The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
ΤΩΝ καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες, μᾶλλον
δ’ ἑτέραν ἑτέρας ἢ κατ’
ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ
θαυμασιωτέρων εἶναι, δι’ ἀμφότερα ταῦτα τὴν τῆς
ψυχῆς
ἱστορίαν εὐλόγως ἂν ἐν πρώτοις τιθείημεν. Δοκεῖ δὲ καὶ
πρὸς ἀλήθειαν
ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθαι,
μάλιστα δὲ πρὸς τὴν φύσιν· ἔστι γὰρ
οἷον ἀρχὴ
τῶν ζῴων. Ἐπιζητοῦμεν δὲ θεωρῆσαι καὶ γνῶναι τήν τε
φύσιν αὐτῆς
καὶ τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκε περὶ αὐτήν·
ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς
εἶναι δοκεῖ, τὰ δὲ δι’
ἐκείνην καὶ τοῖς ζῴοις ὑπάρχειν. Πάντῃ δὲ πάντως ἐστὶ
τῶν χαλεπωτάτων λαβεῖν τινὰ πίστιν περὶ αὐτῆς. Καὶ
γὰρ ὄντος κοινοῦ τοῦ
ζητήματος πολλοῖς ἑτέροις, λέγω δὲ
τοῦ περὶ τὴν οὐσίαν καὶ τοῦ τί ἐστι, τάχ’ ἄν
τῳ δόξειε
μία τις εἶναι μέθοδος κατὰ πάντων περὶ ὧν βουλόμεθα γνῶναι
τὴν
οὐσίαν, ὥσπερ καὶ τῶν κατὰ συμβεβηκὸς ἰδίων
ἀπόδειξιν, ὥστε ζητητέον ἂν εἴη τὴν
μέθοδον ταύτην. Εἰ
δὲ μή ἐστι μία τις καὶ κοινὴ μέθοδος περὶ τὸ τί ἐστιν,
ἔτι χαλεπώτερον γίνεται τὸ πραγματευθῆναι· δεήσει
γὰρ λαβεῖν περὶ ἕκαστον
τίς ὁ τρόπος, ἐὰν δὲ φανερὸν
μέθοδος. Ἔτι δὲ πολλὰς ἀπορίας ἔχει καὶ πλάνας, ἐκ
τίνων δεῖ
ζητεῖν· ἄλλαι γὰρ ἄλλων ἀρχαί, καθάπερ ἀριθμῶν
καὶ ἐπιπέδων. Πρῶτον δ’ ἴσως
ἀναγκαῖον διελεῖν ἐν
τίνι τῶν γενῶν καὶ τί ἐστι, λέγω δὲ πότερον τόδε τι καὶ
οὐσία ἢ ποιὸν ἢ ποσὸν ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν
κατηγοριῶν, ἔτι δὲ
πότερον τῶν ἐν δυνάμει ὄντων ἢ μᾶλλον
ἐντελέχειά τις· διαφέρει γὰρ οὔ τι σμικρόν.
Σκεπτέον
δὲ καὶ εἰ μεριστὴ ἢ ἀμερής, καὶ πότερον ὁμοειδὴς
ἅπασα ψυχὴ ἢ οὔ·
εἰ δὲ μὴ ὁμοειδής, πότερον εἴδει διαφέρουσιν
ἢ γένει. Νῦν μὲν γὰρ οἱ λέγοντες καὶ
ζητοῦντες
περὶ ψυχῆς περὶ τῆς ἀνθρωπίνης μόνης ἐοίκασιν ἐπισκοπεῖν.
Εὐλαβητέον δ’ ὅπως μὴ λανθάνῃ πότερον ἑἷς ὁ λόγος
αὐτῆς ἐστί, καθάπερ ζῴου,
ἢ καθ’ ἕκαστον ἕτερος, οἷον
ἵππου, κυνός, ἀνθρώπου, θεοῦ· τὸ δὲ ζῷον τὸ καθόλου
ἤτοι
οὐθέν ἐστιν ἢ ὕστερον. Ὁμοίως δὲ κἂν εἴ τι κοινὸν ἄλλο
κατηγοροῖτο. Ἔτι
δ’ εἰ μὴ πολλαὶ ψυχαὶ ἀλλὰ μόρια,
πότερον δεῖ ζητεῖν πρότερον τὴν ὅλην ψυχὴν ἢ τὰ
μόρια.
Χαλεπὸν δὲ καὶ τούτων διορίσαι ποῖα πέφυκεν ἕτερα ἀλλήλων,
καὶ
πότερον τὰ μόρια χρὴ ζητεῖν πρότερον ἢ τὰ
ἔργα αὐτῶν, οἷον τὸ νοεῖν ἢ τὸν νοῦν
καὶ τὸ αἰσθάνεσθαι ἢ
τὸ αἰσθητικόν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. Εἰ δὲ τὰ
ἔργα πρότερον, πάλιν ἄν τις ἀπορήσειεν εἰ τὰ ἀντικείμενα
πρότερον τούτων
ζητητέον, οἷον τὸ αἰσθητὸν τοῦ αἰσθητικοῦ
καὶ τὸ νοητὸν τοῦ νοητικοῦ. Ἔοικε δ’ οὐ
μόνον τὸ
τί ἐστι γνῶναι χρήσιμον εἶναι πρὸς τὸ θεωρῆσαι τὰς αἰτίας
τῶν
συμβεβηκότων ταῖς οὐσίαις, ὥσπερ ἐν τοῖς μαθήμασι
τὸ κατιδεῖν πόσαις ὀρθαῖς αἱ τοῦ τριγώνου
γωνίαι ἴσαι,
ἀλλὰ καὶ ἀνάπαλιν τὰ συμβεβηκότα συμβάλλεται μέγα
μέρος πρὸς τὸ
εἰδέναι τὸ τί ἐστιν· ἐπειδὰν γὰρ ἔχωμεν
ἀποδιδόναι κατὰ τὴν φαντασίαν περὶ τῶν
συμβεβηκότων,
ἢ πάντων ἢ τῶν πλείστων, τότε καὶ περὶ τῆς οὐσίας ἕξομεν
λέγειν κάλλιστα· πάσης γὰρ ἀποδείξεως ἀρχὴ τὸ
τί ἐστιν, ὥστε καθ’ ὅσους τῶν
ὁρισμῶν μὴ συμβαίνει τὰ
συμβεβηκότα γνωρίζειν, ἀλλὰ μηδ’ εἰκάσαι περὶ αὐτῶν
εὐμαρές,
δῆλον ὅτι διαλεκτικῶς εἴρηνται καὶ κενῶς ἅπαντες.
Ἀπορίαν δ’ ἔχει
καὶ τὰ πάθη τῆς ψυχῆς, πότερόν ἐστι
πάντα κοινὰ καὶ τοῦ ἔχοντος ἢ ἐστί τι καὶ τῆς
ψυχῆς
ἴδιον αὐτῆς· τοῦτο γὰρ λαβεῖν μὲν ἀναγκαῖον, οὐ ῥᾴδιον δέ.
Φαίνεται δὲ
τῶν πλείστων οὐθὲν ἄνευ σώματος πάσχειν
οὐδὲ ποιεῖν, οἷον ὀργίζεσθαι, θαρρεῖν,
ἐπιθυμεῖν, ὅλως αἰσθάνεσθαι.
Μάλιστα δ’ ἔοικεν ἴδιον τὸ νοεῖν· εἰ δ’ ἐστὶ
καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’
ἂν οὐδὲ τοῦτ’ ἄνευ
σώματος εἶναι. Εἰ μὲν οὖν ἐστί τι
τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον,
ἐνδέχοιτ’ ἂν αὐτὴν
χωρίζεσθαι· εἰ δὲ μηθέν ἐστιν ἴδιον αὐτῆς, οὐκ ἂν εἴη χωριστή,
ἀλλὰ καθάπερ τῷ εὐθεῖ, ᾗ εὐθύ, πολλὰ συμβαίνει,
οἷον ἅπτεσθαι τῆς χαλκῆς
σφαίρας κατὰ στιγμήν, οὐ μέντοι
γ’ ἅψεται τούτου χωρισθὲν τὸ εὐθύ· ἀχώριστον γάρ,
εἴπερ ἀεὶ μετὰ σώματός τινός ἐστιν. Ἔοικε δὲ καὶ τὰ τῆς
ψυχῆς πάθη πάντα
εἶναι μετὰ σώματος, θυμός, πραότης,
φόβος, ἔλεος, θάρσος, ἔτι χαρὰ καὶ τὸ φιλεῖν
τε καὶ μισεῖν·
τὸ ποτὲ μὲν ἰσχυρῶν καὶ ἐναργῶν παθημάτων συμβαινόντων
μηδὲν παροξύνεσθαι ἢ
φοβεῖσθαι, ἐνίοτε δ’ ὑπὸ μικρῶν καὶ
ἀμαυρῶν κινεῖσθαι, ὅταν ὀργᾷ τὸ σῶμα καὶ
οὕτως ἔχῃ
ὥσπερ ὅταν ὀργίζηται. Ἔτι δὲ τοῦτο μᾶλλον φανερόν·
μηθενὸς γὰρ
φοβεροῦ συμβαίνοντος ἐν τοῖς πάθεσι γίνονται
τοῖς τοῦ φοβουμένου. Εἰ δ’ οὕτως
ἔχει, δῆλον ὅτι τὰ
πάθη λόγοι ἔνυλοί εἰσιν. Ὥστε οἱ ὅροι τοιοῦτοι οἷον τὸ
ὀργίζεσθαι κίνησίς τις τοῦ τοιουδὶ σώματος ἢ μέρους ἢ
δυνάμεως ὑπὸ τοῦδε
ἕνεκα τοῦδε. Καὶ διὰ ταῦτα ἤδη φυσικοῦ
τὸ θεωρῆσαι περὶ ψυχῆς, ἢ πάσης ἢ τῆς
τοιαύτης.
Διαφερόντως δ’ ἂν ὁρίσαιντο φυσικός τε καὶ διαλεκτικὸς
ἕκαστον
αὐτῶν, οἷον ὀργὴ τί ἐστίν· ὁ μὲν γὰρ ὄρεξιν ἀντιλυπήσεως
ἤ τι τοιοῦτον, ὁ δὲ
ζέσιν τοῦ περὶ καρδίαν αἵματος
καὶ θερμοῦ. Τούτων δὲ ὁ μὲν τὴν ὕλην ἀποδίδωσιν,
ὁ δὲ τὸ εἶδος καὶ τὸν λόγον. Ὁ μὲν γὰρ λόγος εἶδος τοῦ
πράγματος, ἀνάγκη δ’
εἶναι τοῦτον ἐν ὕλῃ τοιᾳδί, εἰ ἔσται,
ὥσπερ οἰκίας ὁ μὲν λόγος τοιοῦτος, ὅτι
σκέπασμα κωλυτικὸν
φθορᾶς ὑπ’ ἀνέμων καὶ ὄμβρων καὶ καυμάτων, ὁ δὲ
φήσει
λίθους καὶ πλίνθους καὶ ξύλα, ἕτερος δ’ ἐν τούτοις
τὸ εἶδος, ἕνεκα τωνδί. Τίς οὖν
ὁ φυσικὸς τούτων; Πότερον
ὁ περὶ τὴν ὕλην, τὸν δὲ λόγον ἀγνοῶν, ἢ ὁ περὶ τὸν
λόγον
μόνον; Ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν; Ἐκείνων δὲ δὴ τίς ἑκάτερος;
Ἢ οὐκ ἔστι
τις ὁ περὶ τὰ πάθη τῆς ὕλης τὰ μὴ
χωριστά, μηδ’ ᾗ χωριστά, ἀλλ’ ὁ φυσικὸς περὶ
ἅπανθ’ ὅσα
ὁπόσα δὲ μὴ ᾖ τοιαῦτα, ἄλλος, καὶ περὶ τινῶν μὲν τεχνίτης,
ἐὰν τύχῃ, οἷον
τέκτων ἢ ἰατρός, τῶν δὲ μὴ χωριστῶν
μέν, ᾗ δὲ μὴ τοιούτου σώματος πάθη καὶ ἐξ
ἀφαιρέσεως, ὁ
μαθηματικός, ᾗ δὲ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος. Ἀλλ’
ἐπανιτέον ὅθεν ὁ λόγος. Ἐλέγομεν δ’ ὅτι τὰ πάθη τῆς
ψυχῆς ἀχώριστα τῆς
φυσικῆς ὕλης τῶν ζῴων, ᾗ δὴ τοιαῦθ’
ὑπάρχει, θυμὸς καὶ φόβος, καὶ οὐχ ὥσπερ
γραμμὴ καὶ
ἐπίπεδον.
Ἐπισκοποῦντας δὲ περὶ ψυχῆς ἀναγκαῖον ἅμα διαποροῦντας
περὶ ὧν εὐπορεῖν δεῖ,
προελθόντας τὰς τῶν προτέρων
δόξας συμπαραλαμβάνειν ὅσοι τι περὶ αὐτῆς
ἀπεφήναντο,
ὅπως τὰ μὲν καλῶς εἰρημένα λάβωμεν, εἰ δέ τι μὴ
καλῶς, τοῦτ’
εὐλαβηθῶμεν. Ἀρχὴ δὲ τῆς ζητήσεως προθέσθαι
τὰ μάλιστα δοκοῦνθ’ ὑπάρχειν αὐτῇ
κατὰ φύσιν. Τὸ
ἔμψυχον δὴ τοῦ ἀψύχου δυοῖν μάλιστα διαφέρειν δοκεῖ,
κινήσει
τε καὶ τῷ αἰσθάνεσθαι. Παρειλήφαμεν δὲ καὶ παρὰ
τῶν προγενεστέρων σχεδὸν δύο
ταῦτα περὶ ψυχῆς· φασὶ
γὰρ ἔνιοι καὶ μάλιστα καὶ πρώτως ψυχὴν εἶναι τὸ κινοῦν.
Οἰηθέντες δὲ τὸ μὴ κινούμενον αὐτὸ μὴ ἐνδέχεσθαι κινεῖν
ἕτερον, τῶν
κινουμένων τι τὴν ψυχὴν ὑπέλαβον εἶναι. Ὅθεν
Δημόκριτος μὲν πῦρ τι καὶ θερμόν
φησιν αὐτὴν εἶναι· ἀπείρων
γὰρ ὄντων σχημάτων καὶ ἀτόμων τὰ σφαιροειδῆ πῦρ
καὶ ψυχὴν λέγει, οἷον ἐν τῷ ἀέρι τὰ καλούμενα ξύσματα, α
φαίνεται ἐν ταῖς
διὰ τῶν θυρίδων ἀκτῖσιν, ὧν τὴν πανσπερμίαν
στοιχεῖα λέγει τῆς ὅλης φύσεως.
Ὁμοίως δὲ καὶ
μάλιστα διὰ παντὸς δύνασθαι διαδύνειν τοὺς τοιούτους ῥυσμούς,
καὶ κινεῖν τὰ
λοιπὰ κινούμενα καὶ αὐτά, ὑπολαμβάνοντες
τὴν ψυχὴν εἶναι τὸ παρέχον τοῖς ζῴοις
τὴν κίνησιν.
Διὸ καὶ τοῦ ζῆν ὅρον εἶναι τὴν ἀναπνοήν· συνάγοντος γὰρ
τοῦ
περιέχοντος τὰ σώματα, καὶ ἐκθλίβοντος τῶν σχημάτων
τὰ παρέχοντα τοῖς ζῴοις τὴν
κίνησιν διὰ τὸ μηδ’ αὐτὰ ἠρεμεῖν
μηδέποτε, βοήθειαν γίγνεσθαι θύραθεν ἐπεισιόντων
ἄλλων τοιούτων ἐν τῷ ἀναπνεῖν· κωλύειν γὰρ αὐτὰ καὶ
τὰ ἐνυπάρχοντα ἐν τοῖς
ζῴοις ἐκκρίνεσθαι, συνανείργοντα τὸ
συνάγον καὶ πηγνύον· καὶ ζῆν δὲ ἕως ἂν
δύνωνται τοῦτο ποιεῖν.
Ἔοικε δὲ καὶ τὸ παρὰ τῶν Πυθαγορείων λεγόμενον
τὴν
αὐτὴν ἔχειν διάνοιαν· ἔφασαν γάρ τινες αὐτῶν ψυχὴν
εἶναι τὰ ἐν τῷ ἀέρι ξύσματα,
οἱ δὲ τὸ ταῦτα κινοῦν. Περὶ
δὲ τούτων εἴρηται, διότι συνεχῶς φαίνεται κινούμενα,
κἂν
ᾖ νηνεμία παντελής. Ἐπὶ ταὐτὸ δὲ φέρονται καὶ ὅσοι λέγουσι
τὴν ψυχὴν τὸ
αὑτὸ κινοῦν· ἐοίκασι γὰρ οὗτοι
πάντες ὑπειληφέναι τὴν κίνησιν οἰκειότατον εἶναι
τῇ ψυχῇ,
καὶ τὰ μὲν ἄλλα πάντα κινεῖσθαι διὰ τὴν ψυχήν, ταύτην δ’
ὑφ’
ἑαυτῆς, διὰ τὸ μηθὲν ὁρᾶν κινοῦν ὃ μὴ καὶ αὐτὸ κινεῖται.
Ὁμοίως δὲ καὶ Ἀναξαγόρας
ψυχὴν εἶναι λέγει
τὴν κινοῦσαν, καὶ εἴ τις ἄλλος εἴρηκεν ὡς τὸ πᾶν ἐκίνησε
νοῦς, οὐ μὴν παντελῶς γ’ ὥσπερ Δημόκριτος. Ἐκεῖνος
μὲν γὰρ ἁπλῶς ταὐτὸν
ψυχὴν καὶ νοῦν· τὸ γὰρ ἀληθὲς
εἶναι τὸ φαινόμενον· διὸ καλῶς ποιῆσαι τὸν Ὅμηρον
ὡς
Ἕκτωρ κεῖτ’ ἀλλοφρονέων. Οὐ δὴ χρῆται τῷ νῷ ὡς δυνάμει
τινὶ περὶ τὴν
ἀλήθειαν, ἀλλὰ ταὐτὸ λέγει ψυχὴν καὶ νοῦν.
μὲν γὰρ τὸ αἴτιον τοῦ καλῶς καὶ ὀρθῶς τὸν νοῦν λέγει,
ἑτέρωθι δὲ τοῦτον εἶναι τὴν ψυχήν· ἐν ἅπασι γὰρ ὑπάρχειν
αὐτὸν τοῖς ζῴοις,
καὶ μεγάλοις καὶ μικροῖς, καὶ τιμίοις καὶ
ἀτιμοτέροις. Οὐ φαίνεται δ’ ὅ γε κατὰ
φρόνησιν λεγόμενος
νοῦς πᾶσιν ὁμοίως ὑπάρχειν τοῖς ζῴοις, ἀλλ’ οὐδὲ τοῖς
ἀνθρώποις πᾶσιν. Ὅσοι μὲν οὖν ἐπὶ τὸ κινεῖσθαι τὸ ἔμψυχον
ἀπέβλεψαν, οὗτοι
τὸ κινητικώτατον ὑπέλαβον τὴν
ψυχήν· ὅσοι δ’ ἐπὶ τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαι
τῶν
ὄντων, οὗτοι δὲ λέγουσι τὴν ψυχὴν τὰς ἀρχάς, οἱ μὲν
πλείους ποιοῦντες,
οἱ δὲ μίαν ταύτην, ὥσπερ Ἐμπεδοκλῆς
μὲν ἐκ τῶν στοιχείων πάντων εἶναι δὲ καὶ
ἕκαστον ψυχὴν
τούτων, λέγων οὕτω
Τὸν αὐτὸν δὲ τρόπον καὶ Πλάτων ἐν τῷ Τιμαίῳ τὴν ψυχὴν
ἐκ τῶν στοιχείων ποιεῖ·
γινώσκεσθαι γὰρ τῷ ὁμοίῳ τὸ
ὅμοιον, τὰ δὲ πράγματα ἐκ τῶν ἀρχῶν εἶναι. Ὁμοίως δὲ
καὶ ἐν τοῖς περὶ φιλοσοφίας λεγομένοις διωρίσθη, αὐτὸ μὲν
τὸ ζῷον ἐξ αὐτῆς
τῆς τοῦ ἑνὸς ἰδέας καὶ τοῦ πρώτου μήκους
καὶ πλάτους καὶ βάθους, τὰ δ’ ἄλλα
ὁμοιοτρόπως. Ἔτι
δὲ καὶ ἄλλως, νοῦν μὲν τὸ ἕν, ἐπιστήμην δὲ τὰ δύο· μοναχῶς
γὰρ ἐφ’ ἕν· τὸν δὲ τοῦ ἐπιπέδου ἀριθμὸν δόξαν, αἴσθησιν
αἱ ἀρχαὶ ἐλέγοντο, εἰσὶ δ’ ἐκ τῶν
στοιχείων. Κρίνεται δὲ
τὰ πράγματα τὰ μὲν νῷ, τὰ δ’ ἐπιστήμῃ, τὰ δὲ δόξῃ, τὰ δ’
αἰσθήσει· εἴδη δ’ οἱ ἀριθμοὶ οὗτοι τῶν πραγμάτων. Ἐπεὶ
δὲ καὶ κινητικὸν
ἐδόκει ἡ ψυχὴ εἶναι καὶ γνωριστικόν, οὕτως
ἔνιοι συνέπλεξαν ἐξ ἀμφοῖν,
ἀποφηνάμενοι τὴν ψυχὴν
ἀριθμὸν κινοῦνθ’ ἑαυτόν. Διαφέρονται δὲ περὶ τῶν ἀρχῶν,
τίνες
καὶ πόσαι, μάλιστα μὲν οἱ σωματικὰς ποιοῦντες τοῖς ἀσωμάτοις,
τούτοις
δ’ οἱ μίξαντες καὶ ἀπ’ ἀμφοῖν τὰς ἀρχὰς ἀποφηνάμενοι.
Διαφέρονται δὲ καὶ περὶ τὸ
πλῆθος· οἱ μὲν γὰρ
μίαν οἱ δὲ πλείους λέγουσιν. Ἑπομένως δὲ τούτοις καὶ τὴν
ψυχὴν ἀποδιδόασιν· τό τε γὰρ κινητικὸν τὴν φύσιν τῶν
πρώτων ὑπειλήφασιν, οὐκ
ἀλόγως. Ὅθεν ἔδοξέ τισι πῦρ
εἶναι· καὶ γὰρ τοῦτο λεπτομερέστατόν τε καὶ μάλιστα
τῶν
στοιχείων ἀσώματον, ἔτι δὲ κινεῖταί τε καὶ κινεῖ τὰ ἄλλα
πρώτως.
Δημόκριτος δὲ καὶ γλαφυρωτέρως εἴρηκεν ἀποφηνάμενος
διὰ τί τούτων ἑκάτερον· ψυχὴν
μὲν γὰρ εἶναι
ταὐτὸ καὶ νοῦν, τοῦτο δ’ εἶναι τῶν πρώτων καὶ ἀδιαιρέτων
σωμάτων, κινητικὸν δὲ διὰ μικρομέρειαν καὶ τὸ σχῆμα· τῶν
δὲ σχημάτων
εὐκινητότατον τὸ σφαιροειδὲς λέγει· τοιοῦτον
δ’ εἶναι τόν τε νοῦν καὶ τὸ πῦρ.
Ἀναξαγόρας δ’ ἔοικε
μὲν ἕτερον λέγειν ψυχήν τε καὶ νοῦν, ὥσπερ εἴπομεν καὶ
πρότερον, χρῆται δ’ ἀμφοῖν ὡς μιᾷ φύσει, πλὴν ἀρχήν γε
τὸν νοῦν τίθεται
μάλιστα πάντων· μόνον γοῦν φησὶν αὐτὸν
τῶν ὄντων ἁπλοῦν εἶναι καὶ ἀμιγῆ τε καὶ
καθαρόν. Ἀποδίδωσι
δ’ ἄμφω τῇ αὐτῇ ἀρχῇ, τό τε γινώσκειν καὶ τὸ κινεῖν,
ἀπομνημονεύουσι
κινητικόν τι τὴν ψυχὴν ὑπολαβεῖν, εἴπερ
τὸν λίθον ἔφη ψυχὴν ἔχειν, ὅτι τὸν
σίδηρον κινεῖ. Διογένης
δ’ ὥσ περ καὶ ἕτεροί τινες, ἀέρα τοῦτον οἰηθεὶς πάντων
λεπτομερέστατον εἶναι καὶ ἀρχήν· καὶ διὰ τοῦτο γινώσκειν
τε καὶ κινεῖν τὴν
ψυχήν, ᾗ μὲν πρῶτόν ἐστι, καὶ ἐκ τούτου
τὰ λοιπά, γινώσκειν, ᾗ δὲ λεπτότατον,
κινητικὸν εἶναι.
Καὶ Ἡράκλειτος δὲ τὴν ἀρχὴν εἶναί φησι ψυχήν, εἴπερ
τὴν
ἀναθυμίασιν, ἐξ ἧς τἆλλα συνίστησιν· καὶ ἀσωματώτατον
δὴ καὶ ῥέον ἀεί· τὸ δὲ
κινούμενον κινουμένῳ γινώσκεσθαι.
Ἐν κινήσει δ’ εἶναι τὰ ὄντα κἀκεῖνος ᾤετο καὶ
οἱ πολλοί. Παραπλησίως δὲ τούτοις καὶ Ἀλκμαίων ἔοικεν
ὑπολαβεῖν περὶ ψυχῆς·
φησὶ γὰρ αὐτὴν ἀθάνατον εἶναι
διὰ τὸ ἐοικέναι τοῖς ἀθανάτοις, τοῦτο δ’ ὑπάρχειν
αὐτῇ ὡς
ἀεὶ κινουμένῃ· κινεῖσθαι γὰρ καὶ τὰ θεῖα πάντα συνεχῶς
ἀεί, σελήνην,
ἥλιον, τοὺς ἀστέρας καὶ τὸν οὐρανὸν ὅλον.
Τῶν δὲ φορτικωτέρων καὶ ὕδωρ τινὲς
ἀπεφήναντο, καθάπερ
Ἵππων. Πεισθῆναι δ’ ἐοίκασιν ἐκ τῆς γονῆς, ὅτι πάντων
ὑγρά· καὶ γὰρ ἐλέγχει τοὺς αἷμα φάσκοντας τὴν ψυχήν,
ὅτι ἡ γονὴ οὐχ αἷμα·
ταύτην δ’ εἶναι τὴν πρώτην ψυχήν.
Ἕτεροι δ’ αἷμα, καθάπερ Κριτίας, τὸ αἰσθάνεσθαι
ψυχῆς οἰκειότατον ὑπολαμβάνοντες, τοῦτο δ’ ὑπάρχειν διὰ
τὴν τοῦ αἵματος
φύσιν. Πάντα γὰρ τὰ στοιχεῖα κριτὴν
εἴληφε, πλὴν τῆς γῆς· ταύτην δ’ οὐθεὶς
ἀποπέφανται, πλὴν
εἴ τις αὐτὴν εἴρηκεν ἐκ πάντων εἶναι τῶν στοιχείων ἢ πάντα.
Ὁρίζονται δὲ πάντες τὴν ψυχὴν τρισὶν ὡς εἰπεῖν, κινήσει,
τὰς ἀρχάς. Διὸ καὶ οἱ τῷ γινώσκειν
ὁριζόμενοι αὐτὴν ἢ
στοιχεῖον ἢ ἐκ τῶν στοιχείων ποιοῦσι, λέγοντες παραπλησίως
ἀλλήλοις, πλὴν ἑνός· φασὶ γὰρ γινώσκεσθαι τὸ ὅμοιον
τῷ ὁμοίῳ· ἐπειδὴ γὰρ ἡ
ψυχὴ πάντα γιγνώσκει, συνιστᾶσιν
αὐτὴν ἐκ πασῶν τῶν ἀρχῶν. Ὅσοι μὲν οὖν μίαν
τινὰ λέγουσιν αἰτίαν καὶ στοιχεῖον ἕν, καὶ τὴν ψυχὴν ἓν
τιθέασιν, οἷον πῦρ ἢ
ἀέρα· οἱ δὲ πλείους λέγοντες τὰς
ἀρχὰς καὶ τὴν ψυχὴν πλείω ποιοῦσιν. Ἀναξαγόρας
δὲ
μόνος ἀπαθῆ φησὶν εἶναι τὸν νοῦν, καὶ κοινὸν οὐθὲν οὐθενὶ
τῶν ἄλλων
ἔχειν. Τοιοῦτος δ’ ὢν πῶς γνωριεῖ καὶ διὰ τίν’
αἰτίαν, οὔτ’ ἐκεῖνος εἴρηκεν οὔτ’
ἐκ τῶν εἰρημένων συμφανές
ἐστιν. Ὅσοι δ’ ἐναντιώσεις ποιοῦσιν ἐν ταῖς ἀρχαῖς, καὶ
τὴν ψυχὴν ἐκ τῶν ἐναντίων συνιστᾶσιν· οἱ δὲ θάτερον τῶν
ἐναντίων, οἷον
θερμὸν ἢ ψυχρὸν ἤ τι τοιοῦτον ἄλλο, καὶ
τὴν ψυχὴν ὁμοίως ἕν τι τούτων τιθέασιν.
Διὸ καὶ τοῖς
ὀνόμασιν ἀκολουθοῦσιν, οἱ μὲν τὸ θερμὸν λέγοντες, ὅτι
διὰ τοῦτο
καὶ τὸ ζῆν ὠνόμασται, οἱ δὲ τὸ ψυχρὸν διὰ τὴν
ἀναπνοὴν καὶ τὴν κατάψυξιν
καλεῖσθαι ψυχήν. Τὰ μὲν οὖν
παραδεδομένα περὶ ψυχῆς, καὶ δι’ ἃς αἰτίας λέγουσιν
οὕτω,
ταῦτ’ ἐστίν.
Ἐπισκεπτέον δὲ πρῶτον μὲν περὶ κινήσεως· ἴσως γὰρ οὐ
μόνον ψεῦδός ἐστι τὸ τὴν
οὐσίαν αὐτῆς τοιαύτην εἶναι
οἵαν φασὶν οἱ λέγοντες ψυχὴν εἶναι τὸ κινοῦν ἑαυτὸ ἢ
δυνάμενον κινεῖν, ἀλλ’ ἕν τι τῶν ἀδυνάτων τὸ ὑπάρχειν
αὐτῇ κίνησιν. Ὅτι μὲν
οὖν οὐκ ἀναγκαῖον τὸ κινοῦν καὶ
αὐτὸ κινεῖσθαι, πρότερον εἴρηται. Διχῶς δὲ
κινουμένου
λέγομεν, ὅσα κινεῖται τῷ ἐν κινουμένῳ εἶναι, οἷον πλωτῆρες·
οὐ γὰρ ὁμοίως
κινοῦνται τῷ πλοίῳ· τὸ μὲν γὰρ καθ’ αὑτὸ
κινεῖται, οἱ δὲ τῷ ἐν κινουμένῳ εἶναι.
Δῆλον δ’ ἐπὶ τῶν
μορίων· οἰκεία μὲν γάρ ἐστι κίνησις ποδῶν βάδισις, αὕτη
δὲ
καὶ ἀνθρώπων· οὐχ ὑπάρχει δὲ τοῖς πλωτῆρσι τότε)
διχῶς δὲ λεγομένου τοῦ
κινεῖσθαι, νῦν ἐπισκοποῦμεν περὶ
τῆς ψυχῆς εἰ καθ’ αὑτὴν κινεῖται καὶ μετέχει
κινήσεως.
Τεσσάρων δὲ κινήσεων οὐσῶν, φορᾶς ἀλλοιώσεως φθίσεως
αὐξήσεως, ἢ
μίαν τούτων κινοῖτ’ ἂν ἢ πλείους ἢ πάσας.
Εἰ δὲ κινεῖται μὴ κατὰ συμβεβηκός,
φύσει ἂν ὑπάρχοι κίνησις
αὐτῇ· εἰ δὲ τοῦτο, καὶ τόπος· πᾶσαι γὰρ αἱ λεχθεῖσαι
κινήσεις ἐν τόπῳ. Εἰ δ’ ἐστὶν ἡ οὐσία τῆς ψυχῆς τὸ κινεῖν
ἑαυτήν, οὐ κατὰ
συμβεβηκὸς αὐτῇ τὸ κινεῖσθαι ὑπάρξει,
ὥσπερ τῷ λευκῷ ἢ τῷ τριπήχει· κινεῖται γὰρ
καὶ
ταῦτα, ἀλλὰ κατὰ συμβεβηκός· ᾧ γὰρ ὑπάρχουσιν, ἐκεῖνο
κινεῖται τὸ σῶμα.
Διὸ καὶ οὐκ ἔστι τόπος αὐτῶν· τῆς
δὲ ψυχῆς ἔσται, εἴπερ φύσει κινήσεως μετέχει.
Ἔτι δ’ εἰ
φύσει κινεῖται, κἂν βίᾳ κινηθείη· κἂν εἰ βίᾳ, καὶ φύσει.
Τὸν αὐτὸν
δὲ τρόπον ἔχει καὶ περὶ ἠρεμίας· εἰς ὃ γὰρ κινεῖται
φύσει, καὶ ἠρεμεῖ ἐν τούτῳ
φύσει· ὁμοίως δὲ καὶ εἰς ὃ
κινεῖται βίᾳ, καὶ ἠρεμεῖ ἐν τούτῳ βίᾳ. Ποῖαι δὲ βίαιοι
τῆς
ψυχῆς κινήσεις ἔσονται καὶ ἠρεμίαι, οὐδὲ πλάττειν βουλομένοις
ῥᾴδιον
ἀποδοῦναι. Ἔτι δ’ εἰ μὲν ἄνω κινήσεται, πῦρ
ἔσται, εἰ δὲ κάτω, γῆ· τούτων γὰρ τῶν
σωμάτων αἱ κινήσεις
αὗται. Ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν μεταξύ.
