἰτίζω, καὶ παρ’ ὄνομα
τὸ βάρβαροϲ τὸ βαρβαρίζω· ἐϲτι δὲ
ῥῆμα εἰναι, τὰ δὲ ὡϲ ἠλογημένα ἀπὸ ἐπιρρημάτων παρῆχθαι τῶν είϲ
ωϲ περατουμένων, ὥϲτε ἐν προϲθέϲει τοῦ τι ἀποτελεῖϲθαι, μεγάλωϲ
μεγαλωϲτί , νέωϲ νεωϲτί, ἱερῶϲ ἱερωϲτί.
Ἐδείξαμεν ἐν τοῖϲ περὶ τοῦ ἀέκητι , ὡϲ τὰ μὴ ὑποπίπτοντα ὑπὸ
τόνδε τὸν λόγον πίπτει ὑπὸ βαρεῖαν τάϲιν, αὐθι, ἶφι. διὰ τοῦτο
εὐμαρῶϲ τὰ τοιαῦτα καὶ τ⟨ὸ ϲ ἀποβάλλει⟩, πολλάκιϲ, τετράκιϲ. τὸ δὲ
δίϲ καὶ τὸ τρίϲ οὐκέτι
ἕνεκα τούτου μοι δοκεῖ καὶ τὸ χωρίϲ, ἀποβαλὸν τὸ ϲ οὐ δεόντωϲ, ἄνα
λόγωϲ βεβαρύνθαι ἐν τῷ
ὀξυνθέντοϲ
ἐν βαρείᾳ τάϲει. ἀνάλογοϲ γὰρ καὶ ἡ παρ’ Αἰολεῦϲι βαρεῖα τάϲιϲ,
λέγω δὲ τοῦ
τῷ περὶ τῶν εἰϲ ε ληγόντων ἐπιρρημάτων.
Βαρύνεται καὶ ὅϲα ϲυνυπάρχει τοῖϲ είϲ θεν λήγουϲιν ἐπιρρήμαϲιν,
οἴκοθεν οἴκοθι, οὐρανόθεν οὐρανόθι, αὐτόθεν αὐτόθι, πόθεν πόθι,
ἀγχόθεν ἀγχόθι. ἅπερ φυλάϲϲει τὸ θ, ϲυνόντοϲ τοῦ ο κατὰ τὴν
παρεδρεύουϲαν ἢ τοῦ ϲύνεγγυϲ ω, ὡϲ ἑτέρωθι, ἑκατέρωθι. τὰ γὰρ μὴ
τῇδε ἔχοντα πάλιν μὲν βαρύνεται, ἀντί γε μὴν τοῦ θ τὸ ϲ παραλαμβάνεται,
Ἀθήνηθεν Ἀθήνῃϲιν, Θήβηθεν Θήβηϲιν, Πιτάνηθεν Πιτάνῃϲιν. —
Διὸ καὶ ϲημειὼϲαιτο ἄν τιϲ τὸ κεῖθι. ἀλλ’ ἦν γε ὑπὲρ τούτου φάναι,
ὡϲ τὰ πεπονθότα οὐ τῳ ἐγγινομένῳ πάθει τὸ ἀκόλουθον ἀποτελεῖ, τῇ
δὲ τοῦ ὁλοκλήρου προφορᾶ, ὡϲ ἐπ’ ὀνομάτων τὰ ϲυνηρημένα κατὰ
τὰϲ εὐθείαϲ οὐ τῷ ϲυνηρημένῳ κατὰ τὰϲ κλίϲειϲ ἀκολουθεῖ, τῷ δὲ ὁλοκληροτέρῳ
(ὡϲ ἐν διαλέκτοιϲ τὸ χαρίηϲ καὶ τὰ τοιαῦτα οὐ τῇ λέξει τῶν
εἰϲ ηϲ ληγόντων ἠκολούθηϲεν, τῇ δὲ πρωτοτύπῳ προφορᾷ)· ὡϲ ἐν
πρωτοτύποιϲ πλεοναϲμοῖϲ, ἡνίκα τὸ β ϲύνεϲτι τῷ ρ παρ’ Αἰολεῦϲι
ϲυνεχέϲτερον ἐπιφερομένου τοῦ δ ἢ τοῦ τ καὶ ἔτι τοῦ κ, καὶ ἕνεκα
τούτου τὸ ῥό τὸ β προϲελάμβανεν, οὐ τῷ πάθει ἀρκούμενον τοῦ ϲχήματοϲ,
τῷ δὲ ἐντελεῖ ῥᾳδίωϲ. τὸ τοιοῦτον ἐπ’ ἄλλων ἀπείρων ἔϲτι
παραϲτῆϲαι. καὶ δὴ καὶ τὸ κεῖθι οὐκ ἔχει φύϲει τὴν παρεδρεύουϲαν διὰ
τοῦ ει, διὰ δὲ τοῦ νο. ὡϲ γὰρ παρὰ τὴν τούτου τουτόθεν τι γίνεται
καὶ παρὰ τὴν αὐτοῦ αὐτόθεν, οὕτωϲ καὶ παρὰ τὴν ἐκείνου ἐκεινόθεν.
ἔφαμεν δὲ τὸ ο αἴτιον γίνεϲθαι τῆϲ μονῆϲ τοῦ θ, καὶ εἰ οὐκ ἐπικρατεῖ
τὼ πάθη, ἀναγκαία ἡ μονὴ τοῦ θ.
Ὁμοίωϲ καὶ τὰ διὰ τοῦ φι παρατόμενα βαρείαϲ ἔχεται τάϲεωϲ,
λέγω περὶ τοῦ ἧφι βίηφι, οὐρανόφι, ἄπερ ἔϲθ’ ὅτε καὶ ϲὺν τῷ ν
λέγεται, παϲϲαλόφιν, ἀριϲτερόφιν, δεξιόφιν
Τὰ δὴ προκείμενα παρὰ πᾶϲιν ὑπείληπται ὡϲ ἐπιρρήματα εἴη, ὧνἐϲτὶ
καὶ Τρύφων (p. 51 Velsen). —διὸ καὶ αὐτοί φαμεν, ὡϲ ἕνεκα τῆϲ παραγωγῆϲ
εἶναι τὴν βαρεῖαν· ὡϲ ἕνεκα δὲ τῆϲ ἀκριβοῦϲ παραδόϲεωϲ, μήποτε
παραγωγαί εἰϲι κατὰ τοῦ αὐτοῦ δὴ δηλουμένου παραλαμβϛανόμεναι. —
Φηϲὶν οὑν ὁ Τρύφων τὸ τηνικαῦτα αὐτὰ παράγεϲθαι εἰϲ τὴν ταυτότητα,
ἐπὰν ἡ φωνὴ ἡ τοῦ πρωτοτύπου ὁλόκληροϲ καθεϲτήκῃ, ὡϲ ἐν τῷ ἧφι
βίηφι· εἰ δὲ μὴ τῇδε ἔχει, τὸ τηνικαῦτα ἐπιρρηματικῆϲ ἔχεϲθαι ϲυντάξεωϲ
τὰ μόρια, ὡϲ ἐπὶ τοῦ χαλκόφι χαλκόϲ. «ἰδοὺ γάρ p», φηϲιν,
«αἱ παραχθεῖϲαι γενικαὶ ἔχουϲι τὸν ἀριθμὸν εὐδιάκριτον , ἡ καλοῖο, ἡ
Ἀτρείδαο τὸ δέ φηϲι κατ’ ὄρεϲφι τί μᾶλλον κατ’ ὄρουϲ ἢ κατ’ ὀρῶν
ἰδιον δὲ τὸ μὴ διακρίνειν ἀριθμὸν ἐν ϲυντάξει ἐπιρρήματοϲ ». κατὰ δὴ
ταύτην τὴν ἔννοιαν ἀπεφαίνετο τὰ τοιαῦτα ἐπιρρήματα εἰναι. —ἔϲτι
μέντοι , ἀναλαβόντα τὸν λόγον , ἐκεῖνο φάναι , ὡϲ πρῶτον παρὰ
Ϲικυωνίοιϲ ἐν γενικῇ ⟨ἑνικῇ ⟩ ἀπειράκιϲ παραλαμβάνεται· καὶ ὡϲ τὸ
ἀπὸ χαλκόφι τὴν ἀπὸ χαλκοῦ γενικὴν ϲημαίνει, οὐχὶ χαλκῶν, οὕτω καὶ
τὸ κατ’ ὄρεϲφιν οὐκ ἄλλο τι ϲημαίνει ἢ τὴν κατ’ ὄρουϲ. πρόϲ τε
τὸν ἀπὸ τῆϲ φωνῆϲ λόγον, ὡϲ πάνυ ἐϲτὶ βίαιον τὸ διὰ τῆϲ μονῆϲ τῆϲ
τῶν πρωτοτύπων φωνῶν παραδέξαϲθαι τὴν ταυτότητα τοῦ πρωτοτύπου,
διὰ δὲ τῆϲ ἐλλείψεωϲ παραδέξαϲθαι ἐπιρρηματικὴν παραγωγήν. καὶ γὰρ
κατὰ τὸ ἐναντίον φωναὶ μένουϲαι ἐν ϲυντάξει ἐπιρρήματα γίνονται, ὡϲ
τὰ ὀνοματικὰ ἅπαντα οὐδεμιἅϲ παραφοορᾶϲ γινομένηϲ ἐν ταῖϲ φωναῖϲ
(τὰ δὲ ὑποδείγματα πρόκειται, ἄπειρα ὄντα)· καὶ αἱ φωναὶ παραχθεῖϲαι
καὶ παραφθαρεῖϲαι τὰ τέλη μένουϲιν ἐν ταῖϲ ἐννοίαιϲ τῶν πρωτοτύπων.
οὐ γὰρ ἐπεὶ τὸ χαλκόφιν ἀπέβαλε τὸ υ κατὰ τὴν παραγωγήν γ, παρὰ
τοῦτο οὐ γενική, ἐπεὶ οὐδὲ τὸ ἐμεῦ, ἀποβαλὸν τὸ υ ἐν τῷ ἐμέθεν,
οὐκ ἀντωνυμία. — οὐκ ἄρα πάντωϲ παρὰ τὰϲ ἀποβολὰϲ τῶν ϲτοιχείων
ὁ μεριϲμόϲ, παρὰ δὲ τὰϲ γινομέναϲ ϲυντάξειϲ, ὥϲ γε καὶ ἐντελῶϲ
παραϲτήϲομεν περὶ τῶν εἰϲ θεν ληγόντων ἐπιρρημάτων, τίνα τε ὄντωϲ
ἐϲτὶν ἐπιρρήματα, καὶ τίνα αὐτὸ μόνον παραγωγῇ κέχρηται τῆ διὰ τοῦ
θεν, φυλάϲϲει δὲ τὴν τῶν πρωτοτύπων ἔννοιαν. —ἔτι ἡ γινομένη
παραγωγὴ ἐν ἐπιρρήμαϲι κατὰ μιᾶϲ ἐϲτὶ ϲυντάξεωϲ, ὡϲ ἡ διὰ τοῦ θι
ἐν ϲυντάξει ἐϲτὶ τῇ κατὰ δοτικήν, οἴκοθι ἐν οἴκῳ, Ἀβυδόθι ἐν Ἀβύδῳ,
παραγωγὴ οὐκ ἔχει τῇδε, ὡϲ οὐκ ἂν ἐπιρρηματικὴ γινομένη. καὶ γὰρ
κατὰ γενικήν ἐϲτιν, ὡϲ τὸ χαλκόφιν καὶ παϲϲαλόφιν, καὶ ἐν δοτικῇ,
ὡϲ φρήτρηφι, καὶ ἐν αἰτιατικῇ, δεξιόφιν , ἀριϲτερόφιν. καὶ κατὰ τοῦτο
ἄρα τὰ προκείμενα μόρια οὐκ ἔχεται ἐπιρρηματικῆϲ παραγωγῆϲ. ἔϲτι
δὲ καὶ παρὰ Ἀλκμᾶνι (fr. 59 Bergk 3) καὶ κατὰ κλητικῆϲ τὸ οὐρανία
οὐρανίαφιν, τῶν τοιούτων πλεοναϲμῶν οὐ κρατούντων τὰϲ πτώϲειϲ.
καὶ γὰρ τὸ τοιόϲδε καὶ τὸ τοιοῦδε καὶ τοιῷδε, παραγωγῆϲ ἐχόμενα τῆϲ
διὰ τοῦ δε, ὡϲ εἰ πάλιν ἦν ἐπιρρηματικὴ παραγωγή, κατὰ μίαν πτῶϲιν
ἦν. Προαλὲϲ δὲ καὶ τὸ λαβεῖν ὅτι ἐν τῷ ἧφι βίηφιν ὁλόκληροϲ ἡ
παραγωγή. εἰ γὰρ οὐ ἡ παραγωγὴ ϲτοιχείου γίνεται ἀφαιρετική , ὡϲ
ἐπὶ γενικῆϲ τοῦ ῦ, ἐκ παϲϲαλόφι καὶ χαλκὸφιν, ὡϲ ἐπ’ αἰτιατικῆϲ τοῦ
ν, δεξιόν δεξιόφιν, ἀριϲτερόν ἀριϲτερόφιν, δοθήϲεται ὅτι καὶ κατὰ τὸν
λόγον τῆϲ δοτικῆϲ ὑφιᾶϲι τὸ ι, καὶ τὰ τῆϲ ὀρθογραφίαϲ οὕτωϲ κατα
ϲτήϲεται δίχα τοῦ ῑ γραφόμενα. καὶ ϲαρέϲ ἐϲτιν ὅτι τὰ προκείμενα,
ἀκουόμενα ἔχοντα ϲτοιχεῖα, πρόδηλον ἔϲχε καὶ τὴν ἀφαίρεϲιν· τὰ δὲ
ἐν τῇ δοτικῇ οὐκ ἐξεφώνει τὸ ῑ. ϲαφὲϲ γοῦν ὅτι. κἂν ἐλλείψῃ τὸ ῑ,
οὐ πρόδηλον ἕξει τὴν ὑποϲτολήν.
Τὰ εἰϲ ῶ λήγοντα βαρύνεται, ἔϲω, κύκλῳ, τόνῳ, πόρρω, πρόϲω,
ἑκαϲτάτω, ἀνωτέρω, ἀνωτάτω, περαιτέρω. ὥϲτε ἕνεκα τούτου ϲημειοῦϲθαι
τὸ ἐπιϲχερ ώ καὶ ἰὠ. Ἀλλ’ ἴϲωϲ ἡ μὲν προκατειλεγμένη τῶν είϲ
ω βαρεῖα τάϲιϲ ἔχει τὴν ὁμοείδειαν ϲυνῳδὸν τοῦ τόνου· ἦν γὰρ ἅπαντα
ἐν παραγωγῇ, ὡϲ εἰ καί τιϲ οὕτωϲ εἴποι· τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα
παραγωγὰ ἐν βαρείᾳ τάϲει ἐϲτί. καὶ εί μὲν ἀπὸ προθέϲεων γέγονεν,
ίϲοϲυλλαβοῦντα μὲν ταῖϲ προθέϲεϲιν , εἰ καὶ διϲύλλαβοι εἶεν αἱ προθέϲειϲ·
περιϲϲοϲυλλαβοῦντα δέ, εἰ ἀπὸ μονοϲυλλάβων προθέϲεων εἴη
ἡπαραγωγή. διότι δὲ τὸ τοιοῦτον παρέπεται, ἐν ἄλλῳ τόπῳ καθολικώτερον
εἰρήϲεται. τὰ δὲ ὑποδείγματα ἐκκείϲθω· παρὰ τὴν ἀνά ἄνω,
κατά κάτω, πρόϲ πρόϲω, ἔϲ ἔϲω. τό τε τόνῳ καὶ κύκλῳ πρὸϲ ὁμοφω.
νίαν τὴν ἀπὸ τοῦ τόνοϲ καὶ κύκλοϲ ἐν δοτικῇ πτώϲει. ἦν οὑν καὶ
ταῦτα ἐκ προκειμένου γεγονότα. ἀλλὰ μὴν καὶ τὸ ἑκαϲτάτω καὶ ἑκαϲτέρω
ἐνεχόμενα τῇ δοτικῇ παραγωγῇ , καὶ ἕνεκα τούτου οὐδὲ τῇ ταυτότητι
τῆϲ τάϲεωϲ ἐχρήϲατο. ὅτι δὲ καὶ ἐν παραγωγῇ τινὰ γινόμενα διαλλάϲϲει
κατὰ τὴν τάϲιν τῶν πρωτοτύπων ἢ τῶν μὴ κατὰ τὸ αὐτὸ γενομένων,
ἐδείξαμεν περὶ τῶν εἰϲ ῑ ληγόντων ἐπιρρημάτων , εἴγε ἂ μὲν αὐτῶν
πάλιν ὀξύνεται, ἃ δὲ βαρύνεται ἐν διαϲτολῇ τῇ δεούϲῃ· οὐ γὰρ τὸ
νόϲφι καὶ τὸ ἶφι ὁμοίωϲ εἰρήϲεται τῷ ἑλληνιϲτί. καὶ εἰ δέδοται τὸ
παρηλλαγμένον τοῦ τόνου ἐν διαφόρῳ εἴδει, ϲαφὲϲ ὅτι οὐδὲ ἐπὶ τοῦ
τοιούτου βίαιον καὶ τὸ ἐπιϲχερώ ὀξύνεϲθαι καὶ τὸ ἰώ, ἐν παραλλαγῇ
καθεϲτῶτα τοῦ πρόϲω καὶ τόνῳ καὶ τῶν ὁμοίων.
ἔτι τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα παροξύνεται, καθὼϲ ἔχει τὰ
προκατειλεγμένα, πρόϲω, ἔϲω, κάτω, ἐγγυτέρω. ϲαφὲϲ οὑν ὅτι, καθὼϲ
προείπομεν, εἰ ἐπίρρημα τὸ ἄνε ῳ, ϲεϲημειώϲεται. — ἀλλ’ εἰ παρεϲτήϲαμεν
ὡϲ τὰ ϲυνεμπίπτοντα ὀνοματικῇ πτώϲει ἐπιρρήματα τὴν τάϲιν
τῶν ὀνομάτων φυλάϲϲει, ϲαφὲϲ ὅτι προπαροξυνόμενον ἕνεκα τοῦ τόνου
κατώρθωται. ἐδείκνυτο γὰρ τὸ προκείμενον , ὡϲ ἀπὸ Ἀττικῆϲ γραφῆϲ
τῆϲ ἄνεωϲ ἐϲχημάτιϲτο· ἦν δὲ τὸ παρὰ Ἀττικοῖϲ ἄνεωϲ τρίτην ἀπὸ
τέλουϲ ἔχον τὴν ὀξεῖαν. ὅθεν εὐλόγωϲ τὰ μὲν ἄλλα βαρυνόμενα τὴν
ὀξεῖαν πρὸ τέλουϲ ἔχει, οὐ δυναμένηϲ τῆϲ ὀξείαϲ
τέλουϲ πίπτειν.
ἔτι τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα βραχείᾳ κέχρηται τῇ παρεδρευούϲη,
ὡϲ ἔχει τὸ ἑκαϲτέρω καὶ τὸ τόνῳ, ἄνω. καὶ οὐκ ἀντίκειται τὸ εἶϲω·
δέδεικται γὰρ καὶ ἡ ἔϲ πρόθεϲιϲ ὁλοκληροτέρα καὶ τὸ ἔϲω. Τὸ ἄρα
πόρρω ἐκτέταται ὡϲ Ἀττικώτερον, καθὸ καὶ τὸ προπέρυϲι πρωπέρυϲίν
φαϲι, καὶ ὅτι μᾶλλον μηκυντικοί εἰϲι κατὰ τὰ φωνήεντα· περιϲϲοϲυλλάβου
πάϲηϲ γενικῆϲ κατάληξίϲ ἐϲτι βραχεῖα, ἀλλὰ Ἀθηναῖοι πόλεώϲ
φαϲι καὶ τὰ τούτοιϲ ὅμοια. κτητικῶν τῶν εἰϲ κοϲ ληγόντων ἡ παρεδρεύουϲα
βραχεῖά ἐϲτιν , ἀλλὰ κεραμεικόϲ τέ φαϲι καὶ βοεικόϲ. τὸ ᾱ πρὸ
τῶν δύο λλ ϲυϲτέλλεται, ϲκάλλω, θάλλω, ϲφάλλω, ἄλλοϲ, μαλλόϲ,
φάλοϲ ἐδείχθη καὶ κατὰ τοῦτο τὸ μᾶλλον Ἀττικόν. ἄπειροϲ ἡ εἰϲ τὸ
τοιοῦτο παράθεϲιϲ. —Ἄλλωϲ τε, ὃν τρόπον παρὰ τὴν τόνῳ δοτικὴν
τὸ ὁμόφωνον γίνεται ἐπίρρημα τόν νῳ, οὕτωϲ καὶ παρὰ τὴν πόρῳ δοτικὴν
τὸ ἀκόλουθον ἐγένετο πόρῳ. ἴϲωϲ δὲ καὶ ὁ πλεοναϲμὸϲ τῆϲ διαλέκτου.
διὸ καὶ ὁ πυρρίαϲ· τῇ γὰρ πυρόϲ γενικῇ παρωνόμαϲιαι. καὶ
ὁ πυρρόϲ τῇδε ἔχει. –Οὐκ ἀγνοῶ δὲ ὡϲ ἔνιοι παρὰ πρόθεϲιν τὴν
πρόϲ φαϲι γεγενῆϲθαι, ὥϲτε ἐν ὑπερβατῷ τοῦ ρ γεγενῆϲθαι πόρϲω, καὶ
μεταθέϲει τοῦ ϲ εἰϲ τὸ ρ πόρρω. οὐκ ἀήθωϲ δὲ καὶ τὸ ϲ εἰϲ τὸ ρ
μεταπίπτει, ὡϲ ἡ μυρϲίνη μυρρίνη, θαρϲεῖν θαρρεῖν.
ἔτι καὶ τὸ ο ὕτω εἰ κατὰ φύϲιν εἰϲ ω λήγει, ἕνεκα τοῦ χρόνου
τοῦ παρεδρεύοντοϲ ϲεϲημειώϲεται. —ὅθεν διακριτέον, πότερον ἐν
προϲθέϲει ἐϲτὶ τοῦ ϲ τὸ οὕτωϲ ἢ ἐν ὑφαιρέϲει τοῦ ϲ
Οὐδὲν τῶν εἰϲ ω ληγόντων ἐπιρρημάτων τὸ ϲ ποτὲ προϲλαμβάνει,
ἀπειράκιϲ μέντοι τὰ εἰϲ ϲ λήγοντα βαρύτονα ἐπιρρήματα τὸ ϲ ἀποβάλλει·
δεύτερον ἄρα ἐϲτὶ τὸ οὕτω τοῦ οὔτωϲ. –Τὰ εἰϲ ω λήγοντα
ἐπιρρήματα δείκνυται ἢ ἀπὸ ὀνομάτων τῶν οὐ τριγενῶν ἐϲχηματιϲμένα
ἢ ἀπὸ προθέϲεων , ὡϲ ἔχει τὸ τόνῳ, κύκλῳ, κάτω καὶ τὰ ὅμοια· τὰ
δὲ εἰϲ ωϲ περατούμενα πάντωϲ ἀπὸ τριγενῶν πτωτικῶν, κούφωϲ,
φίλωϲ, μέϲωϲ, ταχέωϲ, εὐϲεβῶϲ, καλῶϲ ἔϲτι δέ γε τὸ οὐτοϲ οὐ μοναδικόν,
τριγενὲϲ δέ. ϲαφὲϲ οὖν ὅτι καὶ κατὰ τοῦτο τὸ οὕτωϲ ἐντελέϲτερον.
