Text encoded in accordance with the latest EpiDoc standards
Ἡ περὶ φύσεως ἐπιστήμη σχεδὸν ἡ πλείστη φαίνεται περί
ἐχόντων είσίν.
συνεχὲς μὲν οὖν ἐστὶ τὸ διαιρετὸν εἰς ἀεὶ διαιρετά, σῶμα δὲ τὸ πάντῃ
διαιρετόν. μεγέθους δὲ τὸ μὲν ἐφʼ ἓν γραμμή, τὸ δʼ ἐπὶ δύο ἐπύτεδον, τὸ
δʼ ἐπὶ τρία σῶμα. καὶ παρὰ ταῦτα οὐκ ἔστιν ἄλλο μέγεθος διὰ τὸ τὰ τρία
πάντα εἶναι καὶ τὸ τρὶς πάντη. καθάπερ γάρ φασι καὶ οἱ
Πυθαγόρειοι, τὸ πἄν καὶ τὰ πάντα τοῖς τρισὶν ὥρισται· τελευτὴ γὰρ καὶ
μέσον καὶ ἀρχὴ τὸν ἀριθμὸν ἔχει τὸν τοῦ παντός, ταῦτα δὲ τὸν τῆς
τριάδος. διὸ παρὰ τῆς φύσεως εἰληφότες ὥσπερ νόμους ἐκείνης, καὶ πρὸς
τὰς ἁγιστείας χροώμεθα τῶν θεῶν τῷ ἀριθμῷ τούτῳ. ἀποδίδομεν δὲ καὶ
τὰς προσηγορίας τὸν τρόπον τοῦτον· τὰ γὰρ δύο ἄμφω μὲν
λέγομεν καὶ τούς δύο ἀμφοτέρους, πάντας δʼ οὐ λέγομεν, ἀλλὰ κατὰ τῶν
τριῶν ταύτην τὴν προσηγορίαν εἰλήφαμεν πρῶτον. ταῦτα δʼ, ὥσπερ εἴρηται,
διὰ τὸ τὴν φύσιν αὐτὴν οὕτοως ἐπάγειν ἀκολουθοῦμεν. ὥστʼ ἐπεὶ τὰ πάντα
καὶ τὸ πᾶν
ἐστιν· τῶν δʼ ἄλλων τὸ μὲν ἐφʼ
ἕν, τὸ δʼ ἐπὶ δύο· ὡς γὰρ τοῦ ἀριθμοῦ τετυχήκασιν, οὕτω καὶ τῆς
διαιρέσεως καὶ τοῦ συνεχοῦς· τὸ μὲν γὰρ ἐφʼ ἓν συνεχές, τὸ δʼ ἐπὶ δύο,
τὸ δὲ πάντη τοιοῦτον. ὅσα μὲν οὖν διαιρετὰ τῶν μεγεθῶν, καὶ συνεχῆ
ταῦτα. εἰ δὲ καὶ τὰ συνεχῆ πάντα διαιρετά,
οὔπαω δῆλον ἐκ
τῶν νῦν· ἀλλʼ ἐκεῖνο μὲν δῆλον, ὡς οὐκ
πάντῃ γάρ ἐστιν. τῶν μὲν οὖν ἐν μορίου
εἴδει σωμάτων κατὰ τὸν λόγον ἕκαστον τοιοῦτόν ἐστιν. πάσας γὰρ ἔχει τὰς
διαστάσεις. ἀλλʼ ὥρισται πρὸς τὸ πλησίον ἀφῇ, διὸ τρόπον τινὰ πολλά τῶν
σωμάτων ἕκαστόν ἐστιν. τὸ δὲ ετᾶν οὗ ταῦτα μόρια, τέλειον ἀναγκαῖον
εἶναι καὶ καθάπερ τοὔνομα σημαίνει
πάντῃ, καὶ μὴ τῇ μὲν τῇ
δʼ οὔ.
2 Περὶ μὲν οὖν τῆς τοῦ παντὸς φύσεως, εἴτʼ ἄπειρός ἐστι κατὰ τὸ μέγεθος
εἴτε· πεπέρανται τὸν σύνολον ὄγκον, ὕστερον ἐπισκεπτέον· περὶ δὲ τῶν
κατʼ εἶδος αὐτοῦ μορίων νῦν λέγω ἀρχὴν ποιησάμενοι τήνδε. πάντα γὰρ τὰ
φυσικὰ σώματα
καὶ μεγέθη καθʼ αὖτὰ κινητὰ λέγομεν εἶναι
κατὰ τόπονʼ τὴν γὰρ φύσιν κινήσεως ἀρχὴν εἶναί φαμεν αὐτοῖς. πᾶσα δὲ
κίνησις ὅση κατὰ τόπον, ἣν καλοῦμεν φοράν, ἢ εὐθεῖα ἢ κύκλῳ ἢ ἐκ τούτων
μικτή· ἀπίαι γὰρ αὗται δύο μόναι. αἴτιον δʼ ὅτι καὶ τὰ μεγέθη ταῦτα ἀπλᾶ
μόνον,
ἥ τʼ εὐθεῖα καὶ ἡ περιφερής. κύκλῳ μὲν οὖν ἐστὶν ἡ
περὶ τὸ μέσον, εὐθεῖα δʼ ἡ ἄνω καὶ κάτω. λέγω δʼ ἄνω μὲν τὴν
ἀπετελέσθη ἐν τρισὶ καὶ ἡ κίνησις
αὐτοῦ. ἐπεὶ δὲ τῶν σωμάτων τὰ μέν ἐστιν ἀπλᾶ τὰ δὲ σύνθετα ἐκ τούτων
(λέγω δʼ ἀπλᾶ ὅσα κινήσεως ἀρχὴν ἔχει κατὰ φύσιν, οἷον πῦρ καὶ γῆν καὶ
τὰ τούτων εἴδη καὶ τὰ συγγενῆ τούτοις), ἀνάγκη καὶ τὰς κινήσεις εἶναι
τὰς μὲν ἁπλὰς τὰς δὲ μικτάς πως,
καὶ τῶν μὲν ἁπλῶν ἁπλᾶς,
μικτὰς δὲ τῶν συνθέτων, κινεῖσθαι
σῶμα ἀπλοῦν ὃ πέφυκε φέρεσθαι τὴν κύκλῳ
κίνησιν κατὰ τὴν αὐτοῦ φύσιν· βίᾳ μὲν γὰρ ἐνδέχεται τὴν ἄλλου καὶ
ἑτέρου, κατὰ φύσιν δὲ ἀδύνατον, εἴπερ μία ἑκάστου κίνησις ἡ κατὰ φύσιν
τῶν ἁπλῶν. ἔτι εἰ ἡ παρὰ φύσιν ἐναντία τῇ κατὰ φύσιν καὶ ἓν ἐνὶ
ἐναντίον, ἀνάγκη, ἐπεὶ ἁπλῆ ἡ ωύκλῳ,
εἰ μὴ ἔσται κατὰ φύσιν
τοῦ φερομένου σώματος, παρὰ φύσιν αὐτοῖ εἶναι. εἰ οὖν πῦρ ἢ ἄλλο τι τῶν
τοιούτων ἐστὶ τὸ κύκλῳ φερόμενον, ἐναντία ἡ κατὰ φύσιν αὐτοῦ φορὰ ἔσται
τῇ κύκλῳ. ἀλλʼ ἦν ἐνὶ ἐναντίον· ὁ δʼ ἄνω καὶ κάτω ἀλλήλαις ἐναντίαι. εἰ
δʼ ἕτερόν τί ἐστι σῶμα τὸ φερόμενον
κύκλῳ παρὰ φύσιν, ἔσται
τις αὐτοῷ ἄλλη κίνησις κατὰ φύσιν. τούτο δʼ ἐδόνατον· εἰ μὲν γὰρ ἡ ἄνω,
πῦρ ἔσται ἤ ἀήρ, εἰ δʼ ἡ κάταω, ὕδωρ ἢ γῆ. ἀλλὰ μὴν καὶ πραώτην γε
ἀναγκαῖον εἶναι τὴν τοιαότην φοράν. τὸ γὰρ τέλειον πρότερον τῇ φύσει τοῦ
ἀτελοῦς, ὁ δὲ κύκλος τῶν τελείων, εὐθεῖα
δὲ γραμμὴ οὐδεμία·
οὕτε γὰρ ἡ ἄπειρος (ἔχοι γὰρ ἂν πέρας καὶ τέλος) οὔτε τῶν πεπερασμένων
οὐδεμία (πασῶν γάρ
κύκλῳ
προτέρα τῆς εὐθείας, ἡ δʼ ἐπʼ εὐθείας τῶν ἁπλῶν σωμάτων ἐστί (τό τε γὰρ
πῦρ ἐπʼ εὐθείας ἄνω φέρεται καὶ τὰ γεηρὰ κάτω πρὸς τὸ μέσον), ἀνάγκη καὶ
τὴν κύκλῳ κίνησιν τῶν ἁπλῶν τινὸς εἶναι σωμάτων· τῶν γὰρ μικτῶν
τὴνφορὰνἔφαμεν εἶναι κατὰ τὸ ἐπικρατοῦν ἐν τῇ μίξει
τῶν
ὅπλῶν. ἔκ τε δὴ τούτων φανερὸν ὅτι πέφυκέ τις οὐσία σώματος ἄλλη παρὰ
τὰς ἐνταύθα συστάσεις, θειοτέρα καὶ προτέρα τούτων ἀπάντων, κἂν εἴ τις
ἔτι λάβοι πᾶσαν εἶναι κίνησιν ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν, καὶ τὴν ἄλλῳ
παρὰ φύσιν ἑτέρῳ κατὰ φύσιν, οἷον ἡ ἄνω καὶ ἡ κάτω πέπονθεν·
ἡ μὲν γὰρ τῷ πυρί, ἡ δὲ τῇ γῇ παρὰ φύσιν καὶ κατὰ
τὸ πῦρ ἄνω καὶ ἡ
γῆ κάτω, ἐκεῖνο κύκλῳ φέρεσθαι κατὰ φύσιν. εἰ δὲ παρὰ φύσιν φέρεται τὰ
φερόμενα κύκλῳ τὴν πέριξ φοράν, θαυμαστὸν καὶ παντελῶς ἄλογον τὸ μόνην
εἶναι συνεχῆ ταύτην τὴν κίνησιν καὶ ἀῖδιον, οὖσαν παρὰ φύσινʼ φαίνεται
γὰρ ἔν γε τοῖς ἄλλοις τάχιστα φθειρόμενα
τὰ παρὰ φύσιν.
ὥστʼ εἴπερ ἐστὶ πῦρ τὸ φερόμενον, καθάπερ φασί τινες, οὐδὲν ἦττον αὐτῷ
παρὰ φύσιν ἡ κίνησίς ἐστιν αὕτη ἢ ἡ κάτω· πυρὸς γὰρ κίνησιν ὁρῶμεν τὴν
ἀπὸ τοῦ μέσου κατʼ εὐθεῖαν. διόπερ ἐξ ἀπάντων ἄν τις τούτων
συλλογιζόμενος πιστεύσειεν ὡς ἔστι τι παρά τὰ σώματα
τὰ
δεὔρο καὶ περὶ ἡμὰς ἕτερον κεχοωρισμένον, τοσούτῳ τιμιωτέραν ἔχον τὴν
φύσιν ὅσῳπερ ἀφέστηκε τῶν ἐνταῦθα πλεῖον.
3 Ἐπεὶ δὲ τὰ μὲν ὑπόκειται τὰ δʼ ἀποδέδεικται τῶν εἰρημένων, φανερὸν ὅτι
οὕτε κουφότητα οὔτε βάρος ἔχει σῶμα ἅπαν. δεῖ δὲ ὑποθέσθαι τί λέγομεν τὸ
βαρύ καὶ τὸ
κοῦφον, νῦν μὲν ἱκανῶς πρὸς τὴν παροῦσαν
χρείαν, ἀκριβέστερον δὲ πάλιν, ὅταν ἐπισκοπῶμεν περὶ τῆς οὐσίας αὐτῶν.
βαρὺ μὲν οὖν ἔστω τὸ φέρεσθαι πεφυκὸς ἐπὶ τὸ μέσον, κοῦφον δὲ τὸ ἀπὸ τοῦ
μέσου, βαρύτατον δὲ τὸ πᾶσιν ὑφιστάμενον τοῖς κάτω φερομένοις,
κουφότατον δὲ τὸ πᾶσιν
ἐπιπολάζον τοῖς ἄνω φερομένοις.
ἀνάγκη δὲ πᾶν τὸ φερόμενον ἢ κάτα ἢ ἄνω ἢ κουφότητʼ ἔχειν ἢ βάρος ἢ
ἄμφρω, μὴ πρὸς τὸ αὐτὸ δέ· πρὸς ἄλληλα γάρ ἐστι βαρέα καὶ κοῦφα, οἷον
ἀὴρ πρὸς ὕδωρ, καὶ πρὸς γῆν ὕδωρ. τὸ δὴ κύκλῳ σῶμα φερόμενον ἀδύνατον
ἔχειν βάρος ἢ κουφότητα·
οὕτε γὰρ κατὰ φύσιν οὔτε παρὰ
φύσιν ἐνδέχεται αὐτῷ κινηθῆναι ἐπὶ τὸ μέσον ἢ ἀπὸ τοῷ μέσου. κατὰ φύσιν
μὲν γὰρ οὐκ ἔστιν αὐτῷ ἡ ἐπʼ εὐθείας φορά· μία γὰρ ἦν ἑκάστου τῶν ἁπλῶν,
ὥστʼ ἔσται τὸ αὐτὸ τῶν οὕτω τινὶ φερομένων. παρὰ φύσιν δʼ ἐνεχθέντος, εἰ
μὲν ἡ κάτω
παρὰ φύσιν, ἡ ἄνω ἔσται κατὰ φύσιν, εἰ δʼ ἄνω
παρὰ
μὲν μήτε κουφότητʼ ἔχειν
αὐτὸ μηδεμίαν μήτε βάρος (ἢ γάρ ἂν πρὸς τὸ μέσον ἢ ἀπὸ τοῦ μέσου ἠδύνατο
φέρεσθαι κατὰ τὴν ἑαυτοῦ φύσιν), ἕπεθ’ ὅτι ἀδύνατον κινηθῆναι τὴν κατὰ
τόπον κίνησιν ἢ ἄνω ἢ κάτω κατασπώμενον· οὕτε γὰρ κατὰ φύσιν ἐνδέχεται
κινηθῆναι κίνησιν αὗτῷ ἄλλην οὕτε
παρὰ φύσιν, οὕτʼ αὐτῷ
οὔτε τῶν μορίων οὐδενί· ὁ γὰρ αὐτὸς λόγος περὶ ὅλου καὶ μέρους. ὁμοίως
δʼ εὔλογον ὑπολαβεῖν περὶ αὐτοῦ καὶ ὅτι ἀγένητον καὶ ἄφθαρτον καὶ
ἀναυξὲς
ἐξ ἐναντίου τε καὶ ὑποκειμένου τινός, καὶ φθείρεσθαι
ὡσαύτως ὑποκειμένου τέ τινος καὶ ὑπʼ ἐναντίου καὶ εἰς ἐναντίον, καθάπερ
ἐν τοῖς πρώτοις εἴρηται λόγοις· τῶν δʼ ἐναντίων καὶ αἱ φοραὶ ἐναντίαι.
εἰ δὴ τούτῳ μηδὲν ἐναντίον ἐνδέχεται εἶναι διὰ τὸ καὶ τῇ φορᾷ τῇ κύκλῳ
μὴ εἶναι
ἄν τινʼ ἐναντίαν κίνησιν, ὀρθῶς ἔοικεν ἡ φύσις τὸ
μέλλον ἔσεσθαι ἀγένητον καὶ ἄφθαρτον ἐξελέσθαι ἐκ τῶν ἐναντίων· ἐν τοῖς
ἐναντίοις γὰρ ἡ γένεσις καὶ ἡ φθορά. ἀλλὰ μὴν καὶ τὸ αὐξανόμενον ἅπαν
αὐξάνεται καὶ τὸ φθῖνον φθίνει ὑπὸ συγγενοῦς προσιόντος καὶ ἀναλυομένου
εἰς τὴν ὔλην·
τούτῳ δʼ οὐκ ἔστιν ἐξ οὖ γέγονεν. εἰ δʼ ἐστὶ
καὶ ἀναύξητον καὶ ἄφθιτον, τῆς αὐτῆς διανοίας ἐστὶν ὑπολαβεῖν καὶ
ἀναλλοίωτον εἶναι. ἔστι μὲν γὰρ ἡ ἀλλοίωσις κίνησις κατὰ τὸ ποιόν, τοῦ
δὲ ποιοῦ αἱ μὲν ἕξεις καὶ διαθέσεις οὐκ ἄνευ τῶν κατὰ πάθη γίγνονται
μεταβολῶν, οἷον ὑγίειωα καὶ νόσος. κατὰ
δὲ πάθος ὅσα
μεταβάλλει τῶν φυσικῶν σωμάτων, ἔχονθ’ ὑρῶμεν πάντα καὶ αὔξησιν καὶ
φθίσιν, οἷον τά τε τῶν ζῴων σώματα καὶ τὰ μόρια αὐτῶν καὶ τὰ τῶν φυτῶν,
ὑμοίως δὲ καὶ τὰ τῶν στοιχείων· ὥστʼ εἴπερ τὸ κύκλῳ σῶμα μήτʼ οὕς. ιν
ἔχειν ἐνδέχεται μήτε φθίσιν, εὔλογον καὶ ἀναλλοίωτον
εἶναι.
Διότι μὲν οὖν ἀῖδιον καὶ οὔτʼ αὔξησιν ἔχον οὔτε φθίσιν, ὀλλʼ ἀγήρατον καὶ
ἀναλλοίωτον καὶ ἀπαθές ἐστι τὸ πρῶτον τῶν σωμάτων, εἴ τις τοῖς
ὑποκειμένοις πιστεύει, φανερὸν ἐκ τῶν εἰρημένων ἐστίν. ἔοικε δʼ ὅ τε
λόγος τοῖς φαινομένοις
μαρτυρεῖν καὶ τὰ χζφαινόμενα τῷ λόγῳ.
πάντες γὰρ ἄνθρωποι περὶ θεῶν ἔχουσιν ὑπόληψιν, καὶ πάντες τὸν ἀνωτάτω
τῷ θείῳ τόπον ἀποδιδόασι, καὶ βάρβαροι καὶ λλ. ληνες, ὅσοι περ εἶναι
νομίζουσι θεούς, δῆλον ὅτι ὡς τῷ ἀθανάτῳ τὸ ἀθάνατον συνηρτημένον·
ἀδύνατον γὰρ ἄλλως.
τῆς πρώτης οὐσίας τῶν σωμάτων εἴρηται καλῶς. συμβαίνει
δὲ τοῦτο καὶ διὰ τῆς αἰσθήσεως ἱκανῶς, ὥς γε πρὸς ἀνθρωπίνην εἰπεῖν
πίστιν· ἐν ὅπαντι γὰρ τῷ παρεληλυθότι χρόνῳ κατὰ τὴν παραδεδομένην
ἀλλήλοις μνήμην οὐθὲν φαίνεται μεταβεβληκὸς οὕτε καθʼ ὅλον τὸν ἔσχατον
οὐρανὸν
οὕτε κατὰ μόριον αὐτοῦ τῶν οἰκείων οὐθέν, ἔοωιε δὲ
καὶ τοὔνομα παρὰ τῶν ἀρχαίων διαδεδόσθαι μέχρι καὶ τοῦ νῦν χρόνου,
τοὕτον τὸν τρόπον ὑπολαμβανόντων ὅνπερ καὶ ἡμεῖς λέγομεν· οὐ γὰρ ἅπαξ
οὐδὲ δὶς ἀλλὰ πλεονάκις δεῖ νομίζειν τὰς αὐτὰς ἀφικνεῖσθαι δόξας εἰς
ἡμᾶς. διόπερ ὡς ἑτέρου
τινὸς ὄντος τοῷ πρώτου σώματος παρὰ
γῆν καὶ πῦρ καὶ ἀέρα καὶ ὕδωρ, αἰθέρα προσωνόμασαν τὸν ἀνωτάτω τόπον,
ἀπὸ τοῦ θεῖν ἀεὶ τὸν ἀiδιον χρόκον θέμενοι τὴν ἐπωνυμίαν αὐτῷ.
Ἀναξαγόρας δὲ καταχρῆται τῷ ὀνόματι τούτῳ οὐ καλῶς· ὀνομάζει γὰρ αἰθέρα
ἀντὶ πυρός.
Φανερὸν δʼ ἐκ τῶν εἰρημένων καὶ διότι τὸν ἀριθμὸν ἀδύνατον εἶναι πλείω
τὸν τῶν λεγομένων σωμάτων ἁπλῶν· τοῦ μὲν γὰρ ἁπλοῦ σώματος ἀνάγκη τὴν
κίνησιν ἀπλῆν εἶναι, μόνας δὲ ταύεας εἶναί φαμεν ἁπίᾶς, τήν τε κύκλῳ καὶ
τὴν ἐπʼ εὐθείας, καὶ ταύτης δύο μόρια, τὴν μὲν
ἀπὸ τοῦ
μέσου, τὴν δʼ ἐπὶ τὸ μέσον.
4 Ὅει δʼ οὐκ ἔστι τῇ κύκλῳ φορᾷ ἐναντία ἄλλη φορά, πλεοναχόθεν ἄν τις
λάβοι τὴν πίστιν, πρῶτον μὲν ὅτι τῇ περιφερεῖ τὴν εὐθεῖαν ἀντικεῖσθαι
μάλιστα τίθεμεν. τὸ γὰρ κοῖλον καὶ τὸ κυρτὸν οὐ μόνον ἀλλήλοις
ἀντικεῖσθαι δοκεῖ
ἀλλὰ καὶ τῷ εὐθεῖ, συνδυαζόμενα καὶ
λαβόντα σύνθεσινʼ
ἄνω καὶ κάτω τόπου τέ ἐστι διαφορὰ καὶ ἐναντίωσις. ἐπείτ’ εἴ
τις ὑπολαμβάνει τὸν αὐτὸν εἶναι λόγον ὅνπερ ὑτὶ τῆς εὐθείας, καὶ ἐπὶ τῆς
περιφεροῦς (τὴν γὰρ ἀπὸ τοῦ Α πρὸς τὸ Β φορὰν ἐναντίαν εἶναι τῇ ἀπὸ τοῦ
Β πρὸς τό Α), τὴν ἐπὶ τῆς εὐθείας λέγει· αὕτη γὰρ πεπέρανται, περιφερεῖς
δʼ ἄπειροι ἂν εἶεν περὶ τὰ αὐτὰ σημεῖα. ὅμοίως δὲ καὶ
ἐπὶ τοῦ ἡμικυκλίου τοῦ ἑνός, οἷον ἀπὸ τοῦ Γ ἐπὶ τὸ Δ καὶ ἀπὸ τοῦ Δ ἐπὶ
τὸ Γ· ἡ γὰρ αὐτὴ τῇ ἐπὶ τῆς διαμέτρον ἐστίν· ἀεὶ γὰρ ἕκαστον ἀπέχειν τὴν
εὐθεῖαν τίθεμεν. ὁμοίως δὲ κἂν εἴ τις κύκλον ποιήσας τὴν ἐπὶ θατέρου
μικυκλίου
φορὰν ἐναντίαν θείη τῇ ἐπὶ θατέρου, οἷον ἐν τῷ
ὅλῳ κύκλῳ τὴν ἀπὸ τοῦ Σ πρὸς τὸ E τοῦ H ἡμικυκλίου τῇ ἀπὸ τοῦ Ζ πρὸς τὸ
E ἐν τῷ θ ἡμικυκλίῳ. εἰ δὲ καὶ αὗται ἐναντίαι, ἀλλʼ οὔτι γε αἱ ἐπὶ τοῦ
ὅλου κύκλου φοραὶ ἀλλήλαις διὰ τοῦτο ἐναντίαι. ἀλλὰ μὴν οὐδʼ ἡ ἁπὸ τοῦ Α
ἐπὶ
τὸ Β κύκλῳ φορὰ ἐναντία τῇ ἀπὸ τοῦ Α ἐπὶ τὸ Γ· ἐκ
ταὐτοῦ γὰρ εἰς ταὐτὸ ἡ κίνησις, ἡ δʼ ἐναντία διωρίσθη φορὰ ἐκ τοῦ
ἐναντίου εἰς τὸ ἐναντίον. εἰ δὲ καὶ ἦν ἡ κύκλῳ τῇ κύκλῳ ἐναντία, μάτην
ἄν ἦν ἢ ἑτέρα· ἐπὶ τὸ αὐτὸ γὰρ, ὅτι ἀνάγκη τὸ κύκλῳ φερόμενον ὑποθενοῦν
ἀρξάμενον
εἰς πάντας ὁμοίως ἀφικνεῖσθαι τούς ἐναντίους
τόπους· εἰσὶ δὲ τόπου ἐναντιότητες τὸ ἄνω καὶ κάτω καὶ τὸ πρόσθιον καὶ
ὀπίσθιον καὶ τὸ δεξιὸν καὶ. ἀριστερόν. αἱ δὲ τῆς φορὰς ἐναντιώσεις κατὰ
τὰς τῶν τόπων εἰσὶν ἐναντιώσεις· εἰ μὲν ἄρʼ ἴσαι ἠσαν, οὐκ ἂν ἦν κίνησις
αὐτῶν, εἰ δʼ ὁ
ἑτέρα κίνησις ἐκράτει, ἑτέρα οὐκ ἂν ἦν· ὥστʼ
εἰ ἀμφότερα ἦν, μάτην ἄν θάτερον ἦν σῶμα μὴ κινούμενον τὴν αὑτοῦ
κίνησιν· μάτην γὰρ ὑπόδημα τοῦτο λέγομεν, οὖ μή ἐστιν ὑπόδεσις. ὁ δὲ
θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν.
5 'Aλλʼ ἐπεὶ δῆλον περὶ τούτων, περὶ τῶν λοιπῶν
ἀληθείας θεωρίαν. σχεδὸν γὰρ αὕτη πασῶν
ἀρχὴ τῶν ἔναντιώσεων τοῖς ἀποφηναμένοις τι περὶ τῆς ὅλης φύσεως καὶ
γέγονε καὶ γένοιτʼ ἄν, εἴπερ καὶ τὸ μικρὸν παραβῆναι τῆς ἀληθείας
ἀφισταμένοις γίνεται πόρροω μυριοπλάσιον, οἷον εἴ τις ἐλάχιστον εἶναί τι
φαίη μέγεθος· οὗτος γὰρ τοὐλάχιστον
εἰσαγαγών τὰ μέγιστα
κινεῖ τῶν μαθηματικῶν. τούτου δʼ αἴτιον ὅτι ἡ ἀρχὴ δυνάμει μείζων ἢ
μεγέθει, διόπερ τὸ ἐν ἀρχ μικρὸν ἐν τῇ τελευτῇ γίνεται παμμέγεθες. τὸ δʼ
ἄπειρον καὶ ἀρχῆς ἔχει δύναμιν καὶ τοῦ ποσοῦ τὴν μεγίστην, ὥστʼ οὐδὲν
ἄτοπον οὐδʼ ἄλογον τὸ θαυμαστὴν εἶναι τὴν
διαφορὰν ἐκ τοῦ
λαβεῖν ὡς ἔστι τι σῶμα ἄπειρον. διὸ περὶ αὐτοῦ λεκτέον ἐξ ἀρχῆς
ἀναλαβοῦσιν. ἀνάγκη δὴ πᾶν σῶμα ἢ τῶν ἁπλῶν εἶναι ἢ τῶν συνθέτων, ὥστε
καὶ τὸ ἄπειρον ἢ ἁπλοῦν εἶναι ἢ σύνθετον. ἀλλὰ μὴν καὶ ὅτι γε
πεπερασμένων τῶν ἁπλῶν ἀνάγκη πεπερασμένον εἶναι τὸ σύνθετον,
δῆλον· τὸ γὰρ ἐκ πεπερασμένων καὶ πλήθει καὶ μεγέθει συγκείμενον
πεπέρανται καὶ επλήθει καὶ μεγέθει· τοσοῦτον γάρ ἐστιν ἐξ ὅσων ἐστὶ
συγκείμενον. λοιπὸν τοίνυνἰδεῖν πότερον ἐνδέχεταί τι τῶν ἁπλῶν ἄπειρον
εἶναι τὸ μέγεθος, ἤ τοῦτʼ ἀδύνατον. προχειρισάμενοι δὴ περὶ τοῦ πρώτου
τῶν
σωμάτων, οὕτω σκοπῶμεν καὶ περὶ τῶν λοιπῶν. ὅτι μὲν
τοίνυν ἀνάγκη τὸ σῶμα τὸ κύκλῳ φερόμενον πεπεράνθαι πἄν, ἐκ τῶνδε δῆλον.
εἰ γὰρ ἄπειρον τὸ κύκλῳ φερόμεσῶμα, νον ἄπειροι ἔσονται αἱ ἀπὸ τοῦ μέσου
ἐκβαλλόμεναι. τῶν δʼ ἀπείρων τὸ διαάστημα ἄπειρον· διάστημα γὰρ λέγω
τῶν γραμμῶν, οὖ μηδὲν ἔστιν ἔξω λαβεῖν μέγεθος ἁπτόμενον
τῶν γραμμῶν. τοῦτʼ οὖν ἀνάγκη ἄπειρον εἶναι· τῶν γὰρ
κινηθῆναι κύκλῳ· τὸν δʼ οὐρανὸν ὁρῶμεν κύκλῳ στρεφόμενον,
καὶ τῷ λόγῳ δὲ διωρίσαμεν ὅτι ἐστί τινος ἡ κύκλῳ κίνησις. ἔτι ἀπὸ
πεπερασμένου χρόνου ἐἀν ἀφέλῃς πεπερασμένον, ἀνάγκη καὶ τὸν λοιπὸν εἶναι
πεπερασμένον καὶ ἔχειν ἀρχήν. εἰ δʼ ὁ χρόνος ὁ τῆς βαδίσεως ἔχει ἀρχήν,
ἔστιν ἀρχὴ καὶ τῆς κινήσεως, ὥστε καὶ τοῦ μεγέθους ὃ
βεβάδωιεν. ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων. ἔστω δή γραμμὴ ἄπειρος,
ἐφʼ ᾖ ΑΓΕ, ἐπὶ θάτερα, ἧ τὸ E· ἡ δʼ ἐφʼ ἧ τὰ ΒΒ, ἐπʼ ἀμφότερα ἄπειρος.
εἰ δὴ γράψει κύκλον ἡ τὸ ΑΓE ἀπὸ τοῦ Γ’ κέντρου, τέμνουσά ποτε
οἰσθήσεται κύκλῳ τὴν ΒΒ ἡ τὸ ΑΓΕ πεπερασμένον χρόνον· ὁ γὰρ
πᾶς χρόνος ἐν ὅσῳ κύκλῳ ἠνέχθη ὁ οὐρανός, πεπερασμένος. καὶ ὁ ἀφῃρημένος
ἄρα, ὃν ἡ τέμνουσα ἐφέρετο. ἔσται ἄρα τις ἀρχὴ ἡ πρῶτον ἡ τὰ E τὴν τὰ ΒΒ
ἔτεμεν. ἀλλʼ ἀδύνατον. οὐκ ἄρα ἔστι κύκλῳ στραφῆναι
τὸ
ἄπειρον. ὥστʼ οὐδὲ τὸν κόσμον, εἰ ἦν ἄπειρος. Ἔτι δὲ καὶ ἐκ τῶνδε
φανερόν, ὅτι τὸ ἄπειρον ἀδύνατον κινηθῆναι. ἔστω γὰρ ἡ τὸ Α φερομένη
παρὰ τὴν Β, πεπερασμένη παρὰ πεπερασμένην. ἀνάγκη δὴ ἄμα τήν τε Α τῆς Β
ἀπολελύσθαι καὶ τὴν Β τῆς Α· ὅσον γὰρ ἡ ἑτέρα
ἐπιβάλλει τῆς
ἑτέρας, καὶ ἡ ἑτέρα ἐκείνης τοσοῦτον. εἰ μὲν οὖν ἄμφω κινοῖντο είς
τούναντίον, θᾶττονἂνἀπολύοιντο, εἰ δὲ παρὰ μένουσπν παραφέροιτο,
βραδύτερον, τῷ αὐτῷ τάχει κινουμένου τοῷ παραφερομένου. ἀλλʼ ἐκεῖνό γε
φανερόν, ὅτι ἀδύνατον τὴν ἄπειρον διελθεῖν ἐν πεπερασμένῳ χρόνφ. ἐν
ἀπείρῳ ἄρα· δέδεικται γὰρ τοὕτο πρότερον ἐν τοῖς περὶ
κιἐπεὶ]
βραδέως, τὴν δὲ παρὰ τὴν ἠρεμοῦσαν πολλῷ ἐκείνων θᾶττον φερομένην. οὐδὲν
οὖν πρὸς τὸν λόγον ἐμπόδιον ὅτι παρʼ ήρεμοῦσαν, ἐπείπερ κινουμένην
ἐνδέχεται τὴν Α παρὰ κινουμένην τὴν Β βραόύτερον παρελθεῖν. εἰ οὖν
ἄπειρος ὁ χρόνος ὃν ἡ πεπερασμένη ἀπολύεται κινουμένη, καὶ ἐν ᾧ ἡ
ἄπειρος τὴν πεπερασμένην ἐκινήθη, ἀνάγκη ἄπειρον εἶναι.
ἀδύνατον ἄρα τὸ ἄπειρον κινεῖσθαι ὅλως· ἐὰν γὰρ καὶ τοὐλάχιστον κινηθῇ,
ἀνάγκη ἄπειρον γενέσθαι χρόνον. ἀλλὰ μὴν ὅ γ’ οὐρανὸς περιέρχεται καὶ
στρέφεται ὅλως κύκλῳ ἐν πεπερασμένφ χρόνῳ, ὥστε περίεισιν ἄπασαν τὴν
ἐντός, οἶον
τὴν ἈΒ πεπερασμένην. ἀδύνατον ἄρα ἄπειρον εἶναι
τὸ κύκλῳ. ἔτι ὥσπερ γραμμὴν ἦς πέρας ἐστὶν ἀδύνατον εἶναι ἄπειρον, ἀλλʼ
εἴπερ, ἐπὶ μῆκος, καὶ ἐπίπεδον ὡσαύτως ἦ πέρας οὐκ ἐνδέχεται· ὅταν δʼ
ὁρισθῇί οὐθαμῇί οἷον τετράγωνον νον ἄπειρον ἢ κύκλον ἢ σφαῖραν, ὥσπερ
οὐδὲ ποδιαίαν ἄπειεἰ
οὖν μήτε σφαῖρα μήτε τετράγωνον μήτε
κύκλος ἐστὶν ἄπειρος, μὴ ὄντος δὲ κύκλου οὐδʼ ἔν ἡ κύκλῳ εἴη φορά,
ὁμοίως δὲ μηδʼ ἀπείρου ὄντος οὐκ ἂν εἴη ἄπειρος, εἰ μηδʼ ὁ κύκλος
ἄπειρός ἐστιν, οὐκ ἄν κινοῖτο κυκλικῶς ἄπειρον σῶμα. ἔτι εἰ τὸ T
κέντρον, ἡ δὲ τὸ ΑΒ ἄπειρος καὶ ἡ τὸ E πρὸς
ὀρθὴν ἄπειρος
καὶ ἡ τὸ ΓΔ κινουμένη, οὐδέποτʼ ἀπολυθήσεται τῆς Ε, ἀλλʼ ἀεὶ ἵξει ὥσπερ
ἡ ΓE· τέμνει γὰρ ᾖ τὸ Ζ. οὐκ ἄρα περίιισι κύκλῳ ἡ ἄπειρος. ἔτι εἴπερ
ἄπειρος ὁ οὐρανός, κινεῖται δὲ κύκλῳ, ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον
ἔσται διεληλυθώς. ἔστω γὰρ ὁ μὲν μένων οὐρανὸς ἄπειρος, ὁ
δʼ ἐντούτῳ κινούμενος ἴσος.ὥστʼ εἴπερ περιελήλυθε κύκλῳ ἄπειρος ὤν,
ἄπειρον τὸ ἴσον αὑτῷ διελήλυθεν ἐν πεπερασμένῳ 273a χρόνῳ. ἀλλά τοῦτʼ ἦν
ἀδύνατον. ἔστι δὲ καὶ ἀντεστραμμένως εἰπεῖν, ὅτι εἰ πεπερασμένος ὁ
χρόνος ἐν ᾧ περιεστράφη, καὶ τὸ μέγεθος ὃ διελήλυθεν ἀνάγκη εἶναι
πεπερασμένον· ἴσον δʼ αὐτῷ διελήλυθεν· πεπέρανται ἄρα καὶ αὐτός. ὅτι μὲν
οὖν
τὸ κύκλῳ κινούμενον οὐκ ἔστιν ἀτελεύτητον οὐδʼ ἄπειρον,
ἀλλʼ ἔχει τέλος, φανερόν.
6 Αλλὰ μὴν οὐδὲ τὸ ἐπὶ τὸ μέσον οὐδὲ τὸ ἀπὸ τοῦ μέσου φερόμενον ἄπειρον
ἔσται· ἐναντίαι γὰρ αἱ φοραὶ ἡ ἄνω καὶ ἡ κάτω, αἱ δʼ ἐναντίαι εἰς
ἐναντίους τόπους. τῶν δʼ ἐναντίων
εἰ θάτερον ὥρισται, καὶ
θάτερον ὡρισμένον ἔσται. τὸ δὲ μέσον ὥρισται· εἰ γὰρ ὁποθενοῦν φέροιτο
κάτω τὸ ὑφιστάμενον, οὖκ ἐνδέχεται πορροώτερον ἐλθεῖν τοῦ μέσου.
ὡρισμένου οὖν τοῦ μέσου καὶ τὸν ἄνω τόπον ἀνάγκη ὡρίσθαι. εἰ δʼ οἱ τόποι
ὡρισμένοι καὶ πεπερασμένοι, καὶ τὰ σώματα ἔσται πεπερασμένα.
ἔτι εἰ τὸ ἄνω καὶ κάτω ὥρισται, καὶ τὸ μεταξύ ἀνάγκη ὡρίσθαι. εἰ γὰρ
μὴ ὥρισται, ἄπειρος ἂν εἴη κίνησις· τοῦτο δʼ ὅτι ἀδύνατον, δέδεικται
πρότερον. ὥρισται ἄρα τὸ μέσον, ὥστε καὶ τὸ ἐν τούτῳ σῶμα ἢ ὂν ἢ
γενέσθαι δυνατόν. ἀλλὰ μὴν τὸ ἄνω καὶ κάτω φερόμενον σῶμα δύναται
ἐν τούτῳ γενέσθαι· πέφυκε γὰρ τὸ μὲν ἀπὸ τοῷ μέσου
κινεῖσθαι, τὸ δʼ ἐπὶ τὸ μέσον. ἔκ τε δὴ τούτων φανερὸν ὅτι οὐκ ἐνδέχεται
σῶμα εἶναι ἄπειρον, καὶ πρὸς τούτοις εἰ βάρος μή ἐστινἄπειρον, οὐδʼ
ἂντούτων τῶν σωμάτωνοὐθὲν εἴη ἄπείρον· ἀνάγκη γὰρ τοῦ ἀπείρου σώματος
ἄπειρον εἶναι καὶ τὸ
βάρος. ὁ δʼ αὐτὸς λόγος ἐστὶ καὶ ἐπὶ
τοῦ κούφου· εἰ γάρ ἐστιν ἄπειρος βαρύτης, ἔστι καὶ κουφότης, ἂν ἄπειρον
ἢ τὸ ἐπιπολάζον. δῆλον δʼ ἐκ τῶνδε. ἔστω γὰρ πεπερασμένον, καὶ
ᾧ τὸ E. τὸ δὴ E τοῦ Γ
ἔλαττον ἔσται· τὸ γὰρ τοῦ ἐλάττονος βάρος ἔλαττον. καταμετρείτω δὴ τὸ
ἔλαττον ὑποσακισοῶν, καὶ ὡς τὸ βάρος τοὔλαττον πρὸς τὸ μεῖζον, τὸ BΔ
πρὸς 273b τὸ ΒΖ γεγενήσθω· ἐνδέχεται γὰρ ἀφελεῖν τοῦ ἀπείρου ὑποσονοῦν.
εἰ τοίνυν ἀνάλογον τὰ μεγέθη τοῖς βάρεσι, τὸ δʼ ἕλαττον βάρος τοῦ
ἐλάττονός ἐστι μεγέθους, καὶ τὸ μεῖζον ἂν εἴη τοῦ μείζονος. ἴσον ἄρα
ἔσται τὸ τοῦ πεπερασμένου καὶ
τὸ τοῦ ἀπείρου βάρος. ἔτι εἰ
τοῦ μείζονος σώματος μεῖζον τὸ βάρος, τὸ τοῷ ΗΒ μεῖζον ἔσται βάρος ἢ τὸ
τοῦ ΖΒ, ὥστε τὸ τοῦ πεπερασμένου βάρος μεῖζον ἢ τὸ τοῦ ἀπείρου. καὶ τῶν
ἀνίσων δὲ μεγεθῶν ταὐτὸν βάρος ἔσται· ἄνισον γὰρ τῷ πεπερασμένῳ τὸ
ἄπειρον. οὐθὲν δὲ διαφέρει τὰ βάρη σύμμετρα
εἶναι ἢ
ἀσύμμετραʼ καὶ γὰρ ἀσυμμέτρων ὄντων ὁ αὐτὸς ἔσται λόγος, οἷον εἰ τὸ E
τρίτον ὑπερβάλλει μετροῦν τὸ Γ βάρος· τῶν γὰρ ΒΔ μεγεθῶν τριῶν ὅλων
ληφθέντων μεῖζον ἔσται τὸ βάρος ἢ τὸ ἐφʼ ᾦ Γ. ὥστε τὸ αὐτὸ ἔσται
ἀδύνατον. ἔτι δὲ καὶ ἐγχοωρεῖ σύμμετρα λαβεῖν· οὐδὲν γὰρ
διαφέρει ἄρχεσθαι ἀπὸ τοῦ βάρους ἢ ἀπὸ τοῦ μεγέθους, σἵον ἂν ληφθῇ
σύμμετρον βάρος τῷ Γ τὸ ἐφʼ ᾧ τὸ Ε, καὶ ἀπὸ τοῦ ἀπείρου ἀφαιρεθῇ τὸ ἔχον
τὸ ἐφʼ ᾧ τὸ E βάρος,οίον τὸ ΒΔ, εἶτα ὡς τὸ βάρος πρὸς τὸ βάρος, τὸ ΒΔ
πρὸς ἄλλο γένηται μέγεθος, οἷον, πρὸς τὸ ΒΖ· ἐνδέχεται γὰρ ἀπείρου
ὄντος τοῦ μεγέθους ὑποσονοῶν ἀφαιρεθῆναι· τούτων γὰρ
ληφθέντων σύμμετρα ἔσται καὶ τὰ μεγέθη καὶ τὰ βάρη ἀλλήλοις. οὐδὲ δὴ τὸ
μέγεθος ὁμοιοβαρὲς εἶναι ἢ ἀνομοιοβαρὲς οὐδὲν διοίσει πρὸς τὴν
ἀπόδειξιν· ἀεὶ γὰρ ἔσται λαβεῖν· ἰσοβαρῆ σώματα τῷ ΒΔ, ἀπὸ τοῦ ἀπείρου
ὑποσαοῶν ἢ ἀφαιροῦντας
ἤ προστιθέντας. ὥστεδῆλον ἐκ τῶν
εἰρημένων ὅτιούκ ἔσται τοῦ ἀπείρου σοώματος πεπερασμένον τὸ βάρος.
ἄπειρον ἄρα. εἰ τοίνυν τοῦτʼ ἀδύνατον, καὶ τὸ ἄπειρόν τι εἶναι σῶμα
ἐκ τῶνδε φανερόν. εἰ γὰρ τὸ τοσονδὶ βάρος τὴν τοσήνδε ἐν
τῷδε τῷ χρόνῳ κινεῖται, τὸ τοσούτον καὶ ἔτι ἐν ἐλάττονι, καὶ τὴν
ἀναλογίαν ἦν τὰ βάρη ἔχει, οἱ χρόνοι ἀνάπαλιν
ὅσον τὸ πεπερασμένον, καὶ ἔτι
μὴ κινεῖσθαι δέ, ᾖ ἀνάλογον μὲν δεῖ κατὰ τὰς ὑπεροχὰς κινεῖσθαι,
ἐναντίως δὲ τὸ μεῖζον ἐν τῷ ἐλάττονι. λόγος δʼ ούθείς ἐστι τοῦ ἀπείρου
πρὸς τὸ πεπερασμένον, τοῦ δʼ ἐλάττονος χρόνου πρὸς τὸν μείζω
πεπερασμένον· ἀλλʼ ἀεὶ ἐν ἐλάττονι. ἐλάχιστος δʼ οὐκ ἔστιν.
οὐδʼ εἰ ἦν, ὄφελος ἄν ἦν· ἄλλο γάρ ἄν τι πεπερασμένον ἐλήφθη ἐν τῷ αὐτῷ
λόγῳ, ἐν ᾧ τὸ ἄπειρον πρὸς ἕτερον μεῖζον, ὥστʼ ἐν ἴσῳ χρόνῳ τὴν ἴσην ἂν
ἐκινεῖτο τὸ ἄπειρον τῷ πεπερασμένῳ. ἀλλʼ ἀδύνατον. ἀλλὰ μὴν ἀνάγκη γε,
εἴπερ ἐν ὁπηλικῳοὕν χρόνῳ πεπερασμένῳ δὲ κινεῖται τὸ ἄπειρον,
καὶ ἄλλο ἐν τῷ αὐτῷ τούτῳ πεπερασμένον βάρος κι νεῖσθαί τινα
πεπερασμένην. ἀδύνατον ἄρα ἄπειρον εἶναι βάρος, ὁμοίως δὲ καὶ κουφότητα.
καὶ σώματα ἄρʼ ἄπειρον βάρος ἔχοντα καὶ κουφότητα ἀδύνατον. Ὅτι μὲν οὖν
οὐκ ἔστιν ἄπειρον σῶμα, δῆλον διά τε τῶν
κατὰ μέρος
θεωροῦσι τοτον τὸν τρόπον, καὶ καθόλου σκοπουμένοις μὴ μόνον κατὰ τούς
λόγους τούς ἐν τοῖς περὶ τὰς ἀρχὰς εἰρημένοις ἡμῖν (διωρίσθη γὰρ κἀκεῖ
καθόλου πρότερον περὶ ἀπείρου πῶς ἔστι καὶ πῶς οὐκ ἔστιν) ἀλλὰ καὶ νῦν
ἄλλον τρόπον. μετὰ δὲ ταῦτʼ ἐπισκεπτέον κἂν εἰ μὴ ἄπειρον
μὲν τὸ σῶμα τὸ πᾶν, οὐ μὴν ἀλλά τοσοῦτόν γε ὥστʼ εἶναι πλείους οὐρανούς·
τάχα γὰρ ἄν τις τοῦτʼ ἀπορήσειεν, ὅτι καθάπερ ὁ περὶ ἡμᾶς κόσμος
συνέστηκεν, οὐδὲν κωλύει καὶ
7 Ἀνάγκη δὴ σῶμα πᾶν ἤτοι ἄπειρον εἶναι ἢ πεπερασμένον,
καὶ
εἰ ἄπειρον, ἤτοι ἀνομοιομερὲς ἅπαν ἢ ὁμοιομερές, κἂν εἰ ἀνομοιομερές,
ἤτοι ἐκ πεπερασμένων εἰδῶν ἢ ἐξ ἀπείρων. ὅτι μὲν τοίνυν οὐχ οἷόν τε ἐξ
ἀπείρων, φανερόν, εἴ τις ἡμῖν ἐάσει μένειν τὰς πρώτας ὑποθέσεις·
πεπερασμένων γὰρ τῶν πρώτων κινήσεων οὐσῶν ἀνάγκη καὶ 274b τὰς ἰδέας τῶν
ἁπλῶν σωμάτων εἶναι πεπερασμένας. ἁπλῆ μὲν γὰρ ἡ τοῦ ἁπλοῦ σώματος
κίνησις, αἱ δʼ ἀπίαι πεπερασμέναι κινήσεις εἰσίν· ἀνάγκη δὲ ἀεὶ κίνησιν
ἔχειν σῶμα πἄν φυσικόν. ἀλλὰ μὴν εἴπερ γε ἐκ πεπερασμένων ἔσται τὸ
ἄπειρον, ἀνάγκη καὶ τῶν μορίων ἕκαστον εἶναι ἄπειρον, λέγω
δʼ οἷον τὸ ὅδωρ ἢ τὸ πῦρ. ἀλλʼ ἀδύνατον· δέδεικται γὰρ ὅτι οὕτε βάρος
οὔτε κουφότης ἐστὶν ἄπειρος. ἔτι ἀναγκαῖον ἀπείρους τῷ μεγέθει εἶναι καὶ
τούς τόπους αὐτῶν, ὥστε καὶ τὰς κινήσεις ἀπείρους εἶναι πάντων. τοῦτο δʼ
ἐδύνατον,
εἰ θήσομεν ἀληθεῖς εἶναι τὰς πρώτας ὑποθέσεις καὶ
μήτε τὸ κάτω φερόμενον εἰς ἄπειρον ἐνδέχεσθαι φέρεσθαι μήτε τὸ ἄνω κατὰ
τὸν αὐτὸν λόγον. ἀδύνατον γὰρ γίνεσθαι ἂ μὴ ἐνδέχεται γενέσθαι, ὁμοίως
ἐπὶ τοῦ τοιόνδε καὶ τοσόνδε καὶ τοῦ ποῦ. λέγω δʼ , εἰ ἀδύνατον γενέσθαι
λευκὸν ἢ πηχυαῖον
ἢ ἐν Αἰγύπτῳ, καὶ γίνεσθαί τι τούτων
ἀδύνατον. ἀδύνατον ἄρα καὶ φέρεσθαι ἐκεῖ οὗ μηθὲν δυνατὸν ἀφικέσθαι
φερόμενον. ἔτι εἰ καὶ διεσπασμένον ἐστίν, οὐδὲν ἧττον ἐνδέχοιτʼ ἂν τὸ ἐξ
ἀπάντων πῦρ ἄπειρον εἶναι. ἀλλὰ σῶμα ἦν τὸ πάντη διάστασιν ἔχον· ὥστε
πῶς οἷόν τε πλείω μὲν
ἀνόμοια, ἕκαστον δʼ αὐτῶν ἄπειρον
εἶναι; πάντῃ γὰρ ἕκαστον δεῖ ἄπειρον εἶναι. ἀλλὰ μὴν οὐδὲ πᾶν ὁμοιομερὲς
ἐνδέχεται τὸ ἄπειρον εἶναι. πρῶτον μὲν γὰρ οὐκ ἔστιν ἄλλη παρὰ ταύτας
κίνησις. ἕξει οὖν μίαν τούτων. εἰ δὲ τοῦτο,
συμβήσεται ἢ βάρος ἄπειρον ἢ κουφότητα εἶναι ἄπειρον. ἀλλὰ
μὴν οὐδʼ οἷόν τε τὸ κύκλῳ σῶμα φερόμενον ἄπειρον. ἀδύνατον γὰρ τὸ
ἄπειρον φέρεσθαι κύκλῳʼ οὐθὲν γὰρ διαφέρει τοῦτολέγειν ἢ τὸ τὸν οὐρανὸν
φάναι ἄπειρονεἶναι,τοῦτο δὲ δέδεικται ὅτι οὐ δυνατόν. ἀλλὰ μὴν οὐδʼ ὅλως
γε τὸ ἄπειρον
ἐνδέχεται κινεῖσθαι. ἢ γὰρ κατὰ φύσιν
κινηθήσεται ἢ βίᾳʼ καὶ εἰ βίᾳ, ἔστιν αὐτῷ καὶ ἡ κατὰ φύσιν, ὥστε καὶ
τόπος ἄλλος ἴδιος εἰς ὃν οἰσθήσεται. τοῦτο δʼ αδύνατον. Ὅτι δʼ ὅλως
ἀδύνατον ἄπειρον ὑπὸ πεπερασμένου παθεῖν τι ἢ ποιῆσαι τὸ πεπερασμένον,
ἐκ τῶνδε φανερόν. ἔστω 275a γὰρ ἄπειρον ἐφʼ οὖ Α, πεπερασμένον ἐφʼ οὖ Β,
χρόνος ἐν ᾧ ἐκίνησέ τι ἢ ἐκινήθη Γ. εἰ δὴ ὑπὸ τοῦ Β τὸ Α ἐθερμάνθη ἢ
ὥσθη ἢ ἄλλο τι ἔπαθεν ἢ καὶ ὁτιοῦν ἐκινήθη ἐν τῷ χρόνῳ ἐφʼ οὖ Γ, ἔστω τὸ
Δ τοῦ Β ἔλαττον, καὶ τὸ ἔλαττον ἐν τῷ
ἴσῳ χρόνῳ ἔλαττον
κινείτω· ἔστω δὲ τὸ ἐφʼ ᾧ E ὑπὸ τοῦ Δ ἠλλοιωμένον. ὃ δή ἐστι τὸ Δ πρὸς
τὸ Β, τὸ E ἔσται πρὸς πεπερασμένον τι. ἔστω δὴ τὸ μὲν ἴσον ἐν.ἴσῳ χρόνῳ
ἴσον ἀλλοιοῦν, τὸ δʼ ἔλαττον ἐν τῷ ἴσῳ ἔλαττον, τὸ δὲ μεῖζον μεῖζον,
τοσοῦτον δὲ ὅσον ἀνάλογον ἔσται ὅπερ τὸ μεῖζον πρὸς τὸ
ἔλαττον. οὐκ ἄρα τὸ ἄπειρον ὑπʼ οὐδενὸς πεπερασμένου κινήσεται ἐν οὐθενὶ
χρόνῳ· ἔλαττον γὰρ ἄλλο ἐν τῷ ἴσῳ ὑπὸ ἐλάττονος κινηθήσεται, πρὸς ὃ τὸ
ἀνάλογον πεπερασμένον ἔσται· τὸ γὰρ ἄπειρον πρὸς τὸ πεπερασμένον ἐν
οὐθενὶ λόγῳ ἐστίν. ἀλλὰ μὴν οὐδὲ τὸ ἄπειρον ἐν οὐθενὶ χρόνῳ κινήσει τὸ
πεπερασμένον. ἔστω γὰρ ἐφʼ ᾧ τὸ Α ἄπειρον, καὶ τὸ Β
πεπερασμένον, χρόνος ἐν ᾧ τὸ Γ. οὐκοῦν τὸ Δ ἐν τῷ Γ ἔλαττον τοῦ Β
κινήσει· ἔστω τὸ Ζ. ὃ δή ἐστι τὸ ΒΖ ὅλον πρὸς τὸ Ζ, τὸ E ἔχον τὸν λόγον
τοῦτον ἔστω πρὸς τὸ Δ. κινήσει ἄρα τὸ E τὸ ΒΖ ἐν τῷ Γ. τὸ πεπερασμένον
τοίνυν καὶ τὸ ἄπειρον
ἐν ἴσῳ χρόνῳ ἀλλοιώσει. ἀλλʼ
ἀδύνατον· ἐν ἐλάττονι γὰρ
Β, χρόνος δʼ ἐν ᾦ ἔπαθε τὸ Β ὑπὸ τοῦ
Ἀ,ἐῳʼ ᾧ ΓΔ. τὸ δὴ ἐφʼ ᾧ τὸ E τοῦ ἀπείρου μέρος, ἐπεὶ ὅλον πέπονθε τὸ Β,
οὐκ ἐν ἴσῳ χρόνῳ τὸ αὐτό· ὑποκείσθω γὰρ ἐν ἐλάττονι κινεῖσθαι τὸ ἔλαττον
χρόνῳ. ἔστω τὸ Σ κεκινημένον ὑπὸ τοῦ Α ἐν τῷ Δ. ὃ δὴ τὸ Δ πρὸς τὸ σ, τὸ
E ἐστὶ πρός τι τοῦ Β πεπερασμένον.
τοῦ τοίνυν ἀνάγκη ὑπὸ
τοῦ Ακινηθῆναι ἐν τῷΔχρόνῳ· ὑπὸ γὰρ τοῦ αὐτοῦ ὑποκείσθω ἐν τῷ
πλείονι καὶ ἐλάττονι χρόνῳ τὸ μεῖζον καὶ τὸ ἔλαττον πάσχειν, ὅσα
ἀνάλογον
ἢ ἄμφω, ἀδύνατον σῶμα ἄπειρον αἰσθητὸν εἶναι. ἀλλὰ μὴν καὶ ὅσα γε σώματα
ἐν τόπῳ, πάντα αἰσθητά. οὐκ ἔστιν ἄρα σῶμα ἄπειρον ἔξω τοῦ οὐρανοῦ
οὐθέν. ἀλλὰ μὴν ούδὲ μέχρι τινός. οὐθὲν ἄρα ὅλως σῶμα ἔξω τοῦ οὐρανοῦ.
εἰ μὲν γὰρ νοητόν, ἔσται ἐν τόπῳʼ τὸ γὰρ ἔξω καὶ ἔσω τόπον σημαίνει.
ὥστʼ ἔσται αἰσθητὸν. αἰσθητὸν δʼ οὐθὲν μὴ ἐν τόπῳ.
άογιιώτερον δʼ ἔστιν ἐπιχειρεῖν καὶ ὧδε, οὔτε γὰρ κύκλῳ οἷόν τε κινεῖσθαι
τὸ ἄπειρον ὁμοιομερὲς ὄν· μέσον μὲν γὰρ τοῦ ἀπείρου οὐκ ἔστι, τὸ δὲ
κύκλῳ περὶ τὸ μέσον κινεῖται. ἀλλά μὴν οὐδʼ ἐπʼ εὐθείας οἷόν τε φέρεσθαι
τὸ ἄπείρον· δεήσει γὰρ ἕτερον εἶναι τοσοῦτον τόπον
ἄπειρον εἰς ὁν-οίσθήσεται κατὰ φύσιν, καὶ ἄλλον τοσοῦτον εἰς ὃν παρὰ
φύσιν. ἔτι εἴτε φύσει ἔχει κίνησιν τοῦ εἰς εὐθὸ εἴτε βίᾳ κινεῖται,
ἀμφοτέρως δεήσει ἄπειρον εἶναι τὴν κινοῦσαν
ἰσχύν· ἥ τε γὰρ ἄπειρος ἀπείρου καὶ τοῦ ἀπείρου ἄπειρος ἡ
ἰσχύς· ὥςτ ἔσται καὶ τὸ κινοῦν ἄπειρον (λόγος δʼ ἐν τοῖς περὶ κινήσεως
ὅτι οὐθὲν ἔχει ἄπειρον δύναμιν τῶν πεπερασμένων, ουδὲ τῶν ἀπείρων
πεπερασμένην). εἰ οὖν τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν ἐνδέχεται κινηθῆναι,
ἔσται δύο ἄπειρα,
τό τε κινοῦν οὕτω καὶ τὸ κινούμενον. ἔτι
τὸ κινοῦν τὸ ἄπειρον τί ἐστιν; εἰ μὲν γὰρ αὐτὸ ἑαυτό, ἔμψφον ἔσται.
τοῦτο δὲ πῶς δυνατὸν ἄπειρον εἶναι ζῷον; εἰ δʼ ἄλλο τι τὸ κινοῦν, δύο
ἔσται ἄπειρα, τὸ τεκινοῦνκαὶ τὸ κινούμενον, διαφέροντα τὴνμορφὴν καὶ
τὴν δύναμιν. εἰ δὲ μὴ συνεχὲς τὸ πᾶν, ἀλλʼ ὥσπερ
λέγει
σημόκριτος καὶ Λεύκιππος, διαωρισμένα τῷ κενῷ, μίαν ἀναγκαῖον εἶναι
πάντων τὴν κίνησιν. διώρισται μὲν γὰρ τοῖς σχήμασιν· τὴν δὲ φύσιν εἶναί
φασιν αὐτῶν μίαν, ὥσπερ
οὐθὲν ἔσται τῶν σωμάτων, εἰ πάντʼ ἔχει βάρος· εἷ δὲ
κουφότητα, βαρύ οὐδέν. ἔτι εἰ βάρος ἔχει ἢ κουφότητα, ἔσται ἢ ἔσχατόν τι
τοῦ παντὸς ἢ μέσον. τοῦτο δʼ ἀδύνατον ἀπείρου γʼ ὄντος. ὅλως δʼ, οὗ μή
ἐστι μέσον μηδʼ ἔσχατον, μηδὲ τὸ μὲν ἄνω το δὲ κάτω, τόπος οὐθεὶς ἔσται
τοῖς σώμασι τῆς
φορᾶς. τούτου δὲ μή ὄντος κίνησις οὐκ
ἔσται· ἀνάγκη γὰρ κινεῖσθαι ἤτοι κατὰ φύσιν ἢ παρὰ φύσιν, ταῦτα δʼ
ὥρισται τοῖς τόποις τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις. ἔτι οὖ παρὰ φύσιν
τι μένει ἢ φέρεται, ἀνάγκη τινὸς ἄλλου εἷναι τοῦτον τὸν τόπον κατά φύσιν
(τοῦτο δὲ πιστὸν ἐκ τῆς
ἐπαγαωγῆς)· ἀνάγκη δὴ μὴ πάντα ἢ
βάρος ἔχειν ἢ κουφότητα, ἀλλά τὰ μὲν τὰ δʼ οὔ. ὅτι μὲν τοίνυν οὐκ ἔστι
τὸ σῶμα τοῦ παντὸς ἄπειρον, ἐκ τούτων φανερόν.
8 Διότι δʼ οὐδὲ πλείους οἷόν τʼ οὐρανούς εἶναι, λέγόμεν·
κόσμου τοῦδε ὁτιοῦν αὐτῶν, ἀλλὰ μόνον ἐπὶ τῶν ἀορίστως κειμένων εἰρῆσθαι
τόν λόγον. ἅπαντα γάρ καὶ μένει καὶ κινεῖται βίᾳ καὶ κατὰ φύσιν, καὶ
κατὰ φύσιν μέν, ἐν ᾧ μένει μὴ βίᾳ, καὶ φέρεται, καὶ εἰς ὃν φέρεται, καὶ
μένει, ἐν ᾧ δὲ βίᾳ, καὶ φέρεται βίᾳ, καὶ εἰς ὃν βίᾳ φέρεται,
βίᾳ καὶ μένει. ἔτι εἰ βίᾳ ἥδε ἡ φορά, ἡ ἐναντία κατὰ φύσιν. ἐπὶ δὴ τὸ
μέσον τὸ ἐνταῦθα εἰ βίᾳ οἰσθήσεται ἡ γῇ ἐκεῖθεν, ἐντεῦθεν οἰσθήσεται
ἐκεῖ κατὰ φύσιν· καὶ εἰ μένει ἐνταῦθα ἡ ἐκεῖθεν μὴ βίᾳ, καὶ οἰσθήσεται
κατὰ φύσιν δεῦρο. μία δʼ ἡ κατὰ φύσιν. ἔτι ἀνάγκη πάντας τοὺς κόσμους
ἐχ τῶν αὐτῶν εἶναι σωμάτων, ὁμοίους γʼ ὄντας τὴν φύσιν.
ἀλλὰ μὴν καὶ τῶν σωμάτων ἕκαστον ἀναγκαῖον τὴν αὺτήν ἔχειν δύναμιν, οἷον
λέγω πῦρ καὶ γῆν καὶ τὰ μεταξύ τούτων·
τὸ πῦρ τῷ πυρὶ καὶ τῶν ἄλλάων ἕκαστον, ὥσπερ καὶ τὰ
ἐν τούτῳ μόρια τοῦ πυρός. ὅτι δʼ ἀνάγκη οὕτως ἔχειν, ἐκ τῶν περὶ τὰς
κινήσεις ὑποθέσεωνφανερόν· αἵτε γὰρ κινήσεις πεπερασμέναι, ἕκαστόν τε
τῶν στοιχείων λέγεται καθʼ ἑκάστην τῶν κινήσεων. ὥστʼ εἴπερ καὶ αἱ
κινήσεις αἱ αὐταί, καὶ
τὰ στοιχεῖα ἀνάγκη εἶναι πανταχοῦ
ταὐτά. πέφυκεν ἄρα φέρεσθαι καὶ ἐπὶ τόδε τὸ μέσον τὰ ἐν ἄλλῳ κόσμῳ τῆς
γῆς μόρια, καὶ πρὸς τόδε τὸ ἔσχατον τὸ ἐκεῖ πῦρ: ἀλλʼ ἀδύνατον· τούτου
γὰρ συμβαίνοντος ἀνάγκη φέρεσθαι ἄνω μὲν τὴν γῆν ἐν τῷ οἰκείῳ κόσμῳ, τὸ
δὲ πῦρ ἐπὶ τό μέσον,
ὁμοίως δὲ κοὶ τὴν ἐντεῦθεν γῆν ἀπὸ τοῦ
μέσου φέρεσθαι κατὰ φύσιν, πρὸς τὸ ἐκεῖ φερομένην μέσον διὰ τὸ τοὺς
κόσμους
δὴ] δὲ ex uno codice Βekker. 273b 5. ὁμοειδὲς cum
Simpl. Torstrik, ὁμοιοειδὲς Bekker.
γοντας οὕτως τὸ μέσον ὲν
ποιεῖν ἀνάγκη καὶ τὸ ἔσχατονʼ τούτου δʼ ὅντοςἀτόπουἀδύνατον εἶναι
κόσμους πλείους ἑνός. τὸ δʼ ἀξιοῦν ἄλλην εἶναι φύσιν τῶν ἁπλῶν σωμάτων,
ἄν ἀποσχῶσιν ἔλαττον ἢ πλεῖον τῶν οἰκείων τόπων, ἄλογον· τί γὰρ διαφέρει
τοσονδὶ φάναι μῆκος ἀπέχειν ἢ τοσονδί; διοίσει
γὰρ κατὰ
λόγον, ὅσῳ πλεῖον μᾶλλον, τὸ δʼ εἶδος τὸ αὐτό. ἀλλὰ μὴν ἀνάγκη γʼ εἶναί
τινα κίνησιν αὐτῶν· ὅτι μὲν γὰρ κινοῶνται, φανερόν. πότερον οὖν βίᾳ
πάσας ἐροὔμεν κινεῖσθαι καὶ τὰς ἐναντίας; ἀλλʼ ὃ μὴ πέφυκεν ὅλως
κινεῖσθαι, ἀδόνατον τοῦτο κινεῖσθαι βίᾳ. εἰ τοίνυν ἐστί τις κίνησις
αὐτῶν
κατὰ φύσιν, ἀνάγκη τῶν ὁμοειδῶν καὶ τῶν καθʼ ἕκαστον
πρὸς ἕνα ἀριθμῷ τόπον ὑπάρχειν τὴν κίνησιν, οἷον πρὸς τόδε τι μέσονκαὶ
πρὸς τόδε τι ἔσχατον. εἰ δὲ πρὸς εἴδει ταὐτά,
τοῦτο, ὅτι εἰ τὰ ἐνταῦθα
μόρια πρὸς ἄλληλα καὶ τά ἐν ἑτέρῳ κόσμῳ ὁμοίως ἔχει, καὶ τὸ ληφθὲν
ἐντεῦθεν οὐδὲν διαφερόντως πρὸς τῶν ἐν ἄλλῳ τινὶ κόσμῳ μορίων καὶ πρὸς
τῶν ἐν τῷ αὐτῷ, ἀλλʼ ὡσαύτως· διαφέρουσι γὰρ οὐθὲν εἴδει ἀλλήλων. ὥστʼ
ἀναγκαῖον ἢ κινεῖν ταύτας τὰς ὑποθέσεις, ἢ τὸ
μέσον ἓν
εἶναι καὶ τὸ ἔσχατον. τούτου δʼ ὄντος ἀνάγκη καὶ τὸν οὐρανὸν ἕναμόνον
εἶναι καὶ μὴ πλείους, τοῖς αὐτοῖς τεκμηρίοις τούτοις καὶ ταῖς αὐταῖς
ἀνάγκαις. ὅτι δʼ ἔστι τι οὖ πέφυκεν ἡ γῆ φέρεσθαι καὶ τὸ πῦρ, δῇλον καὶ
ἐκ τῶν ἄλλων. ὅλως γὰρ τὸ κινούμενον ἔκ τινος εἴς τι μεταβάλλει,
καὶ ταῦτα ἐξ οὗ καὶ εἰς ὃ εἴδει διαφέρει. πᾶσα δὲ
πεπερασμένη μεταβολή, οἷον τὸ ὑγιαζόμενον ἐκ νόσου εἰς ὑγίειαν
ἄρα καὶ ἡ γῆ οὐκ εἰς
ἄπειρον φέρονται, ἀλλʼ εἰς ἀντικείμενα. ἀντίκειται δὲ κατὰ τόπον τό ἄνω
τῷ κάτω, ὥστε ταῦτα ἔσται πέρατα τῆς φορὰς, ἐπεὶ καὶ ἡ κύκλῳ ἔχει πως
ἀντικείμενα τὰ κατὰ διάμετρον· τῇ δʼ ὅλη οὐκ ἔστιν ἐναντίον οὐδέν. ὥστε
καὶ τούτοις τρόπον τινὰ ἡ κίνησις εἰς τὰ ἀντικείμενα
καὶ
πεπερασμένα. ἀνάγκη ἄρα εἶναί τι τέλος καὶ μὴ εἰς ἄπειρον φέρεσθαι.
τεκμήριον δὲ τοῦ μὴ εἰς ἄπειρον· φέρεσθαι καὶ τὸ τὴν γῆν μέν, ὅσῳ ἂν
ἐγγυτέρω ᾖ τοῦ μέσου, θᾶττον φέρεσθαι, τὸ δὲ πῦρ, ὅσῳ ἂν τοῦ ἄνω. εἰ δʼ
ἄπειρον ἦν, ἄπειρος ἂν ἦν καὶ ἡ ταχυτὴς, εἰ δʼ ἡ ταχυτής, καὶ τὸ
βάρος καὶ ἡ κουφότης· ὡς γὰρ τὸ κατωτέρω ταχυτῆτι ἑτέρου τῷ
βαρεῖ ἂν ἦν ταχύ, οὕτως εἰ ἄπειρος ἦν ἡ τούτου ἐπίδοσις, καὶ ἡ τῆς
ταχυτῆτος ἐπίδοσις ἄπειρος ἂν ἦν. ἀλλὰ μὴν οὐδʼ ὑπ᾿ ἄλλου φέρεται αὐτῶν
τὸ μὲν ἄνω τὸ δὲ κάτω· οὐδὲ βίᾳ, 277 b ὥσπερ τινές φασι τῇ ἐκθλίψει.
βραδύτερον γὰρ ἂν ἐκινεῖτο τὸ πλεῖον πῦρ ἄνω καὶ ἡ πλείων γῆ κάτω· νῦν
δὲ τοὐναντίον ἀεὶ τὸ πλεῖον πῦρ θᾶττον φέρεται καὶ πλείων γῆ εἰς τὸν
αὑτῆς τόπον. οὐδὲ θᾶττον ἂν πρὸς τῷ τέλει ἐφέρετο,
εἰ τῇ βίᾳ
καὶ τῇ ἐκθλίψει· πάντα γὰρ τοῦ βιαζομένου πορρωτέρω γιγνόμενα βραδύτερον
φέρεται, καὶ ὅθεν βίᾳ, ἐκεῖ φέρεται οὐ βίᾳ. ὥστʼ ἐκ τούτωνθεωροῦσιν ἔστι
λαβεῖν τὴν πίστιν περὶ τῶν λεγομένων ἱκανῶς. ἔτι δὲ καὶ διὰ τῶν ἐκ τῆς
πρώτης φιλοσοφίας λόγων δειχθείη ἄν, καὶ ἐκ τῆς
κύκλῳ
κινήσεως ἣν ἀναγκαῖον ἀΐδιον ὁμοίως ἐνταῦθά τʼ εἶναι· καὶ ἐν τοῖς ἄλλοις
κόσμοις. δῆλον δὲ κἂν ὧδε γένοιτο σκοπουμένοις ὅτι ἀνάγκη ἕνα εἶναι τὸν
οὐρανόν. τριῶν γὰρ ὄντων τῶν σωματικῶν στοιχείων, τρεῖς ἔσονται καὶ οἱ
τόποι
εἰ δʼ ἡ ταχυτής om. Bekker errore typogr. 276 b 6.
βιαζομένου] βιασαμένου al. 9. τῶν λεγομένων] ὧν λέγομεν al.
τῶν στοιχείων, εἷς μὲν ὁ τοῦ ὑφισταμένου σώματος ὁ περὶ τὸ
μέσον, ἄλλος δὲ ὁ τοῦ κύκλῳ φερομένου, ὅσπερ ἐστὶν ἔσχατος, τρίτος δʼ ὁ
μεταξὺ τούτων ὁ τοῦ μέσου σώματος. ἀνάγκη γὰρ ἐν τούτῳ εἶναι τὸ
ἐπιπολάζον· εἰ γὰρ μὴ ἐν τούτῳ, ἔξω ἔσται. ἀλλʼ ἀδύνατον ἔξω· τὸ μὲν γὰρ
ἀβαρὲς τὸ δʼ ἔχον βάρος,
κατωτέρω δὲ ὁ τοῦ βάρος ἔχοντος
σώματος τόπος, εἴπερ ὁ πρὸς τῷ μέσῳ τοῦ βαρέος. ἀλλὰ μὴν οὐδὲ παρὰ
φύσιν· ἄλλῳ γὰρ ἔσται κατὰ φύσιν, ἄλλο δʼ οὐκ ἦν. ἀνάγκη ἄρα ἐν τῷ
μεταξὺ εἶναι. τούτου δʼ αὐτοῦ τίνες εἰσὶ διαφοραί, ὕστερον ἐροῦμεν. περὶ
μὲν οὖν τῶν σωματικῶν στοιχείων, ποῖά τʼ ἐστὶ
καὶ πόσα, καὶ
τίς ἑκάστου τόπος, ἔτι δʼ ὅλως πόσοι τὸ πλῆθος οἱ τόποι, δῆλον ἡμῖν ἐκ
τῶν εἰρημένων.
9 Ὅτι δʼ οὐ μόνον εἷς ἐστὶν οὐρανός, ἀλλὰ καὶ ἀδύνατον γενέσθαι πλείους,
ἔτι δʼ ὡς ἀΐδιος ἄφθαρτος ὢν καὶ ἀγένητος, λέγωμεν, πρῶτον διαπορήσαντες
περὶ αὐτοῦ. δόξειε γὰρ
ἂν ὡδὶ σκοπουμένοις ἀδύνατον ἕνα καὶ
μόνον εἶναι αὐτόν· ἐν ἅπασι γὰρ καὶ τοῖς φύσει καὶ τοῖς ἀπὸ τέχνης
συνεστῶσι καὶ γεγενημένοις ἕτερόν ἐστιν αὐτὴ καθʼ αὑτὴν ἡ μορφὴ καὶ
μεμιγμένη μετὰ τῆς ὕλης, οἷον τῆς σφαίρας ἕτερον τὸ εἶδος
δὲ τὴν χαλκῆν ἢ
χρυσῆν, ἐροῦμεν, καὶ ἐὰν μὴ δυνώμεθα νοῆσαι μηδὲ λαβεῖν ἄλλο τι παρὰ τὸ
καθʼ ἕκαστον. ἐνίοτε γὰρ οὐθὲν κωλύει τοῦτο συμβαίνειν, οἷον εἰ μόνος
εἷς ληφθείη κύκλος· οὐθὲν γὰρ ἧττον ἄλλο ἔσται τὸ κύκλῳ εἶναι καὶ τῷδε
τῷ κύκλῳ, καὶ τὸ μὲν εἶδος, τὸ δʼ εἶδος ἐν τῇ ὕλῃ καὶ
τῶν
καθ᾿ ἕκαστον. ἐπεὶ οὖν ἐστὶν ὁ οὐρανὸς αἰσθητός, τῶν καθ᾿ ἕκαστον ἂν
εἴη· τὸ γὰρ αἰσθητὸν ἅπαν ἐν τῇ ὕλῃ ὑπῆρχεν. εἰ δὲ τῶν καθʼ ἕκαστον,
ἕτερον ἂν εἴη τῷδε τῷ οὐρανῷ εἶναι
πλείω
γενέσθαι τὰ καθʼ ἕκαστα. εἴτε γὰρ ἔστιν εἴδη, καθάπερ φασί τινες, ἀνάγκη
τοῦτοσυμβαίνειν, εἴτε καὶ μὴ χωριστὸν μηθὲν τῶν τοιούτων, οὐθὲν ἦττον·
ἐπὶ πάντων γὰρ οὕτως ὁρὼμεν, ὅσων ἡ οὐσία ἐν ὕλῃ ἐστίν, πλείω καὶ ἄπειρα
ὄντα τὰ ὁμοιοειδῆ. ὥστε ἤτοι εἰσὶ πλείους οἱ οὐρανοὶ ἢ ἐνδέχεται πλείους
εἶναι.
ἐκ μὲν οὖν τούτων ὑπολάβοι τις ἂν καὶ εἶναι καὶ
ἐνδέχεσθαι πλείους εἶναι οὐρανούς· σκεπτέον δὲ πάλιν τί τούτων λέγεται
καλῶς καὶ τί οὐ καλῶς. τὸ μὲν οὖν ἕτερον εἶναι τὸν λόγον τὸν ἄνευ τῆς
ὕλης καὶ τὸν ἐν τῇ ὕλη τῆς μορφῆς καλῶς τε λέγεται, καὶ ἔστω τοῦτʼ
ἀληθές. ἀλλʼ οὐδὲν ἧττον οὐδεμία
ἀνάγκη διὰ τοῦτο πλείους
εἶναι κόσμους, οὐδʼ ἐνδέχεται γενέσθαι πλείους, εἴπερ οὗτος ἐξ ἀπάσης
ἐστὶ τῆς ὕλης, ὥσπερ ἔστιν. ὡδὶ δὲ μᾶλλον ἴσως τὸ λεγόμενον ἔσται δῆλον.
εἰ γάρ ἐστιν ἡ γρυπότης καμπυλότης ἐν ῥινὶ ἢ σαρκί, καὶ ἔστιν ὕλη τῇ
γρυπότητι ἡ σάρξ, εἰ ἐξ ἀπασῶν τῶν σαρκῶν μία γένοιτο
σὰρξ
καὶ ὑπάρξειεν ταύτῃ τὸ γρυπόν, οὐθὲν ἂν ἄλλ᾿ οὔτ᾿ εἴη γρυπὸν οὔτ᾿
ἐνδέχοιτο γενέσθαι. ὁμοίως δὲ καὶ εἰ τῷ ἀνθρώπῳ ἐστὶν ὕλη σάρκες καὶ
ὀστᾶ, εἰ ἐκ πάσης τῆς σαρκὸς καὶ πάντων τῶν ὀστῶν ἄνθρωπος γένοιτο
ἀδυνάτων ὄντων διαλυθῆναι, οὐκ ἂν ἐνδέχοιτο εἶναι ἄλλον ἄνθρωπον.
ὡσαύτως
δὲ καὶ ἐπὶ τῶν ἄλλων· ὅλως γὰρ ὅσων ἐστὶν ἡ οὐσία
ἐν
οὐρανῷ
ἕτερόν ἐστιν, οὐ μέντοι οὕτʼ ἂν εἴη ἄλλος οὔτ᾿ ἂν ἐνδέχοιτο γενέσθαι
πλείους διὰ τὸ πᾶσαν τὴν ὕλην περιειληφέναι τοῦτον. λείπεται ἄρα τοῦτο
δεῖξαι, ὅτι ἐξ ἅπαντος τοῦ φυσικοῦ
τί λέγομεν εἶναι τὸν οὐρανὸν καὶ ποσαχῶς, ἵνα μᾶλλον ἡμῖν
δῆλον γένηται τὸ ζητούμενον. ἕνα μὲν οὖν τρόπον οὐρανὸν λέγομεν τὴν
οὐσίαν τὴν τῆς ἐσχάτης τοῦ παντὸς περιφορᾶς, ἢ σῶμα φυσικὸν τὸ ἐν τῇ
ἐσχάτῃ περιφορᾷ τοῦ παντός· εἰώθαμεν γὰρ τὸ ἔσχατον καὶ τὸ ἄνω μάλιστα
καλεῖν οὐρανόν, ἐν ᾧ καὶ τὸ θεῖον πᾶν ἱδρῦσθαί φαμεν,
ἄλλον δʼ αὖ τρόπον τὸ συνέχες σῶμα τῇ ἐσχάτῃ περιφορᾷ τοῦ παντός, ἐν ᾧ
σελήνη καὶ ἥλιος καὶ ἔνια τῶν ἄστρων· καὶ γὰρ ταῦτα ἐν τῷ οὐρανῷ εἶναί
φαμεν. ἔτι δʼ ἄλλως λέγομεν οὐρανὸν τὸ περιεχόμενον σῶμα ὑπὸ τῆς
ἐσχάτης περιφορὰς· τὸ γὰρ ὅλον καὶ τὸ πᾶν εἰώθαμεν λέγειν
οὐρανόν. τριχῶς δὴ λέγομένου τοῦ οὐρανοῦ, τὸ ὅλον τὸ ὑπὸ τῆς ἐσχάτης
περιεχόμενον περιφορὰς ἐξ ἅπαντος ἀνάγκη συνεστάναι τοῦ φυσικοῦ καὶ
αἰσθητοῦ σώματος διὰ τὸ μήτʼ εἶναι μηδὲν ἔξω σῶμα τοῦ οὐρανοῦ μήτʼ
ἐνδέχεσθαι γενέσθαι.
εἰ γὰρ ἔστιν ἔξω τῆς ἐσχάτης περιφορὰς
σῶμα φυσικόν, ἀνάγκη αὐτὸ ἤτοι τῶν ἁπλῶν εἶναι σωμάτων ἢ τῶν συνθέτων,
καὶ ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν ἔχειν. τῶν μὲν οὖν ἁπλῶν οὐθὲν ἂν εἴη. τὸ
γὰρ κύκλῳ φερόμενον δέδεικται ὅτι οὐκ ἐνδέχεται μεταλλάξαι τὸν αὑτοῦ
τόπον. ἀλλὰ μὴν
οὐδὲ τὸ ἀπὸ τοῦ μέσου δυνατόν, οὐδὲ τὸ
ὑφιστάμενον. κατὰ φύσιν μὲν γὰρ οὐκ ἂν εἴησαν (ἄλλοι γὰρ αὐτῶν οἰκεῖοι
τόποι), παρὰ φύσιν δʼ εἴπερ εἰσίν, ἄλλῳ τινὶ ἔσται κατὰ φύσιν ὁ ἔξω
τόπος· τὸν γὰρ τούτῳ παρὰ φύσιν ἀναγκαῖον ἄλλῳ εἶναι κατὰ φύσιν. ἀλλʼ
οὐκ ἦν ἄλλο σῶμα παρὰ
ταῦτα. οὐκ ἄῤ ἔσται δυνατὸν οὐθὲν τῶν
ἁπλῶν ἔξω εἶναι τοῦ
φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων ὅτι οὔτ᾿ ἔστιν ἔξω οὔτʼ
ἐγχωρεῖ γενέσθαι σώματος ὄγκον οὐθενός· ἐξ ἀπάσης ἄῤ ἐστι τῆς οἰκείας
ὕλης ὁ πᾶς κόσμος· ὕλη γὰρ ἦν αὐτῷ τὸ φυσικὸν σῶμα καὶ αἰσθητόν. ὥστʼ
οὔτε νῦν εἰσὶ πλείους οὐρανοὶ οὔτʼ ἐγένοντο, οὔτʼ ἐνδέχεται γενέσθαι
πλείους· ἀλλʼ εἷς καὶ
μόνος καὶ τέλειος οὗτος οὐρανός
ἐστιν. ἅμα δὲ δῆλον ὅτι οὐδὲ τόπος οὐδὲ κενὸν οὐδὲ χρόνος ἐστὶν ἔξω τοῦ
οὐρανοῦ· ἐν ἅπαντι γὰρ τόπῳ δυνατὸν ὑπάρξαι σῶμα· κενὸν δʼ εἶναί φασιν
ἐν ᾧ μὴ ἐνυπάρχει σῶμα, δυνατὸν δʼ ἐστὶ γενέσθαι· χρόνος δὲ ἀριθμὸς
κινήσεως· κίνησις δʼ ἄνευ φυσικοῦ σώματος οὐκ
ἔστιν. ἔξω δὲ
τοῦ οὐρανοῦ δέδεικται ὅτι οὔτ᾿ ἔστιν οὔτ᾿ ἐνδέχεται γενέσθαι σῶμα.
φανερὸν ἄρα ὅτι οὔτε τόπος οὔτε κενὸν οὔτε χρόνος ἐστὶν ἔξωθεν· διόπερ
οὔτʼ ἐν τόπῳ τἀκεῖ πέφυκεν, οὔτε χρόνος αὐτὰ ποιεῖ γηράσκειν, οὐδʼ ἐστίν
οὐδενὸς οὐδεμία μεταβολὴ τῶν ὑπὲρ τὴν ἐξωτάτω τεταγμένων φοράν, ἀλλʼ
ἀναλλοίωτα
καὶ ἀπαθῆ τὴν ἀρίστην ἔχοντα ζωὴν καὶ
αὐταρκεστάτην διατελεῖ τὸν ἅπαντα αἰῶκα. καὶ γὰρ τοῦτο τοὔνομα θείως
ἔφθεγκται παρὰ τῶν ἀρχαίων. τὸ γὰρ τέλος τὸ περιέχον τὸν τῆς ἑκάστου
ζωῆς χρόνον, οὗ μηθὲν ἔξω κατὰ φύσιν, αἰὼν ἑκάστου κέκληται. κατὰ τὸν
αὐτὸν δὲ λόγον καὶ τὸ τοῦ
παντὸς οὐρανοῦ τέλος καὶ τὸ τὸν
πάντα χρόνον καὶ τὴν ἀπειρίαν περιέχον τέλος αἰών ἐστιν, ἀπὸ τοῦ ἀεὶ
εἶναι εἰληφὼς τὴν ἐπωνυμίαν, ἀθάνατος καὶ θεῖος. ὅθεν καὶ τοῖς ἄλλοις
ἐξήρτηται, τοῖς μὲν ἀκριβέστερον τοῖς δʼ ἀμαυρῶς, τὸ εἶναί τε καὶ ζῆν.
καὶ γὰρ καθάπερ ἐν τοῖς ἐγκυκλίοις φιλοσοφήμασι
περὶ τὰ
θεῖα πολλάκις προφαίνεται τοῖς λόγοις ὅτι τὸ θεῖον ἀμετάβλητον ἀναγκαῖον
εἶναι πᾶν τὸ πρῶτον καὶ ἀκρότατον· ὃ οὕτως ἔχον μαρτυρεῖ τοῖς
εἰρημένοις. οὔτε γὰρ ἄλλο κρεῖττόν ἐστιν ὅ τι κινήσει (ἐκεῖνο γὰρ ἂν εἴη
θειότερον) οὔτʼ ἔχει φαῦλον οὐδέν, οὔτʼ ἐνδεὲς τῶν αὑτοῦ καλῶν οὐδενός
ἐστιν.
10 Τούτων δὲ διωρισμένων λέγωμεν μετὰ ταῦτα πότερον
ἀγένητος
ἢ γενητὸς καὶ ἄφθαρτος ἢ φθαρτός, διεξελθόντες πρότερον τὰς τῶν ἄλλων
ὑπολήψεις· αἱ γὰρ τῦν ἐναντίων ἀποδείξεις ἀπορίαι περὶ τῶν ἐναντίων
εἰσίν. ἅμα δὲ καὶ μᾶλλον ἂν εἴη πιστὰ τὰ μέλλοντα λεχθήσεσθαι
προακηκοόσι τὰ τῶν ἀμφισβητούντων λόγων δικαιώματα. τὸ γὰρ
ἐρήμην καταδικάζεσθαι δοκεῖν ἧττον ἂν ?? μῖν ὑπάρχοι· καὶ γὰρ δεῖ
διαιτητὰς ἀλλʼ οὐκ ἀντιδίκους εἶναι τοὺς μέλλοντας τἀληθὲς κρίνειν
ἱκανῶς. γενόμενον μὲν οὖν ἅπαντες εἶναί φασιν, ἀλλά γενόμενον οἱ μὲν
ἀΐδιον, οἱ δὲ φθαρτὸν ὥσπερ ὁτιοῦν ἄλλο τῶν συνισταμένων, οἱ δʼ ἐναλλάξ
ὁτὲ μὲν
οὕτως ὁτὲ δὲ ἄλλως ἔχειν φθειρόμενον, καὶ τοῦτο ἀεὶ
διατελεῖν οὕτως, ὥσπερ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος καὶ Ἡράκλειτος ὁ
Ἐφέσιος. τὸ μὲν οὖν γενέσθαι μὲν ἀΐδιον δʼ ὅμως εἶναι φάναι τῶν
ἀδυνάτων. μόνα γὰρ ταῦτα θετέον εὐλόγως ὅσα ἐπὶ πολλῶν ἢ πάντων ὁρῶμεν
ὑπάρχοντα, περὶ δὲ τούτου
συμβαίνει τοὐναντίον· ἅπαντα γὰρ
τὰ γινόμενα καὶ φθειρόμενα φαίνεται. ἔτι δὲ τὸ μὴ ἔχον ἀρχὴν τοῦ ὡδὶ
ἔχειν, ἀλλ᾿ ἀδύνατον ἄλλως ἔχειν πρότερον τὸν ἅπαντα αἰῶνα ἀδύνατον καὶ
μεταβάλλειν· ἔσται γάρ τι αἴτιον, ὃ εἰ ὑπῆρχε πρότερον, δυνατὸν ἂν ἦν
ἄλλως ἔχειν τὸ ἀδύνατον ἄλλως ἔχειν. εἰ δὲ
πρότερον ἐξ
ἄλλως ἐχόντων συνέστη ὁ κόσμος, εἰ μὲν ἀεὶ οὕτως ἐχόντων καὶ ἀδυνάτων
ἄλλως ἔχειν, οὐκ ἂν ἐγένετο. εἰ δὲ γέγονεν, ἀνάγκη δηλονότι κἀκεῖνα
δυνατὰ εἶναι ἄλλως ἔχειν καὶ μή ἀεὶ οὕτως ἔχειν, ὥστε καὶ συνεστῶτα
διαλυθήσεται καὶ διαλελυμένα συνέστη ἔμπροσθεν, καὶ τοῦτʼ ἀπειράκις ἢ
οὕτως εἶχεν ἢ δυνατὸν ἦν. εἰ δὲ τοῦτʼ, οὐκ ἂν εἴη
ἄφθαρτος, οὔτʼ εἰ ἄλλως εἶχέ ποτε οὔτʼ εἰ δυνατὸν ἄλλως ἔχειν.
διδασκαλίας χάριν ὡς μᾶλλον
γνωριζόντων, ὥσπερ τὸ διάγραμμα
γὰρ λαμβανόμενα πρότερον καὶ ὕστερον ὑπεναντία ἐστίν· ἐξ
ἀτάκτων γὰρ τεταγμένα γενέσθαι φασίν, ἅμα δὲ τὸ αὐτὸ ἄτακτον εἶναι καὶ
τεταγμένον ἀδύνατον, ἀλλʼ ἀνάγκη γένεσιν εἶναι τὴν χωρίζουσαν καὶ
χρόνον· ἐν δὲ τοῖς διαγράμμασιν οὐδὲν τῷ χρόνῳ κεχώρισται. ὅτι μὲν οὖν
ἀδύνατον
αὐτὸν ἅμʼ ἀΐδιον εἶναι καὶ γενέσθαι, φανερόν. τὸ
δʼ ἐναλλὰξ συνιστάναι καὶ διαλύειν οὐδὲν ἀλλοιότερον ποιεῖν ἐστὶν ἢ τὸ
κατασκευάζειν αὐτὸν ἀΐδιον μὲν ἀλλὰ μεταβάλλοντα τὴν μορφήν, ὥσπερ εἴ
τις ἐκ παιδὸς ἄνδρα γινόμενον καὶ ἐξ ἀνδρὸς παῖδα ὁτὲ μὲν φθείρεσθαι τὲ
δʼ εἶναι οἴοιτο·
δῆλον γὰρ ὅτι καὶ εἰς ἄλληλα τῶν στοιχείων
συνιόντων οὐχ ἡ τυχοῦσα τάξις γίγνεται καὶ σύστασις, ἀλλʼ ἡ αὐτή, ἄλλως
τε καὶ κατὰ τοὺς τοῦτον τὸν λόγον εἰρηκότας, οἱ τῆς διαθέσεως ἑκατέρας
αἰτιῶνται τὸ ἐναντίον. ὥστʼ εἰ τὸ ὅλον σῶμα συνεχὲς ὂν ὁτὲ μὲν οὕτως ὁτὲ
δʼ ἐκείνως διατίθεται
καὶ διακεκόσμηται, ἡ δὲ τοῦ ὅλου
σύστασίς ἐστι κόσμος καὶ οὐρανός, οὐκ ἂν ὁ κόσμος γίγνοιτο καὶ
φθείροιτο, ἀλλʼ αἱ διαθέσεις αὐτοῦ. τὸ δʼ ὅλως γενόμενον φθαρῆναι καὶ μὴ
ἀνακάμπτειν ὄντος μὲν ἑνὸς ἀδύνατόν ἐστιν· πρὶν γὰρ γενέσθαὶ ἀεὶ ὑπῆρχεν
ἡ πρὸ αὐτοῦ σύστασις, ἣν μὴ γενομένην
οὗχ οἷόν τʼ εἶναί
φαμεν μεταβάλλειν· ἀπείρων δʼ ὄντων ἐνδέχεται μᾶλλον. ἀλλὰ μὴν καὶ τοῦτο
πότερον ἀδύνατον ἢ
ἄφθαρτον διατελεῖν, ὥσπερ ἐν τῷ Τιμαίῳ. ἐκεῖ γάρ φησι τὸν οὐρανὸν
γενέσθαι μέν, οὐ μὴν ἀλλʼ ἔσεσθαί γε τὸν ἀεὶ χρόνον. πρὸς οὓς φυσικῶς
μὲν περὶ τοῦ οὐρανοῦ μόνον εἴρηται, καθόλου δὲ περὶ ἅπαντος σκεψαμένοις
ἔσται καὶ περὶ τούτου δῆλον.
11 Πρῶτον δὲ διαιρετέον πῶς ἀγένητα καὶ γενητά φαμεν καὶ φθαρτὰ καὶ
ἄφθαρτα· πολλαχῶς γὰρ λεγομένων, κἂν μηδὲν διαφέρῃ πρὸς τὸν λόγον,
ἀνάγκη τὴν διάνοιαν ἀορίστως ἔχειν, ἄν τις τῷ διαιρουμένῳ πολλαχῶς ὡς
ἀδιαιρέτῳ χρῆται·
ἄδηλον γὰρ κατὰ ποίαν φύσιν αὐτῷ συμβαίνει
τὸ λεχθέν. λέγεται δʼ ἀγένητον ἕνα μὲν τρόπον ἐὰν ᾖ τι νῦν πρότερον μὴ
ὂν ἄνευ γενέσεως καὶ μεταβολῆς, καθάπερ ἔνιοι τὸ ἅπτεσθαι καὶ τὸ
κινεῖσθαι λέγουσιν· οὐ γὰρ εἶναι γίνεσθαί φασιν ἁπτόμενον, οὐδὲ
κινούμενον. ἕνα δʼ εἴ τι ἐνδεχόμενον
γίνεσθαι ἢ γενέσθαι μή
ἐστιν· ὁμοίως γὰρ καὶ τοῦτο ἀγένητον, ὅτι ἐνδέχεται γενέσθαι. ἕνα δʼ εἴ
τι ὅλως ἀδύνατον γενέσθαι, ὥσθʼ ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μή. τὸ δʼ ἀδύνατον
λέγεται διχῶς. ἢ γὰρ τῷ μὴ ἀληθὲς εἶναι εἰπεῖν ὅτι γένοιτʼ ἄν, ἢ τῷ μὴ
ῥᾳδίως μηδὲ ταχὺ ἢ καλῶς. τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ
γενητὸν ἕνα μὲν εἰ μὴ ὂν πρότερον ὕστερον ἔστιν, εἴτε γενόμενον εἴτʼ
ἄνευ τοῦ γίνεσθαι, ὁτὲ μὲν μὴ ὄν, πάλιν δʼ ὄν· ἕνα δʼ εἰ δυνατόν, εἴτε
τῷ ἀληθεῖ διορισθέντος τοῦ δυνατοῦ εἴτε τῷ ῥᾳδίως· ἕνα δ᾿ ἐὰν ἡ γένεσις
αὐτοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, εἴτʼ ἤδη ὄντος, διὰ τοῦ γίνεσθαι δʼ
ὄντος, εἴτε καὶ μήπω ὄντος, ἀλλ᾿
ἐνδεχομένου. καὶ φθαρτὸν
δὲ καὶ ἄφθαρτον ὡσαύτως· εἴτε γὰρ πρότερόν τι ὂν ὕστερον ἢ μή ἐστιν ἢ
ἐνδέχεται με` εἶναι, φθαρτὸν εἶναί φαμεν, εἴτε φθειρόμενόν ποτε καὶ
μεταβάλλον, εἴτε μή. ἔστι δʼ ὅτε καὶ τὸ διὰ τοῦ φθείρεσθαι ἐνδεχόμενον
μὴ εἶναι φθαρτὸν εἶναί φαμεν, καὶ ἔτι ἄλλως τὸ
ἀφθάρτου ὁ αὐτὸς λόγος· ἢ γὰρ τὸ ἄνευ φθορᾶς ὁτὲ μὲν ὂν
ὁτὲ δὲ μὴ ὄν, οἷον τὰς ἁφάς, ὅτι ἄνευ τοῦ φθείρεσθαι πρότερον οὖσαι
ὕστερον οὐκ εἰσίν, ἢ τὸ ὂν μὲν δυνατὸν δὲ μὴ εἶναι, ἢ οὐκ ἐσόμενόν ποτε,
νῦν δʼ ὄν· σὺ γὰρ εἶ, καὶ ἡ ἁφὴ νῦν· ἀλλʼ ὅμως φθαρτόν, ὅτι ἔσται ποτὲ
ὅτε οὐκ ἀληθές
σε εἰπεῖν ὅτι εἶ, οὐδὲ ταῦτα ἅπτεσθαι. τὸ δὲ
μάλιστα κυρίως, τὸ ὂν μέν, ἀδύνατον δὲ φθαρῆναι οὕτως ὥστε νῦν ὂν
ὕστερον μὴ εἶναι ἢ ἐνδέχεσθαι μὴ εἶναι, ἢ καὶ τὸ μήπω ἐφθαρμένον, οὐκ
ἐνδεχόμενον δʼ ὕστερον μὴ εἶναι. λέγεται δʼ ἄφθαρτον καὶ τὸ μὴ ῥᾳδίως
φθειρόμενον. εἰ δὴ ταῦθʼ
οὕτως ὥστε πρότερον μὲν μὴ εἶναι ὕστερον δὲ εἶναι, οἷον
τὴν διάμετρον σύμμετρον. εἰ δὴ τι δύναται κινηθῆναι στάδια ἑκατὸν ἢ ἆραι
βάρος, ἀεὶ πρὸς τὸ πλεῖστον λέγομεν, οἷον τάλαντα ἆραι ἑκατὸν ἂ στάδια
βαδίσαι ἑκατόν (καίτοι καὶ τὰ μόρια δύναται τὰ ἐντός, εἴπερ καὶ τὴν
ὑπεροχήν), ὡς
δέον ὁρίζεσθαι πρὸς τὸ τέλος καὶ τὴν ὑπεροχὴν
τὴν δύναμιν. ἀνάγκη μὲν οὖν τὸ δυνατὸν καθʼ ὑπεροχὴν τοσαδὶ καὶ τὰ ἐντὸς
δύνασθαι, οἷον εἰ τάλαντα ἑκατὸν ἆραι, καὶ δύο, κἀν εἰ στάδια ἑκατόν,
καὶ δύο δύνασθαι βαδίσαι. ἡ δὲ δύναμις τῆς ὑπεροχῆς ἐστίν· κἂν εἴ τι
ἀδύνατον τοσονδὶ καθʼ
ὑπερβαλὴν εἰπόντων, καὶ τὰ πλείω
ἀδύνατον, οἷον ὁ χίλια βαδίσαι στάδια μὴ δυνάμενος δῆλον ὅτι καὶ χίλια
καὶ ἕν. μηδὲν δʼ ἡμᾶς παρενοχλείτω· διωρίσθω γὰρ κατὰ τῆς ὑπεροχῆς τὸ
τέλος λεγόμενον τὸ κυρίως δυνατόν. τάχα γὰρ ἐνσταίη τις ἂν ὡς οὐκ ἀνάγκη
τὸ λεχθέν· ὁ γὰρ ὁρῶν
πράγματος ἡ ὑπερβολή. τὸ γὰρ
λεγόμενον δῆλον· ἡ μὲν γὰρ ὄψις ἡ τοῦ ἐλάττονος ὑπερέχει, ἡ δὲ ταχυτὴς ἡ
τοῦ πλείονος.
12 Διωρισμένων δὲ τούτων λεκτέον τὸ ἐφεξῆς. εἰ δή ἐστιν ἔνια δυνατὰ καὶ
εἶναι καὶ μή, ἀνάγκη χρόνον τινὰ ὡρίσθαι
τὸν πλεῖστον καὶ
τοῦ εἶναι καὶ τοῦ μή, λέγω δʼ ὃν δυνατὸν τὸ πρᾶγμα εἶναι καὶ ὃν δυνατὸν
μὴ εἶναι καθʼ ὁποιανοῦν κατηγορίαν, οἷον ἄνθρωπον ἢ λευκὸν ἢ τρίπηχυ ἢ
ἄλλ᾿ ὁτιοῦν τῶν τοιούτων. εἰ γὰρ μὴ ἔσται ποσός τις, ἀλλ᾿ ἀεὶ πλείων τοῦ
προτεθέντος καὶ οὐκ ἔστιν οὗ ἐλάττων, ἄπειρον
τὸ μὲν ἐξ ὑποθέσεως (λέγω δ᾿, οἷον καὶ
τὸ τρίγωνον ἀδύνατον δύο ὀρθὰς ἔχειν, εἰ τάδε, καὶ ἡ διάμετρος
σύμμετρος, εἰ τάδε), ἔστι δʼ ἀπλῶς καὶ δυνατὰ καὶ ἀδύνατα καὶ ψευδῆ καὶ
ἀληθῇ. οὐ δὴ ταὐτόν ἐστι ψεῦδός τέ τι εἶναι ἀπλῶς καὶ ἀδύνατον ἁπλῶς. τὸ
γάρ σε μὴ ἑστῶτα φάναι ἑστάναι
ψεῦδος μέν, οὐκ ἀδύνατον δέ.
ὁμοίως δὲ τὸν κιθαρίζοντα μὲν μὴ ᾄδοντα δὲ ᾄδειν φάναι ψεῦδος, ἀλλʼ οὐκ
ἀδύνατον. τὸ δʼ ἅμα ἑστάναι καὶ καθῆσθαι, καὶ τὴν διάμετρον σύμμετρον
εἶναι, οὐ μόνον ψεῦδος ἀλλὰ καὶ ἀδύνατον, οὐ δὴ ταὐτόν ἐστιν ὑποθέσθαι
ψεῦδος καὶ ἀδύνατον.
συμβαίνει δʼ ἀδύνατον ἐξ ἀδυνάτου. τοῦ
μὲν οὖν καθῆσθαι καὶ ἑστάναι ἅμα ἔχει τὴν δύναμιν, ὅτι ὅτε ἔχει ἐκείνην,
καὶ τὴν ἑτέραν· ἀλλʼ οὐχ ὥστε ἅμα καθῆσθαι καὶ ἑστάναι,
τοῦ μὴ εἶναι. εἰ δὴ
ἄπειρον χρόνον ἐστίν, ἔσται ὑπάρχον ὁ δύναται. ἅμα ἄῤ ἔσται τε καὶ οὐκ
ἔσται κατʼ ἐνέργειαν. ψεῦδος μὲν οὖν συμβαίνοι ἄν, ὅτι ψεῦδος ἐτέθη.
ἀλλʼ εἰ μὴ ἀδύνατον ἦν, οὐκ ἂν καὶ ἀδύνατον ἦν τὸ συμβαῖνον. ἅπαν ἄρα τὸ
ἀεὶ ὂν ἀπλῶς ἄφθαρτον. ὁμοίως δὲ
καὶ ἀγένητον· εἰ γὰρ
γενητόν, ἔσται δυνατὸν χρόνον τινὰ μὴ εἶναι. φθαρτὸν μὲν γάρ ἐστι τὸ
πρότερον μὲν ὄν, νῦν δὲ μὴ ὂν ἢ ἐνδεχόμενόν ποτε ὕστερον μὴ εἶναι·
γενητὸν δὲ ὃ ἐνδέχεται πρότερον μὴ εἶναι, ἀλλʼ οὐκ ἔστιν ἐν ᾧ χρόνῳ
δυνατὸν τὸ ἀεὶ ὄν. ὥστε μὴ εἶναι οὔτʼ ἄπειρον οὔτε πεπερασμένον· καὶ
γὰρ τὸν πεπερασμένον χρόνον δύναται εἶναι, εἴπερ καὶ τὸν
ἄπειρον. οὐκ ἄρα ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν ἀεί τε δύνασθαι εἶναι καὶ μὴ
εἶναι. ἀλλὰ μὴν οὐδὲ τὴν ἀπόφασιν, οἷον λέγω μὴ ἀεὶ εἶναι. ἀδύνατον ἄρα
καὶ ἀεὶ μέν τι εἶναι, φθαρτὸν δʼ εἶναι. ὁμοίως δʼ οὐδὲ γενητόν. δυοῖν
γὰρ ὅροιν εἰ ἀδύνατον
τὸ δʼ ἀεὶ δυνάμενον μὴ εἶναι ἐναντίον, οὗ ἀπόφασις τὸ
μὴ ἀεὶ δυνάμενον μὴ εἶναι, ἀνάγκη τὰς ἀποφάσεις ἀμφοῖν τῷ αὐτῷ ὑπάρχειν,
καὶ εἶναι μέσον τοῦ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος τὸ δυνάμενον εἶναι
καὶ μὴ εἶναι· ἡ γὰρ ἑκατέρου ἀπόφασίς ποτε ὑπάρξει, εἰ μὴ εἴη ἀεί. ὥστε
καὶ
τὸ μὴ ἀεὶ μὴ ὂν ἔσται ποτὲ καὶ οὐκ ἔσται, καὶ τὸ μὴ ἀεὶ
δυνάμενον εἶναι δηλονότι, ἀλλά ποτε ὄν· ὥστε καὶ μὴ εἶναι. τὸ αὐτὸ ἄῤ
ἔσται δυνατὸν εἶναι καὶ μή, καὶ τοῦτʼ ἔστιν ἀμφοῖν μέσον. λόγος δὲ
καθόλου ὅδε. ἔστω γὰρ τὸ Α καὶ τὸ
Β μηδενὶ τῷ αὐτῷ δυνάμενα ὑπάρχειν, ἅπαντι δὲ τὸ Α τὸ Γ καὶ
τὸ Β ἢ τὸ Δ. ἀνάγκη δὴ μήτε τὸ Α ὑπάρχει μήτε τὸ Β, παντὶ ὑπάρχειν τὰ
ΓΔ. ἔστω δὴ τὸ Ε τὸ μεταξὺ τῶν ΑΒ· ἐναντίων γὰρ τὸ μηθέτερον μέσον.
τούτῳ δὴ ἀνάγκη ἄμφω ὑπάρχειν τό τε Γ καὶ τὸ Δ. παντὶ γὰρ ἢ
τὸ Α ἢ τὸ Γ, ὥστε καὶ τῷ Ε· ἐπεὶ οὖν τὸ Α ἀδύνατον, τὸ Γ ὑπάρξει. ὁ δʼ
αὐτὸς λόγος καὶ ἐπὶ τοῦ Δ. οὔτε δὴ τὸ ἀεὶ ὂν γενητὸν οὐδὲ φθαρτόν, οὔτε
τὸ ἀεὶ μὴ ὄν. δῆλον δʼ ὅτι καὶ εἰ γενητὸν ἢ φθαρτόν, οὐκ ἀΐδιον. ἅμα γὰρ
ἔσται δυνάμενον ἀεὶ εἶναι καὶ δυνάμενον μὴ ἀεί εἶναι· τοῦτο δʼ ὅτι
ἀδύνατον,
δέδεικται πρότερον. ἆῤ οὖν εἰ καὶ ἀγένητον, ὂν
δέ, τοῦτʼ ἀνάγκη ἀΐδιον εἶναι; ὁμοίως δὲ καὶ εἰ ἄφθαρτον, ὂν δέ. λέγω δὲ
τὸ ἀγένητον καὶ ἄφθαρτον τὰ κυρίως λεγόμενα, ἀγένητον μὲν ὃ ἔστι νῦν,
καὶ πρότερον οὐκ ἀληθὲς ἦν εἰπεῖν τὸ μὴ εἶναι, ἄφθαρτον δὲ ὃ νῦν ὃν
ὕστερον μὴ ἀληθὲς ἔσται
εἰπεῖν μὴ εἶναι. ἢ εἰ μὲν ταῦτα
ἀλλήλοις ἀκολουθεῖ καὶ τό τε ἀγένητον ἄφθαρτον καὶ τὸ ἄφθαρτον ἀγένητον,
ἀνάγκη καὶ τὸ ἀΐδιον ἑκατέρῳ ἀκολουθεῖν, καὶ εἴτε ἀγένητον,
ἄφθαρτον· ἀλλʼ εἰ
ἄφθαρτον, ἀγένητον ὑπέκειτο. εἰ δὲ μὴ ἀκολουθοῦσιν ἀλλήλοις τὸ ἄφθαρτον
καὶ τὸ ἀγένητον, οὐκ ἀνάγκη οὔτε τὸ ἀγένητον οὔτε τὸ ἄφθαρτον ἀΐδιον
εἶναι. ὅτι δʼ ἀνάγκη ἀκολουθεῖν, ἐκ τῶνδε φανερόν. τὸ γὰρ γενητὸν καὶ τὸ
φθαρτὸν ἀκολουθοῦσιν ἀλλήλοις. δῆλον δὲ καὶ τοῦτο
ἐκ τῶν
πρότερον· τοῦ γὰρ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος ἐστὶ μεταξὺ ᾧ μηδέτερον
ἀκολουθεῖ, τοῦτο δʼ ἐστὶ τὸ γενητὸν καὶ φθαρτόν. δυνατὸν γὰρ καὶ εἶναι
καὶ μὴ εἶναι ὡρισμένον χρόνον ἑκάτερον· λέγω δʼ ἑκάτερον καὶ εἶναι ποσόν
τινα χρόνον καὶ μὴ εἶναι. εἰ τοίνυν ἐστί τι γενητὸν ἢ φθαρτόν,
δὲ Β τὸ ἀεὶ μὴ ὄν, τὸ δὲ Γ γενητόν, τὸ δὲ Δ φθαρτόν. ἀνάγκη
δὴ τὸ Γ μεταξύ εἶναι τοῦ Α καὶ τοῦ Β. τῶν μὲν γὰρ οὐκ ἔστι χρόνος ἐπʼ
οὐδέτερον τὸ πέρας ἐν ᾧ ἢ τὸ Α οὐκ ἦν ἢ τὸ Β ἦν· τῷ δὲ γενητῷ ἀνάγκη ἢ
ἐνεργείᾳ εἶναι δυνάμει, τοῖς δὲ ΑΒ οὐδετέρως. ποσὸν ἄρα τινὰ καὶ
ὡρισμένον
χρόνον καὶ ἔσται καὶ πάλιν οὐκ ἔσται τὸ Γ. ὁμοίως
δὲ καὶ ἐπὶ τοῦ Δ φθαρτοῦ. γενητὸν ἄρα καὶ φθαρτὸν ἑκάτερον. ἀκολουθοῦσιν
ἄρα ἀλλήλοις τὸ γενητὸν καὶ τὸ φθαρτόν. ἔστω δὴ τὸ ἐφʼ ᾧ Ε ἀγένητον, τὸ
δʼ ἐφʼ ᾧ Ζ γενητόν, τὸ δʼ ἐφʼ ᾧ Η ἄφθαρτον, τὸ δʼ ἐφʼ ᾧ Θ φθαρτόν. τὰ δὴ
ΖΘ δέδεικται
ὅτι ἀκολουθεῖ ἀλλήλοις. ὅταν δʼ ᾖ οὕτω κείμενα
ὡς ταῦτα, οἷον τὸ μὲν Ζ καὶ τὸ Θ ἀκολουθοῦντα, τὸ δὲ Ε καὶ τὸ Ζ μηθενὶ
τῷ αὐτῷ, ἅπαντι δὲ θάτερον, ὁμοίως δὲ καὶ τὰ ΗΘ, ἀνάγκη καὶ τὰ ΕΗ
ἀκολουθεῖν ἀλλήλοις. ἔστω γὰρ τῷ Η τὸ Ε μὴ ἀκολουθοῦν. τὸ ἄρα Ζ
ἀκολουθήσει·
παντὶ γὰρ τὸ Ε ἢ τὸ Ζ. ἀλλὰ μὴν ᾧ τὸ Ζ, καὶ τὸ
Θ. τῷ ἄρα Η τὸ Θ ἀκολουθήσει. ἀλλʼ ὑπέκειτο ἀδύνατον εἶναι. ὁ δʼ αὐτὸς
λόγος καὶ ὅτι τὸ Η τῷ Ε. ἀλλὰ μὴν
τῆς γενέσεως τῷ δὲ τῆς φθορὰς, ἀναιρεῖν ἐστὶ τῶν
δεδομένων τι. ἢ γὰρ ἄπειρον ἢ ποσόν τινα ὡρισμένον χρόνον δύναται ἅπαντα
ἢ ποιεῖν ἢ πάσχειν, ἢ εἶναι ἢ μὴ εἶναι, καὶ τὸν ἄπειρον διὰ τοῦτο, ὅτι
ὥρισταί πως ὁ ἄπειρος χρόνος, οὗ οὐκ ἔστι πλείων. τὸ δὲ πῇ ἄπειρον οὔτ᾿
ἄπειρον οὔθ᾿ ὡρισμένονἔτι
τί μᾶλλον ἐπὶ τῷδε τῷ σημείῳ ἀεὶ
ὂν πρότερον ἐφθάρη ἢ μὴ ὂν ἄπειρον ἐγένετο; εἰ γὰρ μηθὲν μᾶλλον, ἄπειρα
δὲ τὰ σημεῖα, δῆλον ὅτι ἄπειρον χρόνον ἦν τι γενητὸν καὶ φθαρτόν.
δύναται ἄρα μὴ εἶναι ἄπειρον χρόνον· ἅμα
γὰρ ἕξει δύναμιν τοῦ μὴ εἶναι καὶ εἶναι, τὸ μὲν πρότερον,
εἰ φθαρτόν, τὸ δʼ ὕστερον, εἰ γενητόν. ὥστʼ ἐὰν ὑπάρχειν θῶμεν ἃ
δύνανται, τὰ ἀντικείμενα ἅμα ὑπάρξει. ἔτι δὲ καὶ τοῦθʼ ὁμοίως ἐν ἅπαντι
σημείῳ ὑπάρξει, ὥστʼ ἄπειρον χρόνον τοῦ μὴ εἶναι καὶ τοῦ εἶναι ἕξει
δύναμιν· ἀλλὰ δέδεικται ὅτι,
ἀδύνατον τοῦτο. ἔτι εἰ
πρότερον ἡ δύναμις ὑπάρχει τῆς ἐνεργείας, ἅπανθ᾿ ὑπάρξει τὸν χρόνον, καὶ
ὃν ἀγένητον ἦν καὶ μὴ ὂν, τὸν ἄπειρον χρόνον γίγνεσθαι δυνάμενον. ἅμα δὴ
οὐκ ἦν καὶ τοῦ εἶναι δύναμιν εἶχε, καὶ τοῦ τότε εἶναι καὶ ὕστερον
ἄπειρον ἄρα χρόνον. φανερὸν δὲ καὶ ἄλλως ὅτι ἀδύνατον
φθαρτὸν ὂν μὴ φθαρῆναί ποτε. ἀεὶ γὰρ ἔσται ἅμα καὶ φθαρτὸν καὶ ἄφθαρτον
ἐντελεχείᾳ, ὥστε ἅμα ἔσται δυνατὸν ἀεἱ τε εἶναι καὶ μὴ ἀεί. φθείρεται
ἄρα ποτὲ τὸ φθαρτόν, καὶ εἰ γενητόν, γέγονεν· δυνατὸν γὰρ γεγονέναι, καὶ
μὴ ἀεὶ ἄρα εἶναι. ἔστι δὲ καὶ ὧδε θεωρῆσαι ὅτι ἀδύνατον
ἢ
γενόμενόν ποτε ἄφθαρτόν τι διατελεῖν, ἢ ἀγένητον ὂν καὶ ἀεὶ πρότερον ὂν
φθαρῆναι. οὐδὲν γὰρ ἀπὸ τοῦ αὐτομάτου οὔτ᾿ ἄφθαρτον οὔτʼ ἀγένητον οἷόν
τʼ εἶναι. τὸ μὲν γὰρ αὐτόματόν ἐστι καὶ τὸ ἀπὸ τύχης παρὰ τὸ ἀεὶ καὶ τὸ
ὡς ἐπὶ
ὕλη αἰτία τοῦ
εἶναι καὶ μή. ὥστʼ ἀνάγκη καὶ ἅμα ὑπάρχειν ἐνεργείᾳ ἀντικείμενα. ἀλλὰ
μὴν οὐδέν γʼ ἀληθὲς εἰπεῖν νῦν ὅτι ἐστὶ πέρυσιν, οὐδὲ πέρυσιν ὅτι νῦν
ἐστίν. ἀδύνατον ἄρα μὴ ὄν ποτε ὕστερον ἀΐδιον εἶναι· ἕξει γὰρ ὕστερον
καὶ τὴν τοῦ
ἅμα] καὶ ἅμα Alex. (γρ.) apud Simpl. 26. καὶ φθαρτὸν om. Alex. (γρ.)
apud Simpl. 283 b 5. καὶ ἅμα cod. E et duo alii, ἅμα ceteri et
Simpl.
χρόνῳ. ἔστα δὴ οὗ ἔχει τὴν δύναμιν ὑπάρχον ἐνεργείᾳ· ἔσται
ἄρα ἀληθὲς. εἰπεῖν νῦν ὅτι οὐκ ἔστι πέρυσιν. ἀλλʼ ἀδύνατον· οὐδεμία γὰρ
δύναμις τοῦ γεγονέναι ἐστίν, ἀλλά τοῦ εἶναι ἢ ἔσεσθαι. ὁμοίως δὲ καὶ εἰ
πρότερον ὂν ἀΐδιον ὕστερον μή ἐστιν· ἕξει γὰρ δύναμιν οὗ ἐνεργείᾳ οὐκ
ἔστιν. ὥστʼ ἂν θῶμεν
τὸ δυνατόν, ἀληθὲς ἔσται εἰπεῖν νῦν
ὅτι τοῦτʼ ἔστι πέρυσιν καὶ ὅλως ἐν τῷ παρελθόντι χρόνῳ. καὶ φυσικῶς δὲ
καὶ μὴ καθόλου σκοποῦσιν ἀδύνατον ἢ ἀΐδιον ὂν πρότερον φθαρῆναι ὕστερον,
ἢ πρότερον μὴ ὂν ὕστερον ἀΐδιον εἶναι. τὰ γὰρ φθαρτὰ καὶ γενητὰ καὶ
ἀλλοιωτὰ πάντα· ἀλλοιοῦται δὲ
τοῖς ἐναντίοις καὶ ἐξ ὧν
σννίσταται τὰ φύσει ὄντα, καὶ ὑπὸ τῶν αὐτῶν τούτων φθείρεται.
1 Ὅτι μὲν οὖν οὔτε γέγονεν ὁ πᾶς οὐρανὸς οὔτ᾿ ἐνδέχεται φθαρῆναι, καθάπερ
τινές φασιν αὐτόν, ἀλλʼ ἔστιν εἷς καὶ ἀΐδιος, ἀρχὴν μὲν καὶ τελευτὴν οὐκ
ἔχων τοῦ παντὸς αἰῶνος, ἔχων δὲ καὶ περιέχων ἐν αὑτῷ τὸν ἄπειρον χρόνον,
ἔκ τε τῶν εἰρημένων ἔξεστι λαμβάνειν τὴν πίστιν, καὶ διὰ τῆς δόξης
τῆς παρὰ τῶν ἄλλως λεγόντων καὶ γεννώντων αὐτόν· εἰ γὰρ
οὕτως μὲν ἔχειν ἐνδέχεται, καθʼ ὃν δὲ τρόπον ἐκεῖνοι γενέσθαι λέγουσιν
οὐκ ἐνδέχεται, μεγάλην ἂν ἔχοι καὶ τοῦτο ῥοπὴν εἰς πίστιν περὶ τῆς
ἀθανασίας αὐτοῦ καὶ ἀϊδιότητος.
τῶν ἄλλων πέρας· τό τε γὰρ πέρας τῶν
περιεχόντων ἐστί, καὶ αὕτη ἡ κυκλοφορία τέλειος οὖσα περιέχει τὰς
ἀτελεῖς
χρόνον, τῶν δʼ ἄλλων τῶν μὲν αἰτία τῆς ἀρχῆς, τῶν δὲ δεχομένη τὴν
παῦλαν. τὸν δʼ οὐρανὸν καὶ τὸν ἄνω τόπον οἱ μὲν ἀρχαῖοι τοῖς θεοῖς
ἀπένειμαν ὡς ὄντα μόνον ἀθάνατον· ὁ δὲ νῦν μαρτυρεῖ λόγος ὡς ἄφθαρτος
καὶ ἀγένητος, ἔτι δʼ ἀπαθὴς πάσης θνητῆς δυσχερείας ἐστίν, πρὸς δὲ
τούτοις
ἄπονος διὰ τὸ μηδεμιᾶς προσδεῖσθαι βιαίας ἀνάγκης,
ἣ κατέχει κωλύουσα φέρεσθαι πεφυκότα αὐτὸν ἄλλως· πᾶν γὰρ τὸ τοιοῦτον
ἐπίπονον, ὅσῳπερ ἂν ἀϊδιώτερον ᾖ, καὶ διαθέσεως τῆς ἀρίστης ἄμοιρον.
διόπερ οὔτε κατὰ τὸν τῶν παλαιῶν μῦθον ὑποληπτέον ἔχειν, οἱ φασιν
Ἄτλαντός τινος
αὐτῷ προσδεῖσθαι τὴν σωτηρίαν· ἐοίκασι γὰρ
καὶ τοῦτον οἱ συστήσαντες τὸν λόγον τὴν αὐτὴν ἔχειν ὑπόληψιν τοῖς
ὕστερον· ὡς γὰρ περὶ βάρος ἐχόντων καὶ γεηρῶν ἀπάντων τῶν ἄνω σωμάτων
ὑπέστησαν αὐτῷ μυθικῶς ἀνάγκην ἔμψυχον. οὔτε δὴ τοῦτον τὸν τρόπον
ὑποληπτέον, οὔτε διὰ τὴν δίνησιν
θάττονος τυγχάνοντα φορᾶς
τῆς οἰκείας ῥοπῆς ἔτι σώζεσθαι τοσοῦτον χρόνον, καθάπερ Ἐμπεδοκλῆς
φησίν. ἀλλά μὴν οὐδʼ ὑπὸ ψυχῆς εὔλογον ἀναγκαζούσης μένειν ἀΐδιον· οὐδὲ
γὰρ τῆς ψυχῆς οἷόν τʼ εἶναι τὴν τοιαύτην ζωὴν ἄλυπον καὶ μακαρίαν·
ἀνάγκη γὰρ καὶ τὴν κίνησιν μετὰ
βίας οὖσαν, εἴπερ κινεῖσθαι
κεφυκότος τοῦ πρώτου σώματος ἄλλως κινεῖ συνεχῶς, ἄσχολον εἶναι καὶ
πάσης ἀπηλλαγμένην ῥαστώνης ἔμφρονος, εἴ γε μηδʼ ὥσπερ τῇ ψυχῇ τῇ τῶν
θνητῶν ζῴων ἐστὶν ἀνάπαυσις ἡ περὶ τὸν ὕπνον γινομένη τοῦ σώματος
ἄνεσις, ἀλλʼ ἀναγκαῖον Ἰξίονός τινος μοῖραν
κατέχειν αὐτὴν
ἀΐδιον καὶ ἄτρυτον. εἰ δή, καθάπερ εἴπομεν,
λόγους. ἀλλὰ τῶν μὲν
τοιοῦτων λόγων ἅλις ἔστω τὰ νῦν.
2 Ἐπειδὴ δέ τινές εἰσιν οἵ φασιν εἶναί τι δεξιὸν καὶ ἀριστερὸν τοῦ
οὐρανοῦ, καθάπερ οἱ καλούμενοι Πυθαγόρειοι (ἐκείνων γὰρ οὗτος ὁ λόγος
ἐστίν), σκεπτέον πότερον τοῦτον ἔχει τὸν τρόπον ὡς ἐκεῖνοι λέγουσιν, ἢ
μᾶλλον ἑτέρως, εἴπερ δεῖ προσάπτειν τῷ τοῦ παντὸς σώματι ταύτας τὰς
ἀρχάς. εὐθὺς
γὰρ πρῶτον, εἰ τὸ δεξιὸν ὑπάρχει καὶ τὸ
ἀριστερόν, ἔτι πρότερον τὰς προτέρας ὑποληπτέον ὑπάρχειν ἀρχὰς ἐν αὐτῷ.
διώρισται μὲν οὖν περὶ τούτων ἐν τοῖς περὶ τὰς τῶν ζῴων κινήσεις διὰ τὸ
τῆς φύσεως οἰκεῖα τῆς ἐκείνων εἶναι· φανερῶς γὰρ ἔν γε τοῖς ζώοις
ὑπάρχοντα φαίνεται τοῖς μὲν
πάντα τὰ τοιαῦτα μόρια, λέγω δʼ
οἷον τό τε δεξιὸν καὶ τὸ ἀριστερόν, τοῖς δʼ ἔνια, τοῖς δὲ φυτοῖς τὸ ἄνω
καὶ κάτω μόνον. εἰ δὲ δεῖ καὶ τῷ οὐρανῷ προσάπτειν τι τῶν τοιούτων, καὶ
τὸ πρῶτον, καθάπερ εἴπομεν, ἐν τοῖς ζῴοις ὑπάρχον εὔλογον ὑπάρχειν ἐν
αὐτῷ· τριῶν γὰν ὄντων ἕκαστον οἷον ἀρχή
τις ἐστίν. λέγω δὲ
τὰ τρία τὸ ἄνω καὶ κάτω, καὶ τὸ πρόσθιον καὶ τὸ ἀντικείμενον, καὶ τὸ
δεξιὸν καὶ τὸ ἀριστερόν· ταύτας γὰρ τὰς διαστάσεις εὔλογον ὑπάρχειν τοῖς
σώμασι τοῖς τελείοις πάσας. ἔστι δὲ τὰ μὲν ἄνω τοῦ μήκους ἀρχή, τὸ δὲ
δεξιὸν τοῦ πλάτους, τὸ δὲ πρόσθεν τοῦ βάθους. ἔτι δʼ ἄλλως
κατὰ τὰς κινήσεις· ἀρχὰς γὰρ ταύτας λέγω ὅθεν ἄρχονται πρῶτον αἱ
κινήσεις τοῖς ἔχουσιν. ἔστι δὲ ἀπὸ μὲν τοῦ ἄνω ἡ αὔξησις, ἀπὸ δὲ τῶν
δεξιῶν ἡ κατὰ τόπον, ἀπὸ δὲ τῶν ἔμπροσθεν ἡ κατὰ τὴν αἴσθησιν· ἔμπροσθεν
γὰρ λέγω ἐφʼ ὃ αἱ αἰσθήσεις. διὸ οὐκ ἐν ἅπαντι σώματι τὸ ἄνω
καὶ κάτω καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ τὸ ἔμπροσθεν καὶ ὄπισθεν
ζητητέον, ἀλλʼ ὅσα ἔχει κινήσεως ἀρχὴν ἐν αὑτοῖς ἔμψυχα ὄντα· τῶν γὰρ
ἀψύχων ἐν οὐθενὶ ὁρῶμεν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. τὰ μὲν γὰρ ὅλως οὐ
κινεῖται, τὰ δὲ κινεῖται μὲν ἀλλʼ οὐ πανταχόθεν ὁμοίως, οἷον τὸ πῦρ ἄνω
μόνον
καὶ ἡ γῆ ἐπὶ τὸ μέσον. ἀλλʼ ἐν μὲν τούτοις λέγομεν τὸ
284a
ἢ τὰ
ἐναντίως ἔχοντα τῇ θέσει, δεξιὸν μὲν τὸ κατὰ τὸ ἡμέτερον ἀριστερόν,
ἀριστερὸν δὲ τὸ κατὰ τὸ ἡμέτερον δεξιόν,
ἔμπροσθεν καὶ
ὄπισθεν. διὸ καὶ τῶν Πυθαγορείων ἄν τις θαυμάσειεν ὅτι δύο μόνας ταύτας
ἀρχὰς ἔλεγον, τὸ δεξιὸν καὶ ἀριστερόν, τὰς δὲ τέτταρας παρέλιπον οὐθὲν
ἧττον κυρίας οὔσας· οὐθὲν γὰρ ἐλάττω διαφορὰν ἔχει τὰ ἄνω πρὸς τὰ κάτω
καὶ τὰ ἔμπροσθεν πρὸς τὰ ὄπισθεν ἢ τὰ δεξιὰ πρὸς
τὰ
ἀριστερὰ ἐν ἅπασι τοῖς ζώοις. τὰ μὲν γὰρ τῇ δυνάμει διαφέρει μόνον, τὰ
δὲ καὶ τοῖς σχήμασι, καὶ τὸ μὲν ἄνω καὶ τὸ κάτω πᾶσι τοῖς ἐμψύχοις ἐστὶν
ὁμοίως ζώοις καὶ φυτοῖς, τὸ δὲ δεξιὸν καὶ ἀριστερὸν οὐκ ἐνυπάρχει τοῖς
φυτοῖς. ἔτι δʼ ὡς τὸ μῆκος τοῦ πλάτους πρότερον, εἰ τὸ μὲν ἄνω
τοῦ μήκους ἀρχή, τὸ δὲ δεξιὸν χοῦ πλάτους, ἡ δὲ τοῦ
προτέρου ἀρχὴ προτέρα, πρότερον ἂν εἴη τὸ ἄνω τοῦ δεξιοῦ κατὰ γένεσιν,
ἐπειδὴ πολλαχῶς λέγεται τὸ πρότερον. πρὸς δὲ τούτοις, εἰ τὸ μὲν ἄνω ἐστὶ
τὸ ὅθεν ἡ κίνησις, τὸ δὲ δεξιὸν ἀφʼ οὗ, τὸ δʼ εἰς τὸ πρόσθεν ἐφʼ ὅ, καὶ
οὕτως ἂν ἔχοι τινὰ δύναμιν
ἀρχῆς τὸ ἄνω πρὸς τὰς ἄλλας
ἰδέας. διά τε δὴ τὸ παραλείπειν τὰς κυριωτέρας ἀρχὰς δίκαιον αὐτοῖς
ἐπιτιμᾶν, καὶ διότι ταύτας ἐν ἅπασιν ὁμοίως ἐνόμιζον ὑπάρχειν. ἡμῖν δʼ
ἐπειδὴ ὥρισται πρότερον ὅτι ἐν τοῖς ἔχουσιν ἀρχὴν κινήσεως αἱ τοιαῦται
δυνάμεις ὑπάρχουσιν, ὁ δʼ οὐρανὸς ἔμψυχος
καὶ ἔχει κινήσεως
ἀρχήν, δῆλον ὅτι ἔχει καὶ τὸ ἄνω καὶ
κινεῖσθαι· καὶ γὰρ εἰ μηδέποτʼ ἤρξατο, ὅμως
ἔχειν ἀναγκαῖον ἀρχήν, ὅθεν ἂν ἤρξατο, εἰ ἤρχετο κινούμενον, κἂν εἰ
σταίη, κινηθείη ἂν πάλιν. λέγω δὲ μῆκος μὲν αὐτοῦ τὸ κατὰ τούς πόλους
διάστημα, καὶ τῶν πόλων τὸν μὲν ἄνω τὸν δὲ κάτω διαφορὰν γὰρ ἐν τούτοις
μόνοις ὁρῶμεν τῶν ἡμισφαιρίων,
τῷ μὴ κινεῖσθαι τούς πόλους.
ἅμα δὲ καὶ εἰώθαμεν λέγειν τὰ πλάγια ἐν τῷ κόσμῳ οὐ τὸ ἄνω καὶ τὸ κάτω,
ἀλλά τὸ παρὰ τοὺς πόλους, ὡς τούτου μήκους ὄντος· τὸ γὰρ εἰς τὸ πλάγιόν
ἐστι τὸ παρὰ τὸ ἄνω καὶ τὸ κάτω. τῶν δὲ πόλων. ὁ μὲν ὑπὲρ ἡμᾶς
φαινόμενος τὸ κάτω μέρος ἐστίν, ὁ δʼ ἡμῖν
ἄδηλος τὸ ἄνω.
δεξιὸν γὰρ ἑκάστου λέγομεν, ὅθεν ἡ ἀρχὴ τῆς κατὰ τόπον κινήσεως· τοῦ δʼ
οὐρανοῦ ἀρχὴν τῆς περιφορᾶς, ὅθεν αἱ ἀνατολαὶ τῶν ἄστρων, ὥστε τοῦτʼ ἂν
εἴη δεξιόν, οὗ δʼ αἱ δύσεις, ἀριστερόν. εἰ οὖν ἄρχεται ἀπὸ τῶν δεξιῶν
καὶ ἐπὶ τὰ δεξιὰ περιφέρεται, ἀνάγκη τὸ ἄνω εἶναι τὸν
ἀφανῆ
πόλον· εἰ γὰρ ἔσται ὁ φανερός, ἐπʼ ἀριστερὰ ἔσται ἡ κίνησις, ὅπερ οὔ
φαμεν. δῆλον τοίνυν ὅτι ὁ ἀφανὴς πόλος ἐστὶ τὸ ἄνω. καὶ οἱ μὲν ἐκεῖ
οἰκοῦντες ἐν τῷ ἄνω εἰσὶν ἡμισφαιρίῳ καὶ πρὸς τοῖς δεξιοῖς, ἡμεῖς δʼ ἐν
τῷ κάτω καὶ πρὸς τοῖς ἀριστεροῖς, ἐναντίως ἢ ὡς οἱ Πυθαγόρειοι λέγουσιν·
ἐκεῖνοι γὰρ ἡμᾶς ἄνω ποιοῦσι καὶ ἐν τῷ δεξιῷ μέρει,
τούς δʼ ἐκεῖ κάτω καὶ ἐν τῷ ἀριστερῷ. συμβαίνει δὲ τοὐναντίον. ἀλλὰ τῆς
μὲν δευτέρας περιφορᾶς, οἷον τῆς τῶν πλανήτων,
ἐν τοῖς κάτω καὶ τοῖς ἀριστεροῖς· ἀνάπαλιν γὰρ τούτοις
ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι διὰ τὸ ἐναντίας εἶναι τὰς φοράς, ὥστε
συμβαίνειν ἡμᾶς μὲν εἶναι πρὸς τῇ ἀρχῇ ἐκείνους δὲ πρὸς τῷ τέλει. περὶ
μὲν οὖν τῶν κατὰ τὰς διαστάσεις
3 Ἐπεὶ δʼ οὐκ ἔστιν ἐναντία κίνησις ἡ κύκλῳ τῇ κύκλῳ, σκεπτέον διὰ τί
πλείους εἰσὶ φοραί, καίπερ πόρρωθεν πειρωμένοις ποιεῖσθαι τὴν ζήτησιν,
πόρρω δʼ οὐχ οὕτω τῷ τόπῳ, πολύ δὲ μᾶλλον τῷ τῶν συμβεβηκότων αὐτοῖς
περὶ πάμπαν ὀλίγων ἔχειν αἴσθησιν. ὅμως δὲ λέγωμεν. ἡ δʼ αἰτία περὶ
αὐτῶν ἐνθένδεληπτέα. ἕκαστόνἐστιν, ὧν ἐστὶν ἔργον, ἕνεκα τοῦ ἔργου. θεοῦ
δʼ ἐνέργεια ἀθανασία· τοῦτο δʼ ἐστὶ ζωὴ ἀΐδιος.
ὥστʼ ἀνάγκη
τῷ θείῳ κίνησιν ἀΐδιον ὑπάρχειν. ἐπεὶ δʼ ὁ οὐρανὸς τοιοῦτος (σῶμα γάρ τι
θεῖον), διὰ τοῦτο ἔχει τὸ ἐγκύκλιον σῶμα, ὃ φύσει κινεῖται κύκλῳ ἀεί.
διὰ τί οὖν οὐχ ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ τοιοῦτον; ὅτι ἀνάγκη μένειν τι
τοῦ σώματος τοῦ φερομένου κύκλῳ τὸ ἐπὶ τοῦ μέσου, τούτου δʼ οὐθὲν
οἷόν τε μένειν μόριον, οὔθ᾿ ὅλως οὔτʼ ἐπὶ τοῦ μέσου. καὶ
γὰρ ἂν ἡ κατὰ φύσιν κίνησις ἦν αὐτοῦ ἐπὶ τὸ μέσον· φύσει δὲ κύκλῳ
κινεῖται· οὐ γὰρ ἂν ἦν ἀΐδιος ἡ κίνησις· οὐθὲν γὰρ παρὰ φύσιν ἀΐδιον.
ὕστερον δὲ τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν, καὶ ἔκστασίς τίς ἐστιν ἐν τῇ
γενέσει τὸ παρὰ φύσιν
τοῦ κατὰ φύσιν. ἀνάγκη τοίνυν γῆν
εἶναι· τοῦτο γὰρ ἠρεμεῖ ἐπὶ τοῦ μέσου. νῦν μὲν οὖν ὑποκείσθω τοῦτο,
ὕστερον δὲ δειχθήσεται περὶ αὐτοῦ. ἀλλά μὴν εἰ γῆν, ἀνάγκη καὶ πῦρ
εἶναι· τῶν γὰρ ἐναντίων εἰ θάτερον φύσει, ἀνάγκη καὶ θάτερον εἶναι
φύσει, ἐάν περ ᾖ ἐναντίον, καὶ εἶναί τινα αὐτοῦ φύσιν
(ἡ
γὰρ αὐτὴ ὕλη τῶν ἐναντίων)· καὶ τῆς στερήσεως πρότερον
δὲ πειρατέον δεῖξαι. τούτων δʼ
ὑπαρχόντων φανερὸν ὅτι ἀνάγκη γένεσιν εἶναι διὰ τὸ μηδὲν οἷόν τʼ αὐτῶν
εἶναι ἀΐδιον· πάσχει γὰρ καὶ ποιεῖ τἀναντία ὑπʼ ἀλλήλων, καὶ φθαρτικὰ
ἀλλήλων ἐστίν. ἔτι δʼ οὐκ εὔλογον εἶναί τι κινητὸν ἀΐδιον, οὗ μὴ
ἐνδέχεται εἶναι κατὰ φύσιν τὴν κίνησιν ἀΐδιον·
τούτων δʼ
εἴς τι ἡ κίνησις. ὅτι μὲν τοίνυν ἀναγκαῖον εἶναι
δὲ τοσοῦτόν ἐστι
δῆλον, διὰ τίνα αἰτίαν πλείω τὰ ἐγκύκλιά ἐστι σώματα, ὅτι ἀνάγκη γένεσιν
εἶναι, γένεσιν δʼ, εἴπερ καὶ πῦρ, τοῦτο δὲ καὶ τἆλλα, εἴπερ καὶ γῆν·
ταύτην δʼ ὅτι ἀνάγκη μένειν τι ἀεί, εἴπερ κινεῖσθαί τι ἀεί.
4 Σχῆμα δ’ ἀνάγκη σφαιροειδὲς ἔχειν τὸν οὐρανόν· τοῦτο
γὰρ
οἰκειότατον τῇ οὐσίᾳ καὶ τῇ φύσει πρῶτον. εἴπωμεν δὲ πρῶτον καθόλου περὶ
τῶν σχημάτων, τὸ ποῖόν ἐστι πρῶτον, καὶ ἐν ἐπιπέδοις καὶ ἐν στερεοῖς.
ἅπαν δὴ σχῆμα ἐπίτεδον ἢ εὐθύγραμμόν ἐστιν ἢ περιφερόγραμμον. καὶ τὸ μὲν
εὐθύγραμ:μον ὑπὸ πλειόνων περιέχεται γραμμῶν, τὸ δὲ περιφερόγραμμον
ὑπὸ μιᾶς. ἐπεὶ δὲ πρότερον τῇ φύσει ἐν ἑκάστῳ γένει τὸ ἓν
τῶν πολλῶν καὶ τὸ ἀπλοῦν τῶν συνθέτων, πρῶτον ἂν εἴη τῶν ἐπιπέδων
σχημάτων ὁ κύκλος. ἔτι δὲ εἴπερ τέλειόν ἐστιν οὗ μηδὲν ἔξω λαβεῖν αὐτοῦ
δυνατόν, ὥσπερ ὥρισται πρότερον, καὶ τῇ μὲν εὐθείᾳ πρόσθεσίς ἐστιν ἀεί,
τῇ δὲ
τοῦ κύκλου οὐδέποτε, φανερὸν ὅτι τέλειος ἂν εἴη 2
περιέχουσα
ἐπιφανείᾳ, τὰ δʼ
εὐθύγραμμα πλείοσιν· ὡς γὰρ ἔχει ὁ κύκλος ἐν τοῖς ἐπιπέδοις, οὕτως ἡ
σφαῖρα ἐν τοῖς στερεοῖς. ἔτι δὲ καὶ οἱ διαιροῦντες εἰς ἐπίπεδα καὶ ἐξ
ἐπιτέδων τὰ σώματα γεννῶντες μεμαρτυρηκέναι φαίνονται τούτοις· μόνη γὰρ
τῶν στερεῶν οὐ διαιροῦσι τὴν σφαῖραν ὡς οὐκ ἔχουσαν πλείους
ἐπιφανείας ἢ μίαν· ἡ γὰρ εἰς τὰ ἐπίπεδα διαίρεσις οὖχ ὡς ἄν τέμνων τις
εἰς τὰ μέρη διέλοι τὸ ὅλον, τοῦτον διαιρεῖται τὸν τρόπον, ἀλλʼ ὡς εἰς
ἕτερα τῷ εἴδει. ὅτι μὲν οὖν πρῶτόν ἐστιν ἡ σφαῖρα τῶν στερεῶν σχημάτων,
δῆλον. ἔστι δὲ καὶ κατὰ τὸν ἀριθμὸν τὴν τάξιν ἀποδιδοῦσιν οὕτω
τιθεμένοις εὐλογώτατον,
τὸν μὲν κύκλον κατὰ τὸ ἕν, τὸ δὲ
τρίγωνον
φοράν. καὶ τὸ συνεχὲς ἄρα ἐκείνῳ· τὸ γὰρ τῷ σφαιροειδεῖ συνεχὲς
σφαιροειδές. ὡσαύτως δὲ καὶ τὰ πρὸς τὸ μέσον τούτων· τὰ γὰρ ὑπὸ τοῦ
σφαιροειδοῦς περιεχόμενα καὶ ἁπτόμενα ὅλα σφαιροειδῆ ἀνάγκη εἶναι· τὰ δὲ
κάτω τῆς τῶν πλανητῶν ἅπτεται τῆς ἐπάνω σφαίρας. ὥστε σφαιροειδὴς
ἂν εἴη πᾶσα· πάντα γὰρ ἅπτεται καὶ συνεχῆ ἐστὶ ταῖς
σφαίραις. ἔτι δὲ ἐπεὶ φαίνεται καὶ ὑπόκειται κύκλῳ περιφέρεσθαι τὸ πᾶν,
δέδειται δʼ ὅτι τῆς ἐσχάτης περιφορᾶς οὔτε κενόν ἐστιν ἔξωθεν οὔτε
τόπος, ἀνάγκη καὶ διὰ ταῦτα σφαιροειδῆ εἶναι αὐτόν. εἰ γὰρ ἔσται
εὐθύγραμμος,
συμβήσεται καὶ τόπον ἔξω εἶναι καὶ σῶμα καὶ
κενόν, κύκλῳ γὰρ στρεφόμενον τὸ εὐθύγραμμον οὐδέποτε τὴν αὐτὴν ἐφέξει
χώραν, ἀλλʼ ὅπου πρότερον ἦν σῶμα, νῦν οὐκ ἔσται, καὶ οὖ νῦν οὐκ ἔστι,
πάλιν ἔσται διὰ τὴν παράλλαξιν τῶν γωνιῶν. ὁμοίως δὲ κἂν εἴ τι ἄλλο
σχῆμα γένοιτο μὴ ἴσας
ἐν ἅπασι γὰρ συμβήσεται καὶ τόπον ἔξω
καὶ κενὸν εἶναι τῆς φορὰς διὰ τὸ μὴ τὴν αὐτὴν χώραν κατέχειν τὸ ὅλον.
ἔτι δʼ εἰ τῶν μὲν κινήσεων τὸ μέτρον ἡ τοῦ οὐρανοῦ φορὰ διὰ τὸ εἶναι
μόνη συνεχής καὶ ὁμαλὴς καὶ ἀΐδιος, ἐν ἑκάστῳ δὲ μέτρον τὸ ἐλάχιστον,
ἐλαχίστη δὲ κίνησις ἡ ταχίστη, δῆλον
ὅτι ταχίστη ἂν εἴη
πασῶν τῶν κινήσεων ἡ τοῦ οὐρανοῦ κίνησις. ἀλλὰ μὴν τῶν ἀπὸ τοῦ αὐτοῦ ἐπὶ
τὸ αὐτὸ ἐλαχίστη ἐστὶν ἡ τοῦ κύκλου γραμμή· κατὰ δὲ τὴν ἐλαχίστην
ταχίστη ἡ κίνησις· ὥστʼ εἰ ὁ οὐρανὸς κύκλῳ φέρεται καὶ τάχιστα κινεῖται,
σφαιροειδῆ αὐτὸν ἀνάγκη εἶναι. λάβοι δʼ ἄν τις καὶ
ἐκ τῶν
περὶ τὸ μέσον ἱδρυμένων σωμάτων ταύτην τὴν πίστιν. εἰ γὰρ τὸ μὲν ὕδωρ
ἐστὶ περὶ τὴν γῆν, ὁ δʼ ἀὴρ περὶ τὸ ὕδωρ, τὸ δὲ πῦρ περὶ τὸν ἀέρα, καὶ
τὰ ἄνω σώματα κατὰ τὸν αὐτὸν λόγον (συνεχῆ μὲν γὰρ οὐκ ἔστιν, ἅπτεται δὲ
τούτων), ἡ δὲ τοῦ. ὕδατος ἐπιφάνεια σφαιροειδής ἐστιν, τὸ δὲ τῷ
ἀεὶ συρρεῖν τὸ ὕδωρ εἰς τὸ κοιλότερον· κοιλότερον δέ ἐστι τὸ
τοῦ κέντρου ἐγγύτερον. ἤχθωσαν οὖν ἐκ τοῦ κέντρου ἡ ΑΒ καὶ ΑΓ, καὶ
ἐπεζεύχθω ἐφʼ ἧς ΒΓ. ἡ οὖν ἀχθεῖσα ἐπὶ τὴν βάσιν, ἐφʼ ἧς ΑΔ, ἐλάττων
ἐστὶ τῶν ἐκ τοῦ κέντρου· κοιλότερος ἄρα ὁ τόπος. ὥστε περιρρεύσεται τὸ
ὕδωρ, ἕως ἂν ἰσασθῇ.
ἴση δὲ ταῖς ἐκ τοῦ κέντρου ἡ ΑΕ. ὥστʼ
ἀνάγκη πρὸς ταῖς ἐκ τοῦ κέντρου εἶναι τὸ ὕδωρ· τότε γὰρ ἠρεμήσει. ἡ δὲ
τῶν ἐκ τοῦ κέντρου ἁπτομένη περιφερής· σφαιροειδὴς ἄρα ἡ τοῦ ὕδατος
ἐπιφάνεια, ἐφʼ ἧς ΒΕΓ.' ὅτι μὲν οὖν σφαιροειδής ἐστιν ὁ κόσμος, δῆλον ἐκ
τούτων, καὶ ὅτι κατʼ ἀκρίβειαν ἔντορνος
οὕτως ὥστε μηθὲν
μήτε χειρόκμητον. ἔχειν παραπλησίως
φύσις· δῆλον γὰρ ὡς
ἀνάλογον ἔχει, καθάπερ ὕδωρ πρὸς γῆν, καὶ τὰ πλεῖον ἀεὶ ἀπέχοντα τῶν
στοιχείων.
5 Ἐπεὶ δʼ ἔστι διχῶς ἐπὶ τοῦ κύκλου κινηθῆναι, οἷον ἀπὸ τοῦ Α τὴν μὲν ἐπὶ
τὸ Β τὴν δʼ ἐπὶ τὸ Γ, ὅτι μὲν οὖν οὐκ εἰσὶν ἐναντίαι αὗται, πρότερον
εἴρηται. ἀλλʼ εἰ μηδὲν ὡς
ἔτυχε μηδʼ ἀπὸ ταὐτομάτου
ἐνδέχεται ἐν τοῖς ἀιδίοις εἶναι, ὁ δʼ οὐρανὸς ἀΐδιος καὶ ἡ κύκλῳ φορά,
διὰ τίνα ποτʼ αἰτίαν ἐπὶ θάτερα φέρεται, ἀλλʼ οὐκ ἐπὶ θάτερα; ἀνάγκη γὰρ
καὶ τοῦτο ἢ ἀρχὴν εἶναι ἢ εἶναι αὐτοῦ ἀρχήν. ἴσως μὲν οὖν τὸ περὶ ἐνίων
ἀποφαίνεσθαί τι πειρᾶσθαι καὶ τὸ περὶ πάντων
καὶ τὸ
παριέναι μηθὲν τάχʼ ἂν δόξειεν εἶναι σημεῖον ἢ πολλῆς εὐηθείας ἢ πολλῆς
προθυμίας. οὐ μὴν δίκαιόν γε πᾶσιν ὁμοίως ἐπιτιμᾶν, ἀλλʼ ὁρᾶν δεῖ τὴν
αἰτίαν τοῦ λέγειν τίς ἐστιν, ἔτι δὲ πῶς ἔχον τῷ πιστεύειν, πότερον
ἀνθρωπίνως ἢ καρτερικώτερον. ταῖς μὲν οὖν ἀκριβεστέραις ἀνάγκαις ὅταν
288a τις ἐπιτύχῃ, τότε χάριν ἔχειν δεῖ τοῖς εὐρίσκουσι, νῦν δὲ τὸ
φαινόμενον ῥητέον. εἰ γὰρ ἡ φύσις ἀεὶ ποιεῖ τῶν ἐνδεχομένων τὸ
βέλτιστον, ἔστι δὲ καθάπερ τῶν ἐπὶ τῆς εὐθείας φορρῶν ἡ πρὸς τὸν ἄνω
τόπον τιμιωτέρα (θειότερος γὰρ ὁ ἄνω
τόπος τοῦ κάτω), τὸν
αὐτὸν τρόπον καὶ ἡ εἰς τὸ πρόσθεν τῆς εἰς τοὔπισθεν, ἔχει δὴ, εἴπερ καὶ
τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, καθάπερ ἐλέχθη πρότερον (καὶ μαρτυρεῖ δʼ ἡ
ῥηθεῖσα ἀπορία, ὅτι ἔχει), τὸ πρότερον καὶ ὕστερον· αὕτη γὰρ ἡ αἰτία
λύει τὴν ἀπορίαν. εἰ γὰρ ἔχει ὡς ἐνδέχεται βέλτιστα,
αὕτη
ἂν εἴη αἰτία καὶ τοῦ εἰρημένου· βέλτιστον γὰρ κινεῖσθαι ἁπλῆν τε κίνησιν
καὶ ἄπαυστον, καὶ ταύτην ἐπὶ τὸ τιμιώτερον.
6 Περὶ δὲ τῆς κινήσεως αὐτοῦ, ὅτι ὁμαλής ἐστι καὶ οὐκ ἀνώμαλος, ἐφεξῆς ἂν
εἴη τῶν εἰρημένων διελθεῖν. λέγω δὲ τοῦτο περὶ τοῦ πρώτου οὐρανοῦ καὶ
περὶ τῆς πρώτης φορὰς· ἐν
γὰρ τοῖς ὑποκάτω πλείους ἤδη αἱ
φοραὶ συνεληλύθασιν εἰς ἕν. εἰ γὰρ ἀνωμάλως κινήσεται, δῆλον ὅτι
ἐπίτασις ἔσται καὶ ἀκμὴ καὶ ἄνεσις τῆς φορὰς· ἅπασα γὰρ ἡ ἀνώμαλος φορὰ
καὶ ἄνεσιν ἔχει καὶ ἐπίτασιν καὶ ἀκμήν. ἀκμὴ δʼ ἐστὶν ἢ ὅθεν φέρεται ἢ
οἱ ἢ ἀνὰ μέσον, οἷον ἴσως τοῖς
μὲν κατὰ φύσιν οἷ φέρονται,
τοῖς δὲ παρὰ φύσιν ὅθεν, τοῖς δὲ ῥιπτουμένοις ἀνὰ μέσον. τῆς δὲ κύκλῳ
φορᾶς οὐκ ἔστιν οὔτε ὅθεν οὕτε οἱ οὕτε μέσον· οὔτε γὰρ ἀρχὴ οὔτε πέρας
οὔτε μέσον ἐστὶν αὐτῆς ἀπλῶς· τῷ τε γὰρ χρόνῳ ἀΐδιος καὶ τῷ μήκει
συνηγμένη καὶ ἄκλαστος· ὥστʼ εἰ μή ἐστιν ἀκμὴ
αὐτοῦ τῆς
φορὰς, οὐδʼ ἂν ἀνωμαλία εἴη· ἡ γὰρ ἀνωμαλία γίγνεται διὰ τὴν ἄνεσιν καὶ
ἐπίτασιν, ἔτι δʼ ἐπεὶ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, ἀνάγκη τὴν
ἀνωμαλίαν γίγνεσθαι τῆς κινήσεως ἢ διὰ τὸ κινοῦν ἢ διὰ τὸ κινούμενον ἢ
διʼ ἄμφω· εἴτε γὰρ τὸ κινοῦν μὴ τῇ αὐτῇ δυνάμει κινοῖ,
εἴτε
τὸ κινούμενον ἀλλοιοῖτο καὶ μὴ διαμένοι τὸ αὐτό, εἴτε ἄμφω μεταβάλλοι,
οὐθὲν κωλύει ἀνωμάλως κινεῖσθαι τὸ κινούμενον. οὐθὲν δὲ τούτων δυνατὸν
περὶ τὸν οὐρανὸν γενέσθαι· τὸ μὲν γὰρ κινούμενον δέδεικται ὅτι πρῶτον
καὶ ἁπλοῦν καὶ ἀγένητον καὶ ἄφθαρτον καὶ ὅλως ἀμετάβλητον, τὸ δὲ κινοῦν
ἀσώματον ὄν. ὥστε καὶ τὴν φορὰν ἀδύνατον ἀνώμαλον εἶναι. καὶ γὰρ εἰ
γίνεται ἀνώμαλος, ἤτοι ὅλη μεταβάλλει καὶ ὁτὲ μὲν γίνεται θάττων ὁτὲ δὲ
βραδυτέρα πάλιν, ἢ τὰ μέρη αὐτῆς. τὰ μὲν οὖν μέρη ὅτι οὐκ ἔστιν ἀνώμαλα,
φανερόν·
ἤδη γὰρ ἂν γεγόνει διάστασις τῶν ἄστρων ἐν τῷ ἀπείρῳ
χρόνῳ, τοῦ μὲν θᾶττον κινουμένου τοῦ δὲ βραδύτερον. οὐ φαίνεται δʼ οὐθὲν
ἄλλως ἔχον τοῖς διαστήμασιν. ἀλλὰ μὴν οὐδὲ τὴν ὅλην ἐγχωρεῖ μεταβάλλειν·
ἡ γὰρ ἄνεσις ἑκάστου γίνεται διʼ ἀδυναμίαν, ἡ δʼ ἀδυναμία παρὰ φύσιν·
καὶ γὰρ αἱ ἐν τοῖς ζώοις ἀδυναμίαι πᾶσαι παρὰ φύσιν
εἰσίν, οἷον γῆρας καὶ φθίσις. ὅλη γὰρ ἴσως ἡ σύστασις τῶν ζώων ἐκ
τοιούτων συνέστηκεν ἃ διαφέρει τοῖς οἰκείοις τόποις· οὐθὲν γὰρ τῶν μερῶν
ἔχει τὴν αὑτοῦ χώραν. εἰ οὖν ἐν τοῖς πρώτοις μή ἐστι τὸ παρὰ φύσιν (ἁπλᾶ
γὰρ καὶ ἄμικτα
καὶ ἐν τῇ οἰκείᾳ χώρᾳ, καὶ οὐθὲν αὐτοῖς
ἐναντίον), οὐδʼ ἂν ἀδυναμία εἴη, ὥστʼ οὐδʼ ἄνεσις οὐδʼ ἐπίτασις· εἰ γὰρ
ἐπίτασις, καὶ ἄνεσις. ἔτι δὲ καὶ ἄλογον ἄπειρον χρόνον ἀδύνατον εἶναι τὸ
κινοῦν, καὶ πάλιν ἄλλον ἄπειρον δυνατόν· οὐθὲν γὰρ φαίνεται ὂν ἄπειρον
χρόνον παρὰ φύσιν (ἡ δʼ ἀδυναμία
παρὰ φύσιν), οὐδὲ τὸν ἴσον
χρόνον παρὰ φύσιν καὶ κατὰ φύσιν, οὐδ’ ἄλλως δυνατὸν καὶ ἀδύνατον.
ἀνάγκη δʼ, εἰ ἀνίησιν ἡ κίνησις, ἄπειρον ἀνιέναι χρόνον. ἀλλὰ μὴν οὐδʼ
ἐπιτείνειν ἀεὶ ἢ πάλιν ἀνιέναι δυνατόν· ἄπειρος γὰρ ἂν εἴη καὶ ἀόριστος
ἡ κίνησις, ἅπασαν δέ φαμεν ἔκ τινος εἴς τι εἶναι
καὶ
ὡρισμένην. ἔτι δʼ εἴ τις λάβοι εἶναί τινα χρόνον ἐλάχιστον, οὗ οὐκ
ἐνδέχεται ἐν ἐλάττονι κινηθῆναι τὸν οὐρανόν (ὥσπερ γὰρ οὐδὲ βαδίσαι οὐδὲ
κιθαρίσαι ἐν ὁτῳοῦν χρόνῳ δυνατόν, ἀλλʼ ἑκάστης ἐστὶ πράξεως ὡρισμένος ὁ
ἐλάχιστος χρόνος κατὰ τὸ μὴ ὑπερβάλλειν, οὕτως οὐδὲ κινηθῆναι τὸν
οὐρανὸν
ἐναλλάξ εἶναι τῇ κινήσει τὸ θᾶττον καὶ τὸ βρδύτερον· τοῦτο δὲ παντελῶς
ἄλογον καὶ πλάσματι ὅμοιον. ἔτι δὲ καὶ
7 Περὶ δὲ τῶν καλουμένων ἄστρων ἑπόμενον ἂν εἴη λέγειν, ἐκ τίνων τε
συνεστᾶσι καὶ ἐν ποίοις σχήμασι καὶ τίνες αἱ κινήσεις αὐτῶν. εὐλογώτατον
δὴ καὶ τοῖς εἰρημένοις ἑπόμενον ἡμῖν τὸ ἕκαστον τῶν ἄστρων ποιεῖν ἐκ
τούτου τοῦ σώματος ἐν ᾧ τυγχάνει τὴν φορὰν ἔχον, ἐπειδὴ ἔφαμέν τι εἶναι
ὃ κύκλῳ φέρεσθαι πέφυκεν· ὥσπερ γὰρ οἱ πύρινα φάσκοντες
εἶναι διὰ τοῦτο λέγουσιν, ὅτι τὸ ἄνω σῶμα πῦρ εἶναί φασιν, ὡς εὔλογον ὂν
ἕκαστον συνεστάναι ἐκ τούτων ἐν οἷς ἕκαστον ἐστίν, ὁμοίως καὶ ἡμεῖς
λέγομεν. ἡ δὲ θερμότης ἀπʼ αὐτῶν καὶ τὸ φῶς γίνεται παρεκτριβομένου τοῦ
ἀέρος ὑπὸ
τῆς ἐκείνων φορᾶς. πέφυκε γὰρ ἡ κίνησις ἐκπυροῦν
καὶ ξύλα καὶ λίθους καὶ σίδηρον· εὐλογώτερον οὖν τὸ ἐγγύτερον τοῦ πυρός,
ἐγγύτερον δὲ ἀὴρ οἷον καὶ ἐπὶ τῶν φερομένων βελῶν· ταῦτα γὰρ αὐτὰ
ἐκπυροῦται οὕτως ὥστε τήκεσθαι τὰς μολυβδίδας, καὶ ἐπείπερ αὐτὰ
ἐκπυροῦται, ἀνάγκη καὶ τὸν
κύκλῳ αὐτῶν ἀέρα τὸ αὐτὸ τοῦτο
πάσχειν. ταῦτα μὲν οὖν ἐκθερμαίνεται διὰ τὸ ἐν ἀέρι φέρεσθαι, ὸς διὰ τὴν
πληγὴν τῇ κινήσει γίγνεται πῦρ· τῶν δὲ ἄνω ἕκαστον ἐν τῇ σφαίρᾳ φέρεται,
ὥστʼ αὐτὰ μὲν μὴ ἐκπυροῦσθαι, τοῦ δʼ ἀέρος ὑπὸ τὴν τοῦ κυκλικοῦ σώματος
σφαῖραν ὄντος ἀνάγκη
φερομένης ἐκείνης ἐκθερμαίνεσθαι, καὶ
ταύτῃ μάλιστα ᾗ ὁ ἥλιος τετύχηκεν ἐνδεδεμένος. διὸ δὴ πλησιάζοντός τε
αὐτοῦ καὶ ἀνίσχοντος καὶ ὑπὲρ ἡμᾶς ὄντος γίγνεται ἡ θερμότης. ὅτι μὲν
οὖν οὔτε πύρινά ἐστιν οὔτ᾿ ἐν πυρὶ φέρεται, ταῦθʼ ἡμῖν εἰρήσθω περὶ
αὐτῶν.
8 Ἐπεὶ δὲ φαίνεται καὶ τὰ ἄστρα μεθιστάμενα καὶ ὅλος
γε τῆς γῆς· οὐ γὰρ ἂν ἐγίγνετο τὰ φαινόμενα. τὴν δὲ γῆν ὑποκείσθω
ἠρεμεῖν. λείπεται δὴ ἢ ἀμφότερα κινεῖσθαι, τὸ μὲν κινεῖσθαι τὸ δʼ
ἠρεμεῖν. εἰ μὲν οὖν ἀμφότερα κινήσεται, ἄλογον τὸ ταὐτὰ τάχη τῶν ἄστρων
εἶναι καὶ τῶν κύκλων· ἕκαστον γὰρ δὴ ὁμοταχὲς ἔσται τῷ κύκλῳ καθʼ ὃν
φέρεται.
φαίνεται γὰρ ἅμα τοῖς κύκλοις καθιστάμενα πάλιν
εἰς τὸ αὐτό. συμβαίνει οὖν ἅμα τό τε ἄστρον διεληλυθέναι τὸν κύκλον καὶ
τὸν κύκλον ἐνηνέχθαι τὴν αὑτοῦ φοράν, διεληλυθότα τὴν αὑτοῦ περιφέρειαν.
οὐκ ἔστι δʼ εὔλογον τὸ τὸν αὐτὸν λόγον ἔχειν τὰ τάχη τῶν ἄστρων καὶ τὰ
μεγέθη τῶν
κύκλων. τοὺς μὲν γὰρ κύκλους οὐθὲν ἄτοπον ἀλλʼ
ἀναγκαῖον ἀνάλογον ἔχειν τὰ τάχη τοῖς μεγέθεσι, τῶν δʼ ἄστρων ἕκαστον
τῶν ἐν τούτοις οὐδαμῶς εὔλογον· εἴτε γὰρ ἐξ ἀνάγκης τὸ τὸν μείζω κύκλον
φερόμενον θᾶττον ἔσται, δῆλον ὅτι κἂν μετατεθῇ τὰ ἄστρα εἰς τοὺς ἀλλήλων
κύκλους, τὸ μὲν ἔσται
θᾶττον τὸ δὲ βραδύτερον· οὕτω δʼ οὐκ
ἂν ἔχοιεν οἰκείαν κίνησιν, ἀλλὰ φέροιντʼ ἂν ὑπὸ τῶν κύκλων. εἴτε ἀπὸ
ταὐτομάτου συνέπεσεν, οὐδʼ οὕτως εὔλογον ὥστʼ ἐν ἅπασιν ἅμα τόν τε
κύκλον εἶναι μείζω καὶ τὴν φορὰν θάττω τοῦ ἐν αὐτῷ ἄστρου· τὸ μὲν γὰρ ἓν
ἢ δύο τοῦτον τὸν τρόπον ἔχειν οὐθὲν
ἄτοπον, τὸ δὲ πάνθʼ
ὁμοίως πλάσματι ἔοικεν. ἄμα δὲ καὶ οὐκ ἔστιν ἐν τοῖς φύσει τὸ ὡς ἔτυχεν,
οὐδὲ τὸ πανταχοῦ καὶ πᾶσιν ὑπάρχον τὸ ἀπὸ τύχης. ἀλλὰ μὴν πάλιν εἰ οἱ
μὲν κύκλοι μένουσιν, αὐτὰ δὲ τὰ ἄστρα κινεῖται, ταὕτα καὶ ὁμοίως ἔσται
ἄλογα· συμβήσεται γὰρ θᾶττον κινεῖσθαι τὰ
ἔξω, καὶ τὰ τάχη
εἶναι κατὰ τὰ μεγέθη τῶν κύκλων. ἐπεὶ τοίνυν οὕτʼ ἀμφότερα κινεῖσθαι
εὔλογον οὕτε τὸ ἄστρον μόνον, λείπεται τούς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ
ἄστρα ἠρεμεῖν καὶ ἐνδεδεμένα τοῖς κύκλοις φέρεσθαι· μόνως γὰρ οὕτως
οὐθὲν
οὐρανὸν διά τε τοῦτο συμβήσεται καὶ ὅτι
δέδεικται συνεχὲς ὄν τὸ ὅλον. ἔτι δʼ ἐπεὶ σφαιροειδῆ τὰ ἄστρα, καθάπερ
οἵ τʼ ἄλλοι φασὶ καὶ ἡμῖν ὁμολογούμενον εἰπεῖν, ἐξ ἐκείνου γε τοῦ
σώματος γεννῶσιν, τοῦ δὲ σφαιροειδοῦς δύο κινήσεις εἰσὶ καθʼ αὑτό,
κύλισις καὶ δίνησις, εἴπερ οὖν κινοῖτο τὰ ἄστρα
διʼ αὑτῶν,
τὴν ἑτέραν ἂν κινοῖτο τούτων· ἀλλʼ οὐδετέραν φαίνεται. δινούμενα μὲν γὰρ
ἔμενεν ἄν ἐν ταὐτῷ καὶ οὐ μετέβαλλε τὸν τόπον, ὅπερ φαίνεταί τε καὶ
πάντες φασίν. ἔτι δὲ πάντα μὲν εὔλογον τὴν αὐτὴν κίνησιν κινεῖσθαι,
μόνος δὲ δοκεῖ τῶν ἄστρων ὁ ἥλιος τοῦτο δρᾶν, ἀνατέλλων ἢ
καὶ οὗτος οὐ διʼ αὑτὸν ἀλλὰ διὰ τὴν ἀπόστασιν τῆς ἡμετέρας ὄψεως· ἡ γὰρ
ὄψις ἀποτεινομένη μακρὰν ἑλίσσεται διὰ τὴν ἀσθένειαν. ὅπερ αἴτιον ἴσως
καὶ τοῦ στίλβειν φαίνεσθαι τούς ἀστέρας τοὺς ἐνδεδεμένους, τούς δὲ
πλάνητας μὴ στίλβειν· οἱ μὲν γὰρ πλάνητες ἐγγύς εἰσιν, ὥστʼ ἐγκρατὴς
οὖσα πρὸς αὐτοὺς ἀφικνεῖται ἡ ὄψις· πρὸς δὲ τοὺς μένοντας
κραδαίνεται διὰ τὸ μῆκος, ἀποτεινομένη πόρρω λίαν. ὁ δὲ τρόμος αὐτῆς
ποιεῖ τοῦ ἄστρου δοκεῖν εἶναι τὴν κίνησιν· οὐθὲν γὰρ διαφέρει κινεῖν τὴν
ὄψιν ἢ τὸ ὁρώμενον. ἀλλὰ μὴν ὅτι οὐδὲ κυλίεται τὰ ἄστρα, φανερόν· τὸ μὲν
γὰρ κυλιόμενον
στρέφεσθαι ἀνάγκη, τῆς δὲ σελήνης ἀεὶ δῆλόν
ἐστι τὸ καλούμενον πρόσωπον. ὥστʼ ἐπεὶ κινούμενα μὲν διʼ αὑτῶν τὰς
οἰκείας κινεῖσθαι κινήσεις εὔλογον, ταύτας δʼ οὐ φαίνεται κινούμενα,
δῆλον ὅτι οὐκ ἂν κινοῖτο διʼ οὑτῶν. πρὸς δὲ τούτοις ἄλογον τὸ μηθὲν
ὄργανον αὐτοῖς ἀποδοῦναι τὴν φύσιν
πρὸς τὴν κίνησιν· οὐθὲν
γὰρ ὡς ἔτυχε ποιεῖ ἡ φύσις,
ὄργανα πρὸς κίνησιν. διὸ καὶ εὐλόγως ἂν δόξειεν ὅ
τε
ἀχρηστότατον· ἥκιστα γὰρ ὅμοιον τοῖς διʼ αὐτῶν κινητικοῖς· οὐδὲν γὰρ
ἀπηρτημένον ἔχει οὐδὲ προέχον, ὥςπερ τὸ εὐθύγραμμον, ἀλλὰ πλεῖστον
ἀφέστηκε τῷ σχήματι τῶν πορευτικῶν σωμάτων. ἐπεὶ οὖν δεῖ τὸν μὲν οὐρανὸν
κινεῖσθαι τὴν ἐν ταὐτῷ κίνησιν, τὰ ἄλλα δʼ ἄστρα μὴ προιέναι διʼ
αὑτῶν, εὐλόγως ἄν ἑκάτερον εἴη σφαιροειδές· οὕτω γὰρ
μάλιστα τὸ μὲν κινήσεται τὸ δʼ ἠρεμήσει.
9 Φανερὸν δʼ ἐκ τούτων ὅτι καὶ τὸ φάναι γίνεσθαι φερομένων ἁρμονίαν, ὡς
συμφώνων γινομένων τῶν ψόφων, κομψῶς μὲν εἴρηται καὶ περιττῶς ὑπὸ τῶν
εἰπόντων, οὐ
μὴν οὕτως ἔχει τἀληθές. δοκεῖ γάρ τισιν
ἀναγκαῖον εἶναι τηλικούτων φερομένων σωμάτων γίγνεσθαι ψόφον, ἐπεὶ καὶ
τῶν παρʼ ἡμῖν οὔτε τοὺς ὄγκους ἐχόντων ἴσους οὕτε τοιούτῳ τάχει
φερομένωνʼ ἡλίου δὲ καὶ σελήνης, ἔτι τε τοσούτων τὸ πλῆθος ἄστρων καὶ τὸ
μέγεθος φερομένων τῷ τάχει τοιαύτην
φορὰν ἀδύνατον μὴ
γίγνεσθαι ψόφον ἀμήχανόν τινα τὸ μέγεθος. ὑποθέμενοι δὲ ταῦτα καὶ τὰς
ταχυτῆτας ἐκ τῶν ἀποστάσεων ἔχειν τοὺς τῶν συμφωνιῶν λόγους, ἐναρμόνιόν
φασι γίγνεσθαι τὴν φωνὴνφερομένων κύκλῳ τῶν ἄστρων. ἐπεὶ δʼ ἄλογον δοκεῖ
τὸ μὴ συνακούειν ἡμᾶς τῆς φωνῆς
ταύτης, αἴτιον τούτου φασὶν
εἶναι τὸ γιγνομένοις εὐθὺς ὑπάρχειν τὸν ψόφον, ὥστε μὴ διάδηλον εἶναι
πρὸς τὴν ἐναντίαν
καὶ μουσικῶς, ἀδύνατον δὲ τοῦτον ἔχειν
τὸν τρόπον. οὐ γὰρ μόνον τὸ μηθὲν ἀκούειν ἄτοπον, περὶ οὖ λύειν
ἐγχειροῦσι τὴν αἰτίαν, ἀλλά καὶ τὸ μηδὲν πάσχειν χωρὶς αἰσθήσεως. οἱ γὰρ
ὑπερβάλλοντες ψόφοι διακναίουσι καὶ τῶν ἀψύχων σωμάτων τοὺς ὄγκους, οἷον
ὁ τῆς βροντῆς διίστησι λίθους καὶ
τὰ καρτερώτατα τῶν
σωμάτων. τοσούτων δὲ φερομένων, καὶ
τὸ μὴ ψοφεῖν· ἄμα δʼ ἐστὶ τό τʼ αἴτιον τούτων
δῆλον, καὶ μαρτύριον τῶν εἰρημένων ἡμῖν λόγων, ὡς εἰσὶν ἀληθεῖς· τὸ γὰρ
ἀπορηθὲν καὶ ποιῆσαν τοὺς Πυθαγορείους φάναι γίγνεσθαι συμφωνίαν τῶν
φερομένων ἡμῖν ἐστὶ τεκμήριον. ὅσα μὲν γὰρ αὐτὰ φέρεται, ποιεῖ ψόφον καὶ
πληγήν· ὅσα δʼ
ἐν φερομένῳ ἐνδέδεται ἢ ἐνυπάρχει, καθάπερ
ἐν τῷ πλοίῳ τὰ μόρια, οὐχ οἷόν τε ψοφεῖν, οὐδʼ αὖ τὸ πλοῖον, εἰ φέροιτο
ἐν ποταμῷ. καίτοι τοὺς αὐτοὺς λόγους ἂν ἐξείη λέγειν, ὡς ἄτοπον εἰ μὴ
φερόμενος ὁ ἱστὸς καὶ ἡ πρύμνα ποιεῖ ψόφον πολύν τηλικαύτης νεώς, ἢ
πάλιν αὐτὸ τὸ
πλοῖον κινούμενον. τὸ δʼ ἐν μὴ φερομένῳ
φερόμενον ποιεῖ ψόφον· ἐν φερομένῳ δὲ συνεχὲς καὶ μὴ ποιοῦντι πληγὴν
ἀδύνατον ψοφεῖν. ὥστʼ ἐνταῦθα λεκτέον ὡς εἴπερ ἐφέρετο τὰ σώματα τούτων
εἴτʼ ἐν ἀέρος πλήθει κεχυμένῳ κατὰ τὸ πᾶν εἴτε πυρός, ὥσπερ πάντες
φασίν, ἀναγκαῖον ποιεῖν
ὑπερφυᾶ τῷ μεγέθει ψόφον, τούτου δὲ
γινομένου καὶ δεῦρʼ ἀφικνεῖσθαι καὶ διακναίεν. ὥστʼ ἐπείπερ οὐ φαίνεται
ὅτι μὴ τοῦτον τὸν τρόπον ἐχούσης τῆς κινήσεως οὐθὲν ἂν ἦν τῶν περὶ τὸν
δεῦρο τόπον ὁμοίως ἔχον. ὅτι μὲν οὖν σφαιροειδῆ τὰ ἄστρα καὶ ὅτι οὐ
κινεῖται διʼ αὑτῶν, εἴρηται.
10 Περὶ δὲ τῆς τάξεως αὐτῶν, ὃ μὲν τρόπον ἕκαστον
κεῖται τῷ
τὰ μὲν εἶναι πρότερα τὰ δʼ ὕστερα, καὶ πῶς ἔχει πρὸς ἄλληλα τοῖς
ἀποστήμασιν, ἐκ τῶν περὶ ἀστρολογίαν θεωρείσθω· λέγεται γὰρ ἱκανῶς.
συμβαίνει δὲ κατὰ λόγον γέγνεσθαι τὰς ἑκάστου κινήσεις τοῖς ἀποστήμασι
τῷ τὰς μὲν εἶναι θάττους τὰς δὲ βραδυτέρας· ἐπεὶ γὰρ ὑπόκειται
τὴν μὲν ἐσχάτην τοῦ οὐρανοῦ περιφορὰν ἀπλῆν τʼ εἶναι
τὸ δὲ
πορρωτάτω ἐν ἐλαχίστῳ, τῶν δʼ ἄλλων τὸ ἐγγύτερον ἀεὶ ἐν πλείονι, τὸ δὲ
πορρώτερον ἐν ἐλάττονι. τὸ μὲν γὰρ ἐγγυτάτω μάλιστα κρατεῖται, τὸ δὲ
πορρωτάτω πάντων ἥκιστα διὰ τὴν ἀπόστασιν· τὰ δὲ μεταξὺ κατὰ λόγον ἤδη
τῆς ἀποστάσεως, ὥσπερ καὶ δεικνύουσιν οἱ
μαθηματιωοί.
11Τὸ δὲ σχῆμα τῶν ἄστρων ἑκάστου σφαιροειδὲς μάλιστʼ
ἄν τις
εὐλόγως ὑπολάβοι. ἐπεὶ γὰρ δέδεικται ὅτι οὐ πεφύκασι κινεῖσθαι διʼ ατῶν,
ἡ δὲ φύσις οὐδὲν ἀλόγως οὐδὲ μάτην ποιεῖ, δῆλον ὅτι καὶ σχῆμα τοιοῦτον
ἀπέδωκε
τοῖς ἀκινήτοις ὃ ἥκιστά ἐστι κινητικόν. ἥκιστα δὲ
κινητικὸν ἡ σφαῖρα διὰ τὸ μηδὲν ἔχειν ὄργανον πρὸς τὴν κίνησιν. ὥστε
δῆλον ὅτι σφαιροειδῆ ἂν εἴη τὸν ὄγκον. ἔτι δʼ ὁμοίως μὲν ἅπαντα καὶ ἕν,
ἡ δὲ σελήνη δείκνυται διὰ τῶν περὶ τὴν
δὲ
διχότομος. καὶ πάλιν διὰ τῶν ἀστρολογικῶν, ὅτι οὐκ ἂν ἦσαν αἱ τοῦ ἡλίου
ἐκλείψεις μηνοειδεῖς. ὥστʼ εἴπερ ἓν τοιοῦτον, δῆλον ὅτι καὶ τἆλλα ἂν εἴη
σφαιροειδῆ.
12 Δυοῖν δʼ ἀπορίαιν οὔσαιν, περὶ ὧν εἰκότως ἂν ὁστισοῦν ἀπορήσειε,
πειρατέον λέγειν τὸ φαινόμενον, αἰδοῦς ἀξίαν
εἶναι
νομίζοντας τὴν προθυμίαν μᾶλλον ἢ θράσους, εἴ τις διὰ τὸ φιλοσοφίας
διψῆν καὶ μικρὰς εὐπορίας ἀγαπᾷ περὶ ὧν τὰς μεγίστας ἔχομεν ἀπορίας.
ἔστι δὲ πολλῶν ὄντων τοιούτων οὐχ ἥκιστα θαυμαστόν, διὰ τίνα ποτʼ αἰτίαν
οὐκ ἀεὶ τὰ πλεῖον ἀπέχοντα τῆς πρώτης φορὰς κινεῖται πλείους
κινήσεις, ἀλλά τὰ μεταξύ πλείστας. εὔλογον γὰρ ἂν δόξειεν εἶναι τοῦ
πρώτου σώματος μίαν κινουμένου φορὰν τὸ πλησιαίτατον ἐλαχίστας κινεῖσθαι
κινήσεις, οἷον δύο, τὸ δʼ ἐχόμενον τρεῖς ἤ τινα ἄλλην τοιαύτην τάξιν.
νῦν δὲ συμβαίνει τοὐναντίον· ἐλάττους γὰρ ἥλιος καὶ σελήνη κινοῦνται
κινήσεις ἢ τῶν πλανωμένων ἄστρων ἔνια· καίτοι πορρώτερον
μέλαν
αὐτῆς, ἐξελθόντα δὲ κατὰ τὸ φανὸν καὶ λαμπρόν. ὁμοίως δὲ καὶ περὶ τοὺς
ἄλλους ἀστέρας λέγουσιν οἱ πάλαι τετηρηκότες ἐκ πλείστων ἐτῶν Αἰγύπτιοι
καὶ Βαβυλώνιοι, παρʼ ὧν πολλὰς πίστεις ἔχομεν περὶ ἑκάστου τῶν ἄστρων,
τοῦτό τε δὴ δικαίως ἀπορήσειεν ἄν τις, καὶ διὰ τίνα ποτʼ
αἰτίαν ἐν μέν τῇ πρώτῃ φορᾷ τοσοῦτόν ἐστιν ἄστρων πλῆθος ὥστε τῶν
ἀναριθμήτων εἶναι δοκεῖν τὴν πᾶσαν τάξιν, τῶν δʼ ἄλλων ἓν χωρὶς ἕκαστον,
δύο δʼ ἢ πλείω οὐ φαίνεται ἐν τῇ αὐτῇ ἐνδεδεμένα φορῷ. περὶ δὴ τούτων
ζητεῖν μὲν καλῶς ἔχει καὶ τὴν ἐπὶ πλεῖον σύνεσιν, καίπερ μικρὰς ἔχοντας
ἀφορμὰς καὶ τοσαύτην ἀπόστασιν ἀπέχοντας τῶν περὶ αὐτὰ
ἀψύχων δὲ
πάμπαν, διανοούμεθα· δεῖ δʼ ὡς μετεχόντων ὑπολαμβάνειν πράξεως καὶ ζωῆς·
οὕτω γὰρ οὐθὲν δόξει παράλογον εἶναι τὸ συμβαῖνον. ἔοικε γὰρ τῷ μὲν
ἄριστα ἔχοντι ὑπάρχειν τὸ εὖ ἄνευ πράξεως, τῷ δʼ ἐγγύτατα διὰ ὀλίγης καὶ
μιᾶς, τοῖς δὲ πορρωτέρω διὰ πλειόνων, ὥσπερ ἐπὶ σώματος
τὸ
μὲν οὐδὲ γυμναζόμενον εὖ ἔχει, τὸ δὲ μικρὰ περιπατῆσαν, τῷ δὲ καὶ δρόμου
δεῖ καὶ πάλης καὶ κονίσεως, πάλιν δʼ ἑτέρῳ οὐδʼ ὁποσαοῦν πονοῦντιτοῦτό
γʼ ἂν ἔτι ὑπάρξαι τἀγαθόν, ἀλλʼ ἕτερόν τι. ἔστι δὲ τὸ κατορθοῦν χαλεπὸν
ἢ τὸ πολλὰ ἢ τὸ πολλάκις, οἷον μυρίους ἀστραγάλους Κῴους βαλεῖν
ἀμήχανον, ἀλλʼ ἕνα ἢ δύο ῥᾷον. καὶ πάλιν ὅταν τοδὶ μὲν δέῃ
τοῦδʼ ἕνεκα ποιῆσαι, τοῦτο δʼ ἄλλου καὶ τοῦτο ἑτέρου, ἐν μὲν ἑνὶ ἢ δυσὶ
ῥᾴδιον ἐπιτυχεῖν, ὅσῳ δʼ ἂν διὰ πλειόνων, χαλεπώτερον.
δʼ ὡς ἄριστα ἔχοντι
οὐθὲν δεῖ πράξεως· ἔστι γὰρ αὐτὸ τὸ οὖ ἕνεκα, ἡ δὲ πρᾶξις ἀεί ἐστιν ἐν
δυσίν, ὅταν καὶ οὖ ἕνεκα ᾖ καὶ τὸ τούτου ἕνεκα)· τῶν δʼ ἄλλων ζῴων
ἐλάττους, τῶν δὲ φυτῶν μικρά τις καὶ μία ἴσως· ἢ γὰρ ἕν τί ἐστιν οὖ
τύχοι ἄν, ὥσπερ καὶ ἄνθρωπος, ἢ καὶ τὰ πολλὰ πάντα πρὸ ὁδοῦ
ἐστὶ πρὸς τὸ ἄριστον. τὸ μὲν οὖν ἔχει καὶ μετέχει τοῦ ἀρίστου, τὸ δʼ
ἀφικνεῖται ἐγγὺς διʼ ὀλίγων, τὸ δὲ διὰ πολλῶν, τὸ δʼ οὐδʼ ἐγχειρεῖ, ἀλλʼ
ἱκανὸν εἰς τὸ ἐγγύς τοῦ ἐσχάτου ἐλθεῖν (οἷον εἰ ὑγίεια τέλος, τὸ μὲν δὴ
ἀεὶ ὑγιαίνει, τὸ δʼ
δʼ ἀδυνατεῖ πρὸς τὸ ὑγιᾶναι ἐλθεῖν, ἀλλὰ πρὸς τὸ δραμεῖν μόνον ἢ
ἰσχνανθῆναι)· καὶ τούτων θάτερον τέλος αὐτοῖς. μάλίστα μὲν γὰρ ἐκείνου
τυχεῖν ἄριστον πᾶσι τοῦ τέλους· εἰ δὲ μή, ἀεὶ ἄμεινόν ἐστιν ὅσῳ ἂν
ἐγγύτερον ᾖ τοῦ ἀρίστου. καὶ διὰ τοῦτο ἡ μὲν γῆ ὅλως οὐ κινεῖται, τὰ δʼ
ἐγγὺς ὀλίγας
κινήσεις· οὐ γὰρ ἀφικνεῖται πρὸς τὸ ἔσχατον,
ἀλλὰ μέχρι ὅτου δύναται τυχεῖν τῆς θειοτάτης ἀρχῆς. ὁ δὲ πρῶτος οὐρανὸς
εὐθύς τυγχάνει διὰ μιᾶς κινήσεως. τὰ δʼ ἐν τῷ μέσῳ τοῦ πρώτου καὶ τῶν
ἐσχάτων ἀφικινεῖται μέν, διὰ πλειόνων δʼ ἀφικνεῖται κινήσεων. περὶ δὲ
τῆς ἀπορίας ὅτι κατὰ μὲν
τὴν πρώτην μίαν οὖσαν φορὰν πολὺ
πλῆθος συνέστηκεν ἄστρων, τῶν δʼ ἄλλων χωρὶς ἕκαστον εἴληφεν ἰδίας
κινήσεις, διʼ ἓν μὲν ἄν τις πρῶτον εὐλόγως οἰηθείη τοῦθʼ ὑπάρχειν·
νοῆσαι γὰρ δεῖ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ἑκάστης πολλὴν ὑπεροχὴν εἶναι τῆς
πρώτης πρὸς τὰς ἄλλας, εἴη δʼ ἂν ἥδε συμβαίνουσα
κατὰ
λόγον· ἡ μὲν γὰρ πρώτη μία οὖσα πολλὰ κινεῖ τῶν σωμάτων τῶν θείων, αἱ δὲ
πολλαὶ οὖσαι ἓν μόνον ἑκάστη· τῶν γὰρ πλανωμένων ἓν ὁτιοῦν πλείους
φέρεται φοράς.
τελευταίας καὶ τῆς ἓν
ἄστρον ἐχούσης· ἐν πολλαῖς γὰρ σφαίραις ἡ τελευταία σφαῖρα ἐνδεδεμένη
φέρεται, ἑκάστη δὲ σφαῖρα σῶμά τι τυγχάνει ὄν. ἐκείνης ἄν οὖν κοινὸν εἴη
τὸ ἔργον· αὐτῇ μὲν γὰρ ἑκάστῃ ἡ ἴδιος φύσει φορά, αὕτη δὲ οἷον
πρόσκειται, παντὸς δὲ πεπερασμένου σώματος πρὸς πεπερασμένον
ἡ δύναμίς ἐστιν. ἀλλὰ περὶ μὲν τῶν τὴν ἐγκύκλιον φερομένων κίνησιν
ἄστρων εἴρηται ποῖʼ ἄττα κατά τε
13 Λοιπὸν δὲ περὶ τῆς γῆς εἰπεῖν, οὖ τε τυγχάνει πειμένη, καὶ πότερον τῶν
ἠρεμούντων ἐστὶν ἢ τῶν κινουμένων, καὶ περὶ τοῦ σχήματος αὐτῆς. περὶ μὲν
οὖν τῆς θέσεως οὐ τὴν αὐτὴν ἄπαντες ἔχουσι δόξαν, ἀλλὰ τῶν πλείστων ἐπὶ
τοῦ μέσου κεῖσθαι λεγόντων, ὅσοι τὸν ὅλον οὐρανὸν πεπερασμένον εἶναί
φασιν, ἐναντίως οἱ περὶ τὴν Ἰταλίαν, καλούμενοι δὲ
Πθυαγόρειοι λέγουσιν· ἐπὶ μὲν γὰρ τοῦ μέσου πῦρ εἶναί φασι, τὴν δὲ γῆν
ἓν τῶν ἄστρων οὖσαν, κύκλῳ φερομένην περὶ τὸ μέσον νύκτα τε καὶ ἡμέραν
ποιεῖν. ἔτι δʼ ἐναντίαν ἄλλην ταύτῃ κατασκευάζουσι γῆν, ἣν ἀντίχθονα
ὄνομα καλοῦσιν)
οὐ πρὸς τὰ φαινόμενα τοὺς λόγους καὶ τὰς
αἰτίας ζητοῦντες, ἀλλὰ πρός τινας λόγους καὶ δόξας αὑτῶν τὰ φαινόμενα
προσέλκοντες καὶ πειρώμενοι συγκοσμεῖν. πολλοῖς δʼ ἂν καὶ ἑτέροις
συνδόξειε μὴ δεῖν τῇ γῇ τὴν τοῦ μέσου χώραν ἀποδιδόναι, τὸ πιστὸν οὐκ ἐκ
τῶν φαινομένων ἀθροῦσιν ἀλλὰ
μᾶλλον ἐκ τῶν λόγων. τῷ γὰρ
τιμιωτάτῳ οἴονται προσήκειν τὴν τιμιωτάτην ὑπάρχειν χώραν, εἶναι δὲ πῦρ
μὲν γῆς τιμιώτερον, τὸ δὲ πέρας τῶν μεταξύ, τὸ δʼ ἔσχατον καὶ τὸ μέσον
πέρας· ὥστʼ ἐκ τούτων ἀναλογιζόμενοι οὐκ οἴονται ἐπὶ τοῦ μέσου κεῖσθαι
τῆς σφαίρας αὐτήν, ἀλλὰ μᾶλλον
τοῦ μεγέθους μέσον καὶ τοῦ πράγματος ὂν
μέσον καὶ τῆς φύσεως. καίτοι καθάπερ ἐν τοῖς ζῴοις οὐ ταὐτὸν τοῦ ζῴου
καὶ τοῦ σώματος μέσον, οὕτως ὑποληπτέον μᾶλλον καὶ περὶ τὸν ὅλον
οὐρανόν. διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν οὐθὲν αὐτοὺς δεῖ θορυβεῖσθαι περὶ
τὸ πᾶν, οὐδʼ εἰσάγειν φυλακὴν ἐπὶ τὸ
τῆς γῆς ταύτην ἔχουσί τινες τὴν δόξαν, ὁμοίως
δὲ καὶ περὶ μονῆς καὶ κινήσεως· οὐ γὰρ τὸν αὐτὸν τρόπον ἅπαντες
ὑπολαμβάνουσιν, ἀλλʼ ὅσοι μὲν μηδʼ ἐπὶ τοῦ μέσου κεῖσθαί φασιν αὐτήν,
κινεῖσθαι κύκλῳ περὶ τὸ μέσον, οὐ μόνον δὲ ταύτην, ἀλλὰ καὶ τὴν
ἀντίχθονα, καθάπερ εἴπομεν πρότερον.
ἐνίοις δὲ δοκεῖ καὶ
πλείω σώματα τοιαῦτα ἐνδέχεσθαι φέρεσθαι περὶ τὸ μέσον ἡμῖν ἄδηλα διὰ
τὴν ἐπιπρόσθησιν τῆς γῆς. διὸ καὶ τὰς τῆς σελήνης ἐκλείψεις πλείους ἢ
τὰς τοῦ ἡλίου γίγνεσθαί φασιν· τῶν γὰρ φερομένων ἕκαστον ἀντιφράττειν
αὐτήν, ἀλλ᾿ οὐ μόνον τὴν γῆν. ἐπεὶ γὰρ οὐκ ἔστιν
ἡ γῆ
κέντρον, ἀλλʼ ἀπέχει τὸ ἡμισφαίριον αὐτῆς ὅλον, οὐθὲν κωλύειν οἴονται τὰ
φαινόμενα συμβαίνειν ὁμοίως μὴ κατοικοῦσιν ἡμῖν ἐπὶ τοῦ κέντρου, ὥσπερ
κἂν εἰ 〈 μὴ〉 ἐπὶ τοῦ μέσου ἦν ἡ γῇ· οὐθὲν γὰρ οὐδὲ νῦν ποιεῖν ἐπίδηλον
τὴν ἡμίσειαν ἀπέχοντας ἡμᾶς διάμετρον. ἔνιοι δὲ καὶ κειμένην ἐπὶ τοῦ
κέντρου φασὶν αὐτὴν ἴλλεσθαι καὶ κινεῖσθαι περὶ τὸν διὰ
παντὸς τεταμένονπόλον, ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραπται. παραπλησίως δὲ καὶ
περὶ τοῦ σχήματος ἀμφισβητεῖται· τοῖς μὲν γὰρ δοκεῖ εἶναι σφαιροειδής,
τοῖς δὲ πλατεῖα καὶ τὸ σχῆμα τυμπανοειδής· ποιοῦνται δὲ τεκμήριον ὅτι
δύνων καὶ ἀνατέλλων ἱ
τοῦτʼ ἔχειν αὐτήν. καὶ γὰρ
δὴ οἱ περὶ τῆς κινήσεως καὶ τῆς μονῆς εἰρημένοι τρόποι πολλοὶ
τυγχάνουσιν. τὸ μὲν οὖν ἀπορῆσαι πᾶσιν ἀναγκαῖον ἐπελθεῖν· τάχα γὰρ
ἀλυποτέρας διανοίας τὸ μὴ θαυμάζειν πῶς ποτὲ μικρὸν μὲν μόριον τῆς γῆς,
ἄν μετεωρισθὲν ἀφεθῇ, φέρεται καὶ μένειν οὐκ ἔθέλει,
καὶ τὸ
πλεῖον ἀεὶ θᾶττον, πᾶσον δὲ τὴν γῆν εἴ τις ἀφείη μετεωρίσας, οὐκ ἄν
φέροιτο. νῦν δʼ ἠρεμεῖ τοσοῦτον βάρος. ἀλλὰ μὴν καὶ εἴ τις τῶν φερομένων
μορίων αὐτῆς, πρὶν πεσεῖν, ὑφαιροίη τὴν γῆν, οἰσθήσεται κάτω μηθενὸς
ἀντερείσαντος. ὥστε τὸ μὲν ἀπορεῖν εἰκότως ἐγένετο φιλοσόφημα
πᾶσιν· τὸ δὲ τὰς περὶ τούτου λύσεις μὴ μᾶλλον ἀτόπους εἶναι δοκεῖν
τῆς ἀπορίας θαυμάσειεν ἄν τις. οἱ μὲν γὰρ διὰ ταῦτα ἄπειρον τὸ κάτω τῆς
γῆς εἶναί φασιν, ἐπʼ ἄπειρον αὐτὴν ἐρριζῶσθαι λέγοντες, ὥσπερ Ξενοφάνης
ὁ Κολοφώνιος, ἵνα μὴ πράγματʼ ἔχωσι ζητοῦντες τὴν αἰτίαν· διὸ
καὶ Ἐμπεδοκλῆς οὕτως ἐπέπληξεν, εἰπὼν ὡς “εἴ περ ἀπείρονα γῆς τε βάθη
καὶ δαψιλὸς αἰθήρ, ὡς διὰ πολλῶν δὴ γλώσσης ῥηθέντα ματαίως ἐκκέχυται
στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων.ʼʼ οἱ δʼ ἐφʼ ὕδατος κεῖσθαι. τοῦτον
γὰρ ἀρχαιότατον παρειλήφαμεν τὸν λόγον, ὅν φασιν εἰπεῖν Θαλῆν
τὸν Μιλήσιον, ὡς διὰ τὸ πλωτὴν εἶναι μένουσαν ὥσπερ ξύλον ἤ τι
τοιοῦτον ἕτερον (καὶ γὰρ τούτων ἐπʼ ἀέρος μὲν οὐθὲν πέφυκε μένειν, ἀλλʼ
ἐφʼ ὕδατος), ὥσπερ οὐ τὸν αὐτὸν λόγον ὄντα περὶ τῆς γῆς καὶ τοῦ ὕδατος
τοῦ ὀχοῦντος τὴν γῆν· οὐδὲ γὰρ τὸ ὕδωρ πέφυκε μένειν μετέωρον, ἀλλʼ ἐπί
τινός
καὶ
θᾶττον τὸ μεῖζον· ἀλλʼ ἐοίκασι μέχρι τινὸς ζητεῖν, ἀλλʼ οὐ μέχρι περ οὗ
δυνατὸν τῆς ἀπορίας. πᾶσι γὰρ ἡμῖν τοῦτο σύνηθες, μὴ πρὸς τὸ πρᾶγμα
ποιεῖσθαι τὴν ζήτησιν ἀλλὰ πρὸς τὸν τἀναντία λέγοντα· καὶ γὰρ αὐτὸς ἐν
αὑτῷ ζητεῖ μέχρι περ ἂν οὗ μηκέτι ἔχῃ ἀντιλέγειν αὐτὸς αὑτῷ. διὸ δεῖ
τὸν μέλλοντα καλῶς ζητήσειν ἐνστατικὸν εἶναι διὰ τῶν
οἰκείων ἐνστάσεων τῷ γένει, τοῦτο δʼ ἐστὶν ἐκ τοῦ πάσας τεθεωρηκέναι τὰς
διαφοράς. Ἀναξιμένης δὲ καὶ Ἀναξαγόρας καὶ Δημόκριτος τὸ πλάτος αἴτιον
εἶναί φασι τοῦ μένειν αὐτήν. οὐ γὰρ τέμνειν ἀλλʼ ἐπιπωματίζειν τὸν ἀέρα
τὸν κάτωθεν,
ὅπερ φαίνεται τὰ πλάτος ἔχοντα τῶν σωμάτων
ποιεῖν· ταῦτα γὰρ καὶ πρὸς τοὺς ἀνέμους ἔχει δυσκινήτως διὰ τὴν
ἀντέρεισιν. ταὐτὸ δὴ τοῦτο ποιεῖν τῷ πλάτει φασὶ τὴν γῆν πρὸς τὸν
ὑποκείμενον ἀέρα· τὸν δʼ οὐκ ἔχοντα μεταστῆναι τόπον ἱκανὸν ἀθρόον τῷ
κάτωθεν ἠρεμεῖν, ὡς πρὸς τὸ ἐν ταῖς κλεψύδραις
ὕδωρ. ὅτι δὲ
δύναται πολύ βάρος φέρειν ἀπολαμβανόμενος καὶ μένων ὁ ἀήρ, τεκμήρια
πολλὰ λέγουσιν. πρῶτον μὲν οὖν εἰ μὴ πλατὺ τὸ σχῆμα τῆς γῆς ἐστί, διὰ
τοῦτο μὲν οὐκ ἂν ἠρεμοῖ. καίτοι τῆς μονῆς οὐ τὸ πλάτος αἴτιον ἐξ ὧν
λέγουσιν, ἀλλὰ τὸ μέγεθος μᾶλλον. διὰ
γὰρ τὴν στενοχωρίαν
οὐκ ἔχων τὴν πάροδον ὁ ἀὴρ μένει διὰ τὸ πλῆθος· πολὺς δʼ ἐστὶ διὰ τὸ ὑπὸ
μεγέθους πολλοῦ ἐναπολαμβάνεσθαι τοῦ τῆς γῆς. ὥστε τοῦτο μὲν ὑπάρξει,
κἂν σφαιροειδὴς μὲν ἡ γῇ ᾖ, τηλικαύτη δὲ τὸ μέγεθος· μενεῖ γὰρ κατὰ τὸν
ἐκείνων λόγον. ὅλως δὲ πρός γε τοὺς οὕτω
λέγοντας περὶ τῆς
κινήσεως οὐ περὶ μορίων ἐστὶν ἡ ἀμφισβήτησις, ἀλλὰ περὶ ὅλου τινὸς καὶ
παντός. ἐξ ἀρχῆς γὰρ διοριστέον πότερόν ἐστί τις τοῖς σώμασι φύσει
κίνησις ἢ οὐδειαὐτῆς
ὅτι ἀναγκαῖον συμβαίνειν,
διώρισται πρότερον, καὶ πρὸς τούτοις ὅτι οὐδʼ ἠρεμεῖν ἐνδέχεται· ὥσπερ
γὰρ κίνησις ὑπάρχει ἢ βίᾳ ἢ φύσει, οὕτω καὶ ἠρεμία. ἀλλὰ μὴν εἴ γέ ἐστι
κίνησίς τις κατὰ φύσιν, οὐκ ἂν ἡ βίαιος εἴη φορὰ μόνον οὐδʼ ἠρέμησις·
ὥστʼ εἰ βίᾳ νῦν ἡ γῇ μένει, καὶ συνῆλθεν ἐπὶ τὸ
μέσον
φερομένη διὰ τὴν δίνησιν· ταύτην γὰρ τὴν αἰτίαν πάντες λέγουσιν ἐκ τῶν
ἐν τοῖς ὑγροῖς καὶ περὶ τὸν ἀέρα συμβαινόντων· ἐν τούτοις γὰρ ἀεὶ
φέρεται τὰ μείζω καὶ τὰ βαρύτερα πρὸς τὸ μέσον τῆς δίνης. διὸ δὴ τὴν γῆν
πάντες ὅσοι τὸν οὐρανὸν γεννῶσιν, ἐπὶ τὸ μέσον συνελθεῖν φασίν· ὅτι δὲ
μένει, ζητοῦσι τὴν αἰτίαν, καὶ λέγουσιν οἱ μὲν τοῦτον
τὸν τρόπον, ὅτι τὸ πλάτος καὶ τὸ μέγεθος αὐτῆς αἴτιον, οἱ δʼ ὥσπερ
Εμπεδοκλῆς, τὴν τοῦ οὐρανοῦ φορὰν κύκλῳ περιθέουσαν καὶ θᾶττον φερομένην
τὴν τῆς γῆς φορὰν κωλύειν, καθάπερ τὸ ἐν τοῖς κυάθοις ὕδωρʼ καὶ γὰρ
τοῦτο κύκλῳ τοῦ κυάθου
φερομένου πολλάκις κάτω τοῦ χαλκοῦ
γινόμενον ὅμως οὐ φέρεται κάτω πεφυκὸς φέρεσθαι διὰ τὴν αὐτὴν αἰτίαν.
καίτοι μήτε τῆς δίνης κωλυούσης μήτε τοῦ πλάτους, ἀλλʼ ὑπελθόντος τοῦ
ἀέρος, ποῖ ποτʼ οἰσθήσεται; πρὸς μὲν γὰρ τὸ μέσον βίᾳ, καὶ μένει βίᾳ·
κατὰ φύσιν δέ γε ἀναγκαῖον εἷναί
τινα αὐτῆς φοράν. αὕτη οὖν
πότερον ἄνω ἢ κάτω, ἢ ποῦ ἐστίν; εἶναι μὲν γάρ τινα ἀναγκαῖον· εἰ δὲ
μηδὲν μᾶλλον κάτω ἢ ἄνω, ὁ δʼ ἄνω ἀὴρ μὴ κωλύει τὴν ἄνω φοράν, οὐδʼ ἄν ὁ
ὑπὸ τῇ γῇ κωλύοι τὴν κάτω· τὰ γὰρ αὐτὰ τῶν οὐτῶν ἀναγκαῖον εἶναι αἴτια
τοῖς αὐτοῖς. ἔτι δὲ πρὸς Ἐμπεδοκλέα
κἂν ἐκεῖνό τις εἴπειεν.
ὅτε γὰρ τὰ στοιχεῖα διειστήκει
πρὸς ἡμὰς. ἔτι δὲ καὶ τὸ πῦρ ἄνω φέρεται διὰ
τίνʼ αἰτίαν;
τὰ
δʼ ἐπιπολάζει διὰ τὴν κίνησιν. ἦν ἄρα καὶ πρὶν γενέσθαι τὴν δίνην βαρύ
τε καὶ κοῦφον, ἃ τίνι διώριστο καὶ πῶς ἐπεφύκει φέρεσθαι ἢ ποῦ; ἀπείρου
γὰρ ὄντος ἀδύνατον εἶναι ἄνω ἢ κάτω, διώρισται δὲ τούτοις τὸ βαρὺ καὶ
κοῦφον. οἱ μὲν οὖν πλεῖστοι περὶ τὰς αἰτίας ταύτας διατρίβουσιν· εἰσὶ
δέ τινες οἳ διὰ τὴν ὁμοιότητά φασιν αὐτὴν μένειν, ὥσπερ
τῶν ἀρχαίων Ἀναξίμανδρος· μᾶλλον μὲν γὰρ οὐθὲν ἄνω ἢ κάτω ἢ εἰς τὰ
πλάγια φέρεσθαι προσήκειν τὸ ἐπὶ τοῦ μέσου ἱδρυμένον καὶ ὁμοίως πρὸς τὰ
ἔσχατα ἔχον· ἄμα δʼ δύνατον εἰς τὸ ἐναυτίον ποιεῖσθαι τὴν κίνησιν· ὥστʼ
ἐξ ἀνάγκης
μένειν. τοῦτο δὲ λέγεται κομψῶς μέν, οὐκ ἀληθῶς
δέ· κατὰ γὰρ τοῦτον τὸν λόγον ἀναγκαῖον ἅπαν, ὅ τι ἂν τεθῇ ἐπὶ τοῦ
μέσου, μένειν, ὥστε καὶ τὸ πῦρ ἠρεμήσει· τὸ γὰρ εἰρημένον οὐκ ἴδιόν ἐστι
τῆς γῆς. ἀλλὰ μὴν οὐδʼ ἀναγκαῖον. οὐ γὰρ μόνον φαίνεται μένουσα ἐπὶ τοῦ
μέσου, ἀλλὰ καὶ φερομένη
πρὸς τὸ μέσον. ὅπου γὰρ ὁτιοῦν
φέρεται μόριον αὐτῆς, ἀναγκαῖον ἐνταῦθα φέρεσθαι καὶ τὴν ὅλην· οὖ δὲ
φέρεται κατὰ φύσιν, καὶ μένει ἐνταυθοῖ κατὰ φύσιν. οὐκ ἄρα διὰ τὸ ὁμοίως
ἔχειν πρὸς τὰ ἔσχατα· τοῦτο μὲν γὰρ πᾶσι κοινόν, τὸ δὲ φέρεσθαι πρὸς τὸ
μέσον ἴδιον τῆς γῆς. ἄτοπον δὲ καὶ
ἀλλὰ διὰ τὴν ἀνάγκην μένει τὴν τῆς
ὁμοιότητος, ὥσπερ ὁ περὶ τῆς τριχὸς λόγος τῆς ἰσχυρῶς μὲν ὁμοίως δὲ
πάντῃ τεινομένης, ὅτι οὐ διαρραγήσεται, καὶ τοῦ πεινῶντος καὶ διψῶντος
σφόδρα μὲν ὁμοίως δὲ καὶ τῶν ἐδωδίμων καὶ ποτῶν ἴσον ἀπέχοντος (καὶ γὰρ
τοῦτον ἠρεμεῖν ἀναγκαῖον), ζητητέον
αὐτοῖς περὶ τῆς τοῦ
πυρὸς μονῆς ἐπὶ τῶν ἐσχάτωνθαυμαστὸν
ἀληθές, ὡς ἀναγκαῖον μένειν ἐπὶ τοῦ μέσου πᾶν ᾧ
μηθὲν μᾶλλον δεῦρο ἢ δεῦρο κινεῖσθαι προσήκει. ἀλλὰ διά γε τοῦτον τὸν
λόγον οὐ μενεῖ ἀλλά κινηθήσεται, οὐ μέντοι ὅλον ἀλλὰ διεσπασμένον. ὁ γὰρ
αὐτὸς ἁρμόσει λόγος καὶ ἐπὶ τοῦ πυρός· ἀνάγκη γὰρ τεθὲν μένειν ὁμοίως
ὥσπερ τὴν γῆν·
ὁμοίως γὰρ ἕξει πρὸς τῶν σημείων τῶν ἐσχάτων
ὁτιοῦν· ἀλλʼ ὅμως οἰσθήσεται ἀπὸ τοῦ μέσου, ὥσπερ καὶ φαίνεται
φερόμενον, ἄν μή τι κωλύῃ, πρὸς τὸ ἔσχατον· πλὴν οὐχ ὅλον πρὸς ἓν
σημεῖον (τοῦτο γὰρ ἀναγκαῖον μόνον συμβαίνειν ἐκ τοῦ λόγου τοῦ περὶ τῆς
ὁμοιότητος) ἀλλὰ τὸ ἀνάλογον μόριον
πρὸς τὸ ἀνάλογον τοῦ
ἐσχάτου, λέγω δʼ οἷον τὸ τέταρτον μέρος πρὸς τὸ τέταρτον μέρος τοῦ
περιέχοντος· οὐθὲν γὰρ στιγμὴ τῶν σωμάτων ἐστίν. ὥσπερ δὲ κἂν ἐκ μεγάλου
συνέλθοι πυκνούμενον εἰς ἐλάττω τόπον, οὕτω κἂν ἐξ ἐλάττονος εἰς μείζω
μανότερον γιγνόμενον· ὥστε κἂν ἡ γῇ τοῦτον τὸν τρόπον
ἐκινεῖτο ἀπὸ τοῦ μέσου διά γε τὸν τῆς ὁμοιότητος λόγον, εἰ μὴ φύσει τῆς
γῆς οὗτος τόπος ἦν. ὅσα μὲν οὖν τυγχάνει περί τε τοῦ σχήματος αὐτῆς
ὑπολαμβανόμενα καὶ περὶ τόπου καὶ μονῆς καὶ κινήσεως, σχεδὸν ταῦτʼ
ἐστίν.
14 Ἡμεῖς δὲ λέγωμεν πρῶτον πότερον ἔχει κίνησιν ἢ μένει· καθάπερ γὰρ
εἴπομεν, οἱ μὲν αὐτὴν ἓν τῶν ἄστρων ποιοῦσιν,
οἱ δʼ ἐπὶ τοῦ
μέσου θέντες ἴλλεσθαι καὶ κινεῖσθαί φασι περὶ τὸν πόλον μέσον. ὅτι δʼ
ἐστὶν ἀδύνατον, δῆλον λαβοῦσιν ἀρχὴν ὡς εἴπερ φέρεται εἴτʼ ἐκτὸς οὖσα
τοῦ μέσου εἴτʼ ἐπὶ τοῦ μέσου, ἀναγκαῖον αὐτὴν βίᾳ κινεῖσθαι ταύτην τὴν
κίνησιν· οὐ γὰρ αὐτῆς γε τῆς γῆς ἐστίν· καὶ γὰρ ἂν τῶν
μορίων ἕκαστον ταύτην εἶχε τὴν φοράν· νῦν δʼ ἐπʼ εὐθείας πάντα φέρεται
πρὸς τὸ μέσον. διόπερ οὐχ οἷόν τʼ ἀΐδιον εἷναι, βίαιόν γʼ οὖσαν καὶ παρὰ
φύσιν· ἡ δέ γε τοῦ κόσμου τάξις ἀΐδιος. ἔτι πάντα τὰ φερόμενα τὴν φορὰν
τὴν ἐγκύκλιον ὑπολειπόμενα φαίνεται καὶ κινούμενα πλείους
μιᾶς φορᾶς ἔξω τῆς πρώτης σφαίρας, ὥστε καὶ τὴν γῆν
αὐτοὺς
ἀνατέλλει τε καὶ δύεται τόπους αὐτῆς. ἔτι δʼ ἡ φορὰ τῶν μορίων καὶ ὅλης
αὐτῆς ἡ κατὰ φύσιν ἐπὶ τὸ μέσον τοῦ παντός ἐστιν· διὰ τοῦτο γὰρ καὶ
τυγχάνει κειμένη νῦν ἐπὶ τοῦ κέντρου· διαπορήσειε δʼ ἄν τις, ἐπεὶ ταὐτὸν
ἀμφοτέρων ἐστὶ τὸ μέσον, πρὸς πότερον φέρεται τὰ βάρος ἔχοντα καὶ
τὰ μόρια τῆς γῆς κατὰ φύσιν· πότερον τι τοῦ παντός ἐστι
μέσον, ἢ διότι τῆς γῆς. ἀνάγκη δὴ πρὸς τὸ τοῦ παντός· καὶ γὰρ τὰ κοῦφα
καὶ τὸ πῦρ εἰς τοὐναντίον φερόμενα τοῖς βάρεσι πρὸς τὸ ἔσχατον φέρεται
τοῦ περιέχοντος τόπου τὸ μέσον. συμβέβηκε δὲ ταὐτὸ μέσον εἶναι τῆς γῆς
καὶ τοῦ
παντός· φέρεται γὰρ καὶ ἐπὶ τὸ τῆς γῆς μέσον, ἀλλὰ
κατὰ συμβεβηκός, ἡ τὸ μέσον ἔχει ἐν τῷ τοῦ παντὸς μέσῳ. ὅτι δὲ φέρεται
πρὸς τὸ τῆς γῆς μέσον, σημεῖον ὅτι τὰ φερόμενα βάρη ἐπὶ ταύτην οὐ παρʼ
ἄλληλα
φέρεται ἀλλὰ πρὸς ὁμοίας γωνίας, ὥστε πρὸς ἓν τὸ μέσον
φέρεται, καὶ τὸ τῆς γῆς. φανερὸν τοίνυν ὅτι ἀνάγκη ἐπὶ τοῦ μέσου εἶναι
τὴν γῆν καὶ ἀκίνητον, διά τε τὰς εἰρημένας αἰτίας, καὶ διότι τὰ βίᾳ
ῥιπτούμενα ἄνω βάρη κατὰ στάθμην πάλιν φέρεται εἰς ταὐτό, κἂν εἰς
ἄπειρον ἡ δύναμις
ἐκριπτῇ. ὅτι μὲν οὖν οὔτε κινεῖται οὔτʼ
ἐκτὸς κεῖται τοῦ μέσου, φανερὸν ἐκ τούτων· πρὸς δὲ τούτοις δῆλον ἐκ τῶν
εἰρημένων τὸ αἴτιον τῆς μονῆς. εἰ γὰρ φύσει πέφυκε φέρεσθαι πάντοθεν
πρὸς τὸ μέσον, ὥσπερ φαίνεται, καὶ τὸ πῦρ ἀπὸ τοῦ μέσου πάλιν πρὸς τὸ
ἔσχατον, ἀδύνατον ἐνεχθῆναι
ὁτιοῦν μόριον αὐτῆς ἀπὸ τοῦ
μέσου μὴ βιασθέν· μία γὰρ φορὰ τοῦ ἑνὸς καὶ ἁπλῆ τοῦ ἁπλοῦ, ἀλλʼ οὐχ αἱ
ἐναντίαι· ἡ δʼ ἀπὸ τοῦ μέσου τῇ ἐπὶ τὸ μέσον ἐναντία. εἰ τοίνυν ὁτιοῦν
μόριον ἀδύνατον ἐνεχθῆναι ἀπὸ τοῦ μέσου, φανερὸν ὅτι καὶ τὴν ὅλην ἔτι
ἀδυνατώτερον· εἰς ὃ γὰρ τὸ μόριον
πέφυκε φέρεσθαι, καὶ τὸ
ὅλον ἐνταῦθα πέφυκεν· ὅστι’
τῶν σχημάτων οἷς ὥρισται τῶν ἄστρων ἡ τάξις, ὡς ἐπὶ τοῦ
μέσου κειμένης τῆς γῆς. περὶ μὲν οὖν τοῦ τόπου καὶ μονῆς καὶ κινήσεως,
ὃν τρόπον ἔχει, τοσαῦτα εἰρήσθω περὶ αὐτῆς. σχῆμα δʼ ἔχειν σφαιροειδὲς
ἀναγκαῖον αὐτήν· ἕκαστον γὰρ τῶν μορίων βάρος ἔχει μέχρι πρὸς τὸ μέσον,
καὶ
τὸ ἔλαττον ὑπὸ τοῦ μείζονος ὠθούμενον οὐχ οἷόν τε
κυμαίνειν, ἀλλὰ συμπιέζεσθαι μᾶλλον καὶ συγχεωρεῖν ἕτερον ἑτέρῳ, ἕως ἂν
ἔλθῃ ἐπὶ τὸ μέσον. δεῖ δὲ νοῆσαι τὸ λεγόμενον ὥσπερ ἄν εἰ γιγνομένης τὸν
τρόπον ὃν καὶ τῶν φυσιολόγων λέγουσί τινες γενέσθαι. πλὴν ἐκεῖνοι μὲν
βίαν αἰτιῶνται
τῆς κάτω φορᾶς· βέλτιον δὲ τιθέναι τἀληθές,
καὶ
ταὐτόν. ὅτι μὲν οὖν ὁμοίως γε πανταχόθεν ἀπὸ τῶν ἐσχάτων
φερομένων πρὸς ἓν τὸ μέσον ἀναγκαῖον ὅμοιον γίγνεσθαι πάντη τὸν ὄγκον,
φανερόν· ἴσου γὰρ πάντῃ προστιθεμένου ἴσον ἀνάγκη ἀπέχειν τοῦ μέσου τὸ
ἔσχατον· τοῦτο δὲ τὸ σχῆμα σφαίρας ἐστίν. οὐδὲν δὲ διοίσει πρὸς τὸν
λόγον,
οὐδʼ εἰ μὴ πανταχόθεν ὁμοίως συνέθει πρὸς τὸ μέσον
τὰ μόρια αὐτῆς. τὸ γὰρ πλεῖον ἀεὶ τὸ πρὸ αὐτοῦ ἔλαττον προωθεῖν
ἀναγκαῖον μέχρι τοῦ μέσου τὴν ῥοπὴν ἐχόντων ἀμφοῖν, καὶ τοῦ βαρυτέρου
προωθοῦντος μέχρι τούτου τὸ ἔλαττον βάρος. ὁ γὰρ ἄν τις ἀπορήσειε, τὴν
αὐτὴν ἔχει
τούτοις λύσιν· εἰ γὰρ οὕσης ἐπὶ τοῦ μέσου καὶ
σφαιροειδοῦς τῆς γῆς πολλαπλάσιον βάρος ἐπιγένοιτο πρὸς θάτερον
ἡμισφαίριον, οὐκ ἔσται τὸ αὐτὸ μέσον τοῦ ὅλου καὶ τὸ τῆς γῆς· ὥστε ἢ οὐ
μενεῖ ἐπὶ τοῦ μέσου, ἢ εἴπερ, ἠρεμήσει γε καὶ μὴ τὸ μέσον ἔχουσα, ᾗ
πέφυκε κινεῖσθαι καὶ νῦν. τὸ μὲν οὖν 297 b ἀπορούμενον τοῦτʼ ἐστίν·
ἰδεῖν δʼ οὐ χαλεπὸν μικρὸν ἐπιτείναντας, καὶ διελόντας πῶς ἀξιοῦμεν
ὁποσονοῦν μέγεθος φέρεσθαι πρὸς τὸ μέσον, βάρος ἔχον. δῆλον γὰρ ὡς οὐχὶ
μέχρι τοῦ ἅψασθαι τοῦ κέντρου τὸ ἔσχατον, ἀλλὰ δεῖ κρατεῖν τὸ
πλέον ἕως ἂν λάβη τῷ αὑτοῦ μέσῳ τὸ μέσον· μέχρι τούτου γὰρ ἔχει τὴν
ῥοπήν. οὐδὲν τοίνυν διαφέρει τοῦτο λέγειν ἐπὶ βώλου καὶ μορίου τοῦ
τυχόντος ἢ ἐπὶ ὅλης τῆς γῆς· οὐ γὰρ διὰ μικρότητα ἢ μέγεθος εἴρηται τὸ
συμβαῖνον, ἀλλὰ κατὰ παντὸς τοῦ ῥοπὴν ἔχοντος ἐπὶ τὸ μέσον· ὥστε εἴτε
ὅλη
πόθεν ἐφέρετο εἴτε κατὰ μέρος, ἀναγκαῖον μέχρι τούτου
φέρεσθαι ἕως ἂν πανταχόθεν ὁμοίως λάβῃ τὸ μέσον, ἀνιδιαφέρει
ὥστε φανερὸν ὅτι σφαιροειδὴς ἡ γένεσις αὐτῆς, εἴτʼ ἀγένητος ἀεὶ
μένουσα, τὸν αὐτὸν τρόπον ἔχειν ὅνπερ κἂν εἰ γιγνομένη τὸ πρῶτον
ἐγένετο. κατὰ τοῦτόν τε δὴ τὸν λόγον ἀναγκαῖον εἶναι τὸ σχῆμα
σφαιροειδὲς αὐτῆς, καὶ ὅτι πάντα φέρεται τὰ βαρέα πρὸς τὰς ὁμοίας
γωνίας, ἀλλʼ οὐ παρʼ ἄλληλα· τοῦτο δὲ
πέφυκε πρὸς τὸ φύσει
σφαιροειδές. ἢ οὖν ἐστὶ σφαιροειδής, ἢ φύσει γε σφαιροειδής. δεῖ δʼ
ἕκαστον λέγειν τοιοῦτον εἶναι ὃ φύσει βούλεται εἶναι καὶ ὃ ὑπάρχει, ἀλλὰ
μὴ ὃ βίᾳ καὶ παρὰ φύσιν. ἔτι δὲ καὶ διὰ τῶν φαινομένων κατὰ τὴν
αἴσθησιν· οὕτε γὰρ ἂν αἱ τῆς σελήνης ἐκλείψεις τοιαύτας
ἄν
εἶχον τὰς ἀποτομάς· νῦν γὰρ ἐν μὲν τοῖς κατὰ μῆνα σχηματισμοῖς πάσας
λαμβάνει τὰς διαιρέσεις (καὶ γὰρ εὐθεῖα γίνεται καὶ ἀμφίκυρτος καὶ
κοίλη), περὶ δὲ τὰς ἐκλείψεις ἀεὶ κυρτὴν ἔχει τὴν ὁρίζουσαν γραμμήν,
ὥστʼ ἐπείπερ ἐκλείπει διὰ τὴν τῆς γῆς ἐπιπρόσθησιν, ἡ τῆς γῆς
ἂν εἴη περιφέρεια τοῦ σχήματος αἰτία σφαιροειδὴς οὖσα. ἔτι δὲ διὰ τῆς
τῶν ἄστρων φαντασίας οὐ μόνον φανερὸν ὅτι περιφερής, ἀλλὰ καὶ τὸ μέγεθος
οὐκ οὖσα μεγάλη· μικρὰς γὰρ γιγνομένης μεταστάσεως ἡμῖν πρὸς μεσημβρίαν
καὶ ἄρκτον ἐπιδήλως ἕτερος γίγνεται ὁ ὁρίζων κύκλος, ὥστε τὰ
καὶ τὰ διὰ
παντὸς ἐν τοῖς πρὸς ἄρκτον φαινόμενα τῶν ἄστρων ἐν ἐκείνοις τοῖς τόποις
ποιεῖταιδύσιν. ὥστʼ οὐ μόνον ἐκ τούτων δῆλον περιφερὲς ὂν τὸ σχῆμα τῆς
γῆς, ἀλλὰ καὶ σφαίρας οὐ μεγάλης· οὐ γὰρ ἂν οὕτω ταχύ ἐπίδηλον ἐποίει
μεθισταμένοις οὕτω βραχύ. διὸ τοὺς ὑπολαμβάνοντας συνάπτειν
τὸν περὶ τὰς Ἡρακλείους στήλας τόπον τῷ περὶ τὴν
ὅσοι τὸ μέγεθος ἀναλογίζεσθαι πειρῶνται
τῆς περιφερείας, εἰς τετταράκοντα λέγουσιν εἶναι μυριάδας σταδίων· ἐξ ὧν
τεκμαιρομένοις οὐ μόνον σφαιροειδῇ τὸν ὄγκον ἀναγκαῖον εἶναι τῆς γῆς,
ἀλλὰ καὶ μὴ μέγαν πρὸς τὸ τῶν ἄλλων ἄστρων μέγεθος.
1 Περὶ μὲν οὖν τοῦ πρώτου οὐρανοῦ καὶ τῶν μερῶν, ἔτι δὲ περὶ τῶν ἐν αὐτῷ
φερομένων ἄστρων, ἐκ τίνων τε συνεστᾶσι
καὶ ποῖ ἄττα τὴν
φύσιν ἐστί, πρὸς δὲ τούτοις ὅτι ἀγένητα καὶ ἄφθαρτα, διεληλύθαμεν
πρότερον. ἐπεὶ δὲ τῶν φύσει λεγομένων τὰ μέν ἐστιν οὐσίαι τὰ δʼ ἔργα καὶ
πάθη τούτων (λέγω δʼ οὐσίας μὲν τά τε ἀπλᾶ σώματα, οἷον πῦρ καὶ γῆν καὶ
τὰ σύστοιχα τούτοις, καὶ ὅσα ἐκ τούτων, οἷον τόν τε
σύνολον
οὐρανὸν καὶ τὰ μόρια αὐτοῦ, καὶ πάλιν τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια
τούτων, πάθη δὲ καὶ ἔργα τάς τε κινήσεις τὰς τούτων ἑκάστου καὶ τῶν
ἄλλων, ὅσων ἐστὶν αἴτια ταῦτα κατὰ τὴν δύναμιν τὴν ἑαυτῶν, ἔτι δὲ τὰς
ἀλλοιώσεις καὶ τὰς εἰς ἄλληλα
περὶ μὲν
οὖν τοῦ πρώτου τῶν στοιχείων εἴρηται, καὶ ποῖόν τι τὴν φύσιν, καὶ ὅτι
ἄφθαρτον καὶ ἀγένητον· λοιπὸν δὲ περὶ τοῖν δυοῖν εἰπεῖν. ἅμα δὲ
συμβήσεται περὶ τούτων λέγουσι
ἤτοι τὸ παράπαν οὐκ ἔστιν, ἢ μόνον ἐν τούτοις τοῖς
στοιχείοις καὶ τοῖς ἐκ τούτων ἐστίν. αὐτὸ δὲ τοῦτο πρῶτον ἴσως
θεαωρητέον, πότερον ἔστιν ἢ οὐκ ἔστιν. οἱ μὲν οὖν πρότερον
φιλοσοφήσαντες περὶ τῆς ἀληθείας καὶ πρὸς οὓς νῦν λέγομεν ἡμεῖς λόγους
καὶ πρὸς ἀλλήλους διηνέχθησαν. οἱ μὲν γὰρ αὐτῶν
ὅλως
ἀνεῖλον γένεσιν καὶ φθοράν· οὐθὲν γὰρ οὕτε γίγνεσθαί φασιν οὔτε
φθείρεσθαι τῶν ὄντων, ἀλλὰ μόνον δοκεῖν ἡμῖν, οἷον οἱ περὶ Μέλισσόν τε
καὶ Παρμενίδην, οὕς, εἰ καὶ τἆλλα λέγουσι καλῶς, ἀλλʼ οὐ φυσικῶς γε δεῖ
νομίσαι λέγειν· τὸ γὰρ εἶναι ἄττα τῶν ὄντων ἀγένητα καὶ ὅλως ἀκίνητα
μᾶλλόν ἐστιν ἑτέρας καὶ προτέρας ἢ τῆς φυσικῆς σκέψεως.
ἐκεῖνοι δὲ διὰ. τὸ μηθὲν μὲν ἄλλο παρὰ τὴν τῶν αἰσθητῶν οὐσίαν
ὑπολαμβάνειν εἶναι, τοιαύτας δέ τινας νοῆσαι πρῶτοι φύσεις, εἴπερ ἔσται
τις γνῶσις ἢ φρόνησις, οὕτω μετήνεγκαν ἐπὶ ταῦτα τοὺς ἐκεῖθεν λόγους.
ἕτεροι δέ τινες ὥσπερ
ἐπίτηδες τὴν ἐναντίαν τούτοις ἔσχον
δόξαν. εἰσὶ γάρ τινες οἵ φασιν οὐθὲν ἀγένητον εἶναι τῶν πραγμάτων, ἀλλὰ
πάντα γίγνεσθαι, γενόμενα δὲ τά μὲν ἄφθαρτα διαμένειν τὰ δὲ πάλιν
φθείρεσθαι, μάλιστα μὲν οἱ περὶ Ἡσίοδον, εἶτα καὶ τῶν ἄλλων οἱ πρῶτοι
φυσιολογήσαντες. οἱ δὲ τὰ μὲν ἄλλα
πάντα γενέσθαι φασὶ καὶ
ῥεῖν, εἶναι δὲ παγίως οὐθέν, ἓν δέ τι μόνον ὑπομένειν, ἐξ οὗ ταῦτα πάντα
μετασχηματίζεσθαι πέφυκεν· ὅπερ ἐοίκασι βούλεσθαι λέγειν ἄλλοι τε πολλοὶ
καὶ Ἡράκλειτος ὁ Ἐφέσιος. εἰσὶ δέ τινες οἳ καὶ πᾶν σῶμα γενητὸν ποιοῦσι,
συντιθέντες καὶ διαλύοντες εἰς
οὐκ ἔστιν ἀδιαίρετα μήκη)· ὅσα δὲ περὶ τῶν φυσικῶν σωμάτων ἀδύνατα
συμβαίνει λέγειν τοῖς ποιοῦσι τὰς ἀτόμους γραμμάς, ἐπὶ μικρὸν θεωρήσωμεν
καὶ νῦν· τὰ μὲν γὰρ ἐπʼ ἐκείνων ἀδύνατα συμβαίνοντα καὶ τοῖς φυσικοῖς
ἀκολουθήσει, τὰ δὲ τούτοις ἐπʼ ἐκείνων οὐχ ἅπαντα διὰ τὸ τὰ
μὲν ἐξ ἀφαιρέσεως λέγεσθαι τὰ μαθηματικά, τὰ δὲ φυσικὰ ἐκ προσθέσεως.
πολλά δʼ ἐστὶν ἃ τοῖς ἀδιαιρέτοις οὐχ οἷόν τε ὑπάρχειν, τοῖς δὲ φυσοκοῖς
ἀναγκαῖον, οἷον εἴ τί ἐστι διαιρετόν· ἐν ἀδιαιρέτῳ γὰρ διαιρετὸν
ἀδύνατον ὑπάρχειν, τὰ δὲ πάθη διαιρετὰ πάντα διχῶς· ἢ γὰρ κατʼ εἶδος
ἢ κατὰ συμβεβηκός, κατʼ εἶδος μὲν οἷον χρώματος τὸ λευκὸν ἢ
τὸ μέλαν, κατὰ συμβεβηκὸς δέ, ἂν ᾧ ὑπάρχει ᾖ διαιρετόν, ὥστε ὅσα ἀπλᾶ
τῶν παθημάτων, πάντʼ ἐστὶ διαιρετὰ τοῦτον τὸν τρόπον. διὸ τὸ ἀδύνατον ἐν
τοῖς τοιούτοις ἐπισκεπτέον. εἰ δὴ τῶν ἀδυνάτων ἐστὶν ἑκατέρου μέρους
μηδὲν ἔχοντος βάρος τὰ ἄμφω ἔχειν βάρος, τὰ δʼ αἰσθητὰ
σώματα ἢ πάντα ἢ ἔνια βάρος ἔχει, οἷον ἡ γῆ καὶ τὸ ὕδωρ, ὡς κἂν αὐτοὶ
φαῖεν, εἰ ἡ στιγμὴ μηδὲν ἔχει βάρος, δῆλον ὅτι οὐδʼ αἱ γραμμαί, εἰ δὲ μὴ
αὗται, οὐδὲ τὰ ἐπίπεδα· ὥστʼ οὐδὲ τῶν σωμάτων οὐθέν. ἀλλὰ μὴν ὅτι τὴν
στιγμὴν
οὐχ οἷόν τε βάρος ἔχειν, φανερόν. τὸ μὲν γὰρ βαρὺ
ἅπαν καὶ βαρύτερον καὶ τὸ κοῦφον καὶ κουφότερον ἐνδέχεταί τινος εἶναι.
τὸ δὲ βαρύτερον ἢ κουφότερον ἴσως οὐκ 299b ἀνάγκη βαρύ ἢ κοῦφον εἶναι,
ὥσπερ καὶ τὸ μὲν μέγα μεῖζον, τὸ δὲ μεῖζον οὐ πάντως μέγα· πολλὰ γάρ
ἐστιν ἃ μικρὰ ὄντα ἁπλῶς ὅμως μείζω ἑτέρων ἐστίν. εἰ δὴ ὃ ἂν
βαρὺ ὂν βαρύτερον ᾖ, ἀνάγκη βάρει μεῖζον εἶναι, τὸ βαρὺ ἅπαν
διαιρετὸν ἂν εἴη. ἡ δὲ στιγμὴ ἀδιαίρετον ὑπόκειται. ἔτι εἰ τὸ μὲν βαρὺ
πυκνόν τι, τὸ δὲ κοῦφον μανόν, ἔστι δὲ πυκνὸν μανοῦ διαφέρον τῷ ἐν ἴσῳ
ὄγκῳ πλεῖον ἐνυπάρχειν· εἰ οὖν ἐστὶ στιγμὴ βαρεῖα καὶ κούφη, ἔσται καὶ
πυκνὴ καὶ μανή. ἀλλά τὸ μὲν πυκνὸν διαιρετόν, ἡ δὲ
στιγμὴ ἀδιαίρετος. εἰ δὲ πᾶν τὸ βαρὺ ἢ μαλακὸν ἢ σκληρὸν ἀνάγκη εἶναι,
ῥᾴδιον ἐκ τούτων ἀδύνατόν τι συναγαγεῖν. μαλακὸν μὲν γὰρ τὸ εἰς ἑαυτὸ
ὑπεῖκον, σκληρὸν δὲ τὸ μὴ ὑπεῖκον. τὸ δὲ ὑπεῖκον διαιρετόν. ἀλλά μὴν
οὐδʼ ἐκ μὴ
ἐχόντων βάρος ἔσται βάρος. τό τε γὰρ ἐπὶ πόσων
συμβήσεται τοῦτο καὶ ἐπὶ ποίων, πῶς διοριοῦσι μὴ βουλόμενοι πλάττειν;
καὶ εἰ πᾶν μεῖζον βάρος βάρους βάρει, συμβήσεται καὶ ἕκαστον τῶν ἀμερῶν
βάρος ἔχειν· εἰ γὰρ αἱ τέτταρες στιγμαὶ βάρος ἔχουσι, τὸ δʼ ἐκ πλειόνων
ἢ τουδὶ βαρέος
ὄντος βαρύτερον, ᾧ δὲ βαρέος βαρύτερον
ἀνάγκη βαρὺ εἶναι, ὥσπερ καὶ ᾧ λευκοῦ λευκότερον λευκόν, ὥστε τὸ μεῖζον
μιᾷ στιγμῇ 〈μιᾷ στιγμῇ〉 βαρύτερον ἔσται ἀφαιρεθέντος τοῦ ἴσου. ὥστε καὶ
ἡ μία στιγμὴ βάρος ἕξει. ἔτι εἰ μὲν τά ἐπίπεδα μόνον κατὰ γραμμὴν
ἐνδέχεται συντίθεσθαι, ἄτοπον·
ὥσπερ γὰρ καὶ γραμμὴ πρὸς
γραμμὴν ἀμφοτέρως συντίθεται, καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος, δεῖ καὶ
ἐπίπεδον ἐπιπέδῳ τὸν αὐτὸν τρόπον. γραμμὴ δὲ δύναται γραμμῇ συντίθεσθαι
κατὰ γραμμὴν ἐπιτιθεμένην, οὐ μὴν προστιθεμένην. ἀλλὰ μὴν εἴ γε καὶ κατὰ
πλάτος ἐνδέχεται συντίθεσθαι,
ἔσται τι σῶμα ὃ οὕτε
στοιχεῖον οὕτε ἐκ στοιχείων συντιθέμενον ἐκ τῶν οὕτω συντιθεμένων
ἐπιπέδων, ἔτι εἰ μὲν πλήθει βαρύτερα τὰ σώματα τὰ τῶν ἐπιπέδων, ὥσπερ ἐν
τῷ
δὴ
καὶ τῶν στιγμῶν ὡσαύτως· τὸ γὰρ τῆς γῆς ἐπίπεδον ἔσται βαρύτερον ἢ τὸ
τοῦ πυρός. ὅλως δὲ συμβαίνει ἢ μηδέν ποτʼ εἶναι μέγεθος, ἢ δύνασθαί γε
ἀναιρεθῆναι, εἴπερ ὁμοίως ἔχει στιγμὴ μὲν πρὸς γραμμήν, γραμμὴ δὲ πρὸς
ἐπίπεδον, τοῦτο δὲ πρὸς σῶμα· πάντα γὰρ εἰς ἄλληλα
ἀναλυόμενα εἰς τὰ πρῶτα ἀναλυθήσεται· ὥστʼ ἐνδέχοιτʼ ἄν στιγμὰς μόνον
εἶναι, σῶμα δὲ μηθέν. πρὸς δὲ τούτοις καὶ εἰ ὁ χρόνος ὁμοίως ἔχει,
ἀναιροῖτʼ ἄν ποτε ἢ ἐνδέχοιτʼ ἀναιρεθῆναι· τὸ γὰρ νῶν τὸ ἄτομον οἷον
στιγμὴ γραμμῆς ἐστίν. τὸ δʼ αὐτὸ συμβαίνει καὶ τοῖς ἐξ ἀριθμῶν
συντιστᾶσι τὸν οὐρανόν·
ἔνιοι γὰρ τὴν φύσιν ἐξ ἀριθμῶν
συνιστᾶσιν, ὥσπερ τῶν Πυθαγορείων τινές· τὰ μὲν γὰρ φυσικὰ σώματα
φαίνεται βάρος ἔχοντα καὶ κουφότητα, τὰς δὲ μονάδας οὔτε σῶμα ποιεῖν
οἷόν τε συντιθεμένας οὕτε βάρος ἔχειν.
2 Ὅτι δʼ ἀναγκαῖον ὑπάρχειν κίνησιν τοῖς ἁπλοῖς σώμασι
φύσει
τινὰ πᾶσιν, ἐκ τῶνδε δῇλον. ἐπεὶ γὰρ κινούμενα φαίνεται, κινεῖσθαί γε
ἀναγκαῖον βίᾳ, εἰ μὴ οἰκείαν ἔχει κίνησιν· τὸ δὲ βίᾳ καὶ παρὰ φύσιν
ταὐτόν. ἀλλὰ μὴν εἰ παρὰ φύσιν ἐστί τις κίνησις, ἀνάγκη εἶναι καὶ κατὰ
φύσιν, παρʼ ἣν αὕτη· καὶ εἰ πολλαὶ αἱ παρὰ φύσιν, τὴν κατὰ
φύσιν μίαν· κατὰ φύσιν μὲν γὰρ ἀπλῶς, παρὰ φύσιν δʼ ἔχει πολλὰς ἕκαστον.
ἔτι δὲ καὶ ἐκ τῆς ἠρεμίας δῆλον· καὶ γὰρ ἠρεμεῖν ἀναγκαῖον ἢ βίᾳ ἢ κατὰ
φύσιν· βίᾳ δὲ μένει οὗ καὶ φέρεται βίᾳ, καὶ κατὰ φύσιν οὖ κατὰ φύσιν.
ἐπεὶ οὖν φαίνεταί τι μένον ἐπὶ τοῦ μέσου, εἰ μὲν κατὰ φύσιν,
δῆλον ὅτι καὶ ἡ φορὰ ἡ ἐνταῦθα κατὰ φύσιν αὐτῷ· εἰ δὲ βίᾳ, τί τὸ
φέρεσθαι κωλῦον; εἰ μὲν ἠρεμοῦν, τὸν αὐτὸν κυκλήσομεν λόγον· ἀνάγκη γὰρ
ἢ κατὰ φύσιν εἶναι τὸ πρῶτον ἠρεμοῦν ἢ εἰς ἄπειρον ἰέναι, ὅπερ ἀδύνατον·
εἰ δὲ
δʼ ἄπειρον διελθεῖν
ἀδύνατον. ὥστʼ ἀνάγκη στῆναί που τὸ φερόμενον, κἀκεῖ μὴ βίᾳ μένειν ἀλλὰ
κατὰ φύσιν. εἰ δʼ ἐστὶν ἠρεμία κατὰ φύσιν, ἔστι καὶ κίνησις κατὰ, φύσιν
ἡ εἰς τοῦτον τὸν τόπον φορά. διὸ καὶ Λευκίππῳ καὶ Δημοκρίτῳ, τοῖς
λέγουσιν ἀεὶ κινεῖσθαι τὰ πρῶτα σώματα ἐν τῷ κενῷ
καὶ τῷ
ἀπείρῳ, λεκτέον τίνα κίνησιν καὶ τίς ἡ κατὰ φύσιν αὐτῶν κίνησις. εἰ γὰρ
ἄλλο ὑπʼ ἄλλου κινεῖται βίᾳ τῶν στοιχείων, ἀλλὰ καὶ κατὰ φύσιν ἀνάγκη
τινὰ εἶναι κίνησιν ἑκάστου, παρʼ ἦν ἡ βίαιός ἐστιν· καὶ δεῖ τὴν πρώτην
κινοῦσαν μὴ βίᾳ κινεῖν, ἀλλὰ κατὰ φύσιν· εἰς ἄπειρον γὰρ εἶσιν,
εἰ μή τι ἔσται κατὰ φύσιν κινοῦν πρῶτον, ἀλλʼ ἀεὶ τὸ
πρότερον βίᾳ κινούμενον κινήσει. τὸ αὐτὸ δὲ τοῦτο συμβαίνειν ἀναγκαῖον
κἂν εἰ καθάπερ ἐν τῷ Τιμαίῳ γέγραπται, πρὶν γενέσθαι τὸν κόσμον ἐκινεῖτο
τὰ στοιχεῖα ἀτάκτως. ἀνάγκη γὰρ ἢ βίαιον εἶναι τὴν κίνησιν ἢ κατὰ φύσιν.
εἰ δὲ κατὰ
φύσιν ἐκινεῖτο, ἀνάγκη κόσμον εἶναι, ἐάν τις
βούληται θεωρεῖν ἐπιστήσας· τό τε γὰρ πρῶτον κινοῦν ἀνάγκη κινεῖν αὑτό,
κινούμενον κατὰ φύσιν, καὶ τὰ κινούμενα μὴ βίᾳ, ἐν τοῖς οἰκείοις
ἠρεμοῦντα τόποις, ποιεῖν ἥνπερ ἔχουσι νῦν τάξιν, τὰ μὲν βάρος ἔχοντα ἐπὶ
τὸ μέσον, τὰ δὲ κουφότητα ἔχοντα ἀπὸ
τοῦ μέσου· ταύτην δʼ ὁ
κόσμος ἔχει τὴν διάταξιν. ἔτι δὲ τοσοῦτον ἐπανέροιτʼ ἄν τις, πότερον
δυνατὸν ἢ οὐχ οἷόν τʼ ἦν κινούμενα ἀτάκτως καὶ μίγνυσθαι τοιαύτας μίξεις
ἔνια, ἐξ ὧν συνίσταται τὰ κατὰ φύσιν συνιστάμενα σώματα, λέγω δʼ οἷον
ὀστᾶ καὶ σάρκας, καθάπερ Ἐμπεδοκλῆς φησὶ γίνεσθαι
ἐπὶ τῆς
φιλότητος· λέγει γὰρ ὡς πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν. τοῖς δʼ
ἄπειρα ἐν ἀπείρῳ τὰ κινούμενα ποιοῦσιν, εἰ μὲν ἓν τὸ κινοῦν, ἀνάγκη μίαν
φέρεσθαι
τῶν αἰσθητῶν φύσις ἐστίν. ἀλλὰ μὴν καὶ τοῦτο
ἄτοπον καὶ ἀδύνατον, τὸ ἄπειρον ἄτακτον ἔχειν κίνησιν· ἔστι γὰρ ἡ φύσις
ἐκείνη τῶν πραγμάτων οἴαν ἔχει τὰ πλείω καὶ τὸν πλείω χρόνον· συμβαίνειν
οὖν αὐτοῖς τοὐναντίον τὴν μὲν ἀταξίαν εἶναι κατὰ φύσιν, τὴν δὲ τάξιν καὶ
τὸν κόσμον παρὰ
φύσιν· καίτοι οὐδὲν ὡς ἔτυχε γίγνεται τῶν
κατὰ φύσιν. ἔοικε δὲ τοῦτό γε αὐτὸ καλῶς Ἀναξαγόρας λαβεῖν· ἐξ ἀκινήτων
γὰρ ἄρχεται κοσμοποιεῖν. πειρῶνται δὲ καὶ οἱ ἄλλοι συγκρίνοντές πως
πάλιν κινεῖν καὶ διακρίνειν. ἐκ διεστώτων δὲ καὶ κινουμένων οὐκ εὔλογον
ποιεῖν τὴν γένεσιν. διὸ καὶ Ἐμπεδοκλῆς
παραλείπει τὴν ἐπὶ
τῆς φιλότητος· οὐ γὰρ ἂν ἡδύνατο συστήσαι τὸν οὐρανὸν ἐκ κεχωρισμένων
μὲν κατασκευάζων, σύγκρισιν δὲ ποιῶν διὰ τὴν φιλότητα· ἐκ διακεκριμένων
γὰρ συνέστηκεν ὁ κόσμος τῶν στοιχείων. ὥστʼ ἀναγκαῖον γίνεσθαι ἐξ ἑνὸς
καὶ συγκεκριμένου. ὅτι μὲν τοίνυν ἐστὶ φυσική τις κίνησις
ἑκάστου τῶν σωμάτων, ἣν οὐ βίᾳ κινοῦνται οὐδὲ παρὰ φύσιν, φανερὸν ἐκ
τούτων· ὅτι δʼ ἔνια ἔχειν ἀναγκαῖον ῥοπὴν βάρους καὶ κουφότητος, ἐκ
τῶνδε δῆλον. κινεῖσθαι μὲν γάρ φαμεν ἀναγκαῖον εἶναι· εἰ δὲ μὴ ἕξει
φύσει ῥοπὴν τὸ κινούμενον, ἀδύνατον κινεῖσθαι ἢ πρὸς τὸ μέσον ἢ ἀπὸ τοῦ
μέσου. ἔστω γὰρ τὸ μὲν ἐφʼ οὗ Αἀβαρές, τὸ δʼ ἐφʼ οὖ B
βάρος ἔχον, ἐνηνέχθω δὲ τὸ ἀβαρὲς τὴν ΓΔ, τὸ δὲ B ἐν τῷ ἴσῳ χρόνῳ τὴν
ΓΕ· μείζω γὰρ οἰσθήσεται τὸ βάρος ἔχον. ἐὰν δὴ διαιρεθῇ τὸ σῶμα τὸ ἔχον
βάρος ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ (δυνατὸν γὰρ οὕτως ἔχειν πρός τι τῶν ἐν αὐτῷ
μορίων), εἰ τὸ ὅλον φέρεται τὴν ὅλην τὴν ΓΕ, τὸ μόριον
ἀνάγκη ἐν τῷ αὐτῷ χρόνῳ τὴν ΓΔ φέρεσθαι, ὥστε
τὸ κουφότερον
ὑπὸ τῆς αὐτῆς δυνάμεως πλεῖον κινηθήσεται, κεκινήσθω τὸ μὲν ἐφʼ ᾧ τὸ A,
τὸ ἀβαρές, τὴν ΓΕ τὸ δʼ ἐφʼ ᾧ τὸ B, τὸ βάρος ἔχον, ἐν τῷ ἴσῳ χρόνῳ τὴν
ΓΔ. διαιρεθέντος δὴ τοῦ βάρος ἔχοντος σώματος ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ,
συμβήσεται τὸ ἀφαιρούμενον ἀπὸ τοῦ βάρος ἔχοντος
σώματος
τὴν ΓΕ φέρεσθαι ἐν τῷ ἴσῳ χρόνῳ, ἐπείπερ τὸ ὅλον ἐφέρετο τὴν ΓΔ. τὸ γὰρ
τάχος ἔξει τὺ τοῦ ἐλάττονος πρὸς τὸ τοῦ μείζονος ὡς τὸ μεῖζον σῶμα πρὸς
τὸ ἔλαττον. ἴσον ἄρα τὸ ἀβαρὲς οἰσθήσεται σῶμα καὶ τὸ βάρος ἔχον ἐν τῷ
αὐτῷ χρόνῳ. τοῦτο δʼ ἀδύνατον· ὥστʼ ἐπεὶ παντὸς
τοῦ
προστεθέντος μεῖζον κινήσεται διάστημα τὸ ἀβαρές, ἄπειρον ἄν φέροιτο.
φανερὸν οὖν ὅτι ἀνάγκη πᾶν σῶμα βάρος ἔχειν ἢ κουφότητα διωρισμένον.
ἐπεὶ δὲ φύσις μέν ἐστιν ἡ ἐν αὐτῷ ὑπάρχουσα κινήσεως ἀρχή, δύναμις δʼ ἡ
ἐν ἄλλῳ ᾗ ἄλλο, κίνησις δὲ ἡ μὲν κατὰ φύσιν ἡ δὲ βίαιος
πᾶσα, τὴν μὲν κατὰ φύσιν, οἷον τῷ λίθῳ τήν κάτω, θᾶττον ποιήσει τὸ κατὰ
δύναμιν, τὴν δὲ παρὰ φύσιν ὅλως αὐτή. πρὸς ἀμφότερα δὲ ὥσπερ ὀργάνῳ
χρῆται τῷ ἀέρι· πέφυκε γὰρ οὗτος καὶ κοῦφος εἶναι καὶ βαρύς. τὴν μὲν οὖν
ἄνω ποιήσει φορὰν ᾗ κοῦφος, ὅταν ὠσθῇ καὶ λάβῃ τὴν
ἀρχὴν
ἀπὸ τῆς δυνάμεως, τὴν δὲ κάτω πάλιν ᾗ βαρύς· ὥσπερ γὰρ ἐναφάψασα
παραδίδωσιν ἑκατέρῳ. διὸ καὶ οὐ παρακολουθοῦντος τοῦ κινήσαντος φέρεται
τὸ βίᾳ κινηθέν, εἰ γὰρ μὴ τοιοῦτόν τι τὸ σῶμα ὑπῆρχεν, οὐκ ἂν ἦν ἡ βίᾳ
κίνησις. καὶ τὴν κατὰ φύσιν δʼ ἑκάστου κίνησιν συνεπουρίζει
τὸν αὐτὸν τρόπον. ὅτι μὲν οὖν ἅπαν ἢ κοῦφον ἢ βαρύ, καὶ
μάλιστα μὲν γὰρ ἐκ δυνάμει
τινὸς ὄντος σώματος ἐνεργείᾳ γένοιτʼ ἂν σῶμα. ἀλλʼ εἰ τὸ δυνάμει ὂν σῶμα
μηθέν ἐστιν ἄλλο σῶμα ἐνεργείᾳ πρότερον, κενὸν ἔσται κεχωρισμένον.
3 Λοιπὸν δʼ εἰπεῖν τίνων τέ ἐστι γένεσις σωμάτων, καὶ
διὰ τί
ἐστιν. ἐπεὶ οὖν ἐν ἅποσιν ἡ γνῶσις διὰ τῶν πρώτων, πρῶτα δὲ τῶν
ἐνυπαρχόντων τὰ στοιχεῖα, σκεπτέον, εἰ τῶν τοιούτων σωμάτων ἐστὶ
στοιχεῖα, καὶ διὰ τί ἐστιν, ἔπειτα μετὰ ταῦτα πόσα τε καὶ ποῖ᾿ ἄττα.
τοῦτο δʼ ἔσται φανερὸν ὑποθεμένοις τίς ἐστιν ἡ τοῦ στοιχείου φύσις. ἔστω
δὴ στοιχεῖον
τῶν σωμάτων, εἰς ὃ τἆλλα σώματα διαιρεῖται,
ἐνυπάρχον δυνάμει ἢ ἐνεργείᾳ (τοῦτο γὰρ ποτέρως, ἔτι ἀμφισβητήσιμον),
αὐτὸ δʼ ἐστὶν ἀδιαίρετον εἰς ἕτερα τῷ εἴδει· τοιοῦτον γάρ τι τὸ
στοιχεῖον ἄπαντες καὶ ἐν ἅπασι βούλονται λέγειν. εἰ δὴ τὸ εἰρημένον ἐστὶ
στοιχεῖον, ἀνάγκη εἶναι ἄττα τοιαῦτα
τῶν σωμάτων. ἐν μὲν
γὰρ σαρκὶ καὶ ξύλῳ καὶ ἑκάστῳ τῶν τοιούτων ἔνεστι δυνάμει πῦρ καὶ γῆ·
φανερὰ γὰρ ταῦτα ἐξ ἐκείνων ἐκκρινόμενα. ἐν δὲ πυρὶ σὰρξ ἢ ξύλον οὐκ
ἐνυπάρχουσιν, οὕτε κατὰ δύναμιν οὔτε κατʼ ἐνέργειαν· ἐξεκρίνετο γὰρ ἄν.
ὁμοίως δʼ οὐδʼ εἰ ἕν τι μόνον εἴη τοιοῦτον, οὐδʼ ἐν ἐκείνῳ·
οὐ γὰρ εἰ ἔσται σὰρξ ἢ ὀστοῦν ἢ τῶν ἄλλων ὁτιοῦν, οὔπω φατέον ἐνυπάρχειν
δυνάμει, ἀλλὰ προσθεωρητέον τίς ὁ τρόπος τῆς γενέσεως. Ἀναξαγόρας δʼ
Ἐμπεδοκλεῖ ἐναντίως λέγει
τούτοις στοιχεῖά φησιν εἶναι τῶν σωμάτων καὶ συγκεῖσθαι
πάντʼ ἐκ τούτων, Ἀναξαγόρας δὲ τοὐναντίον· τὰ γὰρ ὁμοιομερῆ στοιχεῖα
(λέγω δʼ οἷον σάρκα καὶ ὀστοῦν καὶ τῶν τοιούτων
ταὐτό. ἐπεὶ δʼ ἐστὶ παντὸς φυσικοῦ
σώματος κίνησις οἰκεία, τῶν δὲ κινήσεων αἱ μὲν ἁπλαῖ αἱ δὲ μικταί, καὶ
αἱ μὲν μικταὶ τῶν μικτῶν αἱ δὲ ἁπλαῖ τῶν ἁπλῶν εἰσί, φανερὸν ὅτι ἔσται
ἄττα σώματα ἀπλᾶ. εἰσὶ γὰρ καὶ κινήσεις ἁπλαῖ. ὥστε δῆλον καὶ ὅτι ἔστι
στοιχεῖα καὶ διὰ τί ἐστιν.
4 Πότερον δὲ πεπερασμένα ἢ ἄπειρα, καὶ εἰ πεπερασμένα, πόσα τὸν ἀριθμόν,
ἑπόμενον ἂν εἴη σκοπεῖν. πρῶτον μὲν οὖν ὅτι οὐκ ἔστιν ἄπειρα, καθάπερ
οἴονταί τινες, θεωρητέον, καὶ πρῶτον τούς πάντα τὰ ὁμοιομερῆ στοιχεῖα
ποιοῦντας, καθάπερ Ἀναξαγόρας. οὐθεὶς γὰρ τῶν οὕτως ἀξιούντων
ὀρθῶς λαμβάνει τὸ στοιχεῖον· ὁρῶμεν γὰρ πολλὰ καὶ τῶν μικτῶν σωμάτων
εἰς ὁμοιομερῆ διαιρούμενα, λέγω δʼ οἷον σάρκα καὶ ὀστοῦν καὶ ξύλον καὶ
λίθον. ὥστʼ εἴπερ τὸ σύνθετον οὐκ ἔστι στοιχεῖον, οὐχ ἅπαν ἔσται τὸ
ὁμοιομερὲς στοιχεῖον, ἀλλὰ τὸ ἀδιαίρετον εἰς ἕτερα τῷ εἴδει, καθάπερ
εἴρηται
πρότερον. ἔτι δʼ οὐδʼ οὕτως λαμβάνοντας τὸ
στοιχεῖον ἀνάγκη ποιεῖν ἄπειρα· πάντα γὰρ ταὐτὰ ἀποδοθήσεται καὶ
πεπερασμένων ὄντων, ἐάν τις λάβῃ· τὸ αὐτὸ γὰρ ποιήσει, κἂν δύο ἢ τρία
μόνον ἢ τοιαῦτα, καθάπερ ἐπιχειρεῖ καὶ Ἐμπεδοκλῆς. ἐπεὶ γὰρ καὶ ὣς
αὐτοῖς συμβαίνει μὴ πάντα ποιεῖν
ἐξ ὁμοιομερῶν (πρόσωπον
γὰρ οὐκ ἐκ προσώπων ποιοῦσιν, οὐδʼ ἄλλο τῶν κατὰ φύσιν ἐσχηματισμένων
οὐθέν), φανερὸν ὅτι πολλῷ βέλτιον πεπερασμένας ποιεῖν τὰς ἀρχάς, καὶ
ταύτας
εἰ σῶμα σώματος
ἕτερον λέγεται κατὰ τὰς οἰκείας διαφοράς, αἱ δὲ τῶν σωμάτων διαφοραὶ
πεπερασμέναι (διαφέρουσι γὰρ τοῖς αἰσθητοῖς, ταῦτα δὲ πεπέρανται· δεῖ δὲ
ἄπειρα μεγέθει δὲ ἀδιαίρετα, καὶ οὔτʼ ἐξ ἑνὸς πολλὰ γίγνεσθαι οὕτε ἐκ
πολλῶν ἕν, ἀλλὰ τῇ τούτων συμπλοκῇ καὶ περιπλέξει πάντα γεννᾶσθαι.
τρόπον γάρ τινα καὶ οὗτοι πάντα τὰ ὄντα ποιοῦσιν ἀριθμοὺς καὶ ἐξ
ἀριθμῶν· καὶ γὰρ εἰ μὴ σαφῶς δηλοῦσιν, ὅμως τοῦτο βούλονται λέγειν. καὶ
πρὸς τούτοις,
ἐπεὶ διαφέρει τὰ σώματα σχήμασιν, ἄπειρα δὲ
τὰ σχήματα, ἄπειρα καὶ τὰ ἀπλᾶ σώματά φασιν εἶναι. ποῖον δὲ καὶ τί
ἑκάστου τὸ σχῆμα τῶν στοιχείων, οὐθὲν ἐπιδιώρισαν, ἀλλὰ μόνον τῷ πυρὶ
τὴν σφαῖραν ἀπέδωκαν· ἀέρα δὲ καὶ ὕδωρ καὶ τἆλλα μεγέθει καὶ μικρότητι
διεῖλον, ὡς οὖσαν
αὐτῶν τὴν φύσιν οἷον πανσπερμίαν πάντων
τῶν στοιχείων. πρῶτον μὲν οὖν καὶ τούτοις ταὐτὸν ἁμάρτημα τὸ μὴ
πεπερασμένας λαβεῖν τὰς ἀρχάς, ἐξὸν ἅπαντα ταὐτὰ λέγειν. ὅτι δʼ εἰ μὴ
ἄπειροι τῶν σωμάτων αἱ διαφοραί, δῆλον ὅτι οὐκ ἔσται τὰ στοιχεῖα ἄπειρα.
πρὸς δὲ τούτοις ἀνάγκη μάχεσθαι
ταῖς μαθηματικαῖς
ἐπιστήμαις ἄτομα σώματα λέγοντας, καὶ πολλὰ τῶν ἐνδόξων καὶ τῶν
φαινομένων κατὰ τὴν αἴσθησιν ἀναιρεῖν, περὶ ὧν εἴρηται πρότερον ἐν τοῖς
περὶ χρόνου καὶ κινήσεως. ἅμα δὲ καὶ ἐναντία λέγειν αὐτοὺς αὑτοῖς
ἀνάγκη· ἀδύνατον γὰρ ἀτόμων ὄντων τῶν στοιχείων μεγέθει
καὶ
μικρότητι διαφέρειν ἀέρα καὶ γῆν καὶ ὕδωρ· οὐ γὰρ
ὑπόληψιν δόξειεν ἄν
ἄπειρα γίγνεσθαι τὰ στοιχεῖα, ἐπεὶ τὰ μὲν σώματα διάφερει σχήμασι, τὰ δὲ
σχήματα πάντα σύγκειται ἐκ πυραμίδων, τὰ μὲν εὐθύγραμμα ἐξ εὐθυγράμμων,
ἡ τοῦ ἁπλοῦ σώματος
ἁπλῆ, μή εἰσι δʼ αἱ ἀπλαῖ κινήσεις ἄπειροι διὰ τὸ μήτε τὰς ἁπλᾶς φορὰς
πλείους εἶναι δυοῖν μήτε τοὺς τόπους ἀπείρους, οὐκ ἂν εἴη οὐδʼ οὕτως
ἄπειρα τὰ στοιχεῖα.
5 Ἐπεὶ δʼ ἀνάγκη πεπεράνθαι τὰ στοιχεῖα, λοιπὸν σκέψασθαι
πότερον πλείω ἔσται ἢ ἕν. ἔνιοι γὰρ ἓν μόνον ὑποτίθενται, καὶ τοῦτο οἱ
μὲν ὕδωρ, οἱ δʼ ἀέρα, οἱ δὲ πῦρ, οἱ δʼ ὕδατος μὲν λεπτότερον ἀέρος δὲ
πυκνότερον, ὃ περιέχειν φασὶ πάντας τοὺς οὐρανοὺς ἄπειρον ὄν. ὅσοι μὲν
οὖν τὸ ἓν τοῦτο ποιοῦσιν ὕδωρ ἢ ἀέρα ἢ ὕδατος μὲν λεπτότερον ἀέρος δὲ
πυκνότερον, εἶτ᾿ ἐκ τούτου πυκνότητι καὶ μανότητι
τἆλλα γεννῶσιν, οὗτοι λανθάνουσιν αὐτοὶ αὑτοὺς ἄλλο τι πρότερον τοῦ
στοιχείου ποιοῦντες· ἔστι γὰρ ἡ μὲν ἐκ τῶν στοιχείων γένεσις σύνθεσις,
ὥς φασιν, ἡ δʼ εἰς τὰ στοιχεῖα διάλυσις, ὥστʼ ἀνάγκη πρότερον εἶναι τῇ
φύσει τὸ λεπτομερέστερον. ἐπεὶ οὖν
φασὶ πάντων τῶν σωμάτων
τὸ πῦρ λεπτότατον εἶναι, πρῶτον ἄν εἴη τῇ φύσει τὸ πῦρ (διαφέρει δʼ
οὐθέν, ἀνάγκη γὰρ ἕν τι τῶν ἄλλων εἶναι πρῶτον, καὶ μὴ τὸ μέσον). ἔτι δὲ
τὸ μὲν πυκνότητι καὶ μανότητι τἆλλα γεννᾶν οὐθὲν διαφέρει ἢ λεπτότητι
καὶ παχύτητι· τὸ μὲν γὰρ λεπτὸν μανόν, τὸ δὲ
παχὺ βούλονται
εἶναι πυκνόν. πάλιν δὲ τὸ λεπτότητι καὶ
συμβήσεται λέγειν πρός τι, καὶ οὐκ
ἔσται ἀπλῶς τὸ μὲν πῦρ τὸ δʼ ὕδωρ τὸ δʼ ἀήρ, ἀλλὰ τὸ αὐτὸ πρὸς μὲν τόδε
πῦρ, πρὸς δέ τι ἄλλο ἀήρ, ὅπερ συμβαίνει καὶ τοῖς πλείω
πῦρ τὸ δὲ γῆν τὸ δʼ
ὕδωρ, διὰ τὸ ἐνυπάρχειν ἐν τοῖς μείζοσι τοὺς τῶν ἐλαττόνων λόγους. ὅσοι
δὲ πῦρ ὑποτίθενται τὸ στοιχεῖον, τοῦτο μὲν διαφεύγουσιν, ἄλλα δʼ αὐτοῖς
ἀναγκαῖον ἄλογα συμβαίνειν. οἱ μὲν γὰρ αὐτῶν σχῆμα περιάπτουσι τῷ πυρί,
καθάπερ οἱ τὴν πυραμίδα ποιοῦντες, καὶ
τούτων οἱ μὲν
ἁπλουστέρως λέγοντες ὅτι τῶν μὲν σχημάτων τμητικώτατον ἡ πυραμίς, τῶν δὲ
σωμάτων τὸ πῦρ, οἱ δὲ κομψοτέρως τῷ λόγῳ προσάγοντες ὅτι τὰ μὲν σώματα
πάντα σύγκειται ἐκ τοῦ λεπτομερεστάτου, τὰ δὲ σχήματα τὰ στερεὰ ἐκ
πυραμίδων, ὥστʼ ἐπεὶ τῶν μὲν σωμάτων
τὸ πῦρ λεπτότατον, τῶν
δὲ σχημάτων ἡ πυραμὶς μικρομερέστατον καὶ πρῶτον, τὸ δὲ πρῶτον σχῆμα τοῦ
πρώτου σώματος, πυραμὶς ἄν εἴη τὸ πῦρ. οἱ δὲ περὶ μὲν σχήματος οὐδὲν
ἀποφαίνονται, λεπτομερέστατον δὲ μόνον ποιοῦσιν, ἔπειτʼ ἐκ τούτου
συντιθεμένου φασὶ γίγνεσθαι τἆλλα
καθάπερ ἂν εἰ
συμφυσωμένου ψήγματος. ἀμφοτέροις δὲ ταὐτὰ συμβαίνει δυσχερῆ· εἰ μὲν γὰρ
ἄτομον τὸ πρῶτον σῶμα ποιοῦσι, πάλιν ἥξουσιν οἱ πρότερον εἰρημένοι λόγοι
πρός ταύτην τὴν ὑπόθεσιν, ἔτι οὐκ ἐνδέχεται τοῦτο λέγειν
φυσικῶς βουλομένοις θεωρεῖν. εἰ γὰρ ἅπαν σῶμα σώματι
συμβλητὸν κατὰ τὸ ποσόν, ἔχει δʼ ἀνάλογον τὰ μεγέθη τά τε τῶν ὁμοιομερῶν
πρὸς ἄλληλα καὶ τὰ τῶν στοιχείων (οἷον τὰ τοῦ παντὸς ὕδατος πρὸς τὸν
ἅπαντα ἀέρα καὶ τοῦ στοιχείου πρὸς τὸ στοιχεῖον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν
ἄλλων),
ὁ δʼ ἀὴρ πλείων τοῦ ὕδατος καὶ ὅλως τὸ
λεπτομερέστερον τοῦ παχυμερεστέρου, φανερὸν ὅτι καὶ τὸ στοιχεῖον ἔλαττον
ἔσται τὸ τοῦ ὕδατος ἢ τὸ τοῦ ἀέρος. εἰ οὖν τὸ ἔλαττον μέγεθος ἐνυπάρχει
τῷ μείζονι, διαιρετὸν ἂν εἴη τὸ τοῦ ἀέρος
πᾶν σῶμα εἶναι ἢ στοιχεῖον
ἢ ἐκ στοιχείων (τὸ γὰρ μέρος τοῦ πυρὸς οὕτε πῦρ οὔθʼ ἕτερον στοιχεῖον
οὐδέν), τοῖς δὲ τῷ μεγέθει διορίζουσι πρότερόν τι τοῦ στοιχείου
στοιχεῖον εἶναι, καὶ τοῦτʼ εἰς ἄπειρον βαδίζειν, εἴπερ ἅπαν σῶμα
διαιρετὸν καὶ τὸ μικρομερέστατον στοιχεῖον. ἔτι δὲ καὶ τούτοις συμβαίνει
λέγειν ὡς ταὐτὸν πρὸς μὲν τόδε πῦρ ἐστὶ πρὸς ἄλλο δʼ
ἀήρ, καὶ πάλιν ὕδωρ καὶ γῆ. κοινὸν δὲ πᾶσιν ἁμάρτημα τοῖς ἓν τὸ
στοιχεῖον ὑποτιθεμένοις τὸ μίαν μόνην κίνησιν ποιεῖν φυσικήν, καὶ πάντων
τὴν αὐτήν. ὁρῶμεν γὰρ πᾶν τὸ φυσικὸν σῶμα κινήσεως ἔχον ἀρχήν. εἰ οὖν
ἅπαντα τὰ σώματα
ἕν τί ἐστι, πάντων ἂν εἴη μία κίνησις· καὶ
ταύτην ἀναγκαῖον ὅσῳπερ ἂν πλείω γίγνηται, κινεῖσθαι μᾶλλον, ὥσπερ καὶ
τὸ πῦρ ὅσῳ ἂν πλεῖον γίγνηται, φέρεται θᾶττον ἄνω τὴν αὑτοῦ φοράν.
συμβαίνει δὲ πολλὰ κάτω φέρεσθαι θᾶττον, ὥστε διά τε ταῦτα, καὶ πρὸς
τούτοις ἐπεὶ διώρισται
πρότερον ὅτι πλείους αἱ φυσικαὶ
κινήσεις, δῆλον ὅτι ἀδύνατον ἓν εἶναι τὸ στοιχεῖον. ἐπεὶ δὲ οὔτε ἄπειρα
οὔτε ἕν, πλείω ἀνάγκη εἶναι καὶ πεπερασμένα.
6 Ἐπισκεπτέον δὲ πρῶτον πότερον ἀΐδιά ἐστιν ἢ γινόμενα φθτίρεται· τούτου
γὰρ δειχθέντος φανερὸν ἔσται καὶ πόσʼ ἄττα καὶ ποῖά ἐστιν. ἀΐδια μὲν οὖν
εἶναι ἀδύνατον·
ὁρῶμεν γὰρ καὶ πῦρ καὶ ὕδωρ καὶ ἕκαστον τῶν
ἁπλῶν σωμάτων διαλυόμενον. ἀνάγκη δὴ ἢ ἄπειρον εἶναι ἢ ἵστασθαι τὴν
διάλυσιν. εἰ μὲν οὖν ἄπειρον, ἔσται καὶ ὁ χρόνος ὁ τῆς διαλύσεως
ἄπειρος, καὶ πάλιν ὁ τῆς συνθέσεως· ἕκαστον γὰρ ἐν ἄλλῳ χρόνῳ διαλύεται
καὶ συντίθεται τῶν μορίων.
ὥστε συμβήσεται ἔξω τοῦ ἀπείρου
χρόνου ἄλλον εἶναι ἄπειρον, ὅταν ὅ τε τῆς συνθέσεως ἄπειρος ᾖ καὶ ἔτι
τούτου πρότερος ὁ τῆς διαλύσεως. ὥστε τοῦ ἀπείρου ἔξω γίγνεται ἄπειρον·
ὅπερ ἀδύνατον. εἰ δὲ στήσεταί που ἡ διάλυσις, ἤτοι ἄτομον
τὸ γὰρ ἔλαττον σῶμα τοῦ μείζονος εὐφθαρτότερόν: ἐστιν. εἴπερ οὖν καὶ
τὸ πολὺ φθείρεται κατὰ ταύτην τὴν φθοράν, ὥστε διαλύεσθαι εἰς ἐλάττω,
ἔτι μᾶλλον τοῦτο πάσχειν εὔλογον τὸ ἔλαττον. δύο δὲ τρόπους ὁρῶμεν
φθειρόμενον τὸ πῦρ· ὑπό τε γὰρ τοῦ ἐναντίου φθείρεται σβεννύμενον,
καὶ αὐτὸ ὑφʼ αὑτοῦ μαραινόμενον. τοῦτο δὲ πάσχει τὸ ἔλαττον
ὑπὸ τοῦ πλείονος, καὶ θᾶττον, ὅσῳ ἂν ᾖ ἔλαττον. ὥστʼ ἀνάγκη φθαρτὰ καὶ
γενητὰ εἶναι τὰ στοιχεῖα τῶν σωμάτων. ἐπεὶ δʼ ἐστὶ γενητά, ἤτοι ἐξ
ἀσωμάτου ἢ ἐκ σώματος ἔσται ἡ γένεσις, καὶ εἰ ἐκ σώματος, ἤτοι ἐξ ἄλλου
ἢ ἐξ ἀλλήλων. ὁ μὲν οὖν ἐξ ἀσωμάτου γεννῶν λόγος ποιεῖ
γεννώμενον κενόν. πᾶν γὰρ τὸ γινόμενον ἔν τινι γίνεται, καὶ ἤτοι
ἀσώματον ἔσται ἐν ᾧ ἡ γένεσις, ἢ ἕξει σῶμα· καὶ εἰ μὲν ἕξει σῶμα, δύο
ἔσται σώματα ἄμα ἐν τῷ αὐτῷ, τό τε γιγνόμενον καὶ τὸ προϋπάρχον· εἰ δʼ
ἀσώματον, ἀνάγκη
τῶν στοιχείων ἔσται τι,
μηδεμίαν δʼ ἔχον ῥοπὴν ἀκίνητον ἔσται καὶ μαθηματικόν· τοιοῦτον δὲ ὄν
οὐκ ἔσται ἐν τόπῳ. ἐν ᾧ γὰρ ἠρεμεῖ, ἐν τούτῳ καὶ κινεῖσθαι δυνατόν. καὶ
εἰ μὲν βίᾳ, παρὰ φύσιν, εἰ δὲ μὴ βίᾳ, κατὰ φύσιν. εἰ μὲν οὖν ἔσται ἐν
τόπῳ, καί που ἔσται τι τῶν στοιχείων· εἰ δὲ μὴ ἐν τόπῳ, οὐδὲν ἐξ
αὐτοῦ ἔσται· τὸ γὰρ γινόμενον, καὶ ἐξ οὗ γίγνεται, ἀνάγκη
ἅμα εἶναι. ἐπεὶ δʼ οὔτε ἐξ ἀσωμάτου γίγνεσθαι δυνατὸν οὔτʼ ἐξ ἄλλου
σώματος, λείπεται ἐξ ἀλλήλων γίγνεσθαι.
7 Πάλιν οὖν ἐπισκεπτέον τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως, πότερον ὡς
Ἐμπεδοκλῆς λέγει καὶ Δημόκριτος)
ἢ ὡς οἱ εἰς τὰ ἐπίπεδα
διαλύοντες, ἢ ἔστιν ἄλλος τις τρόπος
οὐκ ἔκ τινος ὕλης, οὐδὲ γίγνεσθαι μεταβάλλοντος.
ἔπειτα κἂν οὕτως οὐδὲν ἧττον ἄλογα τὰ συμβαίνοντα. τὸ γὰρ αὐτὸ μέγεθος
οὐ δοκεῖ συμπιληθὲν γίνεσθαι βαρύτερον. ἀνάγκη δὲ τοῦτο λέγειν τοῖς
φάσκουσιν ἐκκρίνεσθαι τὸ ὕδωρ ἐκ τοῦ ἀέρος ἐνυπάρχον· ὅταν γὰρ ὕδωρ ἐξ
ἀέρος γένηται, βαρύτερόν
ἐστιν. ἔτι δὲ τῶν μεμιγμένων
σωμάτων οὐκ ἀνάγκη χωρισθὲν θάτερον ἀεὶ πλείω τόπον ἐπέχειν· ὅταν δʼ ἐξ
ὕδατος ἀὴρ γένηται, πλείω καταλαμβάνει τόπον· τὸ δὲ λεπτομερέστερον ἐν
πλείονι τόπῳ γίγνεται. φανερὸν δὲ τοῦτό γε καὶ ἐν τῇ μεταβάσει·
διατμιζομένου γὰρ καὶ πνευματουμένου τοῦ
ὑγροῦ ῥήγνυται τὰ
περιέχοντα τοὺς ὄγκους ἀγγεῖα διὰ τὴν στενοχωρίαν. ὥστʼ εἰ μὲν ὅλως μή
ἐστι κενὸν μηδʼ ἐπεκτείνεται
εἴπερ ἐν τῷ πεπερασμένῳ μεγέθει μὴ
ἐνυπάρχει ἄπειρα μεγέθη πεπερασμένα. ὅταν γὰρ ἐκ γῆς ὕδωρ γένηται,
ἀφῄρηταί τι τῆς γῆς, εἴπερ ἐκκρίσει ἡ γένεσις· καὶ πάλιν ὅταν ἐκ τῆς
ὑπολειπομένης, ὡσαύτως. εἰ μὲν οὖν ἀεὶ τοῦτʼ ἔσται, συμβήσεται ἐν τῷ
πεπερασμένῳ ἄπειρα ἐνυπάρχειν·
ἐπεὶ δὲ τοῦτʼ ἀδύνατον, οὐκ
ἂν ἀεὶ γίγνοιτο ἐξ ἀλλήλων. ὅτι μὲν οὖν οὐκ ἔστι τῇ ἐκκρίσει ἡ εἰς
ἄλληλα μετάβασις, εἴρηται. λείπεται δʼ εἰς ἄλληλα μεταβάλλοντα γίγνεσθαι
τοῦτο δὲ διχῶς· ἢ γὰρ τῇ μετασχηματίσει, καθάπερ ἐκ τοῦ αὐτοῦ κηροῦ
γίγνοιτʼ ἄν σφαῖρα καὶ κύβος, ἢ τῇ διαλύσει
τῇ εἰς τὰ
ἐπίπεδα, ὥσπερ ἔνιοί φασιν. εἰ μὲν οὖν τῇ μετασχηματίσει γίνεται,
συμβαίνει ἐξ ἀνάγκης ἄτομα λέγειν τὰ σώματα· διαιρετῶν γὰρ ὄντων οὐκ
ἔσται τὸ τοῦ πυρὸς μέρος πῦρ, οὐδὲ τὸ τῆς γῆς γῇ, διὰ τὸ μὴ εἶναι μήτε
τὸ τῆς πυραμίδος μέρος πάντως πυραμίδα μήτε τὸ τοῦ κύβου
κύβον. εἰ δὲ τῇ τῶν ἐπιπέδων διαλύσει, πρῶτον μὲν ἄτοπον
δὲ περὶ τῶν
φαινομένων λέγουσι μὴ ὁμολογούμενα λέγειν τοῖς φαινομένοις. τούτου δʼ
αἴτιον τὸ μὴ καλῶς λαβεῖν τὰς πρώτας ἀρχάς, ἀλλά. πάντα βούλεσθαι πρός
τινας δόξας ὡρισμένας ἀνάγειν· δεῖ γὰρ ἴσως τῶν μὲν αἰσθητῶν αἰσθητάς,
τῶν δὲ ἀϊδίων ἀϊδίους, τῶν δὲ φθαρτῶν φθαρτὰς εἶναι
τὰς
ἀρχάς, ὅλως δʼ ὁμογενεῖς τοῖς ὑποκειμένοις. οἱ δὲ διὰ τὴν τούτων φιλίαν
ταὐτὸ ποιεῖν ἐοίκασι τοῖς τὰς θέσεις ἐν
κρίνειν ἐκ τῶν ἀποβαινόντων, καὶ μάλιστα ἐκ τοῦ τέλους. τέλος δὲ τῆς μὲν
ποιητικῆς ἐπιστήμης τὸ ἔργον, τῆς δὲ φυσικῆς τὸ φαινόμενον ἀεὶ κυρίως
κατὰ τὴν αἴσθησιν. συμβαίνει δʼ αὐτοῖς μάλιστα τὴν γῆν εἶναι στοιχεῖον,
καὶ μόνην ἄφθαρτον, εἴπερ τὸ ἀδιάλυτον ἄφθαρτόν τʼ ἐστὶ καὶ στοιχεῖον·
ἡ γὰρ γῆ μόνη ἀδιάλυτος εἰς ἄλλο σῶμα. ἀλλα μὴν οὐδʼ ἐν
τοῖς διαλυομένοις ἡ τῶν τριγώνων παραιώρησις εὔλογος. συμβαίνει δὲ καὶ
τοῦτο ἐν τῇ εἰς ἄλληλα μεταβάσει διὰ τὸ ἐξ ἀνίσων τῷ πλήθει συνεστάναι
τριγώνων. ἔτι δʼ ἀνάγκη τοῖς ταῦτα λέγουσιν οὐκ ἐκ σώματος ποιεῖν
γένεσιν·
ὅταν γὰρ ἐξ ἐπιπέδων γένηται, οὐκ ἐκ σώματος ἔσται
γεγονός. πρὸς δὲ τούτοις ἀνάγκη μὴ πᾶν σῶμα λέγειν διαιρετόν, ἀλλὰ
μάχεσθαι ταῖς ἀκριβεστάταις ἐπιστήμαις· αἱ μὲν γὰρ καὶ τὸ νοητὸν
λαμβάνουσι διαιρετόν, αἱ μαθηματικαί, οἱ δὲ οὐδὲ τὸ αἰσθητὸν ἅπαν
συγχωροῦσι διὰ τὸ βούλεσθαι σώζειν
τὴν ὑπόθεσιν. ἀνάγκη γὰρ
ὅσοι σχῆμα ποιοῦσιν ἑκάστου τῶν στοιχείων καὶ τούτῳ διορίζουσι τὰς
οὐσίας αὐτῶν, ἀδιαίρετα ποιεῖν αὐτά· τῆς γὰρ πυραμίδος ἢ τῆς σφαίρας
διαιρεθείσης πως οὐκ ἔσται τὸ λειπόμενον σφαῖρα ἢ πυραμίς. ὥστε ἢ τὸ τοῦ
πυρὸς μέρος οὐ πῦρ, ἀλλʼ ἔσται τι πρότερον τοῦ 306b στοιχείου, διὰ τὸ
πᾶν εἶναι ἢ στοιχεῖον ἢ ἐκ στοιχείων, ἢ οὐχ ἅπαν σῶμα διαιρετόν.
8 Ὅλως δὲ τὸ πειρᾶσθαι τὰ ἀπλᾶ σώματα σχηματίζειν ἄλογόν ἐστι, πρῶτον μὲν
ὅτι συμβήσεται μὴ ἀναπληροῦσθαι
τὸ ὅλον· ἐν μὲν γὰρ τοῖς
ἐπιπέδοις τρία σχήματα δοκεῖ συμπληροῦν τὸν τόπον, τρίγωνον καὶ
τετράγωνον καὶ ἑξάγωνον, ἐν δὲ τοῖς στερεοῖς δύο μόνον, πυραμὶς καὶ
κύβος· ἀνάγκη δὲ πλείω τούτων λαμβάνειν διὰ τὸ πλείω τα στοιχεῖα ποιεῖν.
ἔπειτα φαίνεται πάντα μὲν τὰ ἁπλᾶ σώματα
ὕδωρ καὶ ὁ ἀήρ. διαμένειν μὲν οὖν τὸ τοῦ στοιχείου σχῆμα ἀδύνατον· οὐ
γὰρ ἄν ἥπτετο πανταχῇ τοῦ περιέχοντος τὸ ὅλον. ἀλλὰ μὴν εἰ
μεταρρυθμισθήσεται, οὐκέτι ἔσται ὕδωρ, εἴπερ τῷ σχήματι διέφερεν. ὥστε
φανερὸν ὅτι οὐκ ἔστιν ὡρισμένα τὰ σχήματα αὐτοῦ. ἀλλʼ ἔοικεν ἡ φύσις
αὐτὴ τοῦτο
σημαίνειν ἡμῖν, ὃ καὶ κατὰ λόγον ἐστίν· ὥσπερ
γὰρ καὶ ἐν τοῖς ἄλλοις, ἀειδὲς καὶ ἄμορφον δεῖ τὸ ὑποκείμενον εἶναι·
μάλιστα γὰρ ἂν οὕτω δύναιτο ῥυθμίζεσθαι, καθάπερ ἐν τῷ Τιμαίῳ γέγραπται,
τὸ πανδεχές. οὕτω καὶ τὰ στοιχεῖα δεῖ νομίζειν ὥσπερ ὕλην εἶναι τοῖς
συνθέτοις· διὸ καὶ δύναται
μεταβάλλειν εἰς ἄλληλα
χωριζομένων τῶν κατὰ πάθη διαφορῶν. πρὸς δὲ τούτοις πῶς ἐνδέχεται
γίγνεσθαι σάρκα καὶ ὀστοῦν ἢ ὁτιοῦν σῶμα τῶν συνεχῶν; οὕτε γὰρ ἐξ αὐτῶν
τῶν στοιχείων ἐγχωρεῖ διὰ τὸ μὴ γίγνεσθαι συνεχὲς ἐκ τῆς συνθέσεως, οὔτʼ
ἐκ τῶν ἐπιπέδων συντιθεμένων· τὰ γὰρ στοιχεῖα
γεννᾶται τῇ
συνθέσει καὶ οὐ τὰ ἐκ τῶν στοιχείων. ὥστʼ ἐάν τις ἀκριβολογεῖσθαι
βούληται καὶ μὴ ἐκ παρόδου τοὺς λόγους ἀποδέχεσθαι τοὺς τοιούτους,
ἀναιροῦντας ὄψεται τὴν γένεσιν ἐκ τῶν ὄντων. ἀλλὰ μὴν καὶ πρὸς τὰ πάθη
τε καὶ τὰς δυνάμεις καὶ τὰς κινήσεις ἀσύμφωνα τὰ σχήματα
τοῖς σώμασιν, εἰς ἃ μάλιστα βλέψαντες οὕτω διένειμαν. οἷον ἐπεὶ τὸ πῦρ
εὐκίνητόν ἐστι θερμαντικὸν καὶ καυστικόν, οἱ μὲν ἐποίησαν αὐτὸ σφαῖραν,
οἱ δὲ πυραμίδα· ταῦτα γὰρ εὐκινητότατα μὲν διὰ τὸ ἐλαχίστων ἅπτεσθαι καὶ
ἥκιστα βεβηκέναι, θερμαντικώτατα δὲ καὶ καυστικώτατα,
πυρὸς
κίνησιν εὐκίνητα· ἡ μὲν γὰρ τοῦ πυρὸς ἄνω καὶ κατʼ
τοῦ ἀλλοτρίου φέρεται
μὴ κωλυομένη, καὶ τὸ πῦρ δὲ καὶ τὰ ἄλλα ὡσαύτως, δῆλον ὅτι καὶ τὸ πῦρ
καὶ ἕκαστον τῶν στοιχείων ἐν μὲν τῷ ἀλλοτρίῳ τόπῳ σφαῖρα ἔσται ἢ
πυραμές, ἐν δὲ τῷ οἰκείῳ κύβος. ἔτι δʼ εἰ θερμαίνει καὶ καίει τὸ πῦρ διὰ
τὰς γωνίας, ἅπαντα ἔσται τὰ στοιχεῖα θερμαντικά,
μᾶλλον δʼ
ἴσως ἕτερον ἑτέρου· πάντα γὰρ ἔχει γωνίας, οἷον τό τε ὀκτάεδρον καὶ τὸ
δωδεκάεδρον. Δημοκρίτῳ δὲ καὶ ἡ σφαῖρα ὡς γωνία τις οὖσα τέμνει ὡς
εὐκίνητον. ὥστε διοίσει τῷ μᾶλλον καὶ ἧττον. τοῦτο δʼ ὅτι ἔστι ψεῦδος,
φανερόν. ἅμα δὲ συμβήσεται καὶ τὰ μαθηματικὰ σώματα
καίειν
καὶ θερμαίνειν· ἔχει γὰρ κἀκεῖνα γωνίας, καὶ ἔνεισιν ἐν αὐτοῖς ἄτομοι
καὶ σφαῖρα καὶ πυραμίδες, ἄλλως τε καὶ εἰ ἔστιν ἄτομα μεγέθη, καθάπερ
φασίν. εἰ γὰρ τὰ μὲν τὰ δὲ μή, λεκτέον τὴν διαφοράν, ἀλλʼ οὐχ ἀπλῶς οὕτω
λεκτέον ὡς λέγουσιν. ἔτι εἰ τὸ. καιόμενον πυροῦται,
τὸ δὲ
πῦρ ἐστὶ σφαῖρα ἢ πυραμίς, ἀνάγκη τὸ καιόμενον γίγνεσθαι σφαίρας ἢ
πυραμίδας. τὸ μὲν οὖν τέμνειν καὶ τὸ διαιρεῖν οὕτως ἔστω κατὰ λόγον
συμβαῖνον τῷ σχήματι· τὸ δʼ ἐξ ἀνάγκης τὴν πυραμίδα ποιεῖν πυραμίδας ἢ
τὴν σφαῖραν σφαίρας παντελῶς ἄλογον καὶ ὅμοιον ὥσπερ
εἴ τις
ἀξιοίη τὴν μάχαιραν εἰς μαχαίρας διαιρεῖν ἢ τὸν πρίονα εἰς πρίονας. ἔτι
δὲ γελοῖον πρὸς τὸ διαιρεῖν μόνον ἀποδοῦναι τὸ σχῆμα τῷ πυρί· δοκεῖ γὰρ
μᾶλλον συγκρίνειν καὶ συνορίζειν ἢ διακρίνειν. διακρίνει μὲν γὰρ τὰ μὴ
ἐπεὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐναντία τῇ δυνάμει, ἀδύνατον
ἀποδοῦναι τῷ ψυχρῷ σχῆμά τι· δεῖ γὰρ ἐναντίον εἶναι τὸ ἀποδιδόμενον,
οὐθὲν δʼ ἐναντίον ἐστὶ σχήματι. διὸ καὶ πάντες ἀπολελοίπασι τοὕτο·
καίτοι προσῆκεν ἢ πάντα ἀφορίσαι σχήμασιν ἢ μηδέν. ἔνιοι δὲ περὶ τῆς
δυνάμεως
αὐτοῦ πειραθέντες εἰπεῖν ἐναντία λέγουσιν αὐτοὶ
αὑτοῖς. φασὶ γὰρ εἶναι ψυχρὸν τὸ μεγαλομερὲς διὰ τὸ συνθλίβειν καὶ μὴ
διιέναι διὰ τῶν πόρων. δῆλον τοίνυν ὅτι καὶ τὸ θερμὸν ἄν εἴη τὸ διιόν.
τοιοῦτον δʼ ἀεὶ τὸ λεπτομερές. ὥστε συμβαίνει μικρότητι καὶ μεγέθει
διαφέρειν τὸ θερμὸν καὶ τὸ
ψυχρόν, ἀλλʼ οὐ τοῖς σχήμασιν.
ἔτι δʼ εἰ ἄνισοι αἱ πυραμίδες, αἱ μεγάλαι ἂν εἶεν οὐ πῦρ οὐδʼ αἴτιον τὸ
σχῆμα τοῦ καίειν, ἀλλὰ τοῦ ἐναντίου. ὅτι μὲν οὖν οὐ τοῖς σχήμασι
διαφέρει τὰ στοιχεῖα, φανερὸν ἐκ τῶν εἰρημένων· ἐπεὶ δὲ κυριώταται
διαφοραὶ σωμάτων αἵ τε κατὰ τὰ πάθη καὶ τὰ
ἔργα καὶ τὰς
δυνάμεις (ἑκάστου γὰρ εἶναί φαμεν τῶν φύσει καὶ ἔργα καὶ πάθη καὶ
δυνάμεις), πρῶτον ἂν εἴη περὶ τούτων λεκτέον, ὅπως θεωρήσαντες ταῦτα
λάβωμεν τὰς ἑκάστου πρὸς ἕκαστον διαφοράς.
1 Περὶ δὲ βαρέος καὶ κούφου, τί τʼ ἐστὶν ἑκάτερον καὶ τίς ἡ φύσις αὐτῶν,
σκεπτέον, καὶ διὰ τίνʼ αἰτίαν ἔχουσι τὰς δυνάμεις ταύτας. ἔστι γὰρ ἡ
περὶ αὐτῶν θεωρία τοῖς περὶ
κινήσεως λόγοις οἰκεία· βαρὺ
γὰρ καὶ κοῦφον τῷ δύνασθαι κινεῖσθαι φυσικῶς πως λέγομεν. ταῖς δὲ
ἐνεργείαις ὀνόματʼ αὐτῶν οὐ κεῖται, πλὴν εἴ τις οἴοιτο τὴν ῥοπὴν εἶναι
τοιοῦτον. διὰ δὲ τὸ τὴν φυσικὴν εἶναι πραγματείαν περὶ κινήσεως, 306 a
ταῦτα δʼ ἔχειν ἐν ἑαυτοῖς οἷον ζώπυρʼ ἄττα κινήσεως,
εἰρημένι, καὶ διαπορήσαντες ὅσα πρὸς τὴν σκέψιν ταύτην διελεῖν
ἀναγκαῖον, οὕτω καὶ τὸ φαινόμενον ἡμῖν εἴπωμεν περὶ αὐτῶν. λέγεται δὴ τὸ
μὲν ἀπλῶς βαρὺ καὶ κοῦφον, το δὲ πρὸς ἕτερον· κῶν γὰρ ἐχόντων βάρος
φαφὲν τὸ μὲν εἶναι κουφότερον τὸ δὲ βαρύτερον, οἷον ξύλου χαλκόν. πεμὲ
μὲν οὖν τῶν ἀπλῶς λεγομένων οὐδὲν εἴρηται παρὰ σῶν
πρότερον, περὶ δὲ τῶν πρὸς ἕτερον· οὐ γὰρ λέγουσι τί ἐστι τὸ βαρὺ καὶ τί
τὸ κοῦφον, ἀλλὰ τί τὸ βαρύτερον καὶ κουφότερον ἐν τοῖς ἔχουσι βάρος.
μᾶλλον δʼ ἔσται δῆλον τὸ λεγόμενον ὧδε, τὰ μὲν γὰρ ἀεὶ πέφυκεν ἀπὸ τοῦ
μέσου φέρεσθαι,
τὰ δʼ ἀεὶ πρὸς τὸ μέσον. τούτων δὲ τὸ μὲν
ἀπὸ τοῦ μέσου φερόμενον ἄνω λέγω φέρεσθαι, κάτω δὲ τὸ πρὸς τὸ μέσον.
ἄτοπον γὰρ τὸ μὴ νομίζεν εἶναί τι ἐν τῷ οὐρανῷ τὸ μὲν ἄνω τὸ δὲ κάτω,
καθάπερ τινὲς ἀξιοῦσιν· οὑ φὰρ εἶναι τὸ μὲν ἄνω τὸ δὲ κάτω φασίν, εἴπερ
σάντῃ ὅμοιός ἐστι,
καὶ πανταχόθεν ἀντίπους ἔσται
πορευόμενος ἕκαστος αὐτὸς αὑτῷ. ἡμεῖς δὲ τὸ τοῦ παντὸς ἔσχατον ἄνω
λέγωμεν, ὃ καὶ κατὰ τὴν θέσιν ἐστὶν ἄνω καὶ τῇ φύσει πρῶτον· ἐπεὶ δʼ
ἐστί τι τοῦ οὐρανοῦ ἔσχατον καὶ μέσον, δῆλον ὅτι ἔσται καὶ ἄνω καὶ κάτω,
ὅπερ καὶ οἱ πολλοὶ λέγουσι, πλὴν οὐχ ἱκανῶς.
τούτου δʼ
αἴτιον ὅτι νομίζουσιν οὐχ ὅμοιον εἶναι πάντῃ τον οὐρανόν, ἀλλʼ ἓν εἶναι
μόνον τὸ ὑπὲρ ἡμᾶς ἡμισφαίριον, ἐπεὶ προσυπολαβόντες καὶ κύκλῳ τοιοῦτον,
καὶ τὸ μέσον ὁμοίως ἔχειν πρὸς ἅπαν, τὸ μὲν ἄνω φήσουσιν εἶναι, τὸ δὲ
μέσον κάτω. ἁπλῶς μὲν οὖν κοῦφον λέγομεν τὸ ἄνω φερόμενον καὶ
πρὸς τὸ ἔσχατον, βαρὺ δὲ ἁπλῶς τὸ κάτω καὶ πρὸς τὸ μέσον· πρὸς ἄλλο
δὲ κοῦφον καὶ κουφότερον, οὗ δυοῖν ἐχόντων βάρος καὶ τὸν ὄγκον ἴσων κάτω
φέρεται θάτερον φύσει θᾶττον.
2 Τῶν δὴ πρότερον ἐλθόντων ἐπὶ τὴν περὶ τούτων σκέψιν σχεδὸν οἱ πλεῖστοι
περὶ τῶν οὕτω βαρέων καὶ κούφων εἰρήκασι
μόνον, ὅσων
ἀμφοτέρων ἐχόντων βάρος θάτερόν ἐστι κουφότερον. οὕτω δὲ διελθόντες
οἴονται διωρίσθαι καὶ περὶ
τῶν αὐτῶν συνεστός, κουφότερον δὲ τὸ ἐξ ἐλαττόνων, ὥσπερ
μολίβδου μόλιβδος ὁ πλείων βαρύτερος καὶ χαλκοῦ χαλκός. ὁμοίως δὲ καὶ
τῶν ἄλλων τῶν ὁμοειδῶν ἕκαστον· ἐν ὑπεροχῇ γὰρ τῶν ἴσων μορίων βαρύτερον
ἕκαστόν ἐστιν. τὸν αὐτὸν δὲ τρόπον καὶ ξύλου μόλιβδόν φασιν· ἔκ τινων
γὰρ
τῶν αὐτῶν εἶναι πάντα τὰ σώματα καὶ μιᾶς ὕλης, ἀλλʼ οὐ
δοκεῖν. οὕτω δὴ διωρισμένων οὐκ εἴρηται περὶ τοῦ ἁπλῶς πούφου καὶ
βαρέος· νῦν γὰρ τὸ μὲν πῦρ ἀεὶ ποῦφον καὶ ἄνω φέρεται, ἡ δὲ γῇ καὶ τὰ
γεηρὰ πάντα κάτω καὶ πρὸς τὸ μέσον. ὥστʼ οὐ διʼ ὀλιγότητα τῶν τριγώνων
ἐξ ὧν συνεστάναι
φασὶν ἕκαστον αὐτῶν, τὸ πῦρ ἄνω φέρεσθαι
πέφυκεν· τό τε γὰρ πλεῖον ἧττον ἂν ἐφέρετο καὶ βαρύτερον ἂν ἦν ἐκ
πλειόνων ὄν τριγώνων. νῦν δὲ φαίνεται τοὐναντίον· ὅσῳ γὰρ ἂν ᾖ πλεῖον,
κουφότερόν ἐστι καὶ ἄνω φέρεται θᾶττον. καὶ ἄνωθεν δὲ κάτω τὸ ὀλίγον
οἰσθήσεται θάττον πῦρ, τὸ δὲ
πολὺ βραδύτερον. πρὸς δὲ
τούτοις, ἐπεὶ τὸ μὲν ἐλάσσω ἔχον τὰ ὁμογενῆ κουφότερον εἶναί φασι, τὸ δὲ
πλείω βαρύτερον, ἀέρα δὲ καὶ ὕδωρ καὶ πῦρ ἐκ τῶν αὐτῶν εἶναι τριγώνων,
ἀλλὰ διαφέρειν ὀλιγότητι καὶ πλήθει, διὸ τὸ μὲν αὐτῶν εἶναι κουφότερον
τὸ δὲ βαρύτερον, ἔσται τι πλῆθος
ἀέρος ὁ βαρύτερον ὕδατος
ἔσται. συμβαίνει δὲ πᾶν τοὐναντίον· ἀεί τε γὰρ ὁ πλείων ἀὴρ ἄνω φέρεται
μᾶλλον, καὶ ὅλως ὁτιοῦν μέρος ἀέρος ἄνω φέρεται ἐκ τοῦ ὕδατος. εἱ
τοῖς δʼ οὖχ ἱκανὸν ἔδοξεν οὕτω διελεῖν, ἀλλὰ καίπερ
ὄντες ἀρχαιότεροι τῆς νῶν ἡλικίας καινοτέρως ἐνόησαν περὶ τῶν νῦν
λεχθέντων. φαίνεται γὰρ ἔνια τὸν ὄγκον μὲν ἐλάττω τῶν σωμάτων, ὄντα δὲ
βαρύτερα. δῆλον οὖν ὡς οὐχ ἱκανὸν τὸ φάσκειν ἐξ ἴσων συγκεῖσθαι τῶν
πρώτων τὰ ἰσοβαρῆ·
ἴσα γὰρ ἂν ἦν τὸν ὄγκον. τὰ δὲ πρῶτα καὶ
ἄτομα τοῖς μὲν ἐπίπεδα λέγουσιν ἐξ ὧν συνέστηκε τὰ βάρος ἔχοντα
ὄντα, καθάπερ ἐρίου
χαλκόν, ἕτερον τὸ αἴτιον οἴονταί τε καὶ λέγουσιν ἔνιοι· τὸ γὰρ κενὸν
ἐμπεριλαμβανόμενον κουφίζειν τὰ σώματά φασι καὶ ποιεῖν ἔστιν ὅτε τὰ
μείζω κουφότερα· πλεῖον γὰρ ἔχειν κενόν. διὰ τοῦτο γὰρ καὶ τὸν ὄγκον
εἶναι μείζω συγκείμενα πολλάκις ἐξ ἴσων στερεῶν ἢ
καὶ
ἐλαττόνων, ὅλως δὲ καὶ παντὸς αἴτιον εἶναι τοῦ κουφοτέρου τὸ πλεῖον
ἐνυπάρχειν κενόν. λέγουσι μὲν οὖν τοῦτον τὸν τρόπον, ἀνάγκη δὲ
προσθεῖναι τοῖς οὕτω διορίζουσι μὴ μόνον τὸ κενὸν ἔχειν πλεῖον, ἄν ᾖ
κουφότερον, ἀλλὰ καὶ τὸ στερεὸν ἔλαττον· εἰ γὰρ ὑπερέξει τῆς τοιαύτης
ἀναλογίας, οὐκ
ἔσται κουφότερον. διὰ γὰρ τοῦτο καὶ τὸ πῦρ
εἶναί φασι κουφότατον, ὅτι πλεῖστον ἔχει κενόν. συμβήσεται οὖν μικροῦ
πυρὸς πολὺν χρυσὸν πλεῖον ἔχοντα τὸ κενὸν εἶναι κουφότερον, εἰ μὴ καὶ
στερεὸν ἕξει πολλαπλάσιον· ὥστε τοῦτο λεκτέον. ἔνιοι μὲν οὖν τῶν μὴ
φασκόντων εἶναι κενὸν οὐδὲν διώρισαν
περὶ κούφου καὶ
βαρέος, οἷον Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς· οἱ δὲ διορίσαντες μέν, οὐ
φάσκοντες δὲ εἶναι κενόν, οὐδὲν εἶπον διὰ τί τὰ μὲν ἀπλῶς κοῦφα τὰ δὲ
βαρέα τῶν σωμάτων, καὶ φέρεται τὰ μὲν ἀεὶ ἄνω τὰ δὲ κάτω. ἔτι
τῶν εἰρημένων ὁμολογούμενα τοῖς φαινομένοις συμβήσεται λέγειν αὐτοῖς.
ἀναγκαῖον δὲ καὶ τοῖς περὶ τῆς τοῦ πυρὸς κουφότητος αἰτιωμένοις τὸ πολὺ
κενὸν ἔχειν σχεδὸν ἐν ταῖς αὐταῖς ἐνέχεσθαι δυσχερείαις. ἔλαττον μὲν γὰρ
ἕξει στερεὸν τῶν ἄλλων σωμάτων, καὶ τὸ κενὸν πλεῖον· ἀλλʼ ὅμως ἔσται
τι πυρὸς πλῆθος ἐν ᾧ τὸ στερεὸν καὶ τὸ πλῆρες ὑπερβάλλει
τῶν περιεχομένων στερεῶν ἔν τινι μικρῷ πλήθει γῆς. ἐὰν δὲ φῶσι καὶ τὸ
κενόν, πῶς διοριοῦσι τὸ ἀπλῶς βαρύ; ἢ γὰρ τῷ πλεῖον στερεὸν ἔχειν ἢ τῷ
ἔλαττον κενόν. εἰ μὲν οὖν τοῦτο φήσουσιν, ἔσται τι πλῆθος γῆς οὕτως
ὀλίγον ἐν ᾧ στερεὸν ἔσται 309b ἔλαττον ἢ ἐν πολλῷ πλήθει πυρός. ὁμοίως
δὲ κἂν τῷ κενῷ διορίσωσιν, ἔσται τι κουφότερον τοῦ ἀπλῶς κούφου καὶ
φερομένου ἀεὶ ἄνω αὐτὸ φερόμενον ἀεὶ κάτω. τοῦτο δὲ ἀδύνατον· τὸ γὰρ
ἀπλῶς κοῦφον ἀεὶ κουφότερον τῶν ἐχόντων βάρος
καὶ κάτω
φερομένων, τὸ δὲ κουφότερον οὐκ ἀεὶ κοῦφον διὰ τὸ λέγεσθαι καὶ ἐν τοῖς
ἔχουσι βάρος ἕτερον ἑτέρου κουφότερον, οἷον γῆς ὕδωρ. ἀλλὰ μὴν οὐδὲ τῷ
τὸ κενὸν ἀνάλογον ἔχειν πρὸς τὸ πλῆρες ἱκανὸν λῦσαι τὴν λεγομένην νῦν
ἀπορίαν. συμβήσεται γὰρ καὶ τοῦτον τὸν τρόπον λέγουσιν ὡσαύτως
τὸ ἀδύνατον. ἐν γὰρ τῷ πλείονι πυρὶ καὶ ἐν τῷ ἐλάττονι τὸν
αὐτὸν ἕξει λόγον τὸ στερεὸν πρὸς τὸ κενόν. φέρεται δέ γε θᾶττον τὸ
πλεῖον ἄνω πῦρ τοῦ ἐλάττονος, καὶ κάτω δὲ πάλιν ὡσαύτως ὁ πλείων χρυσὸς
καὶ ὁ μόλιβδος· ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν ἐχόντων βάρος. οὐκ
ἔδει δὲ
τοῦτο συμβαίνειν, εἴπερ τούτῳ διώρισται τὸ βαρὺ καὶ
κοῦφον. ἄτοπον δὲ καὶ εἰ διὰ τὸ κενὸν μὲν ἄνω φέρονται, τὸ δὲ κενὸν αὐτὸ
μή. ἀλλὰ μὴν εἴ γε τὸ μὲν κενὸν ἄνω πέφυκε φέρεσθαι, κάτω δὲ τὸ πλῆρες,
καὶ διὰ τοῦτο τοῖς ἄλλοις αἴτια τῆς φορᾶς, οὐθὲν περὶ τῶν συνθέτων ἔδει
σκοπεῖν
διὰ τί τὰ μὲν κοῦφα τὰ δὲ βαρέα τῶν σωμάτοων,
οὐκ αὐτῷ
χώραν τινὰ οὖσαν· ἀναγκαῖον δʼ εἴῦτερ κινεῖται τὸ κενόν, εἶναι αὐτοῦ
τινὰ τόπον, ἐξ οὗ μεταβάλλει καὶ εἰς ὅν. πρὸς δὲ τούτοις τί τῆς κινήσεως
αἴτιον; οὐ γὰρ δὴ τό γε κενόν· οὐ γὰρ αὐτὸ κινεῖται μόνον, ἀλλὰ καὶ τὸ
στερεόν. ὡσαύτως δὲ συμβαίνει κἂν τις ἄλλως διορίζῃ, μεγέθει καὶ
σμικρότητι ποιῶν βαρύτερα καὶ κουφότερα θάτερα τῶν ἑτέρων,
καὶ ἄλλον ὁντινοῦν τρόπον κατασκευάζων, μόνον δὲ τὴν αὐτὴν ὕλην ἅπασιν
ἀποδιδούς, ἢ πλείους μὲν ὑπεναντίας δὲ μόνον. μιᾶς μὲν γὰρ οὔσης οὐκ
ἔσται τὸ ἀπλῶς βαρύ καὶ κοῦφον, ὥσπερ τοῖς ἐκ τῶν τριγώνων συνιστᾶσιν·
ἐναντίας δέ,
ὅτι δʼ ἐνδέχεται καθʼ ἕκαστον ποιεῖν διαφορὰς τῶν τεττάρων στοιχείων,
ἀσφαλεστέρως ἔχει πρὸς τὰς ἔμπροσθεν ἀπορίας. τῷ δὲ μίαν ποιεῖν φύσιν
τῶν τῷ μεγέθει διαφερόντων ἀναγκαῖον ταὐτὸν συμβαίνειν τοῖς μίαν
ποιοῦσιν ὕλην, καὶ μήθʼ ἁπλῶς εἶναι μηθὲν κοῦφον μήτε φερόμενον
ἄνω, ἀλλʼ ἢ ὑστερίζον ἢ ἐκθλιβόμενον, καὶ πολλὰ μικρὰ
ὀλίγων μεγάλων βαρύτερα εἶναι. εἰ δὲ τοῦτο ἔσται, συμβήσεται πολὺν ἀέρα
καὶ πολὺ πῦρ ὕδατος εἶναι βαρύτερα καὶ γῆς ὀλίγης. τοῦτο δʼ ἐστὶν
ἀδύνατον. τὰ μὲν οὖν παρὰ τῶν ἄλλων εἰρημένα ταῦτα καὶ τοῦτον λέγεται
τὸν
τρόπον.
3 Ἡμεῖς δὲ λέγωμεν πρῶτον διορίσαντες περὶ οὗ μάλιστα
μὲν οὖν τοῦ φέρεσθαι εἰς τὸν
αὑτοῦ τόπον ἕκαστον ὁμοίως ὑποληπτέον ὥσπερ καὶ περὶ τὰς ἄλλας γενέσεις
καὶ μεταβολάς. ἐπεὶ γάρ εἰσι τρεῖς αἱ κινήσεις, ἡ μὲν κατὰ μέγεθος, ἡ δὲ
κατʼ εἶδος, ἡ δὲ κατὰ τόπον, ἐν ἑκάστῃ τούτων τὴν μεταβολὴν ὁρῶμεν
γινομένην ἐκ τῶν ἐναντίων εἰς τὰ
ἐναντία καὶ τὰ μεταξὺ καὶ
οὐκ εἰς τὸ τυχὸν τῷ τυχόντι μεταβολὴν οὖσαν· ὁμοίως δὲ οὐδὲ κινητικὸν τὸ
τυχὸν τοῦ τυχόντος· ἀλλʼ ὥσπερ τὸ ἀλλοιωτὸν καὶ τὸ αὐξητὸν ἕτερον, οὕτω
καὶ τὸ ἀλλοιωτικὸν καὶ τὸ αὐξητικόν. τὸν αὐτὸν δὴ τρόπον ὑποληπτέον καὶ
τὸ κατὰ τόπον κινητικὸν καὶ κινητὸν
οὐ τὸ τυχὸν εἶναι τοῦ
τυχόντος. εἰ οὖν εἰς τὸ ἄνω καὶ τὸ κάτω κινητικὸν μὲν τὸ βαρυντικὸν καὶ
τὸ κουφιστικόν, κινητὸν δὲ τὸ δυνάμει βαρὺ καὶ κοῦφον, τὸ δʼ εἰς τὸν
αὑτοῦ τόπον φέρεσθαι ἕκαστον τὸ εἰς τὸ αὑτοῦ εἶδός ἐστι φέρεσθαι. καὶ
ταύτῃ μᾶλλον ἄν τις ὑπολάβοι ὁ ἔλεγον οἱ ἀρχαῖοι,
ὑπὸ τῆς αὐτῆς κινήσεως
ἀνάγκη τοῦτο συμβαίνειν, ὥσθʼ ὅπου πέφυκεν ἕν τι φέρεσθαι μόριον, καὶ τὸ
πᾶν. ἐπεὶ δʼ ὁ τόπος ἐστὶ τὸ τοῦ περιέχοντος πέρας, περιέχει δὲ πάντα τὰ
κινούμενα ἄνω καὶ κάτω τό τε ἔσχατον καὶ τὸ μέσον, τοῦτο δὲ τρόπον τινὰ
γίγνεται τὸ εἶδος τοῦ περιεχομένου, τὸ εἰς τὸν
αὑτοῦ τόπον
φέρεσθαι πρὸς τὸ ὅμοιόν ἐστι φέρεσθαι· τὰ γὰρ ἑξῆς ὅμοιά ἐστιν ἀλλήλοις,
οἷον ὕδωρ ἀέρι καὶ ἀὴρ πυρί. ἀνάπαλιν δὲ λέγειν τοῖς μὲν μέσοις ἔστι,
τοῖς δʼ ἄκροις οὔ, οἷον
εἰς om. duo codd. et Alex. (γρ.)
(apud Simpl.).
ὑφʼ αὑτὸ, ὡς εἶδος πρὸς ὕλην, οὕτως ἔχει
πρὸς ἄλληλα. τὸ δὲ ζητεῖν διὰ τί φέρεται τὸ πῦρ ἄνω καὶ ἡ γῆ κάτω, τὸ
αὐτό ἐστι καὶ διὰ τί το ὑγιαστὸν ἂν κινῆται καὶ μεταβάλλῃ ᾗ ὑγιαστόν,
εἰς ὑγίειαν ἔρχεται ἀλλʼ οὐκ εἰς λευκότητα. ὁμοίως δὲ καὶ τἆλλα πάντα τὰ
ἀλλοιωτά. ἀλλά
μὴν καὶ τὸ αὐξητὸν ὅταν μεταβάλλῃ ᾗ αὐξητόν,
οὐκ εἰς ὑγίειαν ἔρχεται ἀλλʼ εἰς μεγέθους ὑπεροχήν. ὁμοίως δὲ καὶ τούτων
ἕκαστον τὸ μὲν ἐν τῷ ποιῷ τὸ δʼ ἐν τῷ ποσῷ μεταβάλλει, καὶ ἐν τόπῳ τὰ
μὲν κοῦφα ἄνω τὰ δὲ βαρέα κάτω, πλὴν ὅτι τὰ μὲν ἐν αὑτοῖς δοκεῖ ἔχειν
ἀρχὴν τῆς
μεταβολῆς, λέγω δὲ τὸ βαρὺ καὶ τὸ κοῦφον, τὰ δʼ
οὔ, ἀλλʼ ἔξωθεν, οἷον τὸ ὑγιαστὸν καὶ αὐξητόν. καίτοι ἐνίοτε καὶ ταῦτα
ἐξ οὑτῶν μεταβάλλει, καὶ μικρᾶς γενομένης ἐν τοῖς ἔξω κινήσεως τὸ μὲν
εἰς ὑγίειαν ἔρχεται τὸ δʼ εἰς αὔξην· καὶ ἐπεὶ ταὐτὸν τὸ ὑγιαστὸν καὶ τὸ
νόσου δεκτικόν,
ἐὰν μὲν κινηθῇ ᾗ ὑγιαστόν, εἰς ὑγίειαν
φέρεται, ἐάν δʼ ᾗ νοσερόν, εἰς νόσον. μᾶλλον δὲ τὸ βαρὺ καὶ τὸ κοῦφον
τούτων ἐν ἑαυτοῖς ἔχειν φαίνεται τὴν ἀρχὴν διὰ τὸ ἐγγύτατα τῆς οὐσίας
εἶναι τὴν τούτων ὕλην· σημεῖον δʼ ὅτι ἡ φορὰ ἀπολελυμένων ἐστί, καὶ
γενέσει ὑστάτη τῶν κινήσεων, ὥστε πρώτη
καὶ εἰς τοσοῦτον καὶ
τοιοῦτον, οὗ ἡ ἐντελέχεια καὶ ὅσου καὶ οἴου καὶ ὅπου. τὸ δʼ αὐτὸ αἴτιον
καὶ τοῦ ἤδη ὑπάρχοντα καὶ ὄντα γῆν καὶ πῦρ κινεῖσθαι εἰς τοὺς οὑτῶν
τόπους μηδενὸς ἐμποδίζοντος. καὶ γὰρ ἡ τροφή, ὅταν τὸ κωλῦον, καὶ τὸ
ὑγιαστόν, ὅταν τὸ ἐπίσχον μὴ ἡ, φέρεται εὐθύς· καὶ κινεῖ
b
16. δὲ] δὴ Alex. apud Simpl. 22. τούτων] τῶν ἄλλων Alex. apud Simpl. 26.
καὶ] καὶ τὸ al.
καθάπερ εἴρηται ἐν τοῖς πρώτοις λόγοις,
ἐν οἷς διωρίζομεν ὅτι οὐθὲν τούτων αὐτὸ ἑαυτὸ κινεῖ. διὰ τίνα μὲν οὖν
αἰτίαν φέρεται τῶν φερομένων ἕκαστον, καὶ τὸ φέρεσθαι εἰς τὸν αὑτοῦ
τόπον τί ἐστιν, εἴρηται.
4 Τὰς δὲ διαφορὰς καὶ τὰ συμβαίνοντα περὶ αὐτὰ νῦν
λέγωμεν.
πρῶτον μὲν οὖν διωρίσθω, καθάπερ φαίνεται πᾶσι, βαρὺ μὲν ἀπλῶς τὸ πᾶσιν
ὑφιστάμενον, κοῦφον δὲ τὸ πᾶσιν ἐπιπολάζον. ἁπλῶς δὲ λέγω εἴς τε τὸ
γένος βλέπων, καὶ ὅσοις μὴ ἀμφότερα ὑπάρχει· οἷον φαίνεται πυρὸς μὲν τὸ
τυχὸν μέγεθος ἄνω φερόμενον, ἐὰν μή τι τύχῃ κωλῦον ἕτερον,
γῆς δὲ κάτω· τὸν αὐτὸν δὲ τρόπον καὶ θᾶττον τὸ πλεῖον. ἄλλως δὲ βαρὺ καὶ
κοῦφον, οἷς ἀμφότερα ὑπάρχει· καὶ γὰρ ἐπιπολάζουσί τισι καὶ ὑφίστανται,
καθάπερ ἀὴρ καὶ ὕδωρ· ἁπλῶς μὲν γὰρ οὐδέτερον τούτων κοῦφον ἢ βαρύ· γῆς
μὲν γὰρ ἄμφω κουφότερα (ἐπιπολάζει γὰρ αὐτῇ τὸ τυχὸν
αὐτῶν
μόριον), πυρὸς δὲ βαρύτερα (ὑφίσταται γὰρ αὐτῶν ὁπόσον ἂν μόριον), πρὸς
ἑαυτὰ δὲ ἀπλῶς τὸ μὲν βαρυ τὸ δὲ κοῦφον· ἀὴρ μὲν γὰρ ὁπόσος ἂν ᾖ,
ἐπιπολάζει ὕδατι, ὕδωρ δὲ ὁπόσον ἂν ᾖ, ἀέρι ὑφίσταται. ἐπεὶ δὲ καὶ τῶν
ἄλλων τὰ μὲν ἔχει βάρος τὰ δὲ κουφότητα, δῆλον ὅτι τούτων μὲν αἰτία
πάντων ἡ ἐν τοῖς ἀσυνθέτοις διαφορά· κατὰ γὰρ τὸ ἐκείνων
τετυχηκέναι τοῦ μὲν πλεῖον τοῦ δʼ ἔλαττον, ἔσται τὰ μὲν κοῦφα τὰ δὲ
βαρέα τῶν σωμάτων. ὥστε περὶ ἐκείνων λεκτέον· τἆλλα γὰρ ἀκολουθεῖ τοῖς
πρώτοις, ὅπερ ἔφαμεν χρῆναι ποιεῖν καὶ τοὺς διὰ τὸ πλῆρες τὸ βαρὺ
λέγοντας
καὶ διὰ τὸ κενὸν τὸ κοῦφον. συμβαίνει δὴ μὴ
πανταχοῦ ταὐτὰ
γῆν μὲν οὖν καὶ ὅσα γῆς ἔχει πλεῖστον, πανταχοῦ βάρος ἔχειν
ἀναγκαῖον, ὕδωρ δὲ πανταχοῦ πλὴν ἐν γῇ, ἀέρα δὲ πλὴν ἐν
ἀσκὸς τοῦ
κενοῦ· ὥστʼ εἴ τι ἀέρος ἔχει πλεῖον ἢ γῆς καὶ ὕδατος, ἐν μὲν ὅδατι
ἐνδέχεται κουφότερον εἶναι τινός, ἐν δὲ ἀέρι βαρύτερον· ἀέρι μὲν γὰρ οὐκ
ἐπιπολάζει, τῷ δὲ ὕδατι ἐπιπολάζει. ὅτι δʼ ἔστι τι ἁπλῶς κοῦφον καὶ
ἁπλῶς βαρύ, ἐκ τῶνδʼ ἐστὶ φανερόν (λέγω δʼ ἀπλῶς κοῦφον
ὃ
ἀεὶ ἄνω καὶ βαρὺ ὃ ἀεὶ κάτω πέφυκε φέρεσθαι μη κωλυόμενον· τοιαῦτα γὰρ
ἔστι, καὶ οὐχ ὥσπερ οἔονταί τινες πάντʼ ἔχειν βάρος· βαρὺ μὲν γὰρ δοκεῖ
τισὶν εἶναι καὶ ἑτέροις, καὶ ἀεὶ φέρεσθαι πρὸς τὸ μέσον. ἔστι δʼ ὁμοίως
καὶ τὸ κοῦφον)· ὁρῶμεν γάρ, καθάπερ εἴρηται πρότερον, ὅτι τὰ
γεηρὰ πᾶσιν ὑφίσταται καὶ φέρεται πρὸς τὸ μέσον. ἀλλὰ μὴν ὥρισται τὸ
μέσον. εἰ τοίνυν ἔστι τι ὁ πᾶσιν ἐπιπολάζει, καθάπερ φαίνεται τὸ πῦρ καὶ
ἐν αὐτῷ τῷ ἀέρι ἄνω φερόμενον, ὁ δʼ ἀὴρ ἡσυχάζων, δῆλον ὅτι τοῦτο
φέρεται πρὸς τὸ ἔσχατον. ὥστε βάρος οὐδὲν οἷόν τʼ ἔχειν αὐτό· ὑφίστατο
γὰρ
ἂν ἄλλῳ· εἰ δὲ τοῦτο, εἴη ἄν τι ἕτερον, ὃ φέρεται ἐπὶ
το ἔσχατον, οὗ πᾶσι τοῖς φερομένοις ἐπιπολάσει. νῦν δʼ οὐδὲν φαίνεται.
τὸ ἄρα πῦρ οὐδὲν ἔχει βάρος, οὐδὲ ἡ γῆ κουφότητα οὐδεμίαν, εἴπερ
ὑφίσταται πᾶσι καὶ τὸ ὑφιστάμενον φέρεται ἐπὶ τὸ μέσον. ἀλλὰ μὴν ὅτι γʼ
ἐστὶ μέσον πρὸς ὃ
ἡ φορὰ τοῖς ἔχουσι βάρος καὶ ἀφʼ οὗ τοῖς
κούφοις, δῆλον πολλαχόθεν, πρῶτον μὲν τῷ εἰς ἄπειρον μὴ ἐνδέχεσθαι
φέρεσθαι μηθέν. ὥσπερ γὰρ οὐκ ἔστιν οὐθὲν ἀδύνατον, οὕτως οὐδὲ γίγνεται·
ἡ δὲ φορὰ γένεσίς ποθέν ποι. ἔπειτα πρὸς ὁμοίας φαίνεται γωνίας τὸ μὲν
πῦρ ἄνω φερόμενον, ἡ δὲ
γῇ κάτω καὶ πᾶν τὸ βάρος ἔχον. ὥστʼ
ἀνάγκη φέρεσθαι
μέσον τῷ ἐσχάτῳ,
τὸ δὲ ὑφιστάμενον ἀεὶ τῷ ἐπιπολάζοντι. διὸ καὶ εὐλόγως τὸ βαρὺ καὶ
κοῦφον δύο ἐστίν· καὶ γὰρ οἱ τόποι δύο, τὸ μέσον καὶ τὸ ἔσχατον. ἔστι δὲ
δή τι καὶ τὸ μεταξύ τούτων, ὃ πρὸς ἑκάτερον αὐτῶν λέγεται θάτερον· εἴ τι
γὰρ ὡς ἔσχατον καὶ μέσον ἀμφοτέρων ἐστὶ τὸ μεταξύ,
διὰ
τοῦτο ἔστι τι καὶ ἄλλο βαρὺ καὶ κοῦφον, οἷον ὕδωρ καὶ ἀήρ᾿ φαμὲν δὲ τὸ
μὲν περιέχον τοῦ εἴδους εἶναι, τὸ δὲ περιεχόμενον τῆς ὕλης. ἔστι δʼ ἐν
πᾶσι τοῖς γένεσιν αὕτη ἡ διάστασις· καὶ γὰρ ἐν τῷ ποιῷ καὶ ἐν τῷ ποσῷ
ἐστὶ τὸ μὲν ὡς εἶδος μᾶλλον, τὸ δʼ ὡς ὕλη. καὶ ἐν τοῖς κατὰ τόπον
ὡσαύτως τὸ μὲν ἄνω τοῦ ὡρισμένου, τὸ δὲ κάτω τῆς ὕλης. ὥστε
καὶ ἐν αὐτῇ τῇ ὕλη τῇ τοῦ βαρέος καὶ κούφου, ᾗ μὲν τοιοῦτον δυνάμει,
βαρέος ὕλη, ᾗ δὲ τοιοῦτον, κούφου· καὶ ἔστι μὲν ἢ αὐτή, τὸ δʼ εἶναι οὐ
ταὐτόν, ὥσπερ καὶ τὸ νοσερὸν καὶ τὸ ὑγιαστόν, τὸ δʼ εἶναι οὐ ταὐτόν·
διόπερ οὐδὲ τὸ νοσώ
δει εἶναι ἢ ὑγιεινῷ.
5 Τὸ μὲν οὖν ἔχον τοιαύτην ὕλην κοῦφον καὶ ἀεὶ ἄνω, τὸ δὲ τὴν ἐναντίαν
βαρύ καὶ ἀεὶ κάτω· τὰ δʼ ἑτέρας μὲν τούτων, ἐχούσας δʼ οὕτω πρὸς ἀλλήλας
ὡς αὗται, ἁπλῶς καὶ ἄνω καὶ κάτω φερόμενα· διὸ ἀὴρ καὶ ὕδωρ ἔχουσι
καὶ κουφότητα καὶ βάρος ἑκάτερον, καὶ ὕδωρ μὲν πλὴν γῆς
πᾶσιν ὑφίσταται, ἀὴρ δὲ πλὴν πυρὸς πᾶσιν ἐπιπολάζει. ἐπεὶ δʼ ἐστὶν ἓν
μόνον ὃ πᾶσιν ἐπιπολάζει καὶ ἓν ὃ πᾶσιν ὑφίσταται, ἀνάγκη δύο ἄλλα εἶναι
ἃ καὶ ὑφίσταταί τινι καὶ ἐπιπολάζει τινί. ὥστε ἀνάγκη καὶ τὰς ὕλας εἶναι
τοσαύτας
ὅσαπερ ταῦτα, τέτταρας, οὕτω δὲ τέτταρας ὡς μίαν
δʼ οὐκ ἔχει, εἰ μὴ ἐν
οἷς ἐπιπολάζει. διὸ καὶ ὑποσπωμένων μὲν φέρεται εἰς τὰ ἐφεξῆς κάτω, ἀὴρ
μὲν εἰς τὴν τοῦ ὕδατος χώραν, ὕδωρ δὲ εἰς τὴν τῆς γῆς. ἄνω δʼ εἰς τὴν
τοῦ πυρός, ἀναιρουμένου τοῦ πυρός, οὐκ οἰσθήσεται ὁ ἀήρ, εἰ μὴ βίᾳ,
ὥσπερ καὶ τὸ ὕδωρ σπᾶται, ὅταν γένηται
τὸ ἐπίπεδον ἓν καὶ
θᾶττον σπάσῃ τις ἄνω τῆς φορᾶς, ἣν φέρεται τὸ ὕδωρ κάτω. οὐδὲ τὸ ὕδωρ
εἰς τὴν τοῦ ἀέρος, ἀλλ᾿ ἢ ὡς νῦν εἴρηται. ἡ γῆ δὲ τοῦτο οὐ πάσχει, ὅτι
οὐχ ἓν τὸ ἐπίπεδον. διὸ τὸ μὲν ὕδωρ εἰς τὸ ἀγγεῖον πυρωθὲν σπᾶται, γῆ δʼ
οὔ. ὥσπερ δὲ οὐδʼ ἡ γῆ ἄνω, οὐδὲ τὸ πῦρ
κάτω εἶσιν
ὑφαιρουμένου τοῦ ἀέρος· οὐδὲν γὰρ ἔχει βάρος οὐδʼ ἐν τῇ αὑτοῦ χώρᾳ,
ὥσπερ οὐδʼ ἡ γῆ κουφότητα. φέρεται δὲ κάτω τὰ δύο ὑποσπωμένων, ὅτι τὸ
μὲν ἁπλῶς βαρὺ εἰς τὴν ὑπὸ πᾶσιν ὑφίσταται, τὸ δὲ πρός τι βαρὺ ὂν εἰς
τὴν αὑτοῦ χώραν ἢ οἷς ἐπιπολάζει, διʼ ὁμοιότητα τῆς ὕλης. ὅτι δʼ
ἀναγκαῖον ποιεῖν ἴσας τὰς διαφορὰς αὐτοῖς, δῆλον. εἰ μὲν
γὰρ μία ὕλη πάντων, οἷον ἢ τὸ κενὸν ἢ τὸ πλῆρες ἢ τὸ μέγεθος ἢ τὰ
τρίγωνα, ἢ πάντα ἄνω ἢ πάντα κάτω οἰσθήσεται, ἡ δὲ ἑτέρα φορὰ οὐκέτι
ἔσται· ὥστʼ ἢ κοῦφον οὐδὲν ἔσται ἀπλῶς, εἰ πάντα ῥέπει μᾶλλον τῷ ἐκ
μειζόνων εἶναι
σωμάτων ἢ ἐκ πλειόνων, ἢ ὅτι πλήρη. τοῦτο δὲ
ὁρῶμέν τε, καὶ δέδεικται ὅτι ὁμοίως κάτω τε ἀεὶ καὶ πανταχοῦ φέρεται καὶ
ἄνω. ἐὰν δὲ τὸ κενὸν ἤ τι τοιοῦτον ὃ ἀεὶ ἄνω, οὐκ ἔσται τὸ ἀεὶ κάτω. καὶ
τῶν μεταξὺ δὴ ἔνια ἔσται κάτω θᾶττον γῆς· ἐν γὰρ τῷ πολλῷ ἀέρι τρίγωνα
πλείω ἢ τὰ
κάτω φερόμενον. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κούφου, ἐὰν
ἐκεῖνο ποιῇ τις ὑπερέχειν τῇ ὕλῃ. ἐὰν δὲ δύο, τὰ μεταξὺ πῶς ἔσται
ποιοῦντα ἃ ποιεῖ ἀήρ τε καὶ ὕδωρ; οἷον εἴ τις φαίη εἶναι κενὸν καὶ
πλῆρες. τὸ μὲν οὖν πῦρ κενόν, διὸ
ὕδατος ὀλίγου. τοῦτο δʼ οὐ φαίνεται οὐδαμοῦ οὐδέποτε.
ἀνάγκη τοίνυν, ὥσπερ καὶ τὸ πῦρ ἄνω, ὅτι τοδὶ ἔχει, οἷον τὸ κενόν, τὰ δʼ
ἄλλα οὔ, καὶ τὴν γῆν κάτω, ὅτι τὸ πλῆρες ἔχει, καὶ τὸν ἀέρα εἰς τὸν
αὑτοῦ καὶ ἀνώτερον τοῦ ὕδατος, ὅτι τοδί τι ἔχει, καὶ τὸ ὕδωρ κάτω, ὅτι
τοιόνδε τι. εἰ δὲ ἦν
ἕν τι ἄμφω ἢ δύο, ἄμφω δʼ ὑπάρξει
ταῦτα ἑκατέρω, ἔσται τι πλῆθος ἑκατέρου οὗ ὑπερέξει ὕδωρ τε ἀέρος ὀλίγου
τῷ ἄνω καὶ ἀὴρ ὕδατος τῷ κάτω, καθάπερ εἴρηται πολλάκις.
Τὰ
δὲ σχήματα οὐκ αἴτια τοῦ φέρεσθαι ἁπλῶς ἢ κάτω ἢ ἄνω, ἀλλὰ τοῦ θάττον ἢ
βραδύτερον. διʼ ἃς δʼ αἰτίας,
οὐ χαλεπὸν ἰδεῖν· ἀπορεῖται
γὰρ νύν διὰ τί τὰ πλατέα σιδήρια καὶ μόλιβδος ἐπιπλεῖ ἐπὶ τοῦ ὕδατος,
ἄλλα δὲ ἐλάττω καὶ ἧττον βαρέα, ἂν ᾖ στρογγύλα ἢ μακρά, οἷον βελόνη,
κάτω φέρεται, καὶ ὅτι ἔνια διὰ μικρότητα ἐπιπλεῖ, οἷον τὸ ψῆγμα καὶ ἄλλα
γεώδη καὶ κονιορτώδη
ἐπὶ τοῦ ἀέρος. περὶ δὴ τούτων ἀπάντων
τὸ μὲν νομίζειν αἴτιον εἶναι ὥσπερ Δημόκριτος οὐκ ὀρθῶς ἔχει. ἐκεῖνος
γάρ φησι τὰ ἀναφερόμενα θερμὰ ἐκ τοῦ ὕδατος ἀνακωχεύειν τὰ πλατέα τῶν
ἐχόντων βάρος, τὰ δὲ στενὰ διαπίπτειν· 313 b ὀλίγα γὰρ εἶναι τὰ
ἀντικρούοντα αὐτοῖς. ἔδει δʼ ἐν τῷ ἀέρι ἔτι μᾶλλον τοῦτο ποιεῖν, ὥσπερ
ἐνίσταται κἀκεῖνος αὐτός.
σοῦν, λέγων σοῦν τὴν κίνησιν τῶν ἄνω φερομένων σωμάτων.
ἐπεὶ δʼ ἐστὶ τὰ μὲν εὐδιαίρετα τῶν συνεχῶν τὰ δʼ ἧττον, καὶ διαιρετικὰ
δὲ τὸν αὐτὸν τρόπον τὰ μὲν μᾶλλον τὰ δʼ ἧττον, ταύτας εἶναι νομιστέον
αἰτίας. εὐδιαίρετον μὲν οὖν τὸ εὐόριστον, καὶ μᾶλλον τὸ μᾶλλον· ἀὴρ δὲ
μᾶλλον ὕδατος
τοιοῦτον, ὕδωρ δὲ γῆς. καὶ τὸ ἔλαττον δὴ ἐν
ἑκάστῳ γένει εὐδιαιρετώτερον καὶ διασπᾶται ῥᾷον. τὰ μὲν οὖν ἔχοντα
πλάτος διὰ τὸ πολὺ περιλαμβάνειν ἐπιμένει, διὰ τὸ μὴ διασπᾶσθαι τὸ
πλεῖον ῥᾳδίως· τὰ δʼ ἐναντίως ἔχοντα τοῖς σχήμασι διὰ τὸ ὀλίγον
περιλαμβάνειν φέρεται κάτω, διὰ
τὸ διαιρεῖν ῥᾳδίως. καὶ ἐν
ἀέρι πολύ μᾶλλον, ὅσῳ εὐδιαιρετώτερος ὕδατός ἐστιν. ἐπεὶ δὲ τό τε βάρος
ἔχει τινὰ ἰσχὺν καθʼ ἣν φέρεται κάτω, καὶ τὰ συνεχῆ πρὸς τὸ μὴ
διασπᾶσθαι, ταῦτα δεῖ πρὸς ἄλληλα συμβάλλειν· ἐὰν γὰρ ὑπερβάλλῃ ἡ ἰσχὺς
ἡ τοῦ βάρους τῆς ἐν τῷ συνεχεῖ πρὸς
τὴν διάσπασιν καὶ
διαίρεσιν, βιάσεται κάτω θᾶττον, ἐὰν δὲ ἀσθενεστέρα ᾖ, ἐπιπολάσει. περὶ
μὲν οὖν βαρέος καὶ κούφου καὶ τῶν περὶ αὐτὰ συμβεβηκότων διωρίσθω τοῦτον
ἡμῖν τὸν τρόπον.