Ἔτι δ’ ἐπεὶ
φαίνεται κινοῦσα τὸ σῶμα, ταύτας εὔλογον
ἀντιστρέψασιν εἰπεῖν ἀληθὲς ὅτι ἣν τὸ σῶμα κινεῖται,
ταύτην
καὶ αὐτή. Τὸ δὲ σῶμα κινεῖται φορᾷ· ὥστε καὶ ἡ
ψυχὴ μεταβάλλοι ἂν
κατὰ τὸ σῶμα ἢ ὅλη ἢ κατὰ μόρια
μεθισταμένη. Εἰ δὲ τοῦτ’ ἐνδέχεται, καὶ
ἐξελθοῦσαν
εἰσιέναι πάλιν ἐνδέχοιτ’ ἄν· τούτῳ δ’ ἕποιτ’ ἂν τὸ ἀνίστασθαι
τὰ
τεθνεῶτα τῶν ζῴων. Τὴν δὲ κατὰ συμβεβηκὸς
κίνησιν κἂν ὑφ’ ἑτέρου κινοῖτο· ὠσθείη
γὰρ ἂν βίᾳ τὸ
ζῷον. Οὐ δεῖ δὲ ᾧ τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι ἐν τῇ οὐσίᾳ,
τοῦθ’
ὑπ’ ἄλλου κινεῖσθαι, πλὴν εἰ μὴ κατὰ συμβεβηκός,
ὥσπερ οὐδὲ τὸ καθ’ αὑτὸ ἀγαθὸν ἢ
δι’ αὑτό, τὸ μὲν δι’ ἄλλο
εἶναι, τὸ δ’ ἑτέρου ἕνεκεν. Τὴν δὲ ψυχὴν μάλιστα φαίη
τις ἂν ὑπὸ τῶν αἰσθητῶν κινεῖσθαι, εἴπερ κινεῖται. Ἀλλὰ
μὴν καὶ εἰ κινεῖ γε
αὐτὴ αὑτήν, καὶ αὐτὴ κινοῖτ’ ἄν, ὥστ’
εἰ πᾶσα κίνησις ἔκστασίς ἐστι τοῦ
κινουμένου ᾗ κινεῖται, καὶ
ἡ ψυχὴ ἐξίσταιτ’ ἂν ἐκ τῆς οὐσίας, εἰ μὴ κατὰ
συμβεβηκὸς
αὑτὴν κινεῖ. Ἀλλ’ ἔστιν ἡ κίνησις τῆς οὐσίας αὐτῆς
καθ’ αὑτήν.
Ἔνιοι δὲ καὶ κινεῖν φασὶ τὴν ψυχὴν τὸ σῶμα
ἐν ᾧ ἐστίν, ὡς αὐτὴ κινεῖται, οἷον
Δημόκριτος, παραπλησίως
λέγων Φιλίππῳ τῷ κωμῳδοδιδασκάλῳ. Φησὶ γὰρ
τὸν
Δαίδαλον κινουμένην ποιῆσαι τὴν ξυλίνην Ἀφροδίτην,
ἐγχέαντ’ ἄργυρον χυτόν. Ὁμοίως
δὲ καὶ Δημόκριτος
λέγει· κινουμένας γάρ φησι τὰς ἀδιαιρέτους σφαίρας διὰ
τὸ
πεφυκέναι μηδέποτε μένειν, συνεφέλκειν καὶ κινεῖν τὸ
σῶμα πᾶν. Ἡμεῖς δ’
ἐρωτήσομεν εἰ καὶ ἠρέμησιν ποιεῖ
εἰπεῖν. Ὅλως δ’ οὐχ οὕτω φαίνεται κινεῖν ἡ ψυχὴ
τὸ ζῷον, ἀλλὰ
διὰ προαιρέσεώς τινος καὶ νοήσεως. Τὸν
αὐτὸν δὲ τρόπον καὶ ὁ Τίμαιος φυσιολογεῖ
τὴν ψυχὴν κινεῖν
τὸ σῶμα· τῷ γὰρ κινεῖσθαι αὐτὴν καὶ τὸ σῶμα κινεῖν διὰ τὸ
συμπεπλέχθαι πρὸς αὐτό. Συνεστηκυῖαν γὰρ ἐκ τῶν
στοιχείων, καὶ μεμερισμένην
κατὰ τοὺς ἁρμονικοὺς ἀριθμούς,
ὅπως αἴσθησίν τε σύμφυτον ἁρμονίας ἔχῃ καὶ τὸ πᾶν
φέρηται συμφώνους φοράς, τὴν εὐθυωρίαν εἰς κύκλον κατέκαμψεν·
καὶ διελὼν ἐκ
τοῦ ἑνὸς δύο κύκλους δισσαχῇ συνημμένους
πάλιν τὸν ἕνα διεῖλεν εἰς ἑπτὰ κύκλους,
ὡς οὔσας
τὰς τοῦ οὐρανοῦ φορὰς τὰς τῆς ψυχῆς κινήσεις. Πρῶτον
μὲν οὖν οὐ
καλῶς τὸ λέγειν τὴν ψυχὴν μέγεθος εἶναι· τὴν
γὰρ τοῦ παντὸς δῆλον ὅτι τοιαύτην
εἶναι βούλεται οἷόν ποτ’
ἐστὶν ὁ καλούμενος νοῦς· οὐ γὰρ δὴ οἷόν γ’ ἡ αἰσθητική,
οὐδ’ οἷον ἡ ἐπιθυμητική· τούτων γὰρ ἡ κίνησις οὐ κυκλοφορία.
Ὁ δὲ νοῦς εἷς
καὶ συνεχής, ὥσπερ καὶ ἡ νόησις· ἡ
δὲ νόησις τὰ νοήματα· ταῦτα δὲ τῷ ἐφεξῆς ἕν,
ὡς ἀριθμός,
ἀλλ’ οὐχ ὡς τὸ μέγεθος. Διόπερ οὐδ’ ὁ νοῦς οὕτω συνεχής,
ἀλλ’
ἤτοι ἀμερὴς ἢ οὐχ ὡς μέγεθός τι συνεχής· πῶς γὰρ δὴ
καὶ νοήσει μέγεθος ὢν ὁτῳοῦν
τῶν μορίων τῶν αὑτοῦ;
μορίων δ’ ἤτοι κατὰ μέγεθος ἢ κατὰ στιγμήν, εἰ δεῖ καὶ
τοῦτο μόριον εἰπεῖν. Εἰ μὲν οὖν κατὰ στιγμήν, αὗται δ’
ἄπειροι, δῆλον ὡς
οὐδέποτε διέξεισιν, εἰ δὲ κατὰ μέγεθος,
πολλάκις ἢ ἀπειράκις νοήσει τὸ αὐτό.
Φαίνεται δὲ καὶ
ἅπαξ ἐνδεχόμενον. Εἰ δ’ ἱκανὸν θιγεῖν ὁτῳοῦν τῶν μορίων,
τί
δεῖ κύκλῳ κινεῖσθαι ἢ καὶ ὅλως μέγεθος ἔχειν; Εἰ
τοῖς μορίοις θίξις; Ἔτι δὲ πῶς νοήσει τὸ μεριστὸν
ἀμερεῖ
καὶ τὸ ἀμερὲς μεριστῷ; Ἀναγκαῖον δὲ τὸν νοῦν
εἶναι τὸν κύκλον τοῦτον.
Νοῦ μὲν γὰρ κίνησις νόησις,
κύκλου δὲ περιφορά. Εἰ οὖν ἡ νόησις περιφορά, καὶ
νοῦς
ἂν εἴη ὁ κύκλος, οὗ ἡ τοιαύτη περιφορὰ νόησις. Ἀεὶ δὲ
δή τι νοήσει· δεῖ
γάρ, εἴπερ ἀΐδιος ἡ περιφορά· τῶν μὲν
γὰρ πρακτικῶν νοήσεων ἔστι πέρατα (πᾶσαι
γὰρ ἑτέρου
χάριν), αἱ δὲ θεωρητικαὶ τοῖς λόγοις ὁμοίως ὁρίζονται.
Λόγος δὲ
πᾶς ὁρισμὸς ἢ ἀπόδειξις. Αἱ δ’ ἀποδείξεις καὶ
ἀπ’ ἀρχῆς, καὶ ἔχουσί πως τέλος τὸν
συλλογισμὸν ἢ τὸ
συμπέρασμα· εἰ δὲ μὴ περατοῦνται, ἀλλ’ οὐκ ἀνακάμπτουσί
γε
πάλιν ἐπ’ ἀρχήν, προσλαμβάνουσαι δ’ ἀεὶ μέσον καὶ
ἄκρον εὐθυποροῦσιν· ἡ δὲ
περιφορὰ πάλιν ἐπ’ ἀρχὴν ἀνακάμπτει.
Οἱ δ’ ὁρισμοὶ πάντες πεπερασμένοι. Ἔτι εἰ ἡ
αὐτὴ περιφορὰ πολλάκις, δεήσει πολλάκις νοεῖν τὸ αὐτό.
Ἔτι δ’ ἡ νόησις
ἔοικεν ἠρεμήσει τινὶ καὶ ἐπιστάσει μᾶλλον
ἢ κινήσει· τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ
συλλογισμός.
Ἀλλὰ μὴν οὐδὲ μακάριόν γε τὸ μὴ ῥᾴδιον ἀλλὰ βίαιον· εἰ
δ’ ἐστὶν
ἡ κίνησις αὐτῆς μὴ οὐσία, παρὰ φύσιν ἂν κινοῖτο.
Ἐπίπονον δὲ καὶ τὸ μεμῖχθαι τῷ
σώματι μὴ δυνάμενον
ἀπολυθῆναι, καὶ προσέτι φευκτόν, εἴπερ βέλτιον τῷ νῷ μὴ
μετὰ σώματος εἶναι, καθάπερ εἴωθέ τε λέγεσθαι καὶ πολλοῖς
συνδοκεῖ. Ἄδηλος
δὲ καὶ τοῦ κύκλῳ φέρεσθαι τὸν
οὐρανὸν ἡ αἰτία· οὔτε γὰρ τῆς ψυχῆς ἡ οὐσία αἰτία
τοῦ
κύκλῳ φέρεσθαι, ἀλλὰ κατὰ συμβεβηκὸς οὕτω κινεῖται, οὔτε
τὸ σῶμα αἴτιον,
ἀλλ’ ἡ ψυχὴ μᾶλλον ἐκείνῳ. Ἀλλὰ μὴν
οὐδ’ ὅτι βέλτιον λέγεται· καίτοι γ’ ἐχρῆν διὰ
τοῦτο τὸν
τὸ
κινεῖσθαι τοῦ μένειν, κινεῖσθαι δ’ οὕτως ἢ ἄλλως. Ἐπεὶ
δ’ ἐστὶν ἡ τοιαύτη σκέψις
ἑτέρων λόγων οἰκειοτέρα, ταύτην
μὲν ἀφῶμεν τὸ νῦν. Ἐκεῖνο δὲ ἄτοπον συμβαίνει καὶ
τούτῳ τῷ λόγῳ καὶ τοῖς πλείστοις τῶν περὶ ψυχῆς· συνάπτουσι
γὰρ καὶ τιθέασιν
εἰς σῶμα τὴν ψυχήν, οὐθὲν προσδιορίσαντες
διὰ τίν’ αἰτίαν καὶ πῶς ἔχοντος τοῦ
σώματος.
Καίτοι δόξειεν ἂν τοῦτ’ ἀναγκαῖον εἶναι· διὰ γὰρ τὴν κοινωνίαν
τὸ
μὲν ποιεῖ τὸ δὲ πάσχει καὶ τὸ μὲν κινεῖται τὸ δὲ
κινεῖ, τούτων δ’ οὐθὲν ὑπάρχει
πρὸς ἄλληλα τοῖς τυχοῦσιν.
Οἱ δὲ μόνον ἐπιχειροῦσι λέγειν ποῖόν τι ἡ ψυχή, περὶ
δὲ
τοῦ δεξομένου σώματος οὐθὲν ἔτι προσδιορίζουσιν, ὥσπερ
ἐνδεχόμενον κατὰ
τοὺς Πυθαγορικοὺς μύθους τὴν τυχοῦσαν
ψυχὴν εἰς τὸ τυχὸν ἐνδύεσθαι σῶμα· δοκεῖ
γὰρ ἕκαστον
ἴδιον ἔχειν εἶδος καὶ μορφήν. Παραπλήσιον δὲ λέγουσιν
ὥσπερ εἴ
τις φαίη τὴν τεκτονικὴν εἰς αὐλοὺς ἐνδύεσθαι·
δεῖ γὰρ τὴν μὲν τέχνην χρῆσθαι τοῖς
ὀργάνοις, τὴν δὲ ψυχὴν
τῷ σώματι.
Καὶ ἄλλη δέ τις δόξα παραδέδοται περὶ ψυχῆς, πιθανὴ
μὲν πολλοῖς οὐδεμιᾶς ἧττον
τῶν λεγομένων, λόγους δ’
ὥσπερ εὐθύνας δεδωκυῖα καὶ τοῖς ἐν κοινῷ γινομένοις
λόγοις·
ἁρμονίαν γάρ τινα αὐτὴν λέγουσι· καὶ γὰρ τὴν ἁρμονίαν
κρᾶσιν καὶ
σύνθεσιν ἐναντίων εἶναι, καὶ τὸ σῶμα
συγκεῖσθαι ἐξ ἐναντίων. Καίτοι γε ἡ μὲν
ἁρμονία λόγος
τίς ἐστι τῶν μιχθέντων ἢ σύνθεσις, τὴν δὲ ψυχὴν οὐδέτερον
οἷόν
τ’ εἶναι τούτων. Ἔτι δὲ τὸ κινεῖν οὐκ ἔστιν ἁρμονίας,
Ἁρμόζει δὲ μᾶλλον καθ’ ὑγιείας λέγειν
ἁρμονίαν, καὶ
ὅλως τῶν σωματικῶν ἀρετῶν, ἢ κατὰ ψυχῆς. Φανερώτατον
δ’ εἴ τις
ἀποδιδόναι πειραθείη τὰ πάθη καὶ τὰ ἔργα
τῆς ψυχῆς ἁρμονίᾳ τινί· χαλεπὸν γὰρ
ἐφαρμόζειν. Ἔτι
δ’ εἰ λέγοιμεν τὴν ἁρμονίαν εἰς δύο ἀποβλέποντες, κυριώτατα
μὲν τῶν μεγεθῶν ἐν τοῖς ἔχουσι κίνησιν καὶ θέσιν τὴν
σύνθεσιν αὐτῶν, ἐπειδὰν
οὕτω συναρμόζωσιν ὥστε μηδὲν
συγγενὲς παραδέχεσθαι, ἐντεῦθεν δὲ καὶ τὸν τῶν
μεμιγμένων
λόγον. Οὐδετέρως μὲν οὖν εὔλογον, ἡ δὲ σύνθεσις τῶν
τοῦ σώματος
μερῶν λίαν εὐεξέταστος· πολλαί τε γὰρ αἱ
συνθέσεις τῶν μερῶν καὶ πολλαχῶς· τίνος
οὖν ἢ πῶς ὑπολαβεῖν
τὸν νοῦν χρὴ σύνθεσιν εἶναι, ἢ καὶ τὸ αἰσθητικὸν
ἢ
ὀρεκτικόν; Ὁμοίως δὲ ἄτοπον καὶ τὸν λόγον τῆς
μίξεως εἶναι τὴν ψυχήν· οὐ γὰρ τὸν
αὐτὸν ἔχει λόγον ἡ
μίξις τῶν στοιχείων καθ’ ἣν σὰρξ καὶ καθ’ ἣν ὀστοῦν.
Συμβήσεται
οὖν πολλάς τε ψυχὰς ἔχειν καὶ κατὰ πᾶν τὸ σῶμα,
εἴπερ πάντα μὲν
ἐκ τῶν στοιχείων μεμιγμένων, ὁ δὲ τῆς
μίξεως λόγος ἁρμονία καὶ ψυχή. Ἀπαιτήσειε
δ’ ἄν τις
τοῦτό γε καὶ παρ’ Ἐμπεδοκλέους· ἕκαστον γὰρ αὐτῶν
λόγῳ τινί φησιν
εἶναι· πότερον οὖν ὁ λόγος ἐστὶν ἡ ψυχή,
ἢ μᾶλλον ἕτερόν τι οὖσα ἐγγίνεται τοῖς
μέλεσιν; Ἔτι
δὲ πότερον ἡ φιλία τῆς τυχούσης αἰτία μίξεως ἢ τῆς κατὰ
τὸν
λόγον; Καὶ αὕτη πότερον ὁ λόγος ἐστὶν ἢ παρὰ τὸν
λόγον ἕτερόν τι; Ταῦτα μὲν οὖν
ἔχει τοιαύτας ἀπορίας·
εἰ δ’ ἐστὶν ἕτερον ἡ ψυχὴ τῆς μίξεως, τί δή ποτε ἅμα τῷ
σαρκὶ εἶναι ἀναιρεῖται καὶ τῷ τοῖς ἄλλοις μορίοις τοῦ ζῴου;
μή ἐστιν ἡ ψυχὴ ὁ λόγος τῆς
μίξεως, τί ἐστιν ὃ φθείρεται τῆς
ψυχῆς ἀπολειπούσης; Ὅτι μὲν οὖν οὔθ’ ἁρμονίαν
οἷόν τ’ εἶναι
τὴν ψυχὴν οὔτε κύκλῳ περιφέρεσθαι, δῆλον ἐκ τῶν εἰρημένων.
Κατὰ συμβεβηκὸς δὲ κινεῖσθαι, καθάπερ εἴπομεν,
ἔστι καὶ κινεῖν ἑαυτήν, οἷον
κινεῖσθαι μὲν ἐν ᾧ ἐστί, τοῦτο
δὲ κινεῖσθαι ὑπὸ τῆς ψυχῆς· ἄλλως δ’ οὐχ οἷόν τε
κινεῖσθαι
κατὰ τόπον αὐτήν. Εὐλογώτερον δ’ ἀπορήσειεν ἄν τις περὶ
αὐτῆς ὡς
κινουμένης, εἰς τὰ τοιαῦτα ἀποβλέψας. Φαμὲν
γὰρ τὴν ψυχὴν λυπεῖσθαι χαίρειν,
θαρρεῖν φοβεῖσθαι, ἔτι δὲ
ὀργίζεσθαί τε καὶ αἰσθάνεσθαι καὶ διανοεῖσθαι· ταῦτα δὲ
πάντα κινήσεις εἶναι δοκοῦσιν. Ὅθεν οἰηθείη τις ἂν αὐτὴν
κινεῖσθαι· τὸ δ’
οὐκ ἔστιν ἀναγκαῖον· εἰ γὰρ καὶ ὅτι μάλιστα
τὸ λυπεῖσθαι ἢ χαίρειν ἢ διανοεῖσθαι
κινήσεις εἰσί, καὶ
ἕκαστον κινεῖσθαι τούτων, τὸ δὲ κινεῖσθαί ἐστιν ὑπὸ τῆς
ψυχῆς, οἷον τὸ ὀργίζεσθαι ἢ φοβεῖσθαι τῷ τὴν καρδίαν
ὡδὶ κινεῖσθαι, τὸ δὲ
διανοεῖσθαι ἢ τοιοῦτον ἴσως ἢ ἕτερόν
τι· τούτων δὲ συμβαίνει τὰ μὲν κατὰ φορὰν
τινῶν κινουμένων,
τὰ δὲ κατ’ ἀλλοίωσιν. Ποῖα δὲ καὶ πῶς, ἕτερός ἐστι
λόγος.
Τὸ δὲ λέγειν ὀργίζεσθαι τὴν ψυχὴν ὅμοιον κἂν
εἴ τις λέγοι τὴν ψυχὴν ὑφαίνειν ἢ
οἰκοδομεῖν· βέλτιον γὰρ
ἴσως μὴ λέγειν τὴν ψυχὴν ἐλεεῖν ἢ μανθάνειν ἢ
διανοεῖσθαι,
ἀλλὰ τὸν ἄνθρωπον τῇ ψυχῇ. Τοῦτο δὲ μὴ ὡς ἐν ἐκείνῃ
τῆς
κινήσεως οὔσης, ἀλλ’ ὁτὲ μὲν μέχρι ἐκείνης, ὁτὲ δ’
ἀπ’ ἐκείνης, οἷον ἡ μὲν
αἴσθησις ἀπὸ τωνδί, ἡ δ’ ἀνάμνησις
ἀπ’ ἐκείνης ἐπὶ τὰς ἐν τοῖς αἰσθητηρίοις
κινήσεις ἢ μονάς.
Ὁ δὲ νοῦς ἔοικεν ἐγγίνεσθαι οὐσία τις οὖσα, καὶ οὐ φθείρεσθαι.
Μάλιστα γὰρ ἐφθείρετ’ ἂν ὑπὸ τῆς ἐν τῷ γήρᾳ
εἰ γὰρ λάβοι ὁ πρεσβύτης ὄμμα τοιονδί, βλέποι
ἂν
ὥσπερ καὶ ὁ νέος. Ὥστε τὸ γῆρας οὐ τῷ τὴν ψυχήν τι
πεπονθέναι, ἀλλ’ ἐν ᾧ,
καθάπερ ἐν μέθαις καὶ νόσοις. Καὶ
τὸ νοεῖν δὴ καὶ τὸ θεωρεῖν μαραίνεται ἄλλου
τινὸς ἔσω
φθειρομένου, αὐτὸ δὲ ἀπαθές ἐστιν. Τὸ δὲ διανοεῖσθαι καὶ
φιλεῖν ἢ
μισεῖν οὐκ ἔστιν ἐκείνου πάθη, ἀλλὰ τουδὶ τοῦ
ἔχοντος ἐκεῖνο, ᾗ ἐκεῖνο ἔχει. Διὸ
καὶ τούτου φθειρομένου
οὔτε μνημονεύει οὔτε φιλεῖ· οὐ γὰρ ἐκείνου ἦν, ἀλλὰ τοῦ
κοινοῦ, ὃ ἀπόλωλεν· ὁ δὲ νοῦς ἴσως θειότερόν τι καὶ ἀπαθές
ἐστιν. Ὅτι μὲν
οὖν οὐχ οἷόν τε κινεῖσθαι τὴν ψυχήν, φανερὸν
ἐκ τούτων· εἰ δ’ ὅλως μὴ κινεῖται,
δῆλον ὡς οὐδ’ ὑφ’
ἑαυτῆς. Πολὺ δὲ τῶν εἰρημένων ἀλογώτατον τὸ λέγειν
ἀριθμὸν
εἶναι τὴν ψυχὴν κινοῦνθ’ ἑαυτόν· ὑπάρχει γὰρ αὐτοῖς
ἀδύνατα πρῶτα μὲν τὰ ἐκ τοῦ
κινεῖσθαι συμβαίνοντα,
ἰδίᾳ δ’ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν· πῶς γὰρ χρὴ νοῆσαι
μονάδα κινουμένην, καὶ ὑπὸ τίνος, καὶ πῶς, ἀμερῆ καὶ ἀδιάφορον
οὖσαν; Εἰ γάρ
ἐστι κινητικὴ καὶ κινητή, διαφέρειν
δεῖ. Ἔτι δ’ ἐπεί φασι κινηθεῖσαν γραμμὴν
ἐπίπεδον ποιεῖν,
στιγμὴν δὲ γραμμήν, καὶ αἱ τῶν μονάδων κινήσεις γραμμαὶ
ἔσονται· ἡ γὰρ στιγμὴ μονάς ἐστι θέσιν ἔχουσα· ὁ δ’
ἀριθμὸς τῆς ψυχῆς ἤδη
πού ἐστι καὶ θέσιν ἔχει. Ἔτι δ’
ἀριθμοῦ μὲν ἐὰν ἀφέλῃ τις ἀριθμὸν ἢ μονάδα,
λείπεται
ἄλλος ἀριθμός· τὰ δὲ φυτὰ καὶ τῶν ζῴων πολλὰ διαιρούμενα
ζῇ, καὶ
δοκεῖ τὴν αὐτὴν ψυχὴν ἔχειν τῷ εἴδει. Δόξειε δ’
ἂν οὐθὲν διαφέρειν μονάδας λέγειν
ἢ σωμάτια μικρά· καὶ
γὰρ ἐκ τῶν Δημοκρίτου σφαιρίων ἐὰν γένωνται στιγμαί,
μόνον δὲ μένῃ τὸ ποσόν, ἔσται τι ἐν αὐτῷ τὸ μὲν κινοῦν τὸ
διαφέρειν ἢ μικρότητι
συμβαίνει τὸ λεχθέν, ἀλλ’ ὅτι ποσόν.
Διὸ ἀναγκαῖον εἶναί τι τὸ κινῆσον τὰς
μονάδας. Εἰ
δ’ ἐν τῷ ζῴῳ τὸ κινοῦν ἡ ψυχή, καὶ ἐν τῷ ἀριθμῷ, ὥστε οὐ
τὸ
κινοῦν καὶ τὸ κινούμενον ἡ ψυχή, ἀλλὰ τὸ κινοῦν μόνον.
Ἑνδέχεται δὲ δή πως μονάδα
ταύτην εἶναι· δεῖ γὰρ ὑπάρχειν
τινὰ αὐτῇ διαφορὰν πρὸς τὰς ἄλλας· στιγμῆς δὲ
μοναδικῆς τίς ἂν εἴη διαφορὰ πλὴν θέσις; Εἰ μὲν οὖν εἰσὶν
ἕτεραι αἱ ἐν τῷ
σώματι μονάδες καὶ αἱ στιγμαί, ἐν τῷ
αὐτῷ ἔσονται αἱ μονάδες· καθέξει γὰρ χώραν
στιγμῆς.
Καίτοι τί κωλύει ἐν τῷ αὐτῷ εἶναι, εἰ δύο, καὶ ἀπείρους;
Ὧν γὰρ ὁ
τόπος ἀδιαίρετος, καὶ αὐτά. Εἰ δ’ αἱ ἐν τῷ
σώματι στιγμαὶ ὁ ἀριθμὸς ὁ τῆς ψυχῆς,
ἢ εἰ ὁ ἐκ τῶν
ἐν τῷ σώματι στιγμῶν ἀριθμὸς ἡ ψυχή, διὰ τί οὐ πάντα
ψυχὴν
ἔχουσι τὰ σώματα; Στιγμαὶ γὰρ ἐν ἅπασι δοκοῦσιν
εἶναι καὶ ἄπειροι. Ἔτι δὲ πῶς
οἷόν τε χωρίζεσθαι τὰς
ψυχὰς καὶ ἀπολύεσθαι τῶν σωμάτων, εἴ γε μὴ διαιροῦνται
αἱ γραμμαὶ εἰς στιγμάς;
Συμβαίνει δέ, καθάπερ εἴπομεν, τῇ μὲν ταὐτὸ λέγειν
τοῖς σῶμά τι λεπτομερὲς αὐτὴν
τιθεῖσι, τῇ δ’, ὥσπερ Δημόκριτος
κινεῖσθαί φησιν ὑπὸ τῆς ψυχῆς, ἴδιον τὸ ἄτοπον·
εἴ περ γάρ ἐστιν ἡ ψυχὴ ἐν παντὶ τῷ αἰσθανομένῳ σώματι,
ἀναγκαῖον ἐν τῷ αὐτῷ
δύο εἶναι σώματα, εἰ σῶμά τι ἡ
ψυχή· τοῖς δ’ ἀριθμὸν λέγουσιν, ἐν τῇ μιᾷ στιγμῇ
πολλὰς
στιγμὰς ἢ πᾶν σῶμα ψυχὴν ἔχειν, εἰ μὴ διαφέρων τις ἀριθμὸς
ἐγγίνεται
καὶ ἄλλος τις τῶν ὑπαρχουσῶν ἐν τῷ σώματι
τοῦ ἀριθμοῦ, καθάπερ καὶ Δημόκριτον ἔφαμεν αὐτὸ κινεῖν·
τί γὰρ διαφέρει σφαίρας λέγειν σμικρὰς ἢ μονάδας μεγάλας,
ἢ ὅλως μονάδας
φερομένας; Ἀμφοτέρως γὰρ ἀναγκαῖον
κινεῖν τὸ ζῷον τῷ κινεῖσθαι ταύτας. Τοῖς δὴ
συμπλέξασιν
εἰς τὸ αὐτὸ κίνησιν καὶ ἀριθμὸν ταῦτά τε συμβαίνει
καὶ πολλὰ
ἕτερα τοιαῦτα· οὐ γὰρ μόνον ὁρισμὸν ψυχῆς
ἀδύνατον τοιοῦτον εἶναι, ἀλλὰ καὶ
συμβεβηκός. Δῆλον δ’
εἴ τις ἐπιχειρήσειεν ἐκ τοῦ λόγου τούτου τὰ πάθη καὶ τὰ
ἔργα τῆς ψυχῆς ἀποδιδόναι, οἷον λογισμούς, αἰσθήσεις, ἡδονάς,
λύπας, ὅσα
ἄλλα τοιαῦτα· ὥσπερ γὰρ εἴπομεν πρότερον,
οὐδὲ μαντεύσασθαι ῥᾴδιον ἐξ αὐτῶν.
Τριῶν δὲ τρόπων
παραδεδομένων καθ’ οὓς ὁρίζονται τὴν ψυχήν, οἱ μὲν τὸ
κινητικώτατον
ἀπεφήναντο τῷ κινεῖν ἑαυτό, οἱ δὲ σῶμα τὸ
λεπτομερέστατον ἢ τὸ
ἀσωματώτατον τῶν ἄλλων. Ταῦτα
δὲ τίνας ἀπορίας τε καὶ ὑπεναντιώσεις ἔχει,
διεληλύθαμεν
σχεδόν. Λείπεται δ’ ἐπισκέψασθαι πῶς λέγεται τὸ ἐκ τῶν
στοιχείων αὐτὴν εἶναι. Λέγουσι μὲν γάρ, ἵν’ αἰσθάνηταί
τε τῶν ὄντων καὶ
ἕκαστον γνωρίζῃ, ἀναγκαῖον δὲ συμβαίνειν
πολλὰ καὶ ἀδύνατα τῷ λόγῳ· τίθενται γὰρ
γνωρίζειν
τῷ ὁμοίῳ τὸ ὅμοιον, ὥσπερ ἂν εἰ τὴν ψυχὴν τὰ πράγματα
τιθέντες.
Οὐκ ἔστι δὲ μόνα ταῦτα, πολλὰ δὲ καὶ ἕτερα,
μᾶλλον δ’ ἴσως ἄπειρα τὸν ἀριθμόν, τὰ
ἐκ τούτων. Ἐξ ὧν
μὲν οὖν ἐστὶν ἕκαστον τούτων, ἔστω γινώσκειν τὴν ψυχὴν
καὶ
αἰσθάνεσθαι· ἀλλὰ τὸ σύνολον τίνι γνωριεῖ ἢ αἰσθήσεται,
οἷον τί θεὸς ἢ ἄνθρωπος ἢ
σὰρξ ἢ ὀστοῦν; Ὁμοίως
δὲ καὶ ἄλλο ὁτιοῦν τῶν συνθέτων· οὐ γὰρ ὁπωσοῦν ἔχοντα
καθάπερ φησὶ
καὶ Ἐμπεδοκλῆς τὸ ὀστοῦν.
Οὐδὲν οὖν ὄφελος εἶναι τὰ στοιχεῖα ἐν τῇ ψυχῇ, εἰ μὴ καὶ
οἱ λόγοι ἐνέσονται καὶ
ἡ σύνθεσις· γνωριεῖ γὰρ ἕκαστον τὸ
ὅμοιον, τὸ δ’ ὀστοῦν ἢ τὸν ἄνθρωπον οὐθέν, εἰ
μὴ καὶ ταῦτ’
ἐνέσται. Τοῦτο δ’ ὅτι ἀδύνατον, οὐθὲν δεῖ λέγειν· τίς γὰρ
ἂν
ἀπορήσειεν εἰ ἔνεστιν ἐν τῇ ψυχῇ λίθος ἢ ἄνθρωπος;
Ὁμοίως δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ
μὴ ἀγαθόν. Τὸν αὐτὸν
δὲ τρόπον καὶ περὶ τῶν ἄλλων. Ἔτι δὲ πολλαχῶς λεγομένου
τοῦ ὄντος (σημαίνει γὰρ τὸ μὲν τόδε τι, τὸ δὲ ποσὸν
ἢ ποιὸν ἢ καί τινα ἄλλην
τῶν διαιρεθεισῶν κατηγοριῶν) πότερον
ἐξ ἁπάντων ἔσται ἡ ψυχὴ ἢ οὔ; Ἀλλ’ οὐ δοκεῖ
κοινὰ πάντων εἶναι στοιχεῖα. Ἆρ’ οὖν ὅσα τῶν οὐσιῶν
ἐκ τούτων μόνον; Πῶς οὖν
γινώσκει καὶ τῶν ἄλλων ἕκαστον;
Ἢ φήσουσιν ἑκάστου γένους εἶναι στοιχεῖα καὶ
ἀρχὰς
ἰδίας, ἐξ ὧν τὴν ψυχὴν συνεστάναι; Ἔσται ἄρα ποσὸν
καὶ ποιὸν καὶ
οὐσία. Ἀλλ’ ἀδύνατον ἐκ τῶν τοῦ ποσοῦ
στοιχείων οὐσίαν εἶναι καὶ μὴ ποσόν. Τοῖς
δὴ λέγουσιν
ἐκ πάντων ταῦτά τε καὶ τοιαῦθ’ ἕτερα συμβαίνει. Ἄτοπον
δὲ καὶ τὸ
φάναι μὲν ἀπαθὲς εἶναι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου,
αἰσθάνεσθαι δὲ τὸ ὅμοιον τοῦ
ὁμοίου καὶ γινώσκειν τῷ ὁμοίῳ
τὸ ὅμοιον. Τὸ δ’ αἰσθάνεσθαι πάσχειν τι καὶ
κινεῖσθαι
τιθέασιν· ὁμοίως δὲ καὶ τὸ νοεῖν τε καὶ γινώσκειν. Πολλὰς
δ’
ἀπορίας καὶ δυσχερείας ἔχοντος τοῦ λέγειν, καθάπερ
καὶ πρὸς τὸ ὅμοιον, μαρτυρεῖ τὸ νῦν
λεχθέν· ὅσα
γὰρ ἔνεστιν ἐν τοῖς τῶν ζῴων σώμασιν ἁπλῶς γῆς, οἷον
ὀστᾶ νεῦρα
τρίχες, οὐθενὸς αἰσθάνεσθαι δοκεῖ, ὥστ’ οὐδὲ
τῶν ὁμοίων. Καίτοι προσῆκεν. Ἔτι δ’
ἑκάστῃ τῶν ἀρχῶν
ἄγνοια πλείων ἢ σύνεσις ὑπάρξει· γνώσεται μὲν γὰρ
ἓν
ἕκαστον, πολλὰ δ’ ἀγνοήσει· πάντα γὰρ τἆλλα. Συμβαίνει
δ’ Ἐμπεδοκλεῖ γε καὶ
ἀφρονέστατον εἶναι τὸν θεόν·
μόνος γὰρ τῶν στοιχείων ἓν οὐ γνωριεῖ, τὸ νεῖκος, τὰ
δὲ
θνητὰ πάντα· ἐκ πάντων γὰρ ἕκαστον. Ὅλως τε διὰ τίν’
αἰτίαν οὐχ ἅπαντα
ψυχὴν ἔχει τὰ ὄντα, ἐπειδὴ πᾶν ἢ στοιχεῖον
ἢ ἐκ στοιχείου ἑνὸς ἢ πλειόνων ἢ
πάντων; Ἀναγκαῖον
γάρ ἐστιν ἕν τι γινώσκειν ἢ τινὰ ἢ πάντα. Ἀπορήσειε
δ’ ἄν
τις καὶ τί ποτ’ ἐστὶ τὸ ἑνοποιοῦν αὐτά· ὕλῃ γὰρ
ἔοικε τά γε στοιχεῖα· κυριώτατον
γὰρ ἐκεῖνο τὸ συνέχον
ὅ τί ποτ’ ἐστίν· τῆς δὲ ψυχῆς εἶναί τι κρεῖττον καὶ ἄρχον
ἀδύνατον· ἀδυνατώτερον δ’ ἔτι τοῦ νοῦ· εὔλογον γὰρ
τοῦτον εἶναι
προγενέστατον καὶ κύριον κατὰ φύσιν, τὰ
δὲ στοιχεῖά φασι πρῶτα τῶν ὄντων εἶναι.