Ἴϲωϲ τιϲ οἰήϲεται τὸ παράδειγμα ἐνέχεϲθαι πολλοῖϲ ἀντικειμένοιϲ,
πρόληψιν ἔχων τοῦ ὅτι παρὰ τὸ ἐγγύτατοϲ
κανόνα, περὶ τῶν δοκούντων ὡϲ ἀντικειμένων ἀπολογήϲαϲθαι. τὰ δὴ
οὑν προκείμενα ἐπιρρήματα οὐ παρὰ τὰ προκείμενα ὑπερθετικὰ ὀνόματα
ἐγγυτάτω ἦν καὶ ἀνωτάτω, δῆλον ὡϲ καὶ παρὰ πάντα τὰ ὑπερθετικὰ.
τὸ τοιοῦτον ἄν παρείπετο, ὥϲτε ἀπὸ τοῦ γοργότατοϲ φάναι ἡμᾶϲ τὸ
γοργοτάτω, ταχύτατοϲ ταχυτάτω, ἡδύτατοϲ ἡδυτάτω, γραμματικώτατοϲ
γραμματικωτάτω. ἀλλ’ οὐχ ὡϲ ἔϲτι τὰ τοιαῦτα ἐπιρρήματα, παντὶ
προῦπτον. εἴπερ οὖν τὰ προκείμενα ἐπιρρήματα παρ’ ὄνομα ἐγεγόνει,
ἄπορον ἂν τὸ τοιοῦτον ἦν, παρὰ τί ἡ κακία τῶν τοιούτων ἐπιρρημάτων,
γενομένη ἐν ἑλληνιϲμοῦ παραδοχῇ λέγω ἡ τοῦ ἀνωτάτω ἢ . –Τὰ ἐπιρρήματα οὐχ ἅπαντα μὲν τὴν ϲύγκριϲιν ἀναδέχεται,
ὅτι μὴ μόνον τὰ ἀναδεχόμενα εἴη τοπικά , ἅπερ ἀπὸ πρωτοτύπων
πάλιν ἐπιρρημάτων ἐϲτί, ποιεῖται δὲ διττὴν τὴν ἐπίταϲιν, εἰϲ
μὲν ὄνομα , ἡνίκα φαμὲν παρὰ τὸ ἐγγύϲ ἐγγύτεροϲ, παρά τε τὸ ἄφαρ
κατωτάτω
ἀφάρτεροϲ, ἔϲω ἐϲώτεροϲ, ἄνω ἀνώτεροϲ, ἅπερ οὐκ ἐπίταϲιν πεποίηται
τῶν τόπων ἢ τῶν μετειληφότων προϲώπ πων τῆϲ τοπικῆϲ ϲχέϲεωϲ· ποιεῖται
δὲ καὶ τοπικὴν ἐπίταϲιν, ἅπερ αὐτὴν τὴν τοπικὴν ϲχέϲιν ἀφηγεῖται,
ἐγγύϲ ἐγγυτέρω, ἔϲω ἐϲωτέρω, ἑκάϲ ἑκαϲτέρω. —ὥϲτε διαφέρειν
τὰ ἀπὸ ὀνομάτων ϲυγκρινόμενα τῶν ἀπὸ ἐπιρρημάτων, τῷ τὰ μὲν ἀπὸ
ὀνομάτων εἰϲ μόνα ὀνόματα ϲυγκρίνεϲθαι, κοῖλοϲ κοιλότεροϲ, ταχύϲ
ταχύτεροϲ, τὰ δὲ ἀπὸ ἐπιρρημάτων καὶ εἰϲ ὀνόματοϲ καὶ εἰϲ ἐπιρρήματοϲ
ἐπίταϲιν, ὡϲ πρόκειται. τοῖϲ δὴ οὖν ϲυγκριτικοῖϲ τῶν ἐπιρρῇ
μάτων παρεπόμενόν ἐϲτι τὸ ὑπερτίθεϲθαι, ὡϲ πρόδηλον κἀκ τῆϲ καταλήξεωϲ,
καθὸ καὶ ἐπ’ ὀνοματικῆϲ ϲυγκρίϲεωϲ ἡ αὐτὴ πάλιν κατάληξιϲ
ἐγγίνεται, γοργότεροϲ γοργότατοϲ, ταχύτεροϲ ταχύτατοϲ. καὶ πάλιν
παρὰ τὸ ἀνωτέρω τὸ ἀνωτάτω. ϲαφὲϲ οὖν, ὅτι ϲυνυπάρχοντα ταῖϲ
ϲυγκριτικαῖϲ ἐκφοραῖϲ τῶν ἐπιρρημάτων ὁμολογεῖ τὴν ἀπ ’ αὐτῶν ἐπίταϲιν.
οὐ γάρ ἐϲτιν εὐμαρὴϲ ἡ εἰϲ ω κατάληξιϲ τῶν ὑπερθετικῶν , εί
μὴ πρότερον ἡ ϲυγκριτικὴ γένοιτο κατάληξιϲ. ἐπεὶ γὰρ οῦ φαμεν
βραδυτερω, οὐδὲ βραδυτάτω· οὐδὲ γὰρ τὸ προκείμενον ἦν ἐπίρρημα.
τῷ ἐγγύϲ παράκειται καὶ ἐγγύτεροϲ καὶ ἐγγυτέρω, καὶ ϲυνυπάρχει τὸ
ἐγγυτάτω. ἀπεδείχθη οὑν, ὡϲ οὐ παρὰ τὸ ἐγγύτατοϲ ἢ ἀνώτατοϲ ἡ
ταχύτερον, ἀλλὰ καὶ ἐπίρρημα ταχύτερον· καὶ πληθυντικὸν ταχύτατα,
ἀλλὰ καὶ
ἔϲτι μὲν οὑν παρὰ μὲν ὄνομα τὸ ἐγγύτεροϲ ἐπίρρημά τι ϲυγκριτικὸν
ὀνοματικὸν τὸ ἐγγύτερον, οὗ ὑπερθετικὸν τὸ ἐγγύτατα· καὶ ἔτι παρὰ
τὸ ἀνώτεροϲ ἐπίρρημά τι τὸ ἀνώτερον, οὖ. ὑπερθετικὸν τὸ ἀνώτατα·
ὡϲ μέντοι πρόκειται, παρὰ τὸ ἀνωτέρω ὁμοιοκατάληκτον πεϲεῖται τὸ
ἀνωτάτω, ὥϲτε διαφέρειν τὸ ἀνωτάτω τοῦ ἀνώτατα , ἡ τὸ μὲν ὀνομα
τικόν ἐϲτιν ἐπίρρημα, τὸ δὲ ἐπιρρηματικόν.
Καὶ τὸ ἄφν ω δέ, ἐν πάθει γενόμενον καὶ οὐ προφανῶϲ ἐπιδεξάμενον
τὴν προκειμένην ὀνοματικὴν τριγένειαν, ϲυνεξῆλθε τοῖϲ εἰϲ ω
λήγουϲιν ἐπιρρήμαϲιν. ἔϲτι μὲν γὰρ οὐ τούτου προκείμενον ὄνομα
ἀφανήϲ, καὶ ἔτι τὸ ἀφανῶϲ, ἡ δὲ ϲυγκοπὴ ἄφνω, πάλιν καὶ τοῦ τόνου
εὐλόγωϲ ἀναβιβαϲθέντοϲ, ἡ ἀπεδείχθη τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα,
μοναδικὰ ὄντα λέγω, κατὰ βαρεῖαν τάϲιν. ὅτι δὲ ἔκθ’ ὅτε πάθοϲ ἐγγινόμενον
ἀμαυροῖ τὰϲ ἰδιότηταϲ τοῦ δεόντωϲ πωϲ ϲχηματίζεϲθαι, ἐντελῶϲ
ἐν τοῖϲ περὶ παθῶν ἐδείχθη.
Τὰ εἰϲ ως λήγοντα ἐπιρρήματα κοινολεκτούμενα δυϲὶ τόνοιϲ ὑπο
πίπτει. ἢ γὰρ βαρύνεται, ὡϲ κούφωϲ, φαύλωϲ, μετρίωϲ, ἢ περιέϲπαϲται,
ὡϲ τὸ ϲεμνῶϲ καὶ εὐϲεβῶϲ. καὶ ἔτι παρὰ Δωριεῦϲιν ἔνια ὀξύνεται,
ὥϲτε κατ’ ἔγκλιϲιν ἀνεγνώϲθη ἦ ῥα καλὼ ϲ ἀποκαθάραϲα ἐξελεπύρωϲεν
(Sophr. fr. 87 Ahrens). περὶ ὡν καὶ κατὰ τὸ ἑξῆϲ εἰρήϲεται.
ὙΠπέλαβον ὅτι καὶ κατὰ τὸ ἔθοϲ τὸ ὥϲ Δωρικόν ἐϲτι, περὶ οὖ ἐν
εὐτάκτῳ εἰρήϲεται ἐν τῷ περὶ τῶν διεψευϲμένων τόνων. καὶ νῦν δὲ
κεφαλαιωδέϲτερον ἔϲτι περὶ αὐτοῦ ἐκθέϲθαι, ὡϲ προϲήκοντα
Τὰ προκείμενα τῶν ἐπιρρημάτων, ἰδίαϲ παραγωγῆϲ οὐ τυχόντα,
οὐδὲ τὸν ἶδιον τόνον ἔχει, ἀναμένει δὲ τὸν πτωτικὸν τόνον, ὅϲ ἐϲτιν
καθὸ πᾶϲα γενικὴ πληθυντικὴ ἤτοι περιϲπᾶται ἢ βαρύνεται. ἄμα καὶ.
ϲυναποδεικτέον, ὡϲ παράγεται τὰ ἐπιρρήματα· καὶ ϲυνηγορητέον τῷ
προκειμένῳ μορίῳ, ὅτι δεόντωϲ ὠξύνθη. Ἔκκειται μὲν οὖν πρῶτοϲ
λόγοϲ, ὅτι διὰ τοῦτο ἢ περιϲπᾶται ἢ βαρύνεται, διὰ τὸν παρεπόμενον
τόνον τῇ γενικῇ πληθυντικῇ· καὶ ϲυνυπάρχειν γὰρ θέλει τῇ γενικῇ πληθυντικῇ.
τὸ μέγαϲ ἑτερόκλιτον ἔχει τὸ μεγάλου, καὶ τὸ ἐπίρρημα οὐ
παρὰ τὴν μέγαϲ, ὡϲ παρὰ τὴν μεγάλων τὸ παντόϲ ὀξύνεται, ἡ δὲ
πάντων γενικὴ βαρύνεται· ἔνθεν καὶ τὸ ϲυνὸν ἐπίρρημα ϲυμβαρύνεται.
καὶ ὅτι τοῦτο αἴτιον, ϲαφὲϲ καὶ ἐκ τοῦ Δωριεῖϲ ϲυμπεριϲπᾶν τὸ
ἐπίρρημα , ἐπεὶ καὶ τὴν γενικὴν πάντων φαϲίν. οὕτωϲ ἔχει καὶ τὸ
ἀλλῶϲ καὶ τηνῶϲ. τοῦτο γὰρ καὶ ἐνίουϲ ἠπάτηϲεν ἀποφήναϲθαι ὡϲ τὰ
παρ’ ἡμῖν βαρύτονα τῶν ἐπιρρημάτων περιϲπῶϲι Δωριεῖϲ. ὅπερ οὐκ
ἦν ἀληθέϲ· οὔτε γὰρ τὸ κούφωϲ οὔτε τὸ φίλωϲ οὔτε τὰ τοιαῦτα
περιϲπῶϲι. διὰ τί οὐν τὸ παντῶϲ ὅτι καὶ τὴν ποιοῦϲαν τὸν τόνον
γενικὴν περιεϲπάκειϲαν. διότι δὲ τὴν παντων γενικὴν περιϲπῶϲι καὶ
ἔτι τὴν ἀλλῶν, ἐν ἑτέροιϲ ἐδιδάξαμεν κατὰ τὰϲ ἀντωνυμικὰϲ γενικάϲ.
Ἔτι καὶ τὰ τὴϲ φωνῆϲ ἐγγίζει (τοῦ γὰρ ν ἅπαξ μετάyϲιϲ εἰϲ τὸ ο
γίνεται) καὶ τὰ ἐγγινόμενα πάθη· ἕνεκα τίνοϲ τὸ ϲοφῶϲ οὐ διαιρεῖται;
ὅτι οὐδὲ ἡ ϲοφῶν γενική. ἕνεκα τίνοϲ τὸ ψευδέωϲ, εὐϲεβέωϲ, ἀτρεκέωϲ,
ἢ ὅτι καὶ
Ἐταράχθηϲαν ἔνιοι καὶ κατὰ τὰ ϲχήματα τῶν ἐπιρρημάτων, ὑπολαμβάνοντεϲ
μὴ ἐξομαλίζεϲθαι τὰ τῆϲ τάϲεωϲ τῶν ἐπιρρημάτων, εἴγε
ἀπὸ τοῦ καλῶϲ φαϲι παγκάλωϲ καὶ ἀπὸ τοῦ ϲεμνῶϲ άϲεμνωϲ, οὺ μὴν
ἀπὸ τοῦ ψευδῶϲ ἀψεύδωϲ, ϲαφῶϲ ἀϲόφωϲ ἦν. οὐδὲ γὰρ ἡ ϲύνθεϲιϲ
αὐτῶν , τῶν δὲ προεκκειμένων πτωτικῶν , οἰϲ παρείπετο ἀναβιβάζειν
μὲν τὸν τόνον , εἰ εἰϲ οϲ λήγοιεν , φυλάϲϲειν δἐ, εἰ εἰϲ ηϲ. καὶ ἐπεὶ
καλόϲ πάγκαλοϲ παγκάλων, διὰ τοῦτο παγκάλωϲ· ψευδήϲ δὲ καὶ
ἀψευδήϲ καὶ ἀψευδῶν , καὶ διὰ τοῦτο ἀψευδῶϲ, καὶ ἀϲαφῶϲ.
Δέδεικται ἄρα διὰ πλειόνων, ὅτι οὐκ ἰδίον τόνον ἀνεδέχετο τὰ
εἰϲ ωϲ παρηγμένα παρ’ ὀνοματικὰϲ ἐκφοράϲ ὅθεν μοι δοκεῖ καὶ τὸ
προκείμενον ἐπίρρημα εὐθύνεϲθαι, εἰ ἐλέγχοιτο ἀπὸ γενικῆϲ περιϲπωμένηϲ,
ἡ ῶφειλεν ἕπεϲθαι. οὐ δὴ ἔχει γενικήν· ἡ γὰρ παρεκκειμένη
γενικὴ τῶν. ἰαὶ ἴϲωϲ ὑπολάβοι τιϲ, ὅτι «καὶ τὸ τώϲ ἄλογόν ἐϲτιν,
ὅπερ πάλιν χρὴ περιϲπᾶν 2». — ἀλλ’ ὡϲ δεύτερόν ἐϲτι τὸ τώϲ τοῦ ὥϲ,
παντί τῳ δῆλον. οὐ γὰρ τῆϲ γενικῆϲ τὸ τ ἔχει, τῆϲ δὲ ἀνταποδόϲεωϲ
τοῦ
ὅϲ. ἐντεῦθεν γὰρ ἔϲτιν ἐπινοῆϲαι. ὡϲ παρ’ εὐθεῖαν παρήχθη,
εἴγε αἱ μὲν ἄλλαι τῶν πλαγίων μετὰ τοῦ τ λέγονται. αἱ δὲ εὐθεῖαι ι
μόναι δίχα τοῦ . ὅϲ γὰρ καὶ τοῦ καὶ τῷ καὶ τόν. λέγω νῦν τὸ ὅϲ.
ϲημαῖνον τὸ οὐτοϲ, ὡϲ ἐν τῷ
οὕτε γὰρ ἀπὸ τοῦ ἀορίϲτου μορίου, οὔτε ἀπὸ τῆϲ ϲυνάρθρου ἀντωνυμίαϲ,
οὔτε ἀπὸ τοῦ ὑποτακτικοῦ ἄρθρου· λέγω δὲ ἀντωνυμικοῦ τοῦ ὅϲ.
διὸ καὶ τὸ ἐπίρρημα τῆϲ δείξεώϲ τε καὶ ἀναφορᾶϲ ἐϲτι παραϲτατικόν.
τὸ γοῦν ἑτερόζυγον , λέγω τὸ ἐπεκτεταμένον , πάλιν μεμίμηται τὴν
εὐθεῖαν πτῶϲιν πάλιν γὰρ τὸ οὕτωϲ οὐ παρὰ γενικὴν οὐδὲ παρὰ
δοτικήν, μόνην δὲ εὐθεῖαν τὴν δίχα τοῦ τ λεγομένην. ἀμφοτέροιϲ
γοῦν τὸ πάθοϲ ϲύνεϲτι, τουτέϲτιν ἡ ἀποβολὴ τοῦ ϲ, ο ὕτω, καὶ
ἔχουϲί τινα παρεκδεδραμηκότα παρὰ τὰϲ εὐθείαϲ τὰ κτητικὰ τῶν εἰϲ
κοϲ ληγόντων παρὰ γενικὰϲ ϲχηματίζεται, ποιμενικόν, Ἀτλαντικόν·
ἀλλὰ τὸ θηλυκόν παρ’ εὐθεῖαν, τὸ πανηγυρικόϲ. παρὰ τὴν ἔρωτοϲ τὸ
γε μὴν ὥϲ καὶ τὸ οὕτωϲ παρ’ εὐθείαϲ. —Ἥδη ἀπεδείχθη τὰ προκείμενα
τῶν ἐπιρρημάτων ἰδίῳ μὲν τόνῳ μὴ κεχρημένα , ἀναμένοντα δὲ
τὴν τάϲιν τὴν ἐν πτωτικοῖϲ. ϲαφὲϲ ὅτι, εἰ τὸ ὥϲ περιεϲπᾶτο, ἠλογεῖτο
ἄν, τοῦ ὅϲ ὀξυνομένου. βίαιοι ἄρα οἱ ὑπολαμβάνοντεϲ αὐτὸ Δωρικόν·
καὶ γὰρ τῶν Δωρικῶν πρόκειταί τινα περιϲπώμενα.
Ϲυζυγεῖ τῷ προκειμένῳ μορίῳ ἀνταποδοτικὸν μὲν τὸ τώϲ, πυϲματικὸν
δὲ τὸ πῶϲ, καὶ ἔτι ἀναφορικὸν τὸ ὅπωϲ, καθὸ καὶ ἄλλοιϲ
ἡ τοιαύτη τάξιϲ παρέπεται, ἡ τῇ πῇ ὅπῃ , οὐ τοῦ ποῦ ὅπου,
ἡνίκα τηνίκα πηνίκα ὁπηνίκα. —Ἴϲωϲ οὕν τιϲ φήϲει τὰ κατὰ
πεῦϲιν ὁμοτονεῖν τοῖϲ κατὰ ἀπόλυϲιν. τὸ ποῦ περιϲπᾶται, ἀλλὰ
καὶ τὸ οὐ τῆϲ αὐτῆϲ τάϲεωϲ ἔχεται. ηνίκα, καὶ τὸ πηνίκα. τὸ ἧ
περιϲπᾶται, ἀλλὰ καὶ τὸ πῇ. εἰ δὴ καὶ τὸ πῶϲ περιϲπᾶται, ὁμόλογον
ὅτι καὶ τὸ ὥὑϲ περιϲπαϲθήϲεται. Ἀλλὰ πρόϲ γε τὸ τοιοῦτον
ἔϲτι φάναι. τί γὰρ μᾶλλον, εἰ τὸ ὥϲ ἀποδέδεικται εὐλόγωϲ ὀξυνόμενον,
οὐχὶ τὸ πῶϲ περιϲπώμενον ἡμαρτῆϲθαι ὁμολογήϲουϲι τοῦ ἀπὸ τοῦ τ
ἀρχομένου κατ’ ὀξεῖαν προφοράν, λέγω τοῦ τώϲ Ἔϲτιν οὖν ὑπὲρ
ἀμφοτέρων ἀναλαβόντα τὸν λόγον ἐκεῖνο φάναι, ὡϲ εὐλόγωϲ καὶ τὸ
πῶϲ περιεϲπᾶτο, προαποδεδειγμένου τοῦ ὅτι τὸ ὥϲ ὀξύνεται. — τὰ
πύϲματα ἢ φύϲει θέλει βαρύνεϲθαι ἢ δυνάμει. τὰ γοῦν ὑπὲρ μίαν ϲυλλαβήν,
ἔχοντα τόπον τῆϲ βαρείαϲ, πάντα βαρύνεται τὰ δὲ μονοϲύλλαβα,
οὐ δυνάμενα ἐκτὸϲ τῆϲ ὀξείαϲ γενέϲθαι, δυνάμει ἐβαρύνθη περιϲπαϲθέντα.
ὅθεν τὸ μὲν ὥϲ, οὐχ ὑποπῖπτον πύϲματι, τὸν ἰδίον τόνον ἐφύλαξε· τὰ
δὲ πῶϲ, γενόμενον πύϲμα, οὐ διὰ τὴν φωνὴν οὕτω περιεϲπάϲθη ὡϲ
διὰ τὴν πεῦϲιν τὴν ἐγγενομένην. οὕτωϲ γοῦν τὰ ἀπ’ αὐτῶν ἀναφορικά,
προϲλαμβάνοντα τὸ ο , ὡϲ ἆν τῶν τόνων ἐν τοῖϲ μονοϲυλλάβοιϲ κατην.
αγκαϲμένων, γενόμενα διϲύλλαβα δέχεται καὶ τὴν προοφειλομένην
τάϲιν, ἡνίκα γίνεται ὅπου καὶ ὅπη καὶ ὅπωϲ, τῶν ὑπὲρ μίαν ϲυλλαβὴν
οὐ ταὐτὸν ἀναδεχομένων διὰ τὸ κατὰ φύϲιν ἔχειν τὸν τόνον, πότε
ὁπότε, ποῖοϲ ὁποῖοϲ, πηνίκα ὁπηνίκα. ὅθεν δοκεῖ μοι καὶ κατὰ τὴν
Δωρικὴν διάλεκτον τῷ μὲν προκατειλεγμένῳ λόγῳ ὅπωϲ ἀναγινὼϲκειν,
οὐδ’ ὅπωϲ ἄριϲτα (Sophr. fr. 88 b Ahrens), τῷ μέντοι μᾶλλον
αὐτοὺϲ ϲυγκαταβιβάζειν τὰ ἐπιρρήματα ὁπῶϲ, ὥϲτε ἀμφοτέραϲ τὰϲ
ἀναγνώϲειϲ λόγου ἔχεϲθαι.
