Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Απαν τὸ κινούμενον ἀνάγκη ὑπό τινος κινεῖσθαι. εἰ μὲν οὖν ἐν αὐτῷ μὴ ἔχει
τὴν ἀρχὴν τῆς κινήσεως, φανερὸν ὅτι ὑφʼ
ἑτέρου κινεῖται
(ἄλλο γὰρ ἔσται τὸ κινοῦν)· εἰ δʼ ἐν αὐτῷ, εἰλήφθω ἐφʼ οὗ τὸ ΑΒ, ὃ
κινεῖται μὴ τῷ τῶν τούτου τι κινεῖσθαι. πρῶτον μὲν οὖν τὸ ὑπολαμβάνειν
τὸ ΑΒ ὑφʼ αὐτοῦ κινεῖσθαι διὰ τὸ ὅλον τε κινεῖσθαι καὶ ὑπὸ μηθενὸς τῶν
ἔξωθεν ὅμοιόν ἐστιν ὥσπερ ἂν εἴ τις τοῦ ΔΕ κινοῦντος τὸ ΕΖ καὶ αὐτοῦ
κινουμένου
ὑπολαμβάνοι τὸ ΔΕΖ ὑφʼ αὐτοῦ κινεῖσθαι, διὰ τὸ
μὴ συνορᾶν πότερον ὑπὸ ποτέρου κινεῖται, πότερον τὸ ΔΕ ὑπὸ τοῦ ΕΖ ἢ τὸ
ΕΖ ὑπὸ τοῦ ΔΕ. ἔτι τὸ ὑφʼ αὐτοῦ κινούμενον οὐδέποτε παύσεται κινούμενον
τῷ ἕτερόν τι στῆναι
πᾶν γὰρ τὸ κινούμενον διαιρετὸν ἦν. διῃρήσθω τοίνυν ᾗ
τὸ Γ. ἀνάγκη δὴ τοῦ ΓΒ ἠρεμοῦντος ἠρεμεῖν καὶ τὸ ΑΒ. εἰ γὰρ μή, εἰλήφθω
κινούμενον. τοῦ τοίνυν ΓΒ ἠρεμοῦντος κινοῖτο ἂν τὸ ΓΑ. οὐκ ἄρα καθʼ αὐτὸ
κινεῖται τὸ ΑΒ. ἀλλʼ ὑπέκειτο καθʼ αὑτὸ κινεῖσθαι πρῶτον. δῆλον τοίνυν
ὅτι τοῦ ΓΒ ἠρεμοῦντος
ἠρεμήσει καὶ τὸ ΒΑ, καὶ τότε παύσεται
κινούμενον. ἀλλʼ εἴ τι τῷ ἄλλο ἠρεμεῖν ἵσταται καὶ παύεται κινούμενον,
τοῦθʼ ὑφ᾿ ἑτέρου κινεῖται. φανερὸν δὴ ὅτι πᾶν τὸ κινούμενου ὑπό τινος
κινεῖται διαιρετόν τε γάρ ἐστιν πᾶν τὸ κινούμενον, καὶ τοῦ μέρους
ἠρεμοῦντος ἠρεμήσει καὶ τὸ ὅλον.
που καὶ ἔσται τι ὃ πρώτως αἴτιον ἔσται τοῦ
κινεῖσθαι. εἰ γὰρ μή, ἀλλʼ εἰς ἄπειρον πρόεισιν, ἔστω τὸ μὲν Α ὑπὸ τοῦ Β
κινούμενον, τὸ δὲ ὑπὸ τοῦ Γ, τὸ δὲ Γ ὑπὸ τοῦ Δ· καὶ τοῦτον δὴ τὸν τρόπον
εἰς ἄπειρον προβαινέτω. ἐπεὶ οὖν ἅμα τὸ κινοῦν καὶ αὐτὸ κινεῖται, δῆλον
ὡς ἅμα κινήσεται
τό τε Α καὶ τὸ Β· κινουμένου γὰρ τοῦ Β
κινηθήσεται καὶ τὸ Α· καὶ τὸ Β δὴ κινουμένου τοῦ Γ καὶ τὸ Γ τοῦ Δ. ἔσται
τοίνυν ἅμα ἥ τε τοῦ Α κίνησις ⟨καὶ τοῦ Β⟩ καὶ τοῦ Γ καὶ τῶν λοιπῶν
ἑκάστου. καὶ λαβεῖν τοίνυν αὐτῶν ἑκάστην δυνησόμεθα. καὶ γὰρ εἰ ἕκαστον
ὑφʼ ἑκάστου κινεῖται, οὐθὲν ἧττον
μία τῷ ἀριθμῷ ἡ ἑκάστου
κίνησις, καὶ οὐκ ἄπειρος τοῖς ἐσχάτοις, ἐπειδήπερ τὸ κινούμενον πᾶν ἔκ
τινος εῖς τι κινεῖται. ἢ γὰρ ἀριθμῷ συμβαίνει τὴν αὐτὴν κίνησιν εἶναι ἢ
γένει ἢ εἴδει. ἀριθμῷ μὲν οὖν λέγω τὴν αὐτὴν κίνησιν τὴν ἐκ τοῦ αὐτοῦ
εἰς τὸ αὐτὸ τῷ ἀριθμῷ ἐν τῷ αὐτῷ χρόνῳ
κατηγορίᾳ τῆς οὐσίας ἢ τοῦ γένους, εἴδει δὲ ἡ
ἐκ τοῦ αὐτοῦ τῷ εἴδει εἰς τὸ αὐτὸ τῷ εἴδει, οἷον ἡ ἐκ τοῦ λευκοῦ εἰς τὸ
μέλαν ἢ ἐκ τοῦ ἀγαθοῦ εἰς τὸ κακόν. ταῦτα δʼ εἴρηται καὶ
ἐν
τοῖς πρότερον.
δὴ
τῆς κινήσεως τοῦ Α, ὡρισμένος ἔσται καὶ ὁ χρόνος καὶ οὐκ ἄπειρος ὁ Κ.
ἀλλʼ ἐν τῷ αὐτῷ χρόνῳ ἐκινεῖτο τὸ Α καὶ τὸ Β καὶ τῶν λοιπῶν ἕκαστον.
συμβαίνει τοίνυν τὴν κίνησιν τὴν ΕΖΗΘ ἄπειρον οὖσαν ἐν ὡρισμένῳ χρόνῳ
κινεῖσθαι τῷ Κ· ἐν ᾧ γὰρ τὸ Α ἐκινεῖτο, καὶ τὰ τῷ Α ἐφεξῆς
ἅπαντα ἐκινεῖτο ἄπειρα ὄντα. ὥστʼ ἐν τῷ αὐτῷ κινεῖται. καὶ γὰρ ἤτοι ἴση
ἡ κίνησις ἔσται τῇ τοῦ Α τῇ τοῦ Β, ἢ μείζων. διαφέρει δὲ
οὐθέν· πάντως γὰρ τὴν ἄπειρον κίνησιν ἐν πεπερασμένῳ χρόνῳ συμβαίνει
κινεῖσθαι, τοῦτο δʼ ἀδύνατον.
οὕτω μὲν οὖν δόξειεν ἂν δείκνυσθαι τὸ ἐξ ἀρχῆς, οὐ μὴν δεῖκνυταί
γε διὰ τὸ μηθὲν ἄτοπον συμβαίνειν· ἐνδέχεται γὰρ ἐν
πεπερασμένῳ χρόνῳ κίνησιν ἄπειρον εἶναι, μὴ τὴν αὐτὴν δὲ ἀλλʼ ἑτέραν καὶ
ἑτέραν πολλῶν κινουμένων καὶ ἀπείρων, ὅπερ συμβαίνει καὶ τοῖς νῦν. ἀλλʼ
εἰ τὸ κινούμενον πρώτως κατὰ τόπον καὶ σωματικὴν κίνησιν
ἀνάγκη ἅπτεσθαι ἢ
συνεχὲς εἶναι τῷ κινοῦντι, καθάπερ ὁρῶμεν
ἐπὶ πάντων τοῦτο συμβαῖνον (ἔσται γὰρ ἐξ ἀπάντων ἓν τὸ πᾶν ἢ συνεχές),
τὸ δὴ ἐνδεχόμενον εἰλήφθω, καὶ ἔστω τὸ μὲν μέγεθος ἢ τὸ συνεχὲς ἐφʼ οὗ
τὸ ΑΒΓΔ, ἡ δὲ τούτου κίνησις ἡ ΕΖΗΘ. διαφέρει δʼ οὐθὲν ἢ πεπερασμένον ἢ
ἄπειρον· ὁμοίως γὰρ ἐν
πεπερασμένῳ τῷ Κ κινηθήσεται
⟨ἄπειρον⟩ ἢ ἄπειρον ἢ πεπερασμένον. τούτων δʼ ἑκάτερον τῶν ἀδυνάτων.
φανερὸν οὖν ὅτι στήσεταί ποτε καὶ οὐκ εἰς ἄπειρον πρόεισιν τὸ ἀεὶ ὑφʼ
ἑτέρου, ἀλλʼ ἔσται τι ὁ πρῶτον κινηθήσεται. μηδὲν δὲ διαφερέτω τὸ
ὑποτεθέντος οῦτείκνυσθαι· τοῦ γὰρ ἐνδεχομένου τεθέντος
Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἀλλʼ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως,
ἐστὶν ἅμα τῷ κινουμένῳ. ἅμα δὲ λέγω,
διότι οὐθὲν αὐτῶν μεταξύ ἐστιν· τοῦτο γὰρ κοινὸν ἐπὶ παντὸς
κινουμένου καὶ κινοῦντός ἐστιν. ἐπεὶ δὲ τρεῖς εἰσὶν κινήσεις, ἥ τε κατὰ
τόπον καὶ κατὰ τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν, ἀνάγκη καὶ τὰ κινούμενα τρία·
ἡ μὲν οὖν κατὰ τόπον φορά, ἡ δὲ κατὰ τὸ ποιὸν ἀλλοίωσις, ἡ δὲ κατὰ τὸ
ποσὸν αὔξησις
καὶ φθίσις. πρῶτον μὲν οὖν ὑπὲρ τῆς φορᾶς
εἴπωμεν· αὕτη γὰρ πρώτη τῶν κινήσεών ἐστιν.
Ἅπαν δὴ τὸ φερόμενον ἤτοι αὐτὸ ὑφʼ αὐτοῦ κινεῖται ἢ ὑφʼ ἑτέρου. εἰ μὲν
οὖν ὑφʼ αὐτοῦ, φανερὸν ὡς ἐν αὐτῷ τοῦ
κινοῦντος
ὑπάρχοντος ἅμα τὸ κινοῦν καὶ τὸ κινούμενον ἔσται, καὶ οὐθὲν αὐτῶν
μεταξύ· τὸ δʼ ὐπ᾿ ἄλλου κινούμενον τετραχῶς
κινεῖται· αἱ
γὰρ ὑφʼ ἑτέρου κινήσεις τέτταρές εἰσιν, ὦσις |
ἕλξις ὄχησις
δίνησις. καὶ γὰρ τὰς ἄλλας πάσας εἰς ταύτας ἀνάγεσθαι συμβαίνει. τῆς μὲν
οὖν ὤσεως τὸ μὲν ἔπωσις τὸ
δὲ ἄπωσίς ἐστιν, ἔπωσις μὲν
οὖν ἐστιν ὅταν τὸ κινοῦν τοῦ κινουμένου μὴ ἀπολείπηται, ἄπωσις δὲ ὅταν
τὸ ἀπωθοῦν ἀπολείπηται. ἡ δὲ ὄχησις ἐν ταῖς τρισὶν ἔσται κινήσεσιν. τὸ
μὲν γὰρ ὀχούμενον οὐ καθʼ αὐτὸ κινεῖται ἀλλὰ κατὰ
συμβεβηκός
τὸ δὲ ὀχοῦν κινεῖται ἢ
ὠθού|μενον ἢ ἑλκόμενον ἢ δινούμενον. φανερὸν οὖν ὅτι ἡ ὄχησις ἐν ταῖς
τρισὶν ἔσται κινήσεσιν. ἡ
δʼ ἕλξις ὅταν ἤτοι πρὸς αὐτὸ ἢ
πρὸς ἕτερον θάττων ᾖ | ἡ κίνησις ἡ τοῦ ἕλκοντος μὴ χωριζομένη τῆς τοῦ
ἑλκομένου. καὶ γὰρ
πρὸς αὐτό ἐστιν ἡ ἕλξις καὶ πρὸς ἕτερον.
καὶ αἱ λοιπαὶ δὲ ἕλξεις αὐ|ταὶ τῷ εἴδει εἰς ταῦτα
ἀναχθήσονται, οἷον ἡ εἴσπνευσις
καὶ ἡ ἔκπνευσις καὶ ἡ
πτύσις καὶ ὅσαι τῶν σωμάτων ἢ ἐκκριτικαὶ ἢ ληπτικαίεἰσι, καὶ | ἡ
σπάθησις δὴ καὶ ἡ κέρκισις·
τὸ μὲν γὰρ αὐτῶν σύγκρισις τὸ
δὲ διάκρι|σις. καὶ πᾶσα δὴ
κινοῦν,
τὸ | δʼ ἕλκει. φανερὸν οὖν ὡς ἐπεὶ ἅμα τὸ ὠθοῦν καὶ τὸ ἕλκον τῷ ἑλκομένῳ
| καὶ ὠθουμένῳ ἐστίν, οὐθὲν μεταξὺ τοῦ
κινουμένου καὶ
τοῦ κινοῦντός ἐστιν. |
τοῦτο δὲ δῆλον καὶ ἐκ τῶν ὡρισμένων· ἡ μὲν γὰρ ὦσις ἢ ἀφʼ ἑαυτοῦ ἢ ἀπʼ
ἄλλου πρὸς ἄλλο κίνησις, ἡ δʼ ἕλξις ἀπʼ
ἄλλου πρὸς αὐτὸ
ἢ πρὸς ἄλλο. ἔτι ἡ σύνωσις καὶ ἡ δίωσις. ἡ δὲ ῥῖψις ὅταν θάττων ἡ
κίνησις γένηται τῆς κατὰ φύσιν τοῦ
φερομένου σφοδροτέρας
γενομένης τῆς ὤσεως, | καὶ μέχρι τούτου συμβαίνει φέρεσθαι μέχρι ἂν οὗ
σφοδροτέρα ᾖ ἡ κίνησις τοῦ φερομένου· φανερὸν δὴ ὅτι τὸ κινούμενον καὶ
τὸ
κινοῦν ἅμα, καὶ οὐθὲν | αὐτῶν ἐστιν μεταξύ.
ἀλλὰ μὴν οὐδὲ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος |
οὐδέν
ἐστιν μεταξύ. τοῦτο δὲ δῆλον ἐκ τῆς ἐπαγωγῆς. ἐν
ἅπασι γὰρ
συμ|βαίνει ἅμα εἶναι τὸ ἀλλοιοῦν ἔσχατον καὶ τὸ πρῶτον ἀλλοιούμενον. τὸ
γὰρ ποιὸν ἀλλοιοῦται τῷ αἰσθητὸν
εἶναι, αἰσθητὰ δέ ἐστιν
οἷς διαφέρουσιν | τὰ σώματα ἀλλήλων,
λευκότης μελανία, γλυκύτης πικρότης, ὑγρότης ξηρό|της,
πυκνότης μανότης, καὶ τὰ μεταξὺ τούτων, ὁμοίως δὲ καὶ τὰ ἄλλα | τὰ ὑπὸ
τὰς αἰσθήσεις, ὧν ἐστι καὶ ἡ θερμότης καὶ ἡ
ψυχρότης,
καὶ ἡ | λειότης καὶ ἡ τραχύτης. ταῦτα γάρ ἐστι πάθη τῆς ὑποκειμένης
ποιότητος. | τούτοις γὰρ διαφέρουσι
τὰ αἰσθητὰ τῶν
σωμάτων ἢ κατὰ τὸ τούτων τι μᾶλλον καὶ ἧττον καὶ τῷ τούτων τι
πάσχειν. θερμαινόμενα γὰρ ἢ ψυχόμενα |
ἢ γλυκαινόμενα ἢ
πικραινόμενα ἢ κατά τι ἄλλο τῶν
προειρημέ|νων ὁμοίως τά τε ἔμψυχα τῶν σωμάτων καὶ τὰ
ἄψυχα καὶ τῶν ἐμψύχων ὅσα τῶν μερῶν ἄψυχα. καὶ αὐταὶ
δὲ
αἱ αἰσθήσεις ἀλλοιοῦνται. πά|σχουσι γάρ· ἡ γὰρ ἐνέργεια αὐτῶν κίνησίς
ἐστιν διὰ σώματος πασχούσης τι τῆς αἰσθήσεως.
καθʼ ὅσα μὲν
οὖν ἀλλοιοῦνται τὰ ἄψυχα, καὶ τὰ ἔμψυχα |
κατὰ πάντα ταῦτα
ἀλλοιοῦνται· καθʼ ὅσα δὲ τὰ ἔμψυχα
τὰς αἰσθήσεις | οὐκ ἀλλοιοῦνται)· καὶ λανθάνει
ἀλλοιούμενα τὰ ἄψυχα. οὐθὲν δὲ κωλύει | καὶ τὰ ἔμψυχα λανθάνειν
ἀλλοιούμενα, ὅταν μὴ κατὰ τὰς αἰσθήσεις | συμβαίνῃ τὸ
τῆς ἀλλοιώσεως αὐτοῖς. εἴπερ οὖν αἰσθητὰ μὲν τὰ πάθη, | διὰ
δὲ τούτων ἡ ἀλλοίωσις, τούτοις γε φανερὸν ὅτι τὸ πάσχον καὶ τὸ | πάθος
ἅμα, καὶ τούτων οὐθέν ἐστιν μεταξύ. τῷ μὲν
γὰρ ὁ ἀὴρ
συνεχής, τῷ | δʼ ἀέρι συνάπτει τὸ σῶμα· καὶ ἡ μὲν ἐπιφάνεια πρὸς τὸ φῶς,
τὸ δὲ φῶς πρὸς τὴν ὄψιν. ὁμοίως
δὲ καὶ ἡ ἀκοὴ καὶ ἡ
ὄσφρησις πρὸς τὸ κι|νοῦν αὐτὰς πρῶτον. τὸν αὐτὸν δὲ τρόπον ἅμα καὶ ἡ
γεῦσις καὶ ὁ χυμός | ἐστιν ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἀψύχων καὶ τῶν
ἀναισθήτων.
καὶ τὸ αὐξανόμενον δὲ καὶ τὸ αὖξον· πρόσθεσις γάρ τις ἡ αὔξησις, ὥσθʼ ἅμα
τό | τʼ αὐξανόμενον καὶ τὸ αὖξον. καὶ ἡ
φθίσις δέ· τὸ γὰρ
τῆς φθίσεως αἴ|τιον ἀφαίρεσίς τις. φανερὸν
ἐστιν μεταξύ ἀνὰ μέσον τοῦ τε κινοῦντος καὶ
τοῦ κι|νουμένου.|
Ὅτι δὲ τὰ ἀλλοιούμενα ἀλλοιούνται πάντα ὑπὸ τῶν αἰσθητῶν,
καὶ | μόνων τούτων ἔστιν ἀλλοίωσις ὅσα καθʼ αὐτὰ
πάσχει
ὑπὸ τούτων, | ἐκ τῶνδε θεωρήσωμεν. τῶν γὰρ ἄλλων μάλιστα ἄν τις
ὑπολάβοι ἔν τε τοῖς | σχήμασι καὶ ταῖς
λήψεσιν
ἀλλοίωσιν ὑπάρχειν. δοκεῖ γὰρ ὑπάρχειν τὸ τῆς
ἀλλοιώσεως, | οὐκ ἔστιν δὲ οὐδʼ ἐν τούτοις, ἀλλὰ γίγνεται τὸ
σχῆμα ἀλλοιουμένων τινῶν ταῦτα (πυκνουμένης γὰρ ἢ
μανουμένης ἢ θερμαινομένης ἢ ψυχομένης τῆς | ὕλης), ἀλλοίωσις δὲ οὐκ
ἔστιν. ἐξ οὗ μὲν γὰρ ἡ μορφὴ τοῦ ἀνδριάντος, οὐ λέ|γομεν τὴν μορφήν,
οὐδʼ ἐξ οὗ τὸ σχῆμα τῆς πυραμίδος
ἢ τῆς κλίνης, ἀλλὰ |
παρωνυμιάζοντες τὸ μὲν χαλκοῦν τὸ δὲ κήρινον τὸ δὲ ξύλινον· τὸ δʼ
ἀλ|λοιούμενον λέγομεν· τὸν
γὰρ χαλκὸν ὑγρὸν εἶναι λέγομεν
ἢ θερμὸν ἢ σκλη|ρόν (καὶ οὐ
ὁμωνύμως
λέγοντες τῷ πάθει τὴν ὕλην. ἐπεὶ οὖν ἐξ οὗ μὲν ἡ μορφὴ καὶ | τὸ σχῆμα
καὶ τὸ γεγονὸς ὁμωνύμως οὐ λέγεται
τοῖς ἐξ ἐκείνου
σχήμασιν, | τὸ δʼ ἀλλοιούμενον τοῖς πάθεσιν ὁμωνύμως λέγεται, φανερὸν ὡς
ἐν μόνοις τοῖς αἰσθητοῖς ἡ
ἀλλοίωσις. ἔτι καὶ ἄλλως
ἄτοπον. τὸ γὰρ λέγειν τὸν | ἄνθρωπον ἠλλοιῶσθαι ἢ τὴν οἰκίαν λαβοῦσαν
τέλος γελοῖον,
εἰ τὴν τελείω|σιν τῆς οἰκίας, τὸν θριγκὸν ἢ
τὴν κεραμίδα, φήσομεν ἀλλοίωσιν εἶναι, ⟨ἢ⟩ θριγ|κουμένης τῆς οἰκίας ἢ
κεραμιδουμένης ἀλλοιοῦσθαι τὴν οἰκίαν. δῆλον δὴ ὅτι
τὸ τῆς ἀλλοιώσεως οὐκ ἔστιν ἐν τοῖς γιγνομένοις.
οὐδὲ γὰρ ἐν ταῖς ἕξε|σιν. αἱ γὰρ ἕξεις ἀρεταὶ καὶ κακίαι,
ἀρετὴ δὲ πᾶσα καὶ κακία τῶν | πρός τι, καθάπερ ἡ μὲν ὑγίεια
περιέχον. ὁμοίως δὲ καὶ τὸ κάλλος καὶ ἡ
ἰσχὺς τῶν | πρός τι. διαθέσεις γάρ τινες τοῦ βελτίστου πρὸς τὸ ἄριστον,
λέγω δὲ τὸ | βέλτιστον τὸ σῶζον καὶ διατιθὲν περὶ τὴν φύσιν.
ἐπεὶ οὖν αἱ μὲν ἀρεταὶ | καὶ αἱ κακίαι τῶν πρός τι, ταῦτα
δὲ οὔτε γενέσεις εἰσὶν οὔτε γένεσις αὐ|τῶν οὐδʼ ὅλως ἀλλοίωσις,
φανερὸν ὡς οὐκ ἔστιν ὅλως τὸ τῆς ἀλλοιώσεως | περὶ τὰς
ἕξεις.
οὐδὲ δὴ περὶ τὰς τῆς ψυχῆς ἀρετὰς καὶ κακίας. ἡ μὲν | γὰρ
ἀρετὴ τελείωσίς τις (ἕκαστον γὰρ τότε μάλιστα τέλειόν ἐστιν, ὅταν | τύχῃ
τῆς οἰκείας ἀρετῆς, καὶ μάλιστα κατὰ φύσιν, καθάπερ
ὁ
κύκλος | τότε μάλιστα κατὰ φύσιν ἐστίν, ὅταν μάλιστα
μὲν οὖν ἀλλοιουμένου τινὸς καὶ ἡ
λῆψις | τῆς ἀρετῆς καὶ ἡ τῆς κακίας ἀποβολή, ἀλλοίωσις μέντοι τούτων
οὐδέτερον. | ὅτι δʼ ἀλλοιοῦταί τι, δῆλον. ἡ μὲν γὰρ ἀρετὴ τοι ἀπάθειά
τις ἢ παθη|τικὸν ὡδί, ἡ δὲ κακία παθητικὸν ἢ ἐναντία
πάθησις τῇ ἀρετῇ. καὶ τὸ | ὅλον τὴν ἠθικὴν ἀρετὴν ἐν ἡδοναῖς καὶ
λύπαις εἶναι συμβέβηκεν· γὰρ κατʼ ἐνέργειαν τὸ τῆς ἡδονῆς
διὰ μνήμην ἢ ἀπὸ τῆς ἐλπίδος. εἰ μὲν οὖν | κατʼ ἐνέργειαν, αἴσθησις τὸ
αἴτιον, εἰ δὲ διὰ μνήμην ἢ διʼ ἐλπίδα,
ἀπὸ ταύτης· ἢ γὰρ
οἶα ἐπάθομεν μεμνημένοις τὸ τῆς ἡδονῆς ἢ οἷα πεισόμεθα | ἐλπίζουσιν.
ἀλλὰ μὴν οὐδ’ ⟨ἐν⟩ τῷ διανοητικῷ μέρει τῆς ψυχῆς ἀλλοίωσις. | τὸ γὰρ
ἐπιστῆμον μάλιστα τῶν πρός τι λέγεται. τοῦτο δὲ
δῆλον·
κατʼ οὐδε|μίαν γὰρ δύναμιν κινηθεῖσιν ἐγγίγνεται τὸ
μέρος ἐμπειρίας τὴν καθόλου λαμβάνομεν
ἐπιστή|μην. οὐδὲ δὴ ἡ ἐνέργεια γένεσις, εἰ μή τις καὶ τὴν ἀνάβλεψιν καὶ
τὴν |
ἁφὴν γενέσεις φησίν· τοιοῦτον γὰρ ἡ ἐνέργεια. ἡ δὲ ἐξ
ἀρχῆς λῆψις τῆς | ἐπιστήμης οὐκ ἔστι γένεσις οὐδʼ ἀλλοίωσις·
τῷ γὰρ ἠρεμίζεσθαι καὶ καθ|ίστασθαι τὴν ψυχὴν ἐπιστήμων
γίγνεται καὶ φρόνιμος. καθάπερ οὖν οὐδʼ ὅταν | καθεύδων ἐγερθῇ τις ἢ
μεθύων παύσηται ἢ νοσῶν καταστῇ, γέγονεν
ἐπι|στήμων·
καίτοι πρότερον οὐκ ἐδύνατο χρῆσθαι καὶ κατὰ τὴν ἐπιστήμην ἐνερ|γεῖν,
εἶτα ἀπαλλαγείσης τῆς ταραχῆς καὶ
εἰς ἠρεμίαν καὶ
κατάστασιν ἐλθούσης τῆς | διανοίας ὑπῆρξεν ἡ δύναμις ἡ πρὸς τὴν τῆς
ἐπιστήμης χρείαν. τοιοῦτο δή | τι
δύναται μαθεῖν οὐδὲ | κρίνειν ταῖς
αἰσθήσεσιν ὁμοίως τοῖς
κίνησις. καθίσταται
δὲ καὶ παύεται τῆς ταραχῆς τοτὲ | μὲν ὑπὸ τῆς φύσεως τοτὲ δʼ ὑπʼ ἄλλων.
ἐν ἀμφοτέροις δὲ τούτοις
ἀλ|λοιοῦσθαί τι συμβαίνει, καθάπερ
ὅταν ἐγερθῇ καὶ γένηται
ἐν τοῖς
αἰσθητοῖς καὶ ἐν τῷ αἰσθητικῷ μέρει τῆς ψυχῆς, ἐν ἄλλῳ δʼ οὐθενὶ πλὴν
κατὰ συμβεβηκός.