Πάντες δὲ καὶ
οἱ διὰ τὸ γνωρίζειν καὶ αἰσθάνεσθαι τὰ ὄντα τὴν ψυχὴν ἐκ
τῶν
στοιχείων λέγοντες αὐτήν, καὶ οἱ τὸ κινητικώτατον, οὐ
περὶ πάσης λέγουσι ψυχῆς·
οὔτε γὰρ τὰ αἰσθανόμενα πάντα
κινητικά· φαίνεται γὰρ εἶναί τινα μόνιμα τῶν ζῴων
κατὰ
ἡ ψυχὴ
τὸ ζῷον. Ὁμοίως δὲ καὶ ὅσοι τὸν νοῦν καὶ τὸ αἰσθητικὸν
ἐκ τῶν στοιχείων ποιοῦσιν·
φαίνεται γὰρ τά τε
φυτὰ ζῆν οὐ μετέχοντα φορᾶς οὐδ’ αἰσθήσεως, καὶ τῶν ζῴων
πολλὰ διάνοιαν οὐκ ἔχειν. Εἰ δέ τις καὶ ταῦτα παραχωρήσειε,
καὶ θείη τὸν
νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δὲ καὶ τὸ
αἰσθητικόν, οὐδ’ ἂν οὕτω λέγοιεν
καθόλου περὶ πάσης ψυχῆς
οὐδὲ περὶ ὅλης οὐδὲ μιᾶς. Τοῦτο δὲ πέπονθε καὶ ὁ ἐν
τοῖς Ὀρφικοῖς ἔπεσι καλουμένοις λόγος· φησὶ γὰρ τὴν
ψυχὴν ἐκ τοῦ ὅλου
εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπὸ τῶν
ἀνέμων. Οὐχ οἷόν τε δὴ τοῖς φυτοῖς τοῦτο
συμβαίνειν οὐδὲ
τῶν ζῴων ἐνίοις, εἴπερ μὴ πάντα ἀναπνέουσιν. Τοῦτο δὲ
λέληθε
τοὺς οὕτως ὑπειληφότας. Εἴτε δεῖ τὴν ψυχὴν ἐκ
τῶν στοιχείων ποιεῖν, οὐθὲν δεῖ ἐξ
ἁπάντων· ἱκανὸν γὰρ
θάτερον μέρος τῆς ἐναντιώσεως ἑαυτό τε κρίνειν καὶ τὸ
ἀντικείμενον.
Καὶ γὰρ τῷ εὐθεῖ καὶ αὐτὸ καὶ τὸ καμπύλον
γινώσκομεν· κριτὴς
γὰρ ἀμφοῖν ὁ κανών, τὸ δὲ καμπύλον
οὔθ’ ἑαυτοῦ οὔτε τοῦ εὐθέος. καὶ ἐν τῷ ὅλῳ δέ
τινες αὐτὴν
μεμῖχθαί φασιν, ὅθεν ἴσως καὶ Θαλῆς ᾠήθη πάντα πλήρη
θεῶν εἶναι.
Τοῦτο δ’ ἔχει τινὰς ἀπορίας· διὰ τίνα γὰρ
αἰτίαν ἐν μὲν τῷ ἀέρι ἢ τῷ πυρὶ οὖσα ἡ
ψυχὴ οὐ ποιεῖ
ζῷον, ἐν δὲ τοῖς μικτοῖς, καὶ ταῦτα βελτίων ἐν τούτοις
εἶναι
δοκοῦσα; Ἐπιζητήσειε γὰρ ἄν τις καὶ διὰ τίν’ αἰτίαν
ἡ ἐν τῷ ἀέρι ψυχὴ τῆς ἐν τοῖς
ζῴοις βελτίων ἐστὶ καὶ ἀθανατωτέρα.
Συμβαίνει δ’ ἀμφοτέρως ἄτοπον καὶ παράλογον·
καὶ γὰρ τὸ λέγειν ζῷον τὸ πῦρ ἢ τὸν ἀέρα τῶν παραλογωτέρων
Ὑπολαβεῖν δ’ ἐοίκασιν εἶναι τὴν ψυχὴν
ἐν τούτοις,
ὅτι τὸ ὅλον τοῖς μορίοις ὁμοειδές. Ὥστ’ ἀναγκαῖον
αὐτοῖς λέγειν
καὶ τὴν ψυχὴν ὁμοειδῆ τοῖς μορίοις εἶναι,
εἰ τῷ ἀπολαμβάνεσθαί τι τοῦ περιέχοντος
ἐν τοῖς
ζῴοις ἔμψυχα τὰ ζῷα γίνεται. Εἰ δ’ ὁ μὲν ἀὴρ διασπώμενος
ὁμοειδής, ἡ
δὲ ψυχὴ ἀνομοιομερής, τὸ μέν τι αὐτῆς
ὑπάρξει δῆλον ὅτι, τὸ δ’ οὐχ ὑπάρξει.
Ἀναγκαῖον οὖν
αὐτὴν ἢ ὁμοιομερῆ εἶναι ἢ μὴ ἐνυπάρχειν ἐν ὁτῳοῦν μορίῳ
τοῦ
παντός. Φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὡς οὔτε τὸ
γινώσκειν ὑπάρχει τῇ ψυχῇ διὰ τὸ
ἐκ τῶν στοιχείων εἷναι,
οὔτε τὸ κινεῖσθαι αὐτὴν καλῶς οὐδ’ ἀληθῶς λέγεται.
Ἐπεὶ δὲ τὸ γινώσκειν τῆς ψυχῆς ἐστὶ καὶ τὸ αἰσθάνεσθαί
τε καὶ τὸ δοξάζειν,
ἔτι δὲ τὸ ἐπιθυμεῖν καὶ βούλεσθαι
καὶ ὅλως αἱ ὀρέξεις, γίνεται δὲ καὶ ἡ κατὰ
τόπον
κίνησις τοῖς ζῴοις ὑπὸ τῆς ψυχῆς, ἔτι δ’ αὔξη τε καὶ
ἀκμὴ καὶ φθίσις,
πότερον ὅλῃ τῇ ψυχῇ τούτων ἕκαστον
ὑπάρχει, καὶ πάσῃ νοοῦμέν τε καὶ αἰσθανόμεθα
καὶ τῶν
ἄλλων ἕκαστον ποιοῦμέν τε καὶ πάσχομεν, ἢ μορίοις ἑτέροις
ἕτερα; Καὶ
τὸ ζῆν δὴ πότερον ἔν τινι τούτων ἐστὶν ἑνὶ
ἢ καὶ ἐν πλείοσιν ἢ πᾶσιν, ἢ καὶ ἄλλο
τι αἴτιον; Λέγουσι
δή τινες μεριστὴν αὐτήν, καὶ ἄλλῳ μὲν νοεῖν
ἄλλῳ δὲ
ἐπιθυμεῖν. Τί οὖν δή ποτε συνέχει τὴν ψυχήν,
εἰ μεριστὴ πέφυκεν; Οὐ γὰρ δὴ τό γε
σῶμα· δοκεῖ γὰρ
γοῦν διαπνεῖται καὶ σήπεται. Εἰ οὖν ἕτερόν τι μίαν
αὐτὴν ποιεῖ, ἐκεῖνο
μάλιστ’ ἂν εἴη ψυχή. Δεήσει δὲ
καὶ πάλιν κἀκεῖνο ζητεῖν, πότερον ἓν ἢ πολυμερές.
Εἰ μὲν
γὰρ ἕν, διὰ τί οὐκ εὐθέως καὶ ἡ ψυχὴ ἕν; Εἰ δὲ μεριστόν,
πάλιν ὁ
λόγος ζητήσει τί τὸ συνέχον ἐκεῖνο, καὶ οὕτω δὴ
πρόεισιν ἐπὶ τὸ ἄπειρον.
Ἀπορήσειε δ’ ἄν τις καὶ περὶ
τῶν μορίων αὐτῆς, τίν’ ἔχει δύναμιν ἕκαστον ἐν τῷ
σώματι.
Εἰ γὰρ ἡ ὅλη ψυχὴ πᾶν τὸ σῶμα συνέχει, προσήκει καὶ
τῶν μορίων
ἕκαστον συνέχειν τι τοῦ σώματος. Τοῦτο δ’
ἔοικεν ἀδυνάτῳ· ποῖον γὰρ μόριον ἢ πῶς
ὁ νοῦς συνέξει,
χαλεπὸν καὶ πλάσαι. Φαίνεται δὲ καὶ τὰ φυτὰ διαιρούμενα
ζῆν
καὶ τῶν ζῴων ἔνια τῶν ἐντόμων, ὡς τὴν αὐτὴν
ἔχοντα ψυχὴν τῷ εἴδει, εἰ καὶ μὴ
ἀριθμῷ· ἑκάτερον γοῦν
τῶν μορίων αἴσθησιν ἔχει καὶ κινεῖται κατὰ τόπον ἐπί τινα
χρόνον. Εἰ δὲ μὴ διατελοῦσιν, οὐθὲν ἄτοπον· ὄργανα γὰρ
οὐκ ἔχουσιν ὥστε
σώζειν τὴν φύσιν. Ἀλλ’ οὐδὲν ἧττον ἐν
ἑκατέρῳ τῶν μορίων ἅπαντ’ ἐνυπάρχει τὰ
μόρια τῆς ψυχῆς,
καὶ ὁμοειδῆ εἰσὶν ἀλλήλοις καὶ τῇ ὅλῃ, ἀλλήλων μὲν ὡς
οὐ
χωριστὰ ὄντα, τῆς δ’ ὅλης ψυχῆς ὡς διαιρετῆς οὔσης.
Ἔοικε δὲ καὶ ἡ ἐν τοῖς φυτοῖς
ἀρχὴ ψυχή τις εἶναι·
μόνης γὰρ ταύτης κοινωνεῖ καὶ ζῷα καὶ φυτά. Καὶ
αὕτη
μὲν χωρίζεται τῆς αἰσθητικῆς ἀρχῆς, αἴσθησιν δ’
οὐθὲν ἄνευ ταύτ ς ἔχει.
Τὰ μὲν δὴ ὑπὸ τῶν πρότερον παραδεδομένα περὶ ψυχῆς
εἰρήσθω· πάλιν δ’ ὥσπερ ἐξ
ὑπαρχῆς ἐπανίωμεν, πειρώμενοι
διορίσαι τί ἐστι ψυχὴ καὶ τίς ἂν εἴη κοινότατος
λόγος αὐτῆς. Λέγομεν δὴ γένος ἕν τι τῶν ὄντων
τὴν οὐσίαν, ταύτης δὲ τὸ μὲν
ὡς ὕλην, ὃ καθ’ αὑτὸ μὲν οὐκ
ἔστι τόδε τι, ἕτερον δὲ μορφὴν καὶ εἶδος, καθ’ ἣν
ἤδη λέγεται
τόδε τι, καὶ τρίτον τὸ ἐκ τούτων. Ἔστι δ’ ἡ μὲν ὕλη
δύναμις, τὸ
δ’ εἶδος ἐντελέχεια, καὶ τοῦτο διχῶς, τὸ μὲν ὡς
ἐπιστήμη, τὸ δ’ ὡς τὸ θεωρεῖν.
Οὐσίαι δὲ μάλιστ’ εἶναι
δοκοῦσι τὰ σώματα, καὶ τούτων τὰ φυσικά· ταῦτα γὰρ τῶν
ἄλλων ἀρχαί. Τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δ’
οὐκ ἔχει· ζωὴν δὲ
λέγομεν τὴν δι’ αὐτοῦ τροφήν τε καὶ
αὔξησιν καὶ φθίσιν. Ὥστε πᾶν σῶμα φυσικὸν
μετέχον
ζωῆς οὐσία ἂν εἴη, οὐσία δ’ οὕτως ὡς συνθέτη. Ἐπεὶ
δ’ ἐστὶ σῶμα
τοιόνδε, ζωὴν γὰρ ἔχον, οὐκ ἂν εἴη τὸ
σῶμα ψυχή· οὐ γάρ ἐστι τῶν καθ’ ὑποκειμένου
τὸ σῶμα,
ψυχὴν
οὐσίαν εἶναι ὡς εἶδος σώματος φυσικοῦ δυνάμει ζωὴν
ἔχοντος. Ἡ δ’ οὐσία
ἐντελέχεια. Τοιούτου ἄρα σώματος
ἐντελέχεια. Αὕτη δὲ λέγεται διχῶς, ἡ μὲν ὡς
ἐπιστήμη, ἡ
δ’ ὡς τὸ θεωρεῖν. Φανερὸν οὖν ὅτι ὡς ἐπιστήμη· ἐν γὰρ
τῷ
ὑπάρχειν τὴν ψυχὴν καὶ ὕπνος καὶ ἐγρήγορσίς ἐστιν,
ἀνάλογον δ’ ἡ μὲν ἐγρήγορσις
τῷ θεωρεῖν, ὁ δ’ ὕπνος τῷ
ἔχειν καὶ μὴ ἐνεργεῖν. Προτέρα δὲ τῇ γενέσει ἐπὶ τοῦ
αὐτοῦ ἡ ἐπιστήμη. Διὸ ψυχή ἐστιν ἐντελέχεια ἡ πρώτη
σώματος φυσικοῦ δυνάμει
ζωὴν ἔχοντος. Τοιοῦτο δέ, ὃ
ἂν ᾖ ὀργανικόν. Ὄργανα δὲ καὶ τὰ τῶν φυτῶν μέρη, ἀλλὰ
παντελῶς ἁπλᾶ, οἷον τὸ φύλλον περικαρπίου σκέπασμα, τὸ
δὲ περικάρπιον
καρποῦ. Αἱ δὲ ῥίζαι τῷ στόματι ἀνάλογον·
ἄμφω γὰρ ἕλκει τὴν τροφήν. Εἰ δή τι
κοινὸν ἐπὶ
πάσης ψυχῆς δεῖ λέγειν, εἴη ἂν ἐντελέχεια ἡ πρώτη σώματος
φυσικοῦ
ὀργανικοῦ. Διὸ καὶ οὐ δεῖ ζητεῖν εἰ ἓν ἡ
ψυχὴ καὶ τὸ σῶμα, ὥσπερ οὐδὲ τὸν κηρὸν
καὶ τὸ σχῆμα,
οὐδ’ ὅλως τὴν ἑκάστου ὕλην καὶ τὸ οὗ ὕλη· τὸ γὰρ ἓν καὶ
τὸ
εἶναι ἐπεὶ πλεοναχῶς λέγεται, τὸ κυρίως ἡ ἐντελέχειά
ἐστιν. Καθόλου μὲν οὖν
εἴρηται τί ἐστιν ἡ ψυχή· οὐσία
γὰρ ἡ κατὰ τὸν λόγον. Τοῦτο δὲ τὸ τί ἦν εἶναι τῷ
τοιῳδὶ
σώματι, καθάπερ εἴ τι τῶν ὀργάνων φυσικὸν ἦν σῶμα,
οἷον πέλεκυς· ἦν
γὰρ ἂν τὸ πελέκει εἶναι ἡ οὐσία αὐτοῦ,
καὶ ἡ ψυχὴ τοῦτο· χωρισθείσης γὰρ ταύτης
οὐκ ἂν ἔτι
πέλεκυς ἦν, ἀλλ’ ἢ ὁμωνύμως. Νῦν δ’ ἐστὶ πέλεκυς· οὐ γὰρ
τοιούτου
σώματος τὸ τί ἦν εἶναι καὶ ὁ λόγος ἡ ψυχή, ἀλλὰ
φυσικοῦ τοιουδὶ ἔχοντος ἀρχὴν
κινήσεως καὶ στάσεως ἐν
γὰρ ἦν ὁ ὀφθαλμὸς ζῷον, ψυχὴ ἂν ἦν αὐτοῦ ἡ ὄψις·
αὕτη γὰρ οὐσία
ὀφθαλμοῦ ἡ κατὰ τὸν λόγον. Ὁ δ’
ὀφθαλμὸς ὕλη ὄψεως, ἧς ἀπολειπούσης οὐκ ἔστιν
ὀφθαλμός,
πλὴν ὁμωνύμως, καθάπερ ὁ λίθινος καὶ ὁ γεγραμμένος.
Δεῖ δὴ λαβεῖν
τὸ ἐπὶ μέρους ἐφ’ ὅλου τοῦ ζῶντος
σώματος· ἀνάλογον γὰρ ἔχει ὡς τὸ μέρος πρὸς τὸ
μέρος,
οὕτως ἡ ὅλη αἴσθησις πρὸς τὸ ὅλον σῶμα τὸ αἰσθητικόν,
ᾗ τοιοῦτο. Ἔστι
δὲ οὐ τὸ ἀποβεβληκὸς τὴν ψυχὴν τὸ
δυνάμει ὂν ὥστε ζῆν, ἀλλὰ τὸ ἔχον. Τὸ δὲ σπέρμα
καὶ ὁ
καρπὸς τὸ δυνάμει τοιονδὶ σῶμα. Ὡς μὲν οὖν ἡ τμῆσις καὶ
ἡ ὅρασις, οὕτω
καὶ ἡ ἐγρήγορσις ἐντελέχεια, ὡς δ’ ἡ ὄψις
καὶ ἡ δύναμις τοῦ ὀργάνου, ἡ ψυχή· τὸ
δὲ σῶμα τὸ δυνάμει
ὄν· ἀλλ’ ὥσπερ ὁ ὀφθαλμὸς ἡ κόρη καὶ ἡ ὄψις, κἀκεῖ ἡ
ψυχὴ
καὶ τὸ σῶμα τὸ ζῷον. Ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ
ψυχὴ χωριστὴ τοῦ σώματος, ἢ μέρη
τινὰ αὐτῆς, εἰ μεριστὴ
πέφυκεν, οὐκ ἄδηλον· ἐνίων γὰρ ἡ ἐντελέχεια τῶν μερῶν
ἐστὶν αὐτῶν. Οὐ μὴν ἀλλ’ ἔνιά γε οὐθὲν κωλύει, διὰ τὸ
μηθενὸς εἶναι σώματος
ἐντελεχείας. Ἔτι δὲ ἄδηλον εἰ
οὕτως ἐντελέχεια τοῦ σώματος ἡ ψυχὴ ὥσπερ πλωτὴρ
πλοίου. Τύπῳ μὲν οὖν ταύτῃ διωρίσθω καὶ ὑπογεγράφθω
περὶ ψυχῆς.
Ἐπεὶ δ’ ἐκ τῶν ἀσαφῶν μὲν φανερωτέρων δὲ γίγνεται
τὸ σαφὲς καὶ κατὰ τὸν λόγον
γνωριμώτερον, πειρατέον
πάλιν οὕτως ἐπελθεῖν περὶ αὐτῆς· οὐ γὰρ μόνον τὸ ὅτι δεῖ
τὸν ὁριστικὸν λόγον δηλοῦν, ὥσπερ οἱ πλεῖστοι τῶν ὅρων
λέγουσιν, ἀλλὰ καὶ
τὴν αἰτίαν ἐνυπάρχειν καὶ ἐμφαίνεσθαι.
τί ἐστι τετραγωνισμός; Τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον
εἶναι ἰσόπλευρον. Ὁ δὲ τοιοῦτος ὅρος λόγος τοῦ συμπεράσματος.
Ὁ δὲ λέγων ὅτι
ἐστὶν ὁ τετραγωνισμὸς
μέσης εὕρεσις, τοῦ πράγματος λέγει τὸ αἴτιον. Λέγομεν
οὖν ἀρχὴν λαβόντες τῆς σκέψεως, διωρίσθαι τὸ ἔμψυχον
τοῦ ἀψύχου τῷ ζῆν.
Πλεοναχῶς δὲ τοῦ ζῆν λεγομένου,
κἂν ἕν τι τούτων ἐνυπάρχῃ μόνον, ζῆν αὐτό φαμεν,
οἷον νοῦς, αἴσθησις, κίνησις καὶ στάσις ἡ κατὰ τόπον, ἔτι
κίνησις ἡ κατὰ
τροφὴν καὶ φθίσις τε καὶ αὔξησις. Διὸ
καὶ τὰ φυόμενα πάντα δοκεῖ ζῆν· φαίνεται
γὰρ ἐν αὑτοῖς
ἔχοντα δύναμιν καὶ ἀρχὴν τοιαύτην, δι’ ἧς αὔξησίν τε καὶ
φθίσιν λαμβάνουσι κατὰ τοὺς ἐναντίους τόπους· οὐ γὰρ
ἄνω μὲν αὔξεται, κάτω
δ’ οὔ, ἀλλ’ ὁμοίως ἐπ’ ἄμφω καὶ
πάντοσε καὶ τρέφεται καὶ ζῇ διὰ τέλους, ἕως ἂν
δύνηται
λαμβάνειν τροφήν. Χωρίζεσθαι δὲ τοῦτο μὲν τῶν ἄλλων
δυνατόν, τὰ δ’
ἄλλα τούτου ἀδύνατον ἐν τοῖς θνητοῖς. Φανερὸν
δ’ ἐπὶ τῶν φυομένων· οὐδεμία γὰρ
αὐτοῖς ὑπάρχει
δύναμις ἄλλη ψυχῆς. Τὸ μὲν οὖν ζῆν διὰ τὴν ἀρχὴν ταύτην
ὑπάρχει τοῖς ζῶσι, τὸ δὲ ζῷον διὰ τὴν αἴσθησιν πρώτως·
καὶ γὰρ τὰ μὴ
κινούμενα μηδ’ ἀλλάττοντα τόπον, ἔχοντα
δ’ αἴσθησιν ζῷα λέγομεν καὶ οὐ ζῆν μόνον.
Αἰσθήσεως δὲ
πρῶτον ὑπάρχει πᾶσιν ἁφή. Ὥσπερ δὲ τὸ θρεπτικὸν
δύναται
χωρίζεσθαι τῆς ἁφῆς καὶ πάσης αἰσθήσεως, οὕτως ἡ
ἁφὴ τῶν ἄλλων αἰσθήσεων.
Θρεπτικὸν δὲ λέγομεν τὸ τοιοῦτον
μόριον τῆς ψυχῆς οὗ καὶ τὰ φυτὰ μετέχει· τὰ δὲ
δ’ αἰτίαν
ἑκάτερον τούτων συμβέβηκεν, ὕστερον ἐροῦμεν.
Νῦν δ’ ἐπὶ τοσοῦτον εἰρήσθω μόνον,
ὅτι ἐστὶν ἡ ψυχὴ τῶν
εἰρημένων τούτων ἀρχὴ καὶ τούτοις ὥρισται, θρεπτικῷ,
αἰσθητικῷ,
διανοητικῷ, κινήσει. Πότερον δὲ τούτων ἕκαστόν
ἐστι ψυχὴ ἢ μόριον
ψυχῆς, καὶ εἰ μόριον, πότερον οὕτως
ὥστ’ εἶναι χωριστὸν λόγῳ μόνον ἢ καὶ τόπῳ,
περὶ μὲν
τινῶν τούτων οὐ χαλεπὸν ἰδεῖν, ἔνια δὲ ἀπορίαν ἔχει.
Ὥσπερ γὰρ ἐπὶ
τῶν φυτῶν ἔνια διαιρούμενα φαίνεται
ζῶντα καὶ χωριζόμενα ἀπ’ ἀλλήλων, ὡς οὔσης
τῆς ἐν τούτοις
ψυχῆς ἐντελεχείᾳ μὲν μιᾶς ἐν ἑκάστῳ φυτῷ, δυνάμει
δὲ
πλειόνων, οὕτως ὁρῶμεν καὶ περὶ ἑτέρας διαφορὰς τῆς
ψυχῆς συμβαῖνον ἐπὶ τῶν
ἐντόμων ἐν τοῖς διατεμνομένοις·
καὶ γὰρ αἴσθησιν ἑκάτερον τῶν μερῶν ἔχει καὶ
κίνησιν
τὴν κατὰ τόπον, εἰ δ’ αἴσθησιν, καὶ φαντασίαν καὶ
ὄρεξιν· ὅπου μὲν
γὰρ αἴσθησις, καὶ λύπη τε καὶ ἡδονή,
ὅπου δὲ ταῦτα, ἐξ ἀνάγκης καὶ ἐπιθυμία. Περὶ
δὲ τοῦ νοῦ
καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέν πω φανερόν, ἀλλ’ ἔοικε
ψυχῆς
γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεται χωρίζεσθαι,
καθάπερ τὸ ἀΐδιον τοῦ
φθαρτοῦ. Τὰ δὲ λοιπὰ
μόρια τῆς ψυχῆς φανερὸν ἐκ τούτων ὅτι οὐκ ἔστι χωριστά,
καθάπερ τινές φασιν· τῷ δὲ λόγῳ ὅτι ἕτερα, φανερόν·
αἰσθητικῷ γὰρ εἶναι καὶ
δοξαστικῷ ἕτερον, εἴπερ καὶ τὸ αἰσθάνεσθαι
τοῦ δοξάζειν. Ὁμοίως δὲ καὶ τῶν ἄλλων
ἕκαστον
τῶν εἰρημένων. Ἔτι δ’ ἐνίοις μὲν τῶν ζῴων ἅπανθ’ ὑπάρχει
ταῦτα, τισὶ
δέ τινα τούτων, ἑτέροις δὲ ἓν μόνον. Τοῦτο
δὲ ποιεῖ διαφορὰν τῶν ζῴων· διὰ τίνα
δ’ αἰτίαν, ὕστερον
συμβέβηκεν· τὰ μὲν γὰρ ἔχει πάσας, τὰ δὲ τινάς, τὰ δὲ
μίαν τὴν
ἀναγκαιοτάτην, ἁφήν. Ἐπεὶ δὲ ᾧ ζῶμεν καὶ αἰσθανόμεθα
διχῶς λέγεται, καθάπερ ᾧ
ἐπιστάμεθα, λέγομεν
δὲ τὸ μὲν ἐπιστήμην τὸ δὲ ψυχήν· ἑκατέρῳ γὰρ τούτων
φαμὲν ἐπίστασθαι· ὁμοίως δὲ καὶ ᾧ ὑγιαίνομεν, τὸ μὲν
ὑγίεια, τὸ δὲ μορίῳ
τινὶ τοῦ σώματος ἢ καὶ ὅλῳ. Τούτων
δ’ ἡ μὲν ἐπιστήμη τε καὶ ὑγίεια μορφὴ καὶ
εἶδός τι καὶ
λόγος καὶ οἷον ἐνέργεια τοῦ δεκτικοῦ, ἡ μὲν τοῦ ἐπιστημονικοῦ,
ἡ δὲ τοῦ ὑγιαστικοῦ (δοκεῖ γὰρ ἐν τῷ πάσχοντι
καὶ διατιθεμένῳ ἡ τῶν
ποιητικῶν ὑπάρχειν ἐνέργεια), ἡ
ψυχὴ δὲ τοῦτο ᾧ ζῶμεν καὶ αἰσθανόμεθα καὶ
διανοούμεθα
πρώτως, ὥστε λόγος τις ἂν εἴη καὶ εἶδος, ἀλλ’ οὐχ ὕλη καὶ
τὸ
ὑποκείμενον. Τριχῶς γὰρ λεγομένης τῆς οὐσίας, καθάπερ
εἴπομεν, ὧν τὸ μὲν εἶδος,
τὸ δὲ ὕλη, τὸ δὲ ἐξ ἀμφοῖν·
τούτων δ’ ἡ μὲν ὕλη δύναμις, τὸ δὲ εἶδος ἐντελέχεια·
ἐπεὶ
δὲ τὸ ἐξ ἀμφοῖν ἔμψυχον, οὐ τὸ σῶμά ἐστιν ἐντελέχεια
ψυχῆς, ἀλλ’ αὕτη
σώματός τινος. Καὶ διὰ τοῦτο καλῶς
ὑπολαμβάνουσιν οἷς δοκεῖ μήτ’ ἄνευ σώματος
εἶναι μήτε σῶμά
τι ἡ ψυχή· σῶμα μὲν γὰρ οὐκ ἔστι, σώματος δέ τι, καὶ
διὰ
τοῦτο ἐν σώματι ὑπάρχει, καὶ ἐν σώματι τοιούτῳ, καὶ
οὐχ ὥσπερ οἱ πρότερον εἰς
σῶμα ἐνήρμοζον αὐτήν, οὐθὲν
προσδιορίζοντες ἐν τίνι καὶ ποίῳ, καίπερ οὐδὲ
φαινομένου
τοῦ τυχόντος δέχεσθαι τὸ τυχόν. Οὕτω δὲ γίνεται καὶ
κατὰ λόγον·
ἑκάστου γὰρ ἡ ἐντελέχεια ἐν τῷ δυνάμει ὑπάρχοντι
καὶ τῇ οἰκείᾳ ὕλῃ πέφυκεν
ἐγγίνεσθαι. Ὅτι μὲν οὖν
ἐντελέχειά τίς ἐστι καὶ λόγος τοῦ δύναμιν ἔχοντος εἶναι
τοιούτου, φανερὸν ἐκ τούτων.
Τῶν δὲ δυνάμεων τῆς ψυχῆς αἱ λεχθεῖσαι τοῖς μὲν ὑπάρχουσι
πᾶσαι, καθάπερ
εἴπομεν, τοῖς δὲ τινὲς αὐτῶν, ἐνίοις
δὲ μία μόνη. Δυνάμεις δ’ εἴπομεν θρεπτικόν,
ὀρεκτικόν,
αἰσθητικόν, κινητικὸν κατὰ τόπον, διανοητικόν. Ὑπάρχει
δὲ τοῖς
μὲν φυτοῖς τὸ θρεπτικὸν μόνον, ἑτέροις δὲ τοῦτό
τε καὶ τὸ αἰσθητικόν. Εἰ δὲ τὸ
αἰσθητικόν, καὶ τὸ ὀρεκτικόν·
ὄρεξις μὲν γὰρ ἐπιθυμία καὶ θυμὸς καὶ βούλησις, τὰ
δὲ ζῷα πάντ’ ἔχουσι μίαν γε τῶν αἰσθήσεων, τὴν ἁφήν· ᾧ
δ’ αἴσθησις ὑπάρχει,
τούτῳ ἡδονή τε καὶ λύπη καὶ τὸ ἡδύ
τε καὶ λυπηρόν, οἷς δὲ ταῦτα, καὶ ἡ ἐπιθυμία·
τοῦ γὰρ
ἡδέος ὄρεξις αὕτη. Ἔτι δὲ τῆς τροφῆς αἴσθησιν ἔχουσιν·
ἡ γὰρ ἁφὴ τῆς
τροφῆς αἴσθησις· ξηροῖς γὰρ καὶ ὑγροῖς
καὶ θερμοῖς καὶ ψυχροῖς τρέφεται τὰ ζῷα
πάντα, τούτων
δ’ αἴσθησις ἁφή· τῶν δ’ ἄλλων αἰσθητῶν κατὰ συμβεβηκός·
οὐθὲν
γὰρ εἰς τροφὴν συμβάλλεται ψόφος οὐδὲ χρῶμα
οὐδὲ ὀσμή. Ὁ δὲ χυμὸς ἕν τι τῶν ἁπτῶν
ἐστίν. Πεῖνα δὲ
καὶ δίψα ἐπιθυμία, καὶ ἡ μὲν πεῖνα ξηροῦ καὶ θερμοῦ, ἡ
δὲ
δίψα ψυχροῦ καὶ ὑγροῦ· ὁ δὲ χυμὸς οἷον ἥδυσμά τι
τούτων ἐστίν. Διασαφητέον δὲ
περὶ αὐτῶν ὕστερον, νῦν δ’
ἐπὶ τοσοῦτον εἰρήσθω, ὅτι τῶν ζῴων τοῖς ἔχουσιν ἁφὴν
καὶ
ὄρεξις ὑπάρχει. Περὶ δὲ φαντασίας ἄδηλον, ὕστερον δ’ ἐπισκεπτέον.
Ἐνίοις
δὲ πρὸς τούτοις ὑπάρχει καὶ τὸ κατὰ
τόπον κινητικόν, ἑτέροις δὲ καὶ τὸ
διανοητικόν τε καὶ νοῦς,
οἷον ἀνθρώποις καὶ εἴ τι τοιοῦτον ἕτερόν ἐστιν ἢ καὶ
τιμιώτερον. Δῆλον οὖν ὅτι τὸν αὐτὸν τρόπον εἷς ἂν εἴη
λόγος ψυχῆς τε καὶ
σχήματος· οὔτε γὰρ ἐκεῖ σχῆμα παρὰ
τὰς εἰρημένας. Γένοιτο δ’ ἂν καὶ ἐπὶ τῶν σχημάτων
λόγος
κοινός, ὃς ἐφαρμόσει μὲν πᾶσιν, ἴδιος δ’ οὐδενὸς ἔσται
σχήματος. Ὁμοίως δὲ καὶ
ἐπὶ ταῖς εἰρημέναις ψυχαῖς. Διὸ
γελοῖον ζητεῖν τὸν κοινὸν λόγον καὶ ἐπὶ τούτων
καὶ ἐφ’ ἑτέρων,
ὃς οὐδενὸς ἔσται τῶν ὄντων ἴδιος λόγος, οὐδὲ κατὰ
τὸ οἰκεῖον
καὶ ἄτομον εἶδος, ἀφέντας τὸν τοιοῦτον. Παραπλησίως
δ’ ἔχει τῷ περὶ τῶν σχημάτων
καὶ τὰ κατὰ
ψυχήν· ἀεὶ γὰρ ἐν τῷ ἐφεξῆς ὑπάρχει δυνάμει τὸ πρότερον
ἐπί τε
τῶν σχημάτων καὶ ἐπὶ τῶν ἐμψύχων, οἷον ἐν τετραγώνῳ
μὲν τρίγωνον, ἐν αἰσθητικῷ δὲ
τὸ θρεπτικόν. Ὥστε
καθ’ ἕκαστον ζητητέον, τίς ἑκάστου ψυχή, οἷον τίς φυτοῦ
καὶ τίς ἀνθρώπου ἢ θηρίου. Διὰ τίνα δ’ αἰτίαν τῷ ἐφεξῆς
οὕτως ἔχουσι,
σκεπτέον. Ἄνευ μὲν γὰρ τοῦ θρεπτικοῦ
τὸ αἰσθητικὸν οὐκ ἔστιν· τοῦ δ’ αἰσθητικοῦ
χωρίζεται τὸ
θρεπτικὸν ἐν τοῖς φυτοῖς. Πάλιν δ’ ἄνευ μὲν τοῦ ἁπτικοῦ
τῶν
ἄλλων αἰσθήσεων οὐδεμία ὑπάρχει, ἁφὴ δ’ ἄνευ τῶν
ἄλλων ὑπάρχει· πολλὰ γὰρ τῶν
ζῴων οὔτ’ ὄψιν οὔτ’
ἀκοὴν ἔχουσιν οὔτ’ ὀσμῆς ὅλως αἴσθησιν. Καὶ τῶν αἰσθητικῶν
δὲ τὰ μὲν ἔχει τὸ κατὰ τόπον κινητικόν, τὰ δ’ οὐκ
ἔχει. Τελευταῖον δὲ καὶ
ἐλάχιστα λογισμὸν καὶ διάνοιαν·
οἷς μὲν γὰρ ὑπάρχει λογισμὸς τῶν φθαρτῶν, τούτοις
καὶ τὰ λοιπὰ πάντα, οἷς δ’ ἐκείνων ἕκαστον, οὐ πᾶσι λογισμός,
ἀλλὰ τοῖς μὲν
οὐδὲ φαντασία, τὰ δὲ ταύτῃ μόνῃ
ζῶσιν. Περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ ἕτερος λόγος.
Ὅτι
μὲν οὖν ὁ περὶ τούτων ἑκάστου λόγος οὗτος οἰκειότατος καὶ
περὶ ψυχῆς,
δῆλον.
Ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν ποιεῖσθαι
λαβεῖν ἕκαστον αὐτῶν τί
ἐστιν, εἶθ’ οὕτως περὶ τῶν
ἐχομένων ἢ καὶ περὶ τῶν ἄλλων ἐπιζητεῖν. Εἰ δὲ χρὴ
λέγειν
τί ἕκαστον αὐτῶν, οἷον τί τὸ νοητικὸν ἢ τὸ αἰσθητικὸν
ἢ τὸ θρεπτικόν,
πρότερον ἔτι λεκτέον τί τὸ νοεῖν καὶ
τί τὸ αἰσθάνεσθαι· πρότερον γάρ εἰσι τῶν
δυνάμεων αἱ ἐνέργειαι
καὶ αἱ πράξεις κατὰ τὸν λόγον. Εἰ δ’ οὕτως, τούτων
δ’
ἔτι πρότερα τὰ ἀντικείμενα δεῖ τεθεωρηκέναι,
περὶ ἐκείνων πρῶτον ἂν δέοι διορίσαι
διὰ τὴν αὐτὴν αἰτίαν,
οἷον περὶ τροφῆς καὶ αἰσθητοῦ καὶ νοητοῦ. Ὥστε πρῶτον
περὶ τροφῆς καὶ γεννήσεως λεκτέον· ἡ γὰρ θρεπτικὴ ψυχὴ
καὶ τοῖς ἄλλοις
ὑπάρχει, καὶ πρώτη καὶ κοινοτάτη δύναμίς
ἐστι ψυχῆς, καθ’ ἣν ὑπάρχει τὸ ζῆν
ἅπασιν. Ἧς ἐστὶν
ἔργα γεννῆσαι καὶ τροφῇ χρῆσθαι· φυσικώτατον γὰρ
τῶν ἔργων
τοῖς ζῶσιν, ὅσα τέλεια καὶ μὴ πηρώματα, ἢ τὴν
γένεσιν αὐτομάτην ἔχει, τὸ ποιῆσαι
ἕτερον οἷον αὐτό, ζῷον
μὲν ζῷον, φυτὸν δὲ φυτόν, ἵνα τοῦ ἀεὶ καὶ τοῦ θείου
μετέχωσιν
ᾗ δύνανται· πάντα γὰρ ἐκείνου ὀρέγεται, κἀκείνου
ἕνεκα πράττει ὅσα
πράττει κατὰ φύσιν. Τὸ δ’ οὗ ἕνεκα,
διττόν, τὸ μὲν οὗ, τὸ δὲ ᾧ. Ἐπεὶ οὖν
κοινωνεῖν ἀδυνατεῖ
τοῦ ἀεὶ καὶ τοῦ θείου τῇ συνεχείᾳ, διὰ τὸ μηδὲν ἐνδέχεσθαι
τῶν φθαρτῶν ταὐτὸ καὶ ἓν ἀριθμῷ διαμένειν, ᾗ δύναται
μετέχειν ἕκαστον,
κοινωνεῖ ταύτῃ, τὸ μὲν μᾶλλον τὸ δ’ ἧττον·
καὶ διαμένει οὐκ αὐτὸ ἀλλ’ οἷον αὐτό,
ἀριθμῷ μὲν οὐχ
αἰτία καὶ ἀρχή. Ταῦτα δὲ πολλαχῶς λέγεται. Ὁμοίως
δ’ ἡ ψυχὴ κατὰ τοὺς
διωρισμένους τρόπους τρεῖς αἰτία·
καὶ γὰρ ὅθεν ἡ κίνησις αὐτή, καὶ οὗ ἕνεκα, καὶ
ὡς ἡ οὐσία
τῶν ἐμψύχων σωμάτων ἡ ψυχὴ αἰτία. Ὅτι μὲν οὖν ὡς
οὐσία, δῆλον· τὸ
γὰρ αἴτιον τοῦ εἶναι πᾶσιν ἡ οὐσία, τὸ δὲ
ζῆν τοῖς ζῶσι τὸ εἶναί ἐστιν, αἰτία δὲ
καὶ ἀρχὴ τούτων ἡ
ψυχή. Ἔτι τοῦ δυνάμει ὄντος λόγος ἡ ἐντελέχεια. Φανερὸν
δ’
ὡς καὶ οὗ ἕνεκεν ἡ ψυχὴ αἰτία· ὥσπερ γὰρ ὁ
νοῦς ἕνεκά του ποιεῖ, τὸν αὐτὸν τρόπον
καὶ ἡ φύσις, καὶ
τοῦτ’ ἔστιν αὐτῇ τέλος. Τοιοῦτον δ’ ἐν τοῖς ζῴοις ἡ
ψυχὴ
καὶ κατὰ φύσιν· πάντα γὰρ τὰ φυσικὰ σώματα τῆς
ψυχῆς ὄργανα, καὶ καθάπερ τὰ τῶν
ζῴων, οὕτω καὶ τὰ
τῶν φυτῶν, ὡς ἕνεκα τῆς ψυχῆς ὄντα. Διττῶς δὲ τὸ οὗ
ἕνεκα,
τό τε οὗ καὶ τὸ ᾧ. Ἀλλὰ μὴν καὶ ὅθεν πρῶτον ἡ
κατὰ τόπον κίνησις, ψυχή· οὐ πᾶσι
δ’ ὑπάρχει τοῖς ζῶσιν
ἡ δύναμις αὕτη. Ἔστι δὲ καὶ ἀλλοίωσις καὶ αὔξησις
κατὰ
ψυχήν· ἡ μὲν γὰρ αἴσθησις ἀλλοίωσίς τις εἶναι δοκεῖ,
αἰσθάνεται δ’ οὐθὲν ὃ μὴ
ἔχει ψυχήν. Ὁμοίως δὲ καὶ
περὶ αὐξήσεώς τε καὶ φθίσεως ἔχει· οὐδὲν γὰρ φθίνει
οὐδ’
αὔξεται φυσικῶς μὴ τρεφόμενον, τρέφεται δ’ οὐθὲν ὃ μὴ
κοινωνεῖ ζωῆς.
Ἐμπεδοκλῆς δ’ οὐ καλῶς εἴρηκε τοῦτο,
συρριζουμένοις διὰ τὸ τὴν γῆν οὕτω φέρεσθαι κατὰ φύσιν,
ἄνω δὲ διὰ τὸ πῦρ ὡσαύτως. Οὔτε γὰρ τὸ ἄνω καὶ κάτω
καλῶς λαμβάνει· οὐ γὰρ
ταὐτὸ πᾶσι τὸ ἄνω καὶ κάτω καὶ
τῷ παντί, ἀλλ’ ὡς ἡ κεφαλὴ τῶν ζῴων, οὕτως αἱ
ῥίζαι τῶν
φυτῶν, εἰ χρὴ τὰ ὄργανα λέγειν ἕτερα καὶ ταὐτὰ τοῖς ἔργοις.
Πρὸς
δὲ τούτοις τί τὸ συνέχον εἰς τἀναντία φερόμενα
τὸ πῦρ καὶ τὴν γῆν; Διασπασθήσεται
γάρ, εἰ μή τι
ἔσται τὸ κωλῦσον· εἰ δ’ ἔσται, τοῦτ’ ἐστὶν ἡ ψυχὴ καὶ
τὸ
αἴτιον τοῦ αὐξάνεσθαι καὶ τρέφεσθαι. Δοκεῖ δέ τισιν ἡ
τοῦ πυρὸς φύσις ἁπλῶς αἰτία
τῆς τροφῆς καὶ τῆς αὐξήσεως
εἶναι· καὶ γὰρ αὐτὸ φαίνεται μόνον τῶν σωμάτων ἢ τῶν
στοιχείων τρεφόμενον καὶ αὐξόμενον. Διὸ καὶ ἐν τοῖς φυτοῖς
καὶ ἐν τοῖς ζῴοις
ὑπολάβοι τις ἂν τοῦτο εἶναι τὸ ἐργαζόμενον.
Τὸ δὲ συναίτιον μέν πώς ἐστιν, οὐ μὴν
ἁπλῶς
γε αἴτιον, ἀλλὰ μᾶλλον ἡ ψυχή· ἡ μὲν γὰρ τοῦ πυρὸς
αὔξησις εἰς
ἄπειρον, ἕως ἂν ᾖ τὸ καυστόν, τῶν δὲ φύσει συνισταμένων
πάντων ἐστὶ πέρας καὶ
λόγος μεγέθους τε καὶ
αὐξήσεως· ταῦτα δὲ ψυχῆς, ἀλλ’ οὐ πυρός, καὶ λόγου
μᾶλλον ἢ ὕλης. Ἐπεὶ δ’ ἡ αὐτὴ δύναμις τῆς ψυχῆς θρεπτικὴ
καὶ γεννητική, περὶ
τροφῆς ἀναγκαῖον διωρίσθαι πρῶτον·
ἀφορίζεται γὰρ πρὸς τὰς ἄλλας δυνάμεις τῷ ἔργῳ
τούτῳ.
Δοκεῖ δ’ εἶναι ἡ τροφὴ τὸ ἐναντίον τῷ ἐναντίῳ, οὐ πᾶν δὲ
παντί, ἀλλ’
ὅσα τῶν ἐναντίων μὴ μόνον γένεσιν ἐξ ἀλλήλων
ἔχουσιν ἀλλὰ καὶ αὔξησιν· γίνεται
γὰρ πολλὰ ἐξ ἀλλήλων,
ἀλλ’ οὐ πάντα ποσά, οἷον ὑγιὲς ἐκ κάμνοντος. Φαίνεται
δ’ οὐδ’ ἐκεῖνα τὸν αὐτὸν τρόπον ἀλλήλοις εἶναι τροφή,
ὕδωρ. Ἐν μὲν οὖν τοῖς ἁπλοῖς σώμασι
ταῦτ’ εἶναι δοκεῖ
μάλιστα τὸ μὲν τροφὴ τὸ δὲ τρεφόμενον. Ἀπορίαν δ’
ἔχει·
φασὶ γὰρ οἱ μὲν τὸ ὅμοιον τῷ ὁμοίῳ τρέφεσθαι, καθάπερ
καὶ αὐξάνεσθαι, τοῖς δ’
ὥσπερ εἴπομεν τοὔμπαλιν δοκεῖ,
τὸ ἐναντίον τῷ ἐναντίῳ, ὡς ἀπαθοῦς ὄντος τοῦ
ὁμοίου ὑπὸ
τοῦ ὁμοίου, τὴν δὲ τροφὴν μεταβάλλειν καὶ πέττεσθαι· ἡ δὲ
μεταβολὴ πᾶσιν εἰς τὸ ἀντικείμενον ἢ τὸ μεταξύ. Ἔτι
πάσχει τι ἡ τροφὴ ὑπὸ
τοῦ τρεφομένου, ἀλλ’ οὐ τοῦτο ὑπὸ
τῆς τροφῆς, ὥσπερ οὐδ’ ὁ τέκτων ὑπὸ τῆς ὕλης,
ἀλλ’ ὑπ’
ἐκείνου αὕτη· ὁ δὲ τέκτων μεταβάλλει μόνον εἰς ἐνέργειαν ἐξ
ἀργίας.
Πότερον δ’ ἐστὶν ἡ τροφὴ τὸ τελευταῖον προσγινόμενον
ἢ τὸ πρῶτον, ἔχει διαφοράν.
Εἰ δ’ ἄμφω, ἀλλ’
ἡ μὲν ἄπεπτος ἡ δὲ πεπεμμένη, ἀμφοτέρως ἂν ἐνδέχοιτο
τὴν
τροφὴν λέγειν· ᾗ μὲν γὰρ ἄπεπτος, τὸ ἐναντίον τῷ
ἐναντίῳ τρέφεται, ᾗ δὲ
πεπεμμένη, τὸ ὅμοιον τῷ ὁμοίῳ.
Ὥστε φανερὸν ὅτι λέγουσί τινα τρόπον ἀμφότεροι καὶ
ὀρθῶς
καὶ οὐκ ὀρθῶς. Ἐπεὶ δ’ οὐθὲν τρέφεται μὴ μετέχον
ζωῆς, τὸ ἔμψυχον ἂν
εἴη σῶμα τὸ τρεφόμενον, ᾗ ἔμψυχον,
ὥστε καὶ ἡ τροφὴ πρὸς ἔμψυχόν ἐστι καὶ οὐ κατὰ
συμβεβηκός.
Ἔστι δ’ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι· ᾗ μὲν
γὰρ ποσόν τι τὸ
ἔμψυχον, αὐξητικόν, ᾗ δὲ τόδε τι καὶ οὐσία,
τροφή· σώζει γὰρ τὴν οὐσίαν, καὶ
μέχρι τούτου ἐστὶν
ἕως ἂν καὶ τρέφηται· καὶ γενέσεως ποιητικὸν οὐ τοῦ τρεφομένου,
ἀλλ’ οἷον τὸ τρεφόμενον· ἤδη γάρ ἐστιν αὐτὴ
ἡ οὐσία, γεννᾷ δ’ οὐθὲν αὐτὸ
ἑαυτό, ἀλλὰ σώζει. Ὥσθ’ ἡ
μὲν τοιαύτη τῆς ψυχῆς ἀρχὴ δύναμίς ἐστιν οἵα σώζειν τὸ
ἔχον αὐτὴν ᾗ τοιοῦτον, ἡ δὲ τροφὴ παρασκευάζει ἐνεργεῖν.
Διὸ στερηθὲν τροφῆς
οὐ δύναται εἶναι. Ἐπεὶ δ’ ἐστὶ τρία,
ἐστὶν ἡ πρώτη ψυχή, τὸ δὲ τρεφόμενον τὸ ἔχον αὐτὴν
σῶμα, ᾧ δὲ τρέφεται, ἡ τροφή. Ἐπεὶ δὲ ἀπὸ τοῦ τέλους
ἅπαντα προσαγορεύειν
δίκαιον, τέλος δὲ τὸ γεννῆσαι οἷον
αὐτό, εἴη ἂν ἡ πρώτη ψυχὴ γεννητικὴ οἷον αὐτό.
Ἔστι δὲ
ᾧ τρέφεται διττόν, ὥσπερ καὶ ᾦ κυβερνᾷ, ἡ χεὶρ καὶ τὸ
πηδάλιον, τὸ
μὲν κινοῦν καὶ κινούμενον, τὸ δὲ κινοῦν μόνον.
Πᾶσαν δ’ ἀναγκαῖον τροφὴν δύνασθαι
πέττεσθαι, ἐργάζεται
δὲ τὴν πέψιν τὸ θερμόν· διὸ πᾶν ἔμψυχον ἔχει θερμότητα.
Τύπῳ μὲν οὖν ἡ τροφὴ τί ἐστιν εἴρηται· διασαφητέον δ’
ἐστὶν ὕστερον περὶ
αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις.
Διωρισμένων δὲ τούτων λέγωμεν κοινῇ περὶ πάσης αἰσθήσεως.
Ἡ δ’ αἴσθησις ἐν τῷ
κινεῖσθαί τε καὶ πάσχειν
συμβαίνει, καθάπερ εἴρηται· δοκεῖ γὰρ ἀλλοίωσίς τις
εἶναι.
Φασὶ δέ τινες καὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν.
Τοῦτο δὲ πῶς
δυνατὸν ἢ ἀδύνατον, εἰρήκαμεν ἐν τοῖς καθόλου
λόγοις περὶ τοῦ ποιεῖν καὶ πάσχειν.
Ἔχει δ’ ἀπορίαν
διὰ τί καὶ τῶν αἰσθήσεων αὐτῶν οὐ γίνεται αἴσθησις, καὶ
διὰ
τί ἄνευ τῶν ἔξω οὐ ποιοῦσιν αἴσθησιν, ἐνόντος πυρὸς καὶ
γῆς καὶ τῶν ἄλλων
στοιχείων, ὧν ἐστὶν ἡ αἴσθησις καθ’
αὑτὰ ἢ τὰ συμβεβηκότα τούτοις. Δῆλον οὖν ὅτι
τὸ αἰσθητικὸν
οὐκ ἔστιν ἐνεργείᾳ, ἀλλὰ δυνάμει μόνον. Διὸ καθάπερ
τὸ καυστὸν
οὐ καίεται αὐτὸ καθ’ αὑτὸ ἄνευ τοῦ
καυστικοῦ· ἔκαιε γὰρ ἂν ἑαυτό, καὶ οὐθὲν
ἐδεῖτο τοῦ ἐντελεχείᾳ
πυρὸς ὄντος. Ἐπειδὴ δὲ τὸ αἰσθάνεσθαι λέγομεν
ὁρᾶν λέγομεν, κἂν τύχῃ
καθεῦδον, καὶ τὸ ἤδη ἐνεργοῦν), διχῶς
ἂν λέγοιτο καὶ ἡ αἴσθησις, ἡ μὲν ὡς
δυνάμει, ἡ δὲ ὡς
ἐνεργείᾳ. Ὁμοίως δὲ καὶ τὸ αἰσθάνεσθαι, τό τε δυνάμει ὂν
καὶ τὸ ἐνεργείᾳ. Πρῶτον μὲν οὖν ὡς τοῦ αὐτοῦ ὄντος τοῦ
πάσχειν καὶ τοῦ
κινεῖσθαι καὶ τοῦ ἐνεργεῖν λέγωμεν· καὶ
γὰρ ἔστιν ἡ κίνησις ἐνέργειά τις, ἀτελὴς
μέντοι, καθάπερ
ἐν ἑτέροις εἴρηται. Πάντα δὲ πάσχει καὶ κινεῖται ὑπὸ
τοῦ
ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος. Διὸ ἔστι μὲν ὡς ὑπὸ τοῦ
ὁμοίου πάσχει, ἔστι δὲ ὡς
ὑπὸ τοῦ ἀνομοίου, καθάπερ εἴπομεν·
πάσχει μὲν γὰρ τὸ ἀνόμοιον, πεπονθὸς δ’ ὅμοιόν
ἐστιν. Διαιρετέον δὲ καὶ περὶ δυνάμεως καὶ ἐντελεχείας·
νῦν γὰρ ἁπλῶς
λέγομεν περὶ αὐτῶν. Ἔστι μὲν γὰρ οὕτως
ἐπιστῆμόν τι ὡς ἂν εἴποιμεν ἄνθρωπον
ἐπιστήμονα, ὅτι
ὁ ἄνθρωπος τῶν ἐπιστημόνων καὶ ἐχόντων ἐπιστήμην·
ἔστι δ’ ὡς
ἤδη λέγομεν ἐπιστήμονα τὸν ἔχοντα τὴν γραμματικήν.
Ἑκάτερος δὲ τούτων οὐ τὸν
αὐτὸν τρόπον δυνατός
ἐστιν, ἀλλ’ ὁ μὲν ὅτι τὸ γένος τοιοῦτον καὶ ἡ ὕλη, ὁ δ’
ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν, ἂν μή τι κωλύσῃ τῶν ἔξωθεν·
ὁ δ’ ἤδη θεωρῶν
ἐντελεχείᾳ ὢν καὶ κυρίως ἐπιστάμενος
τόδε τὸ Α. Ἀμφότεροι μὲν οὖν οἱ πρῶτοι κατὰ
δύναμιν
ἐπιστήμονες, ἀλλ’ ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις
ἐξ
ἐναντίας μεταβαλὼν ἕξεως, ὁ δ’ ἐκ τοῦ ἔχειν τὴν
αἴσθησιν ἢ τὴν γραμματικήν, μὴ
ἐνεργεῖν δ’ εἰς τὸ ἐνεργεῖν
ἄλλον τρόπον. Οὐκ ἔστι δ’ ἁπλοῦν οὐδὲ τὸ πάσχειν,
ἀλλὰ
τὸ μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, τὸ δὲ σωτηρία μᾶλλον
οὕτως ὡς δύναμις ἔχει πρὸς
ἐντελέχειαν· θεωροῦν γὰρ γίγνεται
τὸ ἔχον τὴν ἐπιστήμην, ὅπερ ἢ οὐκ ἔστιν
ἀλλοιοῦσθαι
(εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν) ἢ ἕτερον
γένος
ἀλλοιώσεως. Διὸ οὐ καλῶς ἔχει λέγειν τὸ φρονοῦν,
ὅταν φρονῇ, ἀλλοιοῦσθαι, ὥσπερ
οὐδὲ τὸν οἰκοδόμον ὅταν
οἰκοδομῇ. Τὸ μὲν οὖν εἰς ἐντελέχειαν ἄγον ἐκ δυνάμει
ὄντος
κατὰ τὸ νοοῦν καὶ φρονοῦν οὐ διδασκαλίαν ἀλλ’ ἑτέραν
ἐπωνυμίαν ἔχειν
δίκαιον· τὸ δ’ ἐκ δυνάμει ὄντος μανθάνον
καὶ λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ
ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ
ἤτοι οὐδὲ πάσχειν φατέον, ὥσπερ εἴρηται, ἢ
δύο τρόπους εἶναι ἀλλοιώσεως, τήν τε ἐπὶ τὰς στερητικὰς
διαθέσεις μεταβολὴν
καὶ τὴν ἐπὶ τὰς ἕξεις καὶ τὴν φύσιν.
Τοῦ δ’ αἰσθητικοῦ ἡ μὲν πρώτη μεταβολὴ
γίνεται ὑπὸ τοῦ
γεννῶντος, ὅταν δὲ γεννηθῇ, ἔχει ἤδη ὥσπερ ἐπιστήμην καὶ
τὸ
αἰσθάνεσθαι. Καὶ τὸ κατ’ ἐνέργειαν δὲ ὁμοίως λέγεται
τῷ θεωρεῖν· διαφέρει δέ, ὅτι
τοῦ μὲν τὰ ποιητικὰ τῆς
ἐνεργείας ἔξωθεν, τὸ ὁρατὸν καὶ τὸ ἀκουστόν, ὁμοίως δὲ
καὶ
τὰ λοιπὰ τῶν αἰσθητῶν. Αἴτιον δ’ ὅτι τῶν καθ’ ἕκαστον
ἡ κατ’ ἐνέργειαν
αἴσθησις, ἡ δ’ ἐπιστήμη τῶν καθόλου· ταῦτα
δ’ ἐν αὐτῇ πώς ἐστι τῇ ψυχῇ. Διὸ
νοῆσαι μὲν ἐπ’ αὐτῷ,
ὁπόταν βούληται, αἰσθάνεσθαι δ’ οὐκ ἐπ’ αὐτῷ· ἀναγκαῖον
γὰρ ὑπάρχειν τὸ αἰσθητόν. Ὁμοίως δὲ τοῦτ’ ἔχει κἀν ταῖς
ἐπιστήμαις ταῖς τῶν
αἰσθητῶν, καὶ διὰ τὴν αὐτὴν αἰτίαν,
ὅτι τὰ αἰσθητὰ τῶν καθ’ ἕκαστα καὶ τῶν
ἔξωθεν. Ἀλλὰ
περὶ μὲν τούτων διασαφῆσαι καιρὸς γένοιτ’ ἂν καὶ εἰσαῦθις.
Νῦν
δὲ διωρίσθω τοσοῦτον, ὅτι οὐχ ἁπλοῦ ὄντος τοῦ δυνάμει
λεγομένου, ἀλλὰ τοῦ μὲν
ὥσπερ ἂν εἴποιμεν τὸν παῖδα
ἔχει τὸ αἰσθητικόν. Ἐπεὶ δ’ ἀνώνυμος αὐτῶν ἡ διαφορά,
διώρισται
δὲ περὶ αὐτῶν ὅτι ἕτερα καὶ πῶς ἕτερα, χρῆσθαι
ἀναγκαῖον τῷ πάσχειν καὶ
ἀλλοιοῦσθαι ὡς κυρίοις
ὀνόμασιν· τὸ δ’ αἰσθητικὸν δυνάμει ἐστὶν οἷον τὸ αἰσθητὸν
ἤδη ἐντελεχείᾳ, καθάπερ εἴρηται. Πάσχει μὲν οὖν οὐχ
ὅμοιον ὄν, πεπονθὸς δ’
ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο.
Λεκτέον δὲ καθ’ ἑκάστην αἴσθησιν· περὶ τῶν αἰσθητῶν
πρῶτον. Λέγεται δὲ τὸ
αἰσθητὸν τριχῶς, ὧν δύο μὲν
καθ’ αὑτά φαμεν αἰσθάνεσθαι, τὸ δὲ ἓν κατὰ
συμβεβηκός.
Τῶν δὲ δύο τὸ μὲν ἴδιόν ἐστιν ἑκάστης αἰσθήσεως, τὸ δὲ
κοινὸν
πασῶν. Λέγω δ’ ἴδιον μὲν ὃ μὴ ἐνδέχεται ἑτέρᾳ αἰσθήσει
αἰσθάνεσθαι, καὶ περὶ ὃ μὴ
ἐνδέχεται ἀπατηθῆναι,
οἷον ὄψις χρώματος καὶ ἀκοὴ ψόφου καὶ γεῦσις χυμοῦ. Ἡ
δ’ ἁφὴ πλείους μὲν ἔχει διαφοράς· ἀλλ’ ἑκάστη γε κρίνει
περὶ τούτων, καὶ οὐκ
ἀπατᾶται ὅτι χρῶμα οὐδ’ ὅτι ψόφος,
ἀλλὰ τί τὸ κεχρωσμένον ἢ ποῦ, ἢ τί τὸ ψοφοῦν ἢ
ποῦ.
Τὰ μὲν οὖν τοιαῦτα λέγεται ἴδια ἑκάστου, κοινὰ δὲ κίνησις,
ἠρεμία,
ἀριθμός, σχῆμα, μέγεθος· τὰ γὰρ τοιαῦτα οὐδεμιᾶς
ἐστὶν ἴδια, ἀλλὰ κοινὰ πάσαις·
καὶ γὰρ ἁρῇ κίνησίς τίς
ἐστιν αἰσθητὴ καὶ ὄψει. Κατὰ συμβεβηκὸς δὲ λέγεται
αἰσθητόν, οἷον εἰ τὸ λευκὸν εἴη Διάρους υἱός· κατὰ συμβεβηκὸς
γὰρ τούτου
αἰσθάνεται, ὅτι τῷ λευκῷ συμβέβηκε
τοῦτο οὗ αἰσθάνεται. Διὸ καὶ οὐδὲν πάσχει ᾗ
τοιοῦτον
ὑπὸ τοῦ αἰσθητοῦ. Τῶν δὲ καθ’ αὑτὰ αἰσθητῶν τὰ ἴδια
κυρίως ἐστὶν
αἰσθητά, καὶ πρὸς ἃ ἡ οὐσία πέφυκεν ἑκάστης
αἰσθήσεως.
Οὗ μὲν οὖν ἐστὶν ἡ ὄψις, τοῦτ’ ἐστὶν ὁρατόν. Ὁρατὸν
δ’ ἔστιν χρῶμά τε, καὶ ὃ
λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον
δὲ τυγχάνει ὄν· δῆλον δὲ ἔσται ὃ λέγομεν
προελθοῦσι
μάλιστα. Τὸ γὰρ ὁρατόν ἐστι χρῶμα. Τοῦτο
δ’ ἐστὶ τὸ ἐπὶ τοῦ καθ’
αὑτὸ ὁρατοῦ· καθ’ αὑτὸ δὲ οὐ τῷ
λόγῳ, ἀλλ’ ὅτι ἐν ἑαυτῷ ἔχει τὸ αἴτιον τοῦ εἶναι
ὁρατόν.
Πᾶν δὲ χρῶμα κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς,
καὶ τοῦτ’
ἔστιν αὐτοῦ ἡ φύσις. Διόπερ οὐχ ὁρατὸν ἄνευ
φωτός, ἀλλὰ πᾶν τὸ ἑκάστου χρῶμα ἐν
φωτὶ ὁρατόν.
Διὸ περὶ φωτὸς πρῶτον λεκτέον τί ἐστιν. Ἔστι δή τι
διαφανές.
Διαφανὲς δὲ λέγω ὃ ἔστι μὲν ὁρατόν, οὐ καθ’
αὑτὸ δὲ ὁρατὸν ὡς ἁπλῶς εἰπεῖν, ἀλλὰ
δι’ ἀλλότριον χρῶμα.
Τοιοῦτον δέ ἐστιν ἀὴρ καὶ ὕδωρ καὶ πολλὰ τῶν στερεῶν·
οὐ γὰρ ᾗ ὕδωρ οὐδ’ ᾗ ἀήρ, διαφανές, ἀλλ’ ὅτι ἐστὶ φύσις
ἐνυπάρχουσα ἡ αὐτὴ
ἐν τούτοις ἀμφοτέροις καὶ ἐν τῷ ἀϊδίῳ
τῷ ἄνω σώματι. Φῶς δέ ἐστιν ἡ τούτου
ἐνέργεια τοῦ διαφανοῦς
ᾗ διαφανές. Δυνάμει δὲ ἐν ᾧ τοῦτ’ ἐστί, καὶ τὸ
σκότος. Τὸ δὲ φῶς οἷον χρῶμά ἐστι τοῦ διαφανοῦς, ὅταν
ᾗ ἐντελεχείᾳ διαφανὲς
ὑπὸ πυρὸς ἢ τοιούτου οἷον τὸ ἄνω
σῶμα· καὶ γὰρ τούτῳ τι ὑπάρχει ἓν καὶ ταὐτόν. Τί
μὲν
οὖν τὸ διαφανὲς καὶ τί τὸ φῶς, εἴρηται, ὅτι οὔτε πῦρ οὔθ’
ὅλως σῶμα οὐδ’
ἀπορροὴ σώματος οὐδενός (εἴη γὰρ ἂν σῶμά
τι καὶ οὕτως), ἀλλὰ πυρὸς ἢ τοιούτου
τινὸς παρουσία
ἐν τῷ διαφανεῖ· οὐδὲ γὰρ δύο σώματα ἅμα δυνατὸν ἐν
τῷ αὐτῷ
εἶναι. Δοκεῖ δὲ τὸ φῶς ἐναντίον εἶναι τῷ σκότει·
διαφανοῦς, ὥστε δῆλον ὅτι καὶ ἡ τούτου παρουσία τὸ
φῶς
ἐστίν. Καὶ οὐκ ὀρθῶς Ἐμπεδοκλῆς, οὐδ’ εἴ τις ἄλλος
οὕτως εἴρηκεν, ὡς
φερομένου τοῦ φωτὸς καὶ γιγνομένου
ποτὲ μεταξὺ τῆς γῆς καὶ τοῦ περιέχοντος, ἡμᾶς
δὲ λανθάνοντος·
τοῦτο γάρ ἐστι καὶ παρὰ τὴν ἐν τῷ λόγῳ ἀλήθειαν
καὶ παρὰ τὰ
φαινόμενα· ἐν μικρῷ μὲν γὰρ διαστήματι
λάθοι ἄν, ἀπ’ ἀνατολῆς δ’ ἐπὶ δυσμὰς τὸ
λανθάνειν
μέγα λίαν τὸ αἴτημα. Ἔστι δὲ χρώματος μὲν
δεκτικὸν τὸ ἄχρουν,
ψόφου δὲ τὸ ἄψοφον. Ἄχρουν
δ’ ἐστὶ τὸ διαφανὲς καὶ τὸ ἀόρατον ἢ τὸ μόλις
ὁρώμενον,
οἷον δοκεῖ τὸ σκοτεινόν. Τοιοῦτον δὲ τὸ διαφανὲς
μέν, ἀλλ’ οὐχ
ὅταν ᾖ ἐντελεχείᾳ διαφανές, ἀλλ’ ὅταν δυνάμει·
ἡ γὰρ αὐτὴ φύσις ὁτὲ μὲν σκότος
ὁτὲ δὲ φῶς
ἐστίν. Οὐ πάντα δὲ ὁρατὰ ἐν φωτί ἐστιν, ἀλλὰ μόνον
ἑκάστου τὸ
οἰκεῖον χρῶμα· ἔνια γὰρ ἐν μὲν τῷ φωτὶ οὐχ
ὁρᾶται, ἐν δὲ τῷ σκότει ποιεῖ
αἴσθησιν, οἷον τὰ πυρώδη
φαινόμενα καὶ λάμποντα (ἀνώνυμα δ’ ἐστὶ ταῦτα ἑνὶ
ὀνόματι),
οἷον μύκης, κέρας, κεφαλαὶ ἰχθύων καὶ λεπίδες καὶ
ὀφθαλμοί· ἀλλ’
οὐδενὸς ὁρᾶται τούτων τὸ οἰκεῖον χρῶμα.
Δι’ ἣν μὲν οὖν αἰτίαν ταῦτα ὁρᾶται, ἄλλος
λόγος· νῦν δ’
ἐπὶ τοσοῦτον φανερόν ἐστιν, ὅτι τὸ μὲν ἐν φωτὶ ὁρώμενον
χρῶμα.
Διὸ καὶ οὐχ ὁρᾶται ἄνευ φωτός· τοῦτο γὰρ ἦν
αὐτῷ τὸ χρώματι εἶναι τὸ κινητικῷ
εἶναι τοῦ κατ’ ἐνέργειαν
διαφανοῦς· ἡ δ’ ἐντελέχεια τοῦ διαφανοῦς φῶς ἐστίν.
Σημεῖον δὲ τούτου φανερόν· ἐὰν γάρ τις θῇ τὸ ἔχον χρῶμα
τὸ διαφανές, οἷον τὸν ἀέρα, ὑπὸ
τούτου δὲ συνεχοῦς ὄντος
κινεῖται τὸ αἰσθητήριον. Οὐ γὰρ καλῶς τοῦτο λέγει
Δημόκριτος
οἰόμενος, εἰ γένοιτο κενὸν τὸ μεταξύ, ὁρᾶσθαι ἂν
ἀκριβῶς καὶ εἰ
μύρμηξ ἐν τῷ οὐρανῷ εἴη· τοῦτο γὰρ ἀδύνατόν
ἐστιν. Πάσχοντος γάρ τι τοῦ
αἰσθητικοῦ γίνεται
τὸ ὁρᾶν· ὑπ’ αὐτοῦ μὲν οὖν τοῦ ὁρωμένου χρώματος ἀδύνατον,
λείπεται δὲ ὑπὸ τοῦ μεταξύ, ὥστ’ ἀναγκαῖόν τι εἶναι
μεταξύ· κενοῦ δὲ
γενομένου οὐχ ὅτι ἀκριβῶς, ἀλλ’ ὅλως οὐθὲν
ὀφθήσεται. Δι’ ἣν μὲν οὖν αἰτίαν τὸ
χρῶμα ἀναγκαῖον ἐν
φωτὶ ὁρᾶσθαι, εἴρηται. Πῦρ δὲ ἐν ἀμφοῖν ὁρᾶται, καὶ ἐν
σκότει καὶ ἐν φωτί, καὶ τοῦτο ἐξ ἀνάγκης· τὸ γὰρ διαφανὲς
ὑπὸ τούτου γίνεται
διαφανές. Ὁ δ’ αὐτὸς λόγος καὶ περὶ
ψόφου καὶ ὀσμῆς ἐστίν· οὐθὲν γὰρ αὐτῶν
ἁπτόμενον τοῦ
αἰσθητηρίου ποιεῖ τὴν αἴσθησιν, ἀλλ’ ὑπὸ μὲν ὀσμῆς καὶ ψόφου
τὸ μεταξὺ κινεῖται, ὑπὸ δὲ τούτου τῶν αἰσθητηρίων ἑκάτερον·
ὅταν δ’ ἐπ’ αὐτό
τις ἐπιθῇ τὸ αἰσθητήριον τὸ ψοφοῦν
ἢ τὸ ὄζον, οὐδεμίαν αἴσθησιν ποιήσει. Περὶ δὲ
ἁφῆς
καὶ γεύσεως ἔχει μὲν ὁμοίως, οὐ φαίνεται δέ· δι’ ἣν δ’ αἰτίαν,
ὕστερον
ἔσται δῆλον. Τὸ δὲ μεταξὺ ψόφων μὲν ἀήρ, ὀσμῆς
δ’ ἀνώνυμον· κοινὸν γὰρ δή τι
πάθος ἐπ’ ἀέρος καὶ ὕδατός
ἐστιν, ὥσπερ τὸ διαφανὲς χρώματι, οὕτω τῷ ἔχοντι ὀσμὴν
ὃ ἐν ἀμφοτέροις ὑπάρχει τούτοις· φαίνεται γὰρ καὶ τὰ
ἔνυδρα τῶν ζῴων ἔχειν
αἴσθησιν ὀσμῆς. Ἀλλ’ ὁ μὲν ἄνθρωπος
καὶ τῶν πεζῶν ὅσα ἀναπνεῖ, ἀδυνατεῖ ὀσμᾶσθαι
μὴ
ἀναπνέοντα. Ἡ δ’ αἰτία καὶ περὶ τούτων ὕστερον
λεχθήσεται.
Νῦν δὲ πρῶτον περὶ ψόφου καὶ ἀκοῆς διορίσωμεν.
τὰ μὲν γὰρ οὔ φαμεν ἔχειν ψόφον, οἷον
σπόγγον,
ἔρια, τὰ δ’ ἔχειν, οἷον χαλκὸν καὶ ὅσα στερεὰ καὶ λεῖα, ὅτι
δύναται
ψοφῆσαι. Τοῦτο δ’ ἐστὶν αὐτοῦ μεταξὺ καὶ τῆς
ἀκοῆς ἐμποιῆσαι ψόφον ἐνεργείᾳ.
Γίνεται δ’ ὁ κατ’ ἐνέργειαν
ψόφος ἀεί τινος πρός τι καὶ ἔν τινι· πληγὴ γάρ ἐστιν
ἡ ποιοῦσα. Διὸ καὶ ἀδύνατον ἑνὸς ὄντος γενέσθαι ψόφον·
ἕτερον γὰρ τὸ τύπτον
καὶ τὸ τυπτόμενον· ὥστε τὸ ψοφοῦν
πρός τι ψοφεῖ. Πληγὴ δ’ οὐ γίνεται ἄνευ φορᾶς.
Ὥσπερ
δ’ εἴπομεν, οὐ τῶν τυχόντων πληγὴ ὁ ψόφος· οὐθένα γὰρ
ποιεῖ ψόφον ἔρια
ἂν πληγῇ, ἀλλὰ χαλκὸς καὶ ὅσα λεῖα
καὶ κοῖλα, ὁ μὲν χαλκός, ὅτι λεῖος· τὰ δὲ
κοῖλα τῇ ἀνακλάσει
πολλὰς ποιεῖ πληγὰς μετὰ τὴν πρώτην, ἀδυνατοῦντος
ἐξελθεῖν τοῦ κινηθέντος. Ἔτι ἀκούεται ἐν ἀέρι καὶ ὕδατι,
ἀλλ’ ἧττον. Οὐκ
ἔστι δὲ ψόφου κύριος ὁ ἀὴρ οὐδὲ τὸ
ὕδωρ· ἀλλὰ δεῖ στερεῶν πληγὴν γενέσθαι πρὸς
ἄλληλα καὶ
πρὸς τὸν ἀέρα. Τοῦτο δὲ γίνεται, ὅταν ὑπομένῃ πληγεὶς
ὁ ἀὴρ καὶ
μὴ διαχυθῇ. Διὸ ἐὰν ταχέως καὶ σφοδρῶς πληγῇ,
ψοφεῖ· δεῖ γὰρ φθάσαι τὴν κίνησιν
τοῦ ῥαπίζοντος τὴν
θρύψιν τοῦ ἀέρος, ὥσπερ ἂν εἰ σωρὸν ἢ ὁρμαθὸν ψάμμου
τύπτοι τις φερόμενον ταχύ. Ἠχὼ δὲ γίνεται, ὅταν ἀπὸ
τοῦ ἀέρος ἑνὸς γενομένου
διὰ τὸ ἀγγεῖον τὸ διορίσαν καὶ
κωλῦσαν θρυφθῆναι πάλιν ὁ ἀὴρ ἀπωσθῇ, ὥσπερ
σφαῖρα.
Ἔοικε δ’ ἀεὶ γίνεσθαι ἠχώ, ἀλλ’ οὐ σαφής, ἐπεὶ συμβαίνει
γε ἐπὶ τοῦ
ψόφου καθάπερ καὶ ἐπὶ τοῦ φωτός· καὶ γὰρ τὸ
φῶς ἀεὶ ἀνακλᾶται (οὐδὲ γὰρ ἂν
ἐγίνετο πάντῃ φῶς, ἀλλὰ
σκότος ἔξω τοῦ ἡλιουμένου), ἀλλ’ οὐχ οὕτως ἀνακλᾶται
ὥσπερ ἀφ’ ὕδατος ἢ χαλκοῦ ἢ καί τινος ἄλλου τῶν λείων,
λέγεται κύριον τοῦ ἀκούειν. Δοκεῖ
γὰρ εἶναι κενὸν ὁ ἀήρ,
οὗτος δ’ ἐστὶν ὁ ποιῶν ἀκούειν, ὅταν κινηθῇ συνεχὴς καὶ
εἷς.
Ἀλλὰ διὰ τὸ ψαθυρὸς εἶναι οὐ γεγωνεῖ, ἂν μὴ λεῖον ᾖ
τὸ πληγέν. Τότε δὲ
εἷς γίνεται ἅμα διὰ τὸ ἐπίπεδον· ἓν
γὰρ τὸ τοῦ λείου ἐπίπεδον. Ψοφητικὸν μὲν οὖν
τὸ κινητικὸν
ἑνὸς ἀέρος συνεχείᾳ μέχρις ἀκοῆς, ἀκοὴ δὲ συμφυὴς ἀέρι.
Διὰ δὲ
τὸ ἐν ἀέρι εἶναι, κινουμένου τοῦ ἔξω τὸ εἴσω κινεῖ.
Διόπερ οὐ πάντῃ τὸ ζῷον
ἀκούει, οὐδὲ πάντῃ διέρχεται ὁ
ἀήρ· οὐ γὰρ πάντῃ ἔχει ἀέρα τὸ κινησόμενον μέρος
καὶ ἔμψυχον.
Αὐτὸ μὲν δὴ ἄψοφον ὁ ἀὴρ διὰ τὸ εὔθρυπτον·
ὅταν δὲ κωλυθῇ
θρύπτεσθαι, ἡ τούτου κίνησις ψόφος. Ὁ
δ’ ἐν τοῖς ὠσὶν ἐγκατῳκοδόμηται πρὸς τὸ
ἀκίνητος εἶναι,
ὅπως ἀκριβῶς αἰσθάνηται πάσας τὰς διαφορὰς τῆς κινήσεως.
Διὰ
ταῦτα δὲ καὶ ἐν ὕδατι ἀκούομεν, ὅτι οὐκ εἰσέρχεται πρὸς
αὐτὸν τὸν συμφυῆ ἀέρα·
ἀλλ’ οὐδ’ εἰς τὸ οὖς διὰ τὰς ἕλικας.
Ὅταν δὲ τοῦτο συμβῇ, οὐκ ἀκούει· οὐδ’ ἂν ἡ
μῆνιγξ κάμῃ,
ὥσπερ τὸ ἐπὶ τῇ κόρῃ δέρμα ὅταν κάμῃ. Ἀλλὰ καὶ σημεῖον
τοῦ
ἀκούειν ἢ μὴ τὸ ἠχεῖν αἰεὶ τὸ οὖς ὥσπερ τὸ κέρας·
ἀεὶ γὰρ οἰκείαν τινὰ κίνησιν ὁ
ἀὴρ κινεῖται ὁ ἐν τοῖς ὠσίν·
ἀλλ’ ὁ ψόφος ἀλλότριος καὶ οὐκ ἴδιος. Καὶ διὰ τοῦτό
φασιν ἀκούειν τῷ κενῷ καὶ ἠχοῦντι, ὅτι ἀκούομεν τῷ ἔχοντι
ὡρισμένον τὸν
ἀέρα, Πότερον δὲ ψοφεῖ τὸ τυπτόμενον ἢ
τὸ τύπτον; ἢ καὶ ἄμφω, τρόπον δ’ ἕτερον·
ἔστι γὰρ ὁ
ψόφος κίνησις τοῦ δυναμένου κινεῖσθαι τὸν τρόπον τοῦτον
ὅνπερ τὰ
ἀφαλλόμενα ἀπὸ τῶν λείων, ὅταν τις κρούσῃ.
Οὐ δὴ πᾶν, ὥσ περ εἴρηται, ψοφεῖ
τυπτόμενον καὶ τύπτον,
ὁμαλὸν εἶναι, ὥστε τὸν ἀέρα ἀθροῦν ἀφάλλεσθαι καὶ σείεσθαι.
Αἱ δὲ
διαφοραὶ τῶν ψοφούντων ἐν τῷ κατ’ ἐνέργειαν
ψόφῳ δηλοῦνται· ὥσπερ γὰρ ἄνευ φωτὸς
οὐχ ὁρᾶται
τὰ χρώματα, οὕτως οὐδ’ ἄνευ ψόφου τὸ ὀξὺ καὶ τὸ βαρύ.
Ταῦτα δὲ
λέγεται κατὰ μεταφορὰν ἀπὸ τῶν ἁπτῶν· τὸ μὲν
γὰρ ὀξὺ κινεῖ τὴν αἴσθησιν ἐν ὀλίγῳ
χρόνῳ ἐπὶ πολύ, τὸ δὲ
βαρὺ ἐν πολλῷ ἐπ’ ὀλίγον. Οὐ δὴ ταχὺ τὸ ὀξύ, τὸ δὲ
βαρὺ βραδύ, ἀλλὰ γίνεται τοῦ μὲν διὰ τὸ τάχος ἡ κίνησις
τοιαύτη, τοῦ δὲ διὰ
βραδυτῆτα. Καὶ ἔοικεν ἀνάλογον
ἔχειν τῷ περὶ τὴν ἁφὴν ὀξεῖ καὶ ἀμβλεῖ· τὸ μὲν γὰρ
ὀξὺ
οἷον κεντεῖ, τὸ δ’ ἀμβλὺ οἷον ὠθεῖ διὰ τὸ κινεῖν, τὸ μὲν ἐν
ὀλίγῳ, τὸ δὲ
ἐν πολλῷ, ὥστε συμβαίνει τὸ μὲν ταχὺ τὸ δὲ
βραδὺ εἶναι. Περὶ μὲν οὖν ψόφου ταύτῃ
διωρίσθω. Ἡ δὲ
φωνὴ ψόφος τίς ἐστιν ἐμψύχου· τῶν γὰρ ἀψύχων οὐθὲν
φωνεῖ,
ἀλλὰ καθ’ ὁμοιότητα λέγεται φωνεῖν, οἷον αὐλὸς
καὶ λύρα καὶ ὅσα ἄλλα τῶν ἀψύχων
ἀπότασιν ἔχει καὶ μέλος
καὶ διάλεκτον· ἔοικε γὰρ ὅτι καὶ ἡ φωνὴ ταῦτ’ ἔχει, πολλὰ
δὲ τῶν ζῴων οὐκ ἔχουσι φωνήν, οἷον τά τε ἄναιμα καὶ τῶν
ἐναίμων ἰχθύες. Καὶ
τοῦτ’ εὐλόγως, εἴπερ ἀέρος κίνησίς τίς
ἐστιν ὁ ψόφος. Ἀλλ’ οἱ λεγόμενοι φωνεῖν,
οἷον ἐν τῷ
Ἀχελῴῳ, ψοφοῦσι τοῖς βραγχίοις ἤ τινι ἑτέρῳ τοιούτῳ.
Φωνὴ δ’ ἐστὶ
ζῴου ψόφος, καὶ οὐ τῷ τυχόντι μορίῳ. Ἀλλ’
ἐπεὶ πᾶν ψοφεῖ τύπτοντός τινος καί τι
καὶ ἔν τινι, τοῦτο
δ’ ἐστὶν ἀήρ, εὐλόγως ἂν φωνοίη ταῦτα μόνα ὅσα δέχεται
τὸν ἀέρα. Ἤδη γὰρ τῷ ἀναπνεομένῳ καταχρῆται ἡ φύσις
ἐπὶ δύο ἔργα, καθάπερ τῇ
γλώττῃ ἐπί τε τὴν γεῦσιν καὶ
τὴν διάλεκτον, ὧν ἡ μὲν γεῦσις ἀναγκαῖον (διὸ καὶ
πλείοσιν
πρός τε τὴν θερμότητα τὴν ἐντὸς ὡς ἀναγκαῖον (τὸ δ’ αἴτιον
ἐν ἑτέροις
εἰρήσεται) καὶ πρὸς τὴν φωνήν, ὅπως ὑπάρχῃ
τὸ εὖ. Ὄργανον δὲ τῇ ἀναπνοῇ ὁ φάρυγξ·
οὖ δ’ ἕνεκα
καὶ τὸ μόριόν ἐστι τοῦτο, πλεύμων· τούτῳ γὰρ τῷ μορίῳ
πλεῖστον
ἔχει τὸ θερμὸν τὰ πεζὰ τῶν ἄλλων. Δεῖται δὲ
τῆς ἀναπνοῆς καὶ ὁ περὶ τὴν καρδίαν
τόπος πρῶτος. Διὸ
ἀναγκαῖον εἴσω ἀναπνεομένου εἰσιέναι τὸν ἀέρα. Ὥστε ἡ
πληγὴ τοῦ ἀναπνεομένου ἀέρος ὑπὸ τῆς ἐν τούτοις τοῖς
μορίοις ψυχῆς πρὸς τὴν
καλουμένην ἀρτηρίαν φωνή ἐστιν.
Οὐ γὰρ πᾶς ζῴου ψόφος φωνή, καθάπερ εἴπομεν (ἔστι
γὰρ
καὶ τῇ γλώττῃ ψοφεῖν καὶ ὡς οἱ βήττοντες), ἀλλὰ δεῖ
ἔμψυχόν τε εἶναι τὸ
τύπτον καὶ μετὰ φαντασίας τινός·
σημαντικὸς γὰρ δή τις ψόφος ἐστὶν ἡ φωνή, καὶ οὐ
τοῦ
ἀναπνεομένου ἀέρος, ὥσπερ ἡ βήξ· ἀλλὰ τούτῳ τύπτει
τὸν ἐν τῇ ἀρτηρίᾳ
πρὸς αὐτήν. Σημεῖον δὲ τὸ μὴ δύνασθαι
φωνεῖν ἀναπνέοντα μηδ’ ἐκπνέοντα, ἀλλὰ
κατέχοντα· κινεῖ
γὰρ τοῦτο ὁ κατέχων. Φανερὸν δὲ καὶ διότι οἱ ἰχθύες
ἄφωνοι·
οὐ γὰρ ἔχουσι φάρυγγα. Τοῦτο δὲ τὸ μόριον οὐκ
ἔχουσιν, ὅτι οὐ δέχονται τὸν ἀέρα
οὐδ’ ἀναπνέουσιν. Δι’
ἣν μὲν οὖν αἰτίαν, ἕτερός ἐστι λόγος.
Περὶ δὲ ὀσμῆς καὶ ὀσφραντοῦ ἧττον εὐδιόριστόν ἐστι
τῶν εἰρημένων· οὐ γὰρ δῆλον
ποῖόν τί ἐστιν ἡ ὀσμή,
οὕτως ὡς ὁ ψόφος ἢ τὸ χρῶμα. Αἴτιον δ’ ὅτι τὴν
ζῴων· φαύλως γὰρ ἄνθρωπος
ὀσμᾶται, καὶ οὐθενὸς αἰσθάνεται
τῶν ὀσφραντῶν ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος, ὡς
οὐκ
ὄντος ἀκριβοῦς τοῦ αἰσθητηρίου. Εὔλογον δ’ οὕτω καὶ τὰ
σκληρόφθαλμα τῶν
χρωμάτων αἰσθάνεσθαι, καὶ μὴ διαδήλους
αὐτοῖς εἶναι τὰς διαφορὰς τῶν χρωμάτων
πλὴν τῷ
φοβερῷ καὶ ἀφόβῳ. Οὕτω δὲ καὶ τὰς ὀσμὰς τὸ τῶν ἀνθρώπων
γένος· ἔοικε
μὲν γὰρ ἀνάλογον ἔχειν πρὸς τὴν
γεῦσιν καὶ ὁμοίως τὰ εἴδη τῶν χυμῶν τοῖς τῆς
ὀσμῆς, ἀλλ’
ἀκριβεστέραν ἔχομεν τὴν γεῦσιν διὰ τὸ εἶναι αὐτὴν ἁφήν
τινα,
ταύτην δ’ ἔχειν τὴν αἴσθησιν τὸν ἄνθρωπον ἀκριβεστάτην·
ἐν μὲν γὰρ ταῖς ἄλλαις
λείπεται πολλῷ τῶν
ζῴων, κατὰ δὲ τὴν ἁφὴν πολλῶν τῶν ἄλλων διαφερόντως
ἀκριβοῖ. Διὸ καὶ φρονιμώτατόν ἐστι τῶν ζῴων. Σημεῖον
δὲ τὸ καὶ ἐν τῷ γένει
τῶν ἀνθρώπων παρὰ τὸ αἰσθητήριον
τοῦτο εἶναι εὐφυεῖς καὶ ἀφυεῖς, παρ’ ἄλλο δὲ
μηδέν· οἱ μὲν
γὰρ σκληρόσαρκοι ἀφυεῖς τὴν διάνοιαν, οἱ δὲ μαλακόσαρκοι
εὐφυεῖς. Ἔστι δ’, ὥσπερ χυμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρός,
οὕτω καὶ ὀσμαί. Ἀλλὰ
τὰ μὲν ἔχουσι τὴν ἀνάλογον
ὀσμὴν καὶ χυμόν, λέγω δὲ οἷον γλυκεῖαν ὀσμὴν καὶ
γλυκὺν
χυμόν, τὰ δὲ τοὐναντίον. Ὁμοίως δὲ καὶ δριμεῖα καὶ
αὐστηρὰ καὶ ὀξεῖα
καὶ λιπαρά ἐστιν ὀσμή. Ἀλλ’ ὥσπερ
εἴπομεν, διὰ τὸ μὴ σφόδρα διαδήλους εἶναι τὰς
ὀσμὰς
ὥσπερ τοὺς χυμούς, ἀπὸ τούτων εἴληφε τὰ ὀνόματα καθ’
ὁμοιότητα τῶν
πραγμάτων· ἡ μὲν γὰρ γλυκεῖα ἀπὸ τοῦ
κρόκου καὶ τοῦ μέλιτος, ἡ δὲ δριμεῖα θύμου
καὶ τῶν τοιούτων·
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. Ἔστι δ’
καὶ ἀνηκούστου, ἡ δὲ
τοῦ ὁρατοῦ καὶ ἀοράτου, καὶ
ἡ ὄσφρησις τοῦ ὀσφραντοῦ καὶ ἀνοσφράντου. Ἀνόσφραντον
δὲ τὸ μὲν παρὰ τὸ ὅλως ἀδύνατον ἔχειν ὀσμήν,
τὸ δὲ μικρὰν ἔχον καὶ φαύλην.
Ὁμοίως δὲ καὶ τὸ
ἄγευστον λέγεται. Ἔστι δὲ καὶ ἡ ὄσφρησις διὰ τοῦ
μεταξύ,
οἷον ἀέρος ἢ ὕδατος· καὶ γὰρ τὰ ἔνυδρα δοκοῦσιν
ὀσμῆς αἰσθάνεσθαι. Ὁμοίως δὲ καὶ
τὰ ἔναιμα καὶ τὰ
ἄναιμα, ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι· καὶ γὰρ τούτων ἔνια
πόρρωθεν ἀπαντᾷ πρὸς τὴν τροφὴν ὕποσμα γινόμενα. Διὸ
καὶ ἄπορον φαίνεται, εἰ
πάντα μὲν ὁμοίως ὀσμᾶται, ὁ δ’
ἄνθρωπος ἀναπνέων μέν, μὴ ἀναπνέων δὲ ἀλλ’ ἐκπνέων
ἢ κατέχων τὸ πνεῦμα οὐκ ὀσμᾶται, οὔτε πόρρωθεν οὔτ’
ἐγγύθεν, οὐδ’ ἂν ἐπὶ τοῦ
μυκτῆρος ἐντὸς τεθῇ. Καὶ τὸ μὲν
ἐπ’ αὐτῷ τιθέμενον τῷ αἰσθητηρίῳ ἀναίσθητον εἶναι
κοινὸν
πάντων· ἀλλὰ τὸ ἄνευ τοῦ ἀναπνεῖν μὴ αἰσθάνεσθαι ἴδιον
ἐπὶ τῶν
ἀνθρώπων· δῆλον δὲ πειρωμένοις. Ὥστε τὰ ἄναιμα,
ἐπειδὴ οὐκ ἀναπνέουσιν, ἑτέραν ἄν
τιν’ αἴσθησιν ἔχοι παρὰ
τὰς λεγομένας. Ἀλλ’ ἀδύνατον, εἴπερ τῆς ὀσμῆς αἰσθάνεται·
ἡ γὰρ τοῦ ὀσφραντοῦ αἴσθησις καὶ δυσώδους καὶ
εὐώδους ὄσφρησίς ἐστιν. Ἔτι δὲ
καὶ φθειρόμενα φαίνεται
ὑπὸ τῶν ἰσχυρῶν ὀσμῶν ὑφ’ ὧνπερ ἄνθρωπος, οἷον ἀσφάλτου
καὶ θείου καὶ τῶν τοιούτων. Ὀσφραίνεσθαι μὲν οὖν
ἀναγκαῖον, ἀλλ’ οὐκ
ἀναπνέοντα. Ἔοικε δὲ τοῖς ἀνθρώποις
διαφέρειν τὸ αἰσθητήριον τοῦτο πρὸς τὸ τῶν
ἄλλων
μὲν γὰρ
ἔχει φράγμα καὶ ὥσπερ ἔλυτρον τὰ βλέφαρα,
ἃ μὴ κινήσας μηδ’ ἀνασπάσας οὐχ ὁρᾷ· τὰ
δὲ σκληρόφθαλμα
οὐδὲν ἔχει τοιοῦτον, ἀλλ’ εὐθέως ὁρᾷ τὰ γινόμενα
ἐν τῷ
διαφανεῖ. Οὕτως οὖν καὶ τὸ ὀσφραντικὸν αἰσθητήριον
τοῖς μὲν ἀκάλυφες εἶναι, ὥσπερ
τὸ ὄμμα, τοῖς δὲ τὸν ἀέρα
δεχομένοις ἔχειν ἐπικάλυμμα, ὃ ἀναπνεόντων
ἀποκαλύπτεσθαι,
διευρυνομένων τῶν φλεβίων καὶ τῶν πόρων. Καὶ
διὰ τοῦτο τὰ
ἀναπνέοντα οὐκ ὀσμᾶται ἐν τῷ ὑγρῷ· ἀναγκαῖον
γὰρ ὀσφραθνῆναι ἀναπνεύσαντα, τοῦτο
δὲ ποιεῖν ἐν τῷ
ὑγρῷ ἀδύνατον. Ἔστι δ’ ἡ ὀσμὴ τοῦ ξηροῦ, ὥσπερ ὁ χυμὸς
τοῦ
ὑγροῦ· τὸ δὲ ὀσφραντικὸν αἰσθητήριον δυνάμει
τοιοῦτον.
Τὸ δὲ γευστόν ἐστιν ἁπτόν τι· καὶ τοῦτ’ αἴτιον τοῦ μὴ
εἶναι αἰσθητὸν διὰ τοῦ
μεταξὺ ἀλλοτρίου ὄντος σώματος·
οὐδὲ γὰρ ἡ ἁφή. Καὶ τὸ σῶμα δὲ ἐν ᾧ ὁ χυμός, τὸ
γευστόν,
ἐν ὑγρῷ ὡς ὕλῃ· τοῦτο δ’ ἁπτόν τι. Διὸ κἂν εἰ ἐν
ὕδατι εἶμεν,
αἰσθανοίμεθ’ ἂν ἐμβληθέντος τοῦ γλυκέος,
οὐκ ἦν δ’ ἂν ἡ αἴσθησις ἡμῖν διὰ τοῦ
μεταξύ, ἀλλὰ τῷ
μιχθῆναι τῷ ὑγρῷ, καθάπερ ἐπὶ τοῦ ποτοῦ. Τὸ δὲ
χρῶμα οὐχ
οὕτως ὁρᾶται τῷ μίγνυσθαι, οὐδὲ ταῖς ἀπορροίαις.
Ὡς μὲν οὖν τὸ μεταξὺ οὐθέν
ἐστιν· ὡς δὲ χρῶμα
τὸ ὁρατόν, οὕτω τὸ γευστὸν ὁ χυμός. Οὐθὲν δὲ ποιεῖ
χυμοῦ
αἴσθησιν ἄνευ ὑγρότητος, ἀλλ’ ἔχει ἐνεργείᾳ ἢ
δυνάμει ὑγρότητα, οἷον τὸ ἁλμυρόν·
εὔτηκτόν τε γὰρ
αὐτὸ καὶ συντηκτικὸν γλώττης. Ὥσπερ δὲ καὶ ἡ ὄψις
ἀόρατον, κρίνει δὲ καὶ τοῦτο ἡ
ὄψις), ἔτι τοῦ λίαν λαμπροῦ
(καὶ γὰρ τοῦτο ἀόρατον, ἄλλον δὲ τρόπον τοῦ σκότους),
ὁμοίως δὲ καὶ ἡ ἀκοὴ ψόφου τε καὶ σιγῆς, ὧν τὸ μὲν ἀκουστὸν
τὸ δ’ οὐκ
ἀκουστόν, καὶ μεγάλου ψόφου, καθάπερ ἡ
ὄψις τοῦ λαμπροῦ· ὥσπερ γὰρ ὁ μικρὸς ψόφος
ἀνήκουστος
τρόπον τινά, καὶ ὁ μέγας τε καὶ ὁ βίαιος· ἀόρατον
δὲ τὸ μὲν ὅλως
λέγεται, ὥσπερ καὶ ἐπ’ ἄλλων τὸ ἀδύνατον,
τὸ δ’, ἐὰν πεφυκὸς μὴ ἔχῃ ἢ φαύλως,
ὥσπερ τὸ ἄπουν καὶ
τὸ ἀπύρηνον· οὕτω δὴ καὶ ἡ γεῦσις τοῦ γευστοῦ τε
καὶ
ἀγεύστου· τοῦτο δὲ τὸ μικρὸν ἢ φαῦλον ἔχον χυμὸν
ἢ φθαρτικὸν τῆς γεύσεως. Δοκεῖ
δ’ εἶναι ἀρχὴ τὸ ποτὸν
καὶ ἄποτον· γεῦσις γάρ τις ἀμφότερα· ἀλλὰ τὸ μὲν φαύλη
καὶ φθαρτικὴ τῆς γεύσεως, τὸ δὲ κατὰ φύσιν. Ἔστι δὲ
κοινὸν ἁφῆς καὶ γεύσεως
τὸ ποτόν. Ἐπεὶ δ’ ὑγρὸν τὸ
γευστόν, ἀνάγκη καὶ τὸ αἰσθητήριον αὐτοῦ μήτε ὑγρὸν
εἶναι ἐντελεχείᾳ μήτε ἀδύνατον ὑγραίνεσθαι· πάσχει γάρ
τι ἡ γεῦσις ὑπὸ τοῦ
γευστοῦ, ᾗ γευστόν. Ἀναγκαῖον ἄρα
ὑγρανθῆναι τὸ δυνάμενον μὲν ὑγραίνεσθαι
σωζόμενον, μὴ
ὑγρὸν δέ, τὸ γευστικὸν αἰσθητήριον. Σημεῖον δὲ τὸ μήτε
κατάξηρον οὖσαν τὴν γλῶτταν αἰσθάνεσθαι μήτε λίαν
ὑγράν· αὕτη γὰρ ἁφὴ
γίνεται τοῦ πρώτου ὑγροῦ, ὥσπερ
ὅταν προγευματίσας τις ἰσχυροῦ χυμοῦ γεύηται
ἑτέρου·
καὶ οἷον τοῖς κάμνουσι πικρὰ πάντα φαίνεται διὰ τὸ τῇ
γλώττῃ πλήρει
τοιαύτης ὑγρότητος αἰσθάνεσθαι. Τὰ δ’
εἴδη τῶν χυμῶν, ὥσπερ καὶ ἐπὶ τῶν χρωμάτων,
ἁπλᾶ μὲν
τἀναντία, τὸ γλυκὺ καὶ τὸ πικρόν, ἐχόμενα δὲ τοῦ μὲν τὸ
λιπαρόν,
τοῦ δὲ τὸ ἁλμυρόν· μεταξὺ δὲ τούτων τό τε δριμὺ
δοκοῦσιν εἶναι διαφοραὶ χυμῶν. Ὥστε τὸ
γευστικόν ἐστι
τὸ δυνάμει τοιοῦτον, γευστὸν δὲ τὸ ποιητικὸν ἐντελεχείᾳ
αὐτοῦ.
Περὶ δὲ τοῦ ἁπτοῦ καὶ ἁφῆς ὁ αὐτὸς λόγος. Εἰ γὰρ
ἡ ἁφὴ μὴ μία ἐστὶν αἴσθησις
ἀλλὰ πλείους, ἀναγκαῖον καὶ
τὰ ἁπτὰ αἰσθητὰ πλείω εἶναι. Ἔχει δ’ ἀπορίαν πότερον
πλείους εἰσὶν ἢ μία, καὶ τί τὸ αἰσθητήριον τὸ τοῦ ἁπτοῦ
ἁπτικόν, πότερον ἡ
σὰρξ καὶ ἐν τοῖς ἄλλοις τὸ ἀνάλογον,
ἢ οὔ, ἀλλὰ τοῦτο μέν ἐστι τὸ μεταξύ, τὸ δὲ
πρῶτον αἰσθητήριον
ἄλλο τί ἐστιν ἐντός. Πᾶσά τε γὰρ αἴσθησις
μιᾶς
ἐναντιώσεως εἶναι δοκεῖ, οἷον ὄψις λευκοῦ καὶ μέλανος
καὶ ἀκοὴ ὀξέος καὶ βαρέος
καὶ γεῦσις πικροῦ καὶ γλυκέος·
ἐν δὲ τῷ ἁπτῷ πολλαὶ ἔνεισιν ἐναντιώσεις, θερμὸν
ψυχρόν,
ξηρὸν ὑγρόν, σκληρὸν μαλακόν, καὶ τῶν ἄλλων ὅσα τοιαῦτα.
Ἔχει δέ
τινα λύσιν πρός γε ταύτην τὴν ἀπορίαν, ὅτι καὶ
ἐπὶ τῶν ἄλλων αἰσθήσεών εἰσιν
ἐναντιώσεις πλείους, οἷον ἐν
φωνῇ οὐ μόνον ὀξύτης καὶ βαρύτης, ἀλλὰ καὶ μέγεθος
καὶ
μικρότης καὶ λειότης καὶ τραχύτης φωνῆς καὶ τοιαῦθ’ ἕτερα.
Εἰσὶ δὲ καὶ
περὶ χρῶμα διαφοραὶ τοιαῦται ἕτεραι. Ἀλλὰ
τί τὸ ἓν τὸ ὑποκείμενον, ὥσπερ ἀκοῇ
ψόφος, οὕτω τῇ ἁφῇ,
οὐκ ἔστιν ἔνδηλον. Πότερον δ’ ἐστὶ τὸ αἰσθητήριον ἐντός,
ἢ οὔ, ἀλλ’ εὐθέως ἡ σάρξ; Οὐδὲν δοκεῖ σημεῖον εἶναι τὸ
γίνεσθαι τὴν αἴσθησιν
ἅμα θιγγανομένων. Καὶ γὰρ νῦν
εἴ τις περὶ τὴν σάρκα περιτείνειεν οἷον ὑμένα
ποιήσας,
ὁμοίως τὴν αἴσθησιν εὐθέως ἁψάμενος ἐνσημαίνει· καίτοι
δῆλον ὡς οὐκ
ἔστιν ἐν τούτῳ τὸ αἰσθητήριον· εἰ δὲ καὶ συμφυὲς
τὸ τοιοῦτο μόριον τοῦ σώματος ἔοικεν οὕτως ἔχειν
ὥσπερ
ἂν εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ ἀήρ· ἐδοκοῦμεν γὰρ ἂν ἑνί
τινι
αἰσθάνεσθαι καὶ ψόφου καὶ χρώματος καὶ ὀσμῆς, καὶ
μία τις αἴσθησις εἶναι ὄψις
ἀκοὴ ὄσφρησις. Νῦν δὲ
διὰ τὸ διωρίσθαι δι’ οὗ γίνονται αἱ κινήσεις, φανερὰ τὰ
εἰρημένα αἰσθητήρια ἕτερα ὄντα. Ἐπὶ δὲ τῆς ἁφῆς τοῦτο
νῦν ἄδηλον· ἐξ ἀέρος
μὲν γὰρ ἢ ὕδατος ἀδύνατον συστῆναι
τὸ ἔμψυχον σῶμα· δεῖ γάρ τι στερεὸν εἶναι.
Λείπεται
δὴ μικτὸν ἐκ γῆς καὶ τούτων εἶναι, οἷον βούλεται ἡ σὰρξ
καὶ τὸ
ἀνάλογον· ὥστε ἀναγκαῖον καὶ τὸ σῶμα εἶναι
μεταξὺ τοῦ ἁπτικοῦ προσπεφυκός, δι’ οὗ
γίνονται αἱ
αἰσθήσεις πλείους οὖσαι. Δηλοῖ δ’ ὅτι πλείους ἡ ἐπὶ τῆς
γλώττης
ἁφή· ἁπάντων γὰρ τῶν ἁπτῶν αἰσθάνεται
κατὰ τὸ αὐτὸ μόριον καὶ χυμοῦ. Εἰ μὲν οὖν
καὶ ἡ ἄλλη
σὰρξ ᾐσθάνετο τοῦ χυμοῦ, ἐδόκει ἂν ἡ αὐτὴ καὶ μία
εἶναι αἴσθησις
ἡ γεῦσις καὶ ἡ ἁφή· νῦν δὲ δύο διὰ τὸ μὴ
ἀντιστρέφειν. Ἀπορήσειε δ’ ἄν τις, εἰ
πᾶν σῶμα βάθος
ἔχει· τοῦτο δ’ ἐστὶ τὸ τρίτον μέγεθος· ὧν δ’ ἐστὶ δύο
σωμάτων
μεταξὺ σῶμά τι, οὐκ ἐνδέχεται ταῦτα ἀλλήλων
ἅπτεσθαι. Τὸ δ’ ὑγρὸν οὐκ ἔστιν ἄνευ
σώματος, οὐδὲ τὸ
διερόν, ἀλλ’ ἀναγκαῖον ὕδωρ εἶναι ἢ ἔχειν ὕδωρ. Τὰ δὲ
ἁπτόμενα ἀλλήλων ἐν τῷ ὕδατι, μὴ ξηρῶν τῶν ἄκρων ὄντων,
ἀναγκαῖον ὕδωρ ἔχειν
μεταξύ, οὗ ἀνάπλεα τὰ ἔσχατα.
Εἰ δὲ τοῦτ’ ἀληθές, ἀδύνατον ἅψασθαι ἄλλο ἄλλου ἐν
ἔχει ὁ ἀὴρ
πρὸς τὰ ἐν αὐτῷ καὶ τὸ ὕδωρ πρὸς τὰ ἐν τῷ
ὕδατι. Λανθάνει δὲ μᾶλλον ἡμᾶς, ὥσπερ
καὶ τὰ ἐν τῷ
ὕδατι ζῷα, εἰ διερὸν διεροῦ ἅπτεται. Πότερον οὖν πάντων
ὁμοίως
ἐστὶν ἡ αἴσθησις, ἢ ἄλλων ἄλλως, καθάπερ νῦν δοκεῖ
ἡ μὲν γεῦσις καὶ ἡ ἁφὴ τῷ
ἅπτεσθαι, αἱ δ’ ἄλλαι ἄποθεν.
Τὸ δ’ οὐκ ἔστιν, ἀλλὰ καὶ τὸ σκληρὸν καὶ τὸ μαλακὸν
δι’
ἑτέρων αἰσθανόμεθα, ὥσπερ καὶ τὸ ψοφητικὸν καὶ τὸ
ὁρατὸν καὶ τὸ
ὀσφραντόν· ἀλλὰ τὰ μὲν πόρρωθεν, τὰ δ’
ἐγγύθεν. Διὸ λανθάνει, ἐπεὶ αἰσθανόμεθά γε
πάντων διὰ
τοῦ μέσου· ἀλλ’ ἐπὶ τούτων λανθάνει. Καίτοι καθάπερ
εἴπαμεν καὶ
πρότερον, κἂν εἰ δι’ ὑμένος αἰσθανοίμεθα τῶν
ἁπτῶν ἁπάντων λανθάνοντος ὅτι
διείργει, ὁμοίως ἂν ἔχοιμεν
ὥσπερ καὶ νῦν ἐν τῷ ὕδατι καὶ ἐν τῷ ἀέρι· δοκοῦμεν
γὰρ
αὐτῶν ἅπτεσθαι καὶ οὐδὲν εἶναι διὰ μέσου. Ἀλλὰ διαφέρει
τὸ ἁπτὸν τῶν
ὁρατῶν καὶ τῶν ψοφητικῶν, ὅτι ἐκείνων
μὲν αἰσθανόμεθα τῷ τὸ μεταξὺ ποιεῖν τι
ἡμᾶς, τῶν δὲ
ἁπτῶν οὐχ ὑπὸ τοῦ μεταξὺ ἀλλ’ ἅμα τῷ μεταξύ, ὥσπερ ὁ
δι’
ἀσπίδος πληγείς· οὐ γὰρ ἡ ἀσπὶς πληγεῖσα ἐπάταξεν,
ἀλλ’ ἄμφω συνέβη πληγῆναι.
Ὅλως δ’ ἔοικεν ἡ σὰρξ καὶ
ἡ γλῶττα, ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν
ἀκοὴν καὶ τὴν ὄσφρησιν ἔχουσιν, οὕτως ἔχειν πρὸς τὸ αἰσθητήριον
ὥσπερ
ἐκείνων ἕκαστον. Αὐτοῦ δὲ τοῦ αἰσθητηρίου
ἁπτομένου οὔτ’ ἐκεῖ οὔτ’ ἐνταῦθα
γένοιτ’ ἂν αἴσθησις,
οἷον εἴ τις σῶμα τὸ λευκὸν ἐπὶ τοῦ ὄμματος θείη τὸ
ἔσχατον. Ἧι καὶ δῆλον ὅτι ἐντὸς τὸ τοῦ ἁπτοῦ αἰσθητικόν.
ἄλλων· ἐπιτιθεμένων γὰρ ἐπὶ τὸ αἰσθητήριον οὐκ
αἰσθάνεται,
ἐπὶ δὲ τὴν σάρκα ἐπιτιθεμένων αἰσθάνεται· ὥστε τὸ
μεταξὺ τοῦ
ἁπτικοῦ ἡ σάρξ. Ἁπταὶ μὲν οὖν εἰσὶν αἱ
διαφοραὶ τοῦ σώματος ᾗ σῶμα· λέγω δὲ
διαφορὰς αἳ τὰ
στοιχεῖα διορίζουσι, θερμὸν ψυχρόν, ξηρὸν ὑγρόν, περὶ ὧν
εἰρήκαμεν πρότερον ἐν τοῖς περὶ στοιχείων. Τὸ δὲ αἰσθητήριον
αὐτῶν τὸ
ἁπτικόν, καὶ ἐν ᾧ ἡ καλουμένη ἁφὴ ὑπάρχει
πρώτῳ, τὸ δυνάμει τοιοῦτόν ἐστι μόριον·
τὸ γὰρ αἰσθάνεσθαι
πάσχειν τι ἐστίν. Ὥστε τὸ ποιοῦν οἷον αὐτὸ ἐνεργείᾳ,
τοιοῦτον ἐκεῖνο ποιεῖ δυνάμει ὄν. Διὸ τοῦ ὁμοίως
θερμοῦ καὶ ψυχροῦ ἢ σκληροῦ
καὶ μαλακοῦ οὐκ αἰσθανόμεθα,
ἀλλὰ τῶν ὑπερβολῶν, ὡς τῆς αἰσθήσεως οἷον μεστότητός
τινος οὔσης τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως. Καὶ
διὰ τοῦτο κρίνει τὰ
αἰσθητά. Τὸ γὰρ μέσον κριτικόν·
γίνεται γὰρ πρὸς ἑκάτερον αὐτῶν θάτερον τῶν
ἄκρων· καὶ
δεῖ ὥσπερ τὸ μέλλον αἰσθήσεσθαι λευκοῦ καὶ μέλανος μηδέτερον
αὐτῶν εἶναι ἐνεργείᾳ, δυνάμει δ’ ἄμφω, οὕτω δὴ καὶ
ἐπὶ τῶν ἄλλων καὶ ἐπὶ τῆς
ἁφῆς μήτε θερμὸν μήτε ψυχρόν.
Ἔτι δ’ ὥσπερ ὁρατοῦ καὶ ἀοράτου ἦν πως ἡ ὄψις,
ὁμοίως δὲ
καὶ αἱ λοιπαὶ τῶν ἀντικειμένων, οὕτω καὶ ἡ ἁφὴ τοῦ ἁπτοῦ
καὶ
ἀνάπτου· ἄναπτον δ’ ἐστὶ τό τε μικρὰν ἔχον πάμπαν
διαφορὰν τῶν ἁπτῶν, οἷον
πέπονθεν ὁ ἀήρ, καὶ τῶν ἁπτῶν
αἱ ὑπερβολαί, ὥσπερ τὰ φθαρτικά. Καθ’ ἑκάστην μὲν
οὖν
τῶν αἰσθήσεων εἴρηται τύπῳ.
Καθόλου δὲ περὶ πάσης αἰσθήσεως δεῖ λαβεῖν ὅτι ἡ μὲν
αἴσθησίς ἐστι τὸ δεκτικὸν
τῶν αἰσθητῶν εἰδῶν ἄνευ τῆς
χρυσοῦ δέχεται τὸ σημεῖον, λαμβάνει δὲ τὸ χρυσοῦν ἢ τὸ
χαλκοῦν σημεῖον, ἀλλ’ οὐχ ᾗ χρυσὸς ἢ χαλκός, ὁμοίως
δὲ καὶ ἡ αἴσθησις
ἑκάστου ὑπὸ τοῦ ἔχοντος χρῶμα ἢ χυμὸν ἢ
ψόφον πάσχει, ἀλλ’ οὐχ ᾗ ἕκαστον ἐκείνων
λέγεται, ἀλλ’
ᾗ τοιονδί, καὶ κατὰ τὸν λόγον. Αἰσθητήριον δὲ πρῶτον
ἐν ᾧ ἡ
τοιαύτη δύναμις. Ἔστι μὲν οὖν ταὐτόν, τὸ δ’ εἶναι
ἕτερον· μέγεθος μὲν γὰρ ἄν τι
εἴη τὸ αἰσθανόμενον· οὐ
μὴν τό γε αἰσθητικῷ εἶναι, οὐδ’ ἡ αἴσθησις μέγεθός ἐστιν,
ἀλλὰ λόγος τις καὶ δύναμις ἐκείνου. Φανερὸν δ’ ἐκ τούτων
καὶ διὰ τί ποτε τῶν
αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰ
αἰσθητήρια· ἐὰν γὰρ ᾖ ἰσχυροτέρα τοῦ
αἰσθητηρίου ἡ
κίνησις, λύεται ὁ λόγος· τοῦτο δ’ ἦν ἡ αἴσθησις, ὥσπερ
καὶ ἡ
συμφωνία καὶ ὁ τόνος κρουομένων σφόδρα τῶν χορδῶν.
Καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ
αἰσθάνεται, ἔχοντά τι
μόριον ψυχικὸν καὶ πάσχοντά τι ὑπὸ τῶν ἁπτῶν· καὶ
γὰρ
ψύχεται καὶ θερμαίνεται· αἴτιον γὰρ τὸ μὴ ἔχειν μεσότητα,
μηδὲ τοιαύτην ἀρχὴν
οἵαν τὰ εἴδη δέχεσθαι τῶν
αἰσθητῶν, ἀλλὰ πάσχειν μετὰ τῆς ὕλης. Ἀπορήσειε δ’
ἄν τις εἰ πάθοι ἄν τι ὑπ’ ὀσμῆς τὸ ἀδύνατον ὀσφρανθῆναι,
ἢ ὑπὸ χρώματος τὸ
μὴ δυνάμενον ἰδεῖν· ὁμοίως δὲ καὶ ἐπὶ
τῶν ἄλλων. Εἰ δὲ τὸ ὀσφραντὸν ὀσμή, εἴ τι
ποιεῖ τὴν
ὄσφρησιν, ἡ ὀσμὴ ποιεῖ. Ὥστε τῶν ἀδυνάτων ὀσφρανθῆναι
οὐθὲν οἷόν
τε πάσχειν ὑπ’ ὀδμῆς· ὁ δ’ αὐτὸς λόγος
καὶ ἐπὶ τῶν ἄλλων· οὐδὲ τῶν δυνατῶν, ἀλλ’
ᾗ αἰσθητικὸν
ἕκαστον. Ἅμα δὲ δῆλον καὶ οὕτως. Οὔτε γὰρ φῶς καὶ
σκότος οὔτε
ψόφος οὔτε ὀσμὴ οὐδὲν ποιεῖ τὰ σώματα, ἀλλ’
Ἀλλὰ τὰ ἁπτὰ καὶ οἱ χυμοὶ ποιοῦσιν· εἰ γὰρ μή,
ὑπὸ τίνος
ἂν πάσχοι τὰ ἄψυχα καὶ ἀλλοιοῖτο; Ἆρ’ οὖν κἀκεῖνα
ποιήσει; Ἢ οὐ
πᾶν σῶμα παθητικὸν ὑπ’ ὀσμῆς καὶ ψόφου·
καὶ τὰ πάσχοντα ἀόριστα, καὶ οὐ μένει,
οἷον ἀήρ·
ὄζει γὰρ ὥσπερ παθών τι. Τί οὖν ἐστὶ τὸ ὀσμᾶσθαι παρὰ
τὸ πάσχειν
τι; Ἢ τὸ μὲν ὀσμᾶσθαι αἰσθάνεσθαι, ὁ δ’ ἀὴρ
παθὼν ταχέως αἰσθητὸς γίνεται.
Ὅτι δ’ οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε (λέγω
δὲ ταύτας ὄψιν, ἀκοήν,
ὄσφρησιν, γεῦσιν, ἁφήν), ἐκ τῶνδε
πιστεύσειεν ἄν τις. Εἰ γὰρ παντὸς οὗ ἐστὶν
αἴσθησις ἁφή,
καὶ νῦν αἴσθησιν ἔχομεν (πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν
πάθη
τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν), ἀνάγκη τ’, εἴπερ
ἐκλείπει τις αἴσθησις, καὶ
αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν·
καὶ ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ
αἰσθητά
ἐστιν, ἣν τυγχάνομεν ἔχοντες· ὅσα δὲ διὰ τῶν μεταξύ, καὶ
μὴ αὐτῶν
ἁπτόμενοι τοῖς ἁπλοῖς, λέγω δ’ οἷον ἀέρι καὶ ὕδατι.
Ἔχει δ’ οὕτως, ὥστ’ εἰ μὲν
δι’ ἑνὸς πλείω αἰσθητὰ ἕτερα ὄντα
ἀλλήλων τῷ γένει, ἀνάγκη τὸν ἔχοντα τὸ τοιοῦτον
αἰσθητήριον
ἀμφοῖν αἰσθητικὸν εἶναι· οἷον εἰ ἐξ ἀέρος ἐστὶ τὸ αἰσθητήριον,
καὶ ἔστιν ὁ ἀὴρ καὶ ψόφου καὶ χρόας. Εἰ δὲ πλείω
τοῦ αὐτοῦ, οἷον χρόας καὶ
ἀὴρ καὶ ὕδωρ (ἄμφω γὰρ διαφανῆ),
καὶ ὁ τὸ ἕτερον αὐτῶν ἔχων μόνον αἰσθήσεται
ἀμφοῖν.
Τῶν δὲ ἁπλῶν ἐκ δύο τούτων αἰσθητήρια μόνον ἐστίν,
ἀέρος, ἡ δ’ ὄσφρησις θατέρου τούτων.
Τὸ δὲ πῦρ ἢ οὐθενὸς
ἢ κοινὸν πάντων· οὐθὲν γὰρ ἄνευ θερμότητος αἰσθητικόν.
Γῆ δὲ ἢ οὐθενός, ἢ ἐν τῇ ἁφῇ μάλιστα μέμικται ἰδίως.
Διὸ λείποιτ’ ἂν μηθὲν
εἶναι αἰσθητήριον ἔξω ὕδατος καὶ
ἀέρος. Ταῦτα δὲ καὶ νῦν ἔχουσιν ἔνια ζῷα. Πᾶσαι
ἄρα
αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν μηδὲ πεπηρωμένων·
φαίνεται γὰρ
καὶ ἡ σπάλαξ ὑπὸ τὸ δέρμα ἔχουσα
ὀφθαλμούς. Ὥστ’ εἰ μή τι ἕτερόν ἐστι σῶμα, καὶ
πάθος ὃ
μηθενός ἐστι τῶν ἐνταῦθα σωμάτων, οὐδεμία ἂν ἐκλίποι
αἴσθησις. Ἀλλὰ
μὴν οὐδὲ τῶν κοινῶν οἷόν τ’ εἶναι αἰσθητήριόν
τι ἴδιον, ὧν ἑκάστῃ αἰσθήσει
αἰσθανόμεθα κατὰ συμβεβηκός,
οἷον κινήσεως, στάσεως, σχήματος, μεγέθους, ἀριθμοῦ
ἑνός· ταῦτα γὰρ πάντα κινήσει αἰσθανόμεθα, οἷον
μέγεθος κινήσει. Ὥστε καὶ
σχῆμα· μέγεθος γάρ τι
τὸ σχῆμα. Τὸ δ’ ἠρεμοῦν τῷ μὴ κινεῖσθαι· ὁ δ’ ἀριθμὸς τῇ
ἀποφάσει τοῦ συνεχοῦς καὶ τοῖς ἰδίοις· ἑκάστη γὰρ ἓν αἰσθάνεται
αἴσθησις.
Ὥστε δῆλον ὅτι ἀδύνατον ὁτουοῦν ἰδίαν
αἴσθησιν εἶναι τούτων, οἷον κινήσεως· οὕτω
γὰρ ἔσται ὥσπερ
νῦν τῇ ὄψει τὸ γλυκὺ αἰσθανόμεθα. Τοῦτο δ’ ὅτι ἀμφοῖν
ἔχοντες τυγχάνομεν αἴσθησιν, ᾗ καὶ ὅταν συμπέσωσιν
ἀναγνωρίζομεν· εἰ δὲ μή,
οὐδαμῶς ἂν ἀλλ’ ἢ κατὰ συμβεβηκὸς
ᾐσθανόμεθα, οἷον τὸν Κλέωνος υἱὸν οὐχ ὅτι
Κλέωνος
υἱός, ἀλλ’ ὅτι λευκός· τούτῳ δὲ συμβέβηκεν υἱῷ
Κλέωνος εἶναι. Τῶν δὲ
κοινῶν ἤδη ἔχομεν αἴσθησιν κοινήν,
ᾐσθανόμεθα ἀλλ’ ἢ οὕτως ὥσπερ εἴρηται τὸν Κλέωνος
υἱὸν
ἡμᾶς ὁρᾶν. Τὰ δ’ ἀλλήλων ἴδια κατὰ συμβεβηκὸς αἰσθάνονται
αἱ αἰσθήσεις, οὐχ ᾗ αἱ
αὐταί, ἀλλ’ ᾗ μία, ὅταν
ἅμα γένηται ἡ αἴσθησις ἐπὶ τοῦ αὐτοῦ, οἷον χολὴν ὅτι
πικρὰ καὶ ξανθή· οὐ γὰρ δὴ ἑτέρας γε τὸ εἰπεῖν ὅτι ἄμφω
ἕν· διὸ καὶ
ἀπατᾶται, καὶ ἐὰν ᾖ ξανθόν, χολὴν οἴεται εἶναι.
Ζητήσειε δ’ ἄν τις τίνος ἕνεκα
πλείους ἔχομεν αἰσθήσεις,
ἀλλ’ οὐ μίαν μόνην. Ἢ ὅπως ἧττον λανθάνῃ τὰ
ἀκολουθοῦντα
καὶ κοινά, οἷον κίνησις καὶ μέγεθος καὶ ἀριθμός· εἰ
γὰρ ἦν ἡ
ὄψις μόνη, καὶ αὐτὴ λευκοῦ, ἐλάνθανεν ἂν μᾶλλον
καὶ ἐδόκει ταὐτὸ εἶναι πάντα διὰ
τὸ ἀκολουθεῖν ἀλλήλοις
ἅμα χρῶμα καὶ μέγεθος. Νῦν δ’ ἐπεὶ καὶ ἐν ἑτέρῳ
αἰσθητῷ τὰ κοινὰ ὑπάρχει, δῆλον ποιεῖ ὅτι ἄλλο τι ἕκαστον
αὐτῶν.
Ἐπεὶ δ’ αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν, ἀνάγκη ἢ
τῇ ὄψει αἰσθάνεσθαι ὅτι
ὁρᾷ, ἢ ἑτέρᾳ. Ἀλλ’ ἡ αὐτὴ ἔσται
τῆς ὄψεως καὶ τοῦ ὑποκειμένου χρώματος. Ὥστε ἢ
δύο τοῦ
αὐτοῦ ἔσονται ἢ αὐτὴ αὑτῆς. Ἔτι δ’ εἰ καὶ ἑτέρα εἴη
τῆς ὄψεως
αἴσθησις, ἢ εἰς ἄπειρον εἶσιν ἢ αὐτή τις ἔσται
αὑτῆς. Ὥστ’ ἐπὶ τῆς πρώτης τοῦτο
ποιητέον. Ἔχει δ’
ἀπορίαν· εἰ γὰρ τὸ τῇ ὄψει αἰσθάνεσθαί ἐστιν ὁρᾶν, ὁρᾶται
δὲ χρῶμα ἢ τὸ ἔχον, εἰ ὄψεταί τις τὸ ὁρῶν, καὶ
χρῶμα ἕξει τὸ ὁρῶν πρῶτον.
Φανερὸν τοίνυν ὅτι οὐχ ἓν τὸ
τῇ ὄψει αἰσθάνεσθαι· καὶ γὰρ ὅταν μὴ ὁρῶμεν, τῇ ὄψει
κρίνομεν καὶ τὸ σκότος καὶ τὸ φῶς, ἀλλ’ οὐχ ὡσαύτως.
δεκτικὸν τοῦ αἰσθητοῦ ἄνευ τῆς
ὕλης ἕκαστον. Διὸ
καὶ ἀπελθόντων τῶν αἰσθητῶν ἔνεισιν αἱ αἰσθήσεις καὶ
φαντασίαι ἐν τοῖς αἰσθητηρίοις. Ἡ δὲ τοῦ αἰσθητοῦ ἐνέργεια
καὶ τῆς αἰσθήσεως
ἡ αὐτὴ μέν ἐστι καὶ μία, τὸ δ’ εἶναι
οὐ ταὐτὸν αὐταῖς· λέγω δ’ οἷον ψόφος ὁ κατ’
ἐνέργειαν
καὶ ἀκοὴ ἡ κατ’ ἐνέργειαν· ἔστι γὰρ ἀκοὴν ἔχοντα μὴ ἀκούειν,
καὶ
τὸ ἔχον ψόφον οὐκ ἀεὶ ψοφεῖ. Ὅταν δ’ ἐνεργῇ
τὸ δυνάμενον ἀκούειν καὶ ψοφῇ τὸ
δυνάμενον ψοφεῖν, τότε
ἡ κατ’ ἐνέργειαν ἀκοὴ ἅμα γίνεται καὶ ὁ κατ’ ἐνέργειαν
ψόφος,
ὧν εἴπειεν ἄν τις τὸ μὲν εἶναι ἄκουσιν τὸ δὲ ψόφησιν.
Εἰ δ’ ἔστιν ἡ
κίνησις καὶ ἡ ποίησις καὶ τὸ πάθος ἐν τῷ
ποιουμένῳ, ἀνάγκη καὶ τὸν ψόφον καὶ τὴν
ἀκοὴν τὴν κατ’
ἐνέργειαν ἐν τῇ κατὰ δύναμιν εἶναι· ἡ γὰρ τοῦ ποιητικοῦ
καὶ
κινητικοῦ ἐνέργεια ἐν τῷ πάσχοντι ἐγγίνεται. Διὸ οὐκ
ἀνάγκη τὸ κινοῦν κινεῖσθαι.
Ἡ μὲν οὖν τοῦ ψοφητικοῦ
ἐνέργειά ἐστι ψόφος ἢ ψόφησις, ἡ δὲ τοῦ ἀκουστικοῦ ἀκοὴ
ἢ ἄκουσις· διττὸν γὰρ ἡ ἀκοή, καὶ διττὸν ὁ ψόφος. Ὁ δ’
αὐτὸς λόγος καὶ ἐπὶ
τῶν ἄλλων αἰσθήσεων καὶ αἰσθητῶν.
Ὥσπερ γὰρ ἡ ποίησις καὶ ἡ πάθησις ἐν τῷ
πάσχοντι ἀλλ’
οὐκ ἐν τῷ ποιοῦντι, οὕτω καὶ ἡ τοῦ αἰσθητοῦ ἐνέργεια καὶ ἡ
τοῦ
αἰσθητικοῦ ἐν τῷ αἰσθητικῷ. Ἀλλ’ ἐπ’ ἐνίων μὲν ὠνόμασται,
οἷον ἡ ψόφησις καὶ ἡ
ἄκουσις, ἐπὶ δ’ ἐνίων ἀνώνυμον
θάτερον· ὅρασις γὰρ λέγεται ἡ τῆς ὄψεως ἐνέργεια,
ἡ δὲ τοῦ χρώματος ἀνώνυμος, καὶ γεῦσις ἡ τοῦ γευστικοῦ, ἡ
δὲ τοῦ χυμοῦ
ἀνώνυμος. Ἐπεὶ δὲ μία μέν ἐστιν ἐνέργεια
ἀνάγκη ἅμα φθείρεσθαι καὶ σώζεσθαι τὴν οὕτω
λεγομένην
ἀκοὴν καὶ ψόφον, καὶ χυμὸν δὴ καὶ γεῦσιν καὶ τὰ ἄλλα
ὁμοίως· τὰ δὲ
κατὰ δύναμιν λεγόμενα οὐκ ἀνάγκη, ἀλλ’ οἱ
πρότερον φυσιολόγοι τοῦτο οὐ καλῶς
ἔλεγον, οὐθὲν οἰόμενοι
οὔτε λευκὸν οὔτε μέλαν εἶναι ἄνευ ὄψεως, οὐδὲ χυμὸν
ἄνευ γεύσεως. Τῇ μὲν γὰρ ἔλεγον ὀρθῶς, τῇ δ’ οὐκ ὀρθῶς·
διχῶς γὰρ λεγομένης
τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ, τῶν
μὲν κατὰ δύναμιν τῶν δὲ κατ’ ἐνέργειαν, ἐπὶ
τούτων μὲν
συμβαίνει τὸ λεχθέν, ἐπὶ δὲ τῶν ἑτέρων οὐ συμβαίνει.
Ἀλλ’ ἐκεῖνοι
ἁπλῶς ἔλεγον περὶ τῶν λεγομένων οὐχ ἁπλῶς.
Εἰ δ’ ἡ συμφωνία φωνή τίς ἐστιν, ἡ δὲ
φωνὴ καὶ ἡ ἀκοὴ
ἔστιν ὡς ἕν ἐστι καὶ ἔστιν ὡς οὐχ ἓν τὸ αὐτό, λόγος δ’ ἡ
συμφωνία, ἀνάγκη καὶ τὴν ἀκοὴν λόγον τινὰ εἶναι. Καὶ διὰ
τοῦτο καὶ φθείρει
ἕκαστον ὑπερβάλλον, καὶ τὸ ὀξὺ καὶ τὸ
βαρύ, τὴν ἀκοήν· ὁμοίως δὲ καὶ ἐν χυμοῖς
τὴν γεῦσιν, καὶ ἐν
χρώμασι τὴν ὄψιν τὸ σφόδρα λαμπρὸν ἢ ζοφερόν, καὶ ἐν
ὀσφρήσει ἡ ἰσχυρὰ ὀσμὴ καὶ γλυκεῖα καὶ πικρά, ὡς λόγου
τινὸς ὄντος τῆς
αἰσθήσεως. Διὸ καὶ ἡδέα μέν, ὅταν εἰλικρινῆ
καὶ ἀμιγῆ ἄγηται εἰς τὸν λόγον, οἷον
τὸ ὀξὺ ἢ
γλυκὺ ἢ ἁλμυρόν· ἡδέα γὰρ τότε. Ὅλως δὲ μᾶλλον τὸ
μικτὸν συμφωνία ἢ
τὸ ὀξὺ ἢ βαρύ. Ἁφὴ δὲ τὸ θερμαντὸν
ἢ ψυκτόν· ἡ δ’ αἴσθησις ὁ λόγος· ὑπερβάλλοντα
δὲ
λυπεῖ ἢ φθείρει. Ἑκάστη μὲν οὖν αἴσθησις τοῦ ὑποκειμένου
αἰσθητοῦ ἐστίν,
ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθητήριον,
μὲν καὶ μέλαν ὄψις, γλυκὺ δὲ καὶ πικρὸν γεῦσις.
Ὁμοίως
δ’ ἔχει τοῦτο καὶ ἐπὶ τῶν ἄλλων. Ἐπεὶ δὲ καὶ τὸ λευκὸν
καὶ τὸ γλυκὺ
καὶ ἕκαστον τῶν αἰσθητῶν πρὸς ἕκαστον
κρίνομεν, τινὶ καὶ αἰσθανόμεθα ὅτι
διαφέρει. Ἀνάγκη δὴ
αἰσθήσει· αἰσθητὰ γάρ ἐστιν. Ἧι καὶ δῆλον ὅτι ἡ σὰρξ
οὐκ
ἔστι τὸ ἔσχατον αἰσθητήριον· ἀνάγκη γὰρ ἦν ἁπτόμενον
αὐτοῦ κρίνειν τὸ κρῖνον.
Οὔτε δὴ κεχωρισμένοις ἐνδέχεται
κρίνειν ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ, ἀλλὰ δεῖ
ἑνί
τινι ἄμφω δῆλα εἶναι. Οὕτω μὲν γὰρ κἂν εἰ τοῦ μὲν ἐγὼ
τοῦ δὲ σὺ αἴσθοιο,
δῆλον ἂν εἴη ὅτι ἕτερα ἀλλήλων. Δεῖ δὲ
τὸ ἓν λέγειν ὅτι ἕτερον· ἕτερον γὰρ τὸ
γλυκὺ τοῦ λευκοῦ.
Λέγει ἄρα τὸ αὐτό. Ὥστε ὡς λέγει, οὕτω καὶ νοεῖ καὶ
αἰσθάνεται. Ὅτι μὲν οὖν οὐχ οἷόν τε κεχωρισμένοις κρίνειν
τὰ κεχωρισμένα,
δῆλον· ὅτι δ’ οὐδ’ ἐν κεχωρισμένῳ χρόνῳ,
ἐντεῦθεν. Ὥσπερ γὰρ τὸ αὐτὸ λέγει ὅτι
ἕτερον τὸ ἀγαθὸν
καὶ τὸ κακόν, οὕτω καὶ ὅτε θάτερον λέγει ὅτι ἕτερον,
καὶ
θάτερον, οὐ κατὰ συμβεβηκὸς τὸ ὅτε· λέγω δ’, οἷον
νῦν λέγω ὅτι ἕτερον, οὐ μέντοι
ὅτι νῦν ἕτερον. Ἀλλ’ οὕτω
λέγει, καὶ νῦν, καὶ ὅτι νῦν· ἅμα ἄρα. Ὥστε ἀχώριστον
καὶ ἐν ἀχωρίστῳ χρόνῳ. Ἀλλὰ μὴ ἀδύνατον ἅμα τὰς ἐναντίας
κινήσεις κινεῖσθαι
τὸ αὐτὸ ᾗ ἀδιαίρετον καὶ ἐν ἀδιαιρέτῳ
χρόνῳ. Εἰ γὰρ τὸ γλυκύ, ὡδὶ κινεῖ τὴν
αἴσθησιν
ἢ τὴν νόησιν, τὸ δὲ πικρὸν ἐναντίως, καὶ τὸ λευκὸν ἑτέρως.
Ἆρ’ οὖν
ἅμα μὲν καὶ ἀριθμῷ ἀδιαίρετον καὶ ἀχώριστον
τὸ κρῖνον, τῷ εἶναι δὲ κεχωρισμένον;
Ἔστι δή πως ὡς τὸ
διαιρετὸν τῶν διῃρημένων αἰσθάνεται, ἔστι δ’ ὡς ᾗ ἀδιαίρετον·
ἀδιαίρετον. Ἣ οὐχ
οἷόν τε; Δυνάμει μὲν γὰρ τὸ αὐτὸ
καὶ ἀδιαίρετον τἀναντία, τῷ δ’ εἶναι οὔ, ἀλλὰ τῷ
ἐνεργεῖσθαι
διαιρετόν, καὶ οὐχ οἷόν τε· ἅμα λευκὸν καὶ μέλαν
εἶναι. Ὥστ’
οὐδὲ τὰ εἴδη πάσχειν αὐτῶν, εἰ τοιοῦτον ἡ αἴσθησις
καὶ ἡ νόησις, ἀλλ’ ὥσπερ ἣν
καλοῦσί τινες στιγμήν,
ᾗ μία καὶ ᾗ δύο, ταύτῃ καὶ διαιρετή. Ἧι μὲν οὖν
ἀδιαίρετον,
ἓν τὸ κρῖνόν ἐστι καὶ ἅμα, ᾗ δὲ διαιρετὸν ὑπάρχει,
δὶς τῷ αὐτῷ
χρῆται σημείῳ ἅμα. Ἧι μὲν οὖν δυσὶ χρῆται,
τῷ πέρατι δύο κρίνει, καὶ κεχωρισμένα
ἐστὶν ὡς κεχωρισμένων·
ᾗ δ’ ἕν, ἑνὶ καὶ ἅμα. Περὶ μὲν οὖν τῆς
ἀρχῆς ᾗ φαμὲν
τὸ ζῷον αἰσθητικὸν εἶναι, διωρίσθω τὸν
τρόπον τοῦτον.
Ἐπεὶ δὲ δύο διαφοραῖς ὁρίζονται μάλιστα τὴν ψυχήν,
κινήσει τε τῇ κατὰ τόπον καὶ
τῷ νοεῖν καὶ τῷ κρίνειν καὶ
αἰσθάνεσθαι, δοκεῖ δὲ καὶ τὸ νοεῖν καὶ τὸ φρονεῖν
ὥσπερ
αἰσθάνεσθαί τι εἶναι· ἐν ἀμφοτέροις γὰρ τούτοις κρίνει τι
ἡ ψυχὴ καὶ
γνωρίζει τῶν ὄντων, καὶ οἵ γε ἀρχαῖοι τὸ
φρονεῖν καὶ τὸ αἰσθάνεσθαι ταὐτὸν εἶναί
φασιν, ὥσπερ καὶ
Ἐμπεδοκλῆς εἴρηκε
καὶ ἐν ἄλλοις
Τὸ δ’ αὐτὸ τούτοις βούλεται καὶ τὸ Ὁμήρου
Πάντες γὰρ οὗτοι τὸ νοεῖν σωματικὸν ὥσπερ τὸ αἰσθάνεσθαι
ὑπολαμβάνουσιν, καὶ
αἰσθάνεσθαί τε καὶ φρονεῖν τῷ
ὁμοίῳ τὸ ὅμοιον, ὥσπερ καὶ ἐν τοῖς κατ’ ἀρχὰς
λόγοις διωρίσαμεν.
Καίτοι ἔδει ἅμα καὶ περὶ τοῦ ἠπατῆσθαι αὐτοὺς
λέγειν·
οἰκειότερον γὰρ τοῖς ζῴοις, καὶ πλείω χρόνον ἐν
τούτῳ διατελεῖ ἡ ψυχή. Διὸ ἀνάγκη
ἤτοι ὥσπερ ἔνιοι
λέγουσι, πάντα τὰ φαινόμενα εἶναι ἀληθῆ, ἢ τὴν τοῦ ἀνομοίου
θίξιν ἀπάτην εἶναι· τοῦτο γὰρ ἐναντίον τῷ τῷ
ὁμοίῳ τὸ ὅμοιον γνωρίζειν·
δοκεῖ δὲ καὶ ἡ ἀπάτη καὶ ἡ
ἐπιστήμη τῶν ἐναντίων ἡ αὐτὴ εἶναι. Ὅτι μὲν οὖν οὐ
ταὐτόν
ἐστι τὸ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν, φανερόν· τοῦ μὲν
γὰρ πᾶσι
μέτεστι, τοῦ δὲ ὀλίγοις τῶν ζῴων. Ἀλλ’ οὐδὲ
τὸ νοεῖν, ἐν ᾧ ἐστὶ τὸ ὀρθῶς καὶ τὸ
μὴ ὀρθῶς, τὸ μὲν
ὀρθῶς φρόνησις καὶ ἐπιστήμη καὶ δόξα ἀληθής, τὸ δὲ μὴ
ὀρθῶς
τἀναντία τούτων· οὐδὲ τοῦτο δ’ ἐστὶ ταὐτὸ τῷ αἰσθάνεσθαι·
ἡ μὲν γὰρ αἴσθησις τῶν
ἰδίων ἀεὶ ἀληθής, καὶ πᾶσιν
ὑπάρχει τοῖς ζῴοις, διανοεῖσθαι δ’ ἐνδέχεται καὶ
ψευδῶς, καὶ
οὐδενὶ ὑπάρχει ᾧ μὴ καὶ λόγος· φαντασία γὰρ ἕτερον καὶ
αἰσθήσεως
καὶ διανοίας· αὐτή τε οὐ γίγνεται ἄνευ αἰσθήσεως,
καὶ ἄνευ ταύτης οὐκ ἔστιν
ὑπόληψις. Ὅτι δ’ οὐκ
ἔστιν ἡ αὐτὴ νόησις καὶ ὑπόληψις, φανερόν. Τοῦτο μὲν
γὰρ τὸ πάθος ἐφ’ ἡμῖν ἐστίν, ὅταν βουλώμεθα (πρὸ ὀμμάτων
γὰρ ἔστι
ποιήσασθαι, ὥσπερ οἱ ἐν τοῖς μνημονικοῖς
τιθέμενοι καὶ εἰδωλοποιοῦντες), δοξάζειν
δ’ οὐκ ἐφ’ ἡμῖν·
ἀνάγκη γὰρ ἢ ψεύδεσθαι ἢ ἀληθεύειν. Ἔτι δὲ ὅταν
ὁμοίως δὲ κἂν θαρραλέον·
κατὰ δὲ τὴν φαντασίαν ὡσαύτως
ἔχομεν ὥσ περ ἂν οἱ θεώμενοι ἐν γραφῇ τὰ δεινὰ ἢ
θαρραλέα.
Εἰσὶ δὲ καὶ αὐτῆς τῆς ὑπολήψεως διαφοραί, ἐπιστήμη
καὶ δόξα καὶ
φρόνησις καὶ τἀναντία τούτων, περὶ
ὧν τῆς διαφορᾶς ἕτερος ἔστω λόγος. Περὶ δὲ τοῦ
νοεῖν,
ἐπεὶ ἕτερον τοῦ αἰσθάνεσθαι, τούτου δὲ τὸ μὲν φαντασία
δοκεῖ εἶναι τὸ
δὲ ὑπόληψις, περὶ φαντασίας διορίσαντας
οὕτω περὶ θατέρου λεκτέον. Εἰ δή ἐστιν ἡ
φαντασία καθ’
ἣν λέγομεν φάντασμά τι ἡμῖν γίγνεσθαι καὶ μὴ εἴ τι
κατὰ
μεταφορὰν λέγομεν, μία τίς ἐστι τούτων δύναμις
ἤ ἕξις, καθ’ ἣν κρίνομεν καὶ
ἀληθεύομεν ἢ ψευδόμεθα.
Τοιαῦται δ’ εἰσὶν αἴσθησις, δόξα, ἐπιστήμη, νοῦς. Ὅτι
μὲν οὖν οὐκ ἔστιν αἴσθησις, δῆλον ἐκ τῶνδε. Αἴσθησις
μὲν γὰρ ἤτοι δύναμις ἢ
ἐνέργεια, οἷον ὄψις καὶ ὅρασις,
φαίνεται δέ τι καὶ μηδετέρου ὑπάρχοντος τούτων,
οἷον τὰ
ἐν τοῖς ὕπνοις. Εἶτα αἴσθησις μὲν ἀεὶ πάρεστι, φαντασία
δ’ οὔ. Εἰ δὲ
τῇ ἐνεργείᾳ τὸ αὐτό, πᾶσιν ἂν ἐνδέχοιτο τοῖς
θηρίοις φαντασίαν ὑπάρχειν· δοκεῖ δ’
οὔ, οἷον μύρμηκι ἢ
μελίττῃ ἢ σκώληκι. Εἶτα αἱ μὲν ἀληθεῖς αἰεί, αἱ δὲ φαντασίαι
γίνονται αἱ πλείους ψευδεῖς. Ἔπειτ’ οὐδὲ λέγομεν,
ὅταν ἐνεργῶμεν ἀκριβῶς
περὶ τὸ αἰσθητόν, ὅτι φαίνεται
τοῦτο ἡμῖν ἄνθρωπος· ἀλλὰ μᾶλλον ὅταν μὴ ἐναργῶς
αἰσθανώμεθα,
τότε ἢ ἀληθὴς ἢ ψευδής. Καὶ ὅπερ δὲ
ἐλέγομεν πρότερον, φαίνεται
καὶ μύουσιν ὁράματα. Ἀλλὰ
ἢ νοῦς· ἔστι γὰρ φαντασία καὶ ψευδής. Λείπεται
ἄρα ἰδεῖν εἰ
δόξα· γίνεται γὰρ δόξα καὶ ἀληθὴς καὶ ψευδής.
Ἀλλὰ δόξῃ μὲν ἕπεται πίστις (οὐκ
ἐνδέχεται γὰρ δοξάζοντα
οἶς δοκεῖ μὴ πιστεύειν), τῶν δὲ θηρίων οὐθενὶ ὑπάρχει
πίστις, φαντασία δὲ πολλοῖς. Ἔτι πάσῃ μὲν δόξῃ
ἀκολουθεῖ πίστις, πίστει δὲ
τὸ πεπεῖσθαι, πειθοῖ δὲ λόγος·
τῶν δὲ θηρίων ἐνίοις φαντασία μὲν ὑπάρχει, λόγος
δ’ οὔ.
Φανερὸν τοίνυν ὅτι οὐδὲ δόξα μετ’ αἰσθήσεως, οὐδὲ δι’
αἰσθήσεως, οὐδὲ
συμπλοκὴ δόξης καὶ αἰσθήσεως φαντασία ἂν
εἴη, διά τε ταῦτα καὶ δῆλον ὅτι οὐκ
ἄλλου τινός ἐστιν ἡ
δόξα, ἀλλ’ ἐκείνου ἐστὶν οὗ καὶ αἴσθησις· λέγω δ’, ἐκ
τῆς τοῦ λευκοῦ δόξης καὶ αἰσθήσεως ἡ συμπλοκὴ φαντασία
ἐστίν· οὐ γὰρ δὴ ἐκ
τῆς δόξης μὲν τῆς τοῦ ἀγαθοῦ, αἰσθήσεως
δὲ τῆς τοῦ λευκοῦ. Τὸ οὖν φαίνεσθαί ἐστι
τὸ δοξάζειν
ὅπερ αἰσθάνεται μὴ κατὰ συμβεβηκός. Φαίνεται δὲ καὶ
ψευδῆ, περὶ
ὧν ἅμα ὑπόληψιν ἀληθῆ ἔχει, οἷον φαίνεται
μὲν ὁ ἥλιος ποδιαῖος, πεπίστευται δ’
εἶναι μείζων τῆς
οἰκουμένης· συμβαίνει οὖν ἤτοι ἀποβεβληκέναι τὴν ἑαυτοῦ
ἀληθῆ δόξαν, ἣν εἶχε, σωζομένου τοῦ πράγματος, μὴ ἐπιλαθόμενον
μηδὲ
μεταπεισθέντα, ἢ. εἰ ἔτι ἔχει, ἀνάγκη τὴν
αὐτὴν ἀληθῆ εἶναι καὶ ψευδῆ. Ἀλλὰ
ψευδὴς ἐγένετο,
ὅτε λάθοι μεταπεσὸν τὸ πρᾶγμα. Οὔτ’ ἄρα ἕν τι
τούτων ἐστὶν
οὔτ’ ἐκ τούτων ἡ φαντασία. Ἀλλ’ ἐπειδή
ἐστι κινηθέντος τουδὶ κινεῖσθαι ἕτερον ὑπὸ
τούτου, ἡ δὲ
γίγνεσθαι ἀλλ’ αἰσθανομένοις καὶ ὧν αἴσθησις ἐστίν, ἔστι
δὲ γίνεσθαι κίνησιν
ὑπὸ τῆς ἐνεργείας τῆς αἰσθήσεως, καὶ
ταύτην ὁμοίαν ἀνάγκη εἶναι τῇ αἰσθήσει, εἴη
ἂν αὕτη ἡ
κίνησις οὔτε ἄνευ αἰσθήσεως ἐνδεχομένη οὔτε μὴ αἰσθανομένοις
ὑπάρχειν, καὶ πολλὰ κατ’ αὐτὴν καὶ ποιεῖν καὶ πάσχειν
τὸ ἔχον, καὶ εἶναι καὶ
ἀληθῆ καὶ ψευδῆ. Τοῦτο δὲ
συμβαίνει διὰ τάδε. Ἡ αἴσθησις τῶν μὲν ἰδίων ἀληθής
ἐστιν ἢ ὅτι ὀλίγιστον ἔχουσα τὸ ψεῦδος. Δεύτερον δὲ
τοῦ συμβεβηκέναι ταῦτα·
καὶ ἐνταῦθα ἤδη ἐνδέχεται διαψεύδεσθαι·
ὅτι μὲν γὰρ λευκόν, οὐ ψεύδεται, εἰ δὲ
τοῦτο
τὸ λευκὸν ἢ ἄλλο τι, ψεύδεται. Τρίτον δὲ τῶν κοινῶν
καὶ ἑπομένων τοῖς
συμβεβηκόσιν, οἷς ὑπάρχει τὰ ἴδια· λέγω
δ’ οἷον κίνησις καὶ μέγεθος, ἃ συμβέβηκε
τοῖς αἰσθητοῖς,
περὶ ἃ μάλιστα ἤδη ἔστιν ἀπατηθῆναι κατὰ τὴν αἴσθησιν.
Ἡ δὲ
κίνησις ἡ ὑπὸ τῆς ἐνεργείας γινομένη διοίσει τῆς
αἰσθήσεως τῆς ἀπὸ τούτων τῶν
τριῶν αἰσθήσεων. Καὶ ἡ
μὲν πρώτη παρούσης τῆς αἰσθήσεως ἀληθής, αἱ δ’ ἕτεραι καὶ
παρούσης καὶ ἀπούσης εἶεν ἂν ψευδεῖς, καὶ μάλιστα ὅταν
πόρρω τὸ αἰσθητὸν ᾖ.
Εἰ οὖν μηθὲν μὲν ἄλλο ἔχει τὰ
εἰρημένα ἢ μὴ φαντασίαν, τοῦτο δ’ ἐστὶ τὸ λεχθέν, ἡ
φαντασία
ἂν εἴη κίνησις ὑπὸ τῆς αἰσθήσεως τῆς κατ’ ἐνέργειαν
γιγνομένης.
Ἐπεὶ δ’ ἡ ὄψις μάλιστα αἴσθησίς ἐστι, καὶ
τὸ ὄνομα ἀπὸ τοῦ φάους εἴληφεν, ὅτι
ἄνευ φωτὸς οὐκ ἔστιν
ἰδεῖν. Καὶ διὰ τὸ ἐμμένειν καὶ ὁμοίως εἶναι ταῖς αἰσθήσεσι,
ἔχειν νοῦν,
οἷον τὰ θηρία, τὰ δὲ διὰ τὸ ἐπικαλύπτεσθαι τὸν
νοῦν ἐνίοτε πάθει ἢ νόσοις ἢ ὕπνῳ,
οἷον οἱ ἄνθρωποι. Περὶ
μὲν οὖν φαντασίας, τί ἐστι καὶ διὰ τί ἐστιν, εἰρήσθω ἐπὶ
τοσοῦτον.
Περὶ δὲ τοῦ μορίου τοῦ τῆς ψυχῆς ᾧ γινώσκει τε ἡ
ψυχὴ καὶ φρονεῖ, ε τε χωριστοῦ
ὄντος εἴτε καὶ μὴ χωριστοῦ
κατὰ μέγεθος ἀλλὰ κατὰ λόγον, σκεπτέον τίν’ ἔχει
διαφοράν,
καὶ πῶς ποτὲ γίνεται τὸ νοεῖν. Εἰ δή ἐστι τὸ
νοεῖν ὥσπερ τὸ
αἰσθάνεσθαι, ἢ πάσχειν τι ἂν εἴη ὑπὸ τοῦ
νοητοῦ ἤ τι τοιοῦτον ἕτερον. Ἀπαθὲς ἄρα
δεῖ εἶναι, δεκτικὸν
δὲ τοῦ εἴδους καὶ δυνάμει τοιοῦτον ἀλλὰ μὴ τοῦτο, καὶ
ὁμοίως ἔχειν, ὥσπερ τὸ αἰσθητικὸν πρὸς τὰ αἰσθητά, οὕτω
τὸν νοῦν πρὸς τὰ
νοητά. Ἀνάγκη ἄρα, ἐπεὶ πάντα νοεῖ,
ἀμιγῆ εἶναι, ὥσπερ φησὶν Ἀναξαγόρας, ἵνα
κρατῇ, τοῦτο
δ’ ἐστὶν ἵνα γνωρίζῃ· παρεμφαινόμενον γὰρ κωλύει τὸ ἀλλότριον
καὶ ἀντιφράττει, ὥστε μηδ’ αὐτοῦ εἶναι φύσιν μηδεμίαν
ἀλλ’ ἢ ταύτην, ὅτι
δυνατόν. Ὁ ἄρα καλούμενος τῆς
ψυχῆς νοῦς (λέγω δὲ νοῦν ᾧ διανοεῖται καὶ
ὑπολαμβάνει ἡ
ψυχή) οὐθέν ἐστιν ἐνεργείᾳ τῶν ὄντων πρὶν νοεῖν. Διὸ οὐδὲ
μεμῖχθαι εὔλογον αὐτὸν τῷ σώματι· ποιός τις γὰρ ἂν
γίγνοιτο, ψυχρὸς ἢ
θερμός, ἢ κἂν ὄργανόν τι εἴη, ὥσπερ
τῷ αἰσθητικῷ· νῦν δ’ οὐθέν ἐστιν. Καὶ εὖ δὴ
οἱ λέγοντες
τὴν ψυχὴν εἶναι τόπον εἰδῶν, πλὴν ὅτι οὔτε ὅλη ἀλλ’ ἡ
νοητική,
οὔτε ἐντελεχείᾳ ἀλλὰ δυνάμει τὰ εἴδη. Ὅτι δ’ οὐχ
ὁμοία ἡ ἀπάθεια τοῦ αἰσθητικοῦ
καὶ τοῦ νοητικοῦ, φανερὸν
ἐπὶ τῶν αἰσθητηρίων καὶ τῆς αἰσθήσεως. Ἡ μὲν γὰρ
αἴσθησις
οἷον ψόφου
ἐκ τῶν μεγάλων ψόφων, οὐδ’ ἐκ τῶν ἰσχυρῶν
χρωμάτων καὶ ὀσμῶν οὔτε ὁρᾶν οὔτε
ὀσμᾶσθαι· ἀλλ’ ὁ
νοῦς ὅταν τι νοήσῃ σφόδρα νοητόν, οὐχ ἦττον νοεῖ τὰ ὑποδεέστερα,
ἀλλὰ καὶ μᾶλλον· τὸ μὲν γὰρ αἰσθητικὸν οὐκ
ἄνευ σώματος, ὁ δὲ χωριστός. Ὅταν
δ’ οὕτως ἕκαστα γένηται
ὡς ἐπιστήμων λέγεται ὁ κατ’ ἐνέργειαν (τοῦτο δὲ
συμβαίνει, ὅταν δύνηται ἐνεργεῖν δι’ αὑτοῦ), ἔστι μὲν
ὁμοίως καὶ τότε
δυνάμει πως, οὐ μὴν ὁμοίως καὶ πρὶν μαθεῖν
ἢ εὑρεῖν· καὶ αὐτὸς δὲ αὑτὸν τότε
δύναται νοεῖν. Ἐπεὶ
δ’ ἄλλο ἐστὶ τὸ μέγεθος καὶ τὸ μεγέθει εἶναι καὶ ὕδωρ
καὶ ὕδατι εἶναι· οὕτω δὲ καὶ ἐφ’ ἑτέρων πολλῶν, ἀλλ’
οὐκ ἐπὶ πάντων· ἐπ’
ἐνίων γὰρ ταὐτόν ἐστι τὸ σαρκὶ εἶναι
καὶ σάρκα· ἢ ἄλλῳ ἢ ἄλλως ἔχοντι κρίνει· ἡ
γὰρ σὰρξ
οὐκ ἄνευ τῆς ὕλης, ἀλλ’ ὥσπερ τὸ σιμὸν τόδε ἐν τῷδε. Τῷ
μὲν οὖν
αἰσθητικῷ τὸ θερμὸν καὶ τὸ ψυχρὸν κρίνει, καὶ
ὧν λόγος τις ἡ σάρξ· ἄλλῳ δὲ ἤτοι
χωριστῷ, ἢ ὡς ἡ
κεκλασμένη ἔχει πρὸς αὑτὴν ὅταν ἐκταθῇ, τὸ σαρκὶ εἶναι
κρίνει. Πάλιν δ’ ἐπὶ τῶν ἐν ἀφαιρέσει ὄντων τὸ εὐθὺ ὡς
τὸ σιμόν· μετὰ
συνεχοῦς γάρ· τὸ δὲ τί ἦν εἶναι, εἰ ἔστιν
ἕτερον τὸ εὐθεῖ εἶναι καὶ τὸ εὐθὺ ἄλλῳ·
ἔστω γὰρ δυάς.
Ἑτέρῳ ἄρα ἢ ἑτέρως ἔχοντι κρίνει. Καὶ ὅλως ἄρα ὡς
χωριστὰ τὰ
πράγματα τῆς ὕλης, οὕτω καὶ τὰ περὶ τὸν νοῦν.
Ἀπορήσειε δ’ ἄν τις, εἰ ὁ νοῦς
ἁπλοῦν ἐστὶ καὶ ἀπαθὲς καὶ
μηθενὶ μηθὲν ἔχει κοινόν, ὥσπερ φησὶν Ἀναξαγόρας, πῶς
ἀμφοῖν
ὑπάρχει, τὸ μὲν ποιεῖν δοκεῖ τὸ δὲ πάσχειν. Ἔτι
δ’ εἰ νοητὸς καὶ αὐτός. Ἢ γὰρ
τοῖς ἄλλοις ὁ νοῦς ὑπάρξει,
εἰ μὴ κατ’ ἄλλο αὐτὸς νοητός, ἓν δέ τι τὸ νοητὸν
εἴδει, ἢ
μεμιγμένον τι ἕξει, ὃ ποιεῖ νοητὸν αὐτὸν ὥσπερ τἆλλα.
Ἢ τὸ μὲν
πάσχειν κατὰ κοινόν τι διῄρηται πρότερον, ὅτι
δυνάμει πώς ἐστι τὰ νοητὰ ὁ νοῦς,
ἀλλ’ ἐντελεχείᾳ οὐδέν,
πρὶν ἂν νοῇ. Δεῖ δ’ οὕτως ὥσπερ ἐν γραμματείῳ ᾧ μηθὲν
ὑπάρχει ἐντελεχείᾳ γεγραμμένον. Ὅπερ συμβαίνει ἐπὶ
τοῦ νοῦ. Καὶ αὐτὸς δὲ
νοητός ἐστιν ὥσπερ τὰ νοητά. Ἐπὶ
μὲν γὰρ τῶν ἄνευ ὕλης τὸ αὐτό ἐστι τὸ νοοῦν καὶ
τὸ νοούμενον·
ἡ γὰρ ἐπιστήμη ἡ θεωρητικὴ καὶ τὸ οὕτως ἐπιστητὸν
τὸ αὐτό
ἐστιν· τοῦ δὲ μὴ ἀεὶ νοεῖν τὸ αἴτιον ἐπισκεπτέον.
Ἐν δὲ τοῖς ἔχουσιν ὕλην δυνάμει
ἕκαστόν ἐστι
τῶν νοητῶν. Ὥστ’ ἐκείνοις μὲν οὐχ ὑπάρξει νοῦς (ἄνευ γὰρ
ὕλης
δύναμις ὁ νοῦς τῶν τοιούτων), ἐκείνῳ δὲ τὸ νοητὸν
ὑπάρξει.
Ἐπεὶ δ’ ὥσπερ ἐν ἁπάσῃ τῇ φύσει ἐστί τι τὸ μὲν
ὕλη ἑκάστῳ γένει (τοῦτο δὲ ὃ
πάντα δυνάμει ἐκεῖνα),
ἕτερον δὲ τὸ αἴτιον καὶ ποιητικόν, τῷ ποιεῖν πάντα, οἷον
ἡ τέχνη πρὸς τὴν ὕλην πέπονθεν, ἀνάγκη καὶ ἐν τῇ ψυχῇ
ὑπάρχειν ταύτας τὰς
διαφοράς. Καὶ ἔστιν ὁ μὲν τοιοῦτος
νοῦς τῷ πάντα γίνεσθαι, ὁ δὲ τῷ πάντα ποιεῖν,
ὡς ἕξις τις,
οἷον τὸ φῶς· τρόπον γάρ τινα καὶ τὸ φῶς ποιεῖ τὰ δυνάμει
ὄντα
χρώματα ἐνεργείᾳ χρώματα. Καὶ οὗτος ὁ νοῦς
χωριστὸς καὶ ἀπαθὴς καὶ ἀμιγὴς τῇ
οὐσίᾳ ὢν ἐνεργείᾳ.
τῆς ὕλης. Τὸ δ’ αὐτό ἐστιν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη
τῷ πράγματι· ἡ δὲ κατὰ
δύναμιν χρόνῳ προτέρα ἐν τῷ ἑνί,
ὅλως δὲ οὐ χρόνῳ· ἀλλ’ οὐχ ὁτὲ μὲν νοεῖ ὁτὲ δ’
οὐ νοεῖ.
Χωρισθεὶς δ’ ἐστὶ μόνον τοῦθ’ ὅπερ ἐστί, καὶ τοῦτο μόνον
ἀθάνατον
καὶ ἀΐδιον. Οὐ μνημονεύομεν δέ, ὅτι τοῦτο μὲν
ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς
φθαρτός, καὶ ἄνευ τούτου οὐθὲν
νοεῖ.
Ἡ μὲν οὖν τῶν ἀδιαιρέτων νόησις ἐν τούτοις, περὶ ἃ οὐκ
ἔστι τὸ ψεῦδος· ἐν οἷς δὲ
καὶ τὸ ψεῦδος καὶ τὸ ἀληθές,
σύνθεσίς τις ἤδη νοημάτων ὥσπερ ἓν ὄντων, καθάπερ
Ἐμπεδοκλῆς ἔφη
ἔπειτα συντίθεσθαι τῇ φιλίᾳ. Οὕτω καὶ ταῦτα κεχωρισμένα
συντίθεται, οἷον τὸ
ἀσύμμετρον καὶ ἡ διάμετρος. Ἂν δὲ
γινομένων ἢ ἐσομένων, τὸν χρόνον προσεννοῶν καὶ
συντιθείς.
Τὸ γὰρ ψεῦδος ἐν συνθέσει ἀεί· καὶ γὰρ ἂν τὸ
λευκὸν μὴ λευκόν, τὸ
μὴ λευκὸν συνέθηκεν. Ἐνδέχεται δὲ
καὶ διαίρεσιν φάναι πάντα. Ἀλλ’ οὖν ἔστι γε οὐ
μόνον
τὸ ψεῦδος ἢ ἀληθές, ὅτι λευκὸς Κλέων ἐστίν, ἀλλὰ καὶ ὅτι
ἦν ἢ ἔσται.
Τὸ δὲ ἓν ποιοῦν, τοῦτο ὁ νοῦς ἕκαστον. Τὸ
δ’ ἀδιαίρετον ἐπεὶ διχῶς, ἢ δυνάμει ἢ
ἐνεργείᾳ, οὐθὲν κωλύει
νοεῖν τὸ ἀδιαίρετον, ὅταν νοῇ τὸ μῆκος· ἀδιαίρετον γὰρ
ἐνεργείᾳ
καὶ ἐν χρόνῳ ἀδιαιρέτῳ· ὁμοίως γὰρ ὁ χρόνος διαιρετὸς
καὶ
ἀδιαίρετος τῷ μήκει. Οὔκουν ἔστιν εἰπεῖν ἐν τῷ ἡμίσει
τί ἐννοεῖ ἑκατέρῳ· οὐ γάρ
ἐστιν, ἂν μὴ διαιρεθῇ, ἀλλ’ ἢ
τὸν χρόνον ἅμα· τότε δ’ οἱονεὶ μήκη. Εἰ δ’ ὡς ἐξ ἀμφοῖν,
καὶ ἐν τῷ χρόνῳ τῷ ἐπ’ ἀμφοῖν. Τὸ δὲ μὴ κατὰ
ποσὸν ἀδιαίρετον ἀλλὰ τῷ εἴδει
νοεῖ ἐν ἀδιαιρέτῳ χρόνῳ
καὶ ἀδιαιρέτῳ τῆς ψυχῆς· κατὰ συμβεβηκὸς δέ, καὶ οὐχ ᾗ
ἐκεῖνα διαιρετά, ᾧ νοεῖ καὶ ἐν ᾧ χρόνῳ, ἀλλ’ ᾗ ἀδιαίρετα·
ἔνεστι γὰρ κἀν
τούτοις τι ἀδιαίρετον, ἀλλ’ ἴσως οὐ χωριστόν,
ὃ ποιεῖ ἕνα τὸν χρόνον καὶ τὸ
μῆκος. Καὶ τοῦθ’
ὁμοίως ἐν ἅπαντί ἐστι τῷ συνεχεῖ καὶ χρόνῳ καὶ μήκει. Ἡ
δὲ
στιγμὴ καὶ πᾶσα διαίρεσις, καὶ τὸ οὕτως ἀδιαίρετον,
δηλοῦται ὥσπερ ἡ στέρησις.
Καὶ ὅμοιος ὁ λόγος ἐπὶ τῶν
ἄλλων, οἷον πῶς τὸ κακὸν γνωρίζει ἢ τὸ μέλαν· τῷ
ἐναντίῳ
γάρ πως γνωρίζει. Δεῖ δὲ δυνάμει εἶναι τὸ γνωρίζον καὶ
ἐνεῖναι ἐν
αὐτῷ. Εἰ δέ τινι μή ἐστιν ἐναντίον τῶν αἰτίων,
αὐτὸ ἑαυτὸ γινώσκει καὶ ἐνεργείᾳ
ἐστὶ καὶ χωριστόν.
Ἔστι δ’ ἡ μὲν φάσις τι κατά τινος, ὥσπερ ἡ κατάφασις,
καὶ
ἀληθὴς ἢ ψευδὴς πᾶσα· ὁ δὲ νοῦς οὐ πᾶς, ἀλλ’ ὁ τοῦ
τί ἐστι κατὰ τὸ τί ἦν εἶναι
ἀληθής, καὶ οὐ τὶ κατά τινος·
ἀλλ’ ὥσπερ τὸ ὁρᾶν τοῦ ἰδίου ἀληθές, εἰ δ’ ἄνθρωπος
τὸ
λευκὸν ἢ μή, οὐκ ἀληθὲς ἀεί, οὕτως ἔχει ὅσα ἄνευ
ὕλης.
Τὸ δ’ αὐτό ἐστιν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι.
Ἡ δὲ κατὰ δύναμιν χρόνῳ
προτέρα ἐν τῷ ἑνί,
ὅλως δὲ οὐδὲ χρόνῳ· ἔστι γὰρ ἐξ ἐντελεχείᾳ ὄντος πάντα τὰ
γιγνόμενα. Φαίνεται δὲ τὸ μὲν αἰσθητὸν ἐκ δυνάμει ὄντος
τοῦ αἰσθητικοῦ
ἐνεργείᾳ ποιοῦν· οὐ γὰρ πάσχει οὐδ’
τοῦ ἀτελοῦς ἐνέργεια ἦν, ἡ δ’ ἁπλῶς ἐνέργεια ἑτέρα
ἡ
τοῦ τετελεσμένου. Τὸ μὲν οὖν αἰσθάνεσθαι ὅμοιον τῷ
φάναι μόνον καὶ νοεῖν· ὅταν δὲ
ἡδὺ ἢ λυπηρόν, οἷον καταφᾶσα
ἢ ἀποφᾶσα, διώκει ἢ φεύγει· καὶ ἔστι τὸ ἥδεσθαι καὶ
λυπεῖσθαι τὸ ἐνεργεῖν τῇ αἰσθητικῇ μεσότητι πρὸς τὸ ἀγαθὸν
ἢ κακόν, ᾗ
τοιαῦτα. Καὶ ἡ φυγὴ δὲ καὶ ἡ ὄρεξις
τοῦτο ἡ κατ’ ἐνέργειαν, καὶ οὐχ ἕτερον τὸ
ὀρεκτικὸν καὶ
φευκτικόν, οὔτ’ ἀλλήλων οὔτε τοῦ αἰσθητικοῦ· ἀλλὰ τὸ εἶναι
ἄλλο. Τῇ δὲ διανοητικῇ ψυχῇ τὰ φαντάσματα οἷον αἰσθήματα
ὑπάρχει. Ὅταν δὲ
ἀγαθὸν ἢ κακὸν φήσῃ ἢ ἀποφήσῃ,
φεύγειν ἢ διώκει. Διὸ οὐδέποτε νοεῖ ἄνευ
φαντάσματος
ἡ ψυχή, ὥσπερ δὲ ὁ ἀὴρ τὴν κόρην τοιανδὶ ἐποίησεν,
αὐτὴ δ’
ἕτερον, καὶ ἡ ἀκοὴ ὡσαύτως· τὸ δὲ ἔσχατον ἕν,
καὶ μία μεσότης· τὸ δ’ εἶναι αὐτῇ
πλείω. Τίνι δ’ ἐπικρίνει
τί διαφέρει γλυκὺ καὶ θερμόν, εἴρηται μὲν καὶ πρότερον,
λεκτέον δὲ καὶ ὧδε. Ἔστι γὰρ ἕν τι, οὕτω δὲ καὶ ὡς
ὅρος. Καὶ ταῦτα ἓν τῷ
ἀνάλογον καὶ τῷ ἀριθμῷ ὃν ἔχει
πρὸς ἑκάτερον, ὡς ἐκεῖνα πρὸς ἄλληλα· τί γὰρ
διαφέρει τὸ
ἀπορεῖν πῶς τὰ ὁμογενῆ κρίνει ἢ τἀναντία, οἷον λευκὸν
καὶ μέλαν;
Ἔστω δὴ ὡς τὸ Α τὸ λευκὸν πρὸς τὸ Β τὸ
μέλαν, τὸ Γ πρὸς τὸ Δ ὡς ἐκεῖνα πρὸς
ἄλληλα· ὥστε καὶ
ἐναλλάξ. Εἰ δὴ τὰ Γ Δ ἑνὶ εἴη ὑπάρχοντα, οὕτως ἕξει
τὸ αὐτό, κἀκεῖνο ὁμοίως.
Ὁ δ’ αὐτὸς λόγος καὶ εἰ τὸ
μὲν Α τὸ γλυκὺ εἴη, τὸ δὲ Β τὸ λευκόν. Τὰ μὲν οὖν εἴδη
τὸ νοητικὸν ἐν τοῖς φαντάσμασι νοεῖ, καὶ ὡς ἐν ἐκείνοις ὥρισται
αὐτῷ τὸ
διωκτὸν καὶ φευκτόν, καὶ ἐκτὸς τῆς αἰσθήσεως,
ὅταν ἐπὶ τῶν φαντασμάτων ᾖ,
κινεῖται, οἷον αἰσθανόμενος
τὸν φρυκτὸν ὅτι πῦρ, τῇ κοινῇ γνωρίζει, ὁρῶν
κινούμενον,
ὅτι πολέμιος. Ὁτὲ δὲ τοῖς ἐν τῇ ψυχῇ φαντάσμασιν
ἢ νοήμασιν
ὥσπερ ὁρῶν λογίζεται καὶ βουλεύεται
τὰ μέλλοντα πρὸς τὰ παρόντα· καὶ ὅταν εἴπῃ ὡς
ἐκεῖ τὸ
ἡδὺ ἢ λυπηρόν, ἐνταῦθα φεύγει ἢ διώκει, καὶ ὅλως ἐν πράξει.
Καὶ τὸ
ἄνευ δὲ πράξεως, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐν τῷ
αὐτῷ γένει ἐστί, τῷ ἀγαθῷ καὶ
κακῷ· ἀλλὰ τῷ γε
ἁπλῶς διαφέρει καὶ τινί. Τὰ δὲ ἐν ἀφαιρέσει λεγόμενα
νοεῖ
ὥσπερ ἂν εἰ τὸ σιμόν, ᾗ μὲν σιμόν, οὐ κεχωρισμένως,
ᾗ δὲ κοῖλον, εἴ τις ἐνόει
ἐνεργείᾳ, ἄνευ τῆς σαρκὸς ἂν
ἐνόει ἐν ᾗ τὸ κοῖλον. Οὕτω τὰ μαθηματικὰ οὐ
κεχωρισμένα
ὡς κεχωρισμένα νοεῖ, ὅταν νοῇ ἐκεῖνα. Ὅλως δὲ
ὁ νοῦς ἐστὶν ὁ
κατ’ ἐνέργειαν τὰ πράγματα νοῦν. Ἆρα
δ’ ἐνδέχεται τῶν κεχωρισμένων τι νοεῖν ὄντα
αὐτὸν μὴ κεχωρισμένον
μεγέθους, ἢ οὔ, σκεπτέον ὕστερον.
Νῦν δὲ περὶ ψυχῆς τὰ λεχθέντα συγκεφαλαιώσαντες,
εἴπωμεν πάλιν ὅτι ἡ ψυχὴ τὰ
ὄντα πώς ἐστι πάντα. Ἣ
γὰρ αἰσθητὰ τὰ ὄντα ἢ νοητά, ἔστι δ’ ἡ ἐπιστήμη μὲν
δεῖ ζητεῖν.
Τέμνεται οὖν ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις εἰς
τὰ πράγματα, ἡ μὲν δυνάμει εἰς τὰ
δυνάμει, ἡ δ’ ἐντελεχείᾳ
εἰς τὰ ἐντελεχείᾳ. Τῆς δὲ ψυχῆς τὸ αἰσθητικὸν καὶ τὸ
ἐπιστημονικὸν δυνάμει ταὐτόν ἐστι, τὸ μὲν ἐπιστητὸν τὸ
δὲ αἰσθητόν. Ἀνάγκη
δ’ ἢ αὐτὰ ἢ τὰ εἴδη εἶναι. Αὐτὰ
μὲν γὰρ δὴ οὔ· οὐ γὰρ ὁ λίθος ἐν τῇ ψυχῇ, ἀλλὰ τὸ
εἶδος·
ὥστε ἡ ψυχὴ ὥσπερ ἡ χείρ ἐστιν· καὶ γὰρ ἡ χεὶρ ὄργανόν
ἐστιν ὀργάνων,
καὶ ὁ νοῦς εἶδος εἰδῶν καὶ ἡ αἴσθησις
εἶδος αἰσθητῶν. Ἐπεὶ δὲ οὐδὲ πρᾶγμα οὐθέν
ἐστι παρὰ τὰ
μεγέθη, ὡς δοκεῖ, τὰ αἰσθητὰ κεχωρισμένον, ἐν τοῖς εἴδεσι
τοῖς
αἰσθητοῖς τὰ νοητά ἐστι, τά τε ἐν ἀφαιρέσει λεγόμενα,
καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις
καὶ πάθη. Καὶ διὰ
τοῦτο οὔτε μὴ αἰσθανόμενος μηθὲν οὐθὲν ἂν μάθοι οὐδὲ
ξυνείη· ὅταν τε θεωρῇ, ἀνάγκη ἅμα φάντασμά τι θεωρεῖν·
τὰ γὰρ φαντάσματα
ὥσπερ αἰσθήματά ἐστι, πλὴν
ἄνευ ὕλης. Ἔστι δ’ ἡ φαντασία ἕτερον φάσεως καὶ
ἀποφάσεως·
συμπλοκὴ γὰρ νοημάτων ἐστὶ τὸ ἀληθὲς ἢ ψεῦδος.
Τὰ δὲ πρῶτα
νοήματα τίνι διοίσει τοῦ μὴ φαντάσματα
εἶναι; Ἢ οὐδὲ τἆλλα φαντάσματα, ἀλλ’ οὐκ
ἄνευ
φαντασμάτων.
Ἐπεὶ δὲ ἡ ψυχὴ κατὰ δύο ὥρισται δυνάμεις ἡ τῶν ζῴων,
τῷ τε κριτικῷ, ὃ διανοίας
ἔργον ἐστὶ καὶ αἰσθήσεως, καὶ ἔτι
τῷ κινεῖν τὴν κατὰ τόπον κίνησιν, περὶ μὲν
αἰσθήσεως καὶ
νοῦ διωρίσθω τοσαῦτα, περὶ δὲ τοῦ κινοῦντος, τί ποτέ ἐστι
ὂν ἢ μεγέθει
ἢ λόγῳ, ἢ πᾶσα ἡ ψυχή, κἂν εἰ μόριόν τι,
πότερον ἴδιόν τι παρὰ τὰ εἰωθότα
λέγεσθαι καὶ τὰ εἰρημένα,
ἢ τούτων ἕν τι. Ἔχει δὲ ἀπορίαν εὐθὺς πῶς τε δεῖ μόρια
λέγειν τῆς ψυχῆς καὶ πόσα. Τρόπον γάρ τινα ἄπειρα
φαίνεται, καὶ οὐ μόνον ἅ
τινες λέγουσι διορίζοντες, λογιστικὸν
καὶ θυμικὸν καὶ ἐπιθυμητικόν, οἱ δὲ τὸ
λόγον ἔχον
καὶ τὸ ἄλογον· κατὰ γὰρ τὰς διαφορὰς δι’ ἃς ταῦτα χωρίζουσι,
καὶ
ἄλλα φανεῖται μόρια μείζω διάστασιν ἔχοντα
τούτων, περὶ ὧν καὶ νῦν εἴρηται, τό τε
θρεπτικόν, ὃ καὶ
τοῖς φυτοῖς ὑπάρχει καὶ πᾶσι τοῖς ζῴοις, καὶ τὸ αἰσθητικόν,
ὃ οὔτε ὡς ἄλογον οὔτε ὡς λόγον ἔχον θείη ἄν τις
ῥᾳδίως. Ἔτι δὲ τὸ
φανταστικόν, ὃ τῷ μὲν εἶναι πάντων
ἕτερον, τινὶ δὲ τούτων ταὐτὸν ἢ ἕτερον, ἔχει
πολλὴν ἀπορίαν,
εἴ τις θήσει κεχωρισμένα μόρια τῆς ψυχῆς. Πρὸς δὲ
τούτοις τὸ
ὀρεκτικόν, ὃ καὶ λόγῳ καὶ δυνάμει ἕτερον ἂν
δόξειεν εἶναι πάντων. Καὶ ἄτοπον δὴ
τοῦτο διασπᾶν·
ἔν τε τῷ λογιστικῷ γὰρ ἡ βούλησις γίνεται, καὶ ἐν τῷ ἀλόγῳ
ἡ
ἐπιθυμία καὶ ὁ θυμός· εἰ δὲ τρία ἡ ψυχή, ἐν ἑκάστῳ
ἔσται ὄρεξις. Καὶ δὴ καὶ περὶ
οὗ νῦν ὁ λόγος ἐνέστηκε,
τί τὸ κινοῦν κατὰ τόπον τὸ ζῷόν ἐστιν; Τὴν μὲν γὰρ κατ’
αὔξησιν καὶ φθίσιν κίνησιν, ἅπασιν ὑπάρχουσαν, τὸ πᾶσιν
ὑπάρχον δόξειεν ἂν
κινεῖν τὸ γεννητικὸν καὶ θρεπτικόν·
περὶ δὲ ἀναπνοῆς καὶ ἐκπνοῆς καὶ ὕπνου καὶ
ἐγρηγόρσεως
ὕστερον ἐπισκεπτέον· ἔχει γὰρ καὶ ταῦτα πολλὴν ἀπορίαν.
Ἀλλὰ
περὶ τῆς κατὰ τόπον κινήσεως, τί τὸ κινοῦν τὸ ζῷον
θρεπτικὴ δύναμις, δῆλον· ἀεί τε γὰρ ἕνεκά
του ἡ κίνησις
αὕτη, καὶ ἢ μετὰ φαντασίας ἢ ὀρέξεώς ἐστιν· οὐθὲν γὰρ μὴ
ὀρεγόμενον ἢ φεῦγον κινεῖται ἀλλ’ ἢ βίᾳ. Ἔτι κἂν τὰ
φυτὰ κινητικὰ ἦν, κἂν
εἶχέ τι μόριον ὀργανικὸν πρὸς τὴν
κίνησιν ταύτην. Ὁμοίως δὲ οὐδὲ τὸ αἰσθητικόν·
πολλὰ
γάρ ἐστι τῶν ζῴων ἃ αἴσθησιν μὲν ἔχει, μόνιμα δ’ ἐστὶ καὶ
ἀκίνητα διὰ
τέλους. Εἰ οὖν ἡ φύσις μήτε ποιεῖ μάτην
μηθὲν μήτε ἀπολείπει τι τῶν ἀναγκαίων,
πλὴν ἐν τοῖς
πηρώμασι καὶ ἐν τοῖς ἀτελέσιν· τὰ δὲ τοιαῦτα τῶν ζῴων
τέλεια
καὶ οὐ πηρώματά ἐστιν· σημεῖον δ’ ὅτι ἔστι γεννητικὰ
καὶ ἀκμὴν ἔχει καὶ φθίσιν·
ὥστ’ εἶχεν ἂν καὶ τὰ ὀργανικὰ
μέρη τῆς πορείας. Ἀλλὰ μὴν οὐδὲ τὸ λογιστικὸν
καὶ ὁ καλούμενος νοῦς ἐστὶν ὁ κινῶν· ὁ μὲν γὰρ θεωρητικὸς
οὐθὲν νοεῖ
πρακτόν, οὐδὲ λέγει περὶ φευκτοῦ καὶ διωκτοῦ
οὐθέν, ἡ δὲ κίνησις ἢ φεύγοντός τι ἢ
διώκοντός τί ἐστιν.
Ἀλλ’ οὐδ’ ὅταν θεωρῇ τι τοιοῦτον, ἤδη κελεύει φεύγειν
ἢ
διώκειν, οἷον πολλάκις διανοεῖται φοβερόν τι ἢ ἡδύ, οὐ
κελεύει δὲ φοβεῖσθαι, ἡ δὲ
καρδία κινεῖται, ἂν δ’ ἡδύ, ἕτερόν
τι μόριον. Ἔτι καὶ ἐπιτάττοντος τοῦ νοῦ καὶ
λεγούσης
τῆς διανοίας φεύγειν τι ἢ διώκειν οὐ κινεῖται, ἀλλὰ κατὰ τὴν
ἐπιθυμίαν πράττει, οἷον ὁ ἀκρατής. Καὶ ὅλως δὲ ὁρῶμεν
ὅτι ὁ ἔχων τὴν
ἰατρικὴν οὐκ ἰᾶται, ὡς ἑτέρου τινὸς κυρίου
ὄντος τοῦ ποιεῖν κατὰ τὴν ἐπιστήμην,
ἀλλ’ οὐ τῆς ἐπιστήμης.
Ἀλλὰ μὴν οὐδ’ ἡ ὄρεξις ταύτης κυρία τῆς κινήσεως·
ὧν ἔχουσι
τὴν ὄρεξιν, ἀλλ’ ἀκολουθοῦσι τῷ νῷ.
Φαίνεται δέ γε δύο ταῦτα κινοῦντα, ἢ ὄρεξις ἢ νοῦς,
εἴ τις τὴν φαντασίαν τιθείη
ὡς νόησίν τινα· πολλὰ γὰρ
παρὰ τὴν ἐπιστήμην ἀκολουθοῦσι ταῖς φαντασίαις, καὶ ἐν
τοῖς ἄλλοις ζῴοις οὐ νόησις οὐδὲ λογισμός ἐστιν, ἀλλὰ
φαντασία. Ἄμφω ἄρα
ταῦτα κινητικὰ κατὰ τόπον, νοῦς
καὶ ὄρεξις. Νοῦς δὲ ὁ ἕνεκά του λογιζόμενος καὶ ὁ
πρακτικός·
διαφέρει δὲ τοῦ θεωρητικοῦ τῷ τέλει. Καὶ ἡ ὄρεξις
ἕνεκά του πᾶσα·
οὗ γὰρ ἡ ὄρεξις, αὕτη ἀρχὴ τοῦ πρακτικοῦ
νοῦ· τὸ δ’ ἔσχατον ἀρχὴ τῆς πράξεως.
Ὥστε εὐλόγως
ταῦτα δύο φαίνεται τὰ κινοῦντα, ὄρεξις καὶ διάνοια
πρακτική· τὸ
ὀρεκτὸν γὰρ κινεῖ, καὶ διὰ τοῦτο ἡ διάνοια
κινεῖ, ὅτι ἀρχὴ αὐτῆς ἐστὶ τὸ ὀρεκτόν.
Καὶ ἡ φαντασία
δὲ ὅταν κινῇ οὐ κινεῖ ἄνευ ὀρέξεως. Ἓν δή τι τὸ κινοῦν
τὸ
ὀρεκτόν. Εἰ γὰρ δύο, νοῦς καὶ ὄρεξις, ἐκίνουν, κατὰ
κοινὸν ἄν τι ἐκίνουν εἶδος.
Νῦν δὲ ὁ μὲν νοῦς οὐ φαίνεται
κινῶν ἄνευ ὀρέξεως· ἡ γὰρ βούλησις ὄρεξις· ὅταν δὲ
κατὰ
τὸν λογισμὸν κινῆται, καὶ κατὰ βούλησιν κινεῖται. Ἡ δ’
ὄρεξις κινεῖ
παρὰ τὸν λογισμόν· ἡ γὰρ ἐπιθυμία ὄρεξίς τις
ἐστίν. Νοῦς μὲν οὖν πᾶς ὀρθός·
ὄρεξις δὲ καὶ φαντασία
καὶ ὀρθὴ καὶ οὐκ ὀρθή. Διὸ ἀεὶ κινεῖ μὲν τὸ ὀρεκτόν,
ἀλλὰ τοῦτ’ ἐστὶν ἢ τὸ ἀγαθὸν ἢ τὸ φαινόμενον ἀγαθόν.
Οὐ πᾶν δέ, ἀλλὰ τὸ
πρακτὸν ἀγαθόν. Πρακτὸν δ’ ἐστὶ
τὸ ἐνδεχόμενον καὶ ἄλλως ἔχειν. Ὅτι μὲν οὖν ἡ
τοιαύτη
δὲ διαιροῦσι τὰ μέρη τῆς ψυχῆς, ἐὰν κατὰ τὰς δυνάμεις διαιρῶσι
καὶ χωρίζωσι,
πάμπολλα γίνεται, θρεπτικόν, αἰσθητικόν,
νοητικόν, βουλευτικόν, ἔτι ὀρεκτικόν·
ταῦτα γὰρ
πλέον διαφέρει ἀλλήλων ἢ τὸ ἐπιθυμητικὸν καὶ θυμικόν.
Ἐπεὶ δ’
ὀρέξεις γίνονται ἐναντίαι ἀλλήλαις, τοῦτο δὲ συμβαίνει
ὅταν ὁ λόγος καὶ ἡ
ἐπιθυμία ἐναντίαι ὦσι, γίνεται
δ’ ἐν τοῖς χρόνου αἴσθησιν ἔχουσιν (ὁ μὲν γὰρ νοῦς
διὰ τὸ
μέλλον ἀνθέλκειν κελεύει, ἡ δ’ ἐπιθυμία διὰ τὸ ἤδη· φαίνεται
γὰρ τὸ
ἤδη ἡδὺ καὶ ἁπλῶς ἡδὺ καὶ ἀγαθὸν ἁπλῶς,
διὰ τὸ μὴ ὁρᾶν τὸ μέλλον), εἴδει μὲν ἓν
ἂν εἴη τὸ κινοῦν
τὸ ὀρεκτικόν, ᾗ ὀρεκτικόν, πρῶτον δὲ πάντων τὸ ὀρεκτόν
(τοῦτο γὰρ κινεῖ οὐ κινούμενον τῷ νοηθῆναι ἢ φαντασθῆναι),
ἀριθμῷ δὲ πλείω
τὰ κινοῦντα. Ἐπειδὴ δ’ ἐστὶ τρία, ἓν
μὲν τὸ κινοῦν, δεύτερον δ’ ᾧ κινεῖ, τρίτον
τὸ κινούμενον·
τὸ δὲ κινοῦν διττόν, τὸ μὲν ἀκίνητον, τὸ δὲ κινοῦν καὶ κινούμενον·
ἔστι δὲ τὸ μὲν ἀκίνητον τὸ πρακτὸν ἀγαθόν, τὸ δὲ
κινοῦν καὶ κινούμενον τὸ
ὀρεκτικόν (κινεῖται γὰρ τὸ κινούμενον
ᾗ ὀρέγεται, καὶ ἡ κίνησις ὄρεξίς τίς ἐστιν
ᾗ ἐνέργεια),
τὸ δὲ κινούμενον τὸ ζῷον· ᾧ δὲ κινεῖ ὀργάνῳ ἡ ὄρεξις,
ἤδη τοῦτο
σωματικόν ἐστιν· διὸ ἐν τοῖς κοινοῖς σώματος καὶ
ψυχῆς ἔργοις θεωρητέον περὶ
αὐτοῦ. Νῦν δὲ ὡς ἐν κεφαλαίῳ
εἰπεῖν τὸ κινοῦν ὀργανικῶς, ὅπου ἀρχὴ καὶ τελευτὴ τὸ
αὐτό, οἷον ὁ γιγγλυμός· ἐνταῦθα γὰρ τὸ κυρτὸν καὶ κοῖλον
τὸ μὲν τελευτὴ τὸ
δ’ ἀρχή· διὸ τὸ μὲν ἠρεμεῖ τὸ δὲ
γὰρ ὤσει καὶ ἕλξει κινεῖται. Διὸ δεῖ ὥσπερ ἐν κύκλῳ μένειν
τι, καὶ ἐντεῦθεν ἄρχεσθαι τὴν κίνησιν. Ὅλως μὲν οὖν, ὥσ περ
εἴρηται, ᾗ
ὀρεκτικὸν τὸ ζῷον, ταύτῃ αὑτοῦ κινητικόν· ὀρεκτικὸν
δὲ οὐκ ἄνευ φαντασίας·
φαντασία δὲ πᾶσα ἢ λογιστικὴ
ἢ αἰσθητική. Ταύτης μὲν οὖν καὶ τὰ ἄλλα ζῷα
μετέχει.
Σκεπτέον δὲ καὶ περὶ τῶν ἀτελῶν, τί τὸ κινοῦν ἐστίν,
οἷς ἁφὴ μόνον ὑπάρχει
αἴσθησις, πότερον ἐνδέχεται φαντασίαν
ὑπάρχειν τούτοις, ἢ οὔ, καὶ ἐπιθυμίαν.
Φαίνεται γὰρ
λύπη καὶ ἡδονὴ ἐνοῦσα. Εἰ δὲ ταῦτα, καὶ ἐπιθυμίαν ἀνάγκη.
Φαντασία δὲ πῶς ἂν ἐνείη; Ἢ ὥσπερ καὶ κινεῖται ἀορίστως,
καὶ ταῦτ’ ἔνεστι
μέν, ἀορίστως δ’ ἔνεστιν. Ἡ μὲν
οὖν αἰσθητικὴ φαντασία, ὥσπερ εἴρηται, καὶ ἐν
τοῖς ἄλλοις
ζῴοις ὑπάρχει, ἡ δὲ βουλευτικὴ ἐν τοῖς λογιστικοῖς· πότερον
γὰρ
πράξει τόδε ἢ τόδε, λογισμοῦ ἤδη ἐστὶν ἔργον·
καὶ ἀνάγκη ἑνὶ μετρεῖν· τὸ μεῖζον
γὰρ διώκει. Ὥστε δύναται
ἓν ἐκ πλειόνων φαντασμάτων ποιεῖν. Καὶ αἴτιον
τοῦτο
τοῦ δόξαν μὴ δοκεῖν ἔχειν, ὅτι τὴν ἐκ συλλογισμοῦ
οὐκ ἔχει, αὕτη δὲ ἐκείνην. Διὸ
τὸ βουλευτικὸν οὐκ ἔχει ἡ
ὄρεξις. Νικᾷ δ’ ἐνίοτε καὶ κινεῖ τὴν βούλησιν· ὁτὲ δ’
ἐκείνη ταύτην, ὥσπερ σφαῖρα, ἡ ὄρεξις τὴν ὄρεξιν, ὅταν
ἀκρασία γένηται.
Φύσει δὲ ἀεὶ ἡ ἄνω ἀρχικωτέρα καὶ κινεῖ,
ὥστε τρεῖς φορὰς ἤδη κινεῖσθαι. Τὸ δ’
ἐπιστημονικὸν οὐ
κινεῖται, ἀλλὰ μένει. Ἐπεὶ δ’ ἡ μὲν καθόλου ὑπόληψις
καὶ
λόγος, ἡ δὲ τοῦ καθ’ ἕκαστα (ἡ μὲν γὰρ λέγει ὅτι δεῖ
τὸν τοιοῦτον τὸ τοιόνδε
πράττειν, ἡ δὲ ὅτι τόδε τὸ νῦν
καθόλου. Ἢ ἄμφω, ἀλλ’ ἡ μὲν ἠρεμοῦσα μᾶλλον, ἡ δ’ οὔ.
Τὴν μὲν οὖν θρεπτικὴν ψυχὴν ἀνάγκη πᾶν ἔχειν ὅτι
περ ἂν ζῇ καὶ ψυχὴν ἔχῃ ἀπὸ
γενέσεως μέχρι φθορᾶς·
ἀνάγκη γὰρ τὸ γενόμενον αὔξησιν ἔχειν καὶ ἀκμὴν καὶ
φθίσιν,
ταῦτα δ’ ἄνευ τροφῆς ἀδύνατον· ἀνάγκη ἄρα ἐνεῖναι
τὴν θρεπτικὴν
δύναμιν ἐν πᾶσι τοῖς φυομένοις καὶ φθίνουσιν.
Αἴσθησιν δ’ οὐκ ἀναγκαῖον ἐν ἅπασι
τοῖς ζῶσιν· οὔτε γὰρ
ὅσων τὸ σῶμα ἁπλοῦν, ἐνδέχεται ἁφὴν ἔχειν, οὔτε ἄνευ
ταύτης οἷόν τε οὐθὲν εἶναι ζῷον· οὔτε ὅσα μὴ δεκτικὰ τῶν
εἰδῶν ἄνευ τῆς
ὕλης. Τὸ δὲ ζῷον ἀναγκαῖον αἴσθησιν ἔχειν,
εἰ μηθὲν μάτην ποιεῖ ἡ φύσις. Ἕνεκά
του γὰρ πάντα
ὑπάρχει τὰ φύσει, ἢ συμπτώματα ἔσται τῶν ἕνεκά του. Εἰ
οὖν πᾶν
σῶμα πορευτικὸν μὴ ἔχον αἴσθησιν, φθείροιτο ἂν
καὶ εἰς τέλος οὐκ ἂν ἔλθοι, ὅ ἐστι
φύσεως ἔργον· πῶς γὰρ
θρέψεται; Τοῖς μὲν γὰρ μονίμοις ὑπάρχει τὸ ὅθεν πεφύκασιν·
οὐχ οἷόν τε δὲ σῶμα ἔχειν μὲν ψυχὴν καὶ νοῦν κριτικόν,
αἴσθησιν δὲ μὴ ἔχειν,
μὴ μόνιμον ὄν, γεννητὸν δέ.
Ἀλλὰ μὴν οὐδὲ ἀγέννητον· διὰ τί γὰρ ἕξει; Ἢ γὰρ τῇ
ψυχῇ βέλτιον ἢ τῷ σώματι. Νῦν δ’ οὐδέτερον· ἡ μὲν γὰρ
οὐ μᾶλλον νοήσει, τὸ
δ’ οὐθὲν ἔσται μᾶλλον δι’ ἐκεῖνο.
Οὐθὲν ἄρα ἔχει ψυχὴν σῶμα μὴ μόνιμον ἄνευ
αἰσθήσεως.
Ἀλλὰ μὴν εἴγε αἴσθησιν ἔχει, ἀνάγκη τὸ σῶμα εἶναι ἢ
ἁπλοῦν ἢ
μικτόν. Οὐχ οἷόν τε δὲ ἁπλοῦν· ἁφὴν γὰρ οὐχ
ἕξει, ἔστι δὲ ἀνάγκη ταύτην ἔχειν.
Τοῦτο δὲ ἐκ τῶνδε δῆλον.
Ἐπεὶ γὰρ τὸ ζῷον σῶμα ἔμψυχόν ἐστι, σῶμα δὲ ἅπαν
ἁπτόν, ἁπτὸν δὲ τὸ αἰσθητὸν ἁφῇ, ἀνάγκη καὶ τὸ τοῦ ζῴου
ἄλλαι αἰσθήσεις δι’ ἑτέρων
αἰσθάνονται, οἷον ὄσφρησις ὄψις
ἀκοή· ἁπτόμενον δέ, εἰ μὴ ἕξει αἴσθησιν, οὐ
δυνήσεται τὰ μὲν
φεύγειν τὰ δὲ λαβεῖν. Εἰ δὲ τοῦτο, ἀδύνατον ἔσται σώζεσθαι
τὸ ζῷον. Διὸ καὶ ἡ γεῦσίς ἑστιν ὥσπερ ἁφή τις·
τροφῆς γάρ ἐστιν, ἡ δὲ τροφὴ
τὸ σῶμα τὸ ἁπτόν. Ψόφος
δὲ καὶ χρῶμα καὶ ὀσμὴ οὐ τρέφει, οὐδὲ ποιεῖ οὔτ’ αὔξησιν
οὔτε φθίσιν. Ὥστε καὶ τὴν γεῦσιν ἀνάγκη ἁφὴν εἶναί τινα,
διὰ τὸ τοῦ ἁπτοῦ
καὶ θρεπτικοῦ αἴσθησιν εἶναι. Αὗται μὲν
οὖν ἀναγκαῖαι τῷ ζῴῳ, καὶ φανερὸν ὅτι οὐχ
οἷόν τε ἄνευ
ἁφῆς εἶναι ζῷον. Αἱ δὲ ἄλλαι τοῦ τε εὖ ἕνεκα καὶ γένει
ζῴων ἤδη
οὐ τῷ τυχόντι, ἀλλὰ τισίν, οἷον τῷ πορευτικῷ
ἀνάγκη ὑπάρχειν· εἰ γὰρ μέλλει
σώζεσθαι, οὐ μόνον
δεῖ ἁπτόμενον αἰσθάνεσθαι ἀλλὰ καὶ ἄποθεν. Τοῦτο δ’ ἂν
εἴη, εἰ διὰ τοῦ μεταξὺ αἰσθητικὸν εἴη τῷ ἐκεῖνο μὲν ὑπὸ τοῦ
αἰσθητοῦ πάσχειν
καὶ κινεῖσθαι, αὐτὸ δ’ ὑπ’ ἐκείνου. Ὥσ περ
γὰρ τὸ κινοῦν κατὰ τόπον μέχρι τοῦ
μεταβάλλειν ποιεῖ,
καὶ τὸ ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν, καὶ ἔστι διὰ μέσου ἡ
κίνησις, καὶ δὴ τὸ μὲν πρῶτον κινοῦν ὠθεῖ οὐκ ὠθούμενον,
τὸ δ’ ἔσχατον μόνον
ὠθεῖται οὐκ ὦσαν, τὸ δὲ μέσον ἄμφω,
πολλὰ δὲ μέσα, οὕτως ἐπ’ ἀλλοιώσεως, πλὴν ὅτι
μένοντος
ἐν τῷ αὐτῷ τόπῳ ἀλλοιοῖ, οἷον εἰ εἰς κηρὸν βάψειέ τις,
μέχρι τούτου
ἐκινήθη, ἕως ἔβαψεν· λίθος δὲ οὐδέν, ἀλλ’
ὕδωρ μέχρι πόρρω. Ὁ δ’ ἀὴρ ἐπὶ πλεῖστον
κινεῖται καὶ ποιεῖ
καὶ πάσχει, ἐὰν μένῃ καὶ εἷς ᾖ. Διὸ καὶ περὶ ἀνακλάσεως
βέλτιον ἢ τὴν ὄψιν ἐξιοῦσαν κλᾶσθαι, τὸν ἀέρα πάσχειν
ὑπὸ τοῦ σχήματος καὶ
χρώματος, μέχρι περ οὗ ἂν εἷς ᾖ.
κινεῖ, ὥσπερ ἂν εἰ τὸ ἐν τῷ κηρῷ σημεῖον διεδίδοτο μέχρι
τοῦ
πέρατος.
Ὅτι δ’ οὐχ οἷόν τε ἁπλοῦν εἶναι τὸ τοῦ ζῴου σῶμα,
φανερόν, λέγω δ’ οἷον πύρινον
ἢ ἀέρινον. Ἄνευ μὲν γὰρ
ἁφῆς οὐδεμίαν ἐνδέχεται ἄλλην αἴσθησιν ἔχειν· τὸ γὰρ σῶμα
ἁπτικὸν τὸ ἔμψυχον πᾶν, ὥσπερ εἴρηται. Τὰ δὲ ἄλλα ἔξω
γῆς αἰσθητήρια μὲν ἂν
γένοιτο, πάντα δὲ τῷ δι’ ἑτέρου
αἰσθάνεσθαι ποιεῖ τὴν αἴσθησιν καὶ διὰ τῶν
μεταξύ. Ἡ δ’
ἁφὴ τῷ αὐτῶν ἅπτεσθαί ἐστιν, διὸ καὶ τοὔνομα τοῦτο
ἔχει. Καίτοι
καὶ τὰ ἄλλα αἰσθητήρια ἁφῇ αἰσθάνεται,
ἀλλὰ δι’ ἑτέρου· αὕτη δὲ δοκεῖ μόνη δι’
αὑτῆς. Ὥστε τῶν
μὲν τοιούτων στοιχείων οὐθὲν ἂν εἴη σῶμα τοῦ ζῴου. Οὐδὲ
δὴ
γήϊνον. Πάντων γὰρ ἡ ἁφὴ τῶν ἁπτῶν ἐστὶν ὥσπερ
μεσότης, καὶ δεκτικὸν τὸ
αἰσθητήριον οὐ μόνον ὅσαι διαφοραὶ
γῆς εἰσίν, ἀλλὰ καὶ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν
ἄλλων
ἁπτῶν ἁπάντων. Καὶ διὰ τοῦτο τοῖς ὀστοῖς καὶ ταῖς θριξὶ
καὶ τοῖς
τοιούτοις μορίοις οὐκ αἰσθανόμεθα, ὅτι γῆς ἐστίν.
Καὶ τὰ φυτὰ διὰ τοῦτο οὐδεμίαν
ἔχει αἴσθησιν, ὅτι γῆς
ἐστίν· ἄνευ δὲ ἁφῆς οὐδεμίαν οἷόν τε ἄλλην ὑπάρχειν,
τοῦτο δὲ τὸ αἰσθητήριον οὐκ ἔστιν οὔτε γῆς οὔτε ἄλλου τῶν
στοιχείων οὐδενός.
Φανερὸν τοίνυν ὅτι ἀνάγκη μόνης ταύτης
στερισκόμενα τῆς αἰσθήσεως τὰ ζῷα
ἀποθνήσκειν·
οὔτε γὰρ ταύτην ἔχειν οἷόν τε μὴ ζῷον, οὔτε ζῷον ὂν
ἄλλην ἔχειν
ἀνάγκη πλὴν ταύτης. Καὶ διὰ τοῦτο τὰ μὲν
ἄλλα αἰσθητὰ ταῖς ὑπερβολαῖς οὐ
διαφθείρει τὸ ζῷον, οἷον
χρῶμα καὶ ψόφος καὶ ὀσμή, ἀλλὰ μόνον τὰ αἰσθητήρια, ἂν
μὴ κατὰ συμβεβηκός, οἷον ἂν ἅμα τῷ ψόφῳ ὦσις γένηται
τῇ ἁφῇ φθείρει. Καὶ ὁ χυμὸς δὲ ᾗ ἅμα
συμβαίνει ἁπτικὸν
εἶναι, ταύτῃ φθείρει. Ἢ δὲ τῶν ἁπτῶν ὑπερβολή, οἷον
θερμῶν
καὶ ψυχρῶν καὶ σκληρῶν, ἀναιρεῖ τὸ ζῷον· παντὸς
μὲν γὰρ αἰσθητοῦ ὑπερβολὴ ἀναιρεῖ
τὸ αἰσθητήριον, ὥστε
καὶ τὸ ἁπτὸν τὴν ἁφήν, ταύτῃ δὲ ὥρισται τὸ ζῆν· ἄνευ
γὰρ ἁφῆς δέδεικται ὅτι ἀδύνατον εἶναι ζῷον. Διὸ ἡ τῶν
ἁπτῶν ὑπερβολὴ οὐ
μόνον τὸ αἰσθητήριον φθείρει, ἀλλὰ καὶ
τὸ ζῷον, ὅτι ἀνάγκη μόνην ἔχειν ταύτην.
Τὰς δ’ ἄλλας
αἰσθήσεις ἔχει τὸ ζῷον, ὥσπερ εἴρηται, οὐ τοῦ εἶναι ἕνεκα
ἀλλὰ
τοῦ εὖ, οἷον ὄψιν, ἐπεὶ ἐν ἀέρι καὶ ὕδατι, ὅπως ὁρᾷ,
ὅλως δ’ ἐπεὶ ἐν διαφανεῖ,
γεῦσίν τε διὰ τὸ ἡδὺ καὶ λυπηρόν,
ἵνα αἰσθάνηται τὸ ἐν τροφῇ καὶ ἐπιθυμῇ καὶ
κινῆται,
ἀκοὴν δὲ ὅπως σημαίνῃ τι αὑτῷ, γλῶτταν δὲ ὅπως σημαίνῃ
τι ἑτέρῳ.