Ὅτι δὲ οὐ ϲυμπαθείαϲ ἔχεται ἡ πεῦϲιϲ ὡϲ πρὸϲ τὰ δίχα τοῦ τ καὶ
μετὰ τοῦ τ λεγόμενα, ϲαφὲϲ ἐντεῦθεν. ὃν τρόπον ϲυνυπάρχουϲιν οἱ
ἐνεϲτῶτεϲ τοῖϲ παρατατικοὶϲ, καὶ οἱ παρακείμενοι τοῖϲ ὑπερϲυντελικοῖϲ,
καὶ αἱ γενικαὶ ταῖϲ δοτικαῖϲ, καὶ ἄλλα πλείονα, τὸν αὐτὸν τρόπον καὶ
τὰ πύϲματα ὡϲ πρὸϲ τὰϲ ἀναφορικὰϲ προφοράϲ, καὶ τὰ δίχα τοῦ τ ὡϲ
πρὸϲ τὰ ἀνταποδοτικά, λέγω ⟨τὰ⟩ μετὰ τοῦ τ. ϲυνυπάρχει γοῦν ἑαυτοῖϲ
καὶ ϲυνεξέρχεται. καὶ ἐπεὶ ἅπαξ τὸ πότεροϲ διὰ τοῦ π, καὶ τὸ ὁπότεροϲ.
ἀλλ’ οὐ πάντωϲ κατηνάγκαϲται τὸ ὅτεροϲ καὶ τότεροϲ. καὶ ἐπεὶ
πάλιν τὸ ἕωϲ, εὐθέωϲ καὶ τὸ τέωϲ, καὶ ὄφρα καὶ τόφρα, οὐ πάντωϲ
ἐξηναγκαϲμένου τοῦ φάναι καὶ πέωϲ καὶ ὁπέωϲ, καὶ πόφρα καὶ ὁπόφρα.
οὕτωϲ καὶ ἐπὶ τῶν προκειμένων μορίων οὐ πάντωϲ καιταναγκάζεται τὰ
ἑξῆϲ. οὐ γὰρ ἐπεὶ τὸ ἀναγινώϲκιυ καὶ ἀνεγίνωϲκον, εὐθέωϲ καὶ τὰ ἑξῆϲ
κλίματα· οὐδὲ ἐπεὶ τὸ ὕδωρ ὀρθῆϲ καὶ αίτιατικῆϲ, εὐθέωϲ καὶ γενικῆϲ
καὶ δοτικῆϲ. ένθεν οὖν καὶ κατὰ ϲυμπάθειαν καὶ τὸ τώϲ τῷ ὥϲ
ϲυνετονώθη, οὐ μὴν τὸ πῶϲ, καθὸ οὔτε πάντωϲ ϲυνυπάρχον ὀφείλει
εῖναι, καὶ καθὸ ἐδείξαμεν, ὅτι αἱ πεύϲειϲ κατὰ φύϲιν ἐβαρύνοντο.
Καὶ τοϲαῦτα μὲν περὶ τῶν παρὰ τὰ πτωτικὰ παρηγμένων.
Δοκεῖ δὲ πρωτότυπον εἰναι τὸ ἕωϲ· οὐ γὰρ προυφέϲτηκέ τι· τό
τε ἀνταποδοτικὸν αὐτοῦ τέωϲ.
Ἡπόρηται δὲ καὶ τὸ α αὔτωϲ πῶϲ ἐγένετο. οὐ γὰρ ἔχει τὴν ἔννοιαν
τῆϲ αὐτόϲ ἀντωνυμίαϲ, καθότι τὸ ἐκεῖνοϲ ὡϲ πρὸϲ τὸ ἐκείνωϲ καὶ τὸ
οὺτοϲ ὡϲ πρὸϲ τὸ οὕτωϲ. πρὸϲ οὶϲ καὶ τὰ τοῦ τόνου διελέγχει. Πρύφων
(p. 52 Velsen) περὶ τοῦ ϲημαίνοντοϲ τὸ οὕτωϲ ἐκδέχεται μετάπτωϲιν τοῦ ο
είϲ τὸ α γεγενῆϲθαι. ἀλλὰ ἐλείπετο καὶ περὶ τοῦ ϲημαίνοντοϲ τὸ μάτην
διαλαβεῖν. ὅθεν ἢ καὶ αὐτὸ δεκτέον θεματικόν, ἢ ϲυγκαταθετέον Ἡρακλείδῃ,
φαμένῳ ὡϲ κατὰ ϲτέρηϲίν ἐϲτι
δέοντι μὴ γενόμενα ματαίωϲ γίνεται· φαμὲν γὰρ τὰ ἐν τῇ δεούϲῃ
ποιότητι ποίηϲον ο ὕτωϲ.
Ἐϲτι καὶ ίδία παραγωγὴ περὶ τῶν εἰϲ χωϲ ληγόντων, ἃ μάλιϲτα
παρὰ τὴν τῶν ἀριθμὸν δηλούντων πάλιν ἐπιρρημάτων ἀντιπαράθεϲιν
ἀποτελεῖται, τοῦ τέλουϲ εἰϲ τὸ χωϲ τρεπομένου. ἅπερ οὐκέτι ἀναμένει
τόνον ἀλλότριον ν, ἰδίᾳ δὲ περιϲπᾶται ἅπαντα, τετράκιϲ τετραχῶϲ,
πεντάκιϲ πενταχῶϲ, πολλάκιϲ πολλαχῶϲ. ἐν ἰϲοϲυλλαβίᾳ οὑν ἀντιπαράκειται
τοῖϲ προκειμένοιϲ ἐπιρρήμαϲι.
ἰαὶ κατὰ τοῦτο οὖν τιϲ ϲημειώϲαιτο τὸ διχῶϲ καὶ τριχῶϲ, ὅτι
πλεονοϲυλλαβεῖ τοῦ δίϲ καὶ τρίϲ. Ἀλλ’ ἴϲωϲ ἐπεὶ οὐδὲ ὁλόκληρα αὐτὰ
τὰ ἐπιρρήματα, ἐν δὲ ϲυγκοπῇ ῆ, καὶ τὰ παρακείμενα οὐ τῇ ϲυγκοπῇ
ἠκολούθει, τῇ δὲ ὁλοκλήρῳ προφορᾷ. —Ἀλλ’ ἐπεὶ ἐμποδίζει τὸ μὴ
ϲυνιεοῦϲθαι αὐτὰ τῷ δυάκιϲ καὶ τριάκιϲ, ἄμεινον ἐκεῖνο φάναι, ὡϲ
πολλάκιϲ τὰ ἀπὸ μονοϲυλλάβων λέξεων παραγόμενα ἢ καὶ ϲυντιθέμενα
φυλακτικά ἐϲτι τῶν ἰδίων φωνηέντων ὑπὲρ τοῦ μὴ παραναλίϲκεϲθαι εἰϲ
τὰϲ παραγωγὰϲ αὐτὰϲ τὰϲ πρωτοτύπουϲ λέξειϲ, εἴγε καὶ ἡ πρό πρό.
θεϲιϲ ϲυντιθεμένη οὐκ ἀποβάλλει τὸ ο, φωνήεντοϲ ἐπιφερομένου, ἡ δὲ
ἀπό καὶ ὑπό· καὶ τὸ γή διον ὑποκοριζόμενον ἐφύλαξε τὸ η τοῦ γῆ,
τοῦ τέλουϲ τῶν τοιούτων γενικῶν εἰϲ τὸ ιδιον μεταλαμβανομένου,
κυνόϲ κυνίδιον, ἄρτου ἀρτίδιον, λέγω τῶν μετὰ ϲυμφώνου ἐκφερομένων·
καὶ τὸ μνααῖοϲ ἐφύλαξε τὸ α. ἔϲτι καὶ ἄλλα πάμπολλα εἰϲ
τὸ τοιοῦτον παραθέϲθαι. ἀναγκαία ἄρα καὶ ἡ μονὴ τοῦ ῑ ἐν τῷ διχῶϲ
καὶ τριχῶϲ.
Καὶ περὶ τάϲεωϲ δὲ τοῦ ἡϲύχωϲ ἢ ἡϲυ χ ῶϲ καὶ τοῦ παρακειμένου
ἐπιρρήματοϲ, λέγω τοῦ ἡϲύχ ῃ ἢ ἡϲυχῇ. ἦν τιϲ διαφορά —Καὶ οἱ
μὲν ἠξίωϲαν ἀμφότερα βαρύνειν, λέγω τὸ ἡϲύχωϲ καὶ ἡϲύχῃ, καθὸ
ϲυμβαρύνεται τὰ τοιαῦτα τῶν ἐπιρρημάτων ταὶϲ ϲυνούϲαιϲ γενικαῖϲ.
φαμὲν κούφωϲ, ὅτι καὶ κούφων, καθὼϲ πρόκειται· εἰ δέ φαμεν
ἡϲύχ ων, δῆλον ὅτι καὶ ἡϲύχωϲ. — καὶ εἰ τὰ τοιαῦτα ἔχει τὰ παρακείμενα
εἰϲ ῃ ἐπιρρήματα τὸν αὐτὸν τόνον τηροῦντα, δῆλον ὅτι καὶ
ἡϲχη. φαμὲν γὰρ πάντῃ, ὅτι καὶ πάντωϲ, καὶ ἄλλη, ὅτι καὶ
ἄλλωϲ,
οὐδαμῇ δέ, ὅτι καὶ οὐδα μῶϲ. διχ ῇ τε καὶ τριχῇ, ὅτι καὶ διχῶϲ
καὶ τριχῶϲ. τούτῳ γὰρ τῷ λόγῳ καὶ Δωριεῖϲ παν τό φαϲιν ν, ὅτι καὶ
τὸ ἐπίρρημα παν ντώϲ, καὶ ἀλλά, ὅτι καὶ ἀλλῶϲ. κατὰ τοῦτον τὸν
λόγον, δεδομένου τοῦ ἡϲύχωϲ, ϲυνδοθήϲεται καὶ βαρύτονον τὸ ἡϲύχῃ.
Ἔϲτι καὶ ὑπὲρ τοῦ ἑτέρου λόγου ἐκεῖνο φάναι, ὅτι καὶ ἄλλα μόρια,
ὀφείλοντα κατὰ ἀκολουθίαν τινὰ ἢ ὀξύνεϲθαι ἡ περιϲπᾶϲθαι, ϲυνεκδρομη
Υραφῆϲ παρακολουθήϲαντα ἀπέφευγε τὸν δέοντα τόνον. παρὰ τὸ ἵϲτημι
ἐϲτὶ τὸ ἱϲτάϲ καὶ παρὰ τὸ βίβημι τὸ βιβ άϲ, κίχρ ημι κιχράϲ, τίθημι
τιθείϲ. ἔδει οὑν καὶ παρὰὸ ἴϲαμι τὸ ίϲάϲ εἰναι ἀλλ’ ἐπεὶ
ἅπαξ αὶ εἰϲ ϲαϲ λήγουϲαι μετοχαὶ βαρύνονται, τῷ ῑ παραληγόμεναι,
τεμίϲαϲ, λεπίϲαϲ, λακτίϲαϲ, ϲυνεξέδραμε καὶ ἡ ἴϲαϲ τοῖϲ τοιούτοιϲ.
οὐδὲν οὑν κωλύοι καὶ τὸ ἡϲυχῶϲ περιϲπᾶν τῇ ϲυνεκδρομῇ τῇ τῶν εἰϲ
χωϲ ληγόντων ἐπιρρημάτων, καὶ πάλιν ϲυμπαρακεῖϲθmι τὸ ἡϲυχῇ ϲυμπεριϲπωμένωϲ
ὡϲ διχῇ καὶ τριχῇ.
Τὸ παρὰ Μενάνδρῳ νουνεχόν τωϲ δοκεῖ ἀϲύϲτατον εἰναι, καθότι
τῶν τοιούτων ἐπιρρημάτων προύφέϲτηκε καὶ πτωτικόν. τὸ νουνεχ χὧϲ
ἀναλογώτερον καθέϲτηκε, καθότι καὶ τὸ νουνεχήϲ παράκειται. καθὸ
οὑν οὐ δοκεῖ ἐπιρρηματικῶϲ ἐξενηνέχθαι, ϲεϲημειώϲθω· ἐπεί τοί γε
πολλάκιϲ ϲχήματά τινα ἐκ διεϲτώτων εἰϲ ἑνότητα παραλαμβάνεται.
κατὰ τὸν τοιοῦτον λόγον, οὑ μήν, ὡϲ προείπομεν, κατὰ ϲύϲταϲιν
τῶν προκειμένων ἐπιρρημάτων.
Τοϲαῦτα περὶ τῶν εἰϲ ωϲ ληγόντων ἐπιρρημάτων.
Τὰ εἰϲ ου λήγοντα ἐπιρρήματα, ἐάν τε παρ’ ὀνόματα ῇ ἐϲχηματιϲμένα,
ἐάν τε παρ’ ἄλλο μέροϲ λόγου, περιϲπᾶται. τῷ ὕψοϲ παράκειται
τὸ
ὥϲτε τὸ μὲν ἐντελὲϲ εἶναι τελοῦ, εἶτα κατ’ ἐπέκταϲιν τηλοῦ· τὰ γὰρ
ἐπὶ τέλουϲ ϲυντείνοντα μεγεθύνεται)· τῷ ἄγχι τὸ ἀγχοῦ· τῇ αὐτόϲ
ἀντωνυμίᾳ τὸ αὐτοῦ (ἔνθεν καὶ δοκεῖ τὰ τῆϲ παραθέϲεωϲ ἀμφίβολα
γίνεϲθαι, ὅτι καὶ ἡ γενικὴ ϲυνεμπίπτει. τὸ γοῦν
καὶ τὸ
λεγόμενα μονοϲύλλαβα, προϲλαμβάνοντα τὸ ο κατὰ ἀναφορικὴν ἔννοιαν,
βαρύνεται. τὸ πῶϲ ὅπωϲ λέγεται καὶ τὸ πῇ ὅπῃ· καὶ τὸ ποῦ ἄρα
ὅπου εἶρηται.
Ὁμοίωϲ καὶ τὰ εἰϲ οι λήγοντα παραγωγὰ περιϲπᾶται, παρ’ οἷα
μέρη λόγου ἂν ῇ παρηγμένα, Μεγαροῖ, Ἰϲθμοῖ, καὶ παρὰ ἐπίρρημα
τὸ ἐνταῦθα ἐνταυθοῖ. ϲεϲημειώϲεται οὖν τὸ οἶκοι οὐ μόνον τῇ
γὰρ τὰ πρωτότυπα θέλει ὁπωϲδήποτε περιϲπᾶϲθαι, ὡϲ ἔχει τὸ οἰμοιμοῖ
καὶ τὸ ὀτοτοῖ καὶ τὸ οἰοιοῖ. —Φαίνεται ὅτι καὶ τὸ εὐοἵ κατὰ τοῦτο
ϲεϲημειώϲεται. τὸ γὰρ παρὰ τοῖϲ περὶ τὸν Ἀλκαῖον μέϲϲοι δῆλον
ὅτι κατὰ τὴν ἰδίαν διάλεκτον ἀνὰ λόγον βαρυνθείη ἄν. οὐ γάρ ἐϲτιν
ἐλλειπὴϲ τῇ ἔν προθέϲει, ϲυϲτελλομένου τοῦ ω εἰϲ τὸ ο, ὥϲ τινεϲ
ὑπενόηϲαν, ἐν μέϲϲῳ· ἀλλ’ ὃν τρόπον παρὰ τὸ οἶκοϲ τὸ οἴκοι
ἐγένετο, ϲημαῖνον τὸ ἐν οἴκῳ, παρά τε τὸ Πυθῦ
τρόπον καὶ παρὰ τὸ μέϲοϲ τὸ μέϲϲοι ἐγένετο, ϲημαῖνον τὸ ἐν μέϲῳ.
ὅπερ ἔφην κατὰ τὸ Αἰολικὸν ἔθοϲ βαρύνεϲθαι.
Τὰ εἰϲ δε λήγοντα τοπικὰ ἐπιρρήματα, ἐν ἑνὶ μέρει λόγου καθεϲτῶτα,
καὶ προπαροξύνεται καὶ τῷ α παρεδρεύεται, ὡϲ ἔχει τὸ οἴκαδε,
ἅλαδε. ἐν τόνῳ οὑν ϲεϲημειώϲεται τὸ ἐνθάδε, ἡ
τῶν ἐπιρρημάτων παράκειται ὀνόμαϲι, τὸ ἐνθάδε δὲ οὐδὲ τῇδε ἔχει.
τὰ προκείμενα τῶν ἐπιρρημάτων οὐδέποτε ἀποβολῇ τοῦ δε ϲχέϲιν
τοπικὴν ἀποτελεῖ· πῶϲ οὑν παρὰ τὸ ἐνθάδε τὸ ἔνθα ϲχέϲιν τοπικὴν
ϲημαίνει;
κατ’ αἰτιατικὴν καὶ ϲυνδέϲμου τοῦ δέ πάλιν ἡ εἰϲ τόπον ϲχέϲιϲ, ὡϲ
ἔχει τὸ ῦ ὕλυμπον δέ καὶ ἀγρὸν δέ καὶ οἶκον δέ. διὸ οὐδὲ κατὰ
τὸ τοιοῦτον ὅμοιόν ἐϲτι τὸ ἐνθάδε, ὅτι οὕτε ἔγκειται αἰτιατική ή, οὕτε
ὁ τόνοϲ τοῦ πρωτοτύπου διαφυλάϲϲεται, καθάπερ ἐπὶ τῶν προκειμένων.
τὸ γὰρ οἰκον προπεριϲπᾶται, καὶ πάλιν ἐν τῇ προϲθέϲει τοῦ
δέ μένει ὁ αὐτὸϲ τόνοϲ, οἶκον δἐ, μετὰ τοῦ καὶ τὴν ὀξεῖαν ἐπὶ
τέλουϲ εἶναι. ὁ αὐτὸϲ λόγοϲ ἐπὶ τοῦ Ὄλυμπον καὶ Οὔλυμπ ον δέ.
— διὸ καὶ δοκεῖ τὸ
ἀμφίβολον εἶναι, δυνάμενον καὶ τῇ παραγωγῇ κεχρῆϲθαι τοῦ οἴκαδε,
δυνάμενον καὶ ἐν αἰτιατικῇ εἰναι τοῦ ἅλα καὶ προϲθέϲει τοῦ δέ, ἐφ’
παραγωγὴ ἡ διὰ τοῦ δε, ἥ τιϲ οὐχ ἕνεκα ϲχέϲεωϲ τοπικῆϲ παραλαμβάνεται,
αὐτὸ δὲ μόνον κατὰ παραγωγήν, τῆϲ ϲημαϲίαϲ πάντοτε μενούϲηϲ
τῆϲ αὐτῆϲ καὶ φωνῆϲ τῆϲ ὁλοκλήρου τῆϲ κατὰ τὸ πρωτότυπον, ἐφ’ ἧϲ
καὶ ὁ τόνοϲ ἐφέλκεται πρὸ τοῦ τέλουϲ, ὥϲπερ ἔχει παρὰ τὸ τοῖοϲ τὸ
τοιόϲδε, τόϲοϲ τοϲόϲδε, καὶ ἐν ἐπιρρήμαϲι τὸ τῆμοϲ τημόϲδε,
τηνίκα τηνίκα δὲ. εἴπερ οὑν ἶδιον τῆϲδε τῆϲ παραγωγῆϲ τὸ ἐν ἀποβολῇ
τοῦ δε τὴν αὐτὴν ἔχειν ϲημαϲίαν τοῖϲ πρωτοτύποιϲ, καὶ τὴν
ὀξεῖαν ἐφέλκεϲθαι πρὸ τοῦ τέλουϲ, δῆλον ὡϲ καὶ τὸ ἐνθάδε τιϲδε τῆϲ
παραγωγῆϲ ἂν εἴη, ἐπειδὴ τὰ προκείμενα δύο παρεπόμενά ἐϲτιν ἐν τῷ
ἐνθάδε. κατὰ τοῦτό γέ τοι μόνον ϲεϲημειώϲεται, καθὸ ἡ τοιαύτη
παραγωγὴ οὐχ οἱαιϲδήποτε λέξεϲι πρόϲειϲιν , ἀλλὰ μορίοιϲ ἀνταποδοτι
κοῖϲ τοῖϲ ἀπὸ τοῦ τ ἀρχομένοιϲ, ὡϲ ἔχει τὸ τοϲόϲδε καὶ τὸ τοιόϲδε.
οὐδὲ γὰρ τὰ ἄλλα ϲύζυγα, μὴ ἔχοντα τὸ τ, τῆϲ παραγωγῆϲ τυγχάνει,
λέγω τὸ ἦμοϲ, ἡνίκα, εἰ μὴ γένοιτο τῆμοϲ καὶ τηνίκα. οὐ παρείπετο
οὑν τῷ ἐνθάδε τὸ τοιοῦτον· κατὰ τοῦτο ἄρα ϲεϲημειώϲεται.
Ποἱϲ αὐτοῖϲ ἐπιχειρήμαϲι χρήϲαιτο ἄν τιϲ καὶ ἐπὶ τοῦ ἔνθεν καὶ
ἐνθένδε· οὐδὲν γὰρ τῶν εἰϲ θεν ληγόντων ἐπιρρημάτων ἔξωθεν
παραγωγὴν ἴϲχει τὴν διὰ τοῦ δὲ. φαίνεται δὲ ὅτι οὐδὲ δύο λέξειϲ
εἰϲὶν ἡμαρτημέναι, ἀλλὰ μία, εἴγε καὶ τὸ ἐνθὲν Δωρικώτερον ἀπεδείχθη
γενόμενον ἔνθα, καθὼϲ ἐπεδείξαμεν καὶ περὶ τοῦ πρόϲθεν πρόϲθα ,
ὕπερθεν ὕπερθα.
Ἔχοι δ’ ἂν ἐπίϲταϲιν καὶ τὸ ὧδε, ϲυνήθωϲ μὲν τὴν εἰϲ τόπον
ϲχέϲιν δηλοῦν, ἐν δὲ τοῖϲ ὕμηρικοῖϲ, ὡϲ Ἀριϲτάρχῳ δοκεῖ, ἐν τῷ
καθόλου μὴ τοπικῆϲ ἔχεϲθαι ϲχέϲεωϲ, τῆϲ δὲ κατὰ ποιότητα. καὶ ϲαφέϲ
ἐϲτιν, ὅτι τῇ μὲν παραγωγῇ τῇ διὰ τοῦ δε οὐκ ἀπιθάνωϲ τὸ ϲύνηθεϲ
τοπικὸν ἐξεδέξατο ἐπίρρημα, οὐ μὴν καὶ τὰ τῆϲ παραγωγῆϲ ὁμολογεῖ,
καθὼϲ ἐδείχθη ὡϲ ἡ τοπικὴ παραγωγὴ τὴν διὰ τοῦ α γραφὴν ἔχει πρὸ
τοῦ τέλουϲ, ἀπό τε ὀνομάτων παρήγετο, τὸ δὲ οὐ τῇδε εἶχεν. —Ἀλλ’
ἦν καὶ ἑτέρα ϲύνταξιϲ ἐν αἰτιατικῇ πάλιν ὀνομάτων καὶ προϲθήκῃ τοῦ δε,
ὡϲ ἔχει τὸ οἶκον δέ καὶ τὰ τούτοιϲ ὅμοια. ὅπερ πάλιν οὐ τῇδε εἰχε
τὸ προκείμενον ἐπίρρημα, οὔτε κατὰ γραφήν, οὔτε κατὰ τάϲιν. διὸ καὶ
ἕνεκα τῶν τοιούτων μᾶλλον ἄν τιϲ παραδέξαιτο τὸ eτὸ δέ ἐπὶ τοπικῶν
ἐπιρρημάτων,
Ϲαφὲϲ οὖν ὅτι ἔχοιτο ἂν λόγου του κατὰ παραγωγὴν τὴν δε ϲυλλαβὴν
προϲλαβὸν κατὰ τὸ αὐτὸ ϲημαινόμενον ν, ὡϲ ἔχει παρὰ τὸ τῆμοϲ τὸ
τημόϲδε, τὴν αὐτὴν ἔχον ϲημαϲίαν τῷ πρωτοτύπῳ, τηνίκα τηνικάδε.
ϲημαίνοντοϲ οὖν τοῦ ὥϲ ἐπιρρήματοϲ τὸ οὕτωϲ, εἴη ἂν ἡ προκειμένη
παραγωγὴ κατὰ τὸ αὐτὸ δηλούμενον ἐν τῷ ὧδε, ἀναγκαίωϲ
μένη, ἐπεὶ ἡ φύϲει μακρὰ ἐν τῇ τοιαύτῃ παραγωγῇ περιϲπωμένην ἀναδέχεται,
τοιοῦδε, τοι ῷ δε.
Ὁμοίωϲ δ’ ἂν ἔχοιτο καὶ τὸ τοιοῦτον ἐπιϲτάϲεωϲ. —« Ὁλοκλήρουϲ
γὰρ τὰϲ τῶν πρωτοτύπων φωνὰϲ ἥδε ἡ παραγωγὴ φυλάϲϲει, τοῖοϲ
τοιόϲδε, τηλίκοϲ τηλικόϲδε, τῆμοϲ τημόϲδε· χρῆν οὖν καὶ παρὰ
τὸ ὥϲ ὧϲδε.» —Ἀλλὰ τοῦτο μὲν δύναται ἀπολογίαϲ ἔχεϲθαι, τῇ μὲν
ἀπὸ Δωρικοῦ δυνάμενον ἐϲχηματίϲθαι τοῦ ὥ, ὅπερ ἀντὶ τοῦ ὥϲ παραλαμβάνουϲι,
τῇ δὲ ἀπὸ τοῦ πτωτικοῦ τοῦ προυφεϲτῶτοϲ κατ’ ἔλλειψιν
τοῦ ϲ· καὶ γὰρ παρὰ τὸ ὅϲ ὤφειλεν ὅϲδε εἶναι, ὅπερ ἐγένετο ὅδε.
ἀλλὰ καὶ τοῦτο ϲυνήθωϲ ἀποβάλλει τὸ ϲ· τὸ γὰρ αὐτὸ ϲημαίνει ἐϲθ’
ὅτε τὸ ὁ καὶ τὸ ὅϲ,
Ἔχοιτο δ’ ἄν ἔτι καὶ ἐπιϲτάϲεωϲ τοιαύτηϲ, καθὼϲ εἶπομεν ὅτι ἡ
διὰ τοῦ δε παραγωγὴ πολὺ πρότερον τὴν ἀνταπόδοϲιν τὴν διὰ τοῦ τ
παραλαμβάνει· οὐ γὰρ παρὰ τὸ οἷοϲ τὸ τοιόϲδε, οὐδὲ παρὰ τὸ ἡνίκα
τηνικάδε.— Καὶ πάλιν ὑπὲρ τούτου ἔϲτι φάναι, ὅτι ἔλλειψίϲ ἐϲτι
τούτου, τούτ ῳ, καὶ οὐδετέρου τοῦ τοῦτο, καὶ διὰ Δωρικοῦ
τοῦ τοῦτοι. ὅπερ καὶ διὰ τοῦ ἀρθρικοῦ δείκνυται καὶ διὰ τοῦ ἀντωνυμικοῦ·
τὸ γὰρ οἱ τοί φαϲι Δωριεῖϲ, καὶ τὸ αἱ ταί, ταύται ταὶ
θύραι μᾶτερ (Sophr. fr. 88 Ahrens). λέγω δὲ ὅτε κατὰ προτακτικὴν
θέϲιν ἐϲτὶ τὸ ἄρθρον· ἐπεὶ ὅτε γε καθ’ ὑπόταξίν ἐϲτι, τὸ τ οὐ πάντωϲ
προϲτίθηϲιν, ἐπεὶ φυϲική ἐϲτιν ἡ ἀπόϲταϲιϲ τοῦ τ, οὐκ ἐν πάθει γενομένη.
ὅθεν οὐδ’ ἐπίμεμπτον ταὶ γυναῖκεϲ αἵ τὰν θεὸν φαντὶ
ἐξελᾶν (Ahrens dial. ll p. 468). ἐτέτακτο γὰρ οὐ κατὰ πρόταξιν, ἀλλὰ
καθ’ ὑπόταξιν.
Ἐξῆϲ ῥητέον καὶ περὶ τοῦ οἶκον δέ. Τὰ μὲν οὖν προκατειλεγμένα
ἐπιρρήματα, τύπου ἰδίου ἐχόμενα, τὴν εἰϲ τόπον ϲχέϲιν ἐϲήμαινε,
παραγωγῆϲ τυγχάνοντα τῆϲ διὰ τοῦ δε· τὰ μέντοι τοιαῦτα, οἰκον δέ,
ἀγρὸν δἐ, ῦὕλυμπον δἐ, ϲύνταξιν ἔχει ἐπιρρηματικήν, οὐ μὴν με.
ριϲμὸν τὸν κατὰ τὰ ἐπιρρήματα. καὶ γὰρ τὸ ἐξ οἴκου ἔχει τὴν ἐκ
τόπου ϲημαϲίαν, οὐ μήν ἐϲτιν ἐπίρρημα, μέρη δὲ δύο λόγου, τὴν ἐκ
τόπου ϲχέϲιν παριϲτάντα , καθὸ ϲυνεχέϲτερον αἱ προθέϲειϲ, μετὰ καὶ
ἄλλων πλειόνων ϲημαινομένων, καὶ παρεμφατικαί εἰϲι τόπου. ὁ αὐτὸϲ
λόγοϲ καὶ ἐπὶ τοῦ ἐν οἴκ ῳ· οὐ γὰρ ταὐτόν ἐϲτι τῷ οἴκοθι. ὡϲ καὶ
ἐπὶ τοῦ νῦν ἐπιρρήματοϲ, δηλοῦντοϲ τὸ ἐν τούτῳ τῷ χρόνῳ, οὐ ταὐτὸν
παράγεται. Ὑππενόηϲαν δ’ ἔνιοι, ὡϲ ἕν εἴη μέροϲ λόγου τὸ οἶκονδέ,
ἐκ λόγων τοιούτων· ὅτι κατὰ μίαν ϲχέϲιν ἐκφέρονται, ὅπερ ἴδιον
ἐπιρρημάτων· ὅτε εἰ ὀνόματα ἦν τὸ οἶκονδέ, οὐκ ἂν ἐνεποδίζετο
μεταϲχηματίζεϲθαι εἰϲ πτώϲειϲ καὶ ἀριθμούϲ, ὅπερ παρείπετο ὀμόμαϲιν.
οἱ ϲυμπλεκτικοὶ ϲύνδεϲμοι εἰϲ ϲυμπλοκὴν παραλαμβάνονται, καὶ οὐ
παρὰ τοὺϲ ἀριθμοὺϲ ἢ τὰϲ πτώϲειϲ ἐμπόδιοι καθεϲτᾶϲιν· ἑκάϲτηϲ γὰρ
πτώϲεωϲ καὶ παντὸϲ ἀριθμοῦ δεκτικοί εἰϲιν. εὖ γὰρ λέγοι τιϲ ἀν θρώπουϲ
μὲν ἐθεαϲάμην, ἄλλα δὲ ζῶα οὕ, ἢ ἄνθρωποϲ μὲν ἦν,
ὄπ ωϲ δὲ ἀφανὴϲ ἐγένετο οὐκ ἐπίϲταμαι· ἀδιαφόρωϲ γὰρ ἔχουϲι,
καθ’ οἱανδήποτε ἂν ὦϲι πτῶϲιν, ϲυμπλέκειν καὶ παραλαμβάνεϲθαι. ὅπερ
ϲύνδεϲιϲ οὔτε μετάπτωϲίϲ τιϲ εἰϲ ἀριθμὸν ἢ πτῶϲιν ἔνεϲτιν. Ἔτι τὰ
ὀνόματα, προϲλαμβάνοντα ἄρθρα, φυλάϲϲει τὴν ἰδίαν ϲύνταξιν λόγον
τε τὸν αὐτόν, δίχα τοῦ πλέονι ἀναφορᾶ κεχρῆϲθαι, ἄνθρωποϲ δὲ
παραγενόμενοϲ, ὁ ἄνθρωποϲ δὲ παραγενόμενοϲ· ὁ αὐτὸϲ
λόγοϲ καὶ ἐπὶ τῶν ὁμοίων. οὐ μὴν ταὐτόν ἐϲτιν ἐν τῷ οῖκον δέ
καὶ τὸν οἶκον δέ· οἶκόνδε γὰρ ἐλεύϲομαι, οὐ μὴν τὸν οἶκόνδε
ἐλεύϲομαι. — Τοῖϲ τοιούτοιϲ λόγοιϲ ἐπανέχοντέϲ φαϲιν ἡνῶϲθαι τὰ
τοιαῦτα εἰϲ ἐπιρρηματικὴν παραγωγήν. καὶ πάλιν ἀντείχοντο τῶν τονικῶν
παραγγελμάτων, καὶ οὕτωϲ ἐπηπόρουν ἐπὶ τῶν ϲχημάτων. —
Ἔϲτι δὲ πρὸϲ ἕν ἕκαϲτον τῶν προκειμένων ὑπαντῆϲαι, καὶ ὡϲ πρόκειται,
δείξομεν ὅτι ἐϲτὶν ἐπιρρηματικὴ ϲύνταξιϲ, οὐ μὴν ἐπιρρηματικαὶ
φωναί. — Τὰ μὲν οὖν ἐκ τῆϲ τάϲεωϲ προφανῆ. πῶϲ γὰρ τρίτη ἀπὸ
τέλουϲ
ὁλόκληροί εἰϲι κατ᾿ αἰτιακὴν πτῶϲιν. (ἀλλ᾿ οὐ τοῦτό φημι ϲυνεκτικὸν
τοῦ δύο μέρη λόγου εῖναι, ἐπεὶ κὰν τοῖϲ κατ᾿ ἀρχὴν ἐδείξαμεν τὰϲ
ὀνοματικὰϲ πτώϲειϲ εἰϲ ϲύνταξιν ἐπιρρηματικὴν τιθεμέναϲ καὶ ἐπιρρήματα
καλουμέναϲ.)
Διαφέρει τὸ οἴκοθεν τοῦ ἐξ οἴκου, ἡ ὃ μὲν ἓν μέροϲ λόγου, τὸ
δὲ δύο, ἐκ προθέϲεωϲ καὶ ὀνόματοϲ, καὶ τὸ οἴκοθι τοῦ ἐν οἴκῳ, καὶ.
τὸ οἴκαδε τοῦ εἰϲ οἰκον. καὶ ῷ λόγῳ τὸ εἰϲ οἶκον δύο μέρη λόγου,
οὕτωϲ καὶ τὸ οἶκον δέ, ἐγκειμένου τοῦ δέ ϲυνδέϲμου.
Ἴδιόν ἐϲτι τοῦ δέ ϲυνδέϲμου ἐπάγειν ἐϲ αὐτὸν τὴν ὀξεῖαν· τοιοῦτον
δὲ καὶ τὸ οἰκον δέ, ὡϲ εἰ καὶ τὸ Ζεὺϲ δἑ. ἡ διὰ τοῦ δε παραγωγή,
οὐκ οῦϲα ϲυνδεϲμική, ἀποφεύγει τὴν τοῦ ϲυνδέϲμου τάϲιν, παροξυνομμένη
μὲν ἐν τῷ τοϲόϲδε, προπαροξυνομένη δὲ ἐν τῷ οἴκαδε, καθὸ κα
ἡ διὰ τοῦ γε παραγωγὴ εἰϲ τὸ ἐναντίον μεθίϲταται τῆϲ τάϲεωϲ τοῦ γέ
ϲυνδέϲμου. ἔϲτι γὰρ ἐγκλιτικὸϲ ὁ γέ, τὴν πρὸ αὑτοῦ ὀξύνων, καὶ διὰ
τοῦτο
τὴν ὀξεῖαν, ἵνα διὰ τοῦ τόνου φύγη τὸ ἀμφίβολον τοῦ γέ ϲυνδέϲμου.
Ἀλλὰ πῶϲ τοπικὴ ϲχέϲιϲ ἐϲτὶν ἐκ ϲυνδέϲμου τοῦ δέ — Ὅτι καὶ
προθετικῇ παραθέϲει ϲυνδεϲμικὴ δύναμιϲ ἐγγίνεται, διὰ τὸ ἡμέραν
ἐκ τῆϲ ῥᾳθυμίαϲ αἱ κακίαι γίνονται, ὡϲ εἰ ἕνεκα τῆϲ ῥᾳθυμίαϲ.
τί οὖν βίαιον τὸ καὶ ϲύνδεϲμον προθετικὴν δύναμιν ἀποτελέϲαι; —
πρὸϲ οῖϲ οὐδὲ πάντοτε ϲυμπλέκει ὁ δέ ϲύνδεϲμοϲ, παραλαμβάνεται δὲ
καὶ κατ᾿ ἔμφαϲιν, οὐδὲ ἐλάληϲέ μοι,
ἄγραδε· καὶ ἐντεῦθεν, οὐ ϲυνδέων ἐν τῷ οἰκον δέ, ἠκούετο τοπικῶϲ.
— Προϲτεθείη δ᾿ ἂν ἔτι καὶ τοῦτο. εἴπερ τὸ μέροϲ τοῦ λόγου ἀνθυπήλλακται,
ϲαφὲϲ ὅτι καὶ ὁ τόποϲ, λέγω ὁ κατὰ τὴν ἀρχήν. τοῦτο δέ
φημι, ἐπεὶ οὔτε ὁ καί ϲύνδεϲμοϲ ἐδύνατο παραλαμβάνεϲθαι, οὔτε ἄλλοϲ
τιϲ τῶν προτακτικῶν. ἀλλ᾿ οὐδὲ τῶν ὑποτακτικῶν, ὅτι μὴ μόνον αὐτὸϲ
ὁ δέ, ὡϲ ἔφην, μιμούμενοϲ τὴν τοπικὴν παραγωγήν, μετάβαϲίν τε τοῦ
πράγματοϲ ϲημαίνων. διὸ καὶ ϲτιγμῆϲ αἴτιόϲ ἐϲτι καὶ αὐτοτελείαϲ παραϲτατικόϲ·
ϲτιγμὴ γὰρ πᾶϲα ϲημεῖον αὐτοτελείαϲ ὁ τέ οὐκ ἐδύνατο
παραλαμβάνεϲθαι, ἐπεὶ οὐκ αὐτοτέλειαν ποιῶν ἕτερον λόγον ἀπῄτει ἐπὶ
τοῦ οὔτε τιμῶ ϲε οὔτε λαλῶ ϲοι. — Κατὰ τούτουϲ δὴ τοὺϲ τρόπουϲ
οἶμαι ἀναγκαίωϲ τὸν δέ ϲύνδεϲμον παραληφθῆναι.
Ἀλλὰ πῶϲ τὸ ὄνομα οὐ κλίνεται τὸ μετὰ τοῦ δέ; Ὅτι ἑκάϲτῃ
πτώϲει κατὰ παράθεϲιν προϲιοῦϲα ἡ πρόθεϲιϲ ἴδιον ἔχει ϲημαινόμενον.
διαφέρει γοῦν τὸ δἰ Ἀπολλωνίου τοῦ δἰ Ἀπολλώνιον, ῆ τὸ
μὲν αἰτιολογικὸν ἀκούεται, ὃ δὲ τοιοῦτόν τι, γινώϲκοντοϲ Ἀπολλωνίου.
ἦν οὖν τοπικὴ ϲχέϲιϲ ἐν τῷ οἰκον δέ, ἥ τιϲ αἰτιατικὴν πτῶϲιν ἀπαιτεῖ·
ὅθεν οὐ κλίνεται, ἵνα μὴ τὸ ϲημαινόμενον φθαρῇ.
Διὰ τί ἄρθρον οὐ προϲλαμβάνει; Ὅτι τὰ πτωτικά, τοπικὴν ϲχέϲιν
ϲημαίνοντα ἐκ προθέϲεωϲ, οὐ δύνανται παράθεϲιν ἄρθρου παραδέξαϲθαι,
εἰ μὴ προϲτεθείη ἡ πρόθεϲιϲ οὔ φαμεν τῆϲ Λέϲβου παρεγενόμην,
οὕτωϲ δέ, ἐκ τῆϲ Λέϲβου παρεγενόμην· καὶ ἔτι οὔ φαμεν τῷ
ϲαφὲϲ ὅτι δεῖ πρότερον ἐπικαλέϲαι τὸ ἄρθρον τὴν πρόθεϲιν, εἶτα οὔτωϲ
ἐγγενέϲθαι τὴν ϲχέϲιν. τούτου δὲ μὴ γενομένου, οὐδὲ τὸ ἄρθρον
προϲελεύϲεται. Τοϲαῦτα περὶ τῶν προκειμένων ϲχημάτων.
Τὰ εἰϲ οϲ λήγοντα ἐπιρρήματά ἐϲτι μὲν ϲπάνια, ὀξύνεται δὲ κατὰ
τὸ πλεῖϲτον, ἐν τόϲ, ἐκτόϲ, εἰκόϲ. Τὸ πάροϲ ϲημειωτέον. Τὸ γὰρ
τῆμοϲ τῇ πρὸϲ τὴν πεῦϲιν βαρείᾳ ἐκφορᾷ ἀναγκαίωϲ ἀπέβαλε τὴν
ὀξεῖαν, ἐπεὶ ὁμοτονεῖ τὰ πύϲματα τοῖϲ ἀνταποδοτικοῖϲ, τοῖοϲ ποῖοϲ,
τόϲοϲ πόϲοϲ, τηλίκοϲ πηλίκοϲ. ἀνάγκη δὲ πάντωϲ τὰ τοιαῦτα
μόρια βαρύνειν καὶ τὰ τούτοιϲ ϲύζυγα, λέγω ὁπη λίκοϲ, ὁπόϲοϲ.
ἀναγκαίωϲ οὖν τὸ τῆμοϲ ἐβαρύνθη, καθὸ καὶ τὸ ἦμοϲ καὶ τὸ ὁπῆμοϲ.
ᾧ λόγῳ καὶ τὰ εἰϲ ου λήγοντα ἁπάντοτε 'ὲν περιϲπᾶται, τηλοῦ,
ἀγχοῦ, αὐτοῦ, τὸ δὲ ὅπου διὰ τὴν ἀναφορικὴν πάλιν προφορὰν
ἐβαρύνθη. — φαίνεται δὲ ὅτι τὸ ποῦ διὰ μονοϲυλλαβίαν ἀναγκαίωϲ
ϲυνεξῆλθε τῷ τηλοῦ καὶ ἀγχοῦ.
Ἔνιοι τὸ ἔναγχόϲ ἐβάρυναν, οἰόμενοι τὴν ἐπιϲυμβαίνουϲαν ϲύνθεϲιν
αἰτίαν εἰναι τῆϲ βαρύτητοϲ. — Πρὸϲ ὃ ἔϲτι φάναι, ὅτι πρῶτον
ἡ ἐκ ϲυνθέϲεωϲ προφορὰ πολὺ πρότερον οἶδε τὴν ἐν ἁπλότητι· οὐ
λέγεται δὲ κατ᾿ ἰδίαν τὸ ἀγχόϲ. πρὸϲ οἷϲ οὐδὲ ἔχουϲιν ἄντικρυϲ
ἐπιϲτῆϲαι τοιαύτην ϲύνθεϲιν ἐπιρρημάτων. — δεύτερον τῇ ϲυνεκδρομῇ
τῶν ὀξυτόνων ὀφείλει ὀξύνεϲθαι. — Ἔχει δὲ καὶ ὁ ϲχηματιϲμὸϲ τῇδε.
ὃν τρόπον καὶ ἐπ’ ὀνομάτων μεταπλαϲμοὶ γίνονται, καθάπερ τὸ ἐρυϲάρματεϲ,
τὸ λῖτα, τὸ παρὰ Ϲαπφοῖ αὔα (fr. 152 Bergk 3), τὸ
πυργοκέρατα παρὰ Βακχυλίδη (fr. 51 Bergk3), δυνατὸν καὶ ἐπὶ τοῦ
προκειμένου τῇδε γεγενῆϲθαι τὸν ϲχηματιϲμόν. παρὰ τὸ ἀγχοῦ δύναται
γεγενῆϲθαι τὸ ἀγχόϲ, προϲλαβὸν τὴν ἔν πρόθεϲιν κατὰ παρολκήν, ὡϲ
ἔχει τὸ ἐναλίγκιοϲ, ἔναντίοϲ, ἐνέπειν. αἱ δὴ τοιαῦται τῶν προθέϲεων
ἄλλο τι τῶν παρεπομένων ἐναλλάϲϲουϲι. καὶ γὰρ τὸ ἐναντίοϲ οὐκ
ἀνεβίβαζε τὸν τόνον, ὀφεῖλον. εἶπερ οὖν ϲύνθετον, τί οὐ ϲυμμεταβάλλει
τὸ γένοϲ, ὅπερ ἴδιον ϲυνθέϲεωϲ; ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ ἐναλίγκιοϲ.
καὶ τὸ ἐνέπω ἐκλίθη ὡϲ ἁπλοῦν, ἤνεπον. — τούτων οὖν τῇδε ἐχόντων,
παρελκομένηϲ τῆϲ ἔν προθέϲεωϲ ἐν τῷ ἔναγχόϲ, περιϲϲὸν ἀφιϲτάνειν
τὸν κατὰ τὸ τέλοϲ τόνον, ὅπου γε, ὡϲ ἔφημεν, τῷ τύπῳ, καὶ εἰ ἦν
ϲύνθετον, ἐχρῆν ὀξυτονεῖν.
Οὕτωϲ ἔχει καὶ τὸ ϲυνεχέϲτερον λεγόμενον παῤ Ἴωϲι κηγχόϲ, ὃ
ἐν δυϲὶ μέρεϲι λόγου,
μεταπεπλαϲμένου, λέγω τοῦ ἀγχόϲ, ἴϲωϲ ϲυναληλιμμένου τοῦ ᾱ εἰϲ τὸ η.
Αἱ διὰ τοῦ θεν παραχθεῖϲαι λέξειϲ τοπικαὶ ἐπιρρηματικῶϲ τὴν ἐκ
τόπου ϲχέϲιν ϲημαίνουϲιν. (εἶπον δὲ παραχθεῖϲαι τοπικῶϲ, ἐπεὶ καὶ
ἔνια τὴν αὐτὴν ἔχει ϲημαϲίαν τοῖϲ πρωτοτύποιϲ, ὡϲ δεδείξεται.) καὶ
διὰ τοῦτο διαφέρει τὸ δίχα τοῦ διχόθεν. ἡ τὸ μὲν δίχα εἰϲ δύο ἐϲτί,
τὸ δὲ διχόθεν ἐκ δύο, καθάπερ καὶ ἐπ’ ἄλλων παραγωγῶν μετὰ τοῦ
παράγεϲθαι τὰϲ φωνὰϲ καὶ τὰ δηλούμενα ϲυμμεταπίπτει. καὶ παράγεται
μὲν ἡ φωνή, οὐ μὴν τὸ ϲημαινόμενον, ὡϲ ἐπ’ ὀνομάτων ἔχει τὸ
καὶ
καὶ τὸ
ὅτε τοπικὴ μὲν ἐκφορὰ δηλοῦται, λέγω ἐκ τύπου, ἐκθ᾿ ὅτε τὸ αὐτὸ
τῷ πρωτοτύπῳ ϲημαινόμενον μένει.
Ὅθεν πρὶν ἢ τῶν κατὰ μέροϲ ἄρξαϲθαι, διαληπτέον πρότερον περὶ
τῶν ἀπ᾿ ἀντωνυμιῶν παραγομένων, λέγω τοῦ ἐμέθεν, ϲέθεν, ἕθεν.
καὶ παῤ ἐπίρρημα τὸ τηλοῦ τηλόθεν· καὶ δὴ παῤ ἀντῶνυμίαν τὴν
ἐμεῦ ἦν τὸ ἐμέθεν, ϲεῦ ϲέθεν. ἐντεῦθεν γὰρ καὶ ὁμόλογον, ὅτι οὐχ
ἡ ἐμοῦ ἐϲτι παραχθεῖϲα Ἀττική, ἀλλ’ Ἰωνικὴ ἢ Δωρικὴ
Τὰ μὲν οὖν τῆϲ φωνῆϲ τῇδε ἔχει, ὡϲ ὁμοίωϲ παρήχθη· τὰ δὲ τοῦ
ϲημαινομένου πρὸϲ ἐνίων οὕτω καθίϲτατο, ὡϲ οὐκ εἴη ἐπιρρήματα τὰ
προκείμενα, «καθότι», φαϲί, «τὰ ἐπίρρήματα οὐκ ἔϲτι προϲώπων
διαϲταλτικά, ἔϲτι δὲ τὸ τε ἐμέθεν καὶ ϲέθεν προϲώπων παραϲτατικόν».
— Καὶ ὡϲ ἕνεκα τοῦ τοιούτου οὐκ ἀπελύθη τὸ ζητούμενον.
δύναται γὰρ κατὰ πρόϲωπον ἡ παραγωγὴ τοῦ ἐπιρρήματοϲ ἐγγεγενῆϲθαι,
καθὸ καὶ ἐπὶ τρίτου προϲώπου παρὰ τὴν αὐτοῦ τὸ αὐτόθεν ἐγένετο,
καὶ παρὰ τὴν τούτου
καθότι καὶ τῷ πόθεν παράκειται τὸ πῶ), παρὰ τὴν αὐτόθεν αὐτῶ. οὐδὲν
οὖν ἐμποδών ἐϲτι παρὰ τὴν ἐμεῦ γεγενῆϲθαι τὸ ἐμέθεν, παρά τε τὴν
ϲεῦ τὸ ϲέθεν, καὶ ἔτι παρὰ τὴν εὗ τὸ ἕθεν. — Χρὴ οὖν ἀποδέξει
τῇδε χρῆϲθαι. καθάπερ καὶ ἐπ’ ὀνομάτων ἔϲθ’ ὅτε παραγωγαὶ γίνονται
κατὰ τῶν αὐτῶν ϲημαινομένων, ὡϲ τὸ ἀναγκαίη καὶ τὸ
εὑρέϲθαι. οὕτω γὰρ καὶ τὰ Ὁμηρικὰ ἐπιλυθήϲεται, τὸ
ἦλθεν· οὐ γὰρ ἐκ τοῦ ϲύνεγγυϲ τόπου, ἐπεὶ ἀνέφικτον τὸ τοιοῦτον.
οὕτωϲ γὰρ ἔχει καὶ τὸ
γὰρ ἔχει καὶ τὸ
τοὺϲ πληϲιοχώρουϲ τὸν Ἰδαῖον Δία ἐπικαλεῖϲθαι. τοῦ τοιούτου ϲχηματιϲμοῦ
τινεϲ ἄπειροι ὄντεϲ ὑπέλαβον αὐτοὺϲ ἐπικαλεῖϲθαι τὸν ἐξ Ἤδηϲ
ο ὐρανόθεν ἀπολογίαν ἕξει (ἀφορμὴν δεδωκόϲ τιϲι τοῦ κακοῦν τὰϲ
φράϲειϲ· ἐπεὶ γὰρ οὐχ ὑγιὲϲ τὸ λέγειν ἐξ οἴκοθεν, φαϲὶν ὡϲ καὶ.
Ὅμηροϲ
παῤ αὐτῷ ϲημαίνοντοϲ τὸ οὐρανοῦ, ὡϲ καὶ τὸ Ἴδηθεν τὸ
Ἴδηϲ· καὶ οὕτωϲ ἡ ἔξ πρόθεϲιϲ ἕξει χώραν. — ἡ αὐτὴ ἐπιχείρηϲιϲ ἐπὶ
τῶν οὕτωϲ εἰρημένων παῤ αὐτῶ.
Αἱ δὴ παρηγμέναι ἀντωνυμίαι ϲύνταξιν μὲν ἐπιρρηματικὴν οὐδέποτε
ἀναδέχονται, ὅϲαϲ δὲ ϲυντάξειϲ ἀναδέχονται αἱ γενικαί, ταύταϲ ἀναδέχονται.
ἀδύνατον τοῖϲ τοιούτοιϲ ἐπιρρήμαϲι προϲελθεῖν τινα ἄλλην
πρόθεϲιν. οὐ γάρ τιϲ ἐρεῖ ἀπ ὸ Λεϲβόθεν ἢ πρὸϲ Λεϲβόθεν, ἐν
γενικῇ δὲ ἀπὸ Λέϲβου πρὸϲ Λέϲβου, καὶ ὅϲαϲ ἄλλαϲ ἐπιδέχονται
προθέϲειϲ αἱ γενικαί. ἀπεδέδεικτο οὖν, ὅτι πολλάκιϲ κατὰ τοῦ αὐτοῦ
ϲημαινομένου αἱ παραγωγαὶ λαμβάνονται. καὶ ἦϲαν τῇδε ἀντωνυμίαι
παρηγμέναι. καὶ ϲαφὲϲ ἐκ τῶν ϲυνταϲεομένων προθέϲεων,
Τὰ προκείμενα ἐπιρρήματα παράγεται ἢ παῤ ὄνομα. ὡϲ τὸ Διόθεν,
Ἀβυδόθεν , ἢ παῤ ἐπίρρημα, ὡϲ τὸ κάτωθεν, ἄνωθεν, ἢ παρὰ
πρόθεϲιν, πρόϲθεν, ἔνθεν, ὕπερθεν. πρόκειται γὰρ ὡϲ καὶ ἀπ’
ἀντωνυμιῶν. καὶ ἀπ’ ὀνομάτων ἢ ἐπιρρημάτων ἢ τῶν ἔτι παρακειμένων
ϲτοιχείου ἀποβολῇ τοῦ κατὰ τὸ τέλοϲ παράγεται, ἀπὸ μὲν ἀντῶνυμιῶν
ἐμεῦ ἐμέθεν αὐτοῦ αὐτόθεν, καὶ ἀπὸ ὀνομάτων Λέϲβου
Λεϲβόθεν, παντόϲ πάντοθεν, καὶ ἐπιρρημάτων τηλοῦ τηλόθεν.
— εἰ μέντοι ἓν εἴη τὸ φωνῆεν τὸ κατὰ τὸ τέλοϲ, οὐ τῇδε ἔχει ὁ
λόγοϲ· φυλάϲϲεται γάρ, ὡϲ ἐπὶ τοῦ κάτω κάτωθεν, ἔϲω ἔϲωθεν.
― ἀναγκαίωϲ τὰ παρὰ τὰϲ προθέϲειϲ φυλάϲϲει τὰ τέλη, ὡϲ ἔχει τὸ
πρόϲθεν, ὔπερθεν.
Ἐπιϲλτατέον οὐν τῷ χαμαῖθεν καὶ ἔτι τῷ παρὰ Ἀττικοῖϲ χαμᾶθεν.
καὶ ἔχοι ἂν ϲυνηγορίαν ἐν τῇ αι διφθόγγῳτήνδε. τὰ μακρῇ παρεδρευόμενα
ἀποβολῇ τοῦ θεν ποιεῖ τὸ ἐπίρρημα τὸ πρωτότυπον, κάτωθεν κάτω,
πρόϲωθεν πρόϲω· προϲκείϲθω τῷ λόγῳ, ὅτε ἀπὸ ἐπιρρήματοϲ
ἐϲχημάτιϲται. εἴπερ οὖν μακρ παρεδρεύεται τὸ χαμαῖθεν, ὀρθῶϲ ἀποβολῇ
τοῦ θεν ἐποίηϲε τὴν χαμαί φωνήν. ἀλλὰ πρόϲκειται, ὅτι οὐδέποτε
δίφθογγοϲ φυλάϲϲεται· διὸ ϲημειούμεθα τὸ ἐκεῖθεν, περὶ ο κατὰ
τὸ ἑξῆϲ εἰρήϲεται. τὸ οὖν πρὸϲ Ἀττικῶν πάλιν λεγόμενον ἀναλογώτερον
καθέϲτηκεν. ὥϲτε ἕνεκα μὲν τῆϲ μακρότητοϲ ἡ δίφθογγοϲ μένουϲα
ἀναλογωτέρα καθέϲτηκεν, ἕνεκα δὲ τοῦ τὸ δεύτερον φωνῆεν ἀποβάλλεϲθαι,
τὸ Ἀττικόν. καὶ μή ποτε ὄντωϲ ἀναλογώτερον καθέϲτηκε.
τὰ ἐκ διφθόγγου γινόμενα τὸ ληκτικὸν φωνῆεν
τηλοῦ τηλόθεν, αὐτοῦ αὐτόθεν, οἴκου οἴκοθεν. ϲαφὲϲ οὐν, ὅτι δεῖ καὶ
παρὰ τὸ χαμαίθεν χαμάθεν ἐν βραχεῖ τῷ α. ἀλλ’ ἐκεῖνο ἀληθέϲ ἐϲτιν,
ὡϲ Ἀθηναῖοι ἐκτατικοί εἰϲι τῶν φωνηέντων. καὶ ἔτι ἐκεῖνο ἀληθέϲ
ἐϲτιν, ὡϲ ἀεὶ ἡ ὑποϲτολὴ τοῦ ι, δευτερεύοντοϲ τοῦ φωνήεντοϲ, ἔκταϲιν
ποιεῖται τοῦ α. οὕτωϲ ἔχει καὶ τὸ
μακρῷ τῷ α). οὕτωϲ ἔχει καὶ τὸ κλάω παρὰ Ἀττικοῖϲ καὶ τὸ φανῶ
καὶ τὸ ῥανῶ, κατά τι παράλογα ὄντα, ὅτι μακρᾷ παρεδρεύεται· ἔχει
χαμόθεν.
Καὶ τὸ ἐκεῖθεν δέ, οὐ φύϲει ἔχον τὴν ει δίφθογγον παραλήγουϲαν,
ἀναγκαίωϲ ἐφύλαξε τὴν ποϲότητα τῶν φωνηέντων. παρὰ γὰρ τὴν
ἐντελῆ φωνὴν τὴν ἐκεῖνοϲ καὶ τὴν ἐκείνου τὸ ἀκόλουθον ἦν ἐκεινόθεν,
τὸ δὲ κατὰ ϲυγκοπὴν ἐκεῖθεν. ταῖϲ δὲ ληγούϲαιϲ τῶν διφθόγγων κατὰ
Τὰ εἰϲ θεν λήγοντα ἐπιρρήματα παραλήγεται φωνήεντι, ῷ καὶ τὸ
τέλοϲ τῆϲ γενικῆϲ τοῦ ὀνόματοϲ· εἰ δὲ καὶ ἀπὸ ἐπιρρήματοϲ εἴη, πάλιν
τῷ αὐτῷ παραλήγεται, δι’ οὐ τὸ λῆγον τοῦ πρωτοτύπου· εἰ δὲ δίφθογγοϲ
εἴη, καθὼϲ πρόκειται, ἀποπίπτει τὸ ἐν τῷ τέλει φωνῆεν, ἀρχῆϲ
ἀρχῆθεν, θύραϲ θύραθεν, τηλοῦ τηλόθεν, οὐρανοῦ οὐρανόθεν, Θήβηϲ
θήβηθεν, Λυκίαϲ Λυκίαθεν, ἀγορῆϲ ἀγορῆθεν, ἀγχοῦ ἀγχόθεν, ποῦ
πόθεν. πῶϲ οὖν παρὰ τὸ ἀμφοτέρου καὶ ἑκατέρου
μένει τὸ ο ἐν τῷ ἀμφοτέρωθεν, ἑκατέρωθεν, ἑτέρωθεν; —
Φηϲὶν οὖν ὁ Τρύφων (p. 53 Velsen ἰδιαίτερον ὡϲ τὰ διὰ τοῦ τεροϲ
πρωτότυπα διὰ τοῦ παράγεται κατὰ τὰ ἐπιρρήματα. Μή ποτε
δὲ βίαιόν ἐϲτιν, ὅτι δι’ αὐτοῦ τοῦ ζητουμένου ἡ ἀπόλυϲίϲ ἐϲτι. μή
ποτ’ οὖν, εἰ δέδοται καὶ ἀπὸ ἐπιρρημάτων παράγεϲθαι τὴν προκειμένην
παραγωγήν, ἐγγύϲ ἐγγύθεν , ἑκάϲ ἑκάθεν, ἀποπίπτοντοϲ τοῦ ϲ (ἀλλὰ
καὶ λήγοντοϲ τοῦ φωνήεντοϲ, ἄνω ἄνωθεν, κάτω κάτωθεν), δοθήϲεται
καὶ ἀπὸ ἐπιρρήματοϲ τοῦ ἑκατέρωϲ, ἀμφοτέρωϲ, ἑτέρωϲ τὴν παραγωγὴν
γεγενῆϲθαι.
Ἔτι ἐπηπόρει, πῶϲ γεγόνοι τὸ γειόθεν , παραδεχόμενοϲ ὡϲ ἀνάλογον
τὸ γῆθεν παρὰ γὰρ τὴν γῆϲ γενικήν, ὡϲ ἀρχῆϲ ἀρχῆθεν.
καὶ ἔτι περὶ τοῦ Δεκελειόθεν (Callim fr. 234 Schneider)· ἐν οἷϲ
ἔλεγε μὴ παρὰ τὸ Δεκέλεια παρῆχθαι, παρὰ δὲ τὸν μετειληφότα τοῦ
δήμου Δεκελέα, ὥϲτε παρὰ γενικὴν τὴν Δεκελέοϲ Δεκελεόθεν εἶναι,
καὶ μετὰ περιϲϲοῦ τοῦ ι Δεκελειόθεν. Ἄμεινον δὲ καὶ οὕτωϲ ὑπὲρ
τούτων φάναι, ὡϲ οὐκ ἀϲυνήθωϲ τὸ α ἔϲθ’ ὅτε μεταπίπτει εἰϲ τὸ o
κατὰ ϲύνθεϲιν καὶ παραγωγήν , θάλαϲϲα θαλαϲϲομάχοϲ, ϲφαῖρα ϲφαιρομάχοϲ,
τραγῳδία τραγῳδιογράφοϲ, χίμαιρα χιμαιροφύλαξ, καὶ ἐπὶ
τέλουϲ, ἀθάλαϲϲοϲ, εὔμουϲοϲ. καὶ εἰ τοῦτο, οὐ βίαιον ἐν τῇ τοιαύτῃ
παραγωγῇ τὸ α εἰϲ τὸ ο μετατίθεϲθαι, ὥϲτε γεγενῆϲθαι παρ’
ἐντελέϲτερον τὸ γαῖα τὸ γαιόθεν καὶ γειόθεν , καὶ παρὰ τὸ Δεκέλεια,
τὸν δῆμον τοῦ ϲημαινομένου δηλοῦντοϲ, τὸ Δεκελειόθεν. ἰδοὺ γὰρ καὶ
παρὰ τὸ ῥίζα ῥιζόθεν, ἐϲχάρα ἐϲχαρόθεν, Μήθυμνα Μηθυμνόθεν, Μέγαρα
Μεγαρόθεν. Οὐ βίαιον δὲ καὶ τὸ χαμόθεν κατὰ τὸ ϲύνηθεϲ, τοῦ ϲχήματοϲ
ἀπαιτοῦντοϲ τὸ χαμᾶθεν.
Καὶ ἐπεί, ὡϲ πρόκειται,
τοῦτο φάναι, ὡϲ πλείϲτη μετάθεϲίϲ ἐϲτι τοῦ ο εἰϲ τὸ ἡ κατὰ τὴν Ἰάδα
διάλεκτον, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ κοινὸν ἔθοϲ. παρὰ τὴν βάλανον
βαλανηφόροϲ· παρὰ τὸ κάλαθοϲ καλαθοποιόϲ, ἀλλὰ καὶ καλαθηφόροϲ·
παρὰ τὸ ἔλαφοϲ ἐλαφοκτόνοϲ Ἄρτεμιϲ, ἀλλὰ καὶ ἐλαφηβόλοϲ·
ϲτεφανοποιόϲ, ἀλλὰ καὶ ϲτεφανηφόροϲ. Ἴωνεϲ δὲ καὶ τοὺϲ ὁρκιοτόμουϲ
ὁρκιητόμουϲ φαϲί, καὶ τούϲ αἱμοπόταϲ αἱμηπόταϲ. — τοῦ τοιούτου
λόγου εἴχετο καὶ τὸ κοτήειϲ· ὡϲ γὰρ παρὰ τὸ ἄνεμοϲ ἀνεμόειϲ, ψόλοϲ
ψολόειϲ, οὕτωϲ καὶ ὁ κότοϲ κοτόειϲ καὶ κοτήειϲ. παρὰ γοῦν τὸ θύοϲ
πάλιν ἐϲτὶν ὁτὲ μὲν διὰ τοῦ ο λεγόμενον,
εἰϲ τὸν τοιοῦτον λόγον πάμπολλα ἔϲτιν ἐκθέϲθαι. οὐδὲν οὖν κωλύει
ποτὲ μὲν
Ἔνια καὶ ὑπὸ πάθοϲ πίπτει, καθὼϲ ἐκτεθείμεθα καὶ περὶ τοῦ
κεῖθεν. Τῆϲ γὰρ τοιαύτηϲ ϲυγκοπῆϲ ἔχεται καὶ τὸ ὄπιϲθεν· ὡϲ
γὰρ ἄνω ἄνωθεν , ἔϲω ἔϲωθεν, οὕτωϲ ὀπίϲω ὀπίϲωθεν. ὃ δὴ ἐϲθ’
ὅτε καὶ μετὰ τοῦ ϲ ϲυγκόπτεται, ὅτε γίνεται ὄπιθεν. Καὶ τὸ ἔνερθεν
δὲ δύο πάθη ἀνεδέξατο, ϲυγκοπὴν καὶ ἀφαίρεϲιν. ἦν γάρ τι
ὄνομα τὸ ἔνερον, ἀφ’ οὐ τὸ ἐντελὲϲ ἐπίρρημα ἐνερόθεν, ἀφ’ οὐ κατὰ
ϲυγκοπὴν ἔνερθεν, τάχα τῆϲ ὀξείαϲ εὐλόγωϲ ὑπερτεθείϲηϲ κατὰ τὸ
ἄρχον μέροϲ, ἐπεὶ τὰ παραληγόμενα τῶν ἐπιρρημάτων τῷ ο, ὡϲ δεδείξεται,
κατάφορά ἐϲτιν ἐπὶ τὸ παροξύνεϲθαι, τῶν ἄλλῳ φωνήεντι παρεδρευομένων
οὐ τῇδε ἐχόντων. ϲαφὲϲ οὖν, ὅτι καὶ ἐν ἀφαιρέϲει ἐϲτὶ τὸ
Epim. Cr. 290, 20 κέρθ θεν· ἔρα ἐστὶν ἠ γῆ ἐνέρων (Τ 61) ἐνέροθεν καὶ.
συγκοπῆ ἔνιρθν καὶ ὑπένερθε ( Γ 278), ὡς ἑκατέρωξεν ἑκάτερθεν· εἶτα γίνεται
ἔνερθεν γὴς· ἀφαίρεσις ἄρα γέχονε, τὸ γὰρ ἔνερθε πρῶτόν ἐστιν. Cf Et. Or.
117, 20. Et. M. 114, 13.
ἀριϲτεύϲ.
Ἔφαμεν ὡϲ τὰ δύο φωνήεντα ἀποβάλλει τὸ δεύτερον φωνῆεν.
οὐχὶ οὖν δόξει τὸ ἄνευθεν ϲεϲημειῶϲθαι; Πρὸϲ ὃ φήϲομεν , ὅτι
οὐ τῆϲδε τῆϲ παραγωγῆϲ ἔχεται, τῆϲ δὲ διὰ τοῦ θε, ἥ τιϲ καὶ τὴν
δίφθογγον φυλάϲϲει, εἴθε, αἴθε. ἦν οὖν καὶ παρὰ τὸ
καὶ ϲαφέϲ ἐϲτιν ἐκ τοῦ ἁπάντοτε τὸ ϲημαινόμενον φυλάϲϲειν τὴν θε
ϲυλλαβήν. ἡ γοῦν κατάληξιϲ ἡ διὰ τοῦ θεν οὐδέποτε τὸ ν ἀποβάλλει·
τὸ γὰρ Λεϲβόθεν οὐκέτι Λεϲβόθε, οὐδὲ ἄλλο τι τῶν τοιούτων· ἐν δὲ τῷ
τὴν τοῦ ε κατάληξιν. ῷ λόγῳ καὶ ὁ κέ ϲύνδεϲμοϲ κέν ἔϲθ’ ὅτε λέγεται
παρὰ Δωριεῦϲι.
Τὰ τῷ ο παρεδρευόμενα παρὰ Δωριεῦϲι τῶν ἐπιρρημάτων ἀπειράκιϲ
ἐν ἀποκοπῇ γίνεται τοῦ θεν καὶ ἐν μεταθέϲει τοῦ ο εἰϲ ω, καθὼϲ
προείπομεν, αὐτόθεν αὐτῶ, αὐτῶ ὁρῇϲ, Φύϲκα (Sophr. fr. 45
Ahrens), τουτόθεν τουτῶ , τουτῶ θάμεθα (Sophr. fr. 42 Ahrens).
Τῇδε εἶχε καὶ τὸ πόθεν λεγόμενον οὕτωϲ, πῶ πῶ τιϲ ὄνον
ὠναϲείται; (Sophr. fr. 89 Ahrens.) Καὶ τὸ πώμαλα δὲ παρὰ
Ἀττικοῖϲ ἐν παρολκῇ τοῦ μάλα οὕτωϲ ἐγένετο, καθάπερ καὶ τὸ
ὅπερ κατὰ τὴν τοιαύτην ϲημαϲίαν τὸ πώμαλά ἐϲτι παρὰ τοῖϲ Ἀττικοῖϲ
κατὰ τὸ πλεῖϲτον.
Τὰ ϲυμφώνῳ παρεδρευόμενα τῶν εἰϲ θεν ληγόντων ἐπιρρημάτων
παρὰ Δωριεῦϲι καὶ Αἰολεῦϲιν ἀμείβει τὸ ε εἰϲ τὸ α, καὶ κατ’ ἐπακολού
θηϲιν τὸ ν ἀποβάλλει, καθάπερ καὶ ἐπ’ ἄλλων παθῶν τὸ τοιοῦτον
εὑρέϲθαι ἔϲτι. τὸ ᾔδειν παρ’ Ἴωϲι λεγόμενον ἤδεα, πεποιήκειν
ἐπεποιήκεα, καὶ πάντα τὰ τούτοιϲ ὅμοια· καὶ ἐπ’ αἰτιατικῆϲ Ξέρξεα,
Πολυδέκτεα, Γύγεα· καὶ ἐπὶ ϲυνδέϲμου τοῦ ἕνεκεν ἕνεκα, καὶ ἔτι τοῦ
κέν καὶ κά. ὥϲπερ πάλιν εἰ τὸ α εἰϲ τὸ ε μεταπέϲοι, τὸ τηνικαῦτα
πρόϲειϲι τὸ ν παρ’ Αἰολεῦϲι· τὸ λεγόμεθα λεγόμεθεν καὶ πάντα τὰ
τοιαῦτα τῶν ῥημάτων. ⟨Ταῦτα οὖν τῶν ἐπιρρημάτων⟩ ἐϲτὶ διὰ τοῦ α
μεθιϲτανόμενα, ὡϲ ἔφαμεν, κατὰ τὸ πλεῖϲτον, πρόϲθεν πρόϲθα , ἔνερθεν
ἔνερθα , ὄπιϲθεν ὄπιϲθα,
ἔνθεν ἔνθα. καὶ ἐν ἄλλοιϲ δὲ ἐπιρρήμαϲιν, ὡϲ ἐν τοῖϲ ἑξῆϲ δεδείξεται,
τὸ o εἰϲ τὸ α μεταπίπτει παρὰ ταῖϲ προκειμέναιϲ διαλέκτοιϲ.
Παρείπετο τοῖϲ προκειμένοιϲ ἐπιρρήμαϲιν , εἰ μὲν ἀπὸ ὀνομάτων
εἶεν καὶ μὴ τῷ ο παρεδρεύοιτο, τάϲιϲ ἡ αὐτή, ⟨ἣ> ἦν κατὰ τὸ τέλοϲ
τῆϲ γενικῆϲ. τὸ ἀρχῆϲ περιϲπᾶται· τῇδε ἔχει καὶ τὸ ἀρχῆθεν. ὁμοίωϲ
καὶ Ἰωνικὸν τὸ ἀγορῆϲ· τῇδε ἔχει καὶ τὸ ἀγορῆθεν. βαρύνεται τὸ Θήβηϲ·
τῇδε ἔχει καὶ τὸ Θήβηθεν. ἀλλὰ καὶ τὸ Ἀθήνηϲ Ἀθήνηθεν,
ϲιπύηϲ ϲιπύηθεν,
Λυκίαϲ Λυκίαθεν. Ἐπὶ μέντοι τῶν τῷ ο παρεδρευομένων οὐ
ταὐτὸν παρέπεται· ϲχεδὸν γὰρ ἅπαντα ὀφείλει παροξύνεϲθαι. παρὰ
βαρυνομένην γὰρ γενικὴν τὴν Λέϲβου τὸ Λεϲβόθεν παροξύνεται· τῇδε
ἔχει καὶ παρὰ τὴν Κύπρον τὸ Κυπρόθεν, Ἀβυδόθεν, οὐρανόθεν, Διόθεν,
ἐβαρύνθη τὸ οἴκοθεν καὶ ἄλλοθεν (ἔνιοι μὲν γὰρ τὸ παντόϲ πάντοθεν
καὶ παρώξυναν)· καὶ παρ’ ἐπίρρημα δὲ τὸ ἐκτόϲ τὸ ἔκτοθεν καὶ ἔνδον
ἔνδοθεν. καὶ εἰ ἔϲτιν εἰπεῖν ὡϲ οὐκ ἄλλο τι ἐθέλει παροξύνεϲθαι, ὃ μὴ
τῷ ο παρεδρεύεται (καὶ γὰρ ὀξυνομένου τοῦ ἑκάϲ τὸ ἕκαθεν προ
παροξύνεται, καὶ ἅπαντα τὰ τῷ ω παρεδρευόμενα, ἄνω ἄνωθεν,
κάτω κάτωθεν. τῇδε ἔχει καὶ τὸ ἑκατέρωθεν, ἀμφοτέρωθεν, ἑτέρωθεν.
πάλιν δὲ παρὰ τὸ ἐγγύϲ παροξυνόμενον τὸ ἐγγύθεν), οὐκ ἔϲτιν
ἀφορμὴ οὐδεμία τῶν προπαροξυνθέντων. ἴϲωϲ γὰρ τὸ ἄλλοθεν ἠδύνατο
ἔχειν ἀπολογίαν διὰ τὴν βαρύτητα τῆϲ γενικῆϲ, καὶ τάχα τὸ οἴκοθεν·
οὐ μὴν ἐπὶ τῆϲ παντόϲ γενικῆϲ ὀξυνομένηϲ τὸ πάντοθεν. ἢ ἐπιρρήματοϲ
τοῦ ἐκτόϲ ὀξυνομένου τὸ ἔκτοθεν, ὅπου γε καὶ αἱ βαρυνόμεναι γενικαὶ
παρωξυτονήθηϲαν κατὰ παραγωγήν , Κὐπρου Κυπρόθεν, Ἀβύδου
Ἀβυδόθεν.
Παράκειται τοῖϲ εἰϲ θεν λήγουϲι τὰ ἐν τόπῳ, τοῦ τέλουϲ εἰϲ τὸ ι
μεταλαμβανομένου, παρεπομένηϲ τῆϲ τάϲεωϲ τῆϲ αὐτῆϲ καὶ μετὰ μὲν
μονῆϲ τοῦ θ, εἰ τὸ ο προκείμενον εἴη· τὰ γὰρ μὴ οὕτωϲ ἔχοντα καὶ
τὸ θ εἰϲ τὸ ϲ μεταλαμβάνει. τοῦ μὲν οὖν προτέρου οἴκοθεν οἴκοθι,
ἔνδοθεν ἔνδοθι, Ἀβυδόθεν Ἀβυδόθι, οὐρανόθεν οὐρανόθι, τηλόθεν
τηλόθι, αὐτόθεν αὐτόθι καὶ ἐν ϲυγκοπῇ αὖθι. ὑψόθεν ὑψόθι, ἀφ’ οὐ
πάλιν τὸ κατὰ ϲυγκοπὴν ὕψι. καὶ ἴϲωϲ καὶ παρὰ τὸ ἀγχοῦ ἦν τὸ
ἀγχόθεν καὶ ἀγχόθι, καὶ πάλιν κατὰ ϲυγκοπὴν ἄγχι. ϲαφὲϲ δὲ ὅτι
καὶ τὸ κεῖθι πάλιν τὸ αὐτὸ πάθοϲ ἀνεδέδεκτο τῷ κεῖθεν, τῆϲ ϲυγ
κοπῆϲ ϲυνούϲηϲ τῆϲ παρὰ τὸ ἐκεινόθι. Τὰ μὲν οὖν γεγονότα
τοῦ γε μὴν ἑτέρου ὑποδείγματά ἐϲτι τοιαῦτα, Θήβηθεν Θήβῃϲιν,
Ἀθήνηθεν Ἀθήνῃϲιν, θύρηθεν θύρῃϲι.
Τὰ διὰ τοῦ ε ἐκφερόμενα ἐπιρρήματα (λέγω δὲ τὰ προκείμενα
κατὰ παραγωγὴν τοῦ θε· καὶ τὰ τοιαῦτα δὲ λέγω, τὰ διὰ τοῦ τε,
ἄλλοτε, τότε, ὑπὲρ ὧν καὶ κατὰ τὸ ἐξῆϲ εἰρήϲεται, καὶ ἔτι τὰ διὰ τοῦ
ϲε, κυκλόϲε, πάντοϲε, πόϲε, καὶ ἔτι τὰ διὰ τοῦ δε, οἴκαδε, καὶ ἔτι τὰ
τούτοιϲ ὅμοια) οὐ τρέπει πάντοτε τὸ ε εἰϲ τὸ α παῤ Αἰολεῦϲι καὶ
Δωριεῦϲιν, ἀλλὰ τρέψαντά ἐϲτιν ἢ διὰ τοῦ θε ἐκφερόμενα ἢ διὰ τοῦ τε.
καὶ ϲχεδὸν μία ἦν ἀπολογία· πνεύματι γὰρ διαφέρει τὸ τ τοῦ θ. τὰ
γὰρ μὴ τῇδε ἔχοντα τὸ ε φυλάϲϲει. εἴρηται μὲν οὖν περὶ τῶν εἰϲ
θεν, λέγω περὶ τοῦ ὔπιϲθα καὶ ὕπερθα καὶ τῶν τοιούτων· ἔϲτι δὲ καὶ
ὑποδείγματα τῶν
Δωρικοῦ, ἡ τὸ μὲν Δωρικὸν τὸ η εἰϲ κ μεταλαμβάνει, ὅτε τὸ πότε
πόκα ἐϲτί, τὸ ἄλλοτε ἄλλοκα, ὅτε ὅκα. καὶ μετὰ περιϲϲοῦ τοῦ κ,
ὅκκα δὴ γυνά (Alcm. fr. 94 Berak3). οὐ μὴν ἐπὶ τοῦ κυκλόϲε ῆ
ἔραζε ἢ τῶν προκατειλεγμένων.
Τὰ εἰϲ ου λήγοντα ἐπιρρήματα περιϲπᾶται, ἐϲτὶ δὲ παραγωγά.
παρὰ τὸ ὕψοϲ ἦν τὸ ὑψοῦ, παρὰ τὸ τῆλε τὸ τηλοῦ (δύναται καὶ τῷ
τέλοϲ παρακεῖϲθαι, γενομένηϲ ἐκτάϲεωϲ τοῦ ε εἰϲ τὸ η, τελοῦ τηλοῦ·
τὰ γὰρ ἐπὶ τέλουϲ διικνούμενα μεγεθύνεται) καὶ παρὰ γενικὴν τὴν
αὐτοῦ ὁμόφωνόν τι ἐκπίπτει ἐπίρρημα τὸ αὐτοῦ. — δύναται καὶ τῷ
ἄγχι παρακεῖϲθαι τὸ ἀγχοῦ. — ἦν δὲ καὶ τὸ οὑ παρὰ πτωτικὸν τὸ ὅϲ,
ἀφ᾿ οὗ ἀνταποδοτικὸν τὸ τοῦ, πευϲτικὸν δὲ τὸ ποῦ. καὶ ἐπεὶ τὰ
μονοϲύλλαβα τῶν πευϲτικῶν, προϲθέϲει τοῦ ο ἀοριϲτούμενα, βαρύνεται,
οὐκ ἂν εἴη παράλογον τὸ ὅπου κατὰ τάϲιν. — τῇδε ἔχει καὶ τὸ οὐδαμοῦ,
παρακείμενον τῷ οὐδαμόϲ.
Ἔϲτι καὶ ϲυνύπαρξιϲ τῶν εἰϲ τε ληγόντων ἐπιρρημάτων. — παρὰ
τὴν ἄλλοϲ φωνὴν πάλιν τὸ ἄλλοτε, παρά τε τὴν παντόϲ τὸ πάντοτε,
καὶ παρὰ τὸ οὐ τὸ ὅτε. ποῦ πότε, ὅπου ὁπότε. — τῇδε ἔχει καὶ παρὰ
τὸ ἕτεροϲ τὸ ἑτέρωτε (ἢ παῤ ἐπίρρημα τὸ ἑτέρωθε), ἀφ᾿ οὖ καὶ τὸ παῤ
Αἰολεῦϲιν ἑτέρωτα· πρόκειται γάρ, ὅτι τὸ τοιοῦτον ε εἰϲ α τρέπουϲιν
Αἰολεῖϲ καὶ Δωριεῖϲ, ὥϲπερ ἔχει καὶ τὸ πότα. — ϲαφὲϲ ὅτι καὶ παρὰ
τὸ νέοϲ τὸ μὲν κοινὸν ἦν νέοτε, κατ᾿ Ἀττικὴν δὲ ἐπέκταϲιν νέωτα,
Αἰολικώτερον τοῦ ε εἰϲ α τραπέντοϲ. καὶ τὸ ἐνίοτε δὲ παρὰ τὸ ἔνιοϲ
ἢ ἔνιοί ἐϲτιν.
Καὶ τὰ διὰ τοῦ ϲε παραγόμενα εἰϲ τόπον. παρὰ τὸ οἶκοϲ οἴκοϲε,
ἄλλοϲ ἄλλοϲε, παντόϲ πάντοϲε, παρά τε πάλιν τὸ ποῦ τὸ
εὐθέωϲ καὶ ἄλλοϲε· καὶ ἐπεὶ πάντοθεν καὶ πάντοθι,
Τὰ διὰ τοῦ ζε παραγόμενα ἔχει τὸ α παρεδρευόμενον ἐν βραχεῖ
χρόνῳ, Ἄφιδνα Ἀφίδναζε, ἔρα ἔραζε, θύρα θύραζε. ϲημειωτέον οὖν
τὸ χαμᾶζε· καὶ δῆλον ὅτι τῆϲ Ἀττικῆϲ
Εἴπομεν ὡϲ τὰ διὰ τοῦ φι παραγόμενα αὐτὸ μόνον τῆϲ παραγωγῆϲ
ἔχεται τῆϲ διὰ τοῦ φι, καθὸ καὶ ἄλλα πολλά ἐϲτι τὰ διὰ τοῦ δε παραγόμενα,
τοϲόϲδε, τοιόϲδε, ἅπερ τοῦ αὐτοῦ μέρουϲ λόγου ἔχεται, καθὸ
καὶ πλεῖϲτα τῶν εἰϲ θεν ληγόντων, ὡϲ ἡ ἐμέθεν ἀντωνυμία καὶ αἱ
ϲύζυγοι. — ἔχεται μέντοι καὶ ἕτερα ἐπιρρηματικῆϲ ἐννοίαϲ, ὥϲπερ παρὰ
τὴν ἰνόφιν φωνὴν τὸ ἶφι ϲυνεκόπη, ϲημαῖνον τὸ ἰϲχυρῶϲ. τὸ μέντοι
νόϲφι πρὸϲ ἐνίων οὕτωϲ ἀπεδίδοτο, ὡϲ τὸ νο
ἕπεϲθαι, κατὰ ϲτέρηϲιν
Ϲαφὲϲ δὲ ὅτι καὶ Ϲέλευκοϲ καὶ οἱ πλεῖϲτοι ὑγιῶϲ ἐφίϲτων τῷ
ἡ γὰρ εἰϲ θι παραγωγὴ τὸ ἐν τόπῳ ϲημαίνει. ὅπερ τινὲϲ μετέγραψαν
τὸ οὐρανόθεν, ἵνα τὸ ἐκ τόπου δηλωθῆ. ἀλλὰ πάλιν ἐδόκει καὶ τὸ
πρό ἀντικεῖϲθαι· ἐπεὶ γὰρ τὸ οὐρανόθεν τὸ ἐξ οὐρανοῦ ϲημαίνει, οὐ
ϲυνίϲταται δὲ τὸ πρὸ ἐξ οὐρανοῦ, ϲαφὲϲ ὅτι παραπεμπτέον καὶ τὴν
διὰ τοῦ θεν γραφήν. χωρὶϲ εἰ μὴ ἐκεῖνό τιϲ εἴποι, ὡϲ ἔϲθ᾿ ὅτε ταῖϲ
γενικαῖϲ μόνον ἡ παραγωγὴ ἰϲοδυναμεῖ, οὐ δηλουμένηϲ τῆϲ ἔκ προθέϲεωϲ
ὡϲ τὸ
καὶ τὸ οὐρανόθεν προϲλαμβάνει τὴν ἔξ πρόθεϲιν, ἐξ οὐρανόθεν, ὡϲ αὐ
· τοῦ θεν νῦν οὐ λεκτικῶϲ προϲεληλυθότοϲ, ἐν δὲ μόνον παραγωγῇ,
καθὼϲ προαπεδόθη. τῆδε οὖν ἕξει καὶ τὸ οὐρανόθεν πρό. — εὐμαρέϲτερον
μέντοι τὴν διὰ τοῦ φι παραγωγὴν παραδέχεϲθαι, ἤ τιϲ ϲυνήθωϲ
καὶ ἐπὶ γενικῆϲ παραλαμβάνεται. ἢ παραλαμβανομένη ποικίλαϲ ἔχει τὰϲ
προθέϲειϲ προϲιούϲαϲ, ἐκ παϲϲαλόφιν, ἀπὸ χαλκόφι. — διὸ καὶ
ἐν παραγωγῇ μόνον κατὰ τὰϲ ἀρχὰϲ τὰ τοιαῦτα τῶν ἐπιρρημάτων
παρελαμβάνομεν. — τῇδε οὖν ἔχει καὶ τὸ οὐρανόφι πρό.
Τὰ εἰϲ ω λήγοντα ἐπρρήματα ϲημαίνει καὶ τὸ ἐν τόπῳ καὶ τὸ εἰϲ
τόπον (τὴν γὰρ διὰ τοῦ θεν παραγωγὴν ἔχει
ὅτι μάλιϲτα. μάλιϲτα
ταῖϲ προθέϲεϲιν, ἐὰν ὧϲι διϲύλλαβοι, μιῇ δὲ πλεονάζει, εἰ εἶεν μονοϲύλλαβοι,
δυνάμει καὶ ἡ ἔξ εἰϲ ϲ λήγει· οὕτωϲ ἔχει τὸ ἔξω. φαμὲν οὖν ἄνω
(«χρῆν γάρ », φαϲίν, «ἔνδον »·) προαποδεδειγμένου τοῦ ὅτι δύο τοπικὰϲ
ϲχέϲειϲ ϲημαίνει τὰ τοιαῦτα τῶν ἐπιρρημάτων. — ἐγώ γε μὴν ὑπολαμβάνω,
ὡϲ μᾶλλον τὸ ἔνδον ἀλογώτερον καθέϲτηκεν. οὐδὲν γὰρ
ἄλλο τι τῶν εἰϲ δον ληγόντων ἐπιρρημάτων τοπικόν ἐϲτι, ποιότητοϲ
δὲ παραϲτατικόν. ἀπειρότερον οὖν ἀναϲτρέφοντεϲ ⟨περὶ⟩ τῶν τοιούτων
ϲημαϲιῶν καὶ ἐπιμέμφονται τὸ
Ὡϲ προείπομεν, τὰ εἰϲ δον λήγοντα ἐπιρρήματα ἀεὶ ποιότητόϲ
ἐϲτι παραϲτατικά, ἀγεληδόν, ταυρηδόν, ϲκηνηδόν, βοτρυδόν, ἰλαδόν.
ϲυνωχαδόν· ἦν οὖν τὸ ἔνδον κατὰ τοῦτο ϲημειούμενον. ἀλλὰ καὶ
ὀξύνεται ἅπαντα, καθὼϲ κατείλεκται· καὶ ἕνεκα τούτου ϲημειωτέον
πάλιν τὸ ἔνδον. τὸ γὰρ ἔμπεδον οὐκ ἔχεται τῆϲ παραγωγῆϲ τῆϲ
διὰ τοῦ δον, ἀλλ᾿ ἔϲτιν ἐν ϲυ
παραλαμβανομένη, καθὼϲ ἔχει τὸ καλόν,
καὶ τὸ
τοιούτων ὀνομάτων παρεπόμενόν ἐϲτι, τέκνον εὔτεκνοϲ, βλέφαρον
καλλιβλέφαροϲ, ξύλον ἄξυλοϲ· ἦν οὖν καὶ παρὰ τὸ πέδον τὸ ἔμπεδοϲ,
ἀφ᾿ οὖ οὐδέτερον τὸ ἐμπεδον, κατὰ ἐπιρρηματικὴν ϲύνταξιν εἰλημμένον.
Ἐϲτιν οὖν ὑπὲρ τῆϲ τάϲεωϲ τοῦ ἔνδον ἐκεῖνο φάναι, ὥϲ ἐϲτί
τινα ὑπεξαιρούμενον τῆϲ τάϲεωϲ, ὅτι ἃ μὲν ποιότητοϲ, ὃ δὲ τόπου
— Τινὲϲ μέντοι τὸ ἐντελέϲτερον ἐξεδέξαντο τὸ ἔνδοι εἴναι, ὅπερ ἐν
χρήϲει Ϲυρακουϲίοιϲ καὶ Αἰολεῦϲίν ἐϲτι, γενόμενον ἐκ ϲυγκοπῆϲ τοῦ
ἐνδόθι, καθότι καὶ παρέκειτο τῷ ἀγχόθι τὸ ἄγχι, τῷ ὑψόθι τὸ ὕψι
ἀφ᾿ οὖ ἐκ μεταλήψεωϲ τοῦ ι εἰϲ τὸ ν ἔνδον ἐγεγόνει, καθότι καὶ τῷ
ἀεί παράκειται τὸ αἰἑν· ἔνθεν ἐβαρύνετο εὐλόγωϲ, καὶ τοπικὸν ἦν.
Οὐκ ἀγνοῶ μέντοι γε, ὅτι τινὲϲ τὸ
προείρηται, ἐχόμενον τοῦ πάθουϲ ἀναγκαίωϲ βαρύνεται. τῇδε γὰρ ἔχει
καὶ τὸ ἐπίρρημα παῤ Αἰολεῦϲι τὸ μέϲοι,
Ἔτι τὰ προκείμενα τῶν εἰϲ δον ληγόντων, ἀπὸ ὀνόματοϲ εἰϲ
ἐπιρρήματα παρηγμένα, ἢ τῷ η παρεδρεύεται ἢ τῷ α, ϲκηνηδόν,
ἀγεληδόνξ, ταυρηδόν, πανθυμαδόν, κατωμαδόν,
Τρύφωνοϲ (p. 53 Velsen) τὸ βοτρυδόν, ὅπερ διὰ τὴν φυλάϲϲουϲαν γὲνικὴν
τὸ υ ἐδύνατο ἂν ἔχειν ἀπολογίαν. ϲχηματίζεται καὶ ἀπὸ μετοχῶν,
ὡϲ τὸ ἐθελοντηδόν καὶ ἑκοντηδόν. ϲπανιάκιϲ ἀπὸ τῶν εἰϲ ξ ληγόντων,
ὡϲ τὸ κλιμακηδόν, δονακηδόν καὶ ἔτι ἀπὸ ἐπιρρημάτων τοῦ λάθρᾳ
τὸ λαθρηδόν, χωρὶϲ εἰ μὴ ὀνόματι τῷ λαθραῖοϲ παράκειται, ὥϲτε τὸ
ἐντελὲϲ εἶναι λαθραιηδόν, καὶ ἐν ϲυγκοπῇ λαθρηδόν. καὶ παρὰ ῥῆμα
ϲχηματίζεται, ἐκ μὲν βαρυτόνου τοῦ βρύχω τὸ βρυχηδόν· καὶ ἴϲωϲ τῷ
κρυφῶ περιϲπωμένῳ παράκειται τὸ κρυφηδόν. τῷ πελάζω καὶ ἐμπελάζω
παράκειται τὸ ἐμπελαδόν, τῷ ϲχέθω ϲχεδόν, τῷ κρίνω κριδόν καὶ διακριδόν,
φαίνω φανδόν καὶ ἀναφανδόν, χαίνω χανδόν. μένει δὲ τὸ ν
ἐπὶ τοῦ χανδόν καὶ ἀναφανδόν, καθὸ καὶ ἐν παρακειμένῳ τῷ πέφαγκα
καὶ κέχαγκα, οὐ μὴν ἐν τῷ κέκρικα ἢ κέκλικα, ἀφ᾿ οὐ τὸ κριδόν καὶ
διακριδόν, κλίνω κλιδόν καὶ παρακλιδόν. καὶ φαίνεται ὅτι τῷ μὲν
Τὰ εἰϲ δην ἐν βαρείᾳ τάϲει ἐϲτί, καὶ παράγεται καὶ ἀπὸ ὀνομάτων,
ὡϲ τῷ λόγοϲ τὸ λογάδην παράκειται, μόνοϲ μονάδην, τρόχοϲ τροχάδην,
ϲπόροϲ ϲποράδην. ἤ παρὰ ῥῆμα, διὰ τοῦ δ καὶ τοῦ ϲυγγενοῦϲ β παραλαμβανομένου
ἐν πρώτῃ ϲυζυγίᾳ, κλέπτω κλέβδην, κρύπτω κρύβδην,
γράφω γράβδην, ὄπτω ὄβδην καὶ ἐϲόβδην. καὶ παρὰ τοὺϲ εἰϲ ξω
λήγονταϲ μέλλονταϲ διὰ τοῦ γδ, πλέξω πλέγδην, μίξω μίγδην, νύξω
νύγδην. καὶ παρὰ τὴν πέμπτην δὲ ϲυζυγίαν, αἴρω ἄρδην, φύρω φύρδην.
καὶ παρὰ τὸ ϲύω δὲ τὸ ϲύδην· ὅπερ ἐϲχημάτιϲτο, ἐκ μεταθέϲεωϲ τοῦ ε
εἰϲ τὸ υ, παρὰ τὸ ϲέω, ἀφ’ οὗ καὶ τὸ ϲόοϲ, καθότι καὶ τῷ ῥέω τὸ
ῥύω παράκειται, ἀφ᾿ οὐ καὶ τὸ ῥύβδην καὶ ὁλόκληρον εἰϲ ον λῆγον
ῥυδόν· καὶ παρὰ τὸ χύω τὸ χύδην. ϲεϲημείωται τὸ βύζην, καὶ διὰ τὴν
ἔκταϲιν τοῦ υ, καὶ διὰ τὴν μονὴν τοῦ ζ. καὶ παρὰ ῥῆμα δὲ τὸ ῥῶ,
ἀφ᾿ οὗ τὸ ῥητόν καὶ ἄρρητον, παράκειται τὸ ῥήδην, καθὸ καὶ τῷ
τμήγω τὸ τμήδην. φαίνεται ὅτι καὶ τῷ ἤδω τὸ ἥδην παράκειται καὶ
ἅδην. καὶ παρὰ τὰ εἰϲ μι λήγοντα ἔϲτιν εὑρέϲθαι, βίβημι βάδην, ἵημι
ἀέδην καὶ ἀνέδην. ἔδει οὗν καὶ παρὰ τὸ πρίημι τὸ πριάδην ἐπιρρηματικῆϲ
ἐχόμενον ϲυντάξεωϲ.
Ὅτι πρωτότυπόν ἐϲτι τῶν εἰϲ ωϲ ληγόντων τὸ ἕωϲ, δῆλον, οὐ
μὴν τὸ ἰϲοδυναμοῦν εἰϲὅ, καθὸ καὶ ἐν τόνῳ καὶ ἐν πνεύματι ἐπιϲτάϲεωϲ
ἐδέετο. ἐν πνεύματι μὲν οὗν, ὡϲ ἀδύνατόν ἐϲτι τὴν ἐν φωνήεντι
δαϲεῖαν ἐπὶ τέλουϲ εὑρέϲθαι· ἐν τόνῳ δέ, καθὸ οὐδεμία λέξιϲ εἰϲ ο
λήγουϲα τόνου ἔχεται τοῦ ὀξέοϲ, καὶ ἕνεκά γε τούτου τὸ αὐτό ἐϲημειοῦτο,
περὶ οὐ εἴρηται περὶ τῶν ἀντωνυμιῶν. ὅτι μὲν οὖν καὶ ἄλλα
ἐϲημειοῦτο ἕνεκα τοῦ ἐπὶ τέλουϲ πνεύματοϲ, εἶρηται καὶ ἐν τῷ περὶ
δαϲείαϲ καὶ ψιλῆϲ
ἔννοιαν. καὶ ἄπορόν γε, πότερον ἐπίρρημά ἐϲτιν αἰτίαϲ
παραϲτατικόν, ἤ ϲύνδεϲμοϲ αἰτιώδηϲ. ἡ ϲύνταξιϲ αἰτιολογική, ὡϲ εἰ καὶ
ἐπ᾿ ὀνόματοϲ καὶ τῆϲ διά προθέϲεωϲ, λέγω δὲ ἐπ᾿ ὀνόματοϲ τοῦ κατ᾿ αἰτιατικὴν
νοουμένου, ἐφ᾿ ἧϲ καὶ μάλιϲτα ἡ αἰτιολογικὴ φράϲιϲ γίνεται.
τὸ γὰρ φάναι δι᾿ Ἀριϲτάρχου ἢ δι’ Ἀλεξανδρείαϲ δῆλον ὡϲ
ϲημαίνει ἐπὶ μὲν τῶν ἐμψύχων τὸ γινώϲκοντοϲ Ἀριϲτάρχου, τὸ δὲ ἐπὶ
τῶν τοπικῶν τὴν δι᾿ αὐτῶν γινομένην πορείαν, δι᾿ Ἀλεξανδρείαϲ,
διὰ τοῦ Ἑλληϲπόν του· τὸ γὰρ ἐπ᾿ αἰτιατικῆϲ παραλαμβανόμενον
αἰτιολογικὴν ὑπαγορεύει φράϲιν, δι᾿ Ἀλέξανδρον, δι᾿ Ἀρίϲταρχον,
διὰ τὴν πόλιν, διὰ τὴν Λέϲβον, διὰ τὴν Ἴλιον. ὅθεν δοκεῖ μοι
καὶ τόδε τὸ μόριον ταύτηϲ ἔχεϲθαι τῆϲ ϲυντάξεωϲ. ὡϲ μὲν οὖν οὐ δύναται
δοτικῆϲ εἶναι πτώϲεωϲ, προφανὲϲ ἐκ τοῦ ϲημαινομένου (δοτικὴ
γὰρ οὐδέποτε αἰτιολογικὴν φράϲιν παρίϲτηϲι), καθὼϲ ἔφαμεν, μαρτυρούϲηϲ
καὶ τῆϲ παραδόϲεωϲ καὶ κατὰ τάϲιν καὶ κατὰ γραφήν. ὅτι δὲ
οὐδὲ αἰτιολογικὸϲ ϲύνδεϲμοϲ, προῦπτον. οὐ γὰρ δή γε ἀντιμεταλήψειϲ
εἰϲὶν ἐν αὐτοῖϲ τοῖϲ αἰτιολογικοῖϲ ϲυνδέϲμοιϲ, λέγω τῷ ὅτι ἢ γάρ ἢ
ἕνεκα ἤ τινι τῶν τοιούτων. — Ῥητέον οὖν ὡϲ ἐθιμώτερον οἱ ποιηταὶ
ἐλλείπουϲι προθέϲεϲιν, ὡϲ ἐπὶ τοῦ
καὶ ἐπί γε μάλιϲτα τοῦ προκειμένου μορίου. οὐ γὰρ ἂν ἄλλωϲ αἰτιολογικὴν
τό γε μὴν προτακτικόν, ἠθιϲμένον κατ’ ἀρχὰϲ λόγων παραλαμβάνεϲθαι,
οὐκ ἀήθη ἔϲχε τὴν κατ’ ἀρχὰϲ θέϲιν.
Εἴπερ τὸ ἄν τικρυϲ βαρύνεται, τί δή ποτε οὐχὶ καὶ τὸ κατ’ ἀποβολὴν
τοῦ ϲ, καθὸ καὶ ἐπ’ ἄλλων ἔϲτιν ἐπινοῆϲαι, πολλάκι, ἑπτάκι,
τουτάκι Ἤ καθὸ τὰ εἰϲ ῦ λήγοντα ἐπιρρήματα ἐθέλει ὀξύνεϲθαι, ὡϲ
ἔχει τὸ μεταξύ καὶ τὸ εὐθύ; (τὸ γὰρ ἔϋ ἴϲωϲ ἀπὸ διαιρέϲεώϲ ἐϲτι τοῦ
εὖ, ἢ καὶ τάχα παράλογον ἔχει τὴν τάϲιν, ὡϲ δεδείξεται). — Ἔϲτι
καὶ τῇδε ἀποφήναϲθαι, ὡϲ μᾶλλον κατώρθωτο τὸ ἀντικρύ, τῆϲ ὑγιοῦϲ
τάϲεωϲ ὑπόμνηϲιϲ καθεϲτηκόϲ, τὸ δὲ ἄντικρυϲ ἠλόγηται βαρυνόμενον,
εἴγε τὰ τοιαῦτα τῶν ἐπιρρημάτων ὀξύνεται, ἰθύϲ, ἐγγύϲ· καὶ ἕνεκα
τούτου παράλογον τὸ ἄντικρυϲ.
Τοῖϲ εἰϲ υϲ λήγουϲιν ὀξυτόνοιϲ παράκειται εἰϲ υ λήγοντα, ὁμόφωνα
οὐδετέροιϲ, ἐπιρρήματα, ὡϲ τὸ
ὤφειλε παρακεῖϲθαι ὀξύτονον τὸ ἐὖ, ὅπερ ϲυναιρεθὲν ἀναγκαίωϲ
περιεϲπάϲθη διὰ τὴν ἐν αὐτῷ δίφθογγον· προλήψει μέντοι τοῦ
διῃρῆϲθαι τὴν ευ ἐβάρυναν τὸ ἐπίρρημα.
Τὰ τοπικὰ τῶν ἐπιρρημάτων τρεῖϲ ἔχει διαϲτάϲειϲ, τὴν ἐν τόπῳ,
τὴν εἰϲ τόπον, τὴν ἐκ τόπου. καὶ δῆλον ὅτι ἀρκτικώτερά ἐϲτι τὰ ἐν
τόπῳ· τὰ γὰρ ἐκ τόπου πολὺ πρότερον ὁμολογεῖ τὸ ἐν τόπῳ ε=iναι,
καὶ ἔτι τὸ εἰϲ τόπον τὸ ἐκ τόπου τὴν μετάβαϲιν ποιεῖϲθαι. ἤδη δὲ καὶ
διὰ τῶν φωνῶν ϲαφὲϲ τοῦτο γενήϲεται. τὸ γὰρ ποῦ ϲημαίνει τὸ ἐν
τόπῳ· ἀφ’ οὖ γίνεται τοπικὸν εἰϲ τόπον παραγωγὸν πόϲε καὶ ἔτι τὸ
πόθι. καὶ ἐκ τόπου τὸ πόθεν. παρά τε τὸ ὕψοϲ ὑψοῦ γίνεται, ἀφ’ οὐ
τὸ ὑψόθεν καὶ ὑψόθι.
Ὃν τρόπον ἐν τῷ παρεπομένῳ γένει τοῖϲ ὀνόμαϲίν ἐϲτι μοναδικὰ
κατὰ ἀρρενικὴν προφοράν, καὶ ἔτι κατὰ θηλυκὴν καὶ οὐδετέραν, μονο
γενῆ καλούμενα, καὶ ὡϲ ἔϲτι τινὰ τριγενῆ, ἐν ἑκάϲτῃ φωνῇ λεγόμενα,
καλόϲ καλή καλόν, ἐπικοινωνοῦντά τε τῷ ἀρρενικῷ γένει καὶ θηλυκῷ,
ὁ ψευδήϲ καὶ ἡ ψευδήϲ καὶ τὸ ψευδέϲ, ἔνιά τε ἐν δυϲὶ γένεϲι νοεῖται
γὰρ ἀρϲενικὰ καὶ θηλυκά, ὡϲ ἵπποϲ καὶ τὰ παραπλήϲια, τοῦτον τὸν
τρόπον ἔϲτιν εὑρέϲθαι καὶ τὴν τῶν τοπικῶν ἐπιρρημάτων ϲχέϲιν ἢ
μόνον μοναδικὴν οὖϲαν, ὥϲτε μὴ καὶ ἐξ ἀκολουθίαϲ ἐγγίνεϲθαι τὰϲ
ὑπολοίπουϲ ϲχέϲειϲ τῶν τόπων, ὥϲπερ ἐπὶ τοῦ πῇ ἐπιρρήματοϲ καὶ
ἄλλων ὧν παρεθέμεθα, ἢ ἐξ ἀκολούθου προφορᾶϲ τὴν τριϲϲὴν διάϲταϲιν
ποιεῖϲθαι ὥϲπερ τὰ τριγενῆ, ὡϲ παρὰ τὴν οἴκου ἀποτελεῖται τὸ οἴκοθι
οἴκοθεν οἴκαδε, καὶ τοῦ ἐπιρρήματοϲ κατὰ τὸ δέον τὴν ἀκόλουθον
φωνὴν ἀπενεγκαμένου. ἔϲτιν ἃ καὶ ἐπικοινωνεῖ, κατὰ τὸν αὐτὸν
χαρακτῆρα ϲημαϲίαν ἔχοντα τὴν εἰϲ τόπον καὶ ἐν τόπῳ, οὐ μὴν τῆν
ἐκ τόπου, ὡϲ τὸ ἄνω καὶ τὰ τοιαῦτα, ὑπὲρ ὧν εἰρήϲεται. ϲπάνια μήν
ἐϲτι τὰ διὰ μιᾶϲ φωνῆϲ τὴν τριϲϲὴν τῶν τοπικῶν ἐπιδεχόμενα διάϲταϲιν,
ὡϲ ἔχει τὸ πρόϲθεν καὶ εἴ τι τοιοῦτον. καὶ ἔϲτι τὸ προειρημένον τοπικὸν
τόπῳ ἐπιρρημάτων καὶ εἰϲ τόπον (καθὸ τὸ τοιοῦτον καὶ ἐπ᾿ ἄλλων
μερῶν λόγου δείκνυται, ἐν πτώϲεϲι μὲν εὐθείαϲ πρὸϲ αἰτιατικὴν καὶ
κλητικήν, γενικῆϲ τε πρὸϲ δοτικήν, καὶ διὰ τοῦτο πάμπολλοϲ ἡ
ϲυμμονὴ τῶν πτώϲεων καὶ ϲυνέμπτωϲιϲ, δυϊκῶν ἁπάντοτε ϲυμπιπτόντων,
οὐδετέρων τε κατ᾿ εὐθεῖαν καὶ αἰτιατικὴν καὶ κλητικήν, καὶ ἐπὶ τῶν
πλείϲτων ἀρρενικῶν κατ᾿ εὐθεῖαν καὶ κλητικήν, ὥϲτε καὶ μέχρι ϲχημάτων
ἀνάγεϲθαι τὴν ϲυμπάθειαν, ὡϲ
καὶ τὰ τούτοιϲ ὅμοια, καὶ ἐπὶ πληθυντικῶν ἁπάντων· ἔν τε ῥήμαϲιν
ἐνεϲτώτων πρὸϲ παρατατικούϲ καὶ παρακειμένων πρὸϲ ὑπερϲυντελικούϲ.
καὶ περιϲϲὸν τὸ νῦν τούτων ἁπάντων παράθεϲιν ποιεῖϲθαι)· ἐντεῦθεν
οὖν καὶ τὰ προκείμενα ἐπιρρήματα διὰ τὴν προκειμένην ϲυμπάθειαν
ϲυντρέχει, καθ’ ἕνα ϲχηματιϲμὸν παραλαμβανόμενα, τῆϲ χρήϲεωϲ ἔϲθ᾿
ὅτε καὶ τὴν ἐν αὐτοῖϲ διαϲτολὴν διαϲυγχυνούϲηϲ. τὸ γὰρ ποῦ ἀπ ἀπλθεν
ἢ ποῦ μένει ἐν ἔμεινε κατὰ τὰϲ δύο διαϲτάϲειϲ τῶν τόπων, τοῦ ποιητικοῦ
ἔθουϲ τὸ πλέον διαϲτείλαντοϲ,
Τὰ εἰϲ δε λήγοντα ἐπιρρήματα τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει,
οἴκαδε, ἄγραδε, ἄλαδε (καὶ ἐκ ϲυντάξεωϲ αἰτιατικῆϲ πτώϲεωϲ καὶ τοῦ
δέ ϲυνδέϲμου ἀποτελεῖται, ϲχεδὸν μίμημα καθεϲτὸϲ τῆϲ προκειμένηϲ
παραγωγῆϲ, οἶκον δέ, Οὔλυμπον δέ). —διὰ ταύτην τὴν ἀφορμὴν καὶ
τὸ ὧδε ἀπηνέγκατο τὴν εἰϲ τόπον ϲχέϲιν, ὧδε ἦλθεν ὁ δεῖνα, καὶ
τὴν ἐν τόπῳ κατὰ τὴν προκειμένην ϲυμπάθειαν τῶν εἰϲ τόπον καὶ ἐν
τόπῳ, ὧ δἑ ϲε μένω. Ἴϲωϲ δόξει τὸ Ὁμηρικὸν ἔθοϲ ἀντικεῖϲθαι
τῇ προειρημένῃ ϲυντάξει τοῦ τοπικοῦ ἐπιρρήματοϲ, ὡϲ παῤ αὐτῷ οὐ
τοπικόν ἐϲτι, ποιότητοϲ δὲ παραϲτατικόν, καὶ ἰϲοδυναμοῦν τῷ οὕτωϲ·
περὶ οὗ ἐξ ἐπικρίϲεωϲ ἐντελῶϲ εἴπομεν ἐν τῷ περὶ ἐπιρρημάτων, ὡϲ
εἴη μὲν ἡ δέουϲα αὐτοῦ προφορὰ ϲημαίνουϲα τὸ οὕτωϲ, ἡ δὲ προκειμένη
πολλὴ παράθεϲιϲ ἐπὶ τῶν τοπικῶν ἐπιρρημάτων ἀπηνέγκατο καὶ
τὸ προκείμενον μόριον εἰϲ τὴν τοπικὴν ϲχέϲιν.
Ἤδη μέντοι ἔνια, ἅπερ καὶ ϲπανιώτατά ἐϲτιν, ἀνεδέξατο τὴν εἰϲ
δε παραγωγὴν οὐκ οὖϲαν τοπικήν, κοινὴν δὲ καὶ ἄλλων μερῶν λόγου,
οὐδὲν πλέον ϲημαίνουϲαν τοῦ ἀφ᾿ οὐ παρήχθη, εἴγε τοῖϲ οὕτωϲ
ἐπεκτεταμένοιϲ παρεπόμενόν ἐϲτιν ἐν ἀνταποδοτικῷ μορίῳ καταγίνεϲθαι
διὰ τοῦ τ, τοϲόϲδε, τοιόϲδε, τηλικόϲδε. οἷϲ ὅμοιον παρὰ τὸ ἡνίκα καὶ
τηνίκα τὸ τηνικάδε, ἦμοϲ τῆμοϲ τημόϲδε. — πρόϲκειται δὲ τὸ τοιοῦτον
χρὴ μέντοι νοεῖν, ὡϲ τὰ ἐπεκτεταμένα ἕξει τὴν ἀνταπόδοϲιν τοῦ τ, οὐ
μὴν τὰ ἀνταποδοθέντα τὴν ἐπέκταϲιν ἔχει. ἰδοὺ γὰρ παρὰ τὸ ὄφρα
καὶ τόφρα τὰ τῆϲ ἐπεκτάϲεωϲ οὐκ ἐγένετο· καὶ τὸ ἕωϲ καὶ ἔτι τέωϲ·
ϲωϲ ὅτι καὶ ἐν ἄλλοιϲ ἐλλιπῆ ἐϲτι τὰ τοιαῦτα ϲχήματα. παρείπετο
γὰρ τὸ τοιοῦτον τοῖϲ ἐπεκτεταμένοιϲ, καὶ ἐν πύϲμαϲι καταγίνεϲθαι ἃ
δὲ ἐλλιπῆ πυϲματικῆϲ ἦν προφορᾶϲ — καὶ ἐκ τῆϲ ἀναϲτροφῆϲ δὲ τοῦ
λόγου πάλιν ἐϲτί τινα ἀντικείμενα, ὡϲ παρὰ τὸ ὥϲ τὸ ὧδε οὐκ ἀρξάμενον
ἀπὸ τοῦ τ, καὶ παρὰ τὸ ἔνθα τὸ ἐνθάδε. ὅτι γὰρ οὐκ ἔϲτι τῆϲ
τοπικῆϲ παραγωγῆϲ, ϲαφὲϲ ἐντεῦθεν. τὰ τοπικὰ παραχθέντα μετὰ τοῦ
ϲημαινομένου καὶ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ἄγραδε, οἴκαδε·
τοῦτο δὲ οὐχ οὕτωϲ ἔχει. τὰ τοπικὰ παραχθέντα ἀποβολῇ τοῦ δε
οὐκ ἀπολιμπάνει λέξιν ϲημαίνουϲάν τι, χωρὶϲ εἰ μὴ ἐκ παραγωγῆϲ μὲν
μὴ εἴη, ἐκ δὲ ϲυντάξεωϲ τοῦ δέ ϲυνδέϲμου καὶ πτώϲεωϲ αἰτιατικῆϲ, ὡϲ
τὸ Οὔλυμπον δέ καὶ τὰ ὅμοια. (καὶ διὰ τοῦτο ἀμφίβολον τὸ ἅλαδε.
ὅπερ πάλιν τῷ ἐνθάδε οὐ παρακολουθεῖ). εἴπερ οὖν τὸ ἔνθα καταλιμπάνεται
ὑποϲτελλομένου τοῦ δε, ἴδιον δ᾿ ἐϲτὶ τοῦτο τῶν διὰ τοῦ δε
ἐπεκτεταμένων, τὸ πάλιν ἀποβολῇ τοῦ δε τὸ αὐτὸ ϲημαίνειν, ὥϲ γε
ἔχει τὸ τηνικάδε καὶ τηνίκα, τημόϲδε καὶ τῆμοϲ, ὧδε ὥ, ὃ δὴ Δωρικόν
ἐϲτιν, ὥτε χερνῆτιϲ γυνή (lyr. gr. III3 p. 1359 Bergk) καὶ ἐπὶ
ὀνομάτων τοιόϲδε τοῖοϲ, τοϲόϲδε τόϲοϲ· τῆϲ προκειμένηϲ παραγωγῆϲ
καὶ τὸ ἐνθάδε. εἶπερ οὖν ἴδιον τὸ τὴν πρὸ τέλουϲ ὀξύνειν, βραχεῖαν
οὖϲαν, τῶν διὰ τοῦ δε παρηγμένων, τημόϲδε, τηνικάδε, τοιοῦτον ἄρα
καὶ τὸ ἐνθάδε. πρόδηλον ὅτι καὶ τὸ ἐνθένδε τῆϲ αὐτῆϲ παρολκῆϲ
ἐϲτιν· ὅπερ ὅλωϲ οὐδὲ τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει. ἔτι ὃν τρόπον
διαφέρει τὰ τοιαῦτα, καθὸ ὃ μέν ἐϲτι παρηγμένον διὰ τοῦ δε, ὃ δὲ ἐν
δυϲὶ μέρεϲι λόγου, τὸν ἴδιον ἔχον τόνον καὶ τὸν τοῦ δέ,
Μόνωϲ τὰ διὰ τοῦ ζε τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει, ἔραζε, θύραζε, Ἀφίδναζέ, Θήβαζε, οὐκ ἀπιθάνωϲ, τοῦ ζ καὶ τοῦ δ ἰϲοδυναμοῦντοϲ ϲχεδόν, κλύζω κλύδων, κνίζω κνίδη, ἕζω ἕδοϲ.
Τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα, ἡνίκα μὲν ἀπὸ προθέϲεωϲ παρῆκται,
πάντωϲ ἐϲτὶ τοπικά, ὡϲ τὸ ἄνω καὶ τὰ ὅμοια· ἡνίκα δὲ ἀπ’ ὀνομάτων,
τὴν τοῦ ὀνόματοϲ ϲχέϲιν παραλαμβάνει ἐπιρρηματικῶϲ νοουμένην. παρὰ
τὸ τείνειν ὁ τόνοϲ εἴρηται, ἧϲ ἔχεται πάλιν ἐννοίαϲ τὸ τόνῳ· ἐπίταϲιν
γὰρ ἐνεργήματοϲ ϲημαίνει. ὁμοίωϲ τὸ ἄνεωϲ ϲημαίνει τὸν ἄφωνον,
λέγω ὀνοματικῶϲ, ἀφ’ οὐ πάλιν ἐπίρρημα πίπτει, τῆϲ αὐτῆϲ ἐννοίαϲ
ἐχόμενον τὸ ἄνεῳ καὶ τὸ ἀναύδ
κατηγορεῖ ϲχέϲεωϲ τοπικῆϲ. ὁμοίωϲ καὶ τὸ πόρρω, Ἀττικώτερον ἐκταθέν,
παρακείμενον τῷ πόροϲ, πάλιν τοπικῆϲ ἐννοίαϲ οὔϲηϲ. τά γε μὴν
ἀπὸ προθέϲεωϲ παραχθέντα πάντοτε τοπικὴν ϲχέϲιν ἐπαγγέλλεται, ἴϲωϲ
ὅτι καὶ αὐταὶ αἱ προθέϲειϲ, μετὰ καὶ ἄλλων ϲημαινομένων, τοπικὰϲ
ϲχέϲειϲ παρεμφαίνουϲιν, ἀναβαίνει, καταβαίνει, καὶ μάλιϲτά γε ἐπὶ τῆϲ
τῶν ῥημάτων ϲυνθέϲεωϲ, ὅτε καὶ αὐτὰ τὴν ἐν τόπῳ κίνηϲιν ϲημαίνει·
ἐπὶ γὰρ τῶν πτωτικῶν καὶ ἄλλα πάμπολλα ϲημαίνει, κατὰ Κτηϲιφῶντοϲ,
διὰ Τρύφωνα, περὶ ἐμοῦ. ἔϲτι δὴ τὰ ὑπόλοιπα ταῦτα,
ἀνά ἄνω, κατά κάτω, πρόϲ πρόϲω, ἔϲ ἔϲω, ἔξ ἔξω. καὶ ἕκαϲτον
τῶν προκειμένων ϲημαίνει καὶ τὴν εἰϲ τόπον ϲχέϲιν καὶ τὴν ἐν τόπῳ,
ἄνω ἔρχομαι, ἄνω μένε·
καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτό. πῶϲ οὖν ἄλογον καὶ τὸ
ἐν τόπῳ καὶ τὴν εἰϲ τόπον,
δι’ εὐπετείαϲ τειχέων εἴϲω μολεῖν (Eur. Phoen. 262 Kirchhoff).
Ἀλλά φαϲιν, ὡϲ ἐχρῆν φάναι ἔνδον. ὅπερ ἐκ τῶν ἐναντίων ἴϲωϲ
ἄλογον, καθὸ πᾶν εἰϲ δον λῆγον ἐπίρρημα ποιότητόϲ ἐϲτι παρεμφατικόν,
οὐ τόπου, βοτρυδόν, οἰακηδόν, ἀγεληδόν, δονακηδόν. πῶϲ οὖν
οὐ γέλοιον τὸ μὲν ἔχον λόγον παραιτεῖϲθαι, τὸ δὲ ἄλογον καὶ κατὰ
φωνήν, ὅτι μὴ ὀξύνεται, καὶ κατὰ τὸ δηλούμενον, ὅτι μὴ τὸ αὐτὸ τοῖϲ
ἅπαϲι ϲημαίνει, ἀναλογώτερον εἰπεῖν; Ἔϲτιν ὑπὲρ τῆϲ χρήϲεωϲ ἐκεῖνα
παραθέϲθαι, ὡϲ τὰ μὲν ἄλλα τῶν ἐπιρρημάτων, λέγω τὰ παρὰ τὰϲ
προθέϲειϲ ἐϲχηματιϲμένα, οὐκ ἔχοντα ἕτερον τὸ παρακείμενον, δηλοῦν
τὴν ἐν τόπῳ ϲχέϲιν, ἀνέμενε τὴν διϲϲὴν χρῆϲιν τῶν τοπικῶν· τὸ δὲ
εἶϲω, ἔχον τὸ ἔνδον ἀντιπαρακείμενον, ἐδόκει ἀλόγωϲ τίθεϲθαι ϲημαῖνον
τὴν τοῦ ἔνδον ϲχέϲιν. ὅπερ παντὶ μέρει λόγου παρακολουθεῖ τὸ διελἐγχεϲθαι
εἰϲ ἀκαταλληλότητα, ὅταν ἑτέρα τιϲ χρῆϲιϲ ᾖ κατ’ ἰδίαν μόνον
ϲημαϲίαν. τὸ γράφει οὐκ ἄν ποτε ἐπὶ πρώτου προϲώπου ἢ δευτέρου
τεθείη, ἐπεὶ ἀπομεμέριϲται τὸ γράφω καὶ γράφειϲ εἰϲ τὰ πρόϲωπα· τὸ
γράφειϲ δὲ οὕτε ἐπὶ πρώτου οὕτε ἐπὶ τρίτου, καθὸ ἀνεμερίϲθη τὰ τοιαῦτα.
ἀριθμούϲ, οὐκέτι ἀκατάλληλα παρὰ τὴν τούτων ἀνωμαλίαν ἐϲτίν. ἔϲτιν
εἰϲ τὸ τοιοῦτον πάμπολλα παραθέϲθαι. ἐξαιρέτωϲ οῦν ἀναμεριϲθὲν τὸ
ἔνδον ἀναγκαίωϲ διελέγχει τὴν διϲϲὴν χρῆϲιν τοῦ εἴϲω. Ἀλλά φαμεν
αὐτὸ ἠλογῆϲθαι, ὅπερ εἰχεν ὑπεξαίρεϲιν τοῦ μὴ ὅμοιον εἶναι τοῖϲ εἰϲ
δον περατουμένοιϲ, πρῶτον ὅτι διϲύλλαβον, ἔπειτα μόνον ἀπὸ προθέϲεωϲ
ἐϲχημάτιϲται, τῶν ἄλλων οὐ τῇδε ἐχόντων, ἀλλ’ ἐξ ὀνόματοϲ
ἢ ῥήματοϲ παρηγμένων. πρόκειται δὲ ὅτι αἱ προθέϲειϲ, παραγόμεναι
εἰϲ ἐπιρρηματικὴν προφοράν, τόπου ϲχέϲιν ἐπαγγέλλονται. εἰ οὖν
μόνον ἀπὸ προθέϲεωϲ, μόνον καὶ τοπικὴν ϲχέϲιν ϲημαίνει, οὐκ ὀξυνόμενον,
καθὸ τὸ πλέον πάλιν αἱ προθέϲειϲ ἐν βαρείᾳ τάϲει ἔχουϲι τὰ
ἐπιρρήματα παραγόμενα.
Ὁμοίῳϲ δὲ καὶ τὰ διὰ τοῦ ϲε ἐκφερόμενα τὴν ἀίτην ϲχέϲιν τοῖϲ
εἰϲ δε λήγουϲι ϲημαίνει, τὸν αὐτὸν τόνον ἀναδεχόμενα καὶ παράθεϲιν
τὴν τῶν εἰϲ θεν , ἄλλοθεν ἄλλοϲε, πόθεν πόϲε, πάντοθεν πάντοϲε· οὐ
τοῦτό μου ἀποφαινομένου, ὡϲ πάντωϲ τὰ εἰϲ θεν λήγοντα ἀντιπαράκειται
τοῖϲ είϲ ϲε, ἀλλ’ ὡϲ τὰ εἰϲ ϲε τοῖϲ εἰϲ θεν παράκειται, ὧν καὶ
τὴν ταυτότητα
τοῦ θι παραγωγή, τὴν ἐν τόπῳ ϲχέϲιν ἁπάντοτε δηλοῦϲα, πάλιν τῆϲ
οὐρανόθεν οὐρανόθι, Ἀβυδόθεν Ἀβυδόθι, οἴκοθεν οἴκοθι. πρόϲκειται
δὲ κατὰ τὸ πλέον διὰ τὸ κεῖθεν καὶ κεῖθι, ὅπερ ἴϲωϲ τοῦ ἐκεινόθι
δύναται ϲυγκοπὴ εῖναι· ἀλλὰ καὶ πάλιν διὰ τὸ ἐγγύθεν καὶ ἐγγύθι. —
καὶ ϲαφὲϲ ὅτι δεόντωϲ ἐν τοῖϲ πλείϲτοιϲ ἡ τοιαύτη γίνεται ἀπαράδεκτοϲ
τροφή ή, λέγω τὴν
οὐρανόφιν ἢ οὐρανόθεν, οὐ τοῦτό μου ἀποφαινομένου, ὡϲ τὰ διὰ τοῦ
Ὅθεν ἐκφερόμενα τὴν ἐκ τόπου ϲχέϲιν ϲημαίνει, ἢ ἐν γενικῇ θέλει παραλαμβάνεϲθαι,
ἢ καθόλου ὅτι ἐϲτὶν ἐν τῇ ϲυντάξει ἐπίρρημα· δεδείξεται
γὰρ
ἐϲχηματίϲθη. Τά γε μὴν εἰϲ φι λήγοντα αὐτὸ μόνον παραγωγῆϲ
δόξαν ἔϲχεν ἐπιρρηματικῆϲ, οὐ μὴν ἐϲτὶν ἐπιρρήματα τῇ φύϲει, καθάπερ
τοὐναντίον ὀνόματα πολλάκιϲ τῇ φύϲει ὄντα, ϲύνταξιν ἐπιρρηματικὴν
ἀναδεξάμενα , λέγεται ἐπιρρήματα. ἔχει δὲ τὰ τοῦ λόγου οὕτωϲ. πᾶϲα
παραγωγὴ ἐπιρρηματική, τοπικὴν ϲχέϲιν ἀναδεξαμένη, μιᾷ ὑπακούει
πτώϲει κατὰ τὴν διάλυϲιν, οἴκοθι ἐν οἴκῳ, οἴκοθεν ἐξ οἴκου, οἴκαδε
εἰϲ οἶκον. χρὴ οὑν καὶ τὰ παρόντα τοῦ λόγου ἔχεϲθαι. — γενικὴ δέ
ἐϲτι τὸ παϲϲαλόφι, καὶ δοτικὴ
τῶν πτώϲεων τὴν παραγωγὴν γίνεϲθαι. ὅπερ οὐκ ἰδιον ἐπιρρημάτων·
οὐδὲ γὰρ τὸ τοιόϲδε καὶ τοϲόϲδε, τὸ τοῦ ἐπιρρήματοϲ ἀναδεξάμενα
κατὰ τὸ τέλοϲ, ἐπιρρήματα ἐκαλέϲαμεν διὰ τὸ ϲυνημμένον τῆϲ πτώϲεωϲ
καὶ διὰ τὸ αὐτὸ δηλούμενον. ἔϲτι δὲ καὶ ἐκ παραθέϲεωϲ προθετικῆϲ
μόνον τὴν τοπικὴν ϲχέϲιν δηλοῖ. διὸ καὶ εἰϲ ταῦτα ἀντιμεταλαμβάνεται,
οἴκοθι ἐν οἴκῳ· οὐ γὰρ δή γε ἐν οἴκοθί τιϲ φαίη. οἴκαδε εἰϲ οἰκον,
οὐκ εἰϲ οἴκαδε. διὸ καὶ τὰ τοιαῦτα κακία, ἐξ οἴκοθεν, παρολκαὶ
δὲ ποιητικαὶ ἐξ οὐρανόθεν· ὑπὲρ ὦν κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. εἰ δὴ
τοῦτο, οὐκ ἐπιρρηματικὴ ϲύνταξιϲ τοῦ ἐκ παϲϲαλόφιν, κατ᾿ ὄρεϲφιν,
τῶν παραπληϲίων. ὅθεν προκρίνειεν ἄν τιϲ καὶ τὴν τοῦ φι γραφὴν ἐν
τῷ οὐρανόθι πρό, ἐπεὶ ἰδίαϲ παραγωγῆϲ ἔχεται ἡ διὰ τοῦ θεν.
Τὰ εἰϲ ου λήγοντα τὴν ἐν τόπῳ ϲχέϲιν ϲημαίνει καὶ μόνωϲ περιϲπᾶται,
ὡϲ ἔχει τὸ αὐτοῦ. καὶ ἐκεῖνο ἐπιρρηματικόν ἐϲτιν,
ἀγχοῦ, τηλοῦ. — καὶ ἐντεῦθεν δείκνυται, ὅτι τὸ ποῦ τὴν ἐν τόπῳ
ϲχέϲιν ϲημαίνει, καθότι καὶ ἡ Ὁμηρικὴ ϲυνήθεια ὁμολογεῖ, καὶ κατὰ
τὴν προειρημένην ϲυμπάθειαν τίθεται καὶ ἐπὶ ϲχέϲεωϲ τῆϲ εἰϲ τόπον,
ποῦ ἀπέρχ πρόϲκειται Δώρια μὲν τὰ τοιαῦτα μεταποιούμενα,
εἰ τὰ τῶν χοιρα γχᾶν (Sophr. fr. 86 Ahrens) πεῖ γὰρ ἁ ἄϲφαλτοϲ
(Sophr. fr. 35 Ahrens)· αὐτοῦ αὐτεῖ. — τὸ ὅπου κατὰ τάϲιν οὐχ
ἡμάρτηται. ἅπαντα γὰρ τὰ ἀοριϲτώδη ὑπὸ τοῦτον τὸν τόνον πίπτει.
— παράκειται γὰρ τὰ διὰ τοῦ θεν παραγόμενα, ϲημαίνοντα τὴν ἐκ
τόπου ϲχέϲιν, ἀγχοῦ ἀγχόθεν, ὑψοῦ ὑψόθεν. τηλόθεν, αὐτόθεν, ὅθεν.
τὸ πόθεν παρὰ τὸ ποῦ. αὕτη δέ ἐϲτιν ἡ παραγωγὴ καὶ ἐπ᾿ ὀνομάτων
παραγομένη, Ἀθήνηθεν, θήβηθεν, ἀρχῆθεν, ἀγορῆθεν, οἴκοθεν.
περὶ τῆϲ τούτων τάϲεωϲ καὶ γραφῆϲ εἴρηται ἰδίᾳ ἐν τῷ περὶ ἐπιρρημάτων.
— καὶ φαίνεται ὅτι οὐ παρὰ τὸ ἑκάτεροϲ τὸ ἑκατέρωθεν, παρὰ
δὲ τὸ ἐπίρρημα τὸ ἑκατέρωϲε, ἑκατέρωθεν γ, ἑτέρωθεν. καὶ πάλιν παρὰ
τὸ ἄνω ἄνωθεν, ἔϲω ἔϲωθεν, κάτω κάτωθεν. — ἔϲτι καὶ παρὰ ἀντωνυμίαν
παρηγμένα παρὰ Δωριεῦϲι, τουτόθεν, ὃ δὴ ϲυνήθωϲ ἀποκόπτοντεϲ
τὴν λοιπὴν ϲυλλαβὴν ἐκτείνουϲιν εἰϲ τὸ ω, τουτῶ θάμεθα (Sophr.
γε τὰ εἰϲ ω λήγοντα τὴν ἐκ τόπου ϲχέϲιν δηλοῦν· ἐκείνου γε προδήλου
καθεϲτῶτοϲ, ὡϲ τὰ ἐγγινόμενα πάθη κατὰ τὰϲ ἑτεροιώϲειϲ τῶν
διαλέκτων τῶν φωνῶν ἐϲτιν, οὐχὶ τῶν δηλουμένων. ὅθεν πρὸϲ τὸ
ϲημαινόμενον τοῦ πόθεν ἔμεινε τὸ δηλούμενον ἐν τῷ πῶ καὶ τοῦ
αὐτόθεν ἐν τῷ αὐτῶ.
Ἡ προκειμένη παραγωγὴ κατὰ τοῦ αὐτοῦ δηλουμένου παραλαμβάνεται,
ἡνίκα ἀπ᾿ ἀντωνυμιῶν μέν φαμεν ἐμεῦ ἐμέθεν, ϲεῦ ϲέθεν. τὸ
πλέον γὰρ αἱ ἀντωνυμίαι κατὰ πρόϲωπα ἐθέλουϲι παράγεϲθαι. ἀλλὰ
φήϲει τιϲ· τί δέ, εί ἐπιρρηματικά ἐϲτι ϲχήματα, ἀπ᾿ ἀντωνυμιῶν
γεγονότα; Πρὸϲ ὅν ἐϲτι φάναι, ὡϲ ϲχέϲιν τὴν τῶν ἐπιρρημάτων
ἀποτελοῦϲιν, οὐχὶ ϲύνταξιν τῆϲ γενικῆϲ ἐπιρρηματικήν, ὡϲ εἴγε τὰ
ὁπωϲδήποτε γενόμενα ἐπιρρήματα μιᾶϲ ἐννοίαϲ ἐϲτὶ παρεμφατικά, οὐ
δεόμενα παραθέϲεωϲ προθετικῆϲ, αἱ μέντοι γενικαί, ἐχόμεναι ϲυντάξεωϲ
τῆϲ πρὸϲ τὰϲ προθέϲειϲ, ταύταϲ καὶ ἀπολαμβάνουϲιν, ἀπὸ Ἀριϲτάρχου,
ἐξ Ἀριϲτάρχου, ἐξ οἴκου, ἀπ᾿ οἴκου· ὁ αὐτὸϲ λόγοϲ
ἐπὶ πάντων. οὐ μὴν ἔϲτι φάναι ἀπὸ Δηλόθεν, οὐδ᾿ ἀπ᾿ οἴκοθεν.
ἔτι γε μὴν ἐπὶ τῶν προκειμένων ἀνθυπάγονται αἱ γενικαὶ τῶν ὀνομά
τῶν, ὅπερ ἴδιον ἀντωνυμιῶν. ἀλλὰ καὶ ἐπ᾿ ὀνομάτων· ἀντὶ γὰρ
γενικῆϲ τῆϲ Ἴδηϲ φαϲὶν
οὕτωϲ ἔχει καὶ τὸ
Μαὶ ἐξ ἐκείνων δὲ ϲυμφανέϲ,
Οὐ χρὴ νοεῖν, ὅτι παρ’ ἐπίρρημα τὸ ἐκεῖ τὸ ἐκεῖθεν ἐγένετο ἡ
τὸ κεῖθι ἐγένετο ἀπὸ κεῖθι, πρῶτον ὅτι ἐνέμεινεν ἡ δίφθογγοϲ (πρόκειται
γὰρ ὡϲ ἡ τοιαύτη παραγωγὴ ὑποϲτολὴν ποιεῖται το⟨ῦ ἐν τῷ
τέλει φωνήεντοϲ⟩, τηλόθεν, ἀγχόθεν), δεύτερον ὅτι μᾶλλον ἀποκοπή
ἐϲτι
ἐκ τόπου ϲχέϲιν ἐϲήμαινεν. — ἔϲτιν οῦν κατ’ ἐντέλειαν τὸ ἐκεινόθεν
παρὰ τὸ ἐκεῖνοϲ, ἀφ’ οὐ κατὰ ϲυγκοπὴν τὸ ἐκεῖθεν, ἐκεινόθι καὶ ἐκεῖθι,
ἐκεινόϲε ὡϲ κυκλόϲε, καὶ ἔτι ἐκεῖϲε,
ἀπὸ δὴ τοῦ ἐκεῖθι καὶ ἐκεῖϲε χρὴ νοεῖν ἀποκοπὴν γεγενῆϲθαι τὴν ἐκεῖ,
ἐπεὶ καὶ τὸ ἐν τόπῳ ϲημαίνει, ἐκεῖ μένε, καὶ τὸ εἰϲ τόπον, ἐκεῖ
ἀπέρχομαι· οὐ μὴν τὸ ἐκ τόπου, διὸ οὐδὲ τοῦ ἐκεῖθεν ἀποκοπὴν
ἔφαμεν γεγενῆϲθαι. πρόκειται γὰρ ὅτι τῶν φωνῶν τὰ πάθη καὶ οὐ
τῶν δηλουμένων.
Τὸ ῆχι τοπικὸν οὐ διὰ τὴν ἐπὶ τέλουϲ παραγωγὴν τὴν εἰϲ τόπον
ϲχέϲιν ϲημαίνει· ἔϲτι γὰρ παρολκὴ ὁμοία τῷ ναίχι, οὖ καὶ οὐχί. ϲαφὲϲ
δὲ καὶ ἐξ αὐτῆϲ τῆϲ φωνῆϲ· ἡ γὰρ φυϲικὴ πρόταξιϲ τοῦ ἡ οὐκ ἂν
ἐδαϲύνετο, καθὸ οὐδέποτε τὰ φωνήεντα πρὸ τοῦ χ δαϲύνεται. ὃν οὗν
τρόπον ἰδίᾳ ῥητόν ἐϲτι τὸ ναί , οὐ πάντωϲ ἐπιζητοῦν τὸ χι , ὁμοίωϲ
τὸ οὖ, τοῦτον τὸν τρόπον καὶ τὸ ἡ, ϲημαῖνον τὴν εἰϲ τόπον ϲχέϲιν,
ἐντελέϲ ἐϲτι. — ϲαφὲϲ ἐκ τῶν ἀνταποδιδομένων , οἱϲ οὐκέτι παρα
κολουθεῖ τὸ ἐπεκτείνεϲθαι, λέγω τὸ τῇ καὶ πευϲτικῶϲ τὸ πῇ καὶ ἔτι
τὸ ἀοριϲτωδῶϲ ὅπῃ, προϲτιθεμένου τοῦ ι, καθὼϲ καὶ ἡ παράδοϲιϲ
ὁμολογεῖ, καὶ ὡϲ μᾶλλον τὰ τοιαῦτα ϲυμφέρεται φωνῇ τῇ πρὸϲ τὰϲ
δοτικάϲ, ὡϲ ἔχει καὶ τὸ ταύτη πορευθῶ μεν. τὸ μέντοι πεῖ καὶ εἶ
παρὰ Δωριεῦϲι χρὴ νοεῖν, ὅτι οὐ παράκειται τῷ πῇ καὶ ἔτι τῷ τῇ
ἀνταποδοτικῷ, καθὸ τὴν ἐν τόπῳ ϲχέϲιν δηλοῦντα τῷ ποῦ μᾶλλον καὶ
(Sophr. fr. 35 Ahrens) ἐν ἴϲῳ τῷ ποῦ. ἄλλωϲ τε τὰ διὰ τοῦ ἡ
ἐκφερόμενα τροπὴν μᾶλλον τὴν διὰ τοῦ α παραδέχεται ἢ τὴν διὰ τοῦ
ει, πάντῃ παντᾷ, ἄλλῃ ἀλλᾷ.