Fragmenta Deperditae Partis Primae Aristotle Frederic G. Kenyon University of Leipzig European Social Fund Saxony Gregory Crane Monica Berti Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Greta Franzini Project Manager (University of Leipzig), 2013-2014 Frederik Baumgardt Technical Manager (University of Leipzig), 2013-2015 Simona Stoyanova Project Manager (University of Leipzig), 2015 Project Assistant (University of Leipzig), 2013-2014 University of Leipzig tlg0086.tlg003.1st1K-grc2.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2014 University of Leipzig Germany Aristotelis Res Publica Atheniensium Frederic G. Kenyon Aristotle Reimer Berlin 1903 Supplementum Aristotelicum 3.2 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
FRAGMENTA DEPERDITAE PARTIS PRIMAE

1.

Epit. Heraclidis 1 : Ἀθηναῖοι τὸ μὲν ἐξ ἀρχῆς ἐχρῶντο βασιλείᾳ, συνοικήσαντος δὲ Ἴωνος αὐτοὺς τότε πρῶτον Ἴωνες ἐκλήθησαν. Πανδίων δὲ βασιλεύσας μετὰ Ἐρεχθέα διένειμε τὴν ἀρχὴν τοῖς υἱοῖς. καὶ διετέλουν οὗτοι στασιάζοντες.

Harocration Ἀπόλλων πατρῷος: ὁ Πύθιος. προσηγορία τίς ἐστι τοῦ θεοῦ, πολλῶν καὶ ἄλλων οὐσῶν. τὸν δὲ Ἀπόλλωνα κοινῶς πατρῷον τιμῶσιν Ἀθηναιοι ἀπὸ Ἴωνος· τούτου γὰρ <συν>οικήσαντος τὴν Ἀττικήν, ὡς Ἀριστοτέλης ὀνομασθῆναι. Lex. Bekk. quintum s. v. πάτιος Ἀπόλλων (ΒΑ 292,3):. . . . ἢ ὅτι Ἀπόλλων μιγεὶς Κρεούσῃ τῇ θυγατρὶ Ἐρεχθέως ἐγέννησεν τὸν Ἴωνα, ἀφ᾿ οὗ Ἴωνες, καὶ διὰ τοῦτο πάτριός ἐστιν Ἀθηναίοις ὁ Ἀπόλλων. Ex eodem lexico Lex. Patm. p. 143 πατρῷος Ἀπόλλων: οὗτος Ἀθήνησιν ἐτιμᾶτο, ἐπειδὴ Ἀπόλλων συγγενόμενος Κρεούσῃ τῇ Ἐρεχθέως ἐγέννησεν Ἴωνα, ἀφ᾿ οὗ Ἴωνες, et Schol. Plat. Euthyd. 302 C: Ἀπόλλων πατρῷος] . . . . . οἱ δὲ ὅτι Κρεούσῃ τῇ Ἐρεχθέως μιγεὶς Ἀπόλλων Ἴωνα ἐγέννησεν, ἀφ᾿ οὗ καὶ τοὺς Ἀθηναίους ποτὲ Ἴωνας κληθῆναι καὶ διὰ ταῦτα τατρῷον αὐτοὺς Ἀπόλλωνα ἔχειν. Schol. Arist. Av. 1527 πατρῷον διὰ τιμῶσιν Ἀπόλλωνα Ἀθηναῖοι, ἐπεὶ Ἴων ὁ πολέμαρχος Ἀθηναίων ἐξ Ἀπόλλωνος καὶ Κρεούσης τῆς Ξούθου <γυναικὸς>ἐγένετο. cf. Bekk. An. 291 = Schol. Plat. Euthydem.

2.

Plutarch. Thes. 25 ἔτι δὲ μᾶλλον αὐξῆσαι τὴν πόλιν βουλόμενος ἐκάλει πάντας ἐπὶ τοῖς ἴσοις, καὶ τὸ “δεῦρ᾿ ἴτε πάντες λεῴ” κήρυγμα Θησέως γενέσθαι φασὶ πανδημίαν τινα καθιστάντος. οὐ μὴν ἄτακτον οὐδὲ μεμιγμένην περιεῖδεν ὑπὸ πλήθους ἐπιχυθέντος ἀκρίτου γενομένην τὴν 3 De Heraclide vide p. 87: hic citatur initium ut comparetur cum verbis Harpocrationis 4 συνοικήσαντος] οἰκήσαντος codd., sed cf. Heracl. et Arist. c. XLI (p. 42,21) 20 πολέμαρχος] cf. Arist. c. III (p. 4,3) 24 Theseus 25 ἐπὶ τοῖς ἴσοις] cf. Heracl. 1 Θησεὺς δὲ ἐκήρυξε καὶ συνεβίβασε τούτους ἐπ᾿ ἴσῃ καὶ ὁμοίᾳ δημοκρατίαν, ἀλλὰ πρῶτος ἀποκρίνας χωρὶς εὐπατρίδας καὶ γεωμόρους καὶ δημιουργούς, εὐπατρίδαις δὲ γινώσκειν τὰ θεῖα καὶ παρέχειν ἄρχοντας ἀποδοὺς καὶ νόμων διεδασκλους εἶναι καὶ ὁσίων καὶ ἱερῶν ἐξηγητάς, τοῖς ἄλλοις πολίταις ὥσπερ εἰς ἴσον κατέστησε, δόξῃ μὲν εὐπατριδῶν χρείᾳ δὲ γεωμόρων πλήθει δὲ δημιουργῶν ὑπερέχειν δοκούντων. ὅτι δὲ πρῶτος ἀπέκλινε πρὸς τὸν ἄχολον, ὡς Ἀριστοτέλης φησί, καὶ ἀφῆκε τὸ μοναρχεῖν, ἔοικε μαρτυρεῖν καὶ Ὅμηρος ἐν νεῶν καταλόγῳ μόνους Ἀθηναίους δῆμον προσαγορεὐσας.

3.

Schol. in Plat. Axioch. 371 D p. 465 (cf. Moeris att. p. 193,16) s. V. Ἀριστοτέλης’AΡιστοἌV τοῦ ὅλου πλήθους διῃρημένου Ἀθήνησιν εἴς τε τοὺς γεωργοὺς καὶ τοὺς δημιουργοὺς φυλὰς αὐτῶν εἶναι τέσσαρας, τῶν δὲ φυλῶν ἑκάστης μοίρας εἶναι τρεῖς, ἅς τριττύας τε καλοῦσι καὶ φρατρίας, ἑκάστης δὲ τούτων τριάκοντα εἶναι γένη, τὸ δὲ γένος ἐν τριάκοντα ἕκαστον ἀνδρῶν συνεστάναι. τούτους δὲ τοὺς εἰς τὰ γένη τεταγμένους γεννήτας καλοῦσι.

Lex. Demosth. Patm. p. 152 ed. Sakkeliou s. v. γεννῆται: πάλαι τὸ τῶν Ἀθηναίων πλῆθος, πρὶν ἢ Κλεισθένη διοικήσασθαι τὰ περὶ τὰς Μά(, διῃρεῖτο εἰς γεωργοὺς καὶ δημιουργούς. καὶ φυλαὶ τούτων ἦσαν 6 τῶν δὲ φυλῶν ἑκάστη μοίρας εἶχε ݲ, ἅς φατρίας καὶ τριττύας ἐκάλουν. τούτων δ’ ἑκάστη συνειστήκει ἐκ τριάκοντα Νῶν, καὶ γένος ἕκαστον ἄνδρας εἶχε τριάκοντα τοὺς εἰς τὰ γένη τεταγμένους,. οἵτινες γεννῆται ἐκαλοῦντο, > ὧν αἱ ἱερωσύναι ἑκάστοις προσήκουσαι ἐκληροῦντο, οἷον καὶ Κήρυκες καὶ Ἐτεοβουτάδαι, ὡς ἱστορεῖ ἐν τῆ Ἀθηναίων πολιτείᾳ ’A., λέγων οὕτως· φυλὰς δὲ αὐτῶν δυννενεμῆσθαι 8, ἀπομιμησαμένων τὰς ἐν τοῖς ἐνιαυτοῖς ὥρας, ἐκάστην δὲ διῃρῆσθαι εἰς τρία μέρη τῶν φυλῶν, ὅπως γένηται τὰ πάντα δώδεκα μέρη, καθάπερ οἱ μῆνες εἰς τὸν ἐνιαυτόν, καλεῖσθαι δὲ αὐτὰ τριττῦς καὶ φατρίας· εἰς δὲ τὴν φαττρίαν τριάκοντα γένη διακεκοσημῆσθαι, καθάπερ αἱ ἡμέραι εἰς τὸν μῆνα, τὸ δὲ γἐνος εἶναι τριάκοντα ἀνδρῶν. Eadem doctrina ex eodem lexico. Lex. Bekk. quintum 227,9 (exscr. Et. Μ. 226,13) γεννῆται τίνες εἰσίν: γένος γένους cod., corr. Bekk.) ἐστὶ σύστημα ἐκ τριάκοντα ἀνδρῶν συνεστός, οὗ οἱ μετέχοντες ἐκαλοῦντο γεννῆται, οὐ κατὰ γένος ἀλλήλοις προσήκοντες οὐδ’ ἀπὸ τοῦ αὐτοῦ αἴματος, ἀλλ’ ὥσπερ οἱ δημόται καὶ φράτορες ἐκαλοῦντο νόμων κοινωνίαν τινὰ ἔχοντες οὕτω καὶ οἱ γεννῆται συγγενικῶν ὀργίων καὶ θεῶν, ἀφ’ ὧν ὀργεῶνες ὠνομάσησαν. Suid.I γεννῆται: οὐχ οἱ ἐκ γένους καὶ ἀφ’ αἵματος προσήκοντες, ἀλλ’ οἱ ἐκ τῶν γενῶν τῶν συννενεμημένων εἰς 2 articulos suppl. K-W 4 τοὺς [ἄλλοις] πολίτας K-W 7 Ὅμηρος] B 547 19 διᾐρητο K-W εἰς γεωργοὺς K-W 20 et 28 φατρίας] cf. Meisterhans p. p.82 701 ; de vulgari forma cf. 1. 13 et Arist. p. 25,6 23 ἐξ et al suppl. ex Harp. τὰς φρατρίας. οὗτοι δέ εἰσι, καθάπερ οἱ δημόται καὶ φράτορες,. νόμῳ τινἶ ἔχοντες κοινωνίαν. τὸ δέ γένος ἔχει ἄνδρας λ. αἱ δὲ φρατρίαι ἐκαλοῦντο τριττῦς, ὅτι τεσσάρων φυλῶν οὑσῶν εἰς τρία ἑκάστην διεῖλον μέρη, τὰς μὲν φυλὰς τέσσαρας ποιήσαντες ἀπομιμησάμενοι τὰς τοῦ ἐνιαυτοῦ ὥρας, τὰς δὲ φρατρίας καὶ τριττῦς ιβ, καθάπερ οἱ μῆνες, τὰ 62 δὲ γένη λ ἐν add. vulg.) ἑκάστῃ φρατρίᾳ, καθάπερ αἱ ἡμέραι, τξ (τξε cod., corr. Schol. Plat. Phileb. 30 D: γεννῆται δὲ οὐχ οἱ ἐκ γένους καὶ ἀφ’ αἵματος προσήκοντες, ἀλλ’ οἱ ἐκ τῶν γενῶν τῶν συννενεμημένων εἰς τὰς φρατρίας. οὗτοι δὲ εἰσι, καθάπερ οἱ δημόται καὶ φράτορες νόμῳ τινὶ ἔχοντες κοινωνίαν. τὸ δὲ γένος ἔχει ἄνδρας λ. αἱ δὲ φρατρίαι ἐκαλοῦντο τριττῦς, ὅτι τεσσάρων φυλῶν οὑσῶν εἰς τρία ἑκάστην διεῖλον μέρη, τὰς μὲν φυλὰς δ > κατὰ τὰς ὥρας τοῦ ἐνιαυτοῦ, τὰς δὲ φρατρίας καὶ τριττύας δυοκαίδεκα οἷον μῆνας, τὰ δὲ γένη λ ἐν ἑκάστῃ φρατρίᾳ, καθάπερ ἡμέρας τξ. δωδεκάκις γὰρ λ τε. Adde lexicon quo Eustathius usus est, qui laudato Aelio Dionysio et altero simili lexico (ἐν ἑτέρῳ δὲ ὁμοίῳ λεξικῷ) pergit p. 239,37: ἀλλαχοῦ δὲ (scil. φέραται), ὅτι τεσσάρων οὐσῶν ποτε φυλῶν Ἀθήνησι πρὸς μίμησιν τῶν τοῦ ἐνιαυτοῦ ὡρῶν εἰς τρία ἑκάστην διεῖλον μέρῃ, ἤγουν εἰς φρατρίας, ὅ ἐστι τριττῦς δύδεκα, καθ’ ὁμοιότητα τῶν μηνῶν, ἑκάστην δὲ φρατρίαν εἰς γἐνη τριάκοντα, καθάπερ ἡμέραι τριακόσιοι ἑξήκοντα, ὅθεν καὶ ἦν τι σύστημα κοινωνικόν, οἱ γεννῆται, ὅ ἐστιν οἱ ἐκ τῶν γενῶν τῶν συννενεμημένων εἰς τὰς φρατρίας, ἤτοι τῶν ἐκ τοῦ αὐτοῦ γένους, καὶ ἦσαν οὖτοι καθάπερ οἱ δημόται καὶ οἱ φράτορες ἤδη δὲ καὶ οἱ πολῖται καὶ οἱ θιασῶται καὶ οἱ φυλέται καὶ οἱ λοχῖται καὶ οἱ ἐθνῖται καὶ οἱ δαιταλεῖς) νόμῳ τινὶ (ieg. νόμων τινὰ) ἔχοντες κοινωνίαν. ἔχει δὲ, φησὶ, τὸ μὲν γένος ἄνδρας τριάκοντα, ἑκάστη Γε φατρία εἴτουν τριττὺς γένη τριάκοντα.

Harpocr. γεννῆται: οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες. διῃρημένων γὰρ ἁπάντων τῶν πολιτῶν κατὰ μέρη τὰ μὲν πρῶτα καὶ μέγιστα μέρη ἐκαλοῦντο φυλαί, ἑκάστη δὲ φυλὴ τριχῆ διᾐτητο καὶ ἐκαλεῖτο ἕκαστον μέρος τούτων τριττὺς καὶ φατρία. πάλιν δὲ τῶν φατριῶν ἑκάστη διῇρητο εἰς γένη λ, ἐξ ὧν αἱ ἱερωσύναι αἰ ἑκάστοις προσήκουσαι ἐκληροῦντο . . . . . . Ἰσαῖος δ’ ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου τοὺς συγγενεῖς γεννήτας ὠνόμασε. οὐχ οἱ συγγενεῖς μέντοι ἁπλῶς καὶ οἱ ἐξ αἵματος γεννῆταί τε καὶ ἐκ τοῦ αὐτοῦ γένους ἐκαλοῦντο, ἀλλ’ οἱ ἐξ ἀρχῆς εἰς τὸ καλούμενα γένη κατανεμηθέντες. (Epitomen exscr. Suid. II).

Harp. s. V. τριττύς: τριττύς ἐστι τὸ τρίτον μέρος τῆς φυλῆς· αὕτη γὰρ διᾐρηται εἰς τρία μέρη, τριττῦς καὶ ἔθνη καὶ φατρίας, ὥς φησιν ’A. ἐν τῇ Ἀθ. πολ. (Epitomen exscr. Suid. I et Phot. I, ex quo Et. gen. [Sym., Et. M. 768,12]. Cf. Lex. Beek. quint. (BA 306,24): τριττύς· τρίτον μέρος τῆς φυλῆς. τριττύαρχοι· οἱ τῶν τριττύων ἄρχοντες. Phot. II τριττύς· φυλῆς μέρος τρίτον, καὶ τρττύαρχος ὁ ἄρχων. Schol. Plat. Rep. 175 A: Ἀθήνησι δέκα μὲν ἦισαν φυλαί, διῂρητο δ’ τούτων εἰς τρία, εἰς τριττύας, εἰς ἔθνη, εἰς φρατρίαν. οἱ οὖν ἑκάστης τριττύος ἄρχοντες τριττύαρχοί τε καλοπυνται καὶ τρττυαρχοῦτσιν. Similiter Poll. VIII 108. 111.

Schol. Vatic. ad Eurip, Hipp. 11: ’A. ἱστορεῖ ὅτι ἐλθὼν Θησεὺς εἰς Σκῦρον ἐπὶ κατασκοπὴν εἰκότως δοὰ τὴν Αἰγέως συγγένειαν ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν, φοβηθέντος τοῦ Λυκομήδους τοῦ βασιλεύοντος * * * Ἀθηναῖοι 81 μετὰ τὰ Μηδικὰ κατὰ μαντείαν ἀνελόντες τὰ ὸστᾶ αὐτοῦ ἔθαψαν.

Cetera fragmenta quae ad Aristotelis rem publicam Atheniensium a quibusdam relata sunt (vid. Rose, ed Teubneriana, nos. 382, 386, 392, 394, 399, 401, 415, 456, cf. K-W 3 p. –90) nunc videmus ad hunc libellum non pertinere; neque causa amrlius exstare videtur cur hoc loco dehinc imprimantur.

4 ὠσθεὶς] ὡς Θησεὺς codd., corr. fex Heracl. Schwartz inlercidit μὴ σφετερίσηται τὴν νῆσον cf. Heracl.