Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Καθόλου τὰ τρία δίχρονα τὰ ἐκ ϲυναλοιφῆϲ ἐκτείνεϲθαι θέλει,
ἐϲτὶ τὸ δίχρονον. Θέτιι Θέτι,
Πᾶν ὄνομα μονοϲύλλαβον ἀπαθὲϲ εἰϲ ν λῆγον ἢ εἰϲ ρ ἢ εἰϲ ϲ,
εἴτε θηλυκὸν εἴτε ἀρϲενικὸν εἴτε οὐδέτερον, ἀπαραϲχημάτιϲτον εἴτε
παρεϲχηματιϲμένον ἀρϲενικῷ, εἰ ἔχοι δίχρονον, ἐκτείνειν αὐτὸ θέλει, ὡϲ
ἔχει τὸ πᾶν, πᾶϲ, Γρᾶϲ, Πρόϲ, κράϲ, λίϲ, κίϲ, μῦϲ, ϲῦϲ, | δρῦϲ, πῦρ,
ψάρ, Κάρ. διὸ τὸ τίϲ ϲημειούμεθα ϲυϲτελλόμενον τὸ ι· τὸ δὲ
Πᾶν εἰϲ αν λῆγον ἀρϲενικὸν ἐπ᾿ εὐθείαϲ ἐκτείνεϲθαι θέλει, Παιάν, Τιτάν, Ἀλκμάν, καὶ ὅϲα τοιαῦτα.
Πᾶν εἰϲ αϲ ἀρϲενικὸν βαρύτονον ἐπ᾿ εὐθείαϲ ἐκτείνεϲθαι θέλει, εἴτε
ὄνομα εἴη εἴτε μετοχή, Αἴαϲ, Δρύαϲ, Θόαϲ, λέξαϲ, γράψαϲ, ποιήϲαϲ.
διὸ ϲημειούμεθα τὸ ποιητικὸν προϲηγορικὸν «λᾶαϲ ἀναιδήϲ καὶ μέγαϲ
ἐπίθετον. τὸ
Τὰ εἰϲ αϲ ὀξύτονα ὀνόματα διϲύλλαβα διὰ τοῦ δοϲ κλινόμενα ϲυϲτέλλεϲθαι θέλει, Ἀρκάϲ, φυγάϲ, ἐθάϲ, πολυδειράϲ.
Τὰ εἰϲ αϲ περιϲπώμενα ἀναγκαίωϲ ἔχει τὸ α μακρόν, ἀλλᾶϲ, Ἡρᾶϲ, Βορρᾶϲ, πελεκᾶϲ.
Τὰ εἰϲ αϲ λήγοντα οὐδέτερα καὶ βαρύνεται καὶ ϲυϲτέλλονται, κρέαϲ, τέραϲ, δέπαϲ, κέραϲ.
Τὰ εἰϲ αξ λήγοντα καὶ ἐκτείνει τὸ α καὶ ϲυϲτέλλει. ὅϲα μὲν οὖν
διϲύλλαβα ὄντα ἔχει πρὸ τέλουϲ μὴ φύϲει μακράν, ἀλλ᾿ ἢ βραχεῖαν ἢ
θέϲει μακράν, ἀδιάφορον ἔχει τὸν | χρόνον τοῦ α, κόραξ, κόλαξ, φύλαξ,
ἄναξ, βόαξ, νέαξ, ὄμφαξ, φόρταξ· εἰ μέντοι ἡ πρὸ τέλουϲ φύϲει μακρὰ
εἴη, ἡ δὲ τελευταία ϲυϲτέλλοιτο, γένοϲ θηλυκὸν ὁρᾶται, πῖδαξ, κλῖμαξ,
λεῖμαξ, βῶλαξ. διὸ καὶ τὸ μεῖραξ ἐπὶ θηλυκῷ τιθέμενον εὖ ἂν ἔχοι.
οὐκ ἀγνοῶ δὲ ὡϲ ἔϲθ᾿ ὅτε οἱ κωμικοὶ καὶ ἀρϲενικῷ γένει τὴν ϲύνταξιν
ποιοῦνται· ἀλλ᾿ εἰκὸϲ αὐτοὺϲ θηλυκῇ προϲηγορίᾳ ϲκώπτειν τοὺϲ παϲχητιῶνταϲ.
ὅϲα μέντοι ἔχει τὴν πρὸ τέλουϲ φύϲει μακρὰν ἀρϲενικὰ ὄντα
καὶ τὸ α θέλει ἔχειν ἐκτεταμένον, ὡϲ ἔχει τὸ Φαίαξ, θώραξ, οἴαξ,
πλούταξ, βώμαξ, κνώδαξ· ϲημειούμεθα τὸ Γῦναξ καὶ Γῦλαξ ἔχοντα φύϲει
μακρὰν τὴν παραλήγουϲαν καὶ ϲυϲτέλλοντα τὸ α, εἰϲὶ δὲ ταῦτα
κύρια ὀνόματα, καὶ τὸ ϲαῦϲαξ, φαϲὶ δὲ εἶναι τοῦτο ὄϲπρεον, καὶ τὸ
καύαξ διφορούμενον· τοῦτο γάρ ποτε μὲν ϲυϲτέλλει τὸ α, ποτὲ δὲ ἐκτείνει
αὐτό· ἔϲτι δὲ ὄρνεον. Τὰ μέντοι ὑπὲρ δύο ϲυλλαβὰϲ ἐκτείνει τὸ
α μὴ ὄντα ϲύνθετα, ἱέραξ, Ἐπιδαύραξ, ὀρθίαξ, θυμέλαξ. τὰ δὲ ϲύνθετα
βαρύτονα καὶ τὸν τῶν ἁπλῶν χρόνον φυλάττει, Ἀχαρνοφαίαξ,
Ἱππῶναξ, Ἀρχεάναξ, ἐριβῶλαξ, πολυπῖδαξ· τὰ δὲ ὀξύτονα ϲύνθετα
ϲυϲτέλλει τὸ α, διαϲφάξ, βλεφαροϲπάξ. Τὰ μέντοι μονοϲύλλαβα, θηλυκὰ
μὲν ὄντα, θέλει ϲυϲτέλλειν τὸ α, ϲπάξ, οὕτωϲ ἡ κύων παρὰ
Πέρϲαιϲ, κλάξ, πλάξ, γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτέταται· τὰ δὲ ἐκτείνοντα
ϲυϲτέλλεται δὲ ἔϲθ᾿ ὅτε τὸ α.
Τὰ μέντοι εἰϲ ιξ μονοϲύλλαβα ϲυϲτέλλει τὸ ι ἔχοντα δύο ϲύμφωνα
πρὸ τοῦ ι, ϲτίξ, φρίξ, θρίξ. τὸ μέντοι ἴξ καὶ Φίξ ἐκτείνεται. Τὰ μέντοι
εἰϲ ιξ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν πάντα ϲυϲτέλλει τὸ ι. ἐπὶ
μέντοι γενικῇ πῇ μὲν φυλάττει τὸ ι ϲυνεϲταλμένον, πῇ δὲ ἐκτείνει.
καί φαϲι τήρηϲίν τινα εἶναι τοιαύτην, ὡϲ τὰ ἔχοντα πρὸ τέλουϲ μακρὸν
ἔχει ἐν τῇ γενικῇ ἐκτεινόμενον τὸ ι, φοῖνιξ, βέμβιξ, Τέμμιξ,
πέμφιξ, τέττιξ, ϲκάνδιξ, πέρδιξ, χοῖνιξ. Πτολεμαῖοϲ δὲ ὁ
φηϲὶν ὡϲ τῆϲ πέρδικοϲ καὶ χοίνικοϲ γενικῆϲ ἡ μέϲη ϲυϲτέλλεται,
πειϲθεὶϲ Ἀριϲτοφάνει τῷ γραμματικῷ καὶ τοῖϲ οὕτω. χρηϲαμένοιϲ ποιηταῖϲ
διὰ μέτρον· ἀλλὰ ταῦτα διὰ μέτρον ἐγένετο. ἔϲτι γὰρ αὐτὰ εὑρεῖν
ἐκτεταμένα πολλάκιϲ. τὸ μέντοι Θρήϊκοϲ ϲυϲτέλλει τὸ ι, ἔχον διαλλαγήν.
λέγεται γὰρ καὶ κατὰ ϲυναλοιφὴν Θρῃκόϲ. τὸ δὲ ἧλιξ ϲυνεξῆλθε
τοῖϲ ἔχουϲι τὸ λ πρὸ τοῦ ι, χόλικοϲ, ἕλικοϲ, χάλικοϲ, κύλικοϲ. τὸ
ϲύμμιγοϲ ϲύνθετόν ἐϲτι.
Τὰ εἰϲ υξ μονοϲύλλαβα ϲυϲτέλλει τὸ υ, τρύξ, Φρύξ, πτύξ, Ϲτύξ.
Χρόνοϲ ὁ αὐτὸϲ καὶ ἐπὶ γενικῆϲ. Τὰ εἰϲ υξ διϲύλλαβα καὶ αὐτὰ ϲυϲτέλλει
τὸ υ, φυλάττει μέντοι τὸ υ ϲυνεϲταλμένον, ὁπότε τὸ χ ἢ τὸ γ
ἐπὶ γενικῆϲ ἔχει, ϲτόνυχοϲ, ὄνυχοϲ, ὄρτυγοϲ, ἤλυγοϲ, δίζυγοϲ, φάρυγοϲ,
τὸ δὲ κόκκυγοϲ ϲυϲτέλλουϲι καὶ ἐκτείνουϲιν. εἰ μέντοι διὰ τοῦ κ
ἡ κλίϲιϲ ὑπάρχοι, πῇ μὲν φυλάττει τὸ υ ϲυνεϲταλμένον, πῇ δὲ ἐκτείνει.
Ἔρυκοϲ γὰρ ϲυνεϲταλμένωϲ καὶ | ἄμβυκοϲ, Βέβρυκοϲ, κάλυκοϲ, Γάνυκοϲ,
ἴβυκοϲ, ἐκτεταμένωϲ δὲ βόμβυκοϲ, αἴθυκοϲ, κήρυκοϲ. τὸ
Τὰ εἰϲ ιψ μονοϲύλλαβα ἐκτείνεται. ὁμοίωϲ καὶ ἐπὶ γενικῆϲ. διὸ ἡ
λιβόϲ γενικὴ ϲημειώδηϲ· τὰ δὲ ὑπὲρ μίαν ϲυλλαβὴν ϲυϲτέλλεται. θέλουϲι
δὲ πεδότριψ ἐκτείνειν, πλανώμενοι ἐκ τοῦ παῤ Ἀρχιλόχῳ
Τὰ εἰϲ αψ λήγοντα ὑπὲρ μίαν ϲυλλαβήν φαμεν ϲυϲτέλλειν τὸ α, λαῖλαψ. ἐν δὲ μονοϲυλλάβοιϲ τὸ δράψ ἐκτείνεται κείμενον παρὰ Ἀριϲτοφάνει, καὶ τὸ λάψ παρὰ Ταραντίνοιϲ. ἡ δὲ γράψ καὶ φάψ θηλυκῷ γένει κατακλειόμενα ϲυϲτέλλεται.
Τὰ διὰ τοῦ ανω ῥήματα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρυνόμενα ἔχει τὸ α ϲυνεϲταλμένον, λιμπάνω, μανθάνω, λανθάνω, λαμβάνω. τὸ μέντοι ἱκάνω καὶ κιχάνω ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίϲτου ἐκτείνει τὸν δεύτερον.
Τὰ εἰϲ πτω λήγοντα ῥήματα, εἰ ἔχοι τὸ ι πρὸ τοῦ τέλουϲ, ϲυνεϲταλμένον
αὐτὸ ἔχει, λίπτω, ἴπτω, χρίπτω· διὸ ϲημειούμεθα τὸ πίπτω
καὶ ῥίπτω.
Τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα ἐπ᾿ εὐθείαϲ καθαριεύοντοϲ τοῦ ν
εἰ ἔχει πρὸ τέλουϲ τὸ υ ἐκτείνει αὐτό, ὡϲ ἔχει τὸ | φρυνόϲ, θυνόϲ,
γρυνόϲ καὶ βαρυνόμενον τὸ Κῦνοϲ. τὸ μέντοι πλυνόϲ οὐχ οὕτωϲ ἔχει.
Τὰ εἰϲ νοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ παραλήγοιτο τῷ υ, πῇ
μὲν ϲυϲτέλλει αὐτό, ἐπὰν τὸ ϲ προηγῆται αὐτοῦ, ὡϲ ἔχει τὸ δεϲπόϲυνοϲ,
θάρϲυνοϲ, πίϲυνοϲ· τὸ δὲ μόϲυνοϲ ἐκτεταμένον ἀπὸ γενικῆϲ ἐϲτι.
γενόμενον, αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ νοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχουϲαι
εἰ παραλήγοιντο τῷ υ ἐκτεταμένῳ παραλήγονται, Φόρκυνοϲ,
Πόλτυνοϲ, αἱ μέντοι εὐθεῖαι αὐτῶν ϲυϲτέλλουϲι τὸ υ. τὰ μέντοι διὰ
τοῦ νοϲ ἐπ᾿ εὐθείαϲ μὴ ἔχοντα τὸ ϲ πρὸ τοῦ υ, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα,
ἐκτείνειν θέλει τὴν πρὸ τέλουϲ, κίνδυνοϲ, εὔθυνοϲ. Πάχυνοϲ, Λάμυνοϲ.
διὸ καὶ τὸ βόθυνοϲ ἀναλόγωϲ οἱ Ἀττικοὶ ἐκτείνουϲιν· κἂν ὀξύνηται δὲ
τοιαῦτά ἐϲτι, Μαρνανδυνόϲ, Βιθυνόϲ. τὸ ἄγυνοϲ ἢ ἀνδρόγυνοϲ οὐ
μάχεται, ϲύνθετα γάρ ἐϲτι καὶ ἔχει τὸν τοῦ ἁπλοῦ χρόνον, λέγω δὲ
τοῦ γυνή, ὅπερ καὶ αὐτὸ ἠλόγητο κατὰ χρόνον· τὰ γὰρ εἰϲ νη καθαριεύοντα
διϲύλλαβα, εἰ ἔχοι πρὸ τέλουϲ τὸ υ, ἐκτεταμένον αὐτὸ ἔχει,
ὡϲ ἔχει τὸ Βύνη, μύνη, Φρύνη, ὑπεϲταλμένου δηλονότι τοῦ γυνή.
προϲέθηκα δὲ διϲύλλαβα, ἐπεὶ τὰ ὑπὲρ δύο ϲυλλαβάϲ, διὰ μέντοι τοῦ
ϲυνη ὄντα, ἀεὶ ϲυϲτέλλει τὸ υ, βριθοϲύνη, ὑποθημοϲύνη, καλλοϲύνη·
εἰ δὲ μὴ ἔχει τὸ ϲ πρὸ τοῦ υ, ἀδιάφορον ἔχει τὸν χρόνον· Δελφύνη
γὰρ καὶ χελύνη ἐκτεταμένωϲ, κορύνη δὲ καὶ Ταμύνη ϲυνεϲταλμένωϲ,
ὡϲ τορύνη, Ἀττικοὶ δὲ ἐκτεταμένωϲ.
Πᾶν εἰϲ α λῆγον θηλυκὸν ὀξυνόμενον ἢ περιϲπώμενον μακρῷ χρῆται τῷ α, φοβερά, Ἀθηνᾶ.
Πᾶν εἰϲ α λῆγον θηλυκὸν προπαροξυνόμενον ἢ προπεριϲπώμενον
ϲυνεϲταλμένον ἔχει τὸ α, Ἀντιόχεια, Μήδεια, ταχεῖα, ὀξεῖα.
Πᾶν εἰϲ α λῆγον θηλυκὸν ὄνομα ἔχον πρὸ τοῦ α ἕν τι τῶν διπλῶν
ἢ τὸ ϲ ἢ τὸ ν, μὴ κατὰ πάθοϲ ἢ διάλεκτον, ἔχει τὸ α ϲυνεϲταλμένον,
χάλαζα, ἅμαξα, ἀμφίϲβαινα, Λάκαινα, χαρίεϲϲα, μοῦϲα. τὸ δὲ Ἀθηνᾶ
καὶ μνᾶ καὶ Δανα καὶ ὅϲα τοιαῦτα ἐϲτὶ κατὰ πάθοϲ, τὸ δὲ Ἑλένα καὶ
ὅϲα τοιαῦτα ἐϲτὶ κατὰ διάλεκτον.
Τὰ εἰϲ ρα λήγοντα καθαρόν, εἰ παραλήγοιτο τὸ υ, ἀμοιβαῖον
ποιεῖται χρόνον· εἰ γὰρ ἐκτείνοιτο τὸ υ, τὸ α ϲυϲτέλλεται καὶ προπαροξύνεται,
ὡϲ ἔχει τὸ ἄγκυρα, Κέρκυρα, ὄλυρα· εἰ δὲ ϲυϲτέλλοιτο
τὸ υ, τὸ α ἐκτείνεται καὶ παροξύνεται θηλυκὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα,
Ἐφύρα, πορφύρα. τὸ οὖν κολλύρα κατ᾿ ἀμφότερα δίχρονα ἐκταθὲν
ϲημειῶδεϲ. Τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν διϲυλλάβων· πυρά ἐκτείνει τὸ α,
ϲυϲτέλλει δὲ τὸ υ, τό τε λύρα καὶ θύρα βαρυνόμενα, τὸ δὲ ϲφῦρα ἐκτεῖνον
τὸ υ καὶ ϲυϲτέλλον τὸ α.
Τὰ εἰϲ ρα λήγοντα μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου ἐκτείνει τὸ α, ποτίϲτρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα. ϲημειῶδεϲ οὖν τὸ Τάναγρα καὶ ϲκολόπενδρα.
Τὰ εἰϲ α λήγοντα, ὁπότε ἔχει πρὸ τοῦ α διπλοῦν, δίχρονον δὲ πρὸ τοῦ διπλοῦ, πάντωϲ ϲυνεϲταλμένον αὐτὸ ἔχει, γάζα, μύζα, ὄρυζα, φύζα, δίψα, ϲχίζα, ῥίζα· ὅθεν ϲημειῶδεϲ τὸ μᾶζα ἐκτεῖνον τὸ πρὸ τοῦ διπλοῦ α.
Τὰ παρώνυμα τὰ διὰ τοῦ αια παραγόμενα ἐκ θηλυκῶν εἰϲ α ἢ εἰϲ
η ἐκτεταμένον ἔχει τὸ α, ϲεληναία, ἁμαξαία, ἀναγκαία, ἀρχαία. ὅθεν
ἐχρῆν καὶ τὸ γαῖα ἐκτείνεϲθαι, χωρὶϲ εἰ μὴ ἡ ποϲότηϲ τῶν | ϲυλλαβῶν
ποιεῖ ϲυνεϲταλμένον τὸ α· τοιαῦτα γὰρ τὰ διϲύλλαβα, γραῖα, μαῖα.
Τὰ εἰϲ α λήγοντα καθαρὸν ϲυνεϲταλμένον, ὁπότε ἐϲτὶν ὑπὲρ δύο
ϲυλλαβάϲ, τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακράν, Μήδεια, Θάλεια, Πηνελόπεια,
εὔνοια, εὔχροια, ὑπεϲταλμένων τῶν πρὸ τέλουϲ ἐχόντων τὴν
τρι ϲυλλαβήν, οἷον ποιήτρα, μεϲήτρια, ὁδηγήτρια, ὀρχήϲτρια, αὐλήϲτρια,
τῶν τοιούτων ἢ ἡ πρὸ τέλουϲ ἠλάττωται ἢ ἡ ἐπὶ τέλουϲ.
Πᾶν εἰϲ α λῆγον οὐδέτερον ἑνικὸν ϲυνεϲταλμένον ἔχει τὸ α, βῆμα, αἷμα, ποίημα, νόημα. τὸ τοίνυν κάρα ἐκτεινόμενον ἐξ ἀποκοπῆϲ ἐϲτι τοῦ κάρανον.
Τὰ εἰϲ αρ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ἐπὶ παντὸϲ γένουϲ ϲυϲτέλλει
τὸ α, μάκαρ, δάμαρ, ὄαρ, θέναρ, φρέαρ, ϲτέαρ. Ἀττικοὺϲ δέ
φαϲιν ἐκτείνειν τὸ ϲτέαρ καὶ φρέαρ.
Τὰ εἰϲ ϲα λήγοντα θηλυκὰ εἴτε ἐπὶ ὀνομάτων εἴτε καὶ ἐπὶ μετοχῶν,
εἰ ἔχοι τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον καταλήγουϲαν, πάντωϲ
ἐκτεταμένον αὐτὸ ἔχει, πᾶϲα, πτᾶϲα, φῦϲα, δῦϲα, Τῖϲα, Κρῖϲα κνῖϲα· οὐκ
ἀγνοῶ δὲ ὅτι Πίϲαν εἶπε τὴν πόλιν κατὰ ϲυϲτολὴν Πίνδαροϲ. εἰ μέντοι
εἰϲ ϲύμφωνον λήγει ἡ πρὸ τέλουϲ ϲυλλαβή, τὸ δίχρονον ϲυϲτέλλεται,
θάλαϲϲα, ἄναϲϲα, πίϲϲα, νύϲϲα, λύϲϲα.
Πᾶν εἰϲ αν λῆγον οὐδέτερον τὸν χρόνον ἔχει τοῦ α τοῦ | κατὰ τὴν
γενικὴν τοῦ ἀρϲενικοῦ, τάλανοϲ τάλαν, μέλανοϲ μέλαν, ϲτάντοϲ ϲτάν,
βάντοϲ βάν. ποιητικῶϲ γὰρ ἐκτέτατο
ἔχει τὸν τόνον. διὰ γὰρ τὸ δέξαϲθαι τὴν περιϲπωμένην τοῦ πᾶϲ ἀρϲενικοῦ
ἐκτείνει τὸ α. ὅταν μέντοι τὸ πᾶν διϲυλλάβωϲ λέγηται, τότε ἕξει
τὸ α ϲυνεϲταλμένον, ϲύμπαν, ἅπαν. εὕρηται παῤ Ἀθηναίοιϲ ἐκτεῖνον
τὸ α.
Τὰ εἰϲ αν λήγοντα ἐπιρρήματα ἐκτείνουϲι τὰ α, ἄγαν, λίαν, πέραν,
εὔἁν, ὑπεϲταλμένου τοῦ πάμπαν. τὸ γὰρ ὅταν δύο μέρη λόγου ἐϲτί,
ὅτε καὶ ἄν. τὸ δὲ τάλαν ὀνοματικόν ἐϲτι.
Τὰ εἰϲ α λήγοντα θηλυκὰ παρεϲχηματιϲμένα ἀρϲενικοῖϲ, ὁπότε μιᾷ
ϲυλλαβῇ τοῦ ἀρϲενικοῦ πλεονάζει, ϲυϲτελλόμενον ἔχει τὸ α, ταχύϲ
ταχεῖα, Κρήϲ Κρῆϲϲα, ἱερεύϲ ἱέρεια, τάλαϲ τάλαινα, Κίλιξ Κίλιϲϲα.
Ἀττικοὶ μέντοι ἐκτεταμένωϲ ἱερείαν ἀποφαίνονται.
Τὰ εἰϲ οϲ λήγοντα ὁπότε ἔχει θηλυκὸν εἰϲ α λῆγον πάντα ἔχει
Αἱ εἰϲ ϲ λήγουϲαι μετοχαὶ ἀρϲενικαὶ ἤτοι βραχυκατάληκτοί εἰϲιν,
ὡϲ αἱ εἰϲ οϲ λήγουϲαι, τυπτόμενοϲ, λεγόμενοϲ, ἢ μακροκατάληκτοι, ὡϲ αἱ
μὴ οὕτωϲ ἔχουϲαι, πεποιθώϲ, διδούϲ, βιούϲ· εἰ δὲ εἰϲ δίχρονον λήγουϲιν,
ἐκτεταμένον αὐτὸ ἔχουϲιν, ἱϲτάϲ, βιβάϲ, ζευγνύϲ, δύϲ, φύϲ.
Πᾶν εἰϲ ϲϲων λῆγον ϲυγκριτικόν, εἰ ἔχει δίχρονον ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ, ϲυνεϲταλμένον αὐτὸ ἔχει, πάϲϲων, μάϲϲων, βράϲϲων, γλύϲϲων. ϲεϲημείωται τὸ θάϲϲων καὶ ἐλάϲϲων ἐκτείνοντα τὸ δίχρονον.
Τὰ εἰϲ ων λήγοντα καθαρὰ ϲυγκριτικά, ὁπότε παραλήγοιτο τῷ ι,
ἐκτεταμένῳ αὐτῷ παραλήγονται, καλλίων, ἡδίων, βελτίων, γλυκίων,
κακίων. Ἀριϲτοφάνηϲ δὲ ἐν Ἀττικαῖϲ λέξεϲιν Ἀττικοὺϲ ἱϲτορεῖ προφέρεϲθαι
ἐκτεταμένωϲ.
Πᾶϲα αἰτιατικὴ ἀπαθὴϲ εἰϲ α λήγουϲα ϲυϲτέλλεϲθαι θέλει, Ἀλκμᾶνα,
ποιμένα, Ἕκτορα, θώρακα, Αἴαντα, Ἀχιλλέα, βαϲιλέα. Ἀττικοὶ
μέντοι ἐκτείνουϲι τὰϲ ἀπὸ τῶν εἰϲ ευϲ, Ἀτρέα λέγοντεϲ καὶ ἱερέα.
πρόϲκειται δὲ ἀπαθὴϲ διὰ τὸ χοᾶ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Ϲτειριᾶ.
Τὰ διὰ τοῦ αριον ὑποκοριϲτικὰ παρὰ τοῖϲ παλαιοῖϲ Ἕλληϲι ϲυϲτέλλει τὸ α, ἱππάριον, φυτάριον, ἠ μέντοι νῦν ϲυνήθεια ἀπὸ τῆϲ τῶν Ῥωμαίων διαλέκτου πολλὰ ἐπίϲταται διὰ τοῦ αριον ἐκτεταμένα, ϲουδάριον λέγουϲα καὶ κελλάριον.
Τὰ διὰ τοῦ ινη παραγωγὰ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ μονογενῆ φιλεῖ
ἐκτείνειν τὸ ι, Αἰητίνη, ἰατρίνη, θριδακίνη, ἡρωΐνη, Ὠκεανίνη, χωρὶϲ
τοῦ εἰλαπίνη καὶ τοῦ Μολυβδίνη, ἔϲτι δὲ ὄνομα πόλεωϲ. ὑπὲρ τρεῖϲ
ϲυλλαβὰϲ ἔφην διὰ τὸ ϲατίνη, ἔϲτι δὲ εἶδοϲ ἅρματοϲ, καὶ τὸ Ἀϲίνη
ἔϲτι δὲ ὄνομα πόλεωϲ, καὶ τὸ μυρϲίνη, οὐκ ἐκείνου ἀποφαινομένου ὡϲ
τὸ τριϲύλλαβον ϲυϲτέλλει τὸ ι. πολλάκιϲ γάρ ἐϲτι τὰ ἐκτείνοντα τὸ ι,
ὡϲ ἔχει τὸ δωτίνη, ὑϲμίνη, πυτίνη.
Τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα ὀξύτονα καθαρεύοντοϲ τοῦ ν, εἰ ἔχοιεν ἐν τῇ πρὸ τέλουϲ τὸ α, ἐκτεταμένον αὐτὸ ἔχουϲι, δανόϲ ὁ ξηρόϲ, τρανόϲ, μανόϲ. τοῦτο δὲ παρὰ τοῖϲ Ἀττικοῖϲ ϲυϲτέλλεται.
Πᾶν δίχρονον ἔχον διπλαϲιαϲμὸν ἀμεταβόλου ἐπιφερομένου ϲυϲτέλλεϲθαι θέλει, Πράξιλλα, Τελέϲιλλα, ἄμμοϲ, Κόριννα, θύννοϲ, ἄλλοϲ, πυρρόϲ. παραλόγωϲ οὖν ἐκτέτατο τὸ μᾶλλον.
Τὰ διὰ δύο ϲϲ παραγωγὰ ῥήματα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα
Τὰ διὰ τοῦ αζω διϲύλλαβα ϲυϲτέλλει τὸ α, ὑπεϲταλμένων τῶν
Αἰολικῶν, διὰ τὸ πτάζω καὶ πλάζω, ὅθεν ἐπιπλάζω ἀντὶ τοῦ ἐπιπλήϲϲω.
ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ϲτάζω, φράζω,
βάζω, ϲφάζω. παρὰ λόγον ἄρα τὸ κράζω ἐκτέταται. καὶ τὰ ὑπὲρ δύο
ϲυλλαβὰϲ ἔχει ϲυνεϲταλμένον τὸ α, χωρὶϲ εἰ μὴ ἔχοι πρὸϲ τῷ α τὸ ι,
διὰ τὸ ματᾴζω, ϲφαδάζω. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ
ταῦτα· ϲκιάζω, ἐνθουϲιάζω, ἀγοράζω. τινὲϲ δὲ ἐκτείνουϲι τὸ
Τὰ εἰϲ ζε λήγοντα ἐπιρρήματα, ὁπότε ἔχει πρὸ τέλουϲ τὸ | α, ϲυνεϲταλμένον αὐτὸ ἔχει, Ἀθήναζε, θύραζε, Θήβαζε, ἔραζε. τὸ μέντοι χαμᾶζε ἐκτείνει τὸ α καὶ προπεριϲπᾶται.
Τὸ α ἔχον ἐν τῇ δευτέρᾳ ϲυλλαβῇ τὸ ξ ἢ τὸ ψ μὴ ἐν ῥηματικῇ
κλίϲει φιλεῖ ϲυϲτέλλεϲθαι, ἄξων, ἄξιοϲ, ἀξίνη, ἁψίϲ, ἅψεα, Ἄψυρτοϲ,
ἀψευδήϲ· τὸ δὲ
Τὸ α πρὸ τοῦ ζ ἐν ὀνόμαϲι ϲυϲτέλλεται, γάζα, χάλαζα, ἀζηχέϲ,
μαζόϲ· ϲεϲημειωμένου τοῦ μᾶζα καὶ Ἀμαζών καὶ ἀλαζών.
Τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου εἰ ἔχοι
πρὸ τέλουϲ ἕν τι τῶν διχρόνων ϲυνεϲταλμένον αὐτὸ ἔχει, καπνόϲ,
θαλπνόϲ, ἁγνόϲ, ἀμνόϲ. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβάϲ,
ἀλαπαδνόϲ, ἀκιδνόϲ, ὀλοφυδνόϲ· τὸ μέντοι ϲτρυφνόϲ οἱ Ἀττικοὶ ἐκτείνουϲι
τὸ υ.
Τὰ διὰ τοῦ ιμοϲ παραγωγὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ϲυνεϲταλμένον ἔχει
τὸ ι, κύδιμοϲ, ὠφέλιμοϲ, ὤκιμοϲ· τὸ μέντοι ἄτιμοϲ ἐκτεῖνον τὸ ι ϲυνθετόν
ἐϲτιν. οὕτωϲ δὲ ἀξιοῦται καὶ τὸ βούλιμοϲ ἐκτείνεϲθαι κατὰ τὴν
δευτέραν ϲυλλαβὴν ϲυνθέτου ὑπάρχοντοϲ τοῦ ὀνόματοϲ· ἀντὶ γὰρ τοῦ
ὁ μέγαϲ λιμόϲ. καὶ τὸ ἴφθιμοϲ δὲ ἐκτείνει τὸ πρὸ τέλουϲ ι.
Τὰ δὲ διὰ τοῦ ινοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνόμενα, κατὰ καιροῦ
ἢ χρόνου παραλαμβανόμενα, ϲυνεϲταλμένον ἔχει τὸ ι, ἐαρινόϲ, χειμρινόϲ,
Τὰ εἰϲ μα διϲύλλαβα τῷ υ παραληγόμενα ϲυϲτέλλειν αὐτὸ θέλει, πλύμα, χύμα, ῥύμα, φύμα, θύμα, λύμα, διὸ ϲημειούμεθα τὸ κῦμα μόνωϲ ἐκτεινόμενον. ἱϲτοροῦϲι μέντοι Ἀττικοὺϲ τὸ λῦμα ἐκτείνειν καὶ τὸ φῦμα.
Τὰ εἰϲ ροϲ λήγοντα ὀξύτονα, ὅτε ἔχει τὴν τρίτην ἀπὸ τέλουϲ ἤτοι
θέϲει μακρὰν ἢ φύϲει, πάντωϲ ἔχει τὴν πρὸ τέλουϲ μηκυνομένην. εἰ
δὲ ἡ πρὸ τέλουϲ εἴη βραχεῖα, καὶ ἡ τρίτη ἀπὸ τέλουϲ. βλαβερόϲ, φανερόϲ,
ῥυπαρόϲ, ὀχυρόϲ, καπυρόϲ, ἱερόϲ. τὸ γὰρ ἐκτεῖνον τὸ ι ποιητικόν
ἐϲτι· κρατερόϲ, τὸ γὰρ καρτερόϲ ὑπέρθεϲιν ἔχει. τὰ μέντοι
ἔχοντα τὴν πρὸ τέλουϲ τρίτην μακράν, ὡϲ ἔφην, ἔχει καὶ τὴν πρὸ
τέλουϲ μακράν, ποιηρόϲ, ἀτηρόϲ, ἀλγηρόϲ, πνιγηρόϲ, ἀνθηρόϲ, τολμηρόϲ,
ἰϲχυρόϲ. ὅθεν ἐπεὶ τὸ ἁλμυρόϲ ἔχει τὴν τρίτην ἀπὸ τέλουϲ μακρὰν
ὑγιῶϲ ἕξει καὶ τὴν πρὸ τέλουϲ μακράν. ἀναλογώτεροι οὖν οἱ
Ἀττικοὶ ἐκτείνοντεϲ αὐτό. παρὰ μέντοι τῷ ποιητῇ ἀνέγνωμεν «ἁλμυρὸν
ὕδωρ» (δ 511). ἀντιπίπτει τὸ πενθερόϲ μακρὰν ἔχον τὴν τρίτην
ἀπὸ τέλουϲ, βραχεῖαν τὴν πρὸ τέλουϲ. ἀλλ᾿ οὖν γε εἴρηται πενθηρόϲ
τὸ ἐπίθετον διὰ τοῦ η, ὥϲπερ ἐπὶ ἱματίου μέλανοϲ,
τὰ ἔχοντα πρὸ τέλουϲ μακρὰν ἔχουϲι καὶ τὴν τρίτην μακράν· ἰδοὺ γὰρ
πονηρόϲ, τυχηρόϲ.
Τὸ α ἡ ϲτέρηϲιϲ ϲυϲτέλλεϲθαι θέλει, ἄκακοϲ, ἄϲεμνοϲ, ἄφιλοϲ. τὸ
γὰρ ἀθάνατοϲ καὶ ἀκάματοϲ ἐξέτειναν τὸ α διὰ | τὰϲ ἐπαλλήλουϲ τέϲϲαραϲ
βραχείαϲ, αἵ τινεϲ ἄθετοί εἰϲιν εἰϲ ἡρωϊκὸν μέτρον.
Πᾶν οὐδέτερον εἰϲ οϲ λῆγον διϲύλλαβον, ἔχον πρὸ τέλουϲ τὸ α,
ϲυνεϲταλμένον αὐτὸ ἔχει, ὁπότε μὴ κατὰ διάλεκτον εἴη, ἄχοϲ, δάοϲ,
Ϲαλαμινίαιϲ
Τὰ εἰϲ λοϲ λήγοντα διϲύλλαβα ὀξύτονα, ὁπότε ἔχει πρὸ τέλουϲ
δίχρονον, τοῦτο ἔχει ἢ ἐκτεινόμενον δι᾿ ἑαυτοῦ ἢ διὰ ϲυμφώνου μεγεθυνόμενον.
καὶ τὰ μὲν διὰ ϲυμφώνων μεγεθυνόμενα τὰ τοιαῦτά ἐϲτι,
κυλλόϲ, μαλλόϲ, θαλλόϲ, τὰ δὲ δι᾿ ἑαυτῶν τὰ τοιαῦτα, ψιλόϲ, χυλόϲ,
δαλόϲ, βαλόϲ, οὕτωϲ ὁ βαθμόϲ καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ. |
ἐχρῆν οὖν καὶ τὸ καλόϲ βοηθεῖϲθαι ϲνμφώνῳ ἢ αὐτόθεν ἐκτείνεϲθαι·
ὑγιὴϲ οὖν ἡ ἔκταϲιϲ παρὰ τῷ ποιητῇ.
Τὰ εἰϲ ϲι λήγοντα ῥήματα τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακράν,
ἑϲτήκαϲι, βεβαϲιλεύκαϲι, τετύφαϲι, γεγράφαϲι, νενοήκαϲιν. οἱ μέντοι
ποιηταὶ πολλάκιϲ ἐπὶ τούτοιϲ ϲυϲτολὰϲ ποιοῦνται, ὡϲ παρὰ Ξενοφάνει
καὶ παρὰ Ὁμήρῳ
Τὸ ἐκτεινόμενον α ἐπὶ πληθυντικῶν αἰτιατικῶν οἱ Δωριεῖϲ ϲυϲτέλλουϲι, ναῦταϲ, Ϲκύθαϲ.
Τὰ διὰ τοῦ αροϲ ὀξύτονα ϲυϲτέλλει τὸ α, μαδαρόϲ, χαλαρόϲ, ῥυπαρόϲ,
καὶ ὅϲα ἄλλα ἐϲτὶ τοιαῦτα. χρὴ οὖν καὶ τὸ ἀνιαρόϲ ϲυϲτέλλειν
τὸ α. δηλονότι τὸ νομιζόμενον Ἴωϲιν ἀνιηρόϲ πρότερόν ἐϲτι, καὶ λοιπὸν
τὸ ἀνιαρόϲ ὡϲ ἐδέξατο τροπὴν Ἰωνικὴν ἔμεινεν ἐκτεινόμενον.
Τὸ α πρὸ τοῦ β ἀεὶ θέλει ϲυϲτέλλεϲθαι, εἰ μὴ κατὰ διάλεκτον εἴη
γενομένη τροπὴ ἐκ τοῦ η εἰϲ α, ὡϲ ἔχει τὸ ἡβήϲομεν ἁβάϲομεν, ἄνηβοϲ
ἄναβοϲ. ἔϲτω οὖν μαρτυρία τοῦ | ϲυνεϲταλμένου α βλάβοϲ, βλάβη,
βάλε ἐκτεῖνον τὸ α. δύο γὰρ μέρη λόγου εἰϲί.
Τὸ α ἐπιφερομένου τοῦ μ ϲυϲτέλλεϲθαι θέλει κατ᾿ ἀρχήν, εἰ μὴ
διαλέκτῳ εἴη κατὰ τροπὴν γενόμενον, ὡϲ ἐπὶ τοῦ ἡμέρα ἁμέρα. ἔϲτωϲαν
δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ἀμύϲϲω, ἅμαξα, ἀμνόϲ, ἅμιλλα,
ἀμάρα, ἀμύμων. ϲημειούμεθα τὸ ἀμῶ ῥῆμα ἐκτεινόμενον καὶ τὸ
Τὸ α ἐπιφερομένου τοῦ ϲ, ᾧ ὑποτέτακται ἄφωνον, ϲυϲτέλλεϲθαι
θέλει, ἄϲθμα, ἀϲπίϲ, ἄϲτυ, Ἀϲκληπιόϲ, ἀϲχάλλω, ἄϲβολοϲ, ἀϲκόϲ. οὕτωϲ
ἄρα ὀφείλει καὶ τὸ ἀϲκήϲαϲ καὶ ἀϲκηθείϲ.
Ἡ αρ ϲυλλαβὴ ἄρχουϲα, ἀϲυνάλειπτοϲ οὖϲα, ἐπιφερομένου ϲυμφώνου
μὴ τοῦ δ, ϲυϲτέλλεϲθαι θέλει, ἄρβηλοϲ, ἄρκευθοϲ, ἀρκῶ, ἄρκιον,
ἄρτοϲ, ἄρχων, ἀργήϲ, Ἄργυννοϲ. τὸ ἀργόϲ ἐκτεινόμενον ἐκ τοῦ ἀεργόϲ
ἐϲτι ϲυναληλιμμένον· τὸ δὲ δ ἐφυλαξάμην, ἐπεὶ τὸ μὲν ἄρδιϲ ϲυϲτέλλεται,
τὸ δὲ ἄρδω ἐκτείνεται,
Τὸ ι πρὸ τοῦ τ κατ᾿ ἀρχὴν ϲυϲτέλλεϲθαι θέλει, ἴτυϲ, ἰταμόϲ, Ἰταλόϲ,
Ἰταμών (?), ἴτριον, ἰτέα· τὸ γὰρ ἰτέαι ἐκτέταται ποιητικῶϲ,
ὥϲπερ καὶ τὸ
Τὸ κατ᾿ ἀρχὴν ἐπιφερομένων δύο ϲυμφώνων μὴ κατὰ κλίϲιν
ϲυϲτέλλεϲθαι θέλει, ἴϲχω, ἱϲτόϲ ἴκριον, ἴκτινοϲ, Ἴϲμαροϲ, ἴφθιμοϲ.
ἐφυλαξάμην δὲ κατὰ κλίϲιν διὰ τὸ ἵϲτανον καὶ ἵϲτην.
Τὸ ι κατ᾿ ἀρχὴν ἔχον τὴν δευτέραν ϲυλλαβὴν ἀρχομένην ἀπὸ τοῦ
ν, μὴ κατὰ κλίϲιν ῥηματικήν, ἐκτείνεϲθαι θέλει, Ἰνώ, Ἴναχοϲ, ἰνίον.
Τὰ εἰϲ ω λήγοντα καθαρὰ βαρύτονα ῥήματα, ὑπὲρ δύο ϲυλλαβὰϲ
ὑπάρχοντα, εἰ παραλήγοιτο τῷ ι, μόνῳ ἐκτεταμένῳ αὐτῷ παραλήγεται,
χωρὶϲ εἰ μὴ ϲύνθετα εἴη ἢ κατ᾿ ἔλλειψιν τοῦ ζ, κυλίω, ἀλίω, μηνίω,
δηρίω, κονίω, ἰδίω. τὸ δὲ ἐϲθίω ϲυϲτέλλει τὸ ι. ἐφυλαξάμην
δὲ ϲύνθετα διὰ τὸ ἀτίω τήν τε ἔλλειψιν τοῦ ζ διὰ τὸ μαϲτίω. τὸ δὲ
δειδίω οὐ ῥητόν. τὸ δὲ κηκίω ἐκ διπλαϲιαϲμοῦ,
Τὸ ι ἐπιφερομένου ἑνὸϲ ϲυμφώνου ἁπλοῦ, ὅπερ ἔχει ὑποταϲϲόμενον ι ἢ υ, φιλεῖ ἐκτείνεϲθαι, ὑπεϲταλμένων τῶν κατὰ κλίϲιν, ἶβιϲ, Ἴβυκοϲ, ἰδίω, ἰθύϲ, Ἶριϲ, Ἴλιον, ἰνίον, ἶφι, Ἰτυμονεύϲ. τὸ δὲ ἴτυϲ ϲυϲτέλλει τὸ ι. τὸ δὲ ἴθι κλίϲιϲ ῥηματική.
Τὰ εἰϲ ιϲ λήγοντα βαρύτονα ἀεὶ ϲυϲτέλλει τὸ ι, εἰ μὴ ϲύνθετα
ὑπάρχοι ἐξ ἁπλῶν ἐκτεινόντων τὸ ι, κόνιϲ, δῆριϲ, μάντιϲ, ὄρχιϲ, ὄφιϲ,
λάτριϲ, ὄρνιϲ, Ἀριϲτοκλῆϲ δὲ ἐν τῷ | περὶ διαλέκτων φηϲὶν Ἀττικοὺϲ
ἐκτείνειν. προϲέθηκα δὲ εἰ μὴ ϲύνθετα εἴη ἐξ ἁπλῶν ἐκτεινόντων τὸ
ι διὰ τὸ κνημίϲ εὐκνήμιϲ, ψηφίϲ μελαμψήφιϲ καὶ ὅϲα τοιαῦτα. Τὰ μέντοι
ὀξύτονα θηλυκὰ εἰϲ ιϲ λήγοντα μὴ καθαρεύοντα μεμελέτηκε καὶ.
ἐκτείνεϲθαι καὶ ϲυϲτέλλεϲθαι. τοῖϲ μὲν οὖν ϲυϲτέλλουϲι τὸ ι ἀδιάφορο
ἡ πρὸ τέλουϲ εἴτε μακρὰ εἴη εἴτε βραχεῖα, βολίϲ, ῥανίϲ, αἰγίϲ, μηλίϲ,
Δωρίϲ· τοῖϲ δὲ ἐκτείνουϲι τὸ ι, καὶ μάλιϲτα ἐπὶ διϲυλλάβων, ἡ πρὸ
τέλουϲ μακρὰ ὑπῆρχεν ἤτοι φύϲει ἢ θέϲει, κηκίϲ, κηλίϲ, νηϲίϲ, κρηνίϲ,
ψηφίϲ, ϲφραγίϲ, ἁψίϲ, βαλβίϲ, φαρκίϲ. τὸ μέντοι καρίϲ καὶ ῥιπίϲ ἡ
μὲν κοινὴ ϲυνήθεια ἐκτείνει, ἡ δὲ τῶν Ἀθηναίων διάλεκτοϲ ϲυϲτέλλει.
διϲύλλαβα δὲ παρεθέμην, ἐπεὶ ὁρᾶται τριϲύλλαβα βραχείᾳ παραληγόμενα
καὶ κατὰ τὴν ϲυνήθη χρῆϲιν καὶ κατὰ τὴν τῶν Ἰώνων ἐκτείνοντα
τὸ ι· κατὰ δὲ τοὺϲ Ἀττικοὺϲ ϲυϲτέλλονται. πλοκαμίϲ, κεραμίϲ, καλαμίϲ,
βλεφαρίϲ, ῥαφανίϲ· τὸ δὲ ἀγαθίϲ ἀεὶ ϲυϲτελλομένωϲ· οὕτω δὲ καὶ
ἡ τρυφαλίϲ ϲυϲτέλλεται. Καὶ ἐπίϲταϲιν ἔχει τὸ κληΐϲ ἐκτεινόμενον καὶ
καθαρεῦον· τὰ δὲ λοιπὰ πάντα ϲυϲτέλλονται, Λαΐϲ, Nαΐϲ, Θηϲηΐϲ,
δμωΐϲ, ἡρωΐϲ, Μινωΐϲ.
Τὰ εἰϲ ροϲ λήγοντα καθαρεύοντα διϲύλλαβα κἄν τε ἀρϲενικὰ κἄν
μήτε ϲύνθετα. ἐπίϲταϲιν | οὖν ἔχει τὸ ἄγγαροϲ καὶ Αἴϲαροϲ. τὸ δὲ φλόαροϲ
ὀφείλει ϲυϲτέλλεϲθαι.
Τὰ εἰϲ μοϲ καθαρὰ διϲύλλαβα, ἔχοντα τὸ υ παραληγόμενον, ὀξύνεϲθαι
θέλουϲι καὶ ἐκτείνειν τὸ υ, οἷον θυμόϲ, χυμόϲ, δρυμόϲ, ῥυμόϲ.
εἰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχει καὶ προπαροξύνεϲθαι θέλουϲι καὶ
ϲυϲτέλλουϲι τὸ υ, εἰ μὴ ἐκ ϲυνθέϲεωϲ ὑπάρχει, οἷον ἔρυμοϲ, ἔλυμοϲ,
δίδυμοϲ, ἔτυμοϲ ὁ ἀληθήϲ. τὸ δὲ πρόθυμοϲ καὶ τὸ μεγάθυμοϲ καὶ τὰ
τοιαῦτα ἐκ ϲυνθέϲεωϲ ἔϲχον τὸ υ.
Τὰ εἰϲ ϲοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξυνόμενα καὶ
ἔχοντα πρὸ τέλουϲ τὸ α ϲυνεϲταλμένον αὐτὸ ἔχουϲι· ταύτῃ μοι δοκεῖ
καὶ τὸ Ἴαϲοϲ τὸ α ϲυϲτέλλειν τῷ χαρακτῆρι πειϲθέν. ἐπὶ δὲ τῶν ὀξυτόνων
τῶν ἐχόντων τὸ α ὁρᾶται καὶ ἡ ϲυϲτολὴ καὶ ἡ ἔκταϲιϲ, ὡϲ ἐν
τῷ Τάμαϲοϲ καὶ Ἐγγύαϲοϲ, ἀλλὰ καὶ Κέραϲοϲ καὶ Ἔραϲοϲ.
Τὰ εἰϲ τι λήγοντα ἐπιρρήματα, εἰ γένοιτο ἀπὸ τῶν εἰϲ ζω ληγόντων
ῥημάτων ἢ ἀπὸ τῶν εἰϲ ωϲ ἐπιρρημάτων, ϲυϲτέλλειν θέλει τὸ ι,
Ἰαϲτί, Λυδιϲτί, Φρυγιϲτί, Δωριϲτί, μεγαλωϲτί, δημιωϲτί, ἱερωϲτί, νεωϲτί.
τὸ μέντοι ἀπνευϲτί καὶ ἀνωιϲτί παρὰ τὸ ἄπνευϲτοϲ καὶ ἀνώιϲτοϲ· τὰ
δὲ ἀπὸ τῶν πτωτικῶν οὕτω μηκύνεται· ὡϲ ἔχει τὸ ἀκονιτί, ἀναιμωτί,
ἀκλαυτί, πανθοινί, ἀκριτί. ἀμογητί· τὸ ι δὲ ἐϲθ᾿ ὅτε καὶ ϲυνεϲταλμένον
προφέρεται ἀδείᾳ ποιητικῇ,
Τὰ εἰϲ υϲ ἐπιρρήματα εἰ λέγοιτο ἄνευ τοῦ ϲ ἰϲόχρονα | λέγεται,
μεϲϲηγύϲ μεϲϲηγύ. τὸ μέντοι ἄντικρυϲ μεταβαλὸν τὸν τόνον μετέβαλε
καὶ τὸν χρόνον.
Αἱ διὰ τοῦ ι μόνου ἐπεκτάϲειϲ ἐν οἱῳδήποτε μέρει λόγου ἐκτεταμένον ἔχουϲι τὸ ι, ὡδί, ἐνθαδί, νυνί, δευρί. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν ἀντωνυμιῶν, ἐκεινοϲί, οὑτοϲί.
Πᾶν ῥῆμα εἰϲ ζω λῆγον ἔχον πρὸ τέλουϲ τὸ ι ϲυνεϲταλμένον αὐτὸ
ἔχει, οἰκίζω, κιθαρίζω, πολεμίζω, ἐλπίζω, ϲκελίζω. τὸ μέντοι δανείζω
διὰ τῆϲ ει διφθόγγου γράφεται, οὐ μέντοι διὰ ἐκτεταμένου τοῦ